Epistulae
- 250.4
Ταῦτα εἰ μὲν ἄξια λύπης σοι καταφαίνεται, τοῖς αἰτίοις τούτων λογίζου τὸν χωρισμόν· εἰ δὲ ἀδιάφορα κρίνεις, σύγγνωθι ἡμῖν μὴ καταδεχομένοις τῆς ζύμης γενέσθαι τῶν ἑτεροδιδασκαλούντων. ὥστε, εἰ δοκεῖ, τῶν εὐπροσώπων ἐκείνων ἀφέμενος λόγων, ἐν πάσῃ παρρησίᾳ ἔλεγχε τοὺς μὴ ὀρθοποδοῦντας πρὸς τὴν ἀλήθειαν τοῦ εὐαγγελίου.
- 251.1
Εἰ καὶ πολὺ τὸ πλῆθος τῶν περιεχόντων ἡμᾶς πραγμάτων καὶ φροντίσι μυρίαις συνέχεται ἡμῶν ἡ διάνοια, ὅμως οὐδέποτε τῆς μνήμης ἡμῶν ἐξεβάλομεν τὴν περὶ τῆς ὑμετέρας ἀγάπης μέριμναν, δεόμενοι τοῦ Θεοῦ ἡμῶν διαμεῖναι ὑμᾶς ἐν τῇ πίστει, ἐν ᾗ ἑστήκατε καὶ καυχᾶσθε ἐπʼ ἐλπίδι τῆς δόξης τοῦ Θεοῦ. τῷ ὄντι γὰρ δυσεύρετον λοιπὸν καὶ πάνυ σπάνιον ἰδεῖν ἐκκλησίαν εἰλικρινῆ, μηδὲν ἐκ τῆς τῶν καιρῶν χαλεπότητος παραβλαβεῖσαν, ἀλλʼ ἀκεραίαν καὶ ἄθραυστον τὴν ἀποστολικὴν διασώζουσαν διδασκαλίαν, οἵαν τὴν καθʼ ὑμᾶς ἔδειξεν ἐν τοῖς παροῦσι καιροῖς ὁ ἀναδεικνὺς τοὺς καθʼ ἑκάστην γενεὰν ἀξίους τῆς ἑαυτοῦ κλήσεως.
- 251.2
Καὶ δῴη Κύριος ὑμῖν τὰ ἀγαθὰ Ἱερουσαλὴμ τῆς ἄνω, ἀνθʼ ὧν τὰς ψευδεῖς καθʼ ἡμῶν διαβολὰς ἐπὶ τὰς τῶν ψευδολόγων κεφαλὰς ἀπεπέμψασθε, μὴ δόντες αὐτοῖς εἴσοδον ἐπὶ τὰς καρδίας ὑμῶν. καὶ οἶδα καὶ πέπεισμαι ἐν Κυρίῳ ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς καὶ ἐπὶ τῇ πράξει ταύτῃ. ἐλογίσασθε γὰρ τοῦτο σοφῶς παρʼ ἑαυτοῖς, ὃ καὶ ἔστι κατʼ ἀλήθειαν, ὅτι οἱ ἀνταποδιδόντες μοι πονηρὰ ἀντὶ καλῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου τῆς εἰς αὐτούς, διαβάλλουσί με νῦν ἐπʼ ἐκείνοις, εἰς ἃ αὐτοὶ εὑρίσκονται ἐγγράφους ὁμολογίας ἐκθέμενοι.
- 251.3
Καὶ οὐ μόνον εἰς ταύτην ἐνέπεσον τὴν ἐναντίωσιν, ἴδια ἔγγραφα ὑμῖν κατηγορίας προφέροντες, ἀλλʼ ὅτι καὶ παμψηφὶ παρὰ τῶν συνελθόντων εἰς τὴν Κωνσταντινούπολιν καθαιρεθέντες, οὐκ ἐδέξαντο τὴν καθαίρεσιν αὐτῶν, σύνοδον ἀθετούντων προσαγορεύοντες, καὶ μὴ καταδεχόμενοι ἐπισκόπους αὐτοὺς λέγειν, ἵνα μὴ τὴν κατʼ αὐτῶν ἐξενεχθεῖσαν ψῆφον κυρώσωσι. καὶ τὴν αἰτίαν προσετίθεσαν τοῦ μὴ εἶναι αὐτοὺς ἐπισκόπους, διότι αἱρέσεως, φησί, πονηρᾶς προεστήκασι. ταῦτα δὲ ἐγένετο πρὸ δέκα καὶ ἑπτὰ οὐχ ὅλων ἐτῶν. ἦσαν δὲ οἱ ἔξαρχοι τῶν καθελόντων αὐτούς, Εὐδόξιος, Εὐίππιος, Γεώργιος, Ἀκάκιος, καὶ οἱ λοιποὶ τῶν ὑμῖν οἱ δὲ νῦν κρατοῦντες τῶν ἐκκλησιῶν ἐκείνων εἰσὶ διάδοχοι, οἱ μὲν ἀντʼ αὐτῶν χειροτονηθέντες, οἱ δὲ ὑπʼ ἐκείνων αὐτῶν προαχθέντες.
- 251.4
Νῦν οὖν οἱ ἡμῖν τὴν κακοδοξίαν ἐγκαλοῦντες εἰπάτωσαν ἡμῖν, πῶς μὲν αἱρετικοὶ ἦσαν ἐκεῖνοι, ὧν τὴν καθαίρεσιν οὐκ ἐδέξαντο, πῶς δὲ ὀρθόδοξοι οὗτοι οἱ παρʼ ἐκείνων προαχθέντες καὶ τὸ αὐτὸ φρόνημα τοῖς πατράσιν αὐτῶν διασώζοντες. εἰ μὲν γὰρ ὀρθόδοξος Εὐίππιος, πῶς οὐχὶ λαϊκὸς Εὐστάθιος, ὁ παρʼ ἐκείνου καθῃρημένος; εἰ δὲ αἱρετικὸς ἐκεῖνος, πῶς κοινωνικὸς Εὐσταθίου νῦν ὁ διὰ τῆς ἐκείνου χειρὸς προαχθείς; ἀλλὰ παιδιαὶ αὗται, κατὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ παιζόμεναι, πρὸς τὸ ἑαυτῶν συμφέρον, καὶ διαβάλλειν ἀνθρώπους καὶ πάλιν συνιστᾷν ἐπιχειρούντων.
- 251.5
Τὰ Βασιλείδου τοῦ Παφλαγόνος θυσιαστήρια ἀνέτρεψε παριὼν τὴν Παφλαγονίαν Εὐστάθιος, καὶ ἐπὶ ἰδίων τραπεζῶν ἐλειτούργει· καὶ νῦν ἱκέτης ἐστὶ Βασιλείδου, ὥστε δεχθῆναι. ἀφώρισε τὸν εὐλαβέστατον ἀδελφὸν Ἐλπίδιον διὰ τὴν πρὸς τοὺς ἐν Ἀμασείᾳ συνάφειαν· καὶ νῦν ἱκέτης ἐστὶ τῶν Ἀμασέων, ἐπιζητῶν αὐτῶν τὴν συνάφειαν. τὰ κατὰ Εὐιππίου κηρύγματα καὶ ὑμεῖς αὐτοὶ ἐπίστασθε ὅπως ἦν φρικτά. καὶ νῦν τοὺς τὰ ἐκείνου φρονοῦντας ἐπὶ ὀρθότητι ἀποσεμνύνει, μόνον ἐὰν εἰς τὴν τῆς ἀποκαταστάσεως αὐτοῦ σπουδὴν συνεργήσωσιν. ἡμεῖς δὲ διαβαλλόμεθα, οὐκ ἐπειδὴ ἡμεῖς ἀδικοῦμέν τι, ἀλλʼ ἐπειδὴ τοῦτο ἐνόμισεν εὐδοκίμησιν αὐτῷ φέρειν παρὰ τοῖς ἐν Ἀντιοχείᾳ. οὓς δὲ πέρυσιν ἐκ τῆς Γαλατίας μετεστείλαντο, ὡς δι’ αὐτῶν δυνάμενοι τὴν παρρησίαν τῆς ἐπισκοπῆς ἀπολαβεῖν, τοιοῦτοί εἰσιν, οἵους ἴσασι μὲν καὶ οἱ πρὸς ὀλίγον συγγεγονότες αὐτοῖς· ἐμοὶ δὲ μὴ παράσχοι ὁ Κύριος τοσαύτην σχολήν ποτε, ὥστε τὰς ἐκείνων πράξεις ἀπαριθμεῖσθαι. πλὴν ἀλλʼ ὑπὸ δορυφόροις τοῖς τιμιωτάτοις αὐτῶν καὶ συμμύσταις παραπεμφθέντες διεξῆλθον μὲν διὰ πάσης αὐτῶν τῆς χώρας, τὰς τῶν ἐπισκόπων τιμὰς καὶ θεραπείας ἔχοντες· εἰσήχθησαν δὲ περιφανῶς εἰς τὴν πόλιν ἐκκλησιάσαντες μετὰ αὐθεντίας. παρεδόθη γὰρ αὐτοῖς ὁ λαός, παρεδόθη τὸ θυσιαστήριον. οἳ ἐπειδὴ μέχρι Νικοπόλεως προελθόντες οὐδὲν ἠδυνήθησαν ὧν ἐπηγγείλαντο διαπράξασθαι, πῶς ἐπανῆλθον καὶ πῶς ὤφθησαν κατὰ τὴν ἐπάνοδον ἴσασιν οἱ παρόντες. οὕτως ἀεὶ πρὸς τὸ ἑαυτῶν συμφέρον πάντα ποιοῦντες φαίνονται. εἰ δὲ λέγουσιν ὅτι μετενόησαν, δειξάτωσαν αὐτῶν ἔγγραφον τὴν μετάνοιαν, καὶ ἀναθεματισμὸν τῆς ἐν Κωνσταντινουπόλει πίστεως, καὶ χωρισμὸν τῶν αἱρετικῶν, καὶ μὴ ἐξαπατάτωσαν τοὺς ἀκεραιοτέρους. καὶ τὰ μὲν ἐκείνων τοιαῦτα.
- 251.6
Ἡμεῖς δέ, ἀγαπητοὶ ἀδελφοί, μικροὶ μὲν καὶ ταπεινοί, οἱ αὐτοὶ δὲ ἀεὶ τῇ τοῦ Θεοῦ χάριτι, οὐδέποτε ταῖς μεταβολαῖς τῶν πραγμάτων συνδιετέθημεν. πίστις παρʼ ἡμῖν οὐκ ἄλλη μὲν ἐν Σελευκείᾳ, ἄλλη δὲ ἐν Κωνσταντινουπόλει, καὶ ἄλλη ἐν Ζήλοις, καὶ ἐν Λαμψάκῳ ἄλλη, καὶ ἐπὶ Ῥώμης ἑτέρα· καὶ ἡ νῦν περιφερομένη οὐ διάφορος παρὰ τὰς προτέρας, ἀλλὰ μία καὶ ἡ αὐτὴ ἀεὶ. ὡς γὰρ παρελάβομεν παρὰ τοῦ Κυρίου, οὕτω βαπτιζόμεθα· ὡς βαπτιζόμεθα, οὕτω πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν, οὔτε χωρίζοντες Πατρὸς καὶ Υἱοῦ τὸ ἅγιον Πνεῦμα, οὔτε προτιθέντες Πατρός, ἢ πρεσβύτερον εἶναι τοῦ Υἱοῦ τὸ Πνεῦμα λέγοντες, ὡς αἱ τῶν βλασφήμων γλῶσσαι κατασκευάζουσι. τίς γὰρ οὕτω τολμηρός, ὃς τὴν δεσποτικὴν παρωσάμενος νομοθεσίαν ἰδίαν τολμᾷ τοῖς ὀνόμασι τάξιν ἐπινοεῖν; ἀλλʼ οὔτε κτιστὸν λέγομεν τὸ Πνεῦμα, τὸ μετὰ Πατρὸς καὶ Υἱοῦ τεταγμένον, οὔτε δουλικὸν τολμῶμεν εἰπεῖν τὸ ἡγεμονικόν. καὶ ἡμᾶς παρακαλοῦμεν μεμνημένους τῆς τοῦ Κυρίου ἀπειλῆς, τοῦ εἰπόντος, Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημία οὐκ ἀφεθήσεται, οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι, φυλάξατε ἑαυτοὺς τῶν βλαβερῶν κατὰ τοῦ Πνεύματος διδαγμάτων. στήκετε ἐν τῇ πίστει, περιβλέψατε εἰς τὴν οἰκουμένην, καὶ ἴδετε ὅτι μικρόν ἐστι τοῦτο τὸ μέρος τὸ νενοσηκός, ἡ δὲ λοιπὴ πᾶσα Ἐκκλησία, ἡ ἀπὸ περάτων εἰς πέρατα δεξαμένη τὸ εὐαγγέλιον, ἐπὶ τῆς ὑγιοῦς ἐστι ταύτης καὶ ἀδιαστρόφου διδασκαλίας. ὧν καὶ ἡμεῖς εὐχόμεθα τῆς κοινωνίας μὴ ἐκπεσεῖν, καὶ ὑμῖν συνευχόμεθα τὴν μερίδα λαβεῖν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῇ δικαίᾳ, ὅταν ἔλθῃ δοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ.
- 252.1
Μαρτύρων τιμαὶ πᾶσι μὲν περισπούδαστοι τοῖς ἐπὶ Κύριον ἠλπικόσιν, ἐξαιρέτως δὲ ὑμῖν τοῖς ἀρετῆς ἀντιποιουμένοις, οἳ διὰ τῆς πρὸς τοὺς εὐδοκίμους τῶν ὁμοδούλων διαθέσεως τὴν πρὸς τὸν κοινὸν Δεσπότην εὔνοιαν ἐπιδείκνυσθε· ἄλλως τε καὶ διὰ τὸ συγγενές τι ἔχειν τὸν ἐν ἀκριβείᾳ βίον πρὸς τοὺς διὰ καρτερίας τελειωθέντας. ἐπεὶ οὖν ἐπισημότατοι μαρτύρων Εὐψύχιος καὶ Δάμας, καὶ ὁ περὶ αὐτοὺς χορός, ὧν ἡ μνήμη δι’ ἔτους παρὰ τῆς πόλεως ἡμῶν καὶ τῆς περιοικίδος πάσης τελεῖται, ὑπομιμνήσκει ὑμᾶς, τὸν ἴδιον ἑαυτῆς κόσμον ἡ Ἐκκλησία, διὰ τῆς ἡμετέρας φωνῆς παρακαλοῦσα, τὴν ἀρχαίαν ἀπολαβεῖν τῆς ἐπισκέψεως ὑμῶν συνήθειαν. ὡς οὖν ἐργασίας μεγάλης προκειμένης ὑμῖν ἐν λαῷ ἐπιζητοῦντι τὴν παρʼ ὑμῶν οἰκοδομήν, καὶ μισθῶν ἐν τῇ τιμῇ τῶν μαρτύρων ἀποκείμενον, δέξασθε ἡμῶν τὴν παράκλησιν καὶ ἐπινεύσατε πρὸς τὴν χάριν μικρῷ πόνῳ μεγάλην ἡμῖν εὐεργεσίαν παρεχόμενοι.
- 253.1
Τὴν μέριμναν, ἣν ἔχετε ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, ἐν μέρει μὲν διαναπαύσει ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἡμῶν ἀδελφὸς Σαγκτίσσιμος ὁ συμπρεσβύτερος, διηγησάμενος πάσης τῆς δύσεως τὴν περὶ ἡμᾶς ἀγάπην τε καὶ διάθεσιν· ἐν μέρει δὲ καὶ διαναστήσει καὶ πλέον παροξυνεῖ, ὅσην σπουδὴν ἐπιζητεῖ τὰ παρόντα πράγματα, ἐναργῶς ὑμῖν δι’ ἑαυτοῦ παραστήσας. καὶ γὰρ τῶν μὲν ἄλλων ἕκαστος, ὥσπερ ἐξ ἡμισείας, ἡμῖν ἀπήγγειλε καὶ τὰς γνώμας τῶν ἐκεῖσε ἀνδρῶν καὶ τὴν κατάστασιν τῶν πραγμάτων· αὐτὸς δέ, ἱκανὸς ὢν καὶ προαίρεσιν ἀνδρῶν καταμαθεῖν καὶ κατάστασιν πραγμάτων ἀκριβῶς διερευνήσασθαι, πάντα ὑμῖν ἐρεῖ, καὶ πρὸς πάντα χειραγωγήσει τὴν ἀγαθὴν σπουδὴν ὑμῶν. ὥστε ἔχετε ὕλην πρέπουσαν τῇ τελείᾳ ὑμῶν προαιρέσει ἣν ἀεὶ ἐν ταῖς ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μερίμναις ἐδείξατε.
- 254.1
Παράσχοι ὁ Κύριός ποτε καὶ αὐτῷ μοι εἰς ὄψιν ἐλθεῖν τῇ ἀληθινῇ σου θεοσεβείᾳ, καὶ ὅσα ἐνελίπομεν τῷ γράμματι ταῦτα ἀναπληρῶσαι ἡμᾶς τῇ παρουσίᾳ. ὀψὲ γὰρ τοῦ γράφειν ἠρξάμεθα, καὶ πολλὴ ἡμῖν τῆς ἀπολογίας χρεία. ἐπειδὴ δὲ πάρεστιν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς Σαγκτίσσιμος ὁ συμπρεσβύτερος, αὐτὸς πάντα διηγήσεταί σοι, τά τε ἡμέτερα καὶ τὰ ἀπὸ τῆς δύσεως. καὶ ἐπʼ ἐκείνοις μὴν εὐφρανεῖ, τὰς δὲ ἡμᾶς κατασχούσας ταραχὰς εἰπών, ἴσως προσθήσει τινὰ λύπην καὶ φροντίδα τοῖς ἤδη ἐναποκειμένοις τῇ ἀγαθῇ σου καρδίᾳ. οὐ μὴν ἄχρηστον τὸ λυπεῖσθαι ὑμᾶς τοὺς δυναμένους δυσωπεῖν τὸν Κύριον. εἰς δέον γὰρ ἡμῖν ἀποβήσεται ἡ ὑμετέρα μέριμνα, καὶ οἶδα ὅτι τευξόμεθα τῆς παρὰ τοῦ Θεοῦ ἀντιλήψεως, ἔχοντες τὴν παρὰ τῶν προσευχῶν ὑμῶν συνεργίαν. ἐὰν δὲ συνεύξῃ ἡμῖν ἀπαλλαγὴν τῶν φροντίδων, καὶ προσθήκην τινὰ τῇ δυνάμει τοῦ σώματος ἡμῶν αἰτήσῃ, κατευοδώσει ἡμᾶς ὁ Κύριος πρὸς τὸ τὴν ἐπιθυμίαν ἡμῖν ἐκπληρωθῆναι, καὶ εἰς ὄψιν ἐλθεῖν τῇ κοσμιότητί σου.
- 255.1
Εἴθε ἦν μοι δυνατὸν καὶ καθʼ ἑκάστην ἡμέραν ἐπιστέλλειν τῇ εὐλαβείᾳ σου. ἀφʼ οὗ γὰρ εἰς πεῖραν ἦλθον τῆς ἀγάπης σοῦ, πολὺν ἔχω τὸν πόθον μάλιστα μὲν τοῦ συνδιάγειν σοι, εἰ δὲ μή, ἐπιστέλλειν γοῦν καὶ δέχεσθαι γράμματα, ἵνα ἔχω καὶ σημαίνειν τὰ κατʼ ἐμαυτὸν καὶ μανθάνειν τὰ περὶ τῆς διαθέσεώς σου. ἐπειδὴ δὲ οὐχ ὅσα βουλόμεθα ὑπάρχει ἡμῖν, ἀλλʼ ὅσα ὁ Κύριος δίδωσι, ταῦτα ὀφείλομεν δέχεσθαι μετʼ εὐχαριστίας, ηὐχαριστήσαμεν τῷ ἁγίῳ Θεῷ παρασχομένῳ ἡμῖν ὑπόθεσιν γραμμάτων πρὸς τὴν εὐλάβειάν σου, τὴν ἄφιξιν τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Σαγκτισσίμου τοῦ συμπρεσβυτέρου, ὃς πολὺν ὑποστὰς ἐν τῇ ὁδοιπορίᾳ τὸν κόπον, πάντα διηγήσεταί σοι μετʼ ἀκριβείας ὅσα κατέλαβεν ἐν τῇ δύσει· ὑπὲρ ὧν καὶ εὐχαριστεῖν ὀφείλομεν τῷ Κυρίῳ, καὶ προσκυνεῖν αὐτόν, ἵνα δῷ καὶ ἡμῖν τὴν αὐτὴν εἰρήνην, καὶ ἀπολάβωμεν ἀλλήλους μετʼ ἐλευθερίας. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἄσπασαι παρʼ ἡμῶν.
- 256.1
συμπρεσβυτέροις Ἀκακίῳ, Ἀετίῳ, Παύλῳ καὶ Σιλουάνῳ, καὶ Σιλουίνῳ καὶ Λουκίῳ διακόνοις, καὶ λοιποῖς μονάζουσιν ἀδελφοῖς, Βασίλειος ἐπίσκοπος. Ἐγὼ ἀκούσας τὸν βαρὺν ἐκεῖνον διωγμὸν ἐπαναστάντα ὑμῖν, καὶ ὅτι εὐθέως μετὰ τὸ πάσχα οἱ εἰς κρίσεις καὶ μάχας νηστεύσαντες ἐπελθόντες ὑμῶν ταῖς σκηναῖς, πυρὶ παρέδωκαν τοὺς πόνους ὑμῶν, ὑμῖν μὲν τὴν ἐν οὐρανοῖς οἰκίαν τὴν ἀχειροποίητον εὐτρεπίζοντες, ἑαυτοῖς δὲ τὸ πῦρ θησαυρίζοντες, ᾧ εἰς τὴν καθʼ ὑμῶν ἐχρήσαντο βλάβην, ἐστέναξα μὲν ἐπὶ τῷ συμβάντι, οὐχ ὑμῖν συναλγῶν, ἀδελφοί, μὴ γένοιτο ϲ ἀλλὰ τοῖς οὕτω καταβαπτισθεῖσιν ὑπὸ τῆς κακίας, ὥστε μέχρι τοσούτου τὴν ἑαυτῶν πονηρίαν ἐκτεῖναι. προσεδόκησα δὲ εὐθέως ἐφʼ ἑτοίμην καταφυγὴν τὴν ἡμετέραν ταπείνωσιν πάντας ὑμᾶς δραμεῖσθαι· καὶ ἐν ἐλπίδι εἶχον ὅτι δώσει μοι ὁ Κύριος ἀνάπνευσιν τῶν συνεχῶν ὀδυνῶν ἐκ τοῦ περιπτύξασθαι ὑμᾶς, καὶ τὸν καλὸν ἱδρῶτα, ὃν ὑπὲρ τῆς ἀληθείας στάζετε, τῷ ἀργῷ τούτῳ σώματι ὑποδεξάμενος, ἕξειν τινὰ κοινωνίαν τῶν ἀποκειμένων ὑμῖν ἄθλων παρὰ τοῦ κριτοῦ τῆς ἀληθείας. ἀλλʼ ἐπειδὴ τοῦτο μὲν οὐδʼ εἰς ἔννοιαν ὑμῖν ἦλθεν, οὐδὲ προσεδοκήσατέ τινα ἀνάπαυσιν ἕξειν παρʼ ἡμῶν, ἐπεθύμουν ὑποθέσεις γοῦν εὑρίσκειν συνεχεῖς τῶν πρὸς ὑμᾶς γραμμάτων, ἵνʼ ὥσπερ οἱ τοῖς ἀγωνιζομένοις ὑποφθεγγόμενοι, καὶ αὐτός τινα ὑμῖν διὰ γραμμάτων εἰς προτροπὴν τῆς ἀγαθῆς ὑμῶν ἀθλήσεως ἐνεβόησα. ἐγένετο δὲ ἡμῖν οὐδὲ τοῦτο ῥᾴδιον διὰ δύο προφάσεις· μίαν μέν, ὅτι οὐκ ᾔδειμεν ὅπου διάγετε, ἑτέραν δέ, ὅτι οὐδὲ πολλοί εἰσιν οἱ παρʼ ἡμῶν πρὸς ὑμᾶς ἀπαίροντες.
- 256.2
Ἀλλὰ νῦν ὁ Κύριος ἤγαγεν ἡμῖν τὸν ποθεινότατον καὶ εὐλαβέστατον ἀδελφὸν Σαγκτίσσιμον τὸν συμπρεσβύτερον, δι’ οὗ καὶ προσφθεγγόμεθα ὑμῶν τὴν ἀγάπην καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑμᾶς ὑπὲρ ἡμῶν, χαίροντας καὶ ἀγαλλιωμένους ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ἔχοντας παρρησίαν πρὸς τὸν Κύριον μὴ ἀνεῖναι νυκτὸς καὶ ἡμέρας βοῶντας πρὸς αὐτόν, ὑπὲρ τοῦ παύσασθαι μὲν τὸν σάλον τῶν ἐκκλησιῶν τοῦτον, ἀποδοθῆναι δὲ τοῖς λαοῖς τοὺς ποιμένας, ἐπανελθεῖν δὲ τὴν Ἐκκλησίαν εἰς τὸ οἰκεῖον αὐτῆς ἀξίωμα. πέπεισμαι γὰρ ὅτι, ἐὰν εὑρεθῇ φωνὴ δυσωποῦσα τὸν ἀγαθόν, οὐκ εἰς μακρὰν ποιήσει τὰ ἐλέη αὐτοῦ, ἀλλὰ παρέξει ἡμῖν λοιπὸν σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δύνασθαι ὑπενεγκεῖν. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἡμῶν.
- 257.1
Ἃ κατʼ ἐμαυτὸν ἐφθεγξάμην ἀκούσας περὶ τοῦ πειρασμοῦ τοῦ ἐπαχθέντος ὑμῖν παρὰ τῶν ἐχθρῶν τοῦ Θεοῦ, ταῦτα δὴ διὰ γράμματος ἀπαγγεῖλαι πρὸς ὑμᾶς καλῶς ἔχειν ἐνόμισα, ὅτι ἐν καιρῷ νομιζομένῳ εἰρηνεύεσθαι ἐκτήσασθε ἑαυτοῖς μακαρισμόν, τὸν ὑπὲρ τῶν διωκομένων ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ ἀποκείμενον. οὐ γὰρ ἐπειδὴ ὄνομα προσηνὲς καὶ ἤπιον περίκειται τοῖς τὰ πονηρὰ ἐργαζομένοις, τούτου ἕνεκεν καὶ τὰ πράγματα νομίζειν χρὴ μὴ πολεμίων εἶναι. χαλεπώτερον γὰρ κρίνω ἐγὼ τὸν παρὰ τῶν ὁμοφύλων πόλεμον, διότι τοὺς μὲν προκεκηρυγμένους ἐχθροὺς καὶ φυλάξασθαι ῥᾴδιον, τοῖς δὲ ἀναμεμιγμένοις ἡμῖν ἀνάγκη ἐκδότους εἶναι πρὸς πᾶσαν βλάβην· ὃ καὶ ὑμεῖς πεπόνθατε. ἐδιώχθησαν μὲν γὰρ καὶ οἱ πατέρες ἡμῶν, ἀλλὰ παρὰ τῶν εἰδωλολατρούντων· καὶ διηρπάγη αὐτῶν ὁ βίος, καὶ οἶκοι ἀνετράπησαν, καὶ αὐτοὶ ἐφυγαδεύθησαν, παρὰ τῶν φανερῶς πολεμούντων ἡμῖν διὰ τὸ ὄνομα τοῦ Χριστοῦ. οἱ δὲ νῦν ἀναφανέντες διῶκται μισοῦσι μὲν ἡμᾶς οὐδὲν ἧττον ἢ ἐκεῖνοι, εἰς δὲ τὴν τῶν πολλῶν ἀπάτην τὸ τοῦ Χριστοῦ προβάλλονται ὄνομα, ἵνα μηδὲ τὴν ἐκ τῆς ὁμολογίας παραμυθίαν ἔχωσιν οἱ διωκόμενοι, τῶν πολλῶν καὶ ἀκεραιοτέρων ἀδικεῖσθαι μὲν ἡμᾶς ὁμολογούντων, εἰς μαρτύριον δὲ ἡμῖν τὸν ὑπὲρ τῆς ἀληθείας θάνατον μὴ λογιζομένων. διόπερ ἐγὼ πέπεισμαι μείζονα ὑμῖν ἢ τοῖς τότε μαρτυροῦσι τὸν παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀποκεῖσθαι, εἴπερ ἐκεῖνοι καὶ τὴν παρὰ τῶν ἀνθρώπων ἀποδοχὴν ὁμολογουμένην εἶχον, καὶ τὸν παρὰ τοῦ Θεοῦ μισθὸν ἐξεδέχοντο, ὑμῖν δὲ ἐπʼ ἴσοις τοῖς κατορθώμασιν αἱ παρὰ τῶν λαῶν τιμαὶ οὐχ ὑπάρχουσιν· ὥστε εἰκὸς πολυπλασίονα ἀποκεῖσθαι ἐν τῷ μέλλοντι αἰῶνι τῶν ὑπὲρ τῆς εὐσεβείας πόνων τὴν ἀντιμισθίαν.
