Ancient Texts

← Library

Commentarii in Evangelium Joannis

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,967 sections

  1. 1.1.1

    Ὃν τρόπον οἶμαι ό πάλαι »λαὸς« ἐπικληθεὶς »θεοῦ« εἰς φυλὰς διῄρητο δυοκαίδεκα καὶ τὴν ὑπὲρ τὰς λοιπὰς φυλὰς τάξιν λευἱτικήν, καὶ αὐτὴν κατὰ πλείονα τάγματα ἱερατικὰ καὶ λευἱτικὰ τὸ θεῖον θεραπεύουσαν, οὕτως νομίζω κατὰ »τὸν κρυπτὸν τῆς καρδίας ἄνθρωπον« πάντα τὸν Χριστοῦ λαόν, χρηματίζοντα ἐν κρυπτῷ Ἰουδαῖον καὶ ἐν πνεύματι περιτετμημένον, ἔχειν τὰς ἰδιότητας μυστικώτερον τῶν φυλῶν· ὡς ἔστι γυμνότερον ἀπὸ Ἰωάννου ἐκ τῆς Ἀποκαλύψεως μαθεῖν, οὐδὲ τῶν λοιπῶν προφητῶν τοῖς ἀκούειν ἐπισταμένοις τὰ τοιαύτα ἀποσιωπησάντων.

  2. 1.2.1

    φησὶ δὲ οὕτως ὁ Ἰωάννης· Καὶ »Καὶ εἶδον »ἄλλον ἄγγελον ἀναβαίνοντα ἀπὸ ἀνατολῆς ἡλίου, ἔχοντα σφραγῖδα θεοῦ ζῶντος, καὶ ἐκέκραξε φωνῇ μεγάλῃ τοῖς τέσσαρσιν ἀγγέλοις, »οἷς ἐδόθη αὐτοῖς ἀδικῆσαι τὴν γῆν καὶ τὴν θάλασσαν, λέγων· Μὴ »ἀδικήσητε μήτε τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι »σφραγίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἠμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. »καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων, ἑκατὸν τεσσαράκοντα »τέσσαρες χιλιάδες ἐσφραγισμένοι ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ· ἐκ »φυλῆς Ἰούδα δώδεκα χιλιάδες ἐσφραγισμένοι, ἐκ φυλῆς Ρουβὴμ δώδεκα »χιλιάδες.«

  3. 1.3.1

    καὶ μετὰ τὸ διῃρῆσθαι τὰς λοιπὰς φυλὰς πάρεξ τοῦ Δὰν ἑξῆς μετὰ πλείονα ἐπιφέρει· »Καὶ εί͂δον, καὶ ἐδοὺ τὸ ἀρνίον ἑστὼς »ἐπὶ τὸ ὄρος Σιών, καὶ μετ' αὐτοῦ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες »χιλιάδες ἔχουσαι τὸ ὄνομα αὐτοῦ καὶ τὸ ὅνομα τοῦ πατρὸς αὐτοῦ »γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα φωνὴν ἐκ τοῦ οὐρανοῦ ὡς φωνὴν ὐδάτων πολλῶν, καὶ ὡς φωνὴν βροντῆς μεγάλης, καὶ ἡ φωνὴ ἣν ἤκουσα ὡς κιθαρῳδῶν κιθαριζόντων ἐν ταῖς κιθά- »αὐτῶν. καὶ ᾄδουσιν ᾠδὴν καινὴν ἐνώπιον τοῦ θρόνου καὶ »ἐνώπιον τῶν τεσσάρων ζῴων καὶ τῶν πρεσβυτέρων· καὶ οὐδεὶς »ἐδύνατο μαθεῖν τὴν ᾠδὴν εἰ μὴ αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες »χιλιάδες, οἱ ἠγορασμένοι ἀπὸ τῆς γῆς· οὐτοί εἰσιν οἳ μετὰ γυναικῶν οὐκ ἐμολύνθησαν· παρθένοι γάρ εἰσιν· οὗτοι οἱ ἀκολουθοῦντες τῷ »ἀρνίῳ ὅπου ἐὰν ὑπάγη· οὐτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ καὶ τῷ ἀρνίῳ· καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ

  4. 1.4.1

    »εὐρέθη ψεῦδος· ἄμωμοι γάρ εἰσιν.« ὅτι δὲ ταῦτα παρὰ τῷ Ἰωάννῃ περὶ τῶν εἰς Χριστὸν πεπιστευκότων λέγεται, καὶ αὐτῶν ὑπαρχόντων ἀπὸ φυλῶν, κἂν μὴ δοκῇ τὸ σωματικὸν αὐτῶν γένος ἀνατρέχειν ἐπὶ τὸ σπέρμα τῶν πατριαρχῶν, ἔστιν οὔτως ἐπιλογίσασθαι· »Μὴ ἀδική- »σητε, φησί, τὴν γῆν μήτε τὴν θάλασσαν μήτε τὰ δένδρα, ἄχρι σφρα- »γίσωμεν τοὺς δούλους τοῦ θεοῦ ἡμῶν ἐπὶ τῶν μετώπων αὐτῶν. καὶ ἤκουσα τὸν ἀριθμὸν τῶν ἐσφραγισμένων , ἑκατὸν τεσσαράκοντα »τέσσρες χιλιάδεc ἐσφραγισμένων ἐκ πάσης φυλῆς υἱῶν Ἰσραήλ. «

  5. 1.5.1

    οὐκοῦν οἳ ἐκ πάσης φυλῆς υἱῶν Ἰσραὴλ ζφραγίζονται ἐπὶ τῶν μετώπων αὐτῶν, ἑκατὸν τεσσαράκοντα τέσσαρές εἰσι χιλιάδες τὸν ἀριθμόν· αἵτινες ἑκατὸν τεσσαράκοντα τέσσαρες τέσσαρες χιλιάδες ἐν τοῖς εξῆς παρὰ τῷ Ἰωάννῃ λέγοντα· ἔχειν τὸ ὄνομα τοῦ ἀρνίου καὶ τοῦ πατρὸς αὐτοῦ γεγραμμένον ἐπὶ τῶν μετώπων αὐτῶν, αὐτῶν, παρθένοι καὶ μετὰ γυναικῶν οὐ μολυνθέντες.

  6. 1.6.1

    τίς ἂν οὖν ἄλλη εἴη ἡ σφραγὶς ἡ ἐπὶ τῶν μετώποων ἢ τὸ ὄνομα τοῦ ἀρνίου καὶ τοῦ πατρὸς αὐτοῦ, ἐν ἀμφοτέροις τοῖς τόποις τῶν μετώπων λεγομένων ἔχειν πὴ μὲν τὴν σφραγῖδα πὴ δὲ τὰ γράμματα περιέχοντα τὸ ὄνομα τοῦ ἀρνίου καὶ τὸ ὄνομα τοῦ πατρὸς αὐτοῦ;

  7. 1.7.1

    ἀλλὰ καὶ οἱ »ἀπὸ φυλῶν« εἰ οἱ αὐτοί εἰσι τοῖς »παρθένοις«, ὡς προαπεδείξαμεν, σπάνιος δὲ ὁ ἐκ τοῦ κατά σάρκα Ἰσραὴλ πιστεύων, ὡς τάχα τολμῆσαι ἄν τινα εἰπεῖν μὴ συμπληροῦσθαι ἀπὸ τῶν ἐκ τοῦ κατὰ σάρκα Ἰσραὴλ πιστευόντων μηδὲ τὸν τῶν τεσσράκοντα τεσσαράκοντα τεσσάρων χιλιάδων ἀριθμόν, δῆλον ὅτι ἐκ τῶν ἀπὸ τῶν ἐθνῶν τῷ θείῳ προσερχομένων λόγῳ συνίστανται αἱ ἑκατὸν τεσσαράκοντα τέσσαρες χιλιάδες μετὰ γυναικῶν οὐ μολυνομένων· ὥστε μὴ ἂν ἀποπεσεῖν τῆς ἀληθείας τὸν φάσκοντα ἀπαρχὴν ἑκάστης εἶναι φυλῆς τοὺς παρθένους αὐτῆς.

  8. 1.8.1

    καὶ γὰρ γὰρ φέρεται· »Οὑτοι ἠγοράσθησαν ἀπὸ τῶν ἀνθρώπων ἀπαρχὴ τῷ θεῷ »καὶ τῷ ἀρνίῳ, καὶ ἐν τῷ στόματι αὐτῶν οὐχ εὑρέθη ψεῦδος· ἄμω- »μοι γάρ εἰσιν.« οὐκ ἀγνοητέον δέ, ὅτι ό περὶ τῶν ἑκατὸν τεσσαράκοντα τεσσάρων χιλιάδων παρθένων λόγος ἐπιδέχεται ἀναγωγήν. περιττὸν δὲ νῦν καὶ οὐ κατὰ τὸν προκείμενον λόγον τὸ παρατίθεσθαι λέξεις προφητικὰς ταὐτὸν περὶ τῶν ἐξ ἐθνῶν ἡμᾶς διδασκούσας.

  9. 1.9.1

    Τί δὴ πάντα ταῦθ' ἡμῖν βούλεται; ἐρεῖς ἐντυγχάνων τοῖς Ἀμβρόσιε, Ἀμβρόσιε, ἀληθῶς »θεοῦ ἄνθρωπε,« καὶ »ἐν Χριστῷ · »ἄνθρωπε« καὶ σπεύδων εἶναι »πνευματικός«, οὐκέτι ἄνθρωπος. οἱ μὲν ἀπὸ τῶν φυλῶν δεκάτας καὶ ἀπαρχὰς ἀναφέρουσι τῷ θεῷ διὰ τῶν λευϊτῶν καὶ ἱερέων, οὐ πάντα ἔχοντες ἀπαρχὰς ἢ δεκάτας· οἱ δὲ λευῖται καὶ ἱερεῖς, πάντα δεκάταις καὶ ἀπαρχαῖς χρώμενοι, δεκάτας ἀναφέρουσι τῷ θεῷ διὰ τοῦ ἀρχιερέως, οἶμαι δ' ὅτι καὶ ἀπαρχάς.

