Ancient Textssearch the texts themselves, not just their titles

← All works

Epistulae

Perseus Greek · Perseus Greek · 1,035 sections

  1. 221.1

    Ἔγνωμεν ὑμᾶς προλαβόντες, ποθεινότατοι, ἐκ τῆς ἐκβεβοημένης ὑμῶν εὐλαβείας καὶ τοῦ στεφάνου τῆς κατὰ Χριστὸν ὁμολογίας. καὶ ἴσως ἄν τις ὑμῶν φαίη· Καὶ τίς ὁ εἰς τὴν μακρὰν ταῦτα διαπορθμεύσας; Κύριος αὐτός, ὃς τοὺς εὐσεβοῦντας εἰς αὐτὸν τρόπῳ λύχνου τιθεὶς ἐπὶ τὴν λυχνίαν, φαίνειν ποιεῖ καθʼ ὅλης τῆς οἰκουμένης. ἢ οὐχὶ τοὺς ἀριστέας τῶν ἀγωνιστῶν ἀνακηρύττειν εἴωθε τὸ τῆς νίκης βραβεῖον, καὶ τοὺς μηχανικοὺς ἡ τοῦ ἔργου ἐπίνοια; εἰ δὲ ἐπὶ τούτοις καὶ τοῖς τοιούτοις ἄληστος ἡ μνήμη διαμένει, τοὺς κατὰ Χριστὸν εὐσεβοῦντας, περὶ ὧν αὐτός φησιν ὁ Κύριος· Τοὺς δοξάζοντάς με δοξάσω, πῶς οὐχὶ γνωρίμους καὶ διαφανεῖς τοῖς πᾶσι καταστήσει, ταῖς ἀκτῖσι τοῦ ἡλίου συνεφαπτῶν τῆς ἐξαστραπτούσης αὐτῶν λαμπηδόνος τὸ φαιδρόν;

  2. 221.2

    Μείζονα δὲ αὖθις ἡμῖν τὸν περὶ ὑμᾶς πόθον ἐνεθήκατε γραμμάτων ἡμᾶς ἀξιώσαντες, καὶ γραμμάτων τοιούτων, ἐν οἷς πρὸς τοῖς προλαβοῦσιν ὑπὲρ τῆς εὐσεβείας παλαίσμασι πλουσίαν καὶ ἀκμαιοτέραν τὴν ὑπὲρ τῆς ἀληθοῦς πίστεως καρτεροψυχίαν ἐπεδαψιλεύσασθε. ἐφʼ οἷς συνηδόμεθα ὑμῖν, καὶ συνευχόμεθα, ὅπως ὁ τῶν ὅλων Θεός, οὗ ὁ ἀγών, καὶ οὗ τὸ σκάμμα, καὶ δι’ οὗ οἱ στέφανοι, προθυμίαν ἐμποιήσῃ, ῥῶσιν ψυχῆς παράσχῃ, καὶ εἰς τελείαν εὐδοκίμησιν τὴν παρʼ αὐτῷ τὸ ἔργον ὑμῶν ἀγάγῃ.

  3. 222.1

    Τὸ γράμμα τῆς εὐλαβείας ὑμῶν τοιοῦτον γέγονεν ἡμῖν ἐν καιρῷ θλίψεως ἐπιφανέν, ὁποῖον γίνεται πολλάκις ἀγωνισταῖς ἵπποις, ἐν μεσημβρίᾳ σταθερᾷ λάβρῳ τῷ ἄσθματι κόνιν σπωμένοις ἐν μέσῳ τῷ σταδίῳ, ὕδωρ τοῖς στόμασι προσχυθέν. ἀνεπνεύσαμεν γὰρ ἐκ τῆς συνεχείας τῶν πειρασμῶν, καὶ ὁμοῦ τε τοῖς ῥήμασιν ὑμῶν ἐπερρώσθημεν, καὶ τῇ μνήμῃ τῶν καθʼ ὑμᾶς ἀγωνισμάτων εὐτονώτεροι γεγόναμεν πρὸς τὸ ἀνενδότως ὑπενεγκεῖν τὸν προκείμενον ἡμῖν ἀγῶνα. ὁ γὰρ ἐμπρησμός, ὁ τὰ πολλὰ τῆς Ἀνατολῆς ἐπινειμάμενος ὑφέρπει ἤδη καὶ τὴν ἡμετέραν, καὶ τὰ κύκλῳ πάντα περιφλέξας ἅπτεσθαι φιλονεικεῖ καὶ τῶν ἐν Καππαδοκίᾳ ἐκκλησιῶν, ἃς τέως ἐκίνει πρὸς δάκρυον ὁ ἐκ γειτόνων καπνός. ἅπτεσθαι δʼ οὖν λοιπὸν καὶ ἡμῶν ἐπείγεται, ὃν ὁ Κύριος ἀποστρέψειε τῷ πνεύματι τοῦ στόματος αὐτοῦ, καὶ διακόψειε τὴν φλόγα τοῦ πονηροῦ τούτου πυρός. τίς γὰρ οὕτω δειλὸς καὶ ἄνανδρος, ἢ πρὸς πόνους ἀθλητικοὺς ἀμελέτητος, ὡς μὴ τοῖς ὑμετέροις ὑποφωνήμασιν ἐπιρρωσθῆναι πρὸς τὸν ἀγῶνα, καὶ εὔχεσθαι μεθʼ ὑμῶν στεφανίτης ἀναρρηθῆναι; προλαβόντες γὰρ ἐναπεδύσασθε τῷ τῆς εὐσεβείας σταδίῳ, καὶ πολλὰς μὲν ἀπεκρούσασθε πείρας αἱρετικῶν παλαισμάτων, πολὺν δὲ τὸν καύσωνα τῶν πειρασμῶν ὑπηνέγκατε, οἵ τε κορυφαῖοι τῆς ἐκκλησίας ὑμεῖς, οἷς ἡ θεραπεία τοῦ θυσιαστηρίου πεπίστευται, καὶ οἱ καθʼ ἕνα τοῦ λαοῦ, καὶ οἱ δυνατώτεροι. τοῦτο γὰρ καὶ μάλιστα θαυμαστὸν ὑμῶν καὶ πάσης ἀποδοχῆς ἄξιον, ὅτι πάντες εἷς ἐστε ἐν Κυρίῳ, οἱ μὲν καθηγούμενοι πρὸς τὸ ἀγαθόν, οἱ δὲ ἐφεπόμενοι μετὰ συμπνοίας. διὸ καὶ κρείττους ἐστὲ τῆς τῶν ἀντιπάλων ἐπιχειρήσεως, οὐδεμίαν παρέχοντες ἀπʼ οὐδενὸς μέλους λαβὴν τοῖς ἀνταγωνιζομένοις.

  4. 222.2

    Τούτου χάριν εὐχόμεθα νυκτὸς καὶ ἡμέρας τῷ Βασιλεῖ τῶν Αἰώνων φυλάξαι μὲν τὸν λαὸν ἐν τῇ ὁλοκληρίᾳ τῆς πίστεως, φυλάξαι δὲ αὐτῷ τὸν κλῆρον, ὥσπερ κεφαλὴν ἀκέραιον ἐπὶ τοῦ ὕψους κειμένην, καὶ τὴν ἀφʼ ἑαυτῆς προμήθειαν τοῖς ὑποκειμένοις τοῦ σώματος μέλεσι παρεχομένην. ὀφθαλμῶν γὰρ τὰ καθʼ ἑαυτοὺς ἐνεργούντων, ἔντεχνοι μὲν τῶν χειρῶν αἱ ἐργασίαι, ἀπρόσκοποι δὲ τῶν ποδῶν αἱ κινήσεις, οὐδὲν δὲ μέρος τοῦ σώματος τῆς προσηκούσης προνοίας ἀποστερεῖται. ὥστε παρακαλοῦμεν ὑμᾶς, ὃ ποεῖτε καὶ ποιήσετε, ἀντέχεσθαι ἀλλήλων, καὶ ὑμᾶς μὲν τοὺς τὴν τῶν ψυχῶν ἐπιμέλειαν πεπιστευμένους συνέχειν τοὺς καθʼ ἕκαστον, καὶ θάλπειν ὡς τέκνα ἀγαπητά, τὸν δὲ λαὸν τὴν πατράσιν ὀφειλομένην αἰδὼ καὶ τιμὴν ὑμῖν ἀποσώζειν, ἵνα ἐν τῇ εὐσχημοσύνῃ τῆς ἐκκλησίας σώζηται μὲν ὑμῶν ἡ ἰσχύς, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως, δοξάζηται δὲ τὸ ὄνομα τοῦ Θεοῦ, πλεονάζῃ δὲ καὶ πληθύνῃ τὸ τῆς ἀγάπης καλόν. ἀκούοντες δὲ ἡμεῖς εὐφραινώμεθα ἐπὶ τῇ προκοπῇ ὑμῶν τῇ κατὰ Θεόν· καὶ εἰ μὲν ἔτι διὰ σαρκὸς ἐπιδημεῖν τῷ κόσμῳ τούτῳ κελευόμεθα, καὶ ἴδοιμέν ποτε ὑμᾶς ἐν τῇ εἰρήνῃ τοῦ Θεοῦ· ἐὰν δὲ κελευσθῶμεν λοιπὸν ἀπᾶραι τῆς ζωῆς ταύτης, ἴδωμεν ὑμᾶς ἐν τῇ λαμπρότητι τῶν ἁγίων, μετὰ τῶν δι’ ὑπομονῆς καὶ πάσης ἐπιδείξεως ἀγαθῶν ἔργων εὐδοκιμούντων στεφανωθέντας.