- 257.2
Διὸ παρακαλοῦμεν ὑμᾶς μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσιν, ἀλλʼ ἀνανεοῦσθαι τῇ πρὸς Θεὸν ἀγάπῃ, καὶ καθʼ ἡμέραν προστιθέναι τῇ σπουδῇ, εἰδότας ὅτι ἐν ὑμῖν ὀφείλει τὸ λείψανον τῆς εὐσεβείας σωθῆναι, ὃ ἐλθὼν ὁ Κύριος εὑρήσει ἐπὶ τῆς γῆς. καὶ εἴτε ἀπεδιώχθησαν ἐπίσκοποι τῶν ἐκκλησιῶν, τοῦτο ὑμᾶς μὴ σαλευέτω· εἴτε προδόται ἐξ αὐτῶν ἐφύησαν τῶν κληρικῶν, μηδὲ τοῦτο τὴν πεποίθησιν ὑμῶν τὴν εἰς Θεὸν σαθρούτω. οὐ γὰρ τὰ ὀνόματά ἐστι τὰ σώζοντα ἡμᾶς, ἀλλʼ αἱ προαιρέσεις καὶ ἡ ἀληθινὴ περὶ τὸν κτίσαντα ἡμᾶς ἀγάπη. ἐνθυμήθητε ὅτι καὶ ἐν τῇ κατὰ τοῦ Κυρίου ἡμῶν ἐπιβουλῇ ἀρχιερεῖς μὲν καὶ γραμματεῖς καὶ πρεσβύτεροι τὸν δόλον συνεσκευάσαντο, ὀλίγοι δὲ τῶν ἐκ τοῦ λαοῦ εὑρίσκοντο οἱ γνησίως τὸν λόγον καταδεχόμενοι, καὶ ὅτι οὐ τὸ πλῆθός ἐστι τὸ σωζόμενον, ἀλλʼ οἱ ἐκλεκτοὶ τοῦ Θεοῦ. ὥστε μηδέποτε ὑμᾶς πτοείτω λαοῦ πολυοχλία, οἱ ὥσπερ ὕδωρ θαλάσσης ὑπὸ πνευμάτων μεταφερόμενοι. ἐὰν γὰρ καὶ εἷς σωθῇ ὥσπερ Λὼτ ἐν Σοδόμοις, μένειν ὀφείλει ἐπὶ τῆς ὀρθῆς κρίσεως, ἀμετακίνητον ἔχων τὴν ἐν Χριστῷ ἐλπίδα, διότι οὐκ ἐγκαταλείψει ὁ Κύριος τοὺς ὁσίους αὐτοῦ. πᾶσαν τὴν ἐν Χριστῷ ἀδελφότητα ἀσπάσασθε ἐξ ἐμοῦ· προσεύχεσθε γνησίως ὑπὲρ τῆς ψυχῆς μου τῆς ἐλεεινῆς.
- 258.1
Τὸ πάλαι προσδοκηθὲν ἐκ τῆς τοῦ Κυρίου προρρήσεως, νῦν δὲ λοιπὸν τῇ πείρᾳ τῶν πραγμάτων βεβαιούμενον, ὅτι διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν, ἤδη κεκρατημένον παρʼ ἡμῖν, ἔδοξε λύειν τὰ γράμματα τῆς τιμιότητός σου κομισθέντα. ὄντως γὰρ ἀγάπης ἔνδειγμα οὐ τὸ τυχόν, πρῶτον μὲν μνησθῆναι ἡμῶν τῶν οὕτω μικρῶν καὶ μηδενὸς ἀξίων, ἔπειτα καὶ ἀδελφοὺς ἀποστεῖλαι εἰς ἐπίσκεψιν ἡμετέραν, πρέποντας εἶναι διακόνους εἰρηνικῶν γραμμάτων. οὐδὲν γὰρ τούτου σπανιώτερον θέαμα, πάντων πρὸς πάντας λοιπὸν ὑπόπτως διακειμένων. οὐδαμοῦ γὰρ εὐσπλαγχνία, οὐδαμοῦ συμπάθεια, οὐ δάκρυον ἀδελφικὸν ἐπʼ ἀδελφῷ κάμνοντι. οὐ διωγμοὶ ὑπὲρ τῆς ἀληθείας, οὐκ ἐκκλησίαι στενάζουσαι πανδημεί, οὐχ ὁ πολὺς οὗτος τῶν περιεχόντων ἡμᾶς δυσχερῶν κατάλογος κινεῖν δύναται ἡμᾶς πρὸς τὴν ὑπὲρ ἀλλήλων μέριμναν. ἀλλὰ τοῖς πτώμασιν ἐναλλόμεθα, τὰ τραύματα ἐπιξαίνομεν, τὰς παρὰ τῶν αἱρετικῶν ἐπηρείας, οἱ δοκοῦντες τῷ αὐτῷ κοινωνεῖν φρονήματι, ἐπιτείνομεν, καὶ οἱ ἐν τοῖς καιριωτάτοις ἔχοντες συμφωνίαν ἑνί γέ τινι πάντως διεστήκασιν ἀπʼ ἀλλήλων. πῶς οὖν μὴ θαυμάσομεν τὸν ἐν τοιούτοις πράγμασι καθαρὰν καὶ ἄδολον τὴν πρὸς τοὺς πλησίον ἀγάπην ἐπιδεικνύμενον, καὶ διὰ τοσαύτης θαλάσσης καὶ ἠπείρου τῆς χωριζούσης ἡμᾶς σωματικῶς, τὴν ἐνδεχομένην ἐπιμέλειαν ταῖς ψυχαῖς ἡμῶν χαριζόμενον;
- 258.2
Ἐθαύμασα δέ σου κἀκεῖνο, ὅτι καὶ τὴν ἐν τῷ Ἐλαιῶνι τῶν ἀδελφῶν διάστασιν λυπηρῶς ἐδέξω, καὶ βούλει τινὰ αὐτοῖς γενέσθαι πρὸς ἀλλήλους συμβιβασμόν. καὶ ὅτι σε οὐδὲ τὰ παρευρεθέντα ὑπὸ τινῶν καὶ ταραχὰς ἐμποιήσαντα τῇ ἀδελφότητι παρέλαθεν, ἀλλὰ καὶ τὴν ἐπὶ τούτοις μέριμναν ἀνεδέξω, καὶ ταῦτα ἀπεδεξάμην. ἐκεῖνο δὲ οὐκέτι τῆς σῆς ἐνόμισα εἶναι συνέσεως ἄξιον, τὸ ἡμῖν τὴν περὶ τῶν τηλικούτων διόρθωσιν ἐπιτρέπειν, ἀνθρώποις οὔτε χάριτι Θεοῦ ἀγομένοις, διὰ τὸ ἁμαρτίαις συζῇν, οὔτε τινὰ κεκτημένοις περὶ τοὺς λόγους δύναμιν, διὰ τὸ τῶν μὲν ματαίων ἀγαπητῶς ἀποστῆναι, τῶν δὲ τῆς ἀληθείας δογμάτων μήπω τὴν προσήκουσαν ἕξιν ἀναλαβεῖν. ἐπεστείλαμεν οὖν ἤδη τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἡμῶν, τοῖς κατὰ τὸν Ἐλαιῶνα, Παλλαδίῳ τῷ ἡμετέρῳ καὶ Ἰννοκεντίῳ τῷ Ἰταλῷ, πρὸς τὰ παρʼ αὐτῶν ἡμῖν ἐπεσταλμένα, ὅτι οὐδὲν δυνάμεθα τῇ κατὰ Νίκαιαν πίστει προστιθέναι ἡμεῖς, οὐδὲ τὸ βραχύτατον, πλὴν τῆς εἰς τὸ Πνεῦμα τὸ ἅγιον δοξολογίας, διὰ τὸ ἐν παραδρομῇ τοὺς πατέρας ἡμῶν τούτου τοῦ μέρους ἐπιμνησθῆναι, οὔπω τοῦ κατʼ αὐτὸ ζητήματος τότε κεκινημένου. τὰ δὲ προσυφαινόμενα τῇ πίστει ἐκείνῃ δόγματα περὶ τῆς τοῦ Κυρίου ἐνανθρωπήσεως, ὡς βαθύτερα τῆς ἡμετέρας καταλήψεως, οὔτε ἐβασανίσαμεν οὔτε παρεδεξάμεθα, εἰδότες ὅτι, ἐπειδὰν τὴν ἁπλότητα τῆς πίστεως ἅπαξ παρακινήσομεν, οὔτε τι πέρας τῶν λόγων εὑρήσομεν, ἀεὶ τῆς ἀντιλογίας εἰς τὸ πλεῖον ἡμᾶς προαγούσης, καὶ τὰς ψυχὰς τῶν ἀκεραιοτέρων παραταράξομεν τῇ παρεισαγωγῇ τῶν ξενιζόντων.
- 258.3
Τὴν δὲ κατὰ Ἀντιόχειαν ἐκκλησίαν, λέγω δὴ τὴν τῷ αὐτῷ φρονήματι συμβαίνουσαν, δῴη ποτὲ ὁ Κύριος ἰδεῖν αὐτὴν ἡνωμένην. κινδυνεύει γὰρ αὕτη μάλιστα δεδέχθαι τὰς ἐπιβουλὰς τοῦ ἐχθροῦ, μνησικακοῦντος αὐτῇ διὰ τὸ πρῶτον τοῖς ἐκεῖ τὴν τῶν Χριστιανῶν προσηγορίαν ἐμπολιτεύσασθαι. καὶ τέτμηται μὲν ἡ αἵρεσις πρὸς τὴν ὀρθοδοξίαν, τέτμηται δὲ καὶ αὐτὴ πρὸς ἑαυτὴν ἡ ὀρθότης. ἡμεῖς δέ, ἐπειδὴ καὶ ὁ πρῶτος παρρησιασάμενος ὑπὲρ τῆς ἀληθείας καὶ τὸν καλὸν ἐκεῖνον διαθλήσας ἀγῶνα ἐπὶ τῶν καιρῶν Κωνσταντίου, ὁ αἰδεσιμώτατος Μελέτιός ἐστιν ὁ ἐπίσκοπος, καὶ ἔσχεν αὐτὸν ἡ ἐμὴ ἐκκλησία κοινωνικόν, ὑπεραγαπήσασα αὐτὸν διὰ τὴν καρτερὰν ἐκείνην καὶ ἀνένδοτον ἔνστασιν, ἔχομεν αὐτὸν κοινωνικὸν μέχρι τοῦ νῦν τῇ τοῦ Θεοῦ χάριτι, καὶ ἕξομέν γε, ἐὰν ὁ Θεὸς θελῇ· ἐπεὶ καὶ ὁ μακαριώτατος πάπας Ἀθανάσιος, ἐπιστὰς ἀπὸ Ἀλεξανδρείας, πάνυ ἐβούλετο αὐτῷ τὴν πρὸς αὐτὸν κοινωνίαν καταπραχθῆναι ἀλλὰ κακίᾳ συμβούλων εἰς ἕτερον καιρὸν ὑπερετέθη αὐτῶν ἡ συνάφεια. ὡς οὐκ ὤφειλε ϲ τῶν δὲ τελευταῖον ἐπεισελθόντων οὐδενὸς οὐδέπω τὴν κοινωνίαν προσηκάμεθα, οὐκ ἐκείνους κρίνοντες ἀναξίους, ἀλλὰ μηδὲν ἔχοντες τούτου καταγινώσκειν. καίτοι πολλὰ μὲν ἠκούσαμεν παρὰ τῶν ἀδελφῶν, ἀλλʼ οὐ προσηκάμεθα, διὰ τὸ μὴ ἀντικαταστῆναι τοῖς κατηγόροις τοὺς ἐγκαλουμένους κατὰ τὸ γεγραμμένον, ὅτι Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ πρῶτον αὐτοῦ ἀκούσῃ καὶ γνῷ τί ποιεῖ; ὥστε οὔπω δυνάμεθα αὐτοῖς ἐπιστέλλειν, τιμιώτατε ἀδελφέ, οὔτε ἀναγκάζεσθαι εἰς τοῦτο ὀφείλομεν. πρέπον δʼ ἂν εἴη τῇ εἰρηνικῇ σου προθέσει, μὴ τὸ μὲν συνάπτειν, τὸ δὲ διασπᾷν, ἀλλὰ τῇ προϋπαρχούσῃ ἑνώσει τὰ κεχωρισμένα προσάγειν. ὥστε πρῶτον μὲν εὖξαι, ἔπειτα καί, ὅση δύναμις, παρακάλεσον, ῥίψαντας αὐτοὺς ἐκ τῶν ψυχῶν τὸ φιλότιμον, καὶ ὑπὲρ τοῦ ἀποδοῦναι τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ καὶ καθελεῖν τὸ φρύαγμα τῶν ἐχθρῶν, συμβῆναι αὐτοὺς πρὸς ἀλλήλους. ἱκανῶς δέ μου κἀκεῖνο τὴν ψυχὴν παρεκάλεσε, τὸ προστεθὲν παρὰ τῆς σῆς ἀκριβείας τοῖς λοιποῖς καλῶς καὶ ἀκριβῶς θεολογηθεῖσι· τὸ τρεῖς ἀναγκαῖον εἶναι τὰς ὑποστάσεις ὁμολογεῖν. ὥστε τοῦτο καὶ οἱ κατὰ Ἀντιόχειαν ἀδελφοὶ διδασκέσθωσαν παρὰ σοῦ· πάντως δέ που καὶ ἐδιδάχθησαν. οὐ γὰρ ἂν εἵλου δηλονότι τὴν πρὸς αὐτοὺς κοινωνίαν, μὴ τοῦτο αὐτῶν μάλιστα τὸ μέρος ἀσφαλισάμενος.
- 258.4
Τὸ δὲ τῶν Μαγουσαίων ἔθνος (ὅπερ διὰ τῆς ἑτέρας ἐπιστολῆς σημῆναι ἡμῖν κατηξίωσας) πολύ ἐστι παρʼ ἡμῖν κατὰ πᾶσαν σχεδὸν τὴν χώραν διεσπαρμένον, ἀποίκων τὸ παλαιὸν ἐκ τῆς Βαβυλωνίας ἡμῖν ἐπεισαχθέντων. οἳ ἔθεσιν ἰδιάζουσι κέχρηνται, ἄμικτοι ὄντες πρὸς τοὺς ἄλλους ἀνθρώπους· λόγῳ δὲ πρὸς αὐτοὺς κεχρῆσθαι, καθό εἰσιν ἐζωγρημένοι ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα, παντελῶς ἐστιν ἀδύνατον. οὔτε γὰρ βιβλία ἐστὶ παρʼ αὐτοῖς, οὔτε διδάσκαλοι δογμάτων, ἀλλὰ ἔθει ἀλόγῳ συντρέφονται, παῖς παρὰ πατρὸς διαδεχόμενοι τὴν ἀσέβειαν. ἐκτὸς δὴ τούτων, ἃ ὑπὸ πάντων ὁρᾶται, τὴν ζωοθυσίαν παραιτοῦνται ὡς μίασμα, δι’ ἀλλοτρίων χειρῶν τὰ πρὸς τὴν χρείαν ζῶα κατασφάττοντες· γάμοις ἐπιμαίνονται παρανόμοις· καὶ τὸ πῦρ ἡγοῦνται Θεόν· καὶ εἴ τι τοιοῦτο. τὰς δὲ ἐκ τοῦ Ἀβραὰμ γενεαλογίας οὐδεὶς ἡμῖν μέχρι τοῦ παρόντος τῶν μάγων ἐμυθολόγησεν· ἀλλὰ Ζαρνοῦάν τινα ἑαυτοῖς ἀρχηγὸν τοῦ γένους ἐπιφημίζουσι. διόπερ οὐδὲν ἔχω πλέον ἐπιστέλλειν ὑπὲρ αὐτῶν τῇ τιμιότητί σου.
- 259.1
Ἐγὼ πόσον μὲν ὑμᾶς ἀγαπῶ, εἰκάζειν ὀφείλετε ἐξ ὧν ἡμᾶς αὐτοὶ ἀγαπᾶτε. καὶ εἰρήνης μὲν ἐπεθύμησα ἀεὶ γενέσθαι βραβευτής, ἀποτυγχάνων δὲ λυποῦμαι μέν· πῶς γὰρ οὔ; οὐ μὴν ἐχθραίνειν δύναμαί τισι τούτου γε ἕνεκεν, εἰδὼς ὅτι πάλαι ἀφʼ ἡμῶν ἤρθη τὸ τῆς εἰρήνης καλόν. εἰ δὲ παρʼ ἄλλοις ἡ αἰτία τῆς διαστάσεως, παράσχοι ὁ Κύριος παύσασθαι τοὺς τὰς διχοστασίας ποιοῦντας. οὐ μέντοι οὐδὲ ἐπιζητῶ συνεχῆ ὑμῶν τὴν ἐπιδημίαν· ὥστε τούτου ἕνεκεν μηδὲ ἀπολογεῖσθαί μοι. οἶδα γὰρ ὅτι ἄνδρες τὸν πεπονημένον προελόμενοι βίον, καὶ ἀεὶ διὰ τῶν χειρῶν ἑαυτοῖς τὰ ἀναγκαῖα συμποριζόμενοι, πολὺν ἀποδημεῖν χρόνον τῶν ἰδίων οὐ δύνανται. ἀλλʼ ὅπουπερ ἂν ἦτε, μέμνησθε ἡμῶν. καὶ προσεύχεσθε ὑπὲρ ἡμῶν, ἵνα αὐτοὶ γοῦν πρὸς ἑαυτοὺς εἰρήνην ἔχωμεν καὶ πρὸς τὸν Θεόν, μηδεμιᾶς τοῖς λογισμοῖς ἡμῶν ταραχῆς ἐνοικούσης.
- 260.1
Καὶ ἄλλως μὲν ἡδέως ὁρῶν τοὺς ἀγαθοὺς παῖδας διά τε τὸ ὑπὲρ τὴν ἡλικίαν τῶν ἠθῶν εὐσταθὲς καὶ διὰ τὸ πρὸς τὴν σὴν εὐλάβειαν οἰκεῖον, ἀφʼ οὗ τι καὶ μέγα προσδοκᾷν ἔστιν ἐπʼ αὐτοῖς, ἐπειδὴ καὶ μετὰ γραμμάτων σῶν εἶδον αὐτοὺς προσιόντας μοι, ἐδιπλασίασα τὸ ἐπʼ αὐτοῖς φίλτρον. ὅτε δὲ ἀνέγνων τὴν ἐπιστολὴν καὶ εἶδον ἐν αὐτῇ ὁμοῦ μὲν τὸ περὶ τὰς ἐκκλησίας προνοητικὸν τῆς σῆς διαθέσεως, ὁμοῦ δὲ τὸ περὶ τὴν ἀνάγνωσιν τῶν θείων γραφῶν ἐπιμελές, ηὐχαρίστησα τῷ Κυρίῳ, καὶ ἐπηυξάμην τὰ ἀγαθὰ τοῖς τὰ τοιαῦτα ἡμῖν διακομίζουσι γράμματα, καὶ πρό γε αὐτῶν αὐτῷ τῷ γράψαντι ἡμῖν.
- 260.2
Ἐπεζήτησας τὸ πολυθρύλλητον ἐκεῖνο, καὶ παρὰ πᾶσιν ἄνω καὶ κάτω περιφερόμενον ῥητόν, τίνα τὴν λύσιν ἔχει· τό, Πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. διὰ τούτου δὲ τέως μὲν αὐτὸς σεαυτὸν συνέστησας, τὸ τοῦ Τιμοθέου ὃ παρέδωκεν αὐτῷ Παῦλος, ἀκριβῶς φυλάττοντα, δῆλος γὰρ εἶ προσέχων τῇ ἀναγνώσει· ἔπειτα καὶ ἡμᾶς τοὺς γέροντας καὶ νεναρκηκότας ἤδη καὶ τῷ χρόνῳ καὶ τῇ ἀσθενείᾳ τοῦ σῶματος καὶ τῷ πλήθει τῶν θλίψεων, αἳ πολλαὶ νῦν περὶ ἡμᾶς κινηθεῖσαι ἐβάρησαν ἡμῶν τὴν ζωήν, ὅμως διανέστησας, καὶ ζέων τῷ πνεύματι κατεψυγμένους ἡμᾶς, ὡς τὰ φωλεύοντα τῶν ζώων, εἰς ἐγρήγορσιν μετρίαν καὶ ζωτικὴν ἐνέργειαν ἐπανάγεις.
- 260.3
Ἔστι δʼ οὖν τὸ ῥητὸν καὶ ἁπλῶς οὕτω νοηθῆναι δυνάμενον καὶ ποικίλον ἐπιδέξασθαι λόγον. ἡ μὲν οὖν ἁπλουστέρα καὶ παντὶ δυναμένη ἐκ τοῦ προχείρου παραστῆναι διάνοια αὕτη ἐστίν· ὅτι δεῖ τὸν Κάϊν ἑπταπλασίονα ἀποδοῦναι τὴν τιμωρίαν ὑπὲρ ὧν ἥμαρτεν. οὐ γάρ ἐστι δικαίου κριτοῦ ἴσας πρὸς ἴσας ὁρίζειν τὰς ἀντιδόσεις, ἀλλʼ ἀνάγκη τὸν κατάρξαντα κακοῦ μετὰ προσθήκης ἀποτίσαι τὰ ὀφειλόμενα, εἰ μέλλοι αὐτός τε βελτίων ταῖς τιμωρίαις γενήσεσθαι, καὶ τοὺς λοιποὺς σωφρονεστέρους ποιήσειν τῷ ὑποδείγματι. οὐκοῦν, ἐπειδὴ τέτακται ἑπτάκις ἀποπληρῶσαι τὴν δίκην τῶν ἡμαρτημένων τὸν Κάϊν, παραλύσει, φησί, τοῦτο τὸ ὑπὸ τῆς θείας κρίσεως ἐπʼ αὐτῷ δεδογμένον ὁ ἀποκτείνας αὐτόν. οὗτός ἐστιν ὁ νοῦς ὁ ἐντεῦθεν ἀπὸ τῆς πρώτης ἀναγνώσεως ἡμῖν προσπίπτων.
- 260.4
Ἐπειδὴ δὲ ἐρευνᾷν πέφυκε τὰ βάθη τῶν φιλοπονωτέρων ἡ διάνοια, ἐπιζητεῖ, τὸ δίκαιον πῶς ἐν τῷ ἑπτάκις ἀποπληροῦται, καὶ τί τὰ ἐκδικούμενα, πότερον τὰ ἁμαρτηθέντα ἑπτά ἐστιν, ἢ ἓν μὲν τὸ ἁμάρτημα, ἑπτὰ δὲ ἐπὶ τῷ ἑνὶ αἱ κολάσεις; ἀεὶ μὲν οὖν ἡ Γραφὴ τὸν τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ἀριθμὸν ἐν τοῖς ἑπτὰ περιορίζει. ποσάκις, φησίν, ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; (Ὁ Πέτρος ἐστὶ λέγων τῷ Κυρίῳ) ἕως ἑπτάκις; εἶτα ἀπόκρισις τοῦ Κυρίου· Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλʼ ἕως ἑβδομηκοντάκις ἑπτά. οὐ γὰρ ἐπʼ ἄλλον ἀριθμὸν μετέβη ὁ Κύριος, ἀλλὰ τὸν ἑπτὰ πολυπλασιάσας, ἐν αὐτῷ τὸν ὅρον ἔθετο τῆς ἀφέσεως. καὶ δι’ ἑπτὰ μὲν ἐτῶν ὁ Ἑβραῖος ἀπελύετο τῆς δουλείας· ἑπτὰ δε ἑβδομάδες ἐτῶν τὸν ὀνομαστὸν ἰωβηλαῖον ἐποίουν ἐν τοῖς πάλαι, ἐν ᾧ ἐσαββάτιζε μὲν ἡ γῆ, χρεῶν δὲ ἦσαν ἀποκοπαί, δουλείας ἀπαλλαγή, καὶ οἱονεὶ νέος ἄνωθεν καθίστατο βίος, ἐν τῷ ἑβδοματικῷ ἀριθμῷ τοῦ παλαιοῦ τρόπον τινὰ τὴν συντέλειαν δεχομένου. ταῦτα δὲ τύποι τοῦ αἰῶνος τούτου, ὃς διὰ τῶν ἑπτὰ ἡμερῶν ἀνακυκλούμενος ἡμᾶς παρατρέχει· ἐν ᾧ γίνονται αἱ τῶν μετριωτέρων ἁμαρτημάτων ἐκτίσεις, κατὰ τὴν φιλάνθρωπον ἐπιμέλειαν τοῦ ἀγαθοῦ Δεσπότου, ὡς μὴ τῷ ἀπεράντῳ αἰῶνι παραδοθῆναι ἡμᾶς εἰς κόλασιν. τὸ μὲν οὖν ἑπτάκις, διὰ τὴν πρὸς τὸν κόσμον τοῦτον συγγένειαν, ὡς τῶν φιλοκόσμων ἀνθρώπων ἀπʼ αὐτῶν ὀφειλόντων μάλιστα ζημιοῦσθαι, ὧν ἕνεκεν εἵλοντο πονηρεύεσθαι. ἐκδικούμενα δέ, εἴτε τὰ παρὰ τοῦ Κάϊν ἡμαρτημένα λέγοις, εὑρήσεις ἑπτά· εἴτε τὰ παρὰ τοῦ κριτοῦ ἐπʼ αὐτῷ ἐπαχθέντα, καὶ οὕτως οὐκ ἀποτεύξῃ τῆς ἐννοίας. ἐν μὲν οὖν τοῖς παρὰ τοῦ Κάϊν τετολμημένοις πρῶτον ἁμάρτημα φθόνος ἐπὶ τῇ προτιμώσει τοῦ Ἄβελ· δεύτερον δόλος, μεθʼ οὗ διελέχθη τῷ ἀδελφῷ, εἰπών· Διέλθωμεν εἰς τὸ πεδίον· τρίτον φόνος, προσθήκη τοῦ κακοῦ· τέταρτον, ὅτι καὶ ἀδελφοῦ φόνος, μείζων ἡ ἐπίτασις· πέμπτον, ὅτι καὶ πρῶτος φονεὺς ὁ Κάϊν, πονηρὸν ὑπόδειγμα τῷ βίῳ καταλιπών· ἕκτον ἀδίκημα, ὅτι γονεῦσι πένθος ἐποίησεν· ἕβδομον, ὅτι Θεῷ ἐψεύσατο· ἐρωτηθεὶς γάρ, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; εἶπεν, Οὐκ οἶδα. ἑπτὰ οὖν τὰ ἐκδικούμενα παρελύετο ἐν τῷ ἀναιρεθῆναι τὸν Κάϊν. ἐπειδὴ γὰρ εἶπεν ὁ Κύριος, ὅτι Ἐπικατάρατος ἡ γῆ, ἣ ἔχανε δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου· καὶ, Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς· ὁ Κάϊν φησίν· Εἰ ἐκβάλλεις με σήμερον ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς· καὶ πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. πρὸς δὲ τοῦτο ὁ Κύριός φησιν· Οὐχ οὕτω· πᾶς ὁ ἀποκτείνας Κάϊν ἑπτὰ ἐκδικούμενα παραλύσει. ἐπειδὴ γὰρ ἐνόμισεν εὐάλωτος εἶναι παντὶ ὁ Κάϊν, διὰ τὸ τὴν ἐπὶ τῆς γῆς ἀσφάλειαν μὴ ἔχειν (ἐπικατάρατος γὰρ ἡ γῆ ἀπʼ αὐτοῦ), καὶ τῆς ἀπὸ Θεοῦ βοηθείας ἠρημῶσθαι, ὀργισθέντος αὐτῷ ἐπὶ τῷ φόνῳ, ὡς οὔτε ἀπὸ γῆς οὔτε ἀπʼ οὐρανοῦ ἀντιλήψεως αὐτῷ λειπομένης· Ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με, ἀποκτενεῖ με· ἐλέγχει αὐτοῦ τὸ σφάλμα ὁ λόγος λέγων, Οὐχ οὕτω, τουτέστιν, οὐκ ἀναιρεθήσῃ. κέρδος γὰρ τοῖς κολαζομένοις ὁ θάνατος, ἀπαλλαγὴν φέρων τῶν λυπηρῶν. ἀλλὰ παραταθήσῃ τῷ βίῳ, ἵνα κατʼ ἀξίαν τῶν ἡμαρτημένων ἀντιμετρηθῇ σοι τὰ κολαστήρια. ἐπειδὴ δὲ τὸ ἐκδικούμενον διχῶς νοεῖται, τό τε ἁμαρτηθέν, ἐφʼ ᾧ ἡ ἐκδίκησις, καὶ ὁ τρόπος τῆς κολάσεως, δι’ οὗ ἡ ἐκδίκησις, ἴδωμεν εἰ ἑπτὰ τρόποι βασανιστηρίων ἐπηνέχθησαν τῷ πονηρευσαμένῳ.