  10. 1.10.1

    ἡμῶν δὴ τῶν προσιόντων τοῖς Χριστοῦ μαθήμασιν οἱ μὲν πλεῖστοι, τὰ πολλὰ τῷ βίῳ σχολάζοντες καὶ ὀλίγας πράξεις τῷ θεῷ ἀνατιθέντες, τάχα εἶεν ἂν οἱ ἀπὸ τῶν φυλῶν ὀλίγην πρὸς τοὺς ἱερεῖς ἔχοντες κοινωνίαν καὶ ἐν βραχέσι τὸ θεραπευτικὸν τοῦ θεοῦ τρέφοντες· οἱ δὲ ἀνακείμενοι τῷ θείῳ λόγῳ καὶ πρὸς μόνῃ τῇ θεραπείᾳ τοῦ θεοῦ γινόμενοι γνησίως κατὰ τὴν διαφορὰν τῶν εἰς τοῦτο κινημάτων λευῖται καὶ ἱερεῖς οὐκ ἀτόπως λεχθήσονται.

  11. 1.11.1

    τάχα δὲ οἱ 〈πάντων φέροντες καὶ οἱονεὶ τὰ πρῶτα τῆς καθ’ ἑαυτοῦς γενεᾶς ἔχοντες ἀρχιερεῖς ἔσονται κατὰ τὴν τάξιν Ἀαρών, κοὶ οὐ κατὰ τὴν τάξιν Μελχισεδέκ. ἐὰν γάρ τις ἀνθυποφέρῃ πρὸς τοῦτο, νομίζων ἡμᾶς ἀσεβεῖν τὸ τοῦ ἀρχιερέως ὄνομα τάσσοντας ἐπ’ ἀνθρώπων, ἐπεὶ πολλαχοῦ Ἰησοῦς μέγας ἱερεὺς προφητεύεται ἔχομεν γὰρ »ἀρχιερέα »μέγαν, διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ«), λεκτέον πρὸς αὐτὸν ὅτι ὁ ἀπόστολος ἐπεσημήνατο λέγων τὸν προφήτην εἰρηκέναι περὶ Χριστοῦ· »Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ,« καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρών. ἀφ’ οὗ καὶ ἡμεῖς λαβόντες φαμὲν κατὰ μὲν τὴν τάξιν Ἀαρὼν ἀνθρώπους δύνα- σθαι εἶναι ἀρχιερεῖς, κατὰ δὲ τὴν τάξιν Μελχισεδὲκ τὸν χριστὸν τοῦ θεοῦ.

  12. 1.12.1

    πάσης τοίνυν ἡμῖν πράξεως καὶ παντὸς τοῦ βίου, ἐπεὶ σπεύδομεν ἐπὶ τὰ κρείττονα, ἀνακειμένης θεῷ καὶ βουλομένων ἡμῶν ἔχειν πᾶσαν αὐτὴν ἀπαρχὴν τῶν πολλῶν ἀπαρχῶν εἴ γε μὴ σφαλλόμεθα τοῦτο νομίζοντες), ποίαν ἐχρῆν εἶναι μετὰ τὸ κατὰ τὸ σῶμα κεχωρίσθαι ἡμᾶς ἀλλήλων διαφέρουσαν ἢ τὴν περὶ εὐαγγελίου ἐξέτασιν; καὶ γὰρ τολμητέον εἰπεῖν πασῶν τῶν γραφῶν εἶναι ἀπαρχὴν τὸ εὐαγγέλιον.

  13. 1.13.1

    ἀπαρχὴν οὖν πράξεων, ἐξ οὗ τῇ Ἀλεξανδρείᾳ ἐπιδεδημήκαμεν, τίνα ἄλλην ἢ τὴν εἰς τὴν ἀπαρχὴν τῶν γραφῶν ἐχρῆν γεγονέναι; χρὴ δ' ἡμᾶς εἰδέναι οὐ ταὐτὸν εἶναι ἀπαρχὴν καὶ πρωτογέννημα· μετὰ γὰρ τοὺς πάντας καρποὺς ἀναφέρεται ἡ ἀπαρχή, πρὸ δὲ πάντων τὸ πρωτογέννημα.

  14. 1.14.1

    τῶν τοίνυν φερομένων γραφῶν καὶ ἐν πάσαις ἐκκλησίαις θεοῦ πεπιστευμένων εἶναι θείων, οὐκ ἂν ὰμάρτο τις λέγων πρωτόγέννημα μὲν τὸν Μωϋσέως νόμον, ἀπαρχὴν δὲ τὸ εὐαγγέλιον. μετὰ γὰρ τοὺς πάντας τῶν προφητῶν καρποὺς τῶν μέχρι τοῦ κυρίου Ἰησοῦ ὁ τέλειος ἐβλάστησε λόγος.

  15. 1.15.1

    ΙΙΙ. Ἐὰν δέ τις ἀνθυποφέρῃ διὰ τὴν ἔννοιαν τῆς ἀναπτύξεως τῶν ἀπαρχῶν φάσκων μετὰ τὰ εὐαγγέλια τὰς πράξεις καὶ τὰς ἐπιστολὰς φέρεσθαι τῶν ἀποστόλων καὶ κατὰ τοῦτο μὴ ἂν ἔτι σώζεσθαι τὸ προαποδεδομένον περὶ ἀπαρχῆς, τὸ ἀπαρχὴν πάσης γραφῆς εἶναι τὸ εὐαγγέλιον, λεκτέον ἤτοι νοῦν εἶναι σοφῶν ἐν Χριστῷ ὠφελημένων ἐν ταῖς φερομέναις ἐπιστολαῖς, δεομένων, ἵνα πιστεύωνται, πιστεύωνται, μαρτυριῶν τῶν ἐν τοῖς νομικοῖς καὶ προφητικοῖς λόγοις κειμένων· ὥστε σοφὰ μὲν καὶ εὔπιστα λέγειν καὶ σφόδρα ἐπιτετευγμένα τὰ ἀποστολικά, οὐ μὴν παραπλήσια τῷ» Τάδε λέγει κύριος παντοκράτωρ‘.

  16. 1.16.1

    καὶ κατὰ τοῦτο ἐπίστησον εἰ, ἐπὰν λέγῃ ὁ Παῦλος· »Πᾶσα γραφὴ θεό- »πνευστος καὶ ὠφέλιμος«, ἐμπεριλαμβάνει καὶ τὰ ἑαυτοῦ γράμματα· ἢ οὐ τό τε »Ἐγὼ λέγω, καὶ οὐχ ό κύριος« καὶ τὸ »Ἐν πάσαις ἐκκλη- »σίαις διατάσσομαι« καὶ τὸ »Οἷα ἔπαθον ἐν Ἀντιοχείᾳ, ἐν Ἰκονίῳ, ἐν »Λύστροις« καὶ τὰ τούτοις παραπλήσια ἐνίοτε ὑπ’ αὐτοῦ γραφέντα τὴν μὲν ἐξουσίαν * * * * ἀποστολικὴν * * *, μὴν τὸ εἰλικρινὲς τῶν ἐκ θείας ἐπιπνοίας λόγων.

  17. 1.17.1

    ἢ καὶ τούτω παραστατέον ὅτι ἡ παλαιὰ μὲν οὐκ εὐαγγέλιον, οὐ δεικνύουσα » τὸν ἐρχόμενον‘ ἀλλὰ προκηρύσσουσα, πᾶσα δὲ ἡ καινὴ τὸ εὐαγγέλιόν ἐστιν, οὐ μόνον ὁμοίως τῇ ἀρχῇ τοῦ εὐαγγελίου φάσκουσα· » Ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων » τὴν ἁμαρτίαν τοῦ κόσμου«, ἀλλὰ καὶ ποικίλας δοξολογίας περιέχουσα καὶ διδασκαλίας τοῦ δι’ ὃν τὸ εὐαγγέλιον εὐαγγέλιόν ἐστιν.

  18. 1.18.1

    ἔτι δὲ εἰ ὁ θεὸς ἔθετο ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους καὶ προφήτας καὶ εὐαγγελιστὰς ποιμένας τε καὶ διδασκάλους, ἐπὰν ἐξετάσωμεν τί τὸ ἔργον τοῦ εὐαγγελιστοῦ, ὅτι οὐ πάντως διηγήσασθαι τίνα τρόπον ὁ σωτὴρ τυφλὸν ἀπὸ γενετῆς ἰάσατο, ὀδωδότα νεκρὸν ἀνέστησεν ἤ τι τῶν παραδόξων πεποίηκεν, οὐκ ὀκνήσομεν, χαρακτηριζομένου τοῦ εὐαγγε- Η λιστοῦ καὶ ἐν προτρεπτικῷ λόγῳ τῷ εἰς πιστοποίησιν τῶν περὶ Ἰησοῦ, εὐαγγέλιόν πως εἰπεῖν τὰ ὑπὸ τῶν ἀποστόλων γεγραμμένα.

  19. 1.19.1

    ἀλλ’ ὅσον ἐπὶ τῇ δεθτἐρᾳ ἀποδόσει, τῷ ἀνθυποφέροντι διὰ τὸ μὴ ἐπιγεγράφθαι τὰς ἐπιστολὰς εὐαγγέλιον ὡς οὐ καλῶς πᾶσαν τὴν καινὴν διαθήκην εὐαγγέλιον ἡμῶν ὀνομασάντων, λεκτέον ὅτι πολλαχοῦ τῶν γραφῶν δύο τινῶν ἢ πλειόνων τῷ αὐτῷ ὀνόματι ὀνομαζομένων κυ- ριώτερον ἐπὶ τοῦ ἑτέρου τῶν λεγομένων κεῖται τὸ ὄνομα· οἷον λέγοντος τοῦ σωτῆρος· Μὴ καλέσητε διδάσκαλον ἐπὶ τῆς γῆς« ὁ ἀπόστολός φησι τετάχθαι ἐν τῇ ἐκκλησίᾳ καὶ διδασκάλους.

  20. 1.20.1

    οὐκ ἔσονται οὖν οὗτοι δοδάσκαλοι ὅσον ἐπὶ τῇ ἀκριβείᾳ τῆς τοῦ εὐαγγελίου φωνῆς. οὕτως οὐκ ἔσταο εὐαγγέλιον τὸ κατὰ τὰς ἐπιστολὰς πᾶν γράμμα, ὅταν παραβάλληται τῇ διηγήσει τῶν περὶ Ἰησοῦ πράξεων καὶ παθημάτων καὶ λόγων αὐτοῦ. πλὴν ἀπαρχὴ πάσης γραφῆς τὸ εὐαγγέλιον, καὶ πασῶν τῶν κατ’ εὐχὴν ἡμῶν πράξεων ἐσομένων ἀπαρχὴν ποιούμεθα εἰς τὴν ἀπαρχὴν τῶν γραφῶν.