  5. 223.1

    Καιρός, φησί, τοῦ σιγᾷν, καὶ καιρὸς τοῦ λαλεῖν, ὁ τοῦ Ἐκκλησιαστοῦ λόγος. οὐκοῦν καὶ νῦν, ἐπειδὴ αὐτάρκης ὁ τῆς σιωπῆς ἐγένετο χρόνος, εὔκαιρον λοιπὸν ἀνοῖξαι τὸ στόμα εἰς φανέρωσιν τῆς ἀληθείας τῶν ἀγνοουμένων. ἐπεὶ καὶ ὁ μέγας Ἰὼβ πολὺν μὲν χρόνον σιωπῇ τὰς συμφορὰς ἤνεγκεν, αὐτῷ τούτῳ τὴν ἀνδρείαν ἐπιδεικνύμενος, τῷ ἐγκαρτερεῖν τοῖς δυσφορωτάτοις πάθεσιν, ὅτε δὲ ἱκανῶς ἐν τῇ σιωπῇ διήθλησε, καὶ διέμεινεν ἐν τῷ βάθει τῆς καρδίας ἀποστέγων τὴν ἀλγηδόνα, τότε ἀνοίξας τὸ στόμα ἀπεφθέγξατο ἐκεῖνα ἃ πάντες ἴσασι. καὶ ἡμῖν τοίνυν τρίτον τοῦτο ἔτος τῆς σιωπῆς ζηλωτὸν ἐγένετο τοῦ προφήτου τὸ καύχημα λέγοντος· Ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων, καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. διὸ ἐναπεκλείσαμεν τῷ βάθει τῆς καρδίας ἡμῶν τὴν ἐκ τῆς συκοφαντίας ἡμῖν ἐγγινομένην ὀδύνην. τῷ ὄντι γὰρ συκοφαντία ἄνδρα ταπεινοῖ, καὶ συκοφαντία περιφέρει πτωχόν. εἰ οὖν τοσοῦτον τὸ ἐκ τῆς συκοφαντίας κακόν, ὥστε καὶ τὸν τέλειον ἤδη (τοῦτο γὰρ διὰ τῆς προσηγορίας τοῦ ἀνδρὸς ὁ λόγος αἰνίσσεται) κατάγειν ἀπὸ τοῦ ὕψους καὶ τὸν πτωχόν, τουτέστι τὸν ἐνδεῶς ἔχοντα τῶν μεγάλων δογμάτων (καθὼς καὶ τῷ προφήτῃ δοκεῖ λέγοντι· Ἴσως πτωχοί εἰσι· διὰ τοῦτο οὐκ ἀκούσονται. πορεύσομαι πρὸς τοὺς ἁδρούς· πτωχοὺς τοὺς περὶ τὴν σύνεσιν ἐνδεεῖς λέγων· καὶ ἐνταῦθα, δηλονότι, τοὺς οὔπω κατηρτισμένους τὸν ἔσω ἄνθρωπον, οὐδὲ εἰς τὸ τέλειον ἐφθαρκότας τῆς ἡλικίας μέτρον, τούτους περιφέρεσθαι καὶ σαλεύεσθαι ἡ παροιμία φησίν)· ἀλλʼ ὅμως ᾤμην χρῆναι σιωπῇ φέρειν τὰ λυπηρά, ἐκδεχόμενός τινα δι’ αὐτῶν τῶν ἔργων ἐπανόρθωσιν. οὐδὲ γὰρ κακίᾳ τινί, ἀλλʼ ἀγνοίᾳ τῆς ἀληθείας ἡγούμην ἐκεῖνα καθʼ ἡμῶν εἰρῆσθαι.

  6. 223.2

    Ἐπειδὴ δὲ ὁρῶ τῷ χρόνῳ συμπροϊοῦσαν τὴν ἔχθραν, καὶ μὴ μεταμελομένους ἐπὶ τοῖς ἐξ ἀρχῆς λαληθεῖσι, μηδʼ ὅπως τὰ παρελθόντα ἐξιάσοιντο ποιουμένους τινὰ φροντίδα, ἀλλʼ ἐπεξεργαζομένους, καὶ πρὸς τὸν ἐξ ἀρχῆς σκοπὸν συντεταγμένους, ὃν ἐνεστήσαντο, κακῶσαι ἡμῶν τὴν ζωὴν καὶ χρᾶναι τὴν ὑπόληψιν παρὰ τοῖς ἀδελφοῖς μηχανώμενοι, οὐκέτι μοι τὸ τῆς σιωπῆς ἀσφαλὲς καταφαίνεται. ἀλλʼ εἰσῆλθέ με τὸ τοῦ Ἡσαΐου λέγοντος· Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; Ἐκαρτέρησα ὡς ἡ τίκτουσα. γένοιτο δὲ καὶ ἡμᾶς καὶ τὸν ἐπὶ τῇ σιωπῇ μισθὸν δέξασθαι, καὶ λαβεῖν τινα ἐπὶ τοῖς ἐλέγχοις δύναμιν, ὥστε ἐλέγξαντας ἡμᾶς ξηρᾶναι τὸν πικρὸν τοῦτον τῆς καθʼ ἡμῶν ῥυείσης ψευδολογίας χείμαρρον, ὥστε ἂν εἰπεῖν καὶ ἡμᾶς· ὅτι Χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· καὶ τό, Εἰ μὴ Κύριος ἦν ἐν ἡμῖν, ἐν τῷ ἐπαναστῆναι ἀνθρώπους ἐφʼ ἡμᾶς, ἄρα ζῶντας ἂν κατέπιον ἡμᾶς, ἄρα τὸ ὕδωρ ἂν κατεπόντισεν ἡμᾶς.

  7. 223.3

    Ἐγὼ πολὺν χρόνον προσαναλώσας τῇ ματαιότητι, καὶ πᾶσαν σχεδὸν τὴν ἐμαυτοῦ νεότητα ἐναφανίσας τῇ ματαιοπονίᾳ, ἣν εἶχον προσδιατρίβων τῇ ἀναλήψει τῶν μαθημάτων τῆς παρὰ τοῦ Θεοῦ μωρανθείσης σοφίας, ἐπειδή ποτε, ὥσπερ ἐξ ὕπνου βαθέος διαναστὰς ἀπέβλεψα μὲν πρὸς τὸ θαυμαστὸν φῶς τῆς ἀληθείας τοῦ εὐαγγελίου, κατεῖδον δὲ τὸ ἄχρηστον τῆς σοφίας τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου τῶν καταργουμένων, πολλὰ τὴν ἐλεεινήν μου ζωὴν ἀποκλαύσας, ηὐχόμην δοθῆναί μοι χειραγωγίαν πρὸς τὴν εἰσαγωγὴν τῶν δογμάτων τῆς εὐσεβείας. καὶ πρό γε πάντων ἐπιμελὲς ἦν μοι διόρθωσίν τινα τοῦ ἤθους ποιήσασθαι, πολὺν χρόνον ἐκ τῆς πρὸς τοὺς φαύλους ὁμιλίας διαστραφέντος. καὶ τοίνυν ἀναγνοὺς τὸ Εὐαγγέλιον, καὶ θεασάμενος ἐκεῖ μεγίστην ἀφορμὴν εἰς τελείωσιν τὴν διάπρασιν τῶν ὑπαρχόντων, καὶ τὴν πρὸς τοὺς ἐνδεεῖς τῶν ἀδελφῶν κοινωνίαν, καὶ ὅλως τὸ ἀφροντίστως ἔχειν τοῦ βίου τούτου, καὶ ὑπὸ μηδεμιᾶς συμπαθείας πρὸς τὰ ὧδε τὴν ψυχὴν ἐπιστρέφεσθαι, ηὐχόμην εὑρεῖν τινα τῶν ἀδελφῶν ταύτην ἑλόμενον τὴν ὁδὸν τοῦ βίου, ὥστε αὐτῷ συνδιαπεραιωθῆναι τὸν βραχὺν τοῦτον τοῦ βίου κλύδωνα.