- 260.5
Τὰ μὲν οὖν ἑπτὰ ἁμαρτήματα τοῦ Κάϊν ἐν τοῖς κατόπιν ὁ λόγος ἀπηριθμήσατο. νῦν δὲ ζητοῦμεν εἰ ἑπτά ἐστι τὰ εἰς κόλασιν αὐτῷ ἐπαγόμενα, καί φαμεν οὕτως. μετὰ τὴν πεῦσιν τοῦ Κυρίου, Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἣν οὐχὶ μαθεῖν βουλόμενος, ἀλλὰ μετανοίας αὐτῷ ἀφορμὴν παρεχόμενος, ὁ φιλάνθρωπος Δεσπότης προσήγαγεν, ὡς δηλοῖ αὐτὰ τὰ ῥήματα. ἀρνησαμένου γὰρ αὐτοῦ, ταχὺν ποιεῖται τὸν ἔλεγχον, εἰπών· Φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με. ὥστε τὸ Ποῦ Ἄβελ ὁ ἀδελφός σου; ἐκείνῳ ἀφορμὴν ἐδίδου τῆς συναισθήσεως τοῦ ἡμαρτημένου, οὐ τῷ Θεῷ ἐγίνετο διδασκαλίας πρόξενον. εἰ γὰρ μὴ ἔτυχεν ἐπισκοπῆς Θεοῦ, εἶχεν ἂν πρόφασιν ὡς ἐγκαταλελειμμένος καὶ οὐδεμίαν λαβὼν ἀφορμὴν εἰς μετάνοιαν. νῦν δὲ ἐπεφάνη αὐτῷ ὁ ἰατρός, ἵνα προσφύγῃ αὐτῷ ὁ ἀσθενῶν. ὁ δὲ οὐ μόνον οὐ κρύπτει τὸ ἕλκος, ἀλλὰ καὶ ἕτερον προσεξεργάζεται, τῷ φόνῳ τὸ ψεῦδος ἐπισυνάπτων, Οὐκ οἶδα. μὴ φύλαξ τοῦ ἀδελφοῦ μου εἰμὶ ἐγώ; ἐντεῦθεν λοιπὸν ἀρίθμει τὰς τιμωρίας. ἐπικατάρατος ἡ γῆ ἀπὸ σοῦ. μία κόλασις. ἐργᾷ τὴν γῆν. δευτέρα αὕτη. ἀνάγκη γάρ τις ἄρρητος αὐτῷ συνέζευκτο, πρὸς τὸ ἔργον τῆς γῆς αὐτὸν κατεπείγουσα, ὥστε μηδὲ βουλομένῳ αὐτῷ ἐξεῖναι ἀναπαύεσθαι, ἀλλʼ ἀεὶ αὐτὸν προσταλαιπωρεῖσθαι τῇ ἐχθρᾷ αὐτοῦ γῇ, ἣν ἐπικατάρατον αὐτὸς ἑαυτῷ ἐποίησε, μιάνας αὐτὴν ἀδελφικῷ αἵματι. ἐργᾷ οὖν τὴν γῆν, δεινὴ τιμωρία, ἡ μετὰ τῶν μισούντων διαγωγή, σύνοικον ἔχειν πολέμιον, ἄπαυστον ἐχθρόν. ἐργᾷ τὴν γῆν· τουτέστι, κατατεινόμενος τοῖς ἔργοις τοῖς γεηπονικοῖς, οὐδένα χρόνον ἀνήσεις, οὔτε νυκτὸς οὔτε ἡμέρας ἐκλυόμενος ἐκ τῶν πόνων, ἀλλὰ δεσπότου τινὸς πικροῦ χαλεπωτέραν ἔχων τὴν ἄρρητον ἀνάγκην, ἐπὶ τὰ ἔργα σε διεγείρουσαν. Καὶ οὐ προσθήσει δοῦναι τὴν ἰσχὺν αὐτῆς. καίτοι εἰ καὶ τὸ τῆς ἐργασίας ἄπαυστον εἶχέ τινα καρπόν, αὐτὸς ὁ πόνος οὐ μετρία βάσανος ἦν τῷ ἀεὶ κατατεινομένῳ καὶ κοπιῶντι. ἐπειδὴ δὲ καὶ ἐργασία ἄπαυστος καὶ ἄκαρπος ἡ περὶ γῆν ταλαιπωρία (οὐ γὰρ ἐδίδου τὴν ἰσχύν), τρίτη αὕτη ἐστὶ τιμωρία ἡ ἀκαρπία τῶν πόνων. Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. δύο προσέθηκεν ἄλλαις ταῖς τρισί· στεναγμὸν διηνεκῆ, καὶ τρόμον τοῦ σώματος, τὸν ἐκ τῆς ἰσχύος στηριγμὸν τῶν μελῶν οὐκ ἐχόντων. ἐπειδὴ γὰρ κακῶς ἐχρήσατο τῇ δυνάμει τοῦ σώματος, ὑφῃρέθη αὐτοῦ ὁ τόνος, ὥστε κλονεῖσθαι αὐτὸν καὶ κατασείεσθαι, οὔτε ἄρτον ῥᾳδίως προσφέρειν δυνάμενον τῷ στόματι οὔτε ποτὸν προσκομίζειν, τῆς πονηρᾶς χειρὸς μετὰ τὴν ἀνοσίαν πρᾶξιν οὐδὲ ταῖς ἰδίαις καὶ ἀναγκαίαις χρείαις τοῦ σώματος λοιπὸν ὑπηρετεῖσθαι συγχωρουμένης. ἄλλη τιμωρία, ἣν αὐτὸς ἀπεκάλυψεν ὁ Κάϊν εἰπών· Εἰ ἐκβάλλεις με νῦν ἀπὸ τῆς γῆς, καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. τί ἐστι τὸ Εἰ ἐκβάλλεις με ἀπὸ τῆς γῆς; τουτέστιν, εἰ χωρίζεις με τῆς ἀπʼ αὐτῆς ὠφελείας. οὐ γὰρ μετετίθετο ἐφʼ ἕτερον τόπον, ἀλλʼ ἠλλοτριοῦτο τῶν ἀπʼ αὐτῆς καλῶν. Καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι. ἡ βαρυτάτη κόλασις τοῖς εὐφρονοῦσιν ὁ ἀπὸ Θεοῦ χωρισμός. καὶ ἔσται, φησί, πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με. εἰκάζει ἐκ τοῦ ἀκολούθου τῶν προαγόντων. εἰ ἀπὸ τῆς γῆς ἐκβέβλημαι, εἰ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι, λείπεται ἀπὸ παντὸς ἀναιρεῖσθαι. τί οὖν ὁ Κύριος; οὐχ οὕτως. ἀλλʼ ἔθετο σημεῖον ἐπʼ αὐτόν. ἑβδόμη αὕτη τιμωρία, τὸ μηδὲ κρύπτεσθαι τὴν τιμωρίαν, ἀλλὰ σημείῳ προδήλῳ πᾶσι προκεκηρύχθαι, ὅτι οὗτός ἐστιν ὁ τῶν ἀνοσίων ἔργων δημιουργός. καὶ γὰρ τῷ ὀρθῶς λογιζομένῳ βαρυτάτη κολάσεων ἡ αἰσχύνη· ἣν καὶ περὶ τῆς κρίσεως μεμαθήκαμεν, ὅτι οὗτοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι, εἰς αἰσχύνην καὶ ὀνειδισμὸν αἰώνιον.
- 260.6
Ἀκολουθεῖ τούτῳ ζήτημα συγγενές, τὸ παρὰ τοῦ Λάμεχ ταῖς γυναιξὶν εἰρημένον, ὅτι Ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοί, καὶ νεανίσκον εἰς μώλωπά μοι· ὅτι εἰ ἑπτάκις ἐκδεδίκηται ἐκ Κάϊν, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. καὶ νομίζουσί τινες ὑπὸ τοῦ Λάμεχ ἀνῃρῆσθαι τὸν Κάϊν, ὡς μέχρι τῆς γενεᾶς ἐκείνης διαρκέσαντος αὐτοῦ, ἐπὶ τῷ μακροτέραν δοῦναι τὴν τιμωρίαν. ἔστι δὲ οὐκ ἀληθές. δύο γὰρ φαίνεται φόνους πεποιηκώς, ἐξ ὧν αὐτὸς διηγεῖται. ἄνδρα ἀπέκτεινα καὶ νεανίσκον· τὸν ἄνδρα εἰς τραῦμα, καὶ νεανίσκον εἰς μώλωπα. ἄλλο οὖν τραῦμα, καὶ ἄλλο μώλωψ· καὶ ἄλλο ἀνήρ, καὶ ἄλλο νεανίσκος. Ὅτι ἐκ Κάϊν ἐκδεδίκηται ἑπτάκις, ἐκ δὲ Λάμεχ ἑβδομηκοντάκις ἑπτά. τετρακοσίας καὶ ἐννενήκοντα τιμωρίας ὑποσχεῖν εἰμι δίκαιος, εἴπερ δικαία ἡ τοῦ Θεοῦ κρίσις ἐπὶ τῷ Κάϊν, ὥστε ἑπτὰ αὐτὸν παρασχεῖν τὰς κολάσεις. ὁ μὲν γάρ, ὥσπερ οὐκ ἔμαθε παρʼ ἄλλου φονεύειν, οὕτως οὐδὲ εἶδε τιμωρίαν ὑπέχοντα φονευτήν· ἐγὼ δέ, ἐν ὀφθαλμοῖς ἔχων τὸν στένοντα καὶ τρέμοντα καὶ τὸ μέγεθος τῆς ὀργῆς τοῦ Θεοῦ, οὐκ ἐσωφρονίσθην τῷ ὑποδείγματι. ὅθεν ἄξιός εἰμι τετρακοσίας καὶ ἐννενήκοντα δοῦναι κολάσεις.
- 260.7
Ἔνιοι δέ τινες πρὸς τοιοῦτον ὥρμησαν λόγον, οὐκ ἀπᾴδοντα τοῦ ἐκκλησιαστικοῦ δόγματος· ὅτι ἀπὸ τοῦ Κάϊν ἕως τοῦ κατακλυσμοῦ ἑπτὰ παρεληλύθασι γενεαί, καὶ ἐπήχθη πάσῃ τῇ γῇ ἡ τιμωρία, διὰ τὸ πολλὴν γενέσθαι χύσιν τῆς ἁμαρτίας. τὸ δὲ ἁμάρτημα τοῦ Λάμεχ οὐ κατακλυσμοῦ δεῖται πρὸς θεραπείαν, ἀλλʼ αὐτοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου. ἀρίθμησον τοίνυν ἀπὸ Ἀδὰμ μέχρι τῆς παρουσίας τοῦ Χριστοῦ τὰς γενεάς, καὶ εὑρήσεις, κατὰ τὴν τοῦ Λουκᾶ γενεαλογίαν, τῇ ἑβδομηκοστῇ καὶ ἑβδόμῃ διαδοχῇ γεγεννημένον τὸν Κύριον.
- 260.8
Ταῦτα μὲν οὖν εἰς δύναμιν ἐξητάσθη, πολλῶν τῶν ἐνόντων ἐξετασθῆναι παρεθέντων, ἵνα μὴ ἔξω τοῦ μέτρου τῆς ἐπιστολῆς τὸν λόγον προαγάγωμεν· ἀρκεῖ δὲ τῇ συνέσει σου καὶ τὰ βραχέα σπέρματα. δίδου γάρ, φησί, τῷ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, καί, Λόγον δεξάμενος σοφός, αἰνέσει αὐτόν, καὶ ἐπʼ αὐτὸν προσθήσει.
- 260.9
Τὰ δὲ τοῦ Συμεὼν ῥήματα πρὸς τὴν Μαρίαν οὐδὲν ἔχει ποικίλον οὐδὲ βαθύ· εὐλόγησε γὰρ αὐτοὺς Συμεών, καὶ εἶπε πρὸς Μαρίαν τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραήλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. ἐν οἷς ἐκεῖνο ἐθαύμασα, πῶς, τὰ προάγοντα ὡς σαφῆ παρελθών, ἓν τοῦτο ἐπεζήτησας, τὸ Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. καίτοι ἐμοὶ οὐχ ἧττον φαίνεται ἄπορον, πῶς ὁ αὐτὸς εἰς πτῶσιν κεῖται καὶ ἀνάστασιν, καὶ τί τὸ σημεῖον τὸ ἀντιλεγόμενον, ἢ τρίτον, πῶς τῆς Μαρίας τὴν ψυχὴν διελεύσεται ῥομφαία.
- 260.10
Ἡγοῦμαι τοίνυν εἰς πτῶσιν καὶ ἀνάστασιν εἶναι τὸν Κύριον, οὐκ ἄλλων πιπτόντων καὶ ἄλλων ἀνισταμένων, ἀλλὰ τοῦ ἐν ἡμῖν χείρονος καταπίπτοντος, καὶ τοῦ βελτίονος διανισταμένου. καθαιρετικὴ μὲν γὰρ τῶν σωματικῶν παθῶν ἐστιν ἡ τοῦ Κυρίου ἐπιφάνεια, διεγερτικὴ δὲ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ὡς ὅταν λέγῃ Παῦλος· Ὅταν ἀσθενῶ, τότε δυνατός εἰμι, ὁ αὐτὸς καὶ ἀσθενεῖ καὶ δύναται, ἀλλʼ ἀσθενεῖ μὲν τῇ σαρκί, δυνατὸς δέ ἐστι τῷ πνεῦματι. οὕτω καὶ ὁ Κύριος οὐχὶ τοῖς μὲν τοῦ πίπτειν τὰς ἀφορμὰς παρέχει, τοῖς δὲ τοῦ ἀνίστασθαι. οἱ γὰρ πίπτοντες ἀπὸ τῆς στάσεως, ἐν ᾗ ποτε ἦσαν, καταπίπτουσι. δῆλον δὲ ὅτι οὐδέποτε στήκει ὁ ἄπιστος, ἀεὶ χαμαὶ συρόμενος μετὰ τοῦ ὄφεως, ᾧ συνέπεται. οὐκ ἔχει οὖν ὅθεν πέσῃ, διὰ τὸ προκαταβεβλῆσθαι τῇ ἀπιστίᾳ. ὥστε πρώτη εὐεργεσία τὸν στήκοντα τῇ ἁμαρτίᾳ πεσεῖν καὶ ἀποθανεῖν, εἶτα ζῆσαι τῇ δικαιοσύνῃ καὶ ἀναστῆναι, τῆς εἰς Χριστὸν πίστεως ἑκάτερον ἡμῖν χαριζομένης. πιπτέτω τὰ χείρονα, ἵνα λάβῃ καιρὸν τὰ βελτίονα πρὸς τὴν ἀνάστασιν. ἐὰν μὴ πέσῃ ἡ πορνεία, ἡ σωφροσύνη οὐκ ἀνίσταται· ἐὰν μὴ ἡ ἀλογία συντριβῇ, τὸ λογιστικὸν ἐν ἡμῖν οὐκ ἀνθήσει. οὕτως οὖν εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν.
- 260.11
Εἰς δὲ σημεῖον ἀντιλεγόμενον· κυρίως σημεῖον ἔγνωμεν παρὰ τῇ Γραφῇ τὸν σταυρὸν εἰρημένον. ἔθηκε γάρ, φησί, Μωσῆς τὸν ὄφιν ἐπὶ σημείου, τουτέστιν, ἐπὶ σταυροῦ. ἢ σημεῖόν ἐστι τὸ παραδόξου τινὸς καὶ ἀφανοῦς πράγματος ἐνδεικτικόν, ὁρώμενον παρὰ τῶν ἁπλουστέρων, νοούμενον δὲ παρὰ τῶν ἐντρεχῶν τὴν διάνοιαν. ἐπεὶ οὖν οὐ παύονται ζυγομαχοῦντες περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου, οἱ μὲν ἀνειληφέναι σῶμα, οἱ δὲ ἀσώματον αὐτοῦ τὴν ἐπιδημίαν γεγενῆσθαι διοριζόμενοι, καὶ οἱ μὲν παθητὸν ἐσχηκέναι τὸ σῶμα, οἱ δὲ φαντασίᾳ τινὶ τὴν διὰ σώματος οἰκονομίαν πληροῦν· καὶ ἄλλοι χοϊκόν, ἄλλοι δὲ ἐπουράνιον σῶμα· καὶ οἱ μὲν προαιώνιον τὴν ὕπαρξιν, οἱ δὲ ἀπὸ Μαρίας τὴν ἀρχὴν ἐσχηκέναι. διὰ τοῦτο Εἰς σημεῖον ἀντιλεγόμενον.
- 260.12
Ῥομφαίαν δὲ λέγει τὸν λόγον τὸν πειραστικόν, τὸν κριτικὸν τῶν ἐνθυμήσεων, τὸν διικνούμενον ἄχρι μερισμοῦ ψυχῆς τε καὶ πνεύματος, ἁρμῶν τε καὶ μυελῶν, καὶ κριτικὸν ἐνθυμήσεων. ἐπειδὴ τοίνυν πᾶσα ψυχὴ παρὰ τὸν καιρὸν τοῦ πάθους οἱονεὶ διακρίσει τινὶ ὑπεβάλλετο, κατὰ τὴν τοῦ Κυρίου φωνήν, εἰπόντος, ὅτι Πάντες σκανδαλισθήσεσθε ἐν ἐμοί, προφητεύει ὁ Συμεὼν καὶ περὶ αὐτῆς τῆς Μαρίας, ὅτι παρεστῶσα τῷ σταυρῷ, καὶ βλέπουσα τὰ γινόμενα, καὶ ἀκούουσα τῶν φωνῶν, μετὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν, μετὰ τὴν ἀπόρρητον γνῶσιν τῆς θείας συλλήψεως, μετὰ τὴν μεγάλην τῶν θαυμάτων ἐπίδειξιν, γενήσεται, φησί, τις καὶ περὶ τὴν σὴν ψυχὴν σάλος. ἔδει γὰρ τὸν Κύριον ὑπὲρ παντὸς γεύσασθαι θανάτου, καὶ ἱλαστήριον γενόμενον τοῦ κόσμου, πάντας δικαιῶσαι ἐν τῷ αὐτοῦ αἵματι. καὶ σοῦ οὖν αὐτῆς, τῆς ἄνωθεν δεδιδαγμένης τὰ περὶ τοῦ Κυρίου, ἅψεταί τις διάκρισις. τουτέστιν ἡ ῥομφαία. ὅπως ἂν ἀποκαλυφθῶσιν ἀπὸ πολλῶν καρδιῶν διαλογισμοὶ αἰνίττεται, ὅτι, μετὰ τὸν σκανδαλισμὸν τὸν ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενόμενον τοῖς τε μαθηταῖς καὶ αὐτῇ τῇ Μαρίᾳ, ταχεῖά τις ἴασις ἐπακολουθήσει παρὰ τοῦ Κυρίου, βεβαιοῦσα αὐτῶν τὴν καρδίαν εἰς τὴν ἐπʼ αὐτῷ πίστιν. οὕτω γὰρ εἴδομεν καὶ Πέτρον μετὰ τὸ σκανδαλισθῆναι βεβαιότερον τῆς εἰς Χριστὸν πίστεως ἀντισχόμενον. τὸ ἀνθρώπινον οὖν σαθρὸν διηλέγχθη, ἵνα τὸ ἰσχυρὸν τοῦ Κυρίου διαδειχθῇ.
- 261.1
Ἐνέτυχον τοῖς γράμμασιν ὑμῶν, ἀδελφοὶ τιμιώτατοι, ἃ περὶ τῶν καθʼ ὑμᾶς πραγμάτων ἐπεστείλατε. καὶ ὅτι μὲν ἡμᾶς κοινωνοὺς φροντίδων παρελάβετε εἰς τὴν τῶν ἀναγκαίων ὑμῖν καὶ σπουδῆς ἀξίων ἐπιμέλειαν, ηὐχαρεστήσαμεν τῷ Κυρίῳ. ἐστενάξαμεν δὲ ἀκούσαντες ὅτι πρὸς τῇ παρὰ τῶν Ἀρεαινῶν ἐπαγομένῃ ταραχῇ ταῖς ἐκκλησίαις, καὶ τῇ συγχύσει, ἣν ἐκεῖνοι περὶ τῆς πίστεως λόγον πεποίηνται, ἔτι καὶ ἄλλη τις ὑμῖν ἀνεφάνη καινοφωνία, εἰς πολλὴν ἀδημονίαν ἐμβάλλουσα τὴν ἀδελφότητα, ὡς ἐπεστείλατε ἡμῖν, ἀνθρώπων καινὰ καὶ ἀσυνήθη ταῖς ἀκοαῖς τῶν πιστῶν ὡς ἐκ τῆς τῶν Γραφῶν διδασκαλίας δῆθεν παρεισαγόντων. ἐγράφετε γὰρ εἶναί τινας παρʼ ὑμῖν τοὺς λύοντας τὴν σωτήριον οἰκονομίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅσον τὸ ἐπʼ αὐτοῖς, καὶ ἀθετοῦντας τοῦ μεγάλου μυστηρίου τὴν χάριν, τοῦ σεσιγημένου μὲν ἀπὸ τῶν αἰώνων, φανερωθέντος δὲ καιροῖς ἰδίοις, ὅτε ὁ Κύριος, πάντα διεξελθὼν τὰ εἰς ἐπιμέλειαν ἥκοντα τοῦ γένους τῶν ἀνθρώπων, ἐπὶ πᾶσι τὴν οἰκείαν ἐχαρίσατο ἡμῖν ἐπιδημίαν. ὠφέλησε γὰρ τὸ ἑαυτοῦ πλάσμα, πρῶτον μὲν διὰ πατριαρχῶν, ὧν οἱ βίοι ὑποδείγματα καὶ κανόνες προετέθησαν τοῖς βουλομένοις ἀκολουθεῖν τοῖς ἴχνεσι τῶν ἁγίων, καὶ κατὰ τὸν ὅμοιον ἐκείνοις ζῆλον φθάσαι πρὸς τὴν τῶν ἀγαθῶν ἔργων τελείωσιν. εἶτα νόμον ἔδωκεν εἰς βοήθειαν, δι’ ἀγγέλων αὐτὸν διαταξάμενος ἐν χειρὶ Μωϋσέως· εἶτα προφήτας, προκαταγγέλλοντας τὴν μέλλουσαν ἔσεσθαι σωτηρίαν, κριτάς, βασιλεῖς, δικαίους, ποιοῦντας δυνάμεις ἐν χειρὶ κρυφαίᾳ. μετὰ πάντας τούτους, ἐπʼ ἐσχάτων τῶν ἡμερῶν αὐτὸς ἐφανερώθη ἐν σαρκί, γενόμενος ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
- 261.2
Εἰ τοίνυν μὴ γέγονε τοῦ Κυρίου ἡ ἐν σαρκὶ ἐπιδημία, οὐκ ἔδωκε μὲν ὁ Λυτρωτὴς τὸ ὑπὲρ ἡμῶν τίμημα τῷ θανάτῳ, οὐ διέκοψε δὲ τοῦ θανάτου τὴν βασιλείαν δι’ ἑαυτοῦ. εἰ γὰρ ἄλλο μὲν ἦν τὸ βασιλευόμενον ὑπὸ τοῦ θανάτου, ἄλλο δὲ τὸ παρὰ τοῦ Κυρίου προσληφθέν, οὐκ ἂν μὲν ἐπαύσατο τὰ ἑαυτοῦ ἐνεργῶν ὁ θάνατος, οὐκ ἂν δὲ ἡμέτερον κέρδος ἐγένετο τῆς σαρκὸς τῆς θεοφόρου τὰ πάθη· οὐκ ἀπέκτεινε δὲ τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· οὐκ ἐζωοποιήθημεν ἐν τῷ Χριστῷ οἱ ἐν τῷ Ἀδὰμ ἀποθανόντες· οὐκ ἀνεπλάσθη τὸ διαπεπτωκός· οὐκ ἀνωρθώθη τὸ κατερραγμένον· οὐ προσῳκειώθη τῷ Θεῷ τὸ διὰ τῆς ἀπάτης τοῦ ὄφεως ἀλλοτριωθέν. ταῦτα γὰρ πάντα ἀναιρεῖται παρὰ τῶν οὐράνιον σῶμα λεγόντων ἔχοντα τὸν Κύριον παραγεγενῆσθαι. τίς δὲ χρεία τῆς ἁγίας παρθένου, εἰ μὴ ἐκ τοῦ φυράματος τοῦ Ἀδὰμ ἔμελλεν ἡ θεοφόρος σὰρξ προσλαμβάνεσθαι; ἀλλὰ τίς οὕτω τολμηρός, ὥστε τὸ πάλαι σιωπηθὲν Οὐαλεντίνου δόγμα νῦν πάλιν διὰ σοφιστικῶν ῥημάτων καὶ τῆς ἐκ τῶν Γραφῶν δῆθεν μαρτυρίας ἀνανεοῦσθαι; οὐ γὰρ νεώτερον τοῦτο τῆς δοκήσεως τὸ ἀσέβημα, ἀλλὰ πάλαι ἀπὸ τοῦ ματαιόφρονος ἀρξάμενον Οὐαλεντίνου, ὃς ὀλίγας τοῦ ἀποστόλου λέξεις ἀποσπαράξας, τὸ δυσσεβὲς ἑαυτῷ κατεσκεύασε πλάσμα, μορφὴν λέγων δούλου, καὶ οὐχὶ αὐτὸν τὸν δοῦλον ἀνειληφέναι, καὶ ἐν σχήματι λέγων τὸν Κύριον γεγενῆσθαι, ἀλλʼ οὐχὶ αὐτὸν τὸν ἄνθρωπον παρʼ αὐτοῦ προσειλῆφθαι. τούτοις ἐοίκασι συγγενῆ φθέγγεσθαι οὗτοι, οὓς ἀποδύρεσθαι προσήκει, τὰς νεωτερικὰς ὑμῖν ἐπεισάγοντας ταραχάς.