  21. 1.21.1

    Ἐγὼ δ’ οἶμαι ὅτι καὶ τεσσάρων ὄντων τῶν εὐαγγελίων οἱονεὶ στοιχείων τῆς πίστεως τῆς ἐκκλησίας ἐξ ὡς στοιχείων ὁ πᾶς συνέστηκε κόσμος ἐν Χριστῷ καταλλαγεὶς τῷ θεῷ, καθά φησιν ὁ Παῦλος· »Θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ«· οὑ κόσμου τὴν ἁμαρτίαν ἦρεν Ἰησοῦς· περὶ γὰρ τοῦ κόσμου τῆς ἐκκλησίας ὁ λόγος ἐστὶν ὁ γεγραμμένος· » Ἰδοὺ ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἵρων τὴν » ἁμαρτίαν τοῦ κόσμου«) ἀπαρχὴν τῶν εὐαγγελίων εἶναι τὸ προστε- ταγμένον ἡμῖν ὑπὸ σοῦ κατὰ δύναμιν ἐρευνῆσαι, τὸ κατὰ Ἰωάννην, τὸν γενεαλογούμενον εἰπὸν καὶ ἀπὸ τοῦ ἀγενεαλογήτου ἀρχόμενον.

  22. 1.22.1

    Ματθαῖος μὲν γὰρ τοῖς προσδοκῶσι τὸν ἐξ Ἀβραὰμ καὶ Δαβὶδ Ἑβραίοις γράφων· » Βίβλος, φησί, γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβίδ, υἱοῦ » Ἀβραάμ «, καὶ Μάρκος, εἰδὼς ὃ γράφει. » ἀρχὴν « διηγεῖται » τοῦ εὐγγε- » λίου «, τάχα εὑρισκόντων ἡμῶν τὸ τέλος αὐτοῦ παρὰ τῷ Ἰωάννῃ * * * * τὸν » ἐν ἀρχῇ λόγον, θεὸν λόγον. ἀλλὰ καὶ Λουκᾶς * * * * * ἀλλά γε τηρεῖ τῷ ἐπὶ τὸ στῆθος ἀναπεσόντι τοῦ Ἰησοῦ τοὺς μείζονας 114r καὶ τελειοτέρους περ Ἰησοῦ λόγους· οὐδεὶς γὰρ ἐκείνων ἀκράτως ἐφανέρωσεν αὐτοῦ τὴν θεότητα ὡς Ἰωάννης, παραστήσας αὐτὸν λέγοντα· » Ἐγώ εἰυι τὸ φῶς τοῦ κόσμου « » Ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή «· » Ἐγώ εἰμι ἡ ἀνάστασις « » Ἐγώ εἰμι ἡ θύρα «· » Ἐγώ εἰμι ὁ ποι- » μὴν ὁ καλός «· κοὶ ἐν τῇ Ἀποκαλύψει » Ἐγώ εἰμι τὸ Α καὶ τὸ Ω, ἡ » ἀρχὴ καὶ τὸ τέλος,

  23. 1.23.1

    ὁ πρῶτος καὶ ὁ ἔσχατος « τολμητέον τοίνυν εἰπεῖν ἀπαρχὴν μὲν πασῶν γραφῶν εἶναι τὰ εὐαγγέλια, τῶν δὲ εὐαγγελίων λίων ἀπαρχὴν τὸ κατὰ Ἰωάννην, οὗ τὸν νοῦν οὐδεὶς δύναται λαβεῖν μὴ ἀναπεσὼν ἐπὶ τὸ στῆθος Ἰησοῦ μηδὲ λαβὼν ἀπὸ Ἰησοῦ τὴν ρίαν γινομένην καὶ αὐτοῦ μητέρα. καὶ τηλικοῦτον δὲ γενέσθαι δεῖ τὸν ἐσόμενον ἄλλον Ἰωάννην, ὥστε οἱονεὶ τὸν Ἰωάννην δειχθῆναι ὄντα Ἰησοῦν ὑπὸ Ἰησοῦ. εἰ γὰρ οὐδεὶς υἱὸς Μαρίας κατὰ τοὺς ὑγιῶς περὶ αὐτῆς δοξάζοντας ἢ Ἰησοῦς, φησὶ δὲ Ἰησοῦς τῇ μητρί· » Ἴδε ὁ » υἱός σου« καὶ οὐχί » Ἴδὲ καὶ οὗτος υἱός σου « ἴσον εἴρηκε τῷ » Ἴδε » οὑτός ἐστιν Ἰησοῦς ὃν ἐγέννησας «. καὶ γὰρ πᾶς ὁ τετελειωμένος » ζῇ » οὐκέτι «, ἀλλ’ ἐν » ζῇ Χριστός «, καὶ ἐπεὶ » ζῇ « ἐν αὐτῷ » Χρι- » στός «, λέγεται περὶ αὐτοῦ τῇ Μαρίᾳ· » Ἴδε ὁ υἱός σου « ὁ χριστός.

  24. 1.24.1

    ἡλίκου τοίνυν νοῦ ἡμῖν δεῖ, ἵνα τὸν ἐν τοῖς ὀστρακίνοις τῆς εὐτελοῦς λέξεως θησαυροῖς ἐναποκείμενον λόγον, τοῦ ὑπὸ πάντων τῶν ἐντυγχανόντων ἀναγιγωσκομένου γράμματος καὶ ὑπὸ πάντων τῶν παρεχόντων τὰς σωματικὰς ἀκοὰς ἀκουομένου αἰσθητοῦ διὰ φωνῆς λόφου ἐκλαβεῖν κατ’ δυνηθῶμεν, δυνηθῶμεν, τί δεῖ καὶ λέγειν; τὸν γὰρ μέλλοντα ταῦτα ἀκριβῶς καταλαμβάνειν μετὰ ἀληθείας εἰπεῖν όεἶ· » Ἡμεῖς δὲ νοῦν Χριστοῦ ἔχομεν, ἵνα εἰδῶμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισ- » θέντα ἡμῖν. «

  25. 1.25.1

    Εστι δὲ προσαχθῆναι ἀπὸ τῶν ὑπὸ Παύλου λεγομένων περὶ τοῦ πᾶσαν τὴν καινὴν εἶναι τὰ εὐαγγέλια, ὅταν που γράφῃ· » Κατὰ τὸ » εὐαγγέλιόν μου «· ἐν γράμμασι γὰρ Παύλου οὐκ ἔχομεν βιβλίον εὐαγγέλιον συνήθως καλούμενον, ἀλλὰ πᾶν, ὃ ἐκήρυσσε καὶ ἔλεγε, τὸ εὐαγγέλιον ἠν. ἃ δὲ ἐκήρυσσε καὶ ἔλεγε, ταῦτα καὶ ἔγραφε· καὶ ἃ ἔγραφεν ἄρα εὐαγγέλιον ἦν.

  26. 1.26.1

    εἰ δὲ τὰ Πούλου εὐαγγέλιον ἦν, ἀκόλουθον λέγειν ὅτι καὶ τὰ Πέτρου εὐαγγέλιον ἦν καὶ ἁπαξαπλῶς τὰ συνιστάντα τὴν Χριστοῦ ἐπιδημίαν καὶ κατασκευάζοντα τὴν παρουσίαν αὐτοῦ ἐμποιοῦντά τε αὐτὴν ταῖς ψυχαῖς τῶν βουλομένων παραδέξασθαι τὸν ἑστῶτα ἐπὶ τὴν θύραν καὶ κρούοντα καὶ εἰσελθεῖν βουλόμενον εἰς τὰς ψυχὰς λόγον θεοῦ.

  27. 1.27.1

    Τί δὲ βούλεται δηλοῦν ἡ » εὐαγγέλιον « προσηγορία, καὶ διὰ τί ταύτην ἔχει τὴν ἐπιγραφὴν ταῦτα τὰ βιβλία, ἤδη καιρὸς ἐξετάσαι. ἔστι τοίνυν τὸ εὐαγγέλιον λόγος περιέχων ἀπαγγελίαν πραγμάτων κατὰ τὸ εὔλογον διὰ τὸ ὠφελεῖν εὐφραινόντων τὸν ἀκούοντα, ἐπὰν παραδέξηται τὸ ἀπαγγελλόμενον· οὐδὲν δ’ ἧττον ὁ τοιοῦτος λόγος εὐαγγέλιόν ἐστιν, ἂν καὶ πρὸς τὴν σχέσιν τοῦ ἀκούοντος ἐξετάζηται. ἢ εὐαγγέλιόν ἐστι λόγος περιέχων ἀγαθοῦ τῷ πιστεύοντι παρουσίαν ἢ λόγος ἐπαγγελλόμενος παρεῖναι ἀγαθὸν τὸ προσδοκώμενον.

  28. 1.28.1

    πάντες δὲ οἱ προειρημένοι ἡμῖν ὅροι ἐφαρμόζουσι τοῖς ἐπιγραφομένοις εὐαγγελίοις. λίοις. ἕκαστον γὰρ εὐαγγέλιον, σύστημα ἀπαγγελλομένων ὠφελίμων τῷ πιστεύοντι καὶ μὴ παρεκδεξαμένῳ τυγχάνον ὠφέλειαν ἐμποιοῦν, κατὰ τὸ εὐφραίνει, εὐφραίνει, διδάσκον τὴν δἰ ἀνθρώπους τοῦ πρω- » τοτόκου πάσης κτίσεως « Χριστοῦ Ἰησοῦ σωτήριον αὐτοῖς ἐπιδημίαν. ἀλλὰ καὶ ὅτι λόγος ἐστὶν ἕκαστον εὐαγγέλιον διδάσκων τὴν τοῦ ἀγαθοῦ θοῦ πατρὸς ἐν υἱῷ τοῖς βουλομένοις παραδέξασθαι ἐπιδημίαν, παντὶ τῷ πιστεύοντι σαφές.