  8. 223.4

    Καὶ δὴ πολλοὺς μὲν εὗρον κατὰ τὴν Ἀλεξάνδρειαν, πολλοὺς δὲ κατὰ τὴν λοιπὴν Αἴγυπτον, καὶ ἐπὶ τῆς Παλαιστίνης ἑτέρους, καὶ τῆς κοίλης Συρίας καὶ τῆς Μεσοποταμίας· ὧν ἐθαύμαζον μὲν τὸ περὶ δίαιταν ἐγκρατές, ἐθαύμαζον δὲ τὸ καρτερικὸν ἐν πόνοις, ἐξεπλάγην τὴν ἐν προσευχαῖς εὐτονίαν, ὅπως ὕπνου κατεκράτουν, ὑπʼ οὐδεμιᾶς φυσικῆς ἀνάγκης κατακαμπτόμενοι, ὑψηλὸν ἀεὶ καὶ ἀδούλωτον τῆς ψυχῆς τὸ φρόνημα διασώζοντες, ἐν λιμῷ καὶ δίψει, ἐν ψύχει καὶ γυμνότητι, μὴ ἐπιστρεφόμενοι πρὸς τὸ σῶμα, μηδὲ καταδεχόμενοι αὐτῷ προσαναλῶσαί τινα φροντίδα, ἀλλʼ ὡς ἐν ἀλλοτρίᾳ τῇ σαρκὶ διάγοντες, ἔργῳ ἐδείκνυσαν, τί τὸ παροικεῖν τοῖς ὧδε, καὶ τί τὸ πολίτευμα ἔχειν ἐν οὐρανῷ. ἐκεῖνα θαυμάσας, καὶ μακαρίσας τῶν ἀνδρῶν τὴν ζωήν, ὅτι ἔργῳ δεικνύουσι τὴν νέκρωσιν τοῦ Ἰησοῦ ἐν τῷ σώματι περιφέροντες, ηὐχόμην καὶ αὐτός, καθόσον ἐμοὶ ἐφικτόν, ζηλωτὴς εἶναι τῶν ἀνδρῶν ἐκείνων.

  9. 223.5

    Τούτου γοῦν ἕνεκεν θεασάμενός τινας ἐπὶ τῆς πατρίδος ξηλοῦν τὰ ἐκείνων ἐπιχειροῦντας, ἐνόμισά τινα βοήθειαν εὑρηκέναι πρὸς τὴν ἐμαυτοῦ σωτηρίαν, καὶ ἀπόδειξιν ἐποιούμην τῶν ἀφανῶν τὰ ὁρώμενα. ἐπεὶ οὖν ἄδηλα ἑκάστου ἡμῶν τὰ ἐν τῷ κρυπτῷ, ἡγούμην αὐτάρκη μηνύματα εἶναι τῆς ταπεινοφροσύνης τὸ ταπεινὸν τοῦ ἐνδύματος, καὶ ἤρκει μοι πρὸς πληροφορίαν τὸ παχὺ ἱμάτιον, καὶ ἡ ζώνη, καὶ τῆς ἀδεψήτου βύρσης τὰ ὑποδήματα. καὶ πολλῶν ἀπαγόντων με τῆς πρὸς αὐτοὺς συνηθείας, οὐκ ἠνειχόμην, ὁρῶν αὐτοὺς τοῦ ἀπολαυστικοῦ βίου τὸν καρτερικὸν προτιμῶντας· καὶ διὰ τὸ παρηλλαγμένον τῆς πολιτείας ζηλοτύπως εἶχον πρὸς αὐτούς. ὅθεν οὐδὲ τὰς περὶ τῶν δογμάτων διαβολὰς προσιέμην, καίτοι πολλῶν διαβεβαιουμένων μὴ ὀρθὰς ἔχειν περὶ Θεοῦ τὰς ὑπολήψεις, ἀλλὰ τῷ προστάτῃ τῆς νῦν αἱρέσεως μαθητευθέντας, τὰ ἐκείνου λάθρα κατασπείρειν διδάγματα· ὧν ἐπειδὴ οὐδέποτε αὐτήκοος ἐγενόμην, συκοφάντας ἡγούμην τοὺς ἀπαγγέλλοντας. ἐπεὶ δὲ λοιπὸν ἐκλήθημεν εἰς τὴν προστασίαν τῆς ἐκκλησίας, τοὺς μὲν παραδοθέντας ἡμῖν φύλακας καὶ σκοπευτὰς τοῦ βίου ἐν προσποιήσει δὴ βοηθείας καὶ κοινωνίας ἀγαπητικῆς σιωπῶ, ἵνα μὴ δόξω ἢ ἄπιστα λέγων ἐμαυτὸν διαβάλλειν, ἢ πιστευόμενος μισανθρωπίας ἀφορμὴν τοῖς πιστεύουσιν ἐμποιεῖν. ὃ καὶ ἐμοὶ μικροῦ συνέβη, εἰ μή με ταχὺ προκατελάβοντο οἱ οἰκτιρμοὶ τοῦ Θεοῦ. μικροῦ γὰρ εἰς τὴν κατὰ πάντων ἐξέπεσον ὑποψίαν, οὐδὲν ἡγούμενος εἶναι παρʼ οὐδενὶ πιστόν, ἐκ τῶν δολερῶν τραυμάτων τὴν ψυχὴν πεπληγμένος. ἀλλʼ ὅμως ἐδόκει τέως εἶναί τι ἡμῖν σχῆμα τῆς πρὸς αὐτοὺς συνηθείας. καὶ προσβολαὶ μὲν ἐγένοντο ἡμῖν περὶ δογμάτων καὶ ἅπαξ καὶ δίς· καὶ ἐδόξαμεν μὴ διακρίνεσθαι συμφωνήσαντες. ὡς δὲ ηὕρισκον μὲν ἡμᾶς τὰς αὐτὰς ἀφιέντας φωνὰς περὶ τῆς εἰς Θεὸν πίστεως, ἃς παρὰ πάντα τὸν χρόνον ἤκουσαν παρʼ ἡμῶν. εἰ γὰρ καὶ τἄλλα ἡμῶν στεναγμῶν ἄξια, ἀλλʼ οὖν ἕν γε τοῦτο τολμῶ καυχᾶσθαι ἐν Κυρίῳ, ὅτι οὐδέποτε πεπλανημένας ἔσχον τὰς περὶ Θεοῦ ὑπολήψεις, ἢ ἑτέρως φρονῶν μετέμαθον ὕστερον. ἀλλʼ ἣν ἐκ παιδὸς ἔλαβον ἔννοιαν περὶ Θεοῦ παρὰ τῆς μακαρίας μητρός μου καὶ τῆς μάμμης Μακρίνης, ταύτην αὐξηθεῖσαν ἔσχον ἐν ἐμαυτῷ· οὐ γὰρ ἄλλα ἐξ ἄλλων μετέλαβον ἐν τῇ τοῦ λόγου συμπληρώσει, ἀλλὰ τὰς παραδοθείσας μοι παρʼ αὐτῶν ἀρχὰς ἐτελείωσα. ὥσπερ γὰρ τὸ σπέρμα αὐξανόμενον, μεῖζον μὲν ἀπὸ μικροῦ γίνεται ταὐτὸν δέ ἐστιν ἐν ἑαυτῷ, οὐ κατὰ γένος μεταβαλλόμενον, ἀλλὰ κατʼ αὔξησιν τελειούμενον, οὕτω λογίζομαι καὶ ἐμοὶ τὸν αὐτὸν λόγον διὰ τῆς προκοπῆς ηὐξῆσθαι, οὐχὶ δὲ ἀντὶ τοῦ ἐξ ἀρχῆς ὄντος τὸν νῦν ὑπάρχοντα γεγενῆσθαι. ὥστε ἐρευνάτωσαν μὲν τὸ ἑαυτῶν συνειδός, ἐνθυμείσθωσαν δὲ τὸ τοῦ Χριστοῦ δικαστήριον, εἴ ποτε ἄλλο τι ἤκουσαν παρʼ ἡμῶν, παρʼ ὃ νῦν λέγομεν, οἱ νῦν ἡμᾶς διαθρυλλήσαντες ἐπὶ κακοδοξίᾳ, καὶ ταῖς στηλιτευτικαῖς ἐπιστολαῖς, ἃς συνέγραψαν καθʼ ἡμῶν, πᾶσαν περικτυπήσαντες ἀκοήν. ὅθεν καὶ ἡμεῖς πρὸς τὴν ἀνάγκην ἤλθομεν τῆς ἀπολογίας ταύτης.