- 261.3
Τὸ δὲ ἐπʼ αὐτὴν λέγειν τὴν θεότητα τὰ τοῦ ἀνθρώπου διαβαίνειν πάθη οὐδαμῶς σωζόντων ἐστὶ τὸ ἐν διανοίαις ἀκόλουθον, οὔτε εἰδότων, ὅτι ἄλλα σαρκὸς πάθη, καὶ ἄλλα σαρκὸς ἐμψύχου, καὶ ἄλλα ψυχῆς σώματι κεχρημένης. σαρκὸς μὲν οὖν ἴδιον τὸ τέμνεσθαι καὶ μειοῦσθαι καὶ διαλύεσθαι· καὶ πάλιν σαρκὸς ἐμψύχου τὸ κοποῦσθαι καὶ ὀδυνᾶσθαι καὶ πεινᾷν καὶ διψᾷν καὶ ὕπνῳ κρατεῖσθαι· ψυχῆς δὲ σώματι κεχρημένης λύπαι καὶ ἀδημονίαι καὶ φροντίδες καὶ ὅσα τοιαῦτα. ὧν τὰ μὲν φυσικὰ καὶ ἀναγκαῖα τῷ ζώῳ, τὰ δὲ ἐκ προαιρέσεως μοχθηρᾶς, διὰ τὸ ἀνάγωγον τοῦ βίου καὶ πρὸς ἀρετὴν ἀγύμναστον ἐπεισαγόμενα. ὅθεν φαίνεται ὁ Κύριος τὰ μὲν φυσικὰ πάθη παραδεξάμενος εἰς βεβαίωσιν τῆς ἀληθινῆς καὶ οὐ κατὰ φαντασίαν ἐνανθρωπήσεως, τὰ δὲ ἀπὸ κακίας πάθη, ὅσα τὸ καθαρὸν τῆς ζωῆς ἡμῶν ἐπιρρυπαίνει, ταῦτα ὡς ἀνάξια τῆς ἀχράντου θεότητος ἀπωσάμενος. διὰ τοῦτο εἴρηται ἐν ὁμοιώματι γεγενῆσθαι σαρκὸς ἁμαρτίας· οὐ γὰρ ἐν ὁμοιώματι σαρκός, ὡς τούτοις δοκεῖ, ἀλλʼ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας· ὥστε σάρκα μὲν τὴν ἡμετέραν ἀνέλαβε μετὰ τῶν φυσικῶν αὐτῆς παθῶν, ἁμαρτίαν δὲ οὐκ ἐποίησεν. ἀλλʼ ὥσπερ ὁ θάνατος, ὁ ἐν τῇ σαρκί, διὰ τοῦ Ἀδὰμ εἰς ἡμᾶς παραπεμφθείς, κατεπόθη ὑπὸ τῆς θεότητος, οὕτω καὶ ἡ ἁμαρτία ἐξανηλώθη ὑπὸ τῆς δικαιοσύνης τῆς ἐν Χριστῷ Ἰησοῦ· ὥστε ἡμᾶς ἐν τῇ ἀναστάσει ἀπολαβεῖν τὴν σάρκα, μήτε ὑπόδικον θανάτῳ, μήτε ὑπεύθυνον ἁμαρτίᾳ.
- 261.4
Ταῦτά ἐστιν, ἀδελφοί, τὰ τῆς Ἐκκλησίας μυστήρια, αὗται τῶν πατέρων αἱ παραδόσεις. διαμαρτυρόμεθα παντὶ ἀνθρώπῳ φοβουμένῳ τὸν Κύριον, καὶ κρίσιν Θεοῦ ἀναμένοντι, διδαχαῖς ποικίλαις μὴ παραφέρεσθαι. εἴ τις ἑτεροδιδασκαλεῖ καὶ μὴ προσέρχεται ὑγιαίνουσι λόγοις τῆς πίστεως, ἀλλὰ παρωθούμενος τὰ τοῦ Πνεύματος λόγια τὴν οἰκείαν διδασκαλίαν κυριωτέραν ποιεῖται τῶν εὐαγγελικῶν διδαγμάτων, φυλάσσεσθε τὸν τοιοῦτον.
- 261.5
Παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις συνελθεῖν ποτε, ὥστε ὅσα τὸν λόγον ἡμῶν διέφυγε, ταῦτα διὰ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ἀναπληρῶσαι. καὶ γὰρ ὀλίγα ἐκ πολλῶν ὑμῖν ἐπεστείλαμεν, οὐ βουλόμενοι ἔξω γενέσθαι τοῦ μέτρου τῆς ἐπιστολῆς, καὶ ἅμα πεπεισμένοι ὅτι τοῖς φοβουμένοις τὸν Κύριον ἐξαρκεῖ καὶ ἡ δι’ ὀλίγων ὑπόμνησις.
- 262.1
Καλῶς ἐποίησας ἐπιστείλας ἡμῖν, ἔδειξας γὰρ οὐ μικρὸν τὸν καρπὸν τῆς ἀγάπης· καὶ συνεχῶς ποίει τοῦτο. μὴ μέντοι νομίσῃς ἀπολογίας σοι δεῖν, ὅταν ἡμῖν ἐπιστέλλῃς. γνωρίζομεν γὰρ ἑαυτούς, καὶ οἴδαμεν, ὅτι παντὶ ἀνθρώπῳ πρὸς πάντας ὁμοτιμίας ἰσότης ἐστὶ κατὰ τὴν φύσιν, ὑπεροχαὶ δὲ ἐν ἡμῖν οὐ κατὰ γένος, οὐδὲ κατὰ περιουσίαν χρημάτων, οὐδὲ κατὰ τὴν τοῦ σώματος κατασκευήν, ἀλλὰ κατὰ τὴν ὑπεροχὴν τοῦ φόβου τοῦ πρὸς τὸν Θεόν. ὥστε τί κωλύει σε πλεῖον φοβούμενον τὸν Δεσπότην, μείζονα ἡμῶν εἶναι κατʼ αὐτὸ τοῦτο; συνεχῶς οὖν ἡμῖν ἐπίστελλε, καὶ γνώριζε πῶς ἡ περὶ σὲ ἀδελφότης, καὶ τίνες τῶν τῆς ἐκκλησίας τῆς καθʼ ὑμᾶς ὑγιαίνουσιν, ἵνα εἰδῶμεν οἷς χρὴ γράφειν, καὶ τίσιν ἐπαναπαύεσθαι. ἐπεὶ δὲ ἀκούω τινὰς εἶναι τοὺς τὸ εὐθὲς περὶ τῆς ἐνανθρωπήσεως τοῦ Κυρίου δόγμα ἐν διαστρόφοις ὑπολήψεσι παραχαράσσοντας, παρακαλῶ αὐτοὺς διὰ τῆς σῆς ἀγάπης ἀποσχέσθαι τῆς ἀτόπου ἐκείνης ἐννοίας, ἣν ἔχειν τινὲς ἡμῖν καταγγέλλονται, ὡς αὐτοῦ τοῦ Θεοῦ εἰς σάρκα τραπέντος, καὶ οὐχὶ προσλαβόντος διὰ τῆς ἁγίας Μαρίας τὸ τοῦ Ἀδὰμ φύραμα, ἀλλʼ αὐτοῦ τῇ οἰκείᾳ θεότητι εἰς τὴν ὑλικὴν φύσιν μεταβληθέντος.
- 262.2
Τοῦτο δὲ τὸ ἄτοπον ἐλέγξαι καὶ πάνυ ῥᾴδιον. ἀλλʼ ἐπειδὴ αὐτόθεν ἔχει τὸ ἐναργὲς ἡ βλασφημία, νομίζω τῷ φοβουμένῳ τὸν Κύριον ἀρκεῖν καὶ μόνην τὴν ὑπόμνησιν. εἰ γὰρ ἐτράπη, καὶ ἠλλοιώθη. τοῦτο δὲ ἀπείη καὶ λέγειν καὶ ἐννοεῖν, τοῦ Θεοῦ εἰπόντος· Ἐγώ εἰμι καὶ οὐκ ἠλλοίωμαι. ἔπειτα, πῶς εἰς ἡμᾶς διέβη ἡ τῆς ἐνανθρωπήσεως ὠφέλεια, εἰ μὴ τὸ ἡμέτερον σῶμα, τῇ θεότητι συναφθέν, κρεῖττον ἐγένετο τῆς τοῦ θανάτου ἐπικρατείας; οὐ γὰρ τραπεὶς οἰκεῖον ὑπεστήσατο σῶμα, ὅπερ παχυνθείσης αὐτῷ τῆς θεϊκῆς φύσεως ὑπέστη. πῶς δὲ ἡ ἀπερίληπτος θεότης εἰς μικροῦ σώματος ὄγκον περιεγράφη, εἴπερ ἐτράπη πᾶσα ἡ τοῦ Μονογενοῦς φύσις;
- 262.3
Ἀλλὰ τοῦτο μὲν οὐδένα ἡγοῦμαι νοῦν ἔχοντα καὶ τὸν φόβον τοῦ Θεοῦ κεκτημένον πάσχειν τὸ ἀρρώστημα. ἐπειδὴ δὲ ἦλθεν εἰς ἐμὲ ἡ φήμη, ὅτι τινὲς τῶν μετὰ τῆς ἀγάπης σου ἐν τῇ ἀσθενείᾳ ταύτῃ τῶν λογισμῶν εἰσιν, ἀναγκαῖον ἡγησάμην, μὴ ψιλὴν ποιήσασθαι τὴν πρόσρησιν, ἀλλʼ ἔχειν τι τὴν ἐπιστολὴν ἡμῶν τοιοῦτον, ὃ δύναται καὶ οἰκοδομῆσαι τὰς ψυχὰς τῶν φοβουμένων τὸν Κύριον. ταῦτα οὖν παρακαλοῦμεν, διορθώσεως τυχεῖν ἐκκλησιαστικῆς καὶ τῆς πρὸς τοὺς αἱρετικοὺς κοινωνίας ὑμᾶς ἀπέχεσθαι, εἰδότας ὅτι τὸ ἐν τούτοις ἀδιαφορεῖν τὴν ἐπὶ τοῦ Χριστοῦ παρρησίαν ἡμῶν ἀφαιρεῖται.
- 263.1
Κύριος ὁ Θεὸς ἡμῶν, ἐφʼ ὃν ἠλπίσαμεν, τοσαύτην ὑμῶν ἑκάστῳ παράσχοι χάριν εἰς τὸ ἐπιτυχεῖν τῆς προκειμένης ἐλπίδος, ὅσης αὐτοὶ χαρᾶς τὰς καρδίας ἡμῶν ἐνεπλήσατε, ἔκ τε τῶν γραμμάτων ἃ ἐπεστείλατε ἡμῖν διὰ τῶν ποθεινοτάτων συμπρεσβυτέρων ἡμῶν, καὶ ἐκ τῆς συμπαθείας τῶν καθʼ ἡμᾶς λυπηρῶν ἣν συνεπαθήσατε ἡμῖν, ὡς ἐνδεδυμένοι σπλάγχνα οἰκτιρμοῦ, καθὼς ἀπήγγειλαν ἡμῖν οἱ προειρημένοι. καὶ γὰρ εἰ καὶ τὰ τραύματα ἡμῶν ὅμοια διαμένει, ἀλλʼ οὖν φέρει τινὰ ἡμῖν ῥᾳστώνην τὸ ἑτοίμους ἔχειν τοὺς ἰατρούς, δυναμένους, εἰ καιροῦ λάβοιντο, ταχεῖαν ἐπαγαγεῖν τῶν ἀλγημάτων τὴν ἴασιν. διὸ καὶ πάλιν ὑμᾶς διὰ τῶν ἀγαπητῶν καὶ προσφθεγγόμεθα καὶ παρακαλοῦμεν, εἰ μὲν δίδωσιν ὑμῖν ὁ Κύριος ἄδειαν τοῦ ὡς ἡμᾶς ἀφικέσθαι, μὴ ὀκνῆσαι ἡμῶν τὴν ἐπίσκεψιν. ἐντολῆς γάρ ἐστι τῆς μεγίστης ἡ τῶν ἀσθενούντων ἐπίσκεψις. εἰ δὲ ὁ ἀγαθὸς Θεὸς καὶ σοφὸς τῆς ζωῆς ἡμῶν οἰκονόμος τὴν χάριν ταύτην εἰς ἕτερον καιρὸν ταμιεύεται, ἀλλʼ ἐπιστείλατε ἡμῖν ὅσα παρʼ ὑμῶν πρέπει γραφῆναι εἰς παράκλησιν μὲν τῶν θλιβομένων, διόρθωσιν δὲ τῶν συντετριμμένων. πολλὰ γὰρ ἤδη τὰ συντρίμματα τῆς Ἐκκλησίας γέγονε, καὶ πολλὴ ἡμῖν επʼ αὐτοῖς ἡ θλίψις· καὶ προσδοκία βοηθείας ἑτέρωθεν οὐδαμόθεν, ἐὰν μὴ ὁ Κύριος δι’ ὑμῶν τῶν γνησίως δουλευόντων αὐτῷ ἐξαποστείλῃ τὴν ἴασιν.
- 263.2
Τὸ μὲν οὖν ἰταμὸν καὶ ἀναίσχυντον τῆς αἱρέσεως τῶν Ἀρειανῶν, φανερῶς ἀπορραγὲν τοῦ σώματος τῆς Ἐκκλησίας, μένει ἐπὶ τῆς ἰδίας πλάνης, καὶ ὀλίγα ἡμᾶς λυμαίνεται διὰ τὸ πᾶσι πρόδηλον αὐτῶν τὴν ἀσέβειαν εἶναι· οἱ δὲ τὴν δορὰν τοῦ προβάτου περιβεβλημένοι καὶ τὴν ἐπιφάνειαν ἥμερον προβαλλόμενοι καὶ πραεῖαν, ἔνδοθεν δὲ σπαράσσοντες ἀφειδῶς τὰ τοῦ Χριστοῦ ποίμνια, καὶ διὰ τὸ ἐξ ἡμῶν ὡρμῆσθαι, εὐκόλως ἐμβάλλοντες βλάβην τοῖς ἁπλουστέροις, οὗτοί εἰσιν οἱ χαλεποὶ καὶ δυσφύλακτοι. οὓς ἀξιοῦμεν παρὰ τῆς ὑμετέρας ἀκριβείας πρὸς πάσας τὰς κατὰ τὴν ἀνατολὴν ἐκκλησίας δημοσιευθῆναι, ἵνα ἢ ὀρθοποδήσαντες γνησίως ὦσι σὺν ἡμῖν, ἢ μένοντες ἐπὶ τῆς διαστροφῆς ἐν ἑαυτοῖς μόνοις τὴν βλάβην ἔχωσι, μὴ δυνάμενοι ἐκ τῆς ἀφυλάκτου κοινωνίας τῆς ἰδίας νόσου μεταδιδόναι τοῖς πλησιάζουσιν. ἀνάγκη δὲ τούτων ὀνομαστὶ μνησθῆναι, ἵνα καὶ αὐτοὶ γνωρίσητε τοὺς ταραχὰς παρʼ ἡμῖν ἐργαζομένους· καὶ ταῖς ἐκκλησίαις ἡμῶν φανερὸν καταστήσατε. ὁ μὲν γὰρ παρʼ ἡμῶν λόγος ὕποπτός ἐστι τοῖς πολλοῖς, ὡς τάχα διά τινας ἰδιωτικὰς φιλονεικίας τὴν μικροψυχίαν πρὸς αὐτοὺς ἑλομένων· ὑμεῖς δέ, ὅσον μακρὰν αὐτῶν ἀπῳκισμένοι τυγχάνετε, τοσούτῳ πλέον παρὰ τοῖς λαοῖς τὸ ἀξιόπιστον ἔχετε, πρὸς τῷ καὶ τὴν παρὰ τοῦ Θεοῦ χάριν συναίρεσθαι ὑμῖν εἰς τὴν ὑπὲρ τῶν καταπονουμένων ἐπιμέλειαν. ἐὰν δὲ καὶ συμφώνως πλείονες ὁμοῦ τὰ αὐτὰ δογματίσητε, δῆλον ὅτι τὸ πλῆθος τῶν δογματισάντων ἀναντίρρητον πᾶσι τὴν παραδοχὴν κατασκευάσει τοῦ δόγματος.
- 263.3
Ἔστι τοίνυν εἷς τῶν πολλὴν ἡμῖν κατασκευαζόντων λύπην, Εὐστάθιος ὁ ἐκ τῆς Σεβαστείας τῆς κατὰ τὴν μικρὰν Ἀρμενίαν· ὅς, πάλαι μαθητευθεὶς τῷ Ἀρείῳ, καὶ ὅτε ἤκμαζεν ἐπὶ τῆς Ἀλεξανδρείας τὰς πονηρὰς κατὰ τοῦ Μονογενοῦς συντιθεὶς βλασφημίας, ἀκολουθῶν ἐκείνῳ καὶ τοῖς γνησιωτάτοις αὐτοῦ τῶν μαθητῶν ἐναριθμούμενος, ἐπειδὴ ἐπανῆλθεν εἰς τὴν ἑαυτοῦ, τῷ μακαριωτάτῳ ἐπισκόπῳ Ἑρμογένει τῷ Καισαρείας, κρίνοντι αὐτὸν ἐπὶ τῇ κακοδοξίᾳ, ὁμολογίαν ἔδωκε πίστεως ὑγιοῦς. καὶ οὕτω τὴν χειροτονίαν ὑπʼ αὐτοῦ δεξάμενος, μετὰ τὴν ἐκείνου κοίμησιν πρὸς τὸν ἐπὶ τῆς Κωνσταντινουπόλεως Εὐσέβιον ἔδραμεν, οὐδενὸς ἔλαττον καὶ αὐτὸν τὸ δυσσεβὲς δόγμα τοῦ Ἀρείου πρεσβεύοντα. εἶτα ἐκεῖθεν διὰ οἵας δήποτε αἰτίας ἀπελαθείς, ἐλθὼν τοῖς ἐπὶ τῆς πατρίδος ἀπελογήσατο πάλιν, τὸ μὲν δυσσεβὲς ἐπικρυπτόμενος φρόνημα, ῥημάτων δέ τινα ὀρθότητα προβαλλόμενος. καὶ τυχὼν τῆς ἐπισκοπῆς ὡς ἔτυχεν, εὐθὺς φαίνεται γράψας ἀναθεματισμὸν τοῦ ὁμοουσίου ἐν τῷ κατὰ Ἀγκύραν γενομένῳ αὐτοῖς συλλόγῳ. κἀκεῖθεν ἐπὶ τὴν Σελεύκειαν ἐλθών, δέδρακε μετὰ τῶν ἑαυτοῦ ὁμοδόξων ἃ πάντες ἴσασιν. ἐν δὲ τῇ Κωνσταντινουπόλει συνέθετο πάλιν τοῖς ἀπὸ τῶν αἱρετικῶν προταθεῖσι. καὶ οὕτως ἀπελαθεὶς τῆς ἐπισκοπῆς διὰ τὸ ἐν τῇ Μελιτινῇ προκαθῃρῆσθαι, ὁδὸν ἑαυτῷ τῆς ἀποκατατάσεως ἐπενόησε τὴν ὡς ὑμᾶς ἄφιξιν. καὶ τίνα μέν ἐστιν ἃ προετάθη αὐτῷ παρὰ τοῦ μακαριωτάτου ἐπισκόπου Αιβερίου, τίνα δὲ ἃ αὐτὸς συνέθετο, ἀγνοοῦμεν, πλὴν ὅτι ἐπιστολὴν ἐκόμισεν ἀποκαθιστῶσαν αὐτόν, ἣν ἐπιδείξας τῇ κατὰ Τύανα συνόδῳ ἀποκατέστη τῷ τόπῳ. οὗτος νῦν πορθεῖ τὴν πίστιν ἐκείνην, ἐφʼ ᾗ ἐδέχθη, καὶ τοῖς ἀναθεματίζουσι τὸ ὁμοούσιον σύνεστι, καὶ πρωτοστάτης ἐστὶ τῆς τῶν πνευματομάχων αἱρέσεως. ἐπεὶ οὖν αὐτόθεν γέγονεν αὐτῷ ἡ δύναμις τοῦ ἀδικεῖν τὰς ἐκκλησίας, καὶ τῇ παρʼ ὑμῶν δεδομένῃ αὐτῷ παρρησίᾳ κέχρηται εἰς καταστροφὴν τῶν πολλῶν, ἀνάγκη αὐτόθεν ἐλθεῖν καὶ τὴν διόρθωσιν, καὶ ἐπισταλῆναι ταῖς ἐκκλησίαις τίνα μέν ἐστιν ἐφʼ οἷς ἐδέχθη, πῶς δὲ νῦν μεταβληθεὶς ἀκυροῖ τὴν χάριν τὴν δοθεῖσαν αὐτῷ διὰ τῶν τότε πατέρων.
- 263.4
Δεύτερος μετʼ αὐτόν ἐστιν Ἀπολινάριος, οὐ μικρῶς καὶ αὐτὸς τὰς ἐκκλησίας παραλυπῶν. τῇ γὰρ τοῦ γράφειν εὐκολίᾳ πρὸς πᾶσαν ὑπόθεσιν ἔχων ἀρκοῦσαν αὐτῷ τὴν γλῶσσαν, ἐνέπλησε μὲν τῶν ἑαυτοῦ συνταγμάτων τὴν οἰκουμένην, παρακούσας τοῦ ἐγκλήματος τοῦ λέγοντος, ὅτι Φύλαξαι ποιῆσαι βιβλία πολλά· ἐν δὲ τῷ πλήθει δηλονότι πολλὰ καὶ ἡμάρτηται. πῶς γὰρ δυνατὸν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν; ἔστι μὲν οὖν αὐτοῦ καὶ τὰ τῆς θεολογίας, οὐκ ἐκ γραφικῶν ἀποδείξεων, ἀλλʼ ἐξ ἀνθρωπίνων ἀφορμῶν τὴν κατασκευὴν ἔχοντα· ἔστι δὲ αὐτῷ καὶ τὰ περὶ ἀναστάσεως μυθικῶς συγκείμενα, μᾶλλον δὲ Ἰουδαϊκῶς, ἐν οἷς φησι πάλιν ἡμᾶς πρὸς τὴν νομικὴν ὑποστρέφειν λατρείαν, καὶ πάλιν ἡμᾶς περιτμηθήσεσθαι, καὶ σαββατίζειν, καὶ βρωμάτων ἀπέχεσθαι, καὶ θυσίας προσοίσειν Θεῷ, καὶ προσκυνήσειν ἐν Ἱεροσολύμοις ἐπὶ τοῦ ναοῦ, καὶ ὅλως ἀπὸ Χριστιανῶν Ἰουδαίους γενήσεσθαι. ὧν τί ἂν γένοιτο καταγελαστότερον, μᾶλλον δὲ ἀλλοτριώτερον τοῦ εὐαγγελικοῦ δόγματος; εἶτα καὶ τὰ περὶ σαρκώσεως τοσαύτην ἐποίησε τῇ ἀδελφότητι τὴν ταραχήν, ὥστε ὀλίγοι λοιπὸν τῶν ἐντετυχηκότων τὸν ἀρχαῖον τῆς εὐσεβείας διασώζουσι χαρακτῆρα· οἱ δὲ πολλοί, ταῖς καινοτομίαις προσέχοντες, ἐξετράπησαν εἰς ζητήσεις καὶ φιλονείκους ἐφευρέσεις τῶν ἀνωφελῶν τούτων ῥημάτων.
- 263.5
Ὁ μέντοι Παυλῖνος, εἰ μέν τι καὶ περὶ τὴν χειροτονίαν ἐπιλήψιμον ἔχει αὐτοὶ ἂν εἴποιτε· ἡμᾶς δὲ λυπεῖ, τοῖς Μαρκέλλου προσπεπονθὼς δόγμασι, καὶ τοὺς ἀκολουθοῦντας αὐτῷ ἀδιακρίτως εἰς τὴν κοινωνίαν ἑαυτοῦ προσιέμενος. οἴδατε δέ, ἀδελφοὶ τιμιώτατοι, ὅτι πάσης ἡμῶν τῆς ἐλπίδος ἀθέτησιν ἔχει τὸ Μαρκέλλου δόγμα, οὔτε Υἱὸν ἐν ἰδίᾳ ὑποστάσει ὁμολογοῦν, ἀλλὰ προενεχθέντα καὶ πάλιν ὑποστρέψαντα εἰς τὸν ὅθεν προῆλθεν, οὔτε τὸν Παράκλητον ἰδίως ὑφεστηκέναι συγχωροῦν· ὥστε οὐκ ἄν τις ἁμάρτοι Χριστιανισμοῦ μὲν παντελῶς ἀλλοτρίαν ἀποφαίνων τὴν αἵρεσιν, Ἰουδαϊσμὸν δὲ παρεφθαρμένον αὐτὴν προσαγορεύων. τούτων τὴν ἐπιμέλειαν γενέσθαι παρʼ ὑμῶν ἐπιζητοῦμεν. γένοιτο δʼ ἄν, εἰ ἐπιστεῖλαι καταξιώσητε πάσαις ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις, τοὺς ταῦτα παραχαράσσοντας, εἰ μὲν διορθοῖντο, εἶκαι κοινωνικούς, εἰ δὲ ἐπιμένειν φιλονείκως βούλοιντο ταῖς καινοτομίαις, χωρίζεσθαι ἀπʼ αὐτῶν. καὶ ὅτι μὲν ἔδει ἡμᾶς συνεδρεύοντας μετὰ τῆς ὑμετέρας φρονήσεως ἐν κοινῇ σκέψει τὰ περὶ τούτων διαλαβεῖν, οὐδὲ αὐτοὶ ἀγνοοῦμεν· ἀλλʼ ἐπειδὴ ὁ καιρὸς οὐκ ἐνδίδωσι καὶ τὸ ἀναβάλλεσθαι βλαβερόν, τῆς ἀπʼ αὐτῶν βλάβης ἐρριξωμένης, ἀναγκαίως ἀπεστείλαμεν τοὺς ἀδελφούς, ἵνα ὅσα καὶ τὴν ἐκ τοῦ γράμματος διδασκαλίαν παρέλαθε, ταῦτα παρʼ ἑαυτῶν ἀναδιδάξαντες, κινήσωσιν ὑμῶν τὴν εὐλάβειαν εἰς τὸ παρασχέσθαι τὴν ἐπιζητουμένην βοήθειαν ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.