  29. 1.29.1

    ὅτι δὲ καὶ ἀγαθὸν ἐπαγγέλλεται διὰ τῶν βιβλίων τούτων τὸ προσδοκηθέν, οὐκ ἀσαφές. σχεδὸν γὰρ ὁ βαπτιστὴς Ἰωάννης τὴν παντὸς τοῦ λαοῦ λαβὼν φωνήν φησι πέμψας τῷ Ἰησοῦ· » Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;« προσδοκώμενον γὰρ ἀγαθὸν τῷ λαῷ ὁ χριστὸς ἦν, περὶ οὗ κηρυσσόντων τῶν προ- φητῶν μέχρι καὶ τῶν τυχόντων πάντες εἰς αὐτὸν ἔσχον οἱ ὑπὸ νόμον καὶ προφήτας τὰς ἐλπίδας, ὡς μαρτυρεῖ ἡ Σαμαρεῖτις λέγουσα· » Οἶδα ὅτι Μεσσίας ἔρχεται, ὁ λεγόμενος » Χριστός «· ὅταν ἔλθῃ ἐκεῖνος, » ἀπαγγελεῖ ἡμῖν ἅπαντα.«

  30. 1.30.1

    ἀλλὰ καὶ Σίμων καὶ Κλεόπας, ὁμιλοῦντες » πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων« τῷ Ἰησοῦ, αὐτῷ τῷ χριστῷ ἀναστάντι οὐδέπω γινώσκοντες ἐγηγέρθαι αὐτὸν ἐκ νεκρῶν φασί· » Σὺ μόνος παροικεῖς έν Ἱερουσαλήμ, καὶ οὐκ ἔγνως τὰ γενόμενα » ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις ; « εἰπόντος δὲ » Ποῖα ;« ἀποκρίνονται· » Τὰ περὶ Ἰησοῦ τοῦ Ναζαρηνοῦ, ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς »εν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ· ὅπως τε » παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανά- » του καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ » μέλλων λυτροῦσθαι τὸν Ἰσραή.

  31. 1.31.1

    « πρὸς τούτοις Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εὑρὼν τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα λέγει· » Εὑρή- » καμεν τὸν Μεσσίαν, ὅ ἐστι μεθερμηνευόμενον Χριστός«. καὶ μετ ὀλίγα ὁ Φίλιππος εὑρὼν τὸν Ναθαναὴλ λέγει αὐτῷ· » Ὃν ἔγραψεν » Μωσϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται εὑρήκαμεν, τὸν Ἰησοῦν τὸν Ἰωσὴφ τοῦ Ἰφσὴφ τὸν ἀπὸ Ναζαρέθ. «

  32. 1.32.1

    Δόξαι δ’ ἄν τις ἐνίστασθαι τῷ πρώτῳ ὅρῳ, ἐπεὶ καὶ τὰ μὴ ἐπιγεγραμμένα εὐαγγέλια ὑποπίπτει αὐτῷ· ὁ γὰρ νόμος καὶ οἱ προ- φῆται >λόγοι< πιστεύονται εἶναι περιέχοντες ἀπαγγελίαν κατὰ τὸ εὔλογον τὸ τὸ ὠφελεῖν εὐφραινόντων τοὺς ἀκούοντας, ἐπὰν >παραδέξωνται τὰ <.

  33. 1.33.1

    λεχθείη δ’ ἂν πρὸς τοῦτο ὅτι πρὸ τῆς Χριστοῦ ἐπιδημίας ὁ νόμος καὶ οἱ προφῆται, ἅτε μηδέπω ἐληλυθότος τοῦ τὰ ἐν αὐτοῖς μυστήρια σαφηνίζοντος, οὐκ εἶχον τὸ ἐπάγγελμα τοῦ περὶ τοῦ εὐαγγελίου ὅρου· ὁ δὲ σωτὴρ ἐπιδημήσας καὶ τὸ εὐαγγέλιον σωματοποιηθῆναι θελήσας τῷ εὐαγγελιῳ πάντα ὡσεὶ εὐαγγέλιον πεποίηκεν.

  34. 1.34.1

    καὶ οὐκ ἂν ἀπὸ σκοποῦ χρησαίμην τῷ παραδείγματι τοῦ » Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. « ὅτι * * * * * * * υἱοὺς τῶν ἀνθρώπων τῇ θειότητι αὐτοῦ, περιελὼν τὸ ἐν τῷ νόμῳ καὶ προφήταις κάλυμμα, πάντων τὸ θεῖον ἀπέδειξε, φανερῶς παραστήσας τοῖς βουληθεῖσι τῆς σοφίας αὐτοῦ γενέσθαι μαθηταῖς, τίνα τὰ ἀληθινὰ τοῦ Μωϋσέως νόμου, ὧν » ὑποδείγματι καὶ σκιᾷ« ἐλάτρευον οἱ πάλαι, καὶ τίς ἡ ἀλήθεια τῶν ἐν ταῖς ἱστορίαις πραγ- μάτων, ἅτινα »τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη ἐγράφη δὲ« ἡμᾶς, εἰς οὓς τὰ τέλη τῶν αἰώνων κατήντησεν.

  35. 1.35.1

    πᾶς γοῦν ᾧ Χριστὸς ἐπιδεδήμηκεν οὔτε ἐν Ἱεροσολύμοις οὔτε ἐν οὔτε τῶν Σαμαρειτῶν ὄρει προσκυνεῖ τῷ θεῷ, ἀλλὰ μαθὼν ὅτι »πνεῦμα ὁ θεός«, πνευματικῶς λατρεύων αὐτῷ »πνεύματι καὶ ἀληθείᾳ« οὐκέτι δὲ τυπικῶς προσκυ- νεῖ τὸν τῶν ὅλων πατέρα καὶ δημιουργόν.

  36. 1.36.1

    οὐκοῦν πρὸ τοῦ εὐαγγελίου, ὃ γέγονε διὰ τὴν Χριστοῦ ἐπιδημίαν, οὐδὲν τῶν πάλαι εὐαγγέλιον ἦν. τὸ δὲ εὐαγγέλιον, ὅπερ ἐστὶ διαθήκη καινή, ἀποστῆσαν ἡμᾶς παλαιότητος τοῦ γράμματος τὴν μηδέποτε παλαιουμένην καινότητα τοῦ πνεύματος, οἰκείαν τῆς καινῆς διαθήκης τυγχάνουσαν, ἐν πάσαις ἀνακειμένην γραφαῖς τῷ φωτὶ τῆς γνώσεως ἀνέλαμψεν. ἐχρῆν δὲ τὸ ποιητικὸν τοῦ καὶ ἐν τῇ παλαιᾷ διαθήκῃ νομιζομένου εὐαγγελίου εὐαγγέλιον ἐξαιρέτως καλεῖσθαι »εὐαγγέλιον«.

  37. 1.37.1

    Πλὴν οὐκ ἀγνοητέον Χριστοῦ ἐπιδημίαν καὶ πρὸ τῆς κατὰ σῶμα ἐπιδημίας τὴν νοητὴν γεγονέναι τοῖς τελειοτέροις καὶ οὐ νηπίοις οὐδὲ ὑπὸ παιδαγωγοὺς« καὶ »ἐπιτρόπους« ἔτι τυγχάνουσιν, οἷς τὸ νοητὸν τοῦ χρόνου πλήρωμα ἐνέστη, ὥσπερ τοῖς πατριάρχαις καὶ Μωϋσεῖ τῷ θεράποντι καὶ τοῖς τεθεαμένοις Χριστοῦ τὴν δόξαν προφήταις.

  38. 1.38.1

    ὥσπερ δὲ πρὸ τῆς ἐμφανοῦς καὶ κατὰ σῶμα ἐπιδημίας ἐπεδήμησε τοῖς τελείοις, οὕτω καὶ μετὰ τὴν κεκηρυγμένην παρουσίαν τοῖς ἔτι νηπίοις, ἅτε »ὑπὸ ἐπιτρόπους‘ τυγχάνουσι »καὶ οἰκονόμους« καὶ μηδέπω ἐπὶ τὸ πλήρωμα τοῦ χρόνου ἐφθακόσιν· οἱς οἱ πρόδρομοι Χριστοῦ ἐπιδεδημήκασι, παισὶ ψυχαῖς ἁρμόζοντες λόγοι, εὐλόγως ἂν κληθέντες »παιδαγωγοί«· αὐτὸς δὲ ὁ υἱὸς ὁ δεδοξασμένος θεὸς λόγος« οὐδέπω, περιμένων τὴν δέουσαν γενέσθαι προπαρασκευὴν τοῖς μέλλουσι χωρεῖν αὐτοῦ τὴν θεότητα ἀνθρώποις θεοῦ.

  39. 1.39.1

    καὶ τοῦτο δὲ εἰδέναι ἐχρῆν, ὅτι ὥσπερ ἔστι »νόμος σκιὰν« περιέχων »τῶν μελ- »λόντων ἀγαθῶν« ὑπὸ τοῦ κατὰ ἀλήθειαν καταγγελλομένου νόμου δηλουμένων, οὕτω καὶ εὐαγγέλιον σκιὰν μυστηρίων Χριστοῦ διδάσκει τὸ νομιζόμενον ὑπὸ πάντων τῶν ἐντυγχανόντων νοεῖσθαι.

  40. 1.40.1

    ὃ δέ φησιν Ἰωάννης »εὐαγγέλιον αἰώνιον«, οἰκείως ἂν λεχθησόμενον πνευματικόν, σαφῶς παρίστησι τοῖς νοοῦσιν » τὰ πάντα ἐνώπιον« περὶ αὐτοῦ τοῦ υἱοῦ τοῦ θεοῦ καὶ τὰ παριστάμενα μυστήρια ὑπὸ τῶν λόγων αὐτοῦ τά τε πράγματα, ὧν αἰνίγματα ἠσαν αἱ πράξεις αὐτοῦ. τούτοις δὲ ἀκόλουθόν ἐστιν ἐκλαμβάνειν ὅτι ὃν τρόπον ἐν φανερῷ Ἰουδαῖός τίς ἐστι καὶ περ * * * * * καὶ ἄλλη ἐν κρυπτῷ, οὕτω χριστιανὸς καὶ βάπτισμα.

  41. 1.41.1

    καὶ Παῦλος μὲν καὶ Πέτρος, ἐν φανερῷ πρό- τερον ὄντες Ἰουδαῖοι καὶ περιτετμημένοι, ὕστερον καὶ ἐν τῷ κρυπτῷ τοιοῦτοι τυγχάνειν ἀπὸ Ἰησοῦ εἰλήφασι, τὸ ἐν φανερῷ εἶναι Ἰουδαῖοι διὰ τὴν τῶν πολλῶν σωτηρίαν κατ’ οἰκονομίαν οὐ μόνον λόγοις ὁμολογοῦντες ἀλλà καὶ διὰ. ἔργων δεικνύντες. τὸ δ’ αὐτὸ καὶ περὶ τοῦ χριστιανισμοῦ αὐτῶν λεκτέον.