  10. 223.6

    Ἐγκαλούμεθα γὰρ τὴν εἰς Θεὸν βλασφημίαν, οὔτε ἀπὸ συγγραφῆς, ἣν αὐτοὶ προκατεβαλόμεθα περὶ πίστεως, ἐλεγχθῆναι δυνάμενοι, οὔτε ἀπὸ ῥημάτων, ὅσα ἀγράφως ἀπὸ στόματος ἀεὶ ἐν τῷ φανερῷ ταῖς ἐκκλησίαις τοῦ Θεοῦ διελέχθημεν. ἀλλʼ οὐδὲ μάρτυς εὑρέθη ὁ λέγων παρʼ ἡμῶν ἀκηκοέναι τι τῶν ἀσεβῶν ἐν παραβύστῳ φθεγξαμένων. πόθεν οὖν κρινόμεθα, εἰ μήτε συγγράφομεν ἀσεβῶς, μήτε δημηγοροῦμεν ἐπιβλαβῶς, μήτε ἐν ταῖς κατʼ οἶκον ὁμιλίαις τοὺς ἐντυγχάνοντας διαστρέφομεν; ὢ τοῦ καινοῦ δράματοσϲ ὁ δεῖνα, φησίν, ἐπὶ τῆς Συρίας ἔγραψέ τινα ὡς οὐκ εὐσεβῶς· σὺ δὲ ἐπέστειλας αὐτῷ πρὸ εἴκοσιν ἐτῶν καὶ πλειόνων. κοινωνὸς ἄρα σὺ τοῦ ἀνθρώπου, καὶ τὰ ἐκείνου κατηγορήματα καὶ σὰ γινέσθω. ἀλλʼ, ὦ φίλε τῆς ἀληθείας ἄνθρωπε, ὁ τὸ ψεῦδος γέννημα εἶναι τοῦ διαβόλου δεδιδαγμένος, πῶς ἐπείσθης ἐμὴν εἶναι τὴν ἐπιστολὴν ἐκείνην; οὐ γὰρ ἀπέστειλας, οὐδʼ ἠρώτησας, οὐδὲ παρʼ ἐμοῦ, τοῦ δυναμένου σοι τἀληθὲς εἰπεῖν, ἐδιδάχθης. εἰ δὲ καὶ ἐμὸν τὸ γράμμα, πόθεν δῆλον ὅτι τοῦτο τὸ νῦν σοι ἐμπεσὸν σύνταγμα σύγχρονον τοῖς ἐμοῖς γράμμασι; τίς σοι ὁ εἰπών, ὅτι εἴκοσίν ἐστιν ἐτῶν ἡ συγγραφὴ αὐτή; πόθεν δὲ δῆλον ὅτι ἐκείνου ἐστὶ τοῦ ἀνθρώπου τὸ σύνταγμα, πρὸς ὃν καὶ ἡ παρʼ ἐμοῦ ἐπιστολὴ διεπέμφθη; εἰ δὲ κἀκεῖνος ὁ συγγραφεύς, κἀγὼ ἐκείνῳ ἐπέστειλα, καὶ χρόνος εἷς τῶν τʼ ἐμῶν γραμμάτων καὶ τοῦ συγγράμματος, ὅτι παρεδεξάμην αὐτὸ τῇ διανοίᾳ καὶ ἔχω ἐν ἐμαυτῷ ἐκεῖνο τὸ φρόνημα, τίς ἡ ἀπόδειξις;

  11. 223.7

    Ἐρώτησον σεαυτόν· ποσάκις ἡμᾶς ἐπεσκέψω ἐπὶ τῆς μονῆς τῆς ἐπὶ τῷ Ἴριδι ποταμῷ, ὅτε δὲ συμπαρῆν μοι ὁ θεοφιλέστατος ἀδελφὸς Γρηγόριος, τὸν αὐτόν μοι τοῦ βίου σκοπὸν διανύων; εἰ ἤκουσάς τι τοιοῦτον; ἢ ἔλαβες ἔμφασιν μικρὰν ἢ μείζονα; πόσας δὲ ἡμέρας ἐπὶ τῆς ἀντιπέραν κώμης, παρὰ τῇ μητρί μου, ἔνθα ὡς φίλοι μετʼ ἀλλήλων διάγοντες, καὶ ἐν νυκτὶ καὶ ἐν ἡμέρᾳ λόγων κινουμένων ἡμῖν; εἰ εὑρέθημέν τι συγγενὲς ἔχοντες ἐν τῇ διανοίᾳ; ὅτε δὲ τὸν μακάριον Σιλουανὸν κατὰ ταὐτὸν ἐπεσκεπτόμεθα, οὐχ ἡ ὁδὸς ἡμῖν τοὺς περὶ τούτων εἶχε λόγους; ἐπὶ δὲ τῆς Εὐσινόης, ὅτε μετὰ πλειόνων ἐπισκόπων μέλλοντες ὁρμᾷν ἐπὶ Λάμψακον, προσεκαλέσασθέ με, οὐ περὶ πίστεως ἦσαν οἱ λόγοι; οὐχὶ δὲ πάντα τὸν χρόνον οἱ σοὶ ταχυγράφοι παρῆσαν ἐμοὶ ὑπαγορεύοντι τὰ πρὸς τὴν αἵρεσιν; οὐ τῶν σῶν μαθητῶν οἱ γνησιώτατοι πάντα μοι τὸν χρόνον παρῆσαν; οὐ τὰς ἀδελφότητας ἐπισκεπτόμενος, καὶ συνδιανυκτερεύων αὐταῖς ἐν ταῖς προσευχαῖς, λέγων καὶ ἀκούων ἀεὶ τὰ περὶ Θεοῦ ἀφιλονείκως, οὐκ ἀκριβεῖς παρεῖχον τῆς ἐννοίας ἐμαυτοῦ τὰς ἀποδείξεις; πῶς οὖν ἡ ἐν τοσούτῳ χρόνῳ πεῖρα ἐλάττων ἐφάνη τῆς οὕτω σαθρᾶς καὶ ἀδρανοῦς ὑπονοίας; τίνα δὲ ἔδει πρὸ σοῦ μάρτυρα εἶναι τῆς ἐμῆς διαθέσεως; τὰ ἐπὶ Χαλκηδόνος λαληθέντα ἡμῖν περὶ πίστεως, τὰ ἐν Ἡρακλείᾳ πολλάκις, τὰ πρότερον ἐπὶ τῆς Καισαρείας ἐν τῷ προαστείῳ, εἰ μὴ πάντα σύμφωνα παρʼ ἡμῶν; εἰ μὴ πάντα ἀλλήλοις συμβαίνοντα; ἐκτὸς τοῦ, ὅπερ εἶπον, ἐκ προκοπῆς τινα αὔξησιν ἐπιθεωρεῖσθαι τοῖς λεγομένοις, ὅπερ οὐχὶ μεταβολή ἐστιν ἐκ τοῦ χείρονος πρὸς τὸ βέλτιον, ἀλλὰ συμπλήρωσις τοῦ λείποντος κατὰ τὴν προσθήκην τῆς γνώσεως. πῶς δὲ κἀκεῖνο οὐκ ἐνθυμῇ, ὅτι πατὴρ οὐ λήψεται ἁμαρτίαν παιδός, οὐδὲ υἱὸς λήψεται ἁμαρτίαν πατρός, ἕκαστος δὲ ἐν τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται; ἐμοὶ δὲ οὔτε πατὴρ ὁ παρὰ σοὶ διαβαλλόμενος, οὔθʼ υἱός. οὔτε γὰρ διδάσκαλός μου γέγονεν οὔτε μαθητής. εἰ δὲ δεῖ τὰς τῶν γεννησάντων ἁμαρτίας ἐγκλήματα τοῖς τέκνοις γίνεσθαι, πολὺ δικαιότερον τὰ Ἀρείου κατὰ τῶν μαθητῶν αὐτοῦ γίνεσθαι· καὶ εἴ τις Ἀέτιον ἐγέννησε τὸν αἱρετικόν, ἐπὶ τὴν κεφαλὴν τοῦ πατρὸς ἀναβαίνειν τοῦ παιδὸς τὰ ἐγκλήματα. εἰ δʼ οὐ δίκαιον ἐπʼ ἐκείνοις ἐγκαλεῖσθαί τινα, πολλῷ δήπου δικαιότερον ἡμᾶς ἐπὶ τοῖς μηδὲν ἡμῖν προσήκουσι μὴ ὑπέχειν εὐθύνας, εἴ γε καὶ ἥμαρτον ὅλως, εἴ τι καὶ γέγραπται αὐτοῖς ἄξιον κατακρίσεως. συγγνώμη γάρ μοι ἀπιστοῦντι τοῖς κατʼ αὐτῶν λεγομένοις, ἐπειδὴ ἡ κατʼ ἐμοῦ πεῖρα τὸ πρὸς συκοφαντίαν εὔκολον τῶν κατηγορούντων συνίστησι.