- 264.1
Τῷ ὡς ἀληθῶς θεοφιλεστάτῳ καὶ πάσης αἰδοῦς καὶ τιμῆς ἀξίῳ ἐπισκόπῳ Βάρσῃ Βασίλειος ἐν Κυρίῳ χαίρειν. ἐρχομένων τῶν γνησιωτάτων ἀδελφῶν τῶν περὶ Δομνῖνον πρὸς τὴν εὐλάβειάν σου, ἡδέως τὴν ἀφορμὴν τῶν γραμμάτων ἐδεξάμεθα, καὶ προσαγορεύομέν σε δι’ αὐτῶν, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ μέχρι τοσούτου φυλαχθῆναι τῇ ζωῇ ταύτῃ, μέχρις οὗ καταξιωθῶμεν ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ χαρισμάτων. μόνον εὔχου, παρακαλῶ, ἵνα ὁ Κύριος μὴ παραδῷ ἡμᾶς εἰς τέλος τοῖς ἐχθροῖς τοῦ σταυροῦ τοῦ Χριστοῦ, ἀλλὰ φυλάξῃ τὰς ἑαυτοῦ ἐκκλησίας μέχρι τοῦ καιροῦ τῆς εἰρήνης, ἣν αὐτὸς οἶδεν ὁ δίκαιος κριτὴς πότε ἀποδώσει. ἀποδώσει γάρ, καὶ οὐκ ἐγκαταλείψει ἡμᾶς εἰς τὸ παντελές. ἀλλʼ ὥσπερ τοῖς Ἰσραηλίταις τὴν ἑβδομηκονταετίαν ὥρισεν ὑπὲρ τῶν ἁμαρτημάτων εἰς τὴν τῆς αἰχμαλωσίας καταδίκην, οὕτω τάχα καὶ ἡμᾶς ὁ δυνατὸς χρόνῳ τινὶ ὡρισμένῳ παραδοὺς ἀνακαλέσεταί ποτε καὶ ἀποκαταστήσει εἰς τὴν ἐξ ἀρχῆς εἰρήνην· εἰ μὴ ἄρα ἐγγύς πού ἐστιν ἡ ἀποστασία καὶ τὰ νῦν γινόμενα προοίμιά ἐστι τῆς εἰσόδου τοῦ Ἀντιχρίστου. ὅπερ δὲ ἐὰν ᾖ, προσεύχου ἵνα ἢ τὰς θλίψεις παρενέγκῃ ἢ ἡμᾶς ἀπταίστους διὰ τῶν θλίψεων ὁ ἀγαθὸς διασώσηται. πᾶσαν τὴν συνοδίαν τὴν καταξιωθεῖσαν συνεῖναι τῇ εὐλαβείᾳ σου ἀσπαζόμεθα διὰ σοῦ. τὴν σὴν εὐλάβειαν οἱ σὺν ἡμῖν πάντες προσαγορεύουσιν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, φυλαχθείης τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.
- 265.1
ἐπισκόποις Αἰγύπτου ἐξορισθεῖσιν Μεγάλην ἐν πᾶσιν εὑρίσκομεν τοῦ ἀγαθοῦ Θεοῦ τὴν περὶ τὰς ἐκκλησίας αὐτοῦ οἰκονομίαν, ὥστε καὶ τὰ δοκοῦντα εἶναι σκυθρωπὰ καὶ μὴ πάντῃ κατὰ βούλησιν ἀπαντῶντα, καὶ ταῦτα ἐπʼ ὠφελείᾳ τῶν πολλῶν οἰκονομεῖσθαι, ἐν τῇ δυσθεωρήτῳ τοῦ Θεοῦ σοφίᾳ καὶ τοῖς ἀνεξιχνιάστοις αὐτοῦ τῆς δικαιοσύνης κρίμασιν. ἰδοὺ γὰρ καὶ τὴν ὑμετέραν ἀγάπην ἐκ τῶν κατʼ Αἴγυπτον τόπων ἀναστήσας ὁ Κύριος, εἰς μέσην ἀγαγὼν τὴν Παλαιστίνην ἱδρύσατο, κατὰ μίμησιν τοῦ πάλαι Ἰσραήλ, ὃν διὰ τῆς αἰχμαλωσίας ἀγαγὼν εἰς τὴν Ἀσσυρίων γῆν, ἔσβεσε τὴν ἐκεῖ εἰδωλολατρείαν διὰ τῆς τῶν ἁγίων ἐπιδημίας. καὶ νῦν τοίνυν οὕτως εὑρίσκομεν λογιζόμενοι, ὅτι τὸν ὑπὲρ τῆς εὐσεβείας ἆθλον ὑμῶν προβαλλόμενος ὁ Κύριος, ὑμῖν μὲν διὰ τῆς ἐξορίας στάδιον ἤνοιξε τῶν μακαρίων ἀγωνισμάτων, τοῖς δὲ περιτυγχάνουσιν ὑμῶν τῇ ἀγαθῇ προαιρέσει ἐναργῆ τὰ πρὸς σωτηρίαν ἐχαρίσατο ὑποδείγματα. ἐπεὶ οὖν τῇ τοῦ Θεοῦ χάριτι ἐμάθομεν ὑμῶν τὴν ὀρθότητα τῆς πίστεως, ἐμάθομεν δὲ τὸ περὶ τὴν ἀδελφότητα ἐπιμελές, καὶ ὅτι οὐ παρέργως οὐδὲ ἠμελημένως παρέχεσθε τὰ κοινωφελῆ καὶ ἀναγκαῖα πρὸς σωτηρίαν, ἀλλʼ εἴ τι πρὸς οἰκοδομὴν τῶν ἐκκλησιῶν ἐνεργεῖν προαιρεῖσθε, δίκαιον ἐλογισάμεθα κοινωνοὶ γενέσθαι τῆς ἀγαθῆς μερίδος ὑμῶν καὶ συνάψαι ἑαυτοὺς διὰ τοῦ γράμματος τῇ ὑμετέρᾳ εὐλαβείᾳ. οὗπερ ἕνεκα ἀπεστείλαμεν καὶ τὸν ποθεινότατον υἱὸν ἡμῶν καὶ συνδιάκονον Ἐλπίδιον, ὁμοῦ μὲν τὴν ἐπιστολὴν διακομίζοντα, ὁμοῦ δὲ καὶ παρʼ ἑαυτοῦ δυνάμενον ἀπαγγεῖλαι ὑμῖν ὅσα τὴν ἐκ τοῦ γράμματος ἐκφύγῃ διδασκαλίαν.
- 265.2
Μάλιστα δὲ ἡμᾶς ἐπέρρωσε πρὸς τὴν ἐπιθυμίαν τῆς συναφείας ὑμῶν ἡ ἀκοὴ τοῦ περὶ τὴν ὀρθότητα ζήλου τῆς εὐσεβείας ὑμῶν· ὅτι οὔτε πλήθει συνταγμάτων οὔτε ποικιλίᾳ σοφισμάτων παρηνέχθη ὑμῶν τὸ στερρὸν τῆς καρδίας· ἀλλʼ ἐπέγνωτε μὲν τοὺς κατὰ τῶν ἀποστολικῶν δογμάτων καινοτομοῦντας, σιωπῇ δὲ κατασχεῖν τὴν ἐνεργουμένην παρʼ αὐτῶν βλάβην οὐ κατεδέξασθε. καὶ γὰρ τῷ ὄντι πολλὴν εὕρομεν λύπην παρὰ πᾶσι τοῖς ἀντεχομένοις τῆς τοῦ Κυρίου εἰρήνης ἐπὶ ταῖς νεωτεροποιίαις ταῖς παντοδαπαῖς Ἀπολιναρίου τοῦ Λαοδικέως, ὃς τοσούτῳ πλέον ἐλύπησεν ἡμᾶς, ὅσῳ ἔδοξεν εἶναι ἐξ ἡμῶν τὸ ἐξ ἀρχῆς. τὸ μὲν γὰρ παρὰ φανεροῦ πολεμίου παθεῖν τι, κἂν ὑπερβάλλῃ τῷ ἀλγεινῶ, φορητόν πώς ἐστι τῷ καταπονουμένῳ, καθὼς γέγραπται, ὅτι Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με ὑπήνεγκα ἄν· τὸ δὲ παρʼ ὁμοψύχου καὶ οἰκείου βλάβης τινὸς πειραθῆναι, τοῦτο δύσφορον παντελῶς καὶ οὐδεμίαν ἔχον παραμυθίαν. ὃν γὰρ προσεδοκήσαμεν συνασπιστὴν ἕξειν τῆς ἀληθείας, τοῦτον εὕρομεν νῦν ἐν πολλοῖς ἐμποδίζοντα τοῖς σωζομένοις ἐκ τοῦ περιέλκειν αὐτῶν τὸν νοῦν καὶ ἀποσπᾷν τῆς εὐθύτητος τῶν δογμάτων. τί γὰρ ἐν ἔργοις παρʼ αὐτοῦ τολμηρὸν καὶ θερμὸν οὐκ ἐπράχθη; τί δὲ ἐν λόγοις οὐ παρεπενοήθη νεώτερον καὶ ἐπικεκινδυνευμένον; οὐ πᾶσα μὲν Ἐκκλησία ἐφʼ ἑαυτὴν ἐμερίσθη, μάλιστα δὲ ταῖς ὑπὸ τῶν ὀρθοδόξων κυβερνωμέναις ἐπιπεμφθέντων παρʼ αὐτοῦ πρὸς τὸ σχίσαι καὶ ἰδίαν τινὰ παρασυναγωγὴν ἐκδικῆσαι; οὐχὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον, ὡς ἄνευ λαοῦ καὶ κλήρου ἐπισκόπων περιερχομένων, καὶ ὄνομα ψιλὸν περιφερόντων, οὐδὲν δὲ κατορθούντων εἰς προκοπὴν τοῦ εὐαγγελίου τῆς εἰρήνης καὶ σωτηρίας; οὐχὶ οἱ περὶ τοῦ Θεοῦ λόγοι πλήρεις παρʼ αὐτῷ εἰσιν ἀσεβῶν δογμάτων, τῆς παλαιᾶς ἀσεβείας τοῦ ματαιόφρονος Σαβελλίου δι’ αὐτοῦ νῦν ἀνανεωθείσης ἐν τοῖς συντάγμασιν; εἰ γὰρ ἃ περιφέρουσιν οἱ Σεβαστηνοὶ μὴ συμπέπλασται παρʼ ἐχθρῶν, ἀλλὰ κατʼ ἀλήθειαν αὐτοῦ εἰσι συγγραφαί, οὐδεμίαν εἰς ἀσέβειαν ὑπερβολὴν καταλέλοιπε, τὸν αὐτὸν Πατέρα λέγων καὶ Υἱὸν καὶ Πνεῦμα, καὶ ἄλλα τινὰ σκοτεινὰ ἀσεβήματα, ἃ ἡμεῖς οὐδὲ ταῖς ἀκοαῖς ἡμῶν κατεδεξάμεθα παραδέξασθαι, εὐχόμενοι μηδεμίαν μερίδα ἔχειν πρὸς τοὺς ἐκεῖνα τὰ ῥήματα φθεγξαμένους. οὐχὶ συγκέχυται παρʼ αὐτῷ ὁ τῆς ἐνανθρωπήσεως λόγος; οὐκ ἀμφίβολος γέγονε τοῖς πολλοῖς ἡ σωτήριος τοῦ Κυρίου ἡμῶν οἰκονομία ἐκ τῶν θολερῶν αὐτοῦ καὶ σκοτεινῶν περὶ σαρκώσεως ζητημάτων; ἃ πάντα συναγαγεῖν καὶ εἰς ἔλεγχον καταστῆσαι μακροῦ καὶ χρόνου καὶ λόγου δεῖται. τὸν δὲ τῶν ἐπαγγελιῶν τόπον τίς οὕτως ἠφάνισε καὶ ἠμαύρωσεν, ὡς ἡ τούτου μυθοποιία; ὅς γε τὴν μακαρίαν ἐλπίδα, τὴν ἀποκειμένην τοῖς πολιτευσαμένοις κατὰ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ, οὕτω ταπεινῶς καὶ ἐρριμμένως ἐτόλμησεν ἐξηγήσασθαι, ὥστε εἰς γραώδεις μύθους καὶ λόγους Ἰουδαϊκοὺς ἐκτραπῆναι· ἄνωθεν ἐπαγγέλλεται τοῦ ναοῦ τὴν ἀνανέωσιν, καὶ τῆς νομικῆς λατρείας τὴν παρατήρησιν, καὶ πάλιν ἀρχιερέα τυπικὸν μετὰ τὸν ἀληθινὸν ἀρχιερέα, καὶ θυσίαν ὑπὲρ ἁμαρτιῶν μετὰ τὸν ἀμνὸν τοῦ Θεοῦ τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· καὶ βαπτίσματα μερικὰ μετὰ τὸ ἓν βάπτισμα, καὶ σποδὸν δαμάλεως ῥαντίζουσαν τὴν Ἐκκλησίαν τὴν οὐκ ἔχουσαν διὰ τῆς εἰς Χριστὸν πίστεως σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων, καὶ καθαρισμὸν λέπρας μετὰ τὴν ἀπάθειαν τῆς ἀναστάσεως· καὶ ζηλοτυπίας προσφοράν, ὅτε οὔτε γαμοῦσιν οὔτε γαμίσκονται· ἄρτοι προθέσεως μετὰ τὸν ἄρτον τὸν ἐκ τοῦ οὐρανοῦ· λύχνοι καιόμενοι μετὰ τὸ φῶς τὸ ἀληθινόν· καὶ ὅλως εἰ νῦν ὁ νόμος τῶν ἐντολῶν ἐν δόγμασι κατήργηται, δῆλον ὅτι τότε τὰ δόγματα τοῦ Χριστοῦ ἐν τοῖς νομικοῖς ἐντάλμασιν ἀκυρωθήσεται.
- 265.3
Ἐπὶ τούτοις αἰσχύνη μὲν καὶ ἐντροπὴ ἐκάλυψεν ἡμῶν τὰ πρόσωπα, λύπη δὲ βαρεῖα πεπλήρωκεν ἡμῶν τὰς καρδίας. διὸ παρακαλοῦμεν ὑμᾶς, ὡς ἐπιστήμονας ἰατροὺς καὶ δεδιδαγμένους ἐν πραΰτητι παιδεύειν τοὺς ἀντιδιατιθεμένους, πειραθῆναι αὐτὸν ἐπαναγαγεῖν πρὸς τὴν εὐταξίαν τῆς Ἐκκλησίας, καὶ πεῖσαι αὐτὸν καταφρονῆσαι τῆς πολυφωνίας τῶν συνταγμάτων, ἐβεβαίωσε γὰρ τὸν τῆς παροιμίας λόγον, ὅτι Οὐκ ἔστιν ἐκ πολυλογίας ἐκφυγεῖν ἁμαρτίαν, στερρῶς δὲ αὐτῷ προβάλλειν τὰ τῆς ὀρθοδοξίας δόγματα, ἵνα κἀκείνου ἡ ἐπανόρθωσις φανερὰ γένηται καὶ τοῖς ἀδελφοῖς αὐτοῦ γνωρισθῇ ἡ μεταμέλεια.
- 265.4
Εὔλογον δὲ καὶ περὶ τῶν κατὰ Μάρκελλον ὑπομνῆσαι τὴν εὐλάβειαν ὑμῶν, ἵνα μηδὲν ἀπερισκέπτως μηδʼ εὐκόλως περὶ αὐτῶν τυπώσητε. ἀλλʼ ἐπειδὴ δογμάτων ἕνεκεν ἀσεβῶν ἐξῆλθε τῆς Ἐκκλησίας ἐκεῖνος, τοὺς ἑπομένους αὐτῷ ἀναγκαῖον, ἀναθεματίσαντας ἐκείνην τὴν αἵρεσιν οὕτω δεκτοὺς γενέσθαι τῇ κοινωνίᾳ, ἵνʼ οἱ ἡμῖν συναπτόμενοι δι’ ὑμῶν παρὰ πάσης δεχθῶσι τῆς ἀδελφότητος. ἐπεὶ νῦν γε οὐ μετρία κατέσχε λύπη τοὺς πολλούς, ἀκούσαντας ὅτι παραγενομένους πρὸς τὴν ὑμετέραν τιμιότητα καὶ προσήκασθε καὶ κοινωνίας αὐτοῖς ἐκκλησιαστικῆς μετεδώκατε. καίτοιγε εἰδέναι ὑμᾶς ἐχρῆν, ὅτι τῇ τοῦ Θεοῦ χάριτι οὔτε κατὰ τὴν ἀνατολὴν μόνοι ἐστέ, ἀλλὰ καὶ πολλοὺς ἔχετε τῆς ἑαυτῶν μερίδος, οἳ τὴν τῶν πατέρων ἐκδικοῦσιν ὀρθοδοξίαν, τῶν κατὰ Νίκαιαν τὸ εὐσεβὲς δόγμα τῆς πίστεως ἐκθεμένων· καὶ οἱ τῆς δύσεως πάντες σύμφωνοι ὑμῖν τε καὶ ἡμῖν τυγχάνουσιν· ὧν δεξάμενοι τῆς πίστεως τὸν τόμον ἔχομεν παρʼ ἑαυτοῖς, ἑπόμενοι αὐτῶν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ. ἔδει οὖν πάντας πληροφορεῖσθαι τοὺς ἐν τῇ αὐτῇ συναφείᾳ τυγχάνοντας ὑμῖν, ἵνα καὶ τὰ γινόμενα μᾶλλον βεβαιωθῇ ἐν τῇ πλειόνων συγκαταθέσει, καὶ ἡ εἰρήνη μὴ διεσπᾶτο ἐν τῇ τινων προσλήψει ἑτέρων ἀφισταμένων. οὕτως οὖν ἦν πρέπον βουλεύσασθαι ὑμᾶς στιβαρῶς καὶ πράως περὶ πραγμάτων πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις διαφερόντων. οὐ γὰρ ὁ ταχύ τι δογματίσας ἐπαινετός, ἀλλʼ ὁ παγίως καὶ ἀσαλεύτως ἕκαστα κανονίσας, ὥστε καὶ εἰς τὸν μετὰ ταῦτα χρόνον ἐξεταζομένην τὴν γνώμην δοκιμωτέραν φαίνεσθαι, οὗτος ἀπόδεκτος καὶ παρὰ Θεῷ καὶ ἀνθρώποις, ὡς οἰκονομῶν τοὺς λόγους αὐτοῦ ἐν κρίσει.
- 265.5
Ταῦτα, ὅσα ἐδίδου ἡμῖν ἡ διὰ τοῦ γράμματος ὁμιλία, προσεφθεγξάμεθα ὑμῶν τὴν εὐλάβειαν. παράσχοι δὲ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι ποτέ, ἵνα, πάντα πρὸς καταρτισμὸν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ μεθʼ ὑμῶν οἰκονομήσαντες, μεθʼ ὑμῶν δεξώμεθα τὸν μισθὸν τὸν ἡτοιμασμένον παρὰ τοῦ δικαίου κριτοῦ τοῖς πιστοῖς καὶ φρονίμοις οἰκονόμοις. τέως δὲ νῦν καταξιώσατε ἡμῖν ἀποστεῖλαι τὰς προτάσεις, ἐφʼ αἷς ἐδέξασθε τοὺς Μαρκέλλου, ἐκεῖνο εἰδότες, ὅτι κἂν πάνυ τὸ καθʼ ἑαυτοὺς ἀσφαλίσησθε, μόνοις ἑαυτοῖς ἐπιτρέψαι πρᾶγμα τοσοῦτον οὐκ ὀφείλετε, ἀλλὰ χρὴ καὶ τοὺς ἐν τῇ δύσει καὶ τοὺς κατὰ τὴν ἀνατολὴν κοινωνικούς συμψήφους αὐτῶν τῇ ἀποκαταστάσει γενέσθαι.
- 266.1
Καλῶς μου καθήψω καὶ πρεπόντως πνευματικῷ ἀδελφῷ, ἀληθινὴν ἀγάπην παρὰ τοῦ Κυρίου δεδιδαγμένῳ, ὅτι σοι μὴ πάντα καὶ μικρὰ καὶ μείζω φανερὰ ποιοῦμεν τῶν τῇδε. καὶ γὰρ ἐπιβάλλει καὶ σοὶ φροντίζειν τῶν καθʼ ἡμᾶς καὶ ἡμῖν τῇ σῇ ἀγάπῃ ἀναφέρειν τὰ ἡμέτερα. ἀλλὰ γίνωσκε, τιμιώτατε ἡμῖν καὶ ποθεινότατε ἀδελφέ, ὅτι τὸ συνεχὲς τῶν θλίψεων, καὶ ὁ πολὺς οὗτος ὁ κλόνος ὁ νῦν σαλεύων τὰς ἐκκλησίας, πρὸς οὐδὲν ἡμᾶς ξενίζεσθαι τῶν γινομένων ποιεῖ. ὡς γὰρ οἱ ἐν τοῖς χαλκείοις τὰς ἀκοὰς κατακτυπούμενοι ἐν μελέτῃ εἰσὶ τῶν ψόφων, οὕτως ἡμεῖς τῇ πυκνότητι τῶν ἀτόπων ἀγγελιῶν εἰθίσθημεν λοιπὸν ἀτάραχον ἔχειν καὶ ἀπτόητον τὴν καρδίαν πρὸς τὰ παράλογα. τὰ μὲν οὖν παρὰ τῶν Ἀρειανῶν ἐκ παλαιοῦ κατὰ τῆς Ἐκκλησίας σκευωρούμενα, εἰ καὶ πολλὰ καὶ μεγάλα καὶ κατὰ πᾶσαν διαβεβοημένα τὴν οἰκουμένην, ἀλλʼ οὖν φορητὰ ἡμῖν ἐστι διὰ τὸ παρὰ φανερῶν ἐχθρῶν καὶ πολεμίων τοῦ λόγου τῆς ἀληθείας γίνεσθαι· οὓς ὅταν μὴ ποιήσωσι τὰ συνήθη θαυμάζομεν, οὐχ ὅταν μέγα τι καὶ νεανικὸν κατὰ τῆς εὐσεβείας τολμήσωσι. λυπεῖ δὲ ἡμᾶς καὶ ταράσσει τὰ παρὰ τῶν ὁμοψύχων καὶ ὁμοδόξων γινόμενα. ἀλλʼ ὅμως καὶ ταῦτα, διὰ τὸ πολλὰ εἶναι καὶ συνεχῶς ἐμπίπτειν ἡμῶν ταῖς ἀκοαῖς, οὐδὲ ταῦτα παράδοξα καταφαίνεται. ὅθεν οὔτε ἐκινήθημεν ἐπὶ τοῖς πρώην γινομένοις ἀτάκτως, οὔτε τὰς σὰς διωχλήσαμεν ἀκοάς, τοῦτο μὲν εἰδότες ὅτι φήμη διακομίσει αὐτομάτως τὰ πεπραγμένα, τοῦτο δὲ ἀναμένοντες ἑτέρους ἀγγέλους τῶν λυπηρῶν γενέσθαι· ἔπειτα οὔτε κρίναντες εὔλογον εἶναι ὑμᾶς ἀγανακτεῖν ἐπὶ τοῖς τοιούτοις, ὥσπερ δυσχεραίνοντας διότι παρώφθητε. αὐτοῖς μέντοι τοῖς ταῦτα ποιήσασιν ἐπεστείλαμεν τὰ πρέποντα, παρακαλοῦντες αὐτούς, ἐπειδή τινα διχόνοιαν ἔπαθον οἱ ἐκεῖ ἀδελφοί, τῆς μὲν ἀγάπης μὴ ἀποστῆναι, τὴν δὲ διόρθωσιν ἀναμένειν παρὰ τῶν δυναμένων ἐκκλησιαστικῶς ἰατρεύειν τὰ πταίσματα. ὅπερ ἐπειδὴ ἐποίησας, καλῶς καὶ προσηκόντως κινηθείς, ἐπῃνέσαμέν σε, καὶ ηὐχαριστήσαμεν τῷ Κυρίῳ, ὅτι ἐστὶ λείψανον τῆς παλαιᾶς εὐταξίας σωζόμενον παρὰ σοὶ καὶ ἡ Ἐκκλησία τὴν ἑαυτῆς ἰσχὺν οὐκ ἀπώλεσεν ἐν τῷ ἡμετέρῳ διωγμῷ. οὐ γὰρ μεθʼ ἡμῶν ἐδιώχθησαν καὶ οἱ κανόνες. πολλάκις οὖν ὀχληθεὶς παρὰ τῶν Γαλατῶν, οὐδέποτε ἠδυνήθην αὐτοῖς ἀποκρίνασθαι, ἀναμένων τὰς ὑμετέρας ἐπικρίσεις. καὶ νῦν, ἐὰν ὁ Κύριος δῷ, καὶ θελήσωσιν ἀνασχέσθαι ἡμῶν, ἐλπίζομεν τὸν λαὸν προσάξειν τῇ ἐκκλησίᾳ, ὡς μὴ αὐτοὺς ἡμᾶς ὀνειδίζεσθαι Μαρκελλιανοῖς προσκεχωρηκέναι, ἀλλʼ ἐκείνους μέλη γενέσθαι τοῦ σώματος τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ὥστε τὸν πονηρὸν ψόγον, τὸν κατασκεδασθέντα ἐκ τῆς αἱρέσεως, ἐναφανισθῆναι τῇ ἡμετέρᾳ προσλήψει, καὶ μὴ ἡμᾶς καταισχυνθῆναι ὡς προσθεμένους αὐτοῖς.
- 266.2
Ἐλύπησε δὲ ἡμᾶς ὁ ἀδελφὸς Δωρόθεος, ὡς αὐτὸς ἐπέστειλας, μὴ πάντα προσηνῶς μηδὲ πράως διαλεχθεὶς τῇ κοσμιότητί σου. καὶ τοῦτο τῇ τῶν καιρῶν λογίζομαι δυσκολίᾳ. ἐοίκαμεν γὰρ εἰς μηδὲν εὐοδοῦσθαι ὑπὸ τῶν ἁμαρτιῶν ἡμῶν, εἴπερ οἱ σπουδαιότατοι τῶν ἀδελφῶν οὐχ εὑρίσκονται προσηνεῖς, οὐδὲ εὔθετοι ταῖς διακονίαις τῷ μὴ πάντα κατὰ γνώμην ἡμετέραν ἐπιτελεῖν. ὃς ἐπανελθὼν διηγήσατο ἡμῖν τὰς ἐπὶ τοῦ σεμνοτάτου ἐπισκόπου Δαμάσου πρὸς τὴν σὴν τιμιότητα γενομένας αὐτῷ διαλέξεις, καὶ ἐλύπει ἡμᾶς λέγων τοῖς Ἀρειομανίταις συγκατηριθμῆσθαι τοὺς θεοφιλεστάτους ἀδελφοὺς ἡμῶν τοὺς συλλειτουργοὺς Μελέτιον καὶ Εὐσέβιον. ὧν εἰ καὶ μηδὲν ἄλλο συνίστη τὴν ὀρθοδοξίαν, ὁ γοῦν παρὰ τῶν Ἀρειανῶν πόλεμος ἀπόδειξιν ἔχει ὀρθότητος οὐκ ὀλίγην τοῖς εὐγνωμόνως λογιζομένοις. τὴν δὲ σὴν εὐλάβειαν συνάπτειν αὐτοῖς εἰς ἀγάπην ὀφείλει καὶ ἡ κοινωνία τῶν ὑπὲρ Χριστοῦ παθημάτων. ἐκεῖνο δὲ πέπεισο, ὡς ἀληθῶς τιμιώτατε, ὅτι οὐκ ἔστι τι ῥῆμα ὀρθοδοξίας, ὃ μὴ μετὰ πάσης παρρησίας παρὰ τῶν ἀνδρῶν τούτων ἐκηρύχθη ὑπὸ Θεῷ μάρτυρι καὶ ἀκροαταῖς ἡμῖν. οἳ οὐδʼ ἂν πρὸς ὥραν αὐτῶν ἐδεξάμεθα τὴν συνάφειαν, εἰ σκάζοντας αὐτοὺς περὶ τὴν πίστιν εὕρομεν. ἀλλὰ, εἰ δοκεῖ, τὰ παρελθόντα ἐάσωμεν, τοῖς δὲ ἐφεξῆς ἀρχήν τινα δῶμεν εἰρηνικήν. χρῄζομεν γὰρ ἀλλήλων πάντες κατὰ τὴν τῶν μελῶν κοινωνίαν, καὶ μάλιστα νῦν, ὅτε αἱ τῆς ἀνατολῆς ἐκκλησίαι πρὸς ἡμᾶς ἀποβλέπουσι, καὶ τὴν μὲν ὑμετέραν ὁμόνιαν ἀφορμὴν εἰς στηριγμὸν καὶ βεβαιότητα λήψονται· ἐὰν δὲ αἴσθωνται ὑμᾶς ἐν ὑποψίᾳ τινὶ πρὸς ἀλλήλους εἶναι, ἐκλυθήσονται καὶ παρήσουσιν ἑαυτῶν τὰς χεῖρας, πρὸς τὸ μὴ ἀνταίρειν τοῖς πολεμίοις τῆς πίστεως.