  42. 1.42.1

    καὶ ὥσπερ οὔκ ἐστιν ὠφελῆσαι δυνατὸν Παῦλον τοὺς κατὰ σάρκα Ἰουδαίους, ἐὰν μή, ὅτε ὁ λόγος αἱρεῖ, περιτέμῃ τὸν Τιμόθεον, καί, ὅτε εὔλογόν ἐστι, ξυράμενον καὶ προσφορὰν ποιήσαντα καὶ ἁπαξαπῶς τοῖς Ἰουδαίοις Ἰουδαῖον γενόμενον, ἵνα τοὺς Ἰουδαίους κερδήσῃ, οὕτως τὸν ἐκκείμενον εἰς πολ- λῶν ὠφέλειαν οὔκ ἐστι διὰ τοῦ ἐν κρυπτῷ χριστιανισμοῦ μόνον δυνατὸν τοὺς στοιχειουμένους ἐν τῷ φανερῷ χριστιανισμῷ βελτιῶσαι καὶ παροαγαγεῖν ἐπὶ τὰ κρείττονα καὶ ἀνωτέρω.

  43. 1.43.1

    διόπερ ἀναγκαῖον πνευματικῶς καὶ σωματικῶς χριστιανίζειν· καὶ ὅπου μὲν χρὴ τὸ σωματικὸν κηρύσσειν εὐαγγέλιον, φάσκοντα »μηδὲν εἰδέναι« ἐν σαρκίνοις »ἢ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«, τοῦτο ποιητέον· ἐπὰν δὲ εὑρεθῶσι κατηρτισμένοι τῷ πνεῦματι καὶ καρποφοροῦντες ἐν αὐτῷ ἐρῶντές τε τῆς οὐρανίου σοφίας, μεταδοτέον αὐτοῖς τοῦ λόγου ἐπανελθόντος ἀπὸ τοῦ σεσαρκῶσθαι ἐφ’ ὃ »ἠν έν ἀρχῇ πρὸς »τὸν θεόν«.

  44. 1.44.1

    Ταῦτα δὲ ἐξετάζοντες περὶ τοῦ εὐαγγελίου οὐ μάτην εἰρηκέναι ἡγούμεθα, οἱονεὶ αἰσθητὸν εὐαγγέλιον νοητοῦ καὶ πνευματικοῦ τῇ ἐπινοίᾳ διακρίνοντες.

  45. 1.45.1

    καὶ γὰρ νῦν πρόκειται τὸ αἰσθητὸν εὐαγγέλιον μεταλαβεῖν εἰς πνευματικόν· τίς γὰρ ἡ διήγησις τοῦ αἰσθη- τοῦ, εἰ μὴ μεταλαμβάνοιτο εἰς πνευματικόν; ἤτοι οὐδεμία ἢ ὀλίγη καὶ τῶν τυχόντων ἀπὸ τῆς λέζεως αὑτοὺς πεπεικότων λαμβάνειν τὰ δηλούμενα.

  46. 1.46.1

    ἀλλὰ πᾶς ἀγὼν ἡμῖν ἐνέστηκε πειρωμένοις εἰς τὰ βάθη τοῦ εὐαγγελικοῦ νοῦ φθάσαι καὶ ἐρευνῆσαι τὴν ἐν αὐτῷ γυμνὴν τύπων ἀλήθειαν.

  47. 1.47.1

    τῶν δὴ εὐαγγελιζομένων μένων ἐν ἀγαθῶν ἀπαγγελίᾳ νοουμένων, οἱ μὲν ἀπόστολοι τὸν Ἰησοῦν εὐαγγελίζονται· λέγονται μέντοι ὡς ἀγαθὸν καὶ τὴν ἀνάστασιν εὐαγγελίζεσθαι, καὶ αὐτήν πως οὐσαν Ἰησοῦν· Ἰησοῦς γάρ φησιν· »Ἐγώ εἰμι ἡ ἀνάστασις«· Ἰησοῦς δὲ τὰ τοῖς ἁγίοις ἀποκείμενα εὐαγγελίζεται τοῖς πτωχοῖς, παρακαλῶν αὐτοὺς ἐπὶ τὰς θείας ἐπαγγελίας.

  48. 1.48.1

    καὶ μαρτυροῦσιν αἱ θεῖαι γραφαὶ τοῖς ὑπὸ τῶν ἀποστόλων εὐαγγελισμοῖς καὶ τῷ ὑπὸ τοῦ σωτῆρος ἡμῶν, ὁ μὲν Δαβὶδ περὶ τῶν ἀποστόλων, τάχα δὲ καὶ εὐαγγελιστῶν λέγων· »Κύριος δώσει »ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ· ὁ βασιλεὺς τῶν δυνάμεων »τοῦ ἀγαπητοῦ«, ἅμα καὶ διδάσκων ὅτι οὐ σύνθεσις λόγου καὶ προφορὰ φωνῶν καὶ ἠσκημένη καλλιλεξία ἀνύει πρὸς τὸ πείθειν, ἀλλὰ δυνάμεως θείας ἐπιχορηγία διόπερ καὶ ο Παῦλός πού φησι·

  49. 1.49.1

    »Γνώσομαι οὐ τὸν »λόγον τῶν περυσιωμένων, ἀλλὰ τὴν δύναμιν· οὐ γὰρ ἐν λόγῳ ἡ »βασιλεία τοῦ θεοῦ ἀλλ’ ἐν δυνάμει« καὶ ἐν ἄλλοις· »Καὶ ὁ λόγος μου »καὶ τὸ κήρυγμά μου οὐκ έν πειθοῖς σοφίας λόγοις ἀλλ’ ἐν ἀποδείξει πνεύματος καὶ δυνάμεως«.

  50. 1.50.1

    ταύτῃ τῇ δυνάμει μαρτυροῦντες ὁ Σίμων καὶ ὁ Κλεόπας φασίν· »Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἠν ἐν τῇ ὁδῷ, »ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς;« οἱ δὲ ἀπόστολοι, ἐπεὶ καὶ ποσότης ἐστὶ δυνάμεως ἐπιχορηγουμένης ὑπὸ θεοῦ διαφέρουσα τοῖς λέγουσιν, εἶχον κατὰ τὸ παρὰ τῷ Δαβὶδ λεγόμενον· »Κύριος δώσει ῥῆμα τοῖς »εὐαγγελιζομένοις δυνάμει πολλῇ«, πολλὴν δύναμιν), Ἡσαΐας δὲ φάσκων·

  51. 1.51.1

    »Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά«, τὸ ὡραῖον καὶ έν καιρῷ γινόμενον τῶν ἀποστόλων ὁδευόντων τὸν εἰπόντα· »Ἐγώ »εἰμι ἡ ὁδός« κήρυγμα νοήσας ἐπαινεῖ »πόδας« τοὺς διὰ τῆς νοητῆς ὁδοῦ Χριστοῦ Ἰησοῦ βαδίζοντας διά τε τῆς θέρας εἰσιόντας πρὸς τὸν θεόν. »ἀγαθὰ« δὲ εὐαγγελίζονται οὗτοι, ὧν ὧν εἰσιν οἱ πόδες, τὸν Ἰησοῦν.

  52. 1.52.1

    Καὶ μὴ θαυμάσῃ τις, εἰ πληθυντικῷ ὀνόματι τῷ τῶν ἀγαθῶν τὸν Ἰησοῦν ἐξειλήφαμεν εὐαγγελίζεσθαι. ἐκλαβόντες γὰρ τὰ πράγματα καθ’ ὧν τὰ ὀνόματα κεῖται, ἃ ὁ υἱὸς τοῦ θεοῦ ὀνομάζεται, συνήσομεν πῶς πολλὰ ἀγαθά ἐστιν ὁ Ἰησοῦς, ὃν εὐαγγελίζονται οὑτοι, ὧν ὡραῖοί εἰσιν οἱ πόδες. ἓν μὲν γὰρ ἀγαθὸν ζωή, Ἰησοῦς δὲ ζωή.

  53. 1.53.1

    καὶ ἕτεπον ἀγαθὸν »φῶς τοῦ κόσμου«, »φῶς« τυγχάνον »ἀληθινὸν« καὶ »φῶς τῶν ἀνθρώπων«· ἅπερ πάντα ὁ υἱὸς εἶναι λέγεται τοῦ θεοῦ. καὶ ἄλλο ἀγαθὸν κατ’ ἐπίνοιαν παρὰ τὴν ζωὴν καὶ τὸ φῶς ἡ ἀλήθεια καὶ τέταρτον παρὰ ταῦτα ἡ ἐπὶ ταύτην φέρουσα ὁδός· ἅπερ πάντα ὁ σωτὴρ ἡμῶν διδάσκει ἑαυτὸν εἶναι λέγων· »Εγώ εἰμι ἡ ὁδὸς »καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή«.

  54. 1.54.1

    πῶς δὲ οὐκ ἀγαθὸν τὸ ἀποτινξάμενον τὸν χοῦν καὶ τὴν νεκρότητα· ἀναστῆναι, τούτου τυγχάνοντα ἀπὸ τοῦ κυρίου καθὸ ἀνάστασίς ἐστιν, ὃς καί φησιν· »Ἐγώ εἰμι ἡ ἀνάστασις«; ἀλλὰ καὶ ἡ θύρα, δἰ ἧς τις εἰς τὴν ἄκραν εἰσέρχεται μακαριότητα, ἀγαθόν· ὁ δὲ χριστός φησιν· »Ἐγώ εἰμι ἡ θύρα«.

  55. 1.55.1

    τί δὲ δεῖ περὶ σοφίας λέγειν, ἣν »ἔκτισεν ὁ θεὸς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, ᾗ προσέχαιρεν ὁ πατὴρ αὐτῆς, ἐνευφραινόμενος τῷ πολυποικίλῳ νοητῷ κάλλει αὐτῆς ὑπὸ νοητῶν ὀφθαλμῶν μόνων βλεπομένῳ καὶ εἰς ἔρωτα τὸν τὸ θεῖον κάλλος κατανοοῦντα οὐράνιον προκαλουμένῳ; ἀγαθὸν γὰρ ἡ σοφία τοῦ θεοῦ, ὅπερ μετὰ τῶν προειρημένων εὐαγγελίζονται ὧν »ὡραῖοι οἱ πόδες«.