  12. 223.8

    Καὶ γὰρ εἰ μὲν ἀπατηθέντες, καὶ νομίσαντες ἐμὲ κοινωνὸν εἶναι τῆς γνώμης τῶν συγγραψάντων ἐκεῖνα τὰ Σαβελλίου ῥήματα, ἅπερ αὐτοὶ περιφέρουσιν, ἐπὶ τὴν κατʼ ἐμοῦ διαβολὴν ἦλθον, οὐδʼ οὕτω μὲν ἦσαν συγγνώμης ἄξιοι, πρὸ ἐναργῶν ἀποδείξεων εὐθὺς ταῖς βλασφημίαις βάλλοντες καὶ τιτρώσκοντες τοὺς μηδὲν ἀδικήσαντας, ἵνα μὴ εἴπω, ὅτι καὶ τοὺς εἰς τὴν ἄκραν αὐτοῖς φιλίαν συνδεδεμένους, καὶ ὅτι ἀπόδειξις τοῦ μὴ Πνεύματι ἄγεσθαι ἁγίῳ τὸ ψευδεῖς ἔχειν ἐν ἑαυτοῖς τὰς ὑπολήψεις. πολλὰ γὰρ δεῖ μεριμνῆσαι καὶ πολλὰς ἀγρύπνους νύκτας διενεγκεῖν, καὶ μετὰ πολλῶν δακρύων ἐκζητῆσαι παρὰ Θεοῦ τὴν ἀλήθειαν, τὸν μέλλοντα φιλίας ἀδελφοῦ διατέμνεσθαι. εἰ γὰρ οἱ τοῦ κόσμου τούτου ἄρχοντες, ὅταν τινὰ τῶν κακούργων θανάτῳ καταδικάζειν μέλλωσιν, ἀφέλκονται τὰ παραπετάσματα, καλοῦσι δὲ τοὺς ἐμπειροτάτους πρὸς τὴν ὑπὲρ τῶν προκειμένων σκέψιν, καὶ πολὺν ἐνσχολάζουσι χρόνον, νῦν μὲν τοῦ νόμου τὸ αὐστηρὸν ὁρῶντες, νῦν δὲ τὴν κοινωνίαν τῆς φύσεως δυσωπούμενοι, καὶ πολλὰ στενάξαντες καὶ τὴν ἀνάγκην ἀπολοφυρόμενοι, πάνδημοι πᾶσι γίνονται πρὸς ἀνάγκην ὑπηρετοῦντες τῷ νόμῳ, οὐ κατʼ οἰκείαν ἡδονὴν ἐπάγοντες τὴν κατάκρισιν, πόσῳ χρὴ πλείονος σπουδῆς ἄξιον ἡγεῖσθαι καὶ μερίμνης καὶ τῆς μετὰ πλειόνων βουλῆς τὸν μέλλοντα φιλίας ἀδελφῶν ἀπορρήγνυσθαι, τῆς ἐν πολλῷ χρόνῳ βεβαιωθείσης; ἀλλὰ μία ἐπιστολὴ καὶ αὐτὴ ἀμφίβολος. οὐδὲ γὰρ ἂν εἴποιεν ἐκ τῶν τῆς ὑπογραφῆς συμβόλων αὐτὴν ἐπεγνωκέναι, οἵ γε οὐχὶ τὴν πρώτως γραφεῖσαν, ἀλλὰ τὴν μεταγραφεῖσαν εἰς χεῖρας ἔλαβον. ἐξ ἑνὸς τοίνυν γράμματος, καὶ τούτου παλαιοῦ. εἴκοσι γὰρ ἔτη ἐστὶν εἰς τὸν νῦν χρόνον ἀφʼ οὗ γέγραπταί τι πρὸς τὸν ἄνδρα ἐκεῖνον. ἐν δὲ τῷ μεταξὺ τούτῳ χρόνῳ οὐδένα τοιοῦτον ἔχω μάρτυρα τῆς ἐμαυτοῦ προαιρέσεως καὶ τοῦ βίου, ὡς τοὺς νῦν ἐφεστῶτάς μοι κατηγόρους.

  13. 223.9

    Ἀλλʼ οὐ γὰρ ἡ ἐπιστολὴ τοῦ χωρισμοῦ αἰτία, ἑτέρα δέ ἐστι τῆς διαστάσεως ἡ ὑπόθεσις, ἣν ἐγὼ λέγειν αἰσχύνομαι, κἂν ἐσίγησα δὲ πάντα τὸν χρόνον, εἰ μὴ τὰ νῦν πεπραγμένα ἀναγκαίαν μοι καθίστη διὰ τὸ τῶν πολλῶν λυσιτελὲς τῆς ὅλης αὐτῶν προαιρέσεως τὴν φανέρωσιν. ἐνόμισαν οἱ χρηστοὶ ἐμπόδιον αὐτοῖς εἶναι πρὸς τὴν τῆς δυναστείας ἀνάληψιν τὴν πρὸς ἡμᾶς κοινωνίαν. καὶ ἐπειδὴ ὑπογραφῇ τινι πίστεως προελήφθησαν, ἣν ἡμεῖς αὐτοῖς προετείναμεν—οὐκ αὐτοὶ ἀπιστοῦντες αὐτῶν τῷ φρονήματι (ὁμολογῶ γάρ), ἀλλὰ τὰς ἐπʼ αὐτοῖς ὑπονοίας, ἃς οἱ πολλοὶ τῶν ὁμοψύχων ἡμῶν ἀδελφῶν εἶχον, θεραπεῦσαι βουλόμενοι—ἵνα μηδὲν ἐκ τῆς ὁμολογίας ἐκείνης δόξῃ αὐτοῖς ἐμπόδιον ἀπαντᾷν, πρὸς τὸ ὑπὸ τῶν νῦν κρατούντων παραδεχθῆναι, ἀπείπαντο τὴν πρὸς ἡμᾶς κοινωνίαν· καὶ ὑπόθεσις τῆς ἀπορρήξεως τὸ γράμμα τοῦτο ἐπενοήθη. σημεῖον δὲ τῶν λεγομένων ἐναργέστατον, ὅτι ἀποκηρύξαντες ἡμᾶς, καὶ συνθέντες τὰς μέμψεις ἃς ἠβούλοντο καθʼ ἡμῶν, πρὶν ἡμῖν ἀποστεῖλαι, τὰ γράμματα περιέπεμπον πανταχοῦ. ἑπτὰ γὰρ πρότερον ἡμέραις τοῦ εἰς τὰς ἐμὰς ἀφικέσθαι χεῖρας, παρʼ ἄλλοις ἐφάνη ἡ ἐπιστολή· οἳ ἐξ ἑτέρων διαδεξάμενοι, ἑτέροις ἔμελλον παραπέμπειν. οὕτω γὰρ ἐπενόησαν ἕνα ἑνὶ παραδιδόναι, ἵνα ταχεῖα αὐτοῖς κατὰ πᾶσαν τὴν χώραν γένηται ἡ διάδοσις. καὶ ταῦτʼ ἐλέγετο μὲν ἔτι τότε παρὰ τῶν σαφέστατα ἡμῖν τὰ ἐκείνων ἐξαγγελλόντων, ἐκρίναμεν δὲ σιωπᾷν, ἕως ἂν ὁ ἀποκαλύπτων τὰ βαθέα σαφεστάτοις καὶ ἀναντιρρήτοις ἐλέγχοις δημοσιεύσῃ τὰ κατʼ αὐτούς.