- 267.1
Ἐγὼ τῆς διαθέσεως μὲν ἕνεκεν, ἧς ἔχω περὶ τὴν σὴν θεοσέβειαν, ἐπεθύμουν αὐτὸς παραγενέσθαι καὶ δι’ ἐμαυτοῦ περιπτύξασθαί σου τὴν ἀληθινὴν ἀγάπην, καὶ δοξάσαι τὸν Κύριον τὸν ἐν σοὶ μεγαλυνθέντα καὶ τὸ τίμιόν σου γῆρας περιφανὲς καταστήσαντα πᾶσι τοῖς ἐν τῇ οἰκουμένῃ φοβουμένοις αὐτόν. ἐπειδὴ δὲ καὶ ἀσθένεια τοῦ σώματος βαρεῖα καταπονεῖ με καὶ φροντὶς ἐκκλησιῶν ἐπίκειταί μοι ἀμύθητος, καὶ οὐκ εἰμὶ ἐμαυτοῦ κύριος πρὸς τὸ ἀποδημεῖν ὅπου βούλομαι καὶ συντυγχάνειν οἷς ἐπιθυμῶ, διὰ τοῦ γράμματος ἀναπαύω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ ἀπολαύσει τῶν ἐν σοὶ καλῶν, καὶ παρακαλῶ τὴν ἀνυπέρβλητόν σου εὐλάβειαν εὔχεσθαι ὑπὲρ ἐμοῦ καὶ τῆς Ἐκκλησίας, ἵνα ὁ Κύριος δῷ ἡμῖν ἀπροσκόπως παρελθεῖν τὰς λυπουμένας ἡμέρας ἢ ὥρας τῆς παρεπιδημίας ἡμῶν· παράσχοι δὲ ἡμῖν καὶ ἰδεῖν τὴν εἰρήνην τῶν ἐκκλησιῶν αὐτοῦ καὶ ἀκοῦσαι περί τε τῶν λοιπῶν συλλειτουργῶν σου καὶ τῶν συναθλητῶν ἃ εὐχόμεθα, καὶ περὶ σοῦ αὐτοῦ, ἃ νυκτὸς καὶ ἡμέρας οἱ ὑπὸ σὲ λαοὶ ζητοῦσι παρὰ τοῦ Κυρίου τῆς δικαιοσύνης.
- 267.2
Γίνωσκε δὲ ὅτι πολλάκις μὲν οὐκ ἐπεστείλαμεν, οὐδὲ ὁσάκις ὀφειλόμενον ἦν, ἐπεστείλαμεν δὲ ὅμως τῇ θεοσεβείᾳ σου. καὶ τάχα οὐκ ἠδυνήθησαν διασῶσαι τὰς προσηγορίας ἡμῶν οἱ πιστευθέντες τὴν διακονίαν τῶν γραμμάτων ἀδελφοί. ἀλλὰ νῦν, ἐπειδὴ ἐπετύχομεν ἡμετέρων τῶν ὁδοιπορούντων πρὸς τὴν σὴν τιμιότητα, καὶ τὰ γράμματα αὐτοῖς ἐνεχειρίσαμεν προθύμως, καὶ ἀπεστείλαμέν τινα, ἃ καταξίωσον ὑποδέξασθαι παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἀνυπερηφάνως, καὶ εὐλογῆσαι ἡμᾶς κατὰ μίμησιν τοῦ πατριάρχου Ἰσαάκ. εἰ δέ τι, καὶ ὡς ἀσχολούμενοι καὶ ὑπὸ πλήθους φροντίδων τὸν νοῦν βεβαπτισμένον ἔχοντες, παρείδομεν τῶν πρεπόντων, μὴ λογίσῃ ἡμῖν, μηδὲ λυπηθῆς· ἀλλὰ μίμησαι τὴν σεαυτοῦ ἐν πᾶσι τελειότητα, ἵνα καὶ ἡμεῖς ἀπολαύσωμέν σου τῆς ἀρετῆς ὡς καὶ οἱ λοιποὶ πάντες. ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου, χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ.
- 268.1
Ἔδειξε καὶ ἐφʼ ἡμῶν ὁ Κύριος, ὅτι οὐκ ἐγκαταλείπει τοὺς ὁσίους αὐτοῦ, τῇ μεγάλῃ καὶ κραταιᾷ χειρὶ αὐτοῦ περισκεπάσας τὴν ζωὴν τῆς ὁσιότητός σου. σχεδὸν γὰρ παραπλήσιον τοῦτο τιθέμεθα τῷ ἐν κοιλίᾳ κήτους ἀπαθῆ διαμεῖναι τὸν ἅγιον, καὶ ἐν πυρὶ λάβρῳ ἀβλαβῶς διαιτᾶσθαι τοὺς φοβουμένους τὸν Κύριον, ὅπου γε καὶ τὴν σὴν θεοσέβειαν πανταχόθεν ὑμῖν, ὡς ἀκούω, τοῦ πολέμου περιχυθέντος, ἀβλαβῆ διεφύλαξε. καὶ φυλάξειέ γε πρὸς τὸ ἑξῆς ὁ δυνατὸς Θεὸς ἡμῖν, ἐὰν ἔτι ζῶμεν, τὸ πολύευκτον θέαμα, ἢ τοῖς γοῦν ἄλλοις, οἳ τὴν σὴν ἐπάνοδον οὕτως ἀναμένουσιν ὡς οἰκείαν ἑαυτῶν σωτηρίαν. πέπεισμαι γὰρ ὅτι, τοῖς δάκρυσι τῶν ἐκκλησιῶν καὶ τοῖς στεναγμοῖς οἷς ἐπὶ σοὶ πάντες στενάζουσι προσχών, ὁ φιλάνθρωπος διαφυλάξει σε τῷ βίῳ, ἕως ἂν δῷ τὴν χάριν τοῖς νυκτὸς καὶ ἡμέρας δεομένοις αὐτοῦ.
- 268.2
Τὰ μὲν οὖν μέχρι τῆς ἐπιδημίας τοῦ ἀγαπητοῦ ἀδελφοῦ ἡμῶν Λιβανίου τοῦ συνδιακόνου πεπραγμένα καθʼ ὑμῶν δι’ αὐτοῦ κατὰ τὴν πάροδον ἱκανῶς ἐδιδάχθημεν, τὰ δὲ ἀπʼ ἐκείνου τοῦ χρόνου δεόμεθα μαθεῖν. μείζονα γὰρ ἐν τῷ μεταξὺ καὶ χαλεπώτερα ἀκούομεν γεγενῆσθαι πάθη περὶ τοὺς τόπους· ἅπερ, ἐὰν μὲν ᾖ δυνατόν, καὶ θᾶττον, εἰ δὲ μή, διὰ γοῦν τοῦ εὐλαβεστάτου ἀδελφοῦ Παύλου τοῦ συμπρεσβυτέρου ἐπανιόντος μάθοιμεν, ὡς εὐχόμεθα, ὅτι ἀβλαβὴς καὶ ἀνεπηρέαστος ὑμῶν φυλάττεται ἡ ζωή. διὰ δὲ τὸ ἀκοῦσαι πάντα λῃστῶν καὶ δησερτόρων πεπληρῶσθαι τὰ τῆς ὁδοῦ, ἐφοβήθημέν τι εἰς χεῖρας ἐμβαλεῖν τοῦ ἀδελφοῦ, μὴ καὶ αὐτῷ παραίτιοι θανάτου γενώμεθα. ἐὰν δὲ δῷ ὁ Κύριος μετρίαν γαλήνην, ὡς ἀκούομεν τοῦ στρατοπέδου τὴν πάροδον, σπουδάσομεν καὶ τῶν ἡμετέρων ἐκπέμψαι τινά, τὸν ἐπισκεψόμενον καὶ ἕκαστα ἡμῖν τῶν παρʼ ὑμῖν ἀναγγέλλοντα.
- 269.1
Τὸ μὲν ἀκόλουθον ἦν καὶ ὀφειλόμενόν σου τῇ διαθέσει ἡμᾶς αὐτοὺς παρεῖναι καὶ συμμετέχειν τῶν γινομένων. οὕτω γὰρ ἂν ἑαυτῶν τε τὴν λύπην κατεπραύναμεν καὶ τῇ σεμνότητί σου τῆς παρακλήσεως τὸ εἰκὸς ἀπεπληρώσαμεν. ἐπεὶ δὲ οὐκέτι μου φέρει τὸ σώμα τὰς μακροτέρας κινήσεις, ἐπὶ τὴν διὰ τοῦ γράμματος ἤλθομεν ὁμιλίαν, ὡς ἂν μὴ παντάπασι δόξαιμεν ἀλλοτρίως ἔχειν πρὸς τὰ συμβάντα.
- 269.2
Τίς μὲν οὖν τὸν ἄνδρα ἐκεῖνον οὐκ ἐστέναξε; τίς δὲ οὕτω λίθινος τὴν καρδίαν ὡς μὴ θερμὸν ἐπʼ αὐτῷ ἀφεῖναι δάκρυον; ἐμὲ δὲ καὶ διαφερόντως κατηφείας ἐπλήρωσε, τάς τε ἰδίας περὶ ἐμὲ τιμὰς τοῦ ἀνδρὸς λογιζόμενον καὶ τὴν κοινὴν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ προστασίαν. ἀλλʼ ὅμως ἐλογισάμεθα ὅτι, ἄνθρωπος ὢν καὶ λειτουργήσας τῷ βίῳ τούτῳ τὰ ἐπιβάλλοντα, τοῖς καθήκουσι χρόνοις πάλιν παρὰ τοῦ οἰκονομοῦντος τὰ ἡμέτερα Θεοῦ προσελήφθη. ἃ καὶ τὴν σὴν φρόνησιν ἐνθυμουμένην πράως ἔχειν ἐπὶ τῷ συμβάντι παρακαλοῦμεν, καί, ὡς οἷόν τε, μετρίως φέρειν τὴν συμφοράν. ἱκανὸς μὲν οὖν καὶ ὁ χρόνος μαλάξαι τὴν καρδίαν σου καὶ πάροδον δοῦναι τοῖς λογισμοῖς· ἀλλʼ ὅμως ὕποπτον ἡμῖν ἐστι τὸ ἄγαν σου φίλανδρον καὶ περὶ πάντας χρηστόν, μή ποτε ἔκδοτον δῷς σεαυτὴν τῷ πάθει, δι’ ἁπλότητα ἠθῶν βαθεῖαν τὴν πληγὴν δεξαμένη τῆς λύπης. πάντοτε μὲν οὖν χρήσιμον τὸ τῶν Γραφῶν διδασκάλιον, μάλιστα δὲ ἐπὶ τῶν τοιούτων καιρῶν. μνήσθητι τοίνυν τῆς τοῦ κτίσαντος ἡμᾶς ἀποφάσεως, δι’ ἧς πάντες οἱ ἐκ τῆς γῆς φύντες πάλιν εἰς γῆν ὑποστρέφομεν· καὶ οὐδεὶς οὕτω μέγας, ὥστε βελτίων φανῆναι τῆς διαλύσεως.
- 269.3
Καλὸς μὲν οὖν καὶ μέγας ὁ θαυμαστὸς ἐκεῖνος, καὶ ἐφάμιλλος τῇ ῥώμῃ τοῦ σώματος τὴν τῆς ψυχῆς ἀρετήν, φημὶ κἀγώ, οὐμενοῦν ἔχων ὑπερβολὴν εἰς ἑκάτερον· ἀλλʼ ὅμως ἄνθρωπος, καὶ τέθνηκεν, ὡς Ἀδάμ, ὡς Ἄβελ, ὡς Νῶε, ὡς Ἀβραάμ, ὡς Μωσῆς, ὡς ὅντινα ἂν εἴποις τῶν τῆς αὐτῆς φύσεως μετασχόντων. μὴ οὖν, ἐπειδὴ ἀφῃρέθημεν αὐτόν, ἀγανακτῶμεν, ἀλλʼ ὅτι τὴν ἀρχὴν συνῳκήσαμεν αὐτῷ, χάριν ἔχωμεν τῷ συζεύξαντι. τὸ μὲν γὰρ στερηθῆναι ἀνδρὸς κοινόν σοι πρὸς τὰς ἄλλας γυναῖκας· ἐπὶ δὲ τοιαύτῃ συνοικήσει οὐκ οἶμαι ἄλλην γυναικῶν τὰ ἴσα ἔχειν σεμνύνεσθαι. ἓν γὰρ τῷ ὄντι ὑπόδειγμα τῆς ἀνθρωπείας φύσεως τὸν ἄνδρα ἐκεῖνον ὁ κτίσας ἡμᾶς ἐδημιούργησεν, ὥστε πάντες μὲν ὀφθαλμοὶ πρὸς αὐτὸν ἐφέροντο, πᾶσα δὲ γλῶσσα τὰ κατʼ αὐτὸν διεξῄει· γραφεῖς δὲ καὶ πλάσται τῆς ἀξίας ἀπελιμπάνοντο· ἱστορικοὶ δὲ ἄνδρες, τὰ κατὰ τοὺς πολέμους ἀνδραγαθήματα διηγούμενοι, πρὸς τὴν τῶν μύθων ἐκπίπτουσιν ἀπιστίαν. ὅθεν οὐδὲ πιστεύειν ἠνείχοντο οἱ πολλοὶ τῇ φήμῃ τὴν σκυθρωπὴν ἐκείνην ἀγγελίαν περιαγούσῃ, οὐδὲ καταδέχεσθαι ὅλως, ὅτι τέθνηκεν Ἀρινθαῖος. ἀλλʼ ὅμως πέπονθεν ἃ οὐρανῷ καὶ ἡλίῳ καὶ γῇ συμβήσεται.
- 269.4
Οἴχεται καταλύσας λαμπρῶς, μὴ ὑπὸ γήρως κατακαμφθείς, μὴ καθυφείς τι τῆς περιφανείας· μέγας μὲν ἐν τῷ παρόντι βίῳ, μέγας δὲ ἐν τῷ μέλλοντι· μηδὲν ἐκ τῆς παρούσης λαμπρότητος πρὸς τὴν ἐλπιζομένην δόξαν ζημιωθείς, διὰ τὸ πᾶσαν κηλῖδα τῆς ψυχῆς πρὸς αὐταῖς ταῖς ἐξόδοις τοῦ βίου τῷ λουτρῷ τῆς παλιγγενεσίας ἀποκαθήρασθαι. ὧν ὅτι αὐτή, πρόξενος αὐτῷ καὶ συνεργὸς γενομένη, μεγίστην ἔχει παραμυθίαν. καὶ μετάθες τὴν ψυχὴν ἀπὸ τῶν παρόντων ἐπὶ τὴν τῶν μελλόντων μέριμναν, ὥστε καταξιωθῆναι δι’ ἔργων ἀγαθῶν τὸν ὅμοιον αὐτῷ τῆς ἀναπαύσεως τόπον καταλαβεῖν. φείδου μητρὸς γηραιᾶς, φείδου θυγατρὸς νεαρᾶς, αἷς μόνη πρὸς παραμυθίαν λέλειψαι. γενοῦ ὑπόδειγμα ἀνδρείας ταῖς λοιπαῖς γυναιξί· καὶ οὕτω τὸ πάθος μέτρησον, ὡς μήτε ἐκβαλεῖν τῆς καρδίας, μήτε καταποθῆναι ὑπὸ τῆς λύπης. ἐπὶ πᾶσι πρὸς τὸν μέγαν τῆς ὑπομονῆς μισθὸν ἀπόβλεψον, τὸν παρὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐν τῇ ἀνταποδόσει τῶν βεβιωμένων ἡμῖν ἐπηγγελμένον.
- 270.1
Πάνυ λυποῦμαι ὅτι οὐχ εὑρίσκω ὑμᾶς ἐπὶ τοῖς ἀπηγορευμένοις οὔτε ἀγανακτοῦντας οὔτε δυναμένους λογίζεσθαι, ὅτι εἰς αὐτὸν τὸν βίον καὶ τὴν ζωὴν τὴν ἀνθρωπίνην παρανομία ἐστὶ καὶ τυραννὶς ἡ γινομένη αὕτη ἁρπαγή, καὶ ὕβρις κατὰ τῶν ἐλευθέρων. οἶδα γὰρ ὅτι, εἰ τοιαύτην εἴχετε γνώμην πάντες, οὐδὲν ἐκώλυε πάλαι τοῦ κακοῦ τὴν συνήθειαν τούτου ἐξελαθῆναι τῆς πατρίδος ἡμῶν· ἀνάλαβε τοίνυν ἐπὶ τοῦ παρόντος ζῆλον Χριστιανοῦ, καὶ κινήθητι ἀξίως τοῦ ἀδικήματος. καὶ τὴν μὲν παῖδα, ὅπουπερ ἂν εὕρῃς, ἀφελόμενος πάσῃ εὐτονίᾳ ἀποκατάστησον τοῖς γονεῦσι· καὶ αὐτὸν δὲ ἐκεῖνον ἐξόρισον τῶν εὐχῶν, καὶ ἐκκήρυκτον ποίησον· καὶ τοὺς συνεπελθόντας αὐτῷ, κατὰ τὸ ἤδη προλαβὸν παρʼ ἡμῶν κήρυγμα, τριετίαν πανοικεὶ τῶν εὐχῶν ἐξόρισον. καὶ τὴν κώμην τὴν ὑποδεξαμένην τὴν ἁρπαγεῖσαν, καὶ φυλάξασαν, ἤτοι ὑπερμαχήσασαν, καὶ αὐτὴν ἔξω τῶν εὐχῶν πανδημεὶ ποίησον· ἵνα μάθωσι πάντες, ὡς ὄφιν, ὡς ἄλλο τι θηρίον, κοινὸν ἐχθρὸν ἡγούμενοι τὸν ἅρπαγα, οὕτως ἀποδιώκειν αὐτὸν καὶ προΐστασθαι τῶν ἀδικουμένων.
- 271.1
Εὐθὺς καὶ κατὰ πόδας τῆς σῆς ἀναχωρήσεως ἐπιστὰς τῇ πόλει, ὅσον ἠθύμησα διαμαρτών σου, τί δεῖ καὶ λέγειν πρὸς ἄνδρα οὐ λόγου δεόμενον, ἀλλὰ πείρᾳ εἰδότα, τῷ τὰ ὅμοια πεπονθέναι; ὅσου γὰρ ἦν ἄξιον ἐμοὶ ἰδεῖν τὸν πάντα ἄριστον Εὐσέβιον, καὶ περιπτύξασθαι, καὶ πρὸς τὴν νεότητα πάλιν τῇ μνήμῃ ἐπανελθεῖν, καὶ ὑπομνησθῆναι ἡμερῶν ἐκείνων, ἐν αἷς καὶ δωμάτιον ἡμῖν ἕν, καὶ ἑστία μία, καὶ παιδαγωγὸς ὁ αὐτός, καὶ ἄνεσις, καὶ σπουδή, καὶ τρυφή, καὶ ἔνδεια, καὶ πάντα ἡμῖν ἐξ ἴσου πρὸς ἀλλήλους ὑπῆρχε. πόσου οἴει τίθεσθαί με ἄξιον πάντα ταῦτα διὰ τῆς σῆς συντυχίας ἀναλαβεῖν τῇ μνήμῃ, καὶ τὸ βαρὺ τοῦτο γῆρας ἀποξυσάμενον, νέον δοκεῖν πάλιν ἐκ γέροντος γεγενῆσθαι; ἀλλʼ ἐκείνων μέν με διέφυγεν ἡ ἀπόλαυσις, τὸ δὲ διὰ γράμματος ἰδεῖν σου τὴν λογιότητα, καὶ τὸν ἐνόντα τρόπον ἑαυτὸν παραμυθήσασθαι, οὐκ ἀφῃρέθην, τῇ συντυχίᾳ τοῦ αἰδεσιμωτάτου Κυριακοῦ τοῦ συμπρεσβυτέρου· ὃν αἰσχύνομαι συνιστῶν σοι καὶ οἰκεῖον ποιῶν δι’ ἐμαυτοῦ, μή ποτε δόξω περίεργόν τι ποιεῖν σοὶ προσάγων τὰ ἴδιά σου καὶ ἐξαίρετα. ἀλλʼ ἐπειδή με δεῖ καὶ μάρτυρα εἶναι τῆς ἀληθείας, καὶ τοῖς συνημμένοις πνευματικῶς τὰ μέγιστα τῶν ἐμοὶ προσόντων χαρίζεσθαι, τὸ μὲν περὶ τὴν ἱερωσύνην ἀνεπηρέαστον τοῦ ἀνδρὸς ἡγοῦμαι καὶ σοὶ φανερὸν εἶναι, βεβαιῶ δὲ κἀγώ, οὐδεμίαν γνωρίζων κατʼ αὐτοῦ παρὰ τῶν πᾶσιν ἐπιβαλλόντων τὰς χεῖρας, τῶν μὴ φοβουμένων τὸν Κύριον, ἐπήρειαν. καίτοιγε εἴ τι ἐγεγόνει παρʼ αὐτῶν, οὔθʼ οὕτως ἀνάξιος ἦν ὁ ἀνήρ· οἱ δὲ ἐχθροὶ τοῦ Κυρίου βεβαιοῦσι τοὺς βαθμοὺς μᾶλλον οἷς ἂν προσπολεμῶσιν, ἢ ἀφαιροῦνταί τι τῆς ὑπαρχούσης αὐτοῖς παρὰ τοῦ Πνεύματος χάριτος. πλὴν ἀλλʼ, ὅπερ ἔφην, οὐδὲ κατεπενοήθη τι τοῦ ἀνδρός. ὡς οὖν πρεσβύτερον ἀνεπηρέαστον καὶ ἡμῖν συνημμένον καὶ πάσης αἰδοῦς ἄξιον, οὕτω καταξίου αὐτὸν ὁρᾷν, σαυτόν τε ὠφελῶν καὶ ἡμῖν χαριζόμενος.
- 272.1
Ἀπήγγειλέ μοι Ἀκτίακος ὁ διάκονος, ὅτι σέ τινες ἐλύπησαν καθʼ ἡμῶν, διαβάλλοντες ἡμᾶς ὡς οὐκ εὐνοϊκῶς πρὸς τὴν σὴν διακειμένους σεμνότητα. ἐγὼ δὲ οὐκ ἐθαύμασα εἴ τινές εἰσιν ἀνδρὶ τοσούτῳ παρεπόμενοι κόλακες. πεφύκασι γάρ πως ταῖς μεγάλαις δυναστείαις αἱ ἀνελεύθεροι αὐταὶ παραφύεσθαι θεραπεῖαι, οἳ διὰ τὸ ἀπορεῖν οἰκείου ἀγαθοῦ, δι’ οὗ γνωρισθῶσιν, ἐκ τῶν ἀλλοτρίων κακῶν ἑαυτοὺς συνιστῶσι. καὶ σχεδόν, ὥσπερ ἡ ἐρυσίβη τοῦ σίτου ἐστὶ φθορὰ ἐν αὐτῷ γινομένη τῷ σίτῳ, οὕτω καὶ ἡ κολακεία τὴν φιλίαν ὑποδυομένη λύμη ἐστὶ τῆς φιλίας. οὐ τοίνυν ἐθαύμασα, ὡς ἔφην, εἴ τινες, ὥσπερ οἱ κηφῆνες τὰ σμήνη, οὕτως αὐτοὶ τὴν λαμπράν σου καὶ θαυμαστὴν ἑστίαν περιβομβοῦσιν.
- 272.2
Ἀλλʼ ἐκεῖνό μοι θαυμαστὸν ἐφάνη καὶ παντελῶς παράλογον, τὸ σέ, ἄνδρα ἐπὶ τῷ βάρει τοῦ ἤθους μάλιστα διαφανῆ, ἀνασχέσθαι αὐτοῖς ἀμφοτέρας ἀνεῖναι τὰς ἀκοάς καὶ διαβολὴν κατʼ ἐμοῦ παραδέξασθαι, ὃς πολλοὺς ἀγαπήσας ἐκ τῆς πρώτης ἡλικίας μέχρι τοῦ γήρως τούτου, οὐδένα οἶδα εἰς φιλίαν τῆς σῆς τελειότητος προτιμήσας. καὶ γὰρ καὶ εἰ μὴ ὁ λόγος ἔπεισέ με ἀγαπᾷν τοιοῦτον ὄντα, ἐξήρκει ἡ ἐκ παιδὸς συνήθεια προσδῆσαί με τῇ ψυχῇ σου. οἶδας δὲ ὅσον δύναται πρὸς φιλίαν τὸ ἔθος. εἰ δὲ οὐδὲν δείκνυμι τῆς προαιρέσεως ταύτης ἄξιον, σύγγνωθί μου τῇ ἀσθενείᾳ. καὶ γὰρ οὐδὲ αὐτὸς ἔργον παρʼ ἐμοῦ εἰς ἀπόδειξιν τῆς εὐνοίας ἐπιζητήσεις, ἀλλὰ προαίρεσιν δηλονότι τὰ βέλτιστά σοι συνευχομένην. μὴ γάρ ποτε εἰς τοῦτο καταβαίη τὰ σά, ὥστε τῆς παρὰ τῶν οὕτω μικρῶν, ὁποῖος αὐτός εἰμι, εὐεργεσίας προσδεηθῆναι.