  56. 1.56.1

    ἀλλὰ καὶ ἡ δύναμις τοῦ θεοῦ ἤδη ὄγδοον ἡμῖν ἀγαθὸν καταλέγεται, ἥτις ἐστὶν ὁ χριστός.

  57. 1.57.1

    οὐ σιωπητέον δὲ οὐδὲ τὸν μετὰ τὸν πατέρα τῶν ὅλων θεὸν λόγον· οὐδενὸς γὰρ ἔλαττον ἀγαθοῦ καὶ τοῦτο τὸ ἀγαθόν. μακάριοι μὲν οὖν οἱ χωρήσαντες ταῦτα τὰ ἀγαθὰ καὶ παραδεξάμενοι ἀπὸ τῶν ὡραίων τοὺς πόδας καὶ εὐαγγελιζομένων αὐτά.

  58. 1.58.1

    Πλὴν κἂν Κορίνθιός τις ὤν, κρίνοντος Παύλου μηδὲν εἰδέναι παρ’ αὐτῷ ἢ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«, τὸν δι’ ἡμᾶς ἅνθρωπον μανθάνων παραδέξηται, »ἐν ἀρχῇ« τῶν ἀγαθῶν γίνεται, ὑπὸ τοῦ ἀνθρώπου Ἰησοῦ »ἄνθρωπος« γινόμενος »θεοῦ« καὶ ἀπὸ τοῦ θανάτου αὐτοῦ ἀποθνήσκων τῇ ὁμαρτίᾳ· καὶ γὰρ ἐκεῖνος »ὃ ἀπέ- »θανε, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ«.

  59. 1.59.1

    ἀπὸ δὲ τῆς ζωῆς αὐτοῦ, ἐπεὶ Ἰησοῦς »ὃ ζῇ, ζῇ τῷ θεῷ«, πᾶς ὁ σύμμορφος γενόμενος τῆς ἀναστάσεως αὐτοῦ λαμβάνει τὸ ζῆν τῷ θεῷ. τίς δὲ διστάζει, εἰ αὐτοδικαιοσύνη ἀγαθόν ἐστι καὶ αὐτοαγιασμὸς καὶ αὐτοαπολύτρωσις; ἅπερ καὶ αὐτὰ οἱ Ἰησοῦν εὐαγγελιζόμενοι εὐαγγελίζονται, λέγοντες αὐτὸν γεγονέναι ἡμῖν δικαιοσύνην ἀπὸ θεοῦ καὶ ἁγιασμὸν καὶ ἀπολύτρωσιν.

  60. 1.60.1

    Παρέσται δὲ ἀπὸ τούτων τῶν γεγραμμένων περὶ αὐτοῦ δυσεξαριθμήτων παριστάντα πῶς πλῆθος ἀγαθῶν εστὶν Ἰησοῦς, ἀπὸ τῶν δυσεξαριθμήτων καὶ γεγραμμένων] καταστοχάζεσθαι τῶν ὑπαρχόντων μὲν ἐν αὐτῷ, εἰς ὃν »εὐδόκησεν« ἅπαν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι »σωματικῶς«, οὐ μὴν ὑπὸ γραμμάτων κεχωρημένων.

  61. 1.61.1

    καὶ τί λέγω »ὑπὸ γραμμάτων«, ὅτε καὶ περὶ ὅλου τοῦ κόσμου φησὶν ὁ Ιωάννης ὅτι »Οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα »βιβλία«;

  62. 1.62.1

    Ταὐτὸν οὖν ἐστιν εἰπεῖν ὅτι οἱ ἀπόστολοι τὸν σωτῆρα εὐαγγελίζονται, καὶ τὰ ἀγαθὰ εὐαγγελίζονται. οὑτος γάρ ἐστιν ὁ ἀπὸ τοῦ ἀγαθοῦ πατρὸς τὸ ἀγαθὰ εἶναι λαβών, ἵνα ἕκαστος ὃ χωρεῖ ἢ ἃ χωρεῖ διὰ Ἰησοῦ λαβὼν ἐν ἀγαθοῖς τυΓχάνῃ.

  63. 1.63.1

    οὐχ οἷοί τε δὲ δὲ ἠσαν οἱ ἀπόστολοι, ὧν »ὡραῖοι οἱ πόδες«, καὶ οἱ τούτων ζηλωταὶ εὐαγγελίζεσθαι τὰ ἀγαθά, μὴ πρότερον Ἰησοῦ αὐτοῖς αὐτὰ εὐαγγελισαμένου, ὡς ὁ Ἡσαΐας φησίν· »Αὐτὸς ὁ λαλῶν πάρειμι· ὡς ὥρα ἐπὶ τῶν ὀρέων, ὡς πόδες »εὐαγγειζομένου ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζόμενος ἀγαθά, ὅτι ἀκου- »στὴν ποιήσω τὴν σωτηρίαν σου λέγων Σιών· Βασιλεύσει σου ὁ θεός«.

  64. 1.64.1

    τίνα γὰρ τὰ ὄρη, ἐφ’ ὧν αὐτὸς ὁ λαλῶν παρεῖναι ὁμολογεῖ ἢ οἱ μηδενὸς τῶν ἐπὶ γῆς ὑψηλοτάτων καὶ μεγίστων ἥττονες1; οὕστινας ζητεῖσθαι δεῖ ὑπὸ τῶν ἱκανῶν διακόνων τῆς καινῆς διαθήκης, ἵνα τηρήσωσι τὴν λέγουσαν ἐντολήν· »Ἐπ’ ὄρος ὑψηλὸν ἀνάβηθι ὁ εὐαγ- »γελιζόμενος Σιών, ὕψωσον τῇ ἰσχύϊ τὴν φωνήν σου ὁ εὐαγγελιζόμε- »νος Ἱερουσαλήμ.«

  65. 1.65.1

    Οὐ θαυμαστὸν δὲ εἰ τοῖς μέλλουσιν εὐαγγελίζεσθαι τὰ ἀγαθὰ Ἰησοῦς εὐαγγελίζεται τὰ ἀγαρά, οὐκ ἄλλα τυγχάνοντα ἑαυτοῦ· ἑαυτὸν γὰρ εὐαγγελίζεται ὁ υἱὸς τοῦ θεοῦ τοῖς δυναμένοις οὐ δἰ ἄλλων αὐτὸν μαθεῖν. πλὴν ὁ ἐπιβαίνων τῶν ὀρῶν καὶ εὐαγγελιζόμενος αὐτοῖς τὰ ἀγαθά, μαθητευθεὶς τῷ ἀγαθῷ πατρὶ ἀνατέλλοντι »τὸν ἥλιον ἐπὶ »πονηροὺς καὶ ἀγαθοὺς« καὶ βρέχοντι »ἐπὶ δικαίους καὶ ἀδίκους«, τοὺς τὴν ψυχὴν πτωχοὺς οὐχ ὑπερηφανεῖ.

  66. 1.66.1

    καὶ τούτοις γὰρ εὐαγγελίζεται, ὡς αὐτὸς μαρτυρεῖ λαβὼν τὸν Ἡσαΐαν καὶ ἀναγνούς· »Τὸ πνεῦμα »κυρίου ἐπ’ ἐμέ. οὑ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέ »με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν·« »πτύξας« γὰρ τὸ βιβλίον καὶ »ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισε« καὶ πάντων ἐνατενιζόντων τενιζόντων αὐτῷ φησι· »Σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς »ὠσὶν ὑμῶν ὑμῶν.«

  67. 1.67.1

    Ἀναγκαῖον δὲ εἰδέναι ὅτι ἐμπεριλαμβάνεται τῷ τηλικούτῳ εὐαγγελίῳ καὶ πᾶσα ἡ εἰς Ἰησοῦν γινομένη πρᾶξις ἀγαθή, ὥσπερ καὶ τῆς τὰ πονηρὰ ἔργα πεποιηκυίας καὶ μετανενοηκυίας εὐωδίαν δεδυνημένης διὰ τὴν ἀπὸ τῶν κακῶν γνησίαν μετάστασιν καταχέαι τοῦ Ἰησοῦ καὶ παντὶ τῷ οἴκῳ τὴν τοῦ μύρου πνοὴν εἰς αἴσθησιν πάντων τῶν ἐν αὐτῷ ἐμπεποιηκυίας.

  68. 1.68.1

    διὸ καὶ γέγραπται· »Ὅπου ἂν ἂν κηρυχθῇ »τὸ εὐαγγέλιον τοῦτο ἐν πᾶσι τοῖς ἔθνεσι, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς·« σαφὲς δὲ ὅτι εἰς Ἰησοῦν γίνεται καὶ τὰ εἰς τοὺς μαθητευθέντας αὐτῷ ἐπιτελούμενα· δεικνὺς γοῦν τοὺς εὖ πεπονθότας φησὶ τοῖς πεποιηκόσι· »Τούτοις ὃ ἐποιήσατε ἐμοὶ ἐποι- »ήσατε«· ὥστε πᾶσα πρᾶξις ἀγαθὴ ἡ εἰς τὸν πλησίον ὑφ’ ἡμῶν ἐπιτελουμένη εἰς τὸ εὐαγγέλιον ἀναφέρεται, τὸ ἐν ταῖς πλαξὶ τοῦ οὐρανοῦ γραφόμενον καὶ ὑπὸ πάντων τῶν ἠξιωμένων τῆς τῶν ὅλων γνώσεως ἀναγινωσκόμενον.

  69. 1.69.1

    ἀλλὰ καὶ ἐκ τοῦ ἐναντίου μέρος ἐστὶ τοῦ εὐαγγελίου εἰς κατηγορίαν τῶν πραζάντων τὰ εἰς Ἰησοῦν ἁμαρτανόμενα.

  70. 1.70.1

    ἡ γοῦν Ἰούδα προδοσία καὶ ἡ τοῦ ἀσεβοῦς λαοῦ καταβόησις φάσκοντος »Αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον« καὶ »Σταύρου, σταύρου »αὐτὸν« καὶ οἱ ἐμπαιγμοὶ τῶν αὐτὸν τῇ ἀκάνθῃ στεφανωσάντων καὶ τὰ τούτοις παραπλήσια ἐγκατατέκται τοῖς εὐαγγελίοις.

  71. 1.71.1

    ἀκόλουθον δὲ τούτοις ἐστὶ νοῆσαι ὅτι πᾶς ὁ τῶν μαθητῶν Ἰησοῦ προδότης Ἰησοῦ προδότης εἶναι λελόγισται. πρὸς γοῦν τὸν ἔτι διώκοντα Σαῦλον εἶπεν· »Σαούλ, Σαούλ, τί με διώκεις«; καὶ »Ἐγώ εἰμι Ἰησοῦς, »ὅν σὺ διώκεις«.