  14. 224.1

    Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας καὶ ἐπῄνεσα τὴν προσηγορίαν ἣν εὐστόχως ὠνόμασας τὸ βιβλίον τὸ ὑπʼ αὐτῶν συγγεγραμμένον, προσαγορεύσας βιβλίον ἀποστασίου. ὅπερ οἱ συγγράψαντες (ἀπὸ τῆς ἀγάπης ἡμῶν ἀποστῆναι) τίνα ηὐτρέπισαν τὴν ἀπολογίαν ὑπὲρ αὐτοῦ ἐπὶ τοῦ ἀπαραλογίστου βήματος τοῦ Χριστοῦ, ἐννοεῖν οὐκ ἔχω. προθέντες γὰρ ἡμετέραν κατηγορίαν, καὶ σφοδρῶν ἡμῶν καταδραμόντες, καὶ διηγησάμενοι ἃ ἐβούλοντο, οὐχ οἷα ἡ ἀλήθεια ἔχει, σχηματισάμενοι ἑαυτῶν πολλὴν ταπείνωσιν, καὶ ἡμῖν περιθέντες ὑπερηφανίας ὄγκον, ὡς μὴ δεξαμένοις τοὺς παρʼ αὐτῶν ἀποσταλέντας, πάντα ψευδῆ, ἢ τά γε πλεῖστα αὐτῶν, ἵνα μὴ ἐπικινδύνως φθέγξωμαι, ὡς ἀνθρώπους πείθοντες, καὶ οὐχὶ Θεόν, καὶ ζητοῦντες ἀνθρώποις ἀρέσαι, καὶ οὐχὶ Θεῷ, παρʼ ᾧ οὐδέν ἐστιν ἀληθείας προτιμότερον, οὕτω συνέγραψαν. εἶτα ἐκεῖνοι τοῖς καθʼ ἡμῶν γράμμασιν ὑπέταξαν ῥήματα αἱρετικά, τὸν συγγραφέα τῆς ἀσεβείας ἀποκρυψάμενοι, ἵνʼ οἱ πολλοὶ καὶ ἁπλούστεροι ἐκ τῆς προτεταγμένης ἡμῶν κατηγορίας ἡμέτερα εἶναι νομίσωσι τὰ συνημμένα, διὰ τὸ παρὰ τῶν τεχνικῶς ἡμᾶς διαβαλλόντων σιωπηθῆναι μὲν τὸ ὄνομα τοῦ πατρὸς τῶν πονηρῶν δογμάτων, καταλειφθῆναι δὲ τῇ ὑπονοίᾳ τῶν ἀκεραιοτέρων τὸ ἡμᾶς εἶναι τοὺς ταῦτα ἢ ἐνθυμηθέντας ἢ γράψαντας. ταῦτα οὖν γινώσκοντας ὑμᾶς παρακαλοῦμεν αὐτούς τε μὴ ταράσσεσθαι, καὶ τῶν σαλευομένων τοὺς θορύβους κατασιγάζειν· εἰ καὶ ὅτι οἴδαμεν δυσπαράδεκτον ἡμῶν οὖσαν τὴν ἀπολογίαν, διὰ τὸ ὑπὸ προσώπων ἀξιοπίστων προκατασχεθῆναι ἡμῶν τὰς πονηρὰς βλασφημίας.

  15. 224.2

    Περὶ μὲν οὖν τοῦ ὅτι οὐκ ἔστιν ἡμέτερα τὰ ὡς ἡμέτερα περιφερόμενα, νομίζω, εἰ καὶ πάνυ ὁ καθʼ ἡμῶν θυμὸς ἐπισκοτεῖ τοῖς λογισμοῖς αὐτῶν πρὸς τὸ συνορᾷν τὸ συμφέρον, ὅμως, ἐὰν ἐρωτηθῶσι παρʼ ὑμῶν αὐτῶν, μὴ ἂν αὐτοὺς εἰς τοσοῦτον ἐλθεῖν σκληρότητος, ὥστε τολμῆσαι φθέγξασθαι τῷ ἰδίῳ στόματι τὸ ψεῦδος καὶ εἰπεῖν ὅτι ἐμά ἐστι τὰ συντάγματα. εἰ δʼ οὐκ ἐμά, διὰ τί κρίνομαι ὑπὲρ τῶν ἀλλοτρίων; ἀλλʼ ἐροῦσιν, ὅτι κοινωνὸς Ἀπολλιναρίου ἐγώ, καὶ τῶν τοιούτων δογμάτων τὴν διαστροφὴν ἔχων ἐν ἐμαυτῷ. ἀπαιτηθήτωσαν τὰς ἀποδείξεις. εἰ μὲν γὰρ καρδίαν ἀνθρώπου διερευνᾷν ἴσασι, τοῦτο ὁμολογησάτωσαν, καὶ γνωρίσατε αὐτῶν τὴν περὶ πάντα ἀλήθειαν· εἰ δὲ ἐκ τῶν φαινομένων καὶ πᾶσι προδήλων ἐλέγχουσί μου τὴν κοινωνίαν, δειξάτωσαν ἢ κανονικὰ γράμματα παρʼ ἐμοῦ πρὸς αὐτὸν διαπεμπόμενα, ἢ παρʼ ἐκείνου πρὸς ἐμέ, ἢ τῶν κληρικῶν τὰς πρὸς ἡμᾶς ἐπιμιξίας, ἢ εἴ τινα αὐτῶν εἰς κοινωνίαν εὐχῆς ἐδεξάμεθά ποτε. εἰ δὲ ἐπιστολὴν προφέρουσι τὴν λοιπὸν πρὸ κέ ἐτῶν γραφεῖσαν αὐτῷ, παρὰ λαϊκοῦ πρὸς λαϊκόν, καὶ οὐδὲ ταύτην ὡς γέγραπται παρʼ ἐμοῦ, ἀλλὰ μεταποιηθεῖσαν, ὑπὸ τίνων δὲ ὁ Θεὸς οἶδε· γνωρίσατε αὐτόθεν τὴν ἀδικίαν, ὅτι οὐδεὶς ἐν ἐπισκοπῇ ὢν ἐγκαλεῖται, εἴ τι κατὰ ἀδιαφορίαν ἐν τῷ λαϊκῷ βίῳ ἀπαρατηρήτως ἔγραψε, καὶ τοῦτο μηδὲ περὶ πίστεως, ἀλλὰ ψιλὸν γράμμα φιλικὴν ἔχον προσηγορίαν. τάχα δὲ κἀκεῖνοι φαίνονται καὶ Ἕλλησι καὶ Ἰουδαίοις γράψαντες καὶ μὴ ἔχοντες ἔγκλημα. μέχρι γὰρ σήμερον οὐδεὶς ἐκρίθη ἐπὶ τοιούτῳ πράγματι, ἐφʼ ᾧ ἡμεῖς καταδικαζόμεθα παρὰ τῶν διυλιζόντων τοὺς κώνωπας. ὅτι μὲν οὖν οὔτε ἐγράψαμεν ἐκεῖνα, οὔτε συντεθείμεθα αὐτοῖς, ἀλλὰ καὶ ἀναθεματίζομεν τοὺς ἔχοντας ἐκεῖνο τὸ πονηρὸν φρόνημα, τὸ τῆς συγχύσεως τῶν ὑποστάσεων, ἐν ᾧ ἡ ἀσεβεστάτη αἵρεσις τοῦ Σαβελλίου ἀνενεώθη, τοῦτο μὲν οὖν γνώριμον τῷ Θεῷ, τῷ τὰς καρδίας γινώσκοντι, γνώριμον δὲ καὶ πάσῃ τῇ ἀδελφότητι τῇ εἰς πεῖραν ἐλθούσῃ τῆς ἡμετέρας ταπεινώσεως. καὶ αὐτοὶ δὲ ἐκεῖνοι, οἱ νῦν σφοδροὶ κατήγοροι ἡμῶν, ἐρευνησάτωσαν τὸ ἴδιον συνειδός, καὶ γνώσονται, ὅτι ἐκ παιδὸς μακρὰν ἐγενόμεθα τῶν τοιούτων δογμάτων.