- 272.3
Πῶς οὖν ἔμελλον ἐγὼ ὑπεναντίον τί σοι λέγειν ἢ πράττειν ἐν τοῖς κατὰ Μεμνόνιον πράγμασι; ταῦτα γάρ μοι ἀπήγγειλεν ὁ διάκονος. πῶς δὲ τὴν Ὑμητίου εὐπορίαν προτιμοτέραν ἐτιθέμην τῆς σῆς οἰκειώσεως, ἀνδρὸς οὕτω δαπανῶντος τὴν οὐσίαν; ἀλλʼ οὐκ ἔστι τούτων οὐδὲν ἀληθές· οὔτε τι εἴρηται παρʼ ἐμοῦ οὔτε πέπρακται ὑπεναντίον. ἐκεῖνο δὲ ἴσως ἀφορμὴν ἔδωκε τοῖς τὰ ψευδῆ λέγουσι, τὸ παρʼ ἐμοῦ πρὸς τινὰς τῶν θορυβούντων λεχθέν, ὅτι Εἰ μὲν προείρηται εἰς ἔργον ἀγαγεῖν τὴν ἑαυτοῦ γνώμην ὁ ἄνθρωπος, κἂν θορυβήσητε ὑμεῖς, κἂν μή, γενήσεται πάντως καὶ λαλούντων ὑμῶν καὶ σιωπώντων οὐδὲν ἧττον τὰ σπουδαζόμενα· εἰ δὲ μεταβουλεύσεται, μὴ παρασύρητε τὸ σεμνότατον ὄνομα τοῦ φίλου ἡμῶν, μηδὲ ἐν προσχήματι δῆθεν τῆς περὶ τὸν προστάτην ὑμῶν σπουδῆς ἑαυτοῖς τι κέρδος ἐντεῦθεν, ἐξ ὧν ἐπανατείνεσθε φόβον καὶ ἀπειλήν, καταπράττεσθε. πρὸς δὲ αὐτὸν ἐκεῖνον τὸν τὰς διαθήκας γράφοντα οὔτε δι’ ἐμαυτοῦ οὔτε δι’ ἑτέρου ἐφθεγξάμην ἢ μικρὸν ἢ μεῖζον περὶ τοῦ πράγματος τούτου.
- 272.4
Καὶ τούτοις ἀπιστεῖν οὐκ ὀφείλεις, εἰ μὴ παντελῶς με ἀπεγνωσμένον ἡγῇ, καὶ καταφρονεῖν τῆς μεγάλης ἁμαρτίας τοῦ ψεύδους. ἀλλὰ πάνυ ἡμῖν αὐτὸς καὶ τὴν ἐπὶ τῷ πράγματι τούτῳ ὑπόνοιαν ἄφες, καὶ τοῦ λοιποῦ πάσης διαβολῆς ὑψηλοτέραν ποιοῦ τὴν ἐμὴν περὶ σὲ διάθεσιν, τὸν Ἀλέξανδρον μιμούμενος, ὅς, ἐπιστολὴν κατὰ τοῦ ἰατροῦ δεξάμενος ὡς ἐπιβουλεύοντος, ἐπειδὴ ἔτυχεν ἐν αὐτῷ τῷ καιρῷ φάρμακον λαβὼν ὥστε πιεῖν, τοσοῦτον ἀπέσχε πιστεῦσαι τῷ διαβάλλοντι, ὥστε ὁμοῦ τε τὴν ἐπιστολὴν ἀνεγίνωσκε, καὶ τὸ φάρμακον ἔπινεν. οὐδενὸς γὰρ τῶν ἐπὶ φιλίᾳ γνωρίμων ἀτιμότερον ἐμαυτὸν ἀξιῶ τίθεσθαι, τῷ μήτε ἁλῶναί ποτε εἰς φιλίαν ἐξαμαρτών, καὶ ἔτι παρὰ τοῦ Θεοῦ μου λαβεῖν τὴν ἐντολὴν τῆς ἀγάπης, ἧς χρεώστης εἰμὶ οὐ μόνον κατὰ τὴν κοινὴν τῶν ἀνθρώπων φύσιν, ἀλλʼ ὅτι καὶ ἰδίως εὐεργέτην σε γνωρίζω ἐμαυτοῦ τε καὶ τῆς πατρίδος.
- 273.1
Ἀκριβῶς πεπεισμένος οὕτως ἡμᾶς ἀγαπᾷν τὴν σὴν τιμιότητα, ὥστε τὰ ἡμῖν διαφέροντα οἰκεῖα λογίζεσθαι, τὸ αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν, ὃν οὐ κατὰ συνήθειάν τινα ἀδελφὸν ἡμῶν προσαγορεύομεν, ἀλλὰ κατὰ ἀκριβεστάτην καὶ οὐδεμίαν ἔχουσαν ὑπερβολὴν τῆς φιλίας διάθεσιν, συνιστῶ σου τῇ ὑπερφυεῖ καλοκαγαθίᾳ, καὶ παρακαλῶ οἰκείως τε αὐτὸν θεάσασθαι, καὶ τὴν κατὰ δύναμίν σοι παρασχέσθαι αὐτῷ προστασίαν ἐν οἷς ἂν δέηται τῆς μεγαλονοίας σου· ὥστε με τοῖς πολλοῖς οἷς ἤδη τετύχηκα παρὰ σοὶ ἀγαθοῖς καὶ ταύτην ἔχειν τὴν εὐεργεσίαν συναριθμεῖν.
- 274.1
Ἡ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν Ἥραν φιλία μοι καὶ συνήθεια, ὅτι ἐκ πάνυ παιδὸς τὴν ἀρχὴν ἔλαβε, καὶ μέχρι γήρως συμπαρέμεινε τῇ τοῦ Θεοῦ χάριτι, παντὸς ἄμεινον καὶ αὐτὸς ἐπίστασαι. σχεδὸν γὰρ καὶ τὴν τῆς σῆς μεγαλοφυίας ἀγάπην ἐξ ἐκείνου ἡμῖν ὁ Κύριος ἐχαρίσατο, ἐξ ὅτου καὶ τὴν πρὸς ἀλλήλους ἡμῖν γνῶσιν προεξένησεν. ἐπεὶ οὖν δεῖται τῆς παρὰ σοῦ προστασίας, παρακαλῶ σε καὶ καθικετεύω, τῇ τε ἀρχαίᾳ περὶ ἡμᾶς διαθέσει χαριζόμενον καὶ τῇ νῦν κατασχούσῃ ἀνάγκῃ προσχόντα, οὕτως οἰκειώσασθαι τὰ κατʼ αὐτὸν πράγματα, ὥστε μηδεμιᾶς αὐτὸν ἑτέρας προστασίας δεηθῆναι, ἀλλʼ ἐπανελθεῖν πρὸς ἡμᾶς πάντα καταπραξάμενον τὰ κατʼ εὐχάς· ὥστε ταῖς πολλαῖς αἷς πεπόνθαμεν παρὰ σοῦ εὐεργεσίαις καὶ ταύτην ἡμᾶς ἔχειν συναριθμεῖν, ἧς οὐκ ἂν μείζονα ἑαυτοῖς, οὐδὲ μᾶλλον ἡμῖν διαφέρουσαν εὑρίσκοντες οἰκειούμεθα.
- 275.1
Προέλαβες τὰς παρʼ ἡμῶν παρακλήσεις ἐν τῇ πρὸς τὸν αἰδεσιμώτατον ἀδελφὸν ἡμῶν Ἥραν διαθέσει, καὶ γέγονας αὐτῷ εὐχῆς ἀμείνων τῶν τε τιμῶν ταῖς ὑπερβολαῖς αἷς εἰς αὐτὸν ἐπεδείξω καὶ ταῖς ἐφʼ ἑκάστου καιροῦ προστασίαις. ὅμως δὲ καὶ ἡμεῖς, ἐπειδὴ σιωπῇ φέρειν τὰ κατʼ αὐτὸν οὐ δυνάμεθα, παρακαλοῦμέν σου τὴν ἀνυπέρβλητον τιμιότητα καὶ εἰς ἡμετέραν χάριν προσθεῖναι τῇ εἰς τὸν ἄνδρα σπουδῇ, καὶ ἀποπέμψαι αὐτὸν τῇ πατρίδι κρείττονα τῆς παρὰ τῶν ἐχθρῶν αὐτοῦ ἐπηρείας· ἐπεὶ νῦν γε οὐκ ἔξω ἐστὶ βελῶν τοῦ φθόνου, πολλῶν αὐτοῦ ἐπηρεάζειν ἐπιχειρούντων τῇ ἀπραγμοσύνῃ τοῦ βίου. πρὸς οὓς μίαν εὑρήσομεν ἀσφάλειαν ἄρρηκτον, εἰ αὐτὸς ὑπερσχεῖν τὴν χεῖρα τοῦ ἀνδρὸς θελήσειας.
- 276.1
Καὶ ὁ κοινὸς πάντων ἀνθρώπων νόμος κοινοὺς πατέρας ποιεῖ τοὺς ἐν ἡλικίᾳ πρεσβύτας, καὶ ὁ ἡμέτερος δὲ τῶν Χριστιανῶν ἴδιος τοὺς γέροντας ἡμᾶς ἐν γονέων τάξει καθίστησι τοῖς τηλικούτοις. ὥστε μὴ περιττόν με ἡγήσῃ, μηδὲ ἔξω τῶν ἀναγκαίων περιεργάζεσθαι, εἰ ὑπὲρ τοῦ παιδὸς ἐγὼ πρεσβεύω τοῦ σοῦ πρὸς σέ. οὗ τὴν μὲν ἐν τοῖς ἄλλοις ὑπακοὴν ἀξιοῦμέν σε ἀπαιτεῖν· ὑπεύθυνος γάρ ἐστιν εἰς τὸ σῶμα καὶ τῷ νόμῳ τῆς φύσεως καὶ τῷ πολιτικῷ τούτῳ καθʼ ὃν οἰκονομούμεθα· τὴν μέντοι ψυχήν, ὡς ἐκ θειοτέρων ἔχων ἧκεν, ἄλλῳ νομίζειν ὑποκεῖσθαι προσῆκον, καὶ Θεῷ ὀφείλεσθαι παρʼ αὐτῆς χρέα τὰ πάντων χρεῶν πρεσβύτατα. ἐπεὶ οὖν τὸν Θεὸν τὸν ἡμέτερον τῶν Χριστιανῶν, τὸν ἀληθινόν, πρὸ τῶν παρʼ ὑμῖν πολλῶν καὶ δι’ ὑλικῶν συμβόλων θεραπευομένων προείλετο, μὴ δυσχεραίνειν αὐτῷ, μᾶλλον δὲ καὶ θαυμάζειν τῆς ψυχῆς τὸ γενναῖον, ὅτι καὶ φόβου καὶ θεραπείας πατρικῆς προτιμότερον ἔθετο διὰ τὴς ἀληθοῦς ἐπιγνώσεως καὶ τοῦ κατʼ ἀρετὴν βίου οἰκειωθῆναι Θεῷ. δυσωπήσει μὲν οὖν σε καὶ αὐτὴ ἡ φύσις καὶ τὸ τοῦ τρόπου πρᾶον περὶ πάντα καὶ ἥμερον οὐδὲ πρὸς ὀλίγον ἐπιτρέψαι σοι τὴν ἐπʼ αὐτῷ λύπην· πάντως δὲ οὐδὲ τὴν ἡμετέραν ἀτιμάσεις πρεσβείαν, μᾶλλον δὲ τὴν τῆς σῆς πόλεως δι’ ἡμῶν πληρουμένην, οἳ τῷ περὶ σὲ φίλτρῳ καὶ τῷ πάντα σοι εὔχεσθαι τὰ καλά, καὶ σὲ αὐτὸν οἴονται Χριστιανὸν ὑποδέξασθαι. οὕτως αὐτοὺς περιχαρεῖς διέθηκε φήμη ἀθρόως ἐμπεσοῦσα τῇ πόλει.
- 277.1
Ἀνήγγειλέ μοι ὁ καλὸς καὶ ἀγαθὸς Θεότεκνος τὰ περὶ τῆς σεμνότητός σου, καὶ ἐνεποίησέ μοι πόθον τῆς σῆς συντυχίας, ἐναργῶς ὑπογράφων τῷ λόγῳ τῆς ψυχῆς σου τὸν χαρακτῆρα· καὶ τοσοῦτον ἐξέκαυσέ μοι τὸ περὶ σὲ φίλτρον, ὥστʼ, εἰ μὴ καὶ τῷ γήρᾳ ἐβαρυνόμην, καὶ τῇ συντρόφῳ κατειχόμην ἀσθενείᾳ, καὶ μυρίαις ταῖς κατὰ τὴν Ἐκκλησίαν φροντίσιν ἤμην πεπεδημένος, οὐδὲν ἄν με κατέσχεν αὐτὸν γενέσθαι παρὰ σέ. καὶ γὰρ οὐ μικρὸν τῷ ὄντι κέρδος, ἐξ οἰκίας μεγάλης καὶ γένους περιφανοῦς πρὸς τὸν εὐαγγελικὸν μεταστάντα βίον, χαλινῶσαι μὲν λογισμῷ τὴν νεότητα, τὰ δὲ τῆς σαρκὸς πάθη δοῦλα τῷ λόγῳ ποιῆσαι, ταπεινοφροσύνῃ δὲ κεχρῆσθαι τῇ ὀφειλομένῃ Χριστιανῷ, φρονοῦντι περὶ ἑαυτοῦ οἷα εἰκός, ὅθεν ἔφυ, καὶ οἷ πορεύεται. ἡ γὰρ τῆς φύσεως ἔννοια καταστέλλει μὲν τῆς ψυχῆς τὸ φλεγμαῖνον, ἀλαζονείαν δὲ πᾶσαν καὶ αὐθάδειαν ὑπερορίζει, καὶ τὸ ὅλον, μαθητὴν τοῦ Κυρίου καθίστησι, τοῦ εἰπόντος· Μάθετε ἀπʼ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ. τῷ ὄντι γάρ, φίλτατε παίδων, μόνον περισπούδαστον καὶ ἐπαινετὸν τὸ διαρκὲς ἀγαθόν. τοῦτο δὲ ἐστιν ἡ παρὰ Θεοῦ τιμή.
- 277.2
Τὰ δὲ ἀνθρώπινα ταῦτα σκιᾶς ἐστιν ἀμυδρότερα καὶ ὀνείρων ἀπατηλότερα. ἥ τε γὰρ νεότης τῶν ἠρινῶν. ἀνθέων ὀξύτερον καταρρεῖ, καὶ ὥρα σώματος ἢ νόσῳ ἢ χρόνῳ καταμαραίνεται. καὶ πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος. αἵ τε περὶ τὰς τέχνας διαπονήσεις τῷ χρόνῳ τούτῳ συναπαρτίζονται. ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν, οἱ λόγοι, ἄχρι τῆς ἀκοῆς χάριν ἔχουσιν. ἀρετῆς δὲ ἄσκησις τίμιον μὲν κτῆμα τῷ ἔχοντι, ἥδιστον δὲ θεαμάτων τοῖς ἐντυγχάνουσιν. ὧν ἐπιμελούμενος, ἄξιον σεαυτὸν καταστήσεις τῶν ἐν ἐπαγγελίαις ἀποκειμένων παρὰ τοῦ Κυρίου ἀγαθῶν.
- 277.3
Τίνι δʼ ἂν τρόπῳ ἔλθοις πρὸς τὴν τῶν καλῶν ἀνάληψιν καὶ ὅπως ἂν τὰ κτηθέντα διασώσαιο, μακρότερον εἰπεῖν ἢ κατὰ τὴν παροῦσαν ὁρμὴν τοῦ λόγου. ἐπῆλθε δʼ οὖν ἐμοὶ καὶ αὐτὰ ταῦτά σοι προσφθέγξασθαι, ἐξ ὧν ἤκουσα παρὰ τοῦ ἀδελφοῦ Θεοτέκνου· ὃν πάντοτε μὲν εὔχομαι ἀληθεύειν, μάλιστα δὲ ἐν τοῖς περὶ σοῦ λόγοις, ἵνα πλέον δοξάζηται ἐπὶ σοὶ ὁ Κύριος, ἀπὸ ῥίζης ἀλλοτρίας τοῖς πολυτιμήτοις καρποῖς τῆς εὐσεβείας βρύοντι.
- 278.1
Ἐγὼ τὴν εὐγένειάν σου καὶ κατὰ τὴν Ὀρφανήνην γενόμενος ἐπεθύμουν ἰδεῖν. προσεδόκων γάρ σε ἐν Κορσαγαίνοις διάγοντα μὴ ὀκνήσειν πρὸς ἡμᾶς διαβῆναι ἐν Ἀτταγαίνοις τελοῦντας τὴν σύνοδον. ἐπεὶ δὲ ἐκείνης διήμαρτον τῆς συνόδου, ἐπεθύμουν ἰδεῖν ἐν τῷ ὄρει. πάλιν γὰρ ἐκεῖ ἡ Εὔησος, πλησίον οὖσα, τὴν ἐλπίδα τῆς συντυχίας ἐπέτεινεν. ὡς δὲ ἀμφοτέρων διήμαρτον, ἦλθον ἐπὶ τὸ γράφειν, ἵνα καταξιώσῃς με καταλαβεῖν, ὁμοῦ μὲν τὸ εἰκὸς ποιῶν, νέος φοιτῶν παρὰ γέροντι, ὁμοῦ δὲ καὶ διὰ τῆς συντυχίας δεχόμενός τινα παρʼ ἡμῶν συμβουλήν, διὰ τὸ εἶναί σοι πράγματα πρός τινας τῶν ἐν Καισαρείᾳ, τὰ δεόμενα τῆς ἡμετέρας μεσιτείας πρὸς τὴν διόρθωσιν. ἐὰν οὖν ἀνεπαχθὲς ᾖ, μὴ κατοκνήσῃς ἡμᾶς καταλαβεῖν.
- 279.1
Κἂν πολλοὶ ὦσιν οἱ γράμματα παρʼ ἡμῶν προσκομίζοντες τῇ τιμιότητί σου, ἀλλὰ διὰ τὸ ὑπερβάλλον τῆς σῆς περὶ ἡμᾶς τιμῆς ἡγοῦμαι τὸ πλῆθος τῶν γραμμάτων ὄχλον μηδένα παρέχειν τῇ μεγαλοφυΐᾳ σου. διὰ τοῦτο προθύμως καὶ τῷ ἀδελφῷ τούτῳ τὴν ἐπιστολὴν ἔδωκα ταύτην, εἰδὼς ὅτι καὶ αὐτὸς πάντων τεύξεται τῶν σπουδαζομένων, καὶ ἡμεῖς ἐν τοῖς εὐεργέταις λογισθησόμεθα παρὰ σοί, ἀφορμὰς εὐποιϊῶν προξενοῦντες τῇ ἀγαθῇ προαιρέσει σου.
- 279.2
Τὸ μὲν οὖν πρᾶγμα εἰς ὃ δεῖται τῆς προστασίας σου αὐτὸς ἐρεῖ, ἐὰν αὐτὸν εὐμενεῖ καταξιώσῃς προσιδεῖν τῷ βλέμματι καὶ δῷς αὐτῷ θάρσος ὥστε φωνῆν ῥῆξαι ἐπὶ τῆς μεγάλης σου καὶ ὑπερφυοῦς ἐξουσίας· ἡμεῖς δὲ τὸ ἡμέτερον διὰ τοῦ γράμματος παριστῶμεν, ὅτι τὸ εἰς αὐτὸν γινόμενον οἰκεῖον ἡγούμεθα κέρδος, διὰ τὸ μάλιστα, ἐκ τῆς Τυανέων αὐτὸν ἀναστάντα τούτου ἕνεκεν ἐλθεῖν πρὸς ἡμᾶς, ὡς μέγα τι ἕξοντα κέρδος, εἰ τὴν ἡμετέραν ἐπιστολὴν ἀνθʼ ἱκετηρίας προβάλοιτο. ἵνα οὖν μήτε αὐτὸς τῶν ἐλπίδων ἐκπέσῃ, καὶ ἡμεῖς τῆς συνήθους τιμῆς ἀπολαύσωμεν, καὶ σοὶ ἡ περὶ τὰ ἀγαθὰ σπουδὴ καὶ ἐπὶ τῆς παρούσης ὑποθέσεως πληρωθῇ, ἀξιοῦμεν δεχθῆναι αὐτὸν εὐμενῶς καὶ ἐναρίθμιον γενέσθαι τοῖς οἰκειοτάτοις σοῦ.
- 280.1
Εἰ καὶ τολμηρὸν ἀνδρὶ τοσούτῳ διὰ γραμμάτων ἱκεσίας προσάγειν, ἀλλʼ οὖν ἡ προϋπάρχουσα περὶ ἡμᾶς παρὰ σοῦ τιμὴ ἀφαιρεῖται τῆς καρδίας ἡμῶν τὸ δειλόν, καὶ καταθαρροῦμεν ἐπιστέλλειν ὑπὲρ ἀνθρώπων, οἰκείων μὲν ἡμῖν κατὰ γένος, τιμῆς δὲ ἀξίων διὰ τὴν δεξιότητα τῶν ἠθῶν. ὁ τοίνυν τὴν ἐπιστολὴν ἡμῶν ταύτην ἐπιδιδοὺς ἐν υἱοῦ μοι τάξει καθέστηκεν. ἐπεὶ οὖν δεῖται μόνης τῆς παρὰ σοῦ εὐμενείας εἰς τὸ γενέσθαι αὐτῷ τὰ ἐπιζητούμενα, καταξίωσον δέξασθαί μου τὸ γράμμα, ὃ ἀνθʼ ἱκετηρίας προτείνεταί σοι ὁ προειρημένος, καὶ δοῦναι αὐτῷ καιρὸν διηγήσασθαι τὰ καθʼ ἑαυτὸν καὶ διαλεχθῆναι τοῖς δυναμένοις αὐτῷ συνεργῆσαι, ἵνα τῷ προστάγματί σου ταχέως τύχῃ τῶν σπουδαζομένων, καὶ ἐμοὶ ὑπάρξῃ καλλωπίσασθαι ὅτι μοι δέδοται τοιοῦτος παρὰ τῆς χάριτος τοῦ Θεοῦ προστάτης, ὃς τοὺς ἐμοὶ προσήκοντας ἰδίους ἡγεῖται ἱκέτας καὶ πρόσφυγας.
- 281.1
Μέμνημαι τῆς μεγάλης σου τιμῆς, ὅτι μοι μετὰ τῶν ἄλλων ἔδωκας καὶ τὸ θαρσεῖν ἐπιστέλλειν σου τῇ μεγαλοφυΐᾳ. κέχρημαι τοίνυν τῇ δωρεᾷ, καὶ ἀπολαύω τῆς φιλανθρωποτάτης χάριτος, ὁμοῦ μὲν ἐμαυτὸν εὐφραίνων ἐκ τοῦ διαλέγεσθαι ἀνδρὶ τοσούτῳ, ὁμοῦ δὲ καὶ τῇ σῇ μεγαλονοίᾳ καιρὸν ἐνδιδοὺς σεμνύνειν ἡμᾶς ταῖς ἀποκρίσεσιν. ἐπεὶ δὲ ἱκέτευσα τὴν σὴν ἡμερότητα ὑπὲρ τοῦ ἑταίρου ἡμῶν Ἑλλαδίου τοῦ πρωτεύοντος, ὥστε, τῆς ἐπὶ τῇ ἐξισώσει φροντίδος αὐτὸν ἀνεθέντα, ἐν τοῖς πράγμασι τῆς πατρίδος ἡμῶν συγχωρηθῆναι μοχθεῖν, καί τινος εὐμενοῦς νεύματος ἠξιώθην, ἀνανεοῦμαι τὴν αὐτὴν πρεσβείαν, καί σε καθικετεύω καταπεμφθῆναι πρόσταγμα τῷ ἄρχοντι τῆς ἐπαρχίας συγχωρῆσαι αὐτῷ τὴν ἐνόχλησιν.
- 282.1
Μὴ καλούμενος ἐγκαλεῖς, καὶ καλούμενος οὐχ ὑπακούεις. ἐκ δὲ τῶν δευτέρων δῆλος εἶ καὶ τῇ προτέρᾳ σκέψει μάτην χρησάμενος. οὐ γὰρ ἂν ἧκες, ἐκ τῶν εἰκότων, οὐδὲ τότε κληθείς. ἐπάκουσον οὖν καλοῦσι νῦν, καὶ μὴν γένῃ πάλιν ἀγνώμων, εἰδὼς ὡς ἐγκλήματι προστιθέμενον ἔγκλημα βεβαιοῖ καὶ πιστοτέραν ἐργάζεται τοῦ προτέρου τὴν κατηγορίαν τὸ δεύτερον. ἀεὶ δέ σε καὶ ἡμῶν ἀνέχεσθαι παρακαλῶ, εἰ δὲ ἡμῶν οὐκ ἀνέχῃ, ἀλλʼ οὐ τῶν μαρτύρων ἀμελῆσαι δίκαιον, ὧν ταῖς μνείαις κοινωνήσων καλῇ. δὸς οὖν πρῶτον μὲν ἀμφοτέροις, εἰ δὲ τοῦτο σοι μὴ δοκεῖ, τοῖς γοῦν τιμιωτέροις, τὴν χάριν.
- 283.1
Ἡμέραν μὲν ἐπιτηδείαν τῆς συνόδου ἐλπίζομεν εὑρίσκειν μετὰ τὰς κατὰ τὴν ὀρεινὴν μελλούσας παρʼ ἡμῶν τυποῦσθαι· συντυχίας δὲ καιρὸς ἄνευ τῆς κατὰ τὴν σύνοδον λειτουργίας ἄλλος ἡμῖν οὐχ ὑποφαίνεται, πλὴν ἐὰν μή τι ἔξω τῶν ἐλπιζομένων ὁ Κύριος οἰκονομήσῃ. στοχάζεσθαι δὲ ὀφείλεις ἐν τῶν κατὰ σεαυτὴν πραγμάτων. εἰ γὰρ τῇ σῇ εὐγενείᾳ μιᾶς φροντιζούσῃ τοσοῦτος περίκειται ὄχλος μεριμνῶν, πόσας νομίζεις ἡμᾶς τὰς ἐφʼ ἑκάστης ἡμέρας ἀσχολίας ἔχειν;
- 283.2
Τὸ δὲ σὸν ὄναρ ἡγοῦμαι τελειότερον ἐνδείκνυσθαι, ὡς ἄρα δέοι περὶ τῆς κατὰ ψυχὴν θεωρίας ποιεῖσθαί τινα ἐπιμέλειαν, κἀκείνους τοὺς ὀφθαλμοὺς θεραπεύειν οἷς ὁ Θεὸς ὁρᾶσθαι πέφυκεν. ἔχουσα δὲ τὴν ἐκ τῶν θείων Γραφῶν παράκλησιν, οὔτε ἡμῶν οὔτε ἄλλου τινὸς δεηθήσῃ πρὸς τὸ τὰ δέοντα συνορᾷν, αὐτάρκη τὴν ἐκ τοῦ ἁγίου Πνεύματος ἔχουσα συμβουλίαν καὶ ὁδηγίαν πρὸ τὸ συμφέρον.
- 284.1
Οἶμαι μέν τινα ἤδη τύπον κεκρατῆσθαι παρὰ τῇ τιμιότητί σου τῶν μοναζόντων ἕνεκεν, ὡς μηδὲν ἡμᾶς δεῖσθαι ἰδιάζουσαν χάριν ἐπʼ αὐτοῖς αἰτεῖν, ἀλλʼ ἐξαρκεῖν αὐτοῖς, εἰ τῆς κοινῆς μετὰ πάντων ἀπολαύσειαν φιλανθρωπίας· ὅμως δὲ καὶ ἐμαυτῷ ἐπιβάλλειν ἡγούμενος φροντίζειν, τὰ δυνατά, τῶν τοιούτων, ἐπιστέλλω τῇ τελείᾳ συνέσει σου τοὺς πάλαι μὲν ἀποταξαμένους τῷ βίῳ, νεκρώσαντας δὲ ἑαυτῶν τὸ σῶμα, ὡς μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῆς σωματικῆς ὑπηρεσίας δύνασθαί τι παρέχειν τοῖς δημοσίοις χρήσιμον, ἀφιέναι τῶν συντελειῶν. καὶ γὰρ εἴπερ εἰσὶ κατὰ τὸ ἐπάγγελμα ζῶντες, οὔτε χρήματα ἔχουσιν οὔτε σώματα, τὰ μὲν εἰς τὴν τῶν δεομένων κοινωνίαν ἀποκτησάμενοι, τὰ δὲ ἐν νηστείαις καὶ προσευχαῖς κατατρίψαντες. οἶδα δὲ ὅτι τοὺς οὕτω βεβιωκότας παντὸς μᾶλλον δι’ αἰδοῦς ἄξεις, καὶ βουλήσει σεαυτῷ κτήσασθαι βοηθοὺς δυνατοὺς διὰ τῆς κατὰ τὸ εὐαγγέλιον πολιτείας δυσωπῆσαι τὸν Κύριον.