  72. 1.72.1

    τίνες δὲ τὰς ἀκάνθας ἔχουσιν, αἷς τὸν Ἰησοῦν ἀτιμάζοντες στεφανοῦσιν; οἳ »ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡόονῶν »τοῦ βίου« συνπνιγόμενοι λαβόντες τὸν λόγον τοῦ θεοῦ »οὐ τελεσ- »φοροῦσιν«.

  73. 1.73.1

    διόπερ φυλακτέον μήποτε καὶ ἡμεῖς, ὡς ταῖς ἐδίαις ἀκάνθαις στεφανοῦντες τὸν Ἰησοῦν, ἀναγραφόμενοι τοιοῦτοι ἀναγινωσκώμεθα παρὰ τοῖς τὸν ἐν πᾶσι καὶ παρὰ πᾶσι λογικοῖς ἢ ἁγίοις Ἰησοῦν μανθάνουσι, τίνα τε τρόπον μύρῳ ἀλείφεται καὶ δειπνίζεται καὶ δοζάζεται ἢ ἐκ τῶν ἐναντίων ἀτιμάζεται καὶ ἐμποίςεται καὶ τύπτεται.

  74. 1.74.1

    ἀναγκαίως δὴ ταῦθ᾿ ἡμῖν εἴρηται δεικνύουσιν ὡς αἱ ἀγαθαὶ ἡμῶν πράξεις καὶ αἱ ἁμαρτίαι τῶν πταιόντων τῷ εὐαγγελίῳ ἐγκατατάσσονται ἤτοι »εἰς ζωὴν αἰώνιον ἢ εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην »αἰώνιον«.

  75. 1.75.1

    Εἰ δὲ ἐν ἀνθρώποις εἰσὶν οἱ τετιμημένοι διακονίᾳ τῇ τῶν εὐαγγελιστῶν καὶ αὐτὸς ὁ Ἱησοῦς εὐαγγελίζεται ἀγαθὰ καὶ πτωχοῖς εὐαγγελίζεται, οὐκ ἔδει τοὺς πεποιημένους ὑπὸ τοῦ θεοῦ »πνεύ- »ματα ἀγγέλους« καὶ τοὺς ὄντας »πυρὸς φλόγα«, »λειτουργοὺς« τοῦ τῶν ὅλων πατρός, ἐστερῆσθαι τοῦ καὶ αὐτοὺς εἶναι εὐαγγελιστάς;

  76. 1.76.1

    διὰ τοῦτο καὶ ἄγγελος ἐπιστὰς τοῖς ποιμέσι φησί, δόξαν ποιήσας περιλάμπειν αὐτούς· »Μὴ φοβεῖσθε, ἰδοὺ γὰρ εὐαγγελίζομαι ὑμῖν χαρὰν »μεγάλην ἥτις ἔσται παντὶ τῷ λαῷ, ὅτι ἐτέχθη ὑμῖν σήμερον σωτήρ, »ὅς ἐστι Χριστὸς κύριος, ἐν πόλει Δαβίδ«· ὅτε καὶ μηδέπω ἀνθρώπων συνιέντων τὸ τοῦ εὐαγγελίου μυστήριον οἱ κρείττονες αὐτῶν, οὐράνιος τυγχάνοντες στρατιὰ θεοῦ, αἰνοῦντες τὸν θεὸν λέγουσι· »Δόξα »ἐν ὑψίστοις θεῷ καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.«

  77. 1.77.1

    καὶ ταῦτα εἰπόντες ἀπέρχονται ἀπὸ τῶν ποιμένων εἰς τὸν οὐρανὸν οἱ ἄγγελοι, καταλιπόντες ἡμῖν νοεῖν, πῶς ἡ εὐαγγελισθεῖσα ἡμῖν διὰ τῆς γενέσεως Χριστοῦ Ἰησοῦ »χαρὰ« »δόξα« ἐστὶν »ἐν ὑψίστοις θεῷ«, τῶν ταπεινωθέντων εἰς χοῦν ἐπιστρεφόντων »εἰς τὴν ἀνάπαυσιν« αὐτῶν καὶ »ἐν ὑψίστοις« διὰ Χριστοῦ μελλόντων δοξάζειν τὸν θεόν.

  78. 1.78.1

    ἀλλὰ καὶ θαυμάζουσιν οἱ ἄγγελοι τὴν ἐπὶ γῆς ἐσομένην διὰ Ἰησοῦν εἰρήνην, τοῦ πολεμικοῦ χωρίου, εἰς ὃ ἐκπεσὼν »ἐκ τοῦ οὐρανοῦ ὁ »ἑωσφόρος, ὁ πρωὶ· ἀνατέλλων« ὑπὸ Ἰησοῦ συντρίβεται.

  79. 1.79.1

    Πρὸς τοῖς εἰρημένοις καὶ τοῦτο περὶ εὐαγγελίου ἰστέον, ὅτι πρώτως τῆς κεφαλῆς τοῦ ὅλου τῶν σωζομένων σώματος, Χριστοῦ Ἰησοῦ, ἐστὶ τὸ εὐαγγέλιον, ὥς φησιν ὁ Μάρκος· »Ἀρχὴ τοῦ εὐαγγε- »λίου Χριστοῦ Ἰησοῦ·« ἤδη δὲ καὶ τῶν ἀποστόλων τυγχάνει· διὸ λέγει ὁ Παῦλος· »Κατὰ τὸ εὐαγγέλιόν μου.«

  80. 1.80.1

    πλὴν ἡ ἀρχὴ τοῦ εὐαγγελίου ἔστι γὰρ αὐτοῦ μέγεθος ἀρχὴν καὶ τὰ ἑξῆς καὶ μέσα καὶ τέλη ἔχοντος) ἤτοι πᾶσά έστιν ἡ παλαιὰ διαθήκη, τύπου αὐτῆς ὄντος Ἰωάννου, ἢ διὰ τὴν συναφὴν τῆς καινῆς πρὸς τὴν παλαιὰν τὰ τέλη τῆς παλαιᾶς διὰ Ἰωάννου παριστάμεν.

  81. 1.81.1

    φησὶ γὰρ ὁ αὐτὸς Μάρκος· »Ἀρχὴ τοῦ »εὐαγγελίου Ἰησοῦ Χριστοῦ, καθὼς γέγραπται ἐν Ἡσαΐᾳ τῷ προφήτῃ· »Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατα- »σκευάσει τὴν ὁδόν σου. φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε·

  82. 1.82.1

    »τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.« ὅθεν θαυμάζειν μοι ἔπεισι, πῶς δυσὶ θεοῖς προσάπτουσιν ἀμφοτέρας τὰς διαθήκας οἱ ἑτερόδοξοι, οὐκ ἔλαττον καὶ ἐκ τούτου τοῦ ῥητοῦ ἐλεγχόμενοι. πῶς γὰρ δύναται ἀρχὴ εἶναι τοῦ εὐαγγελίου, ὡς αὐτοὶ οἴονται, ἑτέρου τυγχάνων θεοῦ ὁ Ἰωάννης, ὁ τοῦ δημιουργοῦ ἄνθρωπος καὶ ἀγνοῶν, ὡς νομίζουσι, τὴν καινὴν θεότητα;

  83. 1.83.1

    Οὐ μίαν δὲ καὶ βραχεῖαν πιστεύονται διακονίαν εὐαγγελικὴν ἄγγελοι οὐδὲ μόνην τὴν πρὸς τοὺς ποιμένας γεγενημένην· ἀλλὰ γὰρ ἐπὶ τέλει μετέωρος καὶ ἱπτάμενος ἄγγελος εὐαγγέλιον ἔχων εὐαγγελιεῖται πᾶν ἔθνος, τοῦ ἀγαθοῦ πατρὸς οὐ πάντη καταλιπόντος τοὺς ἀποπεπτωκότας αὐτοῦ.

  84. 1.84.1

    φησὶ γοῦν ἐν τῇ Ἀποκαλύψει ὁ τοῦ Ζεβεδαίου Ἰωάννης· »Καὶ Καὶ εἶδον ἄγγελον πετόμενον ἐν μεσουρανήματι, »ἔχοντα εὐαγγέλιον αἰώνιον εὐαγγελίσασθαι ἐπὶ τοὺς καθημένους ἐπὶ »τῆς γῆς καὶ ἐπὶ πᾶν ἔθνος καὶ φυλὴν καὶ γλῶσσαν καὶ λαόν, λέγων »ἐν φωνῇ μεγάλῃ· Φοβήθητε τὸν θεὸν καὶ δότε αὐτῷ δόξαν, ὅτι ἦλθεν ἡ ὥρα τῆς κρίσεως αὐτοῦ, καὶ προσκυνήσατε τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πηγὰς ὑδάτων.«

  85. 1.85.1

    Ἐπεὶ τοίνυν »ἀρχὴν τοῦ εὐαγγελίου« κατὰ μίαν ἐκδοχὴν τὴν πᾶσαν παρεστήσαμεν εἶναι παλαιὰν διαθήκην διὰ τοῦ ὀνόματος Ἰωάννου σημαινομένην, ὑπὲρ τοῦ μὴ ἀμάρτυρον εἶναι τὴν ἐκδοχὴν ταύτην παραθησόμεθα τὸ ἐκ Πράξεων περὶ τοῦ τῆς Ἀἰθιόπων βασιλίδος εὐνούχου εἰρημένον καὶ Φιλίππου· »Ἀρξάμενος, γάρ φησιν, ὁ Φίλιππος »ἀπὸ τῆς Ἡσαΐου γραφῆς τῆς Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐνώπιον τοῦ κείροντος εὐαγγελίσατο αὐτῷ τὸν »κύριον Ἰησοῦν.« πῶς γὰρ ἀρχόμενος ἀπὸ τοῦ προφήτου εὐαγγελίζεται Ἰησοῦν, εἰ μὴ τῆς ἀρχῆς τοῦ εὐαγγελίου μέρος τι ὁ Ἡσαΐας ἦν;

  86. 1.86.1

    ἅμα δὲ καὶ τὰ ἐν πρώτοις ἡμῖν εἰρημένα περὶ τοῦ δύνασθαι εὐαγγέλιον εἶναι πᾶσαν θείαν γραφὴν ἐντεῦθεν δύναται δηλοῦσθαι· καὶ γὰρ εἰ ὁ εὐαγγελιζόμενος »ἀγαθὰ εὐαγγελίζεται«, πάντες δὲ οἱ πρὸ τῆς σωματικῆς Χριστοῦ ἐπιδημίας Χριστὸν εὐαγγελίζονται ὄντα »τὰ ἀγαθά«, ὡς ἀπεδείξαμεν, πάντων πως εἰσὶν οἱ λόγοι τοῦ εὐαγγελίου μέρος.