  16. 224.3

    Τί δέ ἐστι τὸ ἡμέτερον φρόνημα, εἴ τις ἐπιζητεῖ, γνώσεται ἀπʼ αὐτοῦ τοῦ γραμματίου, ἐν ᾧ ἡ ὑπογραφὴ αὐτῶν ἐστιν ἰδιόχειρος. ἣν ἐκεῖνοι βουλόμενοι ἀθετῆσαι, τὴν ἑαυτῶν μεταβολὴν κρύπτουσιν ἐν τῇ ἡμετέρᾳ συκοφαντίᾳ. οὐ γὰρ ὁμολογοῦσιν, ὅτι μετεμελήθησαν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι αὐτοῖς βιβλίῳ ὑπογράφοντες· ἀλλʼ ἡμῖν ἐπιφέρουσιν ἐγκλήματα ἀσεβείας, νομίζοντες ἀγνοεῖσθαι, ὅτι πρόσχημα μὲν αὐτοῖς ἐστιν ἡ ἀφʼ ἡμῶν ἀναχώρησις· τῇ δὲ ἀληθείᾳ τῆς πίστεως ἀνακεχωρήκασιν, ἣν πολλάκις ἐπὶ πολλῶν ἐγγράφως ὁμολογήσαντες, τὸ τελευταῖον καὶ παρʼ ἡμῶν ἐπιδοθεῖσαν ἐδέξαντο, καὶ ὑπέγραψαν, ἃ πᾶσιν ἔξεστιν ἀναγινώσκειν, καὶ παρʼ αὐτῶν τῶν γραμμάτων διδάσκεσθαι τὴν ἀλήθειαν. γνωρίμη δὲ αὐτῶν ἔσται ἡ προαίρεσις, ἐάν τις μετὰ τὴν ὑπογραφήν, ἣν ἡμῖν ἐπέδωκαν, ἀναγνῷ τὴν πίστιν, ἣν Γελασίῳ ἐπέδωκαν, καὶ γνῷ πόσον τὸ διάφορον ἐκείνης τῆς ὁμολογίας πρὸς ταύτην. οἱ τοίνυν οὕτως εὐκόλως πρὸς τὰ ἐναντία μετατρεπόμενοι μὴ τὰ ἀλλότρια κάρφη διερευνάτωσαν, ἀλλὰ τὴν δοκὸν τὴν ἐν τῷ οἰκείῳ ὀφθαλμῷ ἐκβαλλέτωσαν.

  17. 224.4

    Ἐντελέστερον δὲ δι’ ἄλλης ἐπιστολῆς περὶ πάντων καὶ ἀπολογούμεθα καὶ διδάσκομεν, ἥτις πληροφορήσει τοὺς τὸ πλέον ἐπιζητοῦντας. ὑμεῖς δὲ ἐν τῷ παρόντι, ταῦτα ἡμῶν δεξάμενοι τὰ γράμματα, πᾶσαν ἄφετε λύπην, καὶ κυρώσατε τὴν εἰς ἡμᾶς ἀγάπην, δι’ ἣν σφοδρῶς ἀντέχομαι τῆς πρὸς ὑμᾶς ἑνώσεως. καὶ μεγίστη ἡμῖν ἐστι λύπη, καὶ ἀπαραμύθητος ὀδύνη τῇ καρδίᾳ ἡμῶν, ἐὰν τοσοῦτον κατισχύσωσιν ὑμῶν αἱ καθʼ ἡμῶν διαβολαί, ὥστε ψῦξαι τὴν ἀγάπην καὶ ἀπαλλοτριῶσαι ἡμᾶς ἀπʼ ἀλλήλων. ἔρρωσθε.

  18. 225.1

    Πολλὴν χάριν ἔχομεν ἀεὶ τῷ Θεῷ, καὶ βασιλεῦσι τοῖς ἐπιμελομένοις ἡμῶν, ὅταν ποτὲ ἴδωμεν τῆς πατρίδος ἡμῶν τὴν ἀρχὴν ἀνδρὶ πιστευθεῖσαν πρῶτον μὲν Χριστιανῷ, ἔπειτα ὀρθῷ τὸν τρόπον, καὶ ἀκριβεῖ τῶν νόμων φύλακι, καθʼ οὓς πολιτευόμεθα τὰ ἀνθρώπινα. διαφερόντως δὲ ἐπὶ τῆς σῆς ἐπιδημίας ταύτην τὴν χάριν ὡμολογήσαμεν τῷ Θεῷ καὶ τῷ θεοφιλεῖ βασιλεῖ. αἰσθόμενοι δὲ ὅτι τινὲς τῶν ἐχθρῶν τῆς εἰρήνης ἔμελλον τὰ σεμνά σου δικαστήρια καθʼ ἡμῶν διοχλεῖν, ἐξεδεχόμεθα κληθήσεσθαι παρὰ τῆς μεγαλονοίας σου, ὥστε διδαχθῆναι παρʼ ἡμῶν τὴν ἀλήθειαν· εἴπερ ἄρα κατεδέχετό σου ἡ μεγάλη φρόνησις τῶν ἐκκλησιαστικῶν πραγμάτων οἰκειοῦσθαι τὰς ἐξετάσεις. ἐπειδὴ δὲ ἡμᾶς μὲν παρεῖδε τὸ δικαστήριον, τὸν δὲ ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Γρηγόριον κινηθεῖσά σου ἡ ἐξουσία ἐπὶ ταῖς Φιλοχάρους λοιδορίαις ἀναρπαγῆναι προσέταξεν, ὁ δὲ ὑπήκουσε μὲν τῷ προστάγματι, (πῶς γὰρ οὐκ ἔμελλεν;) ὑπὸ δὲ πλευριτικοῦ πάθους κατασχεθείς, καὶ ἅμα ἐκ τῆς προσγενομένης αὐτῷ ψύξεως, τῆς τῶν νεφρῶν ἀρρωστίας συνήθως ἐπαναστάσης, ἠναγκάσθη, ἀπαραιτήτως ὑπὸ τῶν στρατιωτῶν κατεχόμενος, ἐπιμελείας ἕνεκεν τοῦ σώματος καὶ παραμυθίας τῶν ἀφορήτων ὀδυνῶν, πρός τι χωρίον ἡσυχίαν ἔχον μετατεθῆναι· τούτου χάριν πάντες ἤλθομεν ἐπὶ τὸ ἱκετεῦσαι τὸ μέγεθός σου, μηδὲν ἀγανακτῆσαι τῇ ἀναβολῇ τῆς ἀπαντήσεως, καὶ γὰρ οὔτε τι τῶν δημοσίων χεῖρον ἔσχεν ἐκ τῆς ἡμετέρας ὑπερθέσεως, οὔτε τι τῶν ἐκκλησιαστικῶν τούτου ἕνεκεν παρεβλάβη.

  19. 225.2

    Ἀλλʼ εἰ μὲν περὶ χρημάτων ἐστὶν ὁ λόγος, ὡς διαφορηθέντων, αὐτοῦ εἰσιν οἱ ταμίαι τῶν ἱερῶν χρημάτων ἕτοιμοι δοῦναι λόγον τῷ βουλομένῳ, καὶ δεῖξαι τὴν συκοφαντίαν τῶν κατατολμησάντων τῆς ἀκριβοῦς ἀκοῆς σου· ῥᾴδιον γὰρ αὐτοῖς ἀπʼ αὐτῶν τῶν γραμμάτων τοῦ μακαρίου ἐπισκόπου φανερὰν τὴν ἀλήθειαν τοῖς ἐπιζητοῦσι ποιῆσαι· εἰ δέ τι ἕτερόν ἐστι κανονικὸν ἐξετάσεως δεόμενον, καὶ τούτου καταδέχεται ὑποδέξασθαι τὴν ἀκρόασιν καὶ τὴν κρίσιν ἡ μεγαλόνοιά σου, πάντων ἡμῶν χρεία, ὅτι εἴπερ τι ἐλλέλειπται τῶν κανονικῶν, οἱ χειροτονήσαντες αἴτιοι, οὐχ ὁ κατὰ πᾶσαν ἀνάγκην ὑποδέξασθαι τὴν λειτουργίαν ἐκβιασθείς.