- 285.1
Ὁ τῆς Ἐκκλησίας φροντίζων καὶ διὰ χειρὸς ἔχων τῶν κτήσεων τὴν ἐπιμέλειαν αὐτός ἐστιν ὁ τὴν ἐπιστολὴν ἐπιδιδούς σοι ταύτην, ὁ ἀγαπητὸς υἱὸς ὁ δεῖνα. τούτῳ καταξίωσον, περὶ ὧν ἀναφέρει τῇ κοσμιότητί σου, δοῦναι καὶ λόγου παρρησίαν, καὶ περὶ ὧν διαβεβαιοῦται προσχεῖν· ἵνα ἀπὸ γοῦν τοῦ νῦν δυνηθῇ ἡ Ἐκκλησία ἑαυτὴν ἀναλαβεῖν καὶ τῆς πολυκεφάλου ταύτης ὕδρας ἀπαλλαγῆναι. τοιαύτη γὰρ ἡ τῶν πτωχῶν κτῆσις, ὥστε ἀεὶ ἡμᾶς ζητῆσαι τὸν ὑποδεχόμενον αὐτήν, διὰ τὸ προσαναλίσκειν μᾶλλον τὴν Ἐκκλησίαν, ἤ τινα καρπὸν ἔχειν ἀπὸ τῶν κτημάτων.
- 286.1
Ἐπειδή τινες ἐν τῇ συνόδῳ τῇδε συνελήφθησαν τῶν τὰ πονηρὰ ἐργαζομένων, καὶ κλεπτόντων παρὰ τὴν ἐντολὴν τοῦ Κυρίου ἱμάτια εὐτελῆ πτωχῶν ἀνθρώπων, οὓς ἐνδύειν μᾶλλον ἐχρῆν ἢ ἀποδύειν, συνελάβοντο μὲν αὐτοὺς οἱ τῆς εὐταξίας ἐπιμελόμενοι τῆς ἐκκλησιαστικῆς, νομίσας δὲ αὐτῷ σοι διαφέρειν, ὡς τὰ δημόσια πράττοντι, τὴν τῶν τοιούτων ὑποδοχήν, ἐπέστειλά σοι, γνωρίζων ὅτι τὰ ἐν ταῖς ἐκκλησίαις ἁμαρτανόμενα ὑφʼ ἡμῶν προσήκει τῆς πρεπούσης τυγχάνειν διορθώσεως, δικαστὰς δὲ περὶ τούτων μὴ παρενοχλεῖσθαι. διὰ τοῦτο καὶ τὰ σῦλα αὐτῶν, ἃ δηλοῖ τὸ παρὰ σοὶ κείμενον, καὶ ἡ ἐπὶ πάντων τῶν παρόντων γενομένη ἀντιγραφή, ὑποδεχθῆναι προσέταξα, καὶ τὰ μὲν ταμιευθῆναι τοῖς ἐπερχομένοις, τὰ δὲ διαδοθῆναι τοῖς παροῦσι· τοὺς δὲ ἀνθρώπους ἐπιστρέψαι ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, οὓς οἶμαι ἐν τῷ ὀνόματι τοῦ Θεοῦ βελτίους ποιήσειν πρὸς τὸ ἐφεξῆς. ἃ γὰρ αἱ τῶν δικαστηρίων πληγαὶ οὐκ ἐργάζονται, ταῦτα ἔγνωμεν πολλάκις τὰ φοβερὰ κρίματα τοῦ Κυρίου κατορθοῦντα· εἰ δὲ δοκεῖ σοι καὶ περὶ τούτων ἀνενεγκεῖν τῷ κόμητι, τοσοῦτον θαρροῦμεν τοῖς δικαίοις καὶ τῇ τοῦ ἀνδρὸς ὀρθότητι, ὅτι ἐπιτρέπομέν σοι ποιεῖν ὃ βούλει.
- 287.1
Δυσμεταχείριστον ἔοικεν εἶναι τὸ κατὰ τόνδε. οὐ γὰρ ἔχομεν τί χρησόμεθα οὕτω πολυτρόπῳ ἤθει, ὡς ἐκ τῶν ὁρωμένων ἐστὶν εἰκάζειν, ἀπεγνωσμένῳ. εἰς κρίσιν μὲν γὰρ καλούμενος, οὐχ ὑπακούει, κἂν ἀπαντήσῃ, τοσαύτῃ χρῆται περιουσίᾳ λόγων καὶ ὅρκων, ὡς ἀγαπητὸν ἡμῖν ποιεῖν τὸ ταχέως αὐτοῦ χωρισθῆναι. εἶδον δὲ αὐτὸν πολλάκις καὶ περιτρέψαντα τὰς αἰτίας τοῖς ἐγκαλοῦσι. καὶ ὅλως οὐδεμία φύσις τῶν ὅσα τὴν γῆν ἐπιβόσκεται οὕτω ποικίλη καὶ πρὸς κακίαν εὔπλαστος, ὡς ἡ τοῦ ἀνθρώπου τούτου, ὡς ἐξ ὀλίγης τῆς πείρας ἔστι τὸ κατʼ αὐτὸν τεκμήρασθαι. τί δὲ ἐρωτᾶτέ με, καὶ οὐ πείθετε ἑαυτοὺς ὑπομένειν τὰς παρʼ αὐτοῦ ἀδικίας ὡς ὀργήν τινα θεήλατον ; ὑπὲρ δὲ τοῦ μὴ ὑμᾶς μολύνεσθαι ἐν κοινωνίᾳ τῶν ἁμαρτημάτων, πανοικεὶ τῶν εὐχῶν κεχωρίσθω, καὶ τῆς ἄλλης τῆς πρὸς τοὺς ἱερατικοὺς κοινωνίας. ἴσως παραφύλαγμα γενόμενος ἐντραπήσεται.
- 288.1
Οὓς τὰ κοινὰ ἐπιτίμια οὐ σωφρονίζει, οὔτε τὸ εἰρχθῆναι τῶν εὐχῶν ἄγει εἰς μετάνοιαν, ἀνάγκη τοῖς παρὰ τοῦ Κυρίου δοθεῖσι κανόσιν ὑποβάλλειν. γέγραπται γάρ· Ἐὰν ὁ ἀδελφός σου ἁμάρτῃ, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ· ἐάν σου μὴ ἀκούσῃ, παράλαβε μετὰ σεαυτοῦ ἄλλον· ἐὰν δὲ μηδὲ οὕτως, εἰπὲ τῇ Ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς Ἐκκλησίας παρακούσῃ, ἔστω σοι λοιπὸν ὡς ἐθνικὸς καὶ ὁ τελώνης· ὃ οὖν ἐγένετο καὶ ἐπὶ τοῦδε. ἅπαξ ἐνεκλήθη· ἐπὶ ἑνὸς καὶ δευτέρου διηλέγχθη· τρίτον ἐπὶ τῆς Ἐκκλησίας. ἐπεὶ οὖν διεμαρτυράμεθα αὐτῷ, καὶ οὐ κατεδέξατο, λοιπὸν ἔστω ἐκκήρυκτος. καὶ διαγγελθήτω πάσῃ τῇ κώμῃ ἀπρόσδεκτον αὐτὸν εἶναι πρὸς πᾶσαν κοινωνίαν χρήσεως βιωτικῆς, ὡς, ἐκ τοῦ μὴ συναναμίγνυσθαι ἡμᾶς αὐτῷ, γένηται παντελῶς κατάβρωμα τοῦ διαβόλου.
- 289.1
Ἐγὼ ἴσον ἡμάρτημα κρίνας καὶ ἀνεπιτιμήτους ἐᾷν τοὺς ἁμαρτάνοντας καὶ ὑπερβαίνειν τὸ μέτρον τῇ τιμωρίᾳ, τὴν ἐμοὶ ἐπιβάλλουσαν ἐπέθηκα δίκην τῷδε, ἐξορίσας αὐτὸν τῆς ἐκκλησιαστικῆς κοινωνίας· καὶ τοῖς ἠδικημένοις παρῄνεσα μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ τῷ Κυρίῳ τὴν ἀνταπόδοσιν ἐπιτρέψαι, ὥστε εἴ τι ὄφελος ἡμῶν παραγγελμάτων, τότε ἂν ἠκούσθην, πολλῷ ἀξιοπιστότερον κεχρημένος τῷ λόγῳ ἢ ὅσον ἂν δυνηθείη δυσωπῆσαι τὰ γράμματα.
- 289.2
Ἐπεὶ δὲ ἤκουσα ῥημάτων πολλὴν ἐχόντων βαρύτητα, καὶ τότε ἡσύχασα, καὶ νῦν οὐκ οἶμαι πρέπον εἶναί μοι περὶ τῶν αὐτῶν διαλέγεσθαι. ἐγὼ γάρ, φησίν, ἀνδρὸς ὑπερεῖδον καὶ παιδοποιίας καὶ βίου. ἵνα ἑνὸς τούτου τύχοιμι, τῆς παρὰ Θεοῦ εὐδοκιμήσεως καὶ παρὰ τοῖς ἀνθρώποις τοῦ βελτίονος ἀξιοῦσθαι λόγου, ἐπειδὴ ἄνθρωπος, ἐκ παιδὸς ταῖς οἰκοφθορίαις ἐντεθραμμένος, εἰσβιασάμενός ποτε τῇ συνήθει ἑαυτοῦ ἀναιδείᾳ ἐνέπεσεν ἡμῶν τῷ οἴκῳ, καὶ μέχρι ψιλῆς συντυχίας ἐγένετο γνώριμος ἡμῖν, καὶ ἀγνοίᾳ τῶν κατʼ αὐτὸν καὶ αἰδοῖ τινι ἀπαιδεύτῳ προφανῶς αὐτὸν αἰσχυνομένη ἐλάσαι· εἰς τοσοῦτον ἐξῆλθεν ἀσεβείας καὶ ὕβρεως, ὥστε ἐμπλῆσαι μὲν τὴν πόλιν πᾶσαν τῶν κατʼ ἐμοῦ βλασφημιῶν, προγράμματι δὲ δημοσίῳ στηλιτεῦσαι ἐκτεθέντι ἐπὶ τῶν προθύρων τῆς ἐκκλησίας. ἐφʼ οἷς καὶ τυχών τινος παρὰ τῶν νόμων ἀγανακτήσεως, πάλιν ἐπανελθὼν ἀνενεώσατο τὰς αὐτοῦ βλασφημίας. πάλιν τῶν ἐμῶν λοιδοριῶν πλήρης ἡ ἀγορά, τὰ γυμνάσια, τὰ θέατρα, αἱ οἰκίαι τῶν δι’ ὁμοιότητα τοῦ βίου δεχομένων αὐτόν. καὶ μηδὲ ἐπὶ τοῖς βελτίοσι γνωρίζεσθαι, ἐν οἷς εὐπρεπὴς ἦν, ὑπῆρξέ μοι ἐκ τῶν αἰσχίστων, διὰ τὸ παρὰ πᾶσι τῇ ἀκολάστῳ γνώμῃ γενέσθαι περιφανῆ.
- 289.3
Ἐπὶ τούτοις, φησίν, οἱ μὲν ἥδονται ταῖς βλασφημίαις, διὰ τὸ φύσει χαίρειν ταῖς λοιδορίαις τοὺς ἀνθρώπους· οἱ δὲ ἄχθεσθαι μὲν λέγουσιν, οὐ συναλγοῦσι δέ· ἄλλοι πείθονται ἀληθεῖς εἶναι τὰς λοιδορίας· ἄλλοι ἀμφίβολοί εἰσι, τῷ πλήθει τῶν ὅρκων αὐτοῦ προσέχοντες. ὁ δὲ συναλγῶν οὐκ ἔστιν· ἀλλʼ ὄντως νῦν τῆς ἐρημίας ᾐσθόμην, καὶ ἐμαυτὴν ὀδύρομαι, οὐκ ἀδελφόν, οὐ φίλον, οὐ συγγενῆ, οὐ δοῦλον, οὐκ ἐλεύθερον, οὐδένα ἀνθρώπων τὸ παράπαν ἔχουσα συναλγοῦντα· καὶ, ὡς ἔοικε, μόνην ἑαυτὴν ἐλεεινοτέραν τῆς πόλεως εὑρίσκω, ἐν ᾗ τοσαύτη σπάνις μισοπονήρων ἐστίν· οἳ τὴν εἰς ἀλλήλους γινομένην παροινίαν οὐκ οἴονται βαδίζουσαν ἐν κύκλῳ καὶ αὐτούς ποτε καταλήψεσθαι.
- 289.4
Ταῦτα καὶ πολλῷ ἔτι πληκτικώτερα μετὰ ἀμυθήτων δακρύων πρὸς ἐμὲ διεξελθοῦσα, ἀπῆλθεν, οὐδὲ ἐμὲ τῶν μέμψεων ἐλεύθερον ἀφεῖσα, ὅτι δέον πατρικῶς αὐτῇ συναλγεῖν, ἐναδιαφορῶ κακῷ τοσούτῳ καὶ φιλοσοφῶ ἐν ἀλλοτρίοις παθήμασιν. οὐ γὰρ χρημάτων ἄφεσιν κελεύεις ὑπεριδεῖν, οὐδὲ τοὺς εἰς τὸ σῶμα πόνους συνενεγκεῖν, ἀλλʼ εἰς αὐτὴν ζημιωθῆναι τὴν ὑπόληψιν, ἧς ἡ βλάβη κοινὴ ζημία τοῦ κλήρου γίνεται.
- 289.5
Ἐπὶ τούτοις τοῖς ῥήμασι τίνα με βούλει νῦν πρὸς αὐτὴν εἰπεῖν αὐτὸς δοκίμασον, ὦ θαυμάσιε, ἔχοντα τοιαύτην κρίσιν παρʼ ἑαυτῷ· μὴ παραδιδόναι ταῖς ἀρχαῖς τοὺς κακούργους, μὴ μέντοι μηδὲ ἐξαιρεῖσθαι παραδοθέντας· οἷς πάλαι προείρηται παρὰ τοῦ ἀποστόλου φοβεῖσθαι τὸν ἄρχοντα ἐπὶ τῷ πονηρῷ ἔργῳ· Οὐ γὰρ εἰκῆ, φησί, τὴν μάχαιραν φορεῖ. ὥσπερ οὖν τὸ παραδοῦναι οὐ φιλάνθρωπον, οὕτω καὶ τὸ ἐξαιρεῖσθαι τρέφοντός ἐστι τὴν παροινίαν. ἴσως δʼ ἂν γένοιτό τις ὑπέρθεσις τῆς εἰσόδου μέχρι τῆς ἡμῶν αὐτῶν παρουσίας· καὶ τότε δείξομεν, ὅτι οὐδὲν ἡμῶν ὄφελος, ἐκ τοῦ μὴ εἶναι τοὺς πειθομένους.
- 290.1
Πολλὰ ἀγαθὰ γένοιτο τοῖς κινοῦσι τὴν τιμιότητά σου πρὸς τὴν συνεχῆ ὁμιλίαν ἡμῶν τὴν διὰ τοῦ γράμματος. μὴ γὰρ οἴου συνηθείας ἕνεκεν λέγεσθαι παρʼ ἡμῶν τὰ τοιαῦτα, ἀλλὰ ἐκ διαθέσεως ἀληθινῆς πλείστου ἀξίαν τίθεσθαι ἡμᾶς τὴν φωνήν σου. τί γὰρ ἂν ἐμοὶ Νεκταρίου γένοιτο τιμιώτερον, τοῦ ἐκ παιδὸς μὲν ἀπὸ τῶν καλλίστων ἡμῖν γνωρισθέντος, νῦν δὲ ἐκ παντοίας ἀρετῆς εἰς τοσοῦτον περιφανείας ἀναδραμόντος; ὥστε μοι φίλων ἁπάντων φίλτατος ὁ σά μοι γράμματα διαφέρων.
- 290.2
Περὶ μέντοι τῆς τῶν προστησομένων τῆς συμμορίας ἐκλογῆς, εἰ μὲν ἀνθρώποις χαριζόμενος, ἢ ἱκεσίαις ἐνδιδούς, ἢ φόβῳ εἴκων ποιῶ τι, μήτε ταῦτα ποιήσαιμι. οὐ γὰρ οἰκονόμος, ἀλλὰ κάπηλος ἔσομαι, τὴν δωρεὰν τοῦ Θεοῦ πρὸς ἀνθρωπίνας φιλίας διαμειβόμενος. εἰ δὲ αἱ μὲν διδόμεναι ψῆφοι παρὰ ἀνθρώπων δίδονται ἐκ τῆς ἔξωθεν ἐπιφανείας μαρτυρεῖν ἐχόντων, ἅπερ ἂν μαρτυρῶσιν, αἱ δὲ κρίσεις τῶν ἐπιτηδειοτέρων τῷ εἰδότι τὰ ἀπόρρητα τῶν καρδιῶν παρὰ τῆς ἡμετέρας ταπεινώσεως ἐπιτρέπονται, τάχα τῷ παντὶ βέλτιον καταθέμενον τὴν μαρτυρίαν σπουδῆς μὲν καὶ διαστάσεως πάσης ὡς ὑπὲρ οἰκείων τῶν μαρτυρηθέντων ἀφίστασθαι, προσεύχεσθαι δὲ τῷ Θεῷ μὴ λαθεῖν τὸ συμφέρον. οὕτω γὰρ οὐκέτι ἄνθρωπον τῆς ἐφʼ ἑκάτερα ἐκβάσεως αἰτιασόμεθα, ἀλλὰ τῷ Θεῷ τὴν χάριν τῶν γινομένων εἰσόμεθα. καίτοι εἰ κατὰ ἄνθρωπον γίνεται ταῦτα, οὐδὲ γίνεται, ἀλλὰ μίμησις μέν ἐστι, τῆς ἀληθείας δὲ πάμπληθες ἀπολείπεται.
- 290.3
Σκέψαι δέ, ὅτι οὐδὲ μικρός τις παραπέπηγε κίνδυνος τῷ ἐκ παντὸς τρόπου τὸ ἑαυτοῦ κρατῆσαι φιλονεικοῦντι, μή ποτε τῶν ἁμαρτανομένων ἐφʼ ἑαυτοὺς ἑλκύσωμεν τὴν μερίδα. πολλὰ γὰρ ἂν ἁμαρτηθείη καὶ παρὰ τῶν οὐκ ἂν προσδοκηθέντων ποτέ, διὰ τὸ εὔκολον τῆς ἀνθρωπίνης φύσεως. εἶτα ἰδίᾳ μὲν τοῖς φίλοις συμβουλεύσαντες πολλάκις τὰ κράτιστα, κἂν ἀπίθανοι δόξωμεν τοῖς βουλευομένοις, οὐ χαλεπαίνομεν· ἐν οἷς δὲ οὐ βουλὴ ἀνθρώπων, ἀλλὰ κρίσις ἐστὶ Θεοῦ, μὴ καὶ τῶν τοῦ Θεοῦ κριμάτων προτιμηθέντες δυσχερανοῦμεν; εἰ μὲν οὖν παρὰ ἀνθρώπων δίδοται, τί χρὴ παρʼ ἡμῶν αἰτεῖν, ἀλλʼ οὐχὶ αὐτὸν παρʼ ἑαυτοῦ λαμβάνειν; εἰ δὲ παρὰ Κυρίου, εὔχεσθαι προσῆκεν, ἀλλʼ οὐχὶ ἀγανακτεῖν· καὶ ἐν τῇ εὐχῇ μὴ τὸ ἴδιον θέλημα αἰτεῖν, ἀλλʼ ἐπιτρέπειν τῷ οἰκονομοῦντι τὸ συμφέρον Θεῷ. ὁ δὲ Θεὸς ὁ ἅγιος ἀπαγάγοι πᾶσαν πεῖραν λυπηρῶν πραγμάτων ἀπὸ τοῦ οἴκου ὑμῶν, καὶ αὐτῷ τε σοὶ καὶ πᾶσι τοῖς προσήκουσί σοι ἄνοσον καὶ ἀβλαβῆ ἐν πάσῃ εὐθηνίᾳ τὸν βίον ἐπιμετρήσειεν.
- 291.1
Καὶ τὸ πάντα γράφειν ὅσα φρονῶ οὔτε τῷ μέτρῳ τῆς ἐπιστολῆς ὁρῶ συμβαῖνον οὔτε ἄλλως πρέπον τῷ τῆς προσηγορίας εἴδει, καὶ τὸ σιωπῇ παρελθεῖν μικροῦ καὶ ἀδύνατόν ἐστί μοι, δικαίῳ θυμῷ τῷ κατὰ σοῦ φλεγμαινούσης μοι τῆς καρδίας. μέσην οὖν βαδιοῦμαι, τὰ μὲν γράφων, τὰ δὲ παρείς. καθάψασθαι γάρ σου βούλομαι, εἰ θέμις ἐστίν, ἐν ἰσηγορίᾳ φιλικῇ.
- 291.2
Εἰ εἶ Τιμόθεος ἐκεῖνος, ὃν ἐκ παιδὸς οἴδαμεν τοσοῦτον πρὸς τὴν ὀρθότητα καὶ τὸν κατησκημένον βίον τῷ τόνῳ χρώμενον, ὥστε ἐγκαλεῖσθαι τὴν ἐν τούτοις ἀμετρίαν, ἀποστὰς νῦν τοῦ σκοπεῖν πάντα τρόπον ὅ τι χρὴ ποιοῦντα τῷ Θεῷ προσοικειοῦσθαι, ἀποβλέπεις πρὸς τὰ τῷ δεῖνι δοκοῦντα περὶ σοῦ, καὶ τῆς ἑτέρων γνώμης τὴν ζωὴν ἔχεις ἐξηρτημένην, καὶ ὅπως μὴ φίλοις ἄχρηστος, μηδὲ ἐχθροῖς ᾖς καταγέλαστος ἐνθυμῇ, καὶ τὴν παρὰ πολλῶν αἰσχύνην, ὡς δεινόν τι, φοβῇ, καὶ οὐκ ἐννοεῖς, ὅτι ἐν ὅσῳ περὶ ταῦτα τρίβῃ, λανθάνεις σεαυτὸν τῆς προηγουμένης ζωῆς ἀμελῶν; ὅτι γὰρ οὐκ ἐγχωρεῖ ἀμφοτέρων ὁμοῦ περιγενέσθαι, τῶν τε κατὰ τὸν κόσμον τοῦτον πραγμάτων καὶ τῆς κατὰ Θεὸν πολιτείας, πλήρεις μὲν αἱ θεῖαι Γραφαὶ ὧν ἐδίδαξαν ἡμᾶς· πλήρης δὲ καὶ αὐτὴ ἡ φύσις τῶν τοιούτων ὑποδειγμάτων ἐστίν. ἔν τε γὰρ τῇ κατὰ τὸν νοῦν ἐνεργείᾳ δύο νοῆσαι κατὰ ταὐτὸν νοήματα παντελῶς ἀμήχανον, ἔν τε ταῖς κατὰ τὴν αἴσθησιν ἀντιλήψεσι δύο φωνὰς ὁμοῦ προσπιπτούσας ταῖς ἀκοαῖς δέχεσθαι ἐν ταὐτῷ καὶ διακρίνειν ἀδύνατον· καὶ τοῦτο δύο ἀκουστικῶν πόρων ἡμῖν ἀνεῳγμένων. ὀφθαλμοὶ δέ, ἐὰν μὴ ἀμφότεροι πρὸς ἕν τι τῶν ὁρατῶν ἀποταθῶσιν, ἐνεργεῖν τὸ ἑαυτῶν ἀκριβῶς οὐ δύνανται. καὶ ταῦτα μὲν τὰ παρὰ τῆς φύσεως· τὰ δὲ ἐκ τῶν Γραφῶν σοι διηγεῖσθαι οὐχ ἧττόν ἐστι καταγέλαστον ἢ γλαῦκα, φησίν, Ἀθηναίοις ἄγειν.
- 291.3
Τί οὖν τὰ ἄμικτα μίγνυμεν, θορύβους πολιτικοὺς καὶ εὐσεβείας ἄσκησιν, ἀλλʼ οὐχὶ ἀποστάντες τῶν θορύβων καὶ τοῦ πράγματα ἔχειν καὶ παρέχειν ἑτέροις, ἡμῶν αὐτῶν γινόμεθα, καὶ ὃν πάλαι ὑπεθέμεθα τῆς εὐσεβείας σκοπὸν βεβαιοῦμεν τῷ ἔργῳ, καὶ δείκνυμεν τοῖς ἐπηρεάζειν ἡμῖν βουλομένοις, ὅτι οὐκ ἔστιν ἐπʼ αὐτοῖς τὸ λυπεῖν ἡμᾶς ὅταν ἐθέλωσι; τοῦτο δὲ ἔσται ἐπειδὰν πάσης λαβῆς ἐλευθέρους ἑαυτοὺς ἀποδείξωμεν. καὶ ταῦτα μὲν εἰς τοσοῦτον. εἴη δὲ ἡμᾶς ποτε καὶ ἐν ταὐτῷ γενέσθαι καὶ ἀκριβέστερον βουλεύσασθαι περὶ τῶν συμφερόντων ταῖς ψυχαῖς ἡμῶν, ἵνα μὴ ἐν τῇ περὶ τῶν ματαίων φροντίδι καταληφθῶμεν τῆς ἀναγκαίας ἐξόδου ἐπελθούσης ἡμῖν.
- 291.4
Τοῖς δὲ ἀποσταλεῖσι παρὰ τῆς ἀγάπης σου ὑπερήσθην, οἷς ὑπῆρχε μὲν ἡδίστοις εἶναι καὶ κατὰ τὴν ἑαυτῶν φύσιν· πολλαπλασίονα δὲ τὴν ἡδονὴν ἐνεποίει ἡ προσθήκη τοῦ ἀποστείλαντος. τὰ δὲ ἀπὸ τοῦ Πόντου κηροὺς καὶ ἄκοπα, ἡδέως δέξαι, ὅταν ἀποστείλωμεν· νῦν γὰρ ἡμῖν οὐ παρῆν.
- 292.1
Τὸ ἥμισυ τῆς ἐπιθυμίας ἡμῶν ἐξεπλήρωσεν ὁ ἅγιος Θεός, οἰκονομήσας τὴν συντυχίαν τῆς κοσμιωτάτης ἀδελφῆς ἡμῶν τῆς συμβίου σου. δυνατὸς δὲ παρασχεῖν καὶ τὸ λειπόμενον, ὥστε ἰδόντας ἡμᾶς καὶ τὴν σὴν εὐγένειαν, τελείαν ἀποδοῦναι τῷ Θεῷ τὴν χάριν. ἐν πολλῇ γάρ ἐσμεν ἐπιθυμίᾳ, μάλιστα νῦν, ὅτε ἠκούσαμεν τετιμῆσθαί σε τῇ μεγάλῃ τιμῇ, τῷ ἀθανάτῳ ἐνδύματι, ὃ περισχὸν ἡμῶν τὴν ἀνθρωπότητα, τὸν ἐν τῇ σαρκὶ θάνατον ἐξηφάνισε καὶ κατεπόθη τὸ θνητὸν ἐν τῷ τῆς ἀφθαρσίας ἐνδύματι.
← Previous · Next → — showing 801–900 of 1,035
Perseus Greek. CTS URN tlg2040.tlg004.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.