  87. 1.87.1

    ὅπερ εὐαγγέλιον λεγόμενον λαλεῖσθαι ἐν ὅλῳ τῷ κόσμῳ ἡμεῖς ἐκλαμβάνομεν ἀπαγγέλλεσθαι ἐν ὅλῳ τῷ κόσμῳ, οὐ μόνον τῷ περιγείῳ τόπω ἀλλὰ καὶ παντὶ τῷ συστήματι τῷ ἐξ οὐρανοῦ καὶ γῆς ἢ ἐξ οὐρανῶν καὶ γῆς.

  88. 1.88.1

    Καὶ τί δεῖ ἐπὶ πλεῖον μηκύνειν τὸν περὶ τοῦ τί τὸ εὐαγγέλιόν ἐστι λόγον; αὐτάρκως δὴ τούτων εἰρημένων καὶ ἐκ τούτων τῶν μὴ ἀνεντρεχῶν δυναμένων τὰ παραπλήσια συναγαγεῖν ἀπὸ τῶν γραφῶν καὶ βλέπειν τίς ἡ δόξα τῶν ἐν Ἰησοῦ Χριστῷ ἀγαθῶν ἀπὸ τοῦ εὐαγγελίου, διακονουμένου ὑπὸ ἀνθρώπων καὶ ἀγγέλων, ἐγὼ δ’ οἶμαι ὅτι καὶ ἀρχῶν καὶ ἐξουσιῶν καὶ θρόνων καὶ κυριοτήτων »καὶ παντὸς »ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τούτῳ τῷ αἰῶνι ἀλλὰ καὶ ἐν »τῷ μέλλοντι«, εἴγε καὶ ὑπ’ αὐτοῦ τοῦ Χριστοῦ, αὐτοῦ που καταπαύσομεν τὰ πρὸ τῆς συναναγνώσεως τῶν γεγραμμένων.

  89. 1.89.1

    ἤδη δὲ θεὸν αἰτώμεθα συνεργῆσαι διὰ Χριστοῦ ἡμῖν ἐν ἁγίῳ πνεύματι πρὸς ἀνάπτυξιν τοῦ ἐν ταῖς λέξεσιν ἐναποτεθησαυρισμένου μυστικοῦ νοῦ.

  90. 1.89.2

    1, 1. Ἐν ἀρχῇ ἦν ὁ λόγος.

  91. 1.90.1

    Οὐ μόνον Ἕλληνες πολλά φασι σημαινόμενα εἶναι ἀπὸ τῆς »ἀρχῆς« προσηγορίας· ἀλλὰ γὰρ εἴ τις τηρήσαι συνάγων πάντοθεν τοῦτο τὸ ὄνομα καὶ ἀκριβῶς ἐξετάζων βούλοιτο κατανοεῖν ἐν ἑκάστῳ τόπῳ τῶν γραφῶν ἐπὶ τίνος τέτακται, εὑρήσει καὶ κατὰ τὸν θεῖον λόγον τὸ πολύσημον τῆς φωνῆς.

  92. 1.91.1

    ἡ μὲν γάρ τις ὡς μεταβάσεως, αὕτη δέ ἐστιν ἡ ὡς ὁδοῦ καὶ μήκους· ὅπερ δηλοῦται ἐκ τοῦ »Ἀρχὴ »ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια«. τῆς γὰρ »ἀγαθῆς ὁδοῦ« μεγίστης τυγχανούσης, κατὰ μὲν τὰ πρῶτα νοητέον εἶναι τὸ πρακτικόν, ὅπερ παρίσταται διὰ τοῦ »Ποιεῖν τὰ δίκαια« κατὰ δὲ τὰ ἑξῆς τὸ θεωρητικόν· εἰς ὃ καταλήγειν οἶμαι καὶ τὸ τέλος αὐτῆς ἐν τῇ λεγομένῃ ἀποκαταστάσει διὰ τὸ μηδένα καταλείπεσθαι τότε ἐχθρόν, εἴγε ἀληθὲς τὸ »δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἄχρι οὗ θῇ πάντας τοὺς εχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ· ἔσχατος δὲ ἐχθρὸς καταργεῖται ὁ θάνατος.«

  93. 1.92.1

    τότε γὰρ μία πρᾶξις ἔσται τῶν πρὸς θεὸν διὰ τὸν πρὸς αὐτὸν λόγον φθασάντων ἡ τοῦ κατανοεῖν τὸν θεόν, ἵνα γένωνται οὕτως ἐν τῇ γνώσει τοῦ πατρὸς μορφωθέντες πάντες † ἀκριβῶς υἱός, ὡς νῦν μόνος ὁ υἱὸς ἔγνωκε τὸν πατέρα·

  94. 1.93.1

    εἰ γὰρ ἐπιμελῶς τις ἐξετάζοι, πότε γνώσονται, οἷς ἀποκαλύπτει ὁ ἐγνωκὼς τὸν πατέρα υἱός, τὸν πατέρα, καὶ βλέποι τὸ νῦν »δἰ ἐσόπτρου καὶ ἐν αἰνίγματι« τὸν βλέποντα βλέπειν, οὐδέπω ἐγνωκότα καθὼς »καθὼς δεῖ οὐκ γνῶναι«, οὐκ ἂν ἁμάρτοι λέγων μηδένα ἐγνωκέναι, κἂν ἀπόστολος κἂν προφήτης τις ᾖ, τὸν πατέρα, ἀλλ’ ὅταν γένωνται ὲν ὡς ὁ υἱὸς καὶ ὁ πατὴρ εἰσιν. εἰσιν.

  95. 1.94.1

    δὲ δόξειέ τις ἡμᾶς παρεκβεβηκέναι, ἓν σημαινόμενον τῆς ἀρχῆς σαφηνίζοντας καὶ ταῦτα εἰρηκότας, δεικτέον ὅτι ἡ παρέκβασις πρὸς τὸ προκείμενον ἀναγκαία καὶ χρήσιμος ἦν. εἰ γὰρ »ἀρχὴ« ὡς μεταβάσεώς ἐστι καὶ ὁδοῦ καὶ μέκους, »ἀρχὴ δὲ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια«, ἔστιν εἰδέναι, ὅτι πᾶσα ὁδὸς ἀγαθή πως »ἀρχὴν« μὲν ἔχει »τὸ ποιεῖν τὰ δίκαια«, μετὰ δὲ τὴν ἀρχὴν τὴν θεωρίαν, καὶ τίνα τρόπον τὴν θεωρίαν.

  96. 1.95.1

    Ἔστι δὲ »ἀρχὴ« καὶ ἡ ὡς γενέσεως, ἣ δόξαι ἂν ἐπὶ τοῖ »Ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν·« οἶμαι δὲ σαφέστερον ἐν τῷ Ἰὼβ τοῦτο καταγγέλλεσθαι τὸ σημαινόμενον κατὰ τὸ » Τοῦτ’ ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ.«

  97. 1.96.1

    ὑπολάβοι γὰρ ἄν τις τῶν έν γενέσει τῇ τοῦ κόσμου τυγχανόντων »ἐν ἀρχῇ« προπεποιῆσθαι »τὸν οὐρανὸν καὶ »τὴν γῆν« · βέλτιον δὲ ὡς πρὸς τὸ δεύτερον ῥητόν, πολλῶν ὄντων τῶν ἐν σώμασι γεγενημένων πρῶτον τῶν ἐν σώματι τὸν καλουμένου εἶναι δράκοντα, ὀνομαζόμενον δέ που καὶ »μέγα κῆτος«, ὅπερ ἐχ·ειρώ- σατο ὁ κύριος.

  98. 1.97.1

    καὶ ἀναγκαῖον ἐπιστῆσαι εἰ ἄϋλον πάντη καὶ ἀσώματον Η ζωὴν ζώντων ἐν μακαριότητι τῶν ἁγίων, ὁ καλούμενος δράκων ἄξιος γεγένηται, ἀποπεσὼν τῆς καθαρᾶς ζωῆς, πρὸ πάντων ἐνδεθῆναι ὕλῃ καὶ σώματι, ἵνα διὰ τοῦτο χρηματίσων ὁ κύριος διὰ λαίλαπος καὶ νεφῶν λέγῃ »Τοῦτ’ ἐστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον »ἐγκαταπαίζερσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ«.

  99. 1.98.1

    δυνατὸν μέντοι γε τὸν δράκοντα μὴ ἁπαξαπλῶς εἶναι ἀρχὴν πλάσματος κυρίου, ἀλλὰ πολλῶν ἐν σώματι »ἐγκαταπαίζεσθαι« πεποιημένων »ὑπὸ τῶν ἀγγέλων«, τοῦτον ἀρχὴν τῶν τοιούτων εἶναι, δυναμένων τινῶν ὑπάρχειν έν σώματι οὐχ οὕτως· καὶ γὰρ ἡ ψυχὴ τοῦ ἡλίου ἐν σώματι κοὶ πᾶσα ἡ κτίσις περὶ ἡς ὁ ἀπόστολός φησι· »Πᾶσα ἡ κτίσις στενάζει καὶ συνωδίνει »ἄχρι τοῦ νῦν.«

  100. 1.99.1

    καὶ τάχα περὶ ἐκείνης ἐστὶ τὸ »Τῇ ματαιότητι ἡ »κτίσις ὑπετάγη οὐχ ἑκοῦσά, ἀλλὰ διὰ τὸν ὑποτάξαντα † τῇ ἐλπίδι«. ἵνα ματαιότης τὰ σώματα ᾖ καὶ τὸ ποιεῖν τὰ σωματικά, ὅπερ ἀνακαῖον * * * τῷ ἐν σώματι * * * * * * * * ὑπάρχῃ. ὁ ἐν σώματι οὐχ ἑκὼν ποιεῖ τὰ σώματος· διὰ τοῦτο τῇ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα.

Next → — showing 1100 of 2,967

First Thousand Years of Greek. CTS URN tlg2042.tlg005.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.