  20. 225.3

    Ὥστε ἱκετεύομέν σε φυλάξαι ἡμῖν τὴν ἀκρόασιν ἐπὶ τῆς πατρίδος, καὶ μὴ ἕλκειν εἰς τὴν ὑπερορίαν, μηδὲ εἰς ἀνάγκην ἄγειν συντυχίας ἐπισκόπων, πρὸς οὓς οὔπω τὰ περὶ τῶν ἐκκλησιαστικῶν ζητημάτων ἀπελυσάμεθα. ὁμοῦ δὲ καὶ φείσασθαι τοῦ γήρως ἡμῶν καὶ τῆς ἀσθενείας δεόμεθα. γνώσῃ γὰρ αὐτῇ τῇ πείρᾳ, τοῦ Θεοῦ βουλομένου, ὡς οὔτε μικρὸν οὔτε μεῖζον παρεῖταί τι τῶν κανονικῶν ἐν τῇ καταστάσει τοῦ ἐπισκόπου. εὐχόμεθα οὖν ἐπὶ τῆς σῆς ἀρχῆς καὶ τὴν πρὸς τοὺς ἀδελφοὺς ἡμῶν ὁμόνοιαν καὶ εἰρήνην καταπραχθῆναι· ἧς μήπω γενομένης, βαρὺ ἡμῖν ἐστι καὶ τὸ τῆς συντυχίας, διὰ τὸ πολλοὺς τῶν ἁπλουστέρων βλάπτεσθαι ἐν τῇ διαστάσει ἡμῶν τῇ πρὸς ἀλλήλους.

  21. 226.1

    Δυνατὸς μὲν ὁ ἅγιος Θεὸς καὶ τὴν διὰ τῆς συντυχίας εὐφροσύνην ἡμῖν χαρίσασθαι τοῖς ἐπιθυμοῦσι καὶ βλέπειν ὑμᾶς ἀεὶ καὶ ἀκούειν τὰ περὶ ὑμῶν· διότι ἐν οὐδενὶ ἑτέρῳ ἔχομεν τὴν ἀνάπαυσιν τῶν ψυχῶν ἢ ἐν τῇ προκοπῇ τῇ ὑμετέρᾳ καὶ τῇ διὰ τῶν ἐντολῶν τοῦ Χριστοῦ τελειώσει. ἕως δὲ τοῦθʼ ἡμῖν οὐχ ὑπάρχει, ἀναγκαῖον τιθέμεθα διὰ τῶν γνησιωτάτων καὶ φοβουμένων τὸν Κύριον ἀδελφῶν ἐπισκέπτεσθαι ὑμᾶς, καὶ γράμμασι προσομιλεῖν τῇ ἀγάπῃ ὑμῶν. αὐτοῦ οὖν τούτου ἕνεκεν ἀπεστείλαμεν τὸν εὐλαβέστατον καὶ γνησιώτατον ἀδελφὸν ἡμῶν καὶ συνεργὸν τοῦ εὐαγγελίου Μελέτιον τὸν συμπρεσβύτερον, ὃς διηγήσεται ὑμῖν τὸν ἡμέτερον πόθον ὃν ἔχομεν ἐφʼ ὑμῖν, καὶ τὴν μέριμναν τῶν ψυχῶν ἡμῶν, ὅτι νυκτὸς καὶ ἡμέρας δεόμεθα τοῦ Κυρίου περὶ τῆς ὑμῶν εὐδοκιμήσεως, ἵνα καὶ ἡμεῖς ἔχωμεν παρρησίαν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ διὰ τῆς ὑμῶν σωτηρίας, καὶ ὑμεῖς ἐκλάμψητε ἐν τῇ λαμπρότητι τῶν ἁγίων δοκιμαζομένου ὑμῶν τοῦ ἔργου ὑπὸ τῆς δικαιοκρισίας τοῦ Θεοῦ.

  22. 226.2

    Ἅμα δὲ ἡμῖν πολλὴν μέριμναν ἐμποιεῖ τοῦ κατασχόντος καιροῦ τούτου ἡ χαλεπότης, ἐν ᾧ πᾶσαι μὲν ἐκκλησίαι ἐσαλεύθησαν, πᾶσαι δὲ ψυχαὶ σινιάζονται. ἤνοιξαν γάρ τινες ἀφειδῶς στόματα κατὰ τῶν ὁμοδούλων. λαλεῖται τὸ ψεῦδος ἀφόβως· ἡ ἀλήθεια συγκεκάλυπται. καὶ οἱ μὲν κατηγορούμενοι καταδικάζονται ἀκρίτως· οἱ δὲ κατηγοροῦντες πιστεύονται ἀνεξετάστως, ὅθεν κἀγὼ ἀκούσας ὅτι πολλαὶ κατʼ ἐμοῦ περιφέρονται ἐπιστολαί, στίζουσαι ἡμᾶς καὶ στηλιτεύουσαι καὶ κατηγοροῦσαι ἐπὶ πράγμασιν, ὧν τὴν ἀπολογίαν ἑτοίμην ἔχομεν ἐπὶ τοῦ δικαστηρίου τῆς ἀληθείας, ὥρμησα μὲν σιωπῆσαι, ὃ καὶ ἐποίησα· τρίτον γὰρ ἤδη τοῦτο ἔτος ἐστίν, ἐν ᾧ τυπτόμενος ὑπὸ τῶν διαβολῶν φέρω τὰς τῆς κατηγορίας μάστιγας, ἀρκούμενος, ὅτι ἔχω Κύριον, τὸν τῶν κρυπτῶν γνώστην, μάρτυρα τῆς συκοφαντίας. ἐπειδὴ δὲ ὁρῶ, ὅτι πολλοὶ ἤδη τὴν σιωπὴν ἡμῶν εἰς βεβαίωσιν τῶν διαβολῶν παρεδέξαντο, καὶ οὐ διὰ μακροθυμίαν ἐνόμισαν ἡμᾶς σιωπᾷν, ἀλλὰ διὰ τὸ μὴ ἔχειν διᾶραι στόμα πρὸς τὴν ἀλήθειαν, τούτου ἕνεκεν ἐπειράθην ἐπιστεῖλαι ὑμῖν, παρακαλῶν τὴν ἐν Χριστῷ ἀγάπην ὑμῶν ὥστε τὰς ἐξ ἑνὸς μέρους γινομένας διαβολὰς μὴ πάντη παραδέχεσθαι ὡς ἀληθεῖς· διότι, καθὼς γέγραπται, οὐδένα κρίνει ὁ νόμος, ἐὰν μὴ πρῶτον ἀκούσῃ καὶ γνῷ τί ποιεῖ.

  23. 226.3

    Καίτοι εὐγνώμονι κριτῇ ἀρκεῖ αὐτὰ τὰ πράγματα πρὸς τὴν τῆς ἀληθείας φανέρωσιν. ὥστε κἂν ἡμεῖς σιωπήσωμεν, ἔξεστιν ὑμῖν διαβλέψαι πρὸς τὰ γινόμενα. οἱ γὰρ ἡμῖν κακοδοξίαν ἐγκαλοῦντες ἐφάνησαν νῦν ἐκ τοῦ προφανοῦς τῇ μερίδι τῶν αἱρετικῶν προστιθέμενοι, οἱ ὑπὲρ ἀλλοτρίων συνταγμάτων ἡμᾶς κατακρίνοντες ταῖς ἰδίαις ὁμολογίαις, ἃς ἐγγράφως ἡμῖν κατέθεντο, ἐναντιούμενοι φαίνονται. νοήσατε τὴν συνήθειαν τῶν ταῦτα τολμώντων, ὅτι ἔθος αὐτοῖς ἀεὶ πρὸς τὸ δυνατὸν μετατίθεσθαι μέρος, καὶ τοὺς ἀσθενοῦντας τῶν φίλων καταπατεῖν θεραπεύειν δὲ τοὺς κρατοῦντας. οἱ γὰρ τὰς πολυθρυλλήτους ἐκείνας ἐπιστολὰς κατὰ Εὐδοξίου καὶ πάσης αὐτῶν τῆς μερίδος συγγράφοντες, καὶ περιπέμποντες πάσαις ταῖς ἀδελφότησι, καὶ διαμαρτυρόμενοι φεύγειν τὴν κοινωνίαν αὐτῶν ὡς ὄλεθρον τῶν ψυχῶν, καὶ διὰ τοῦτο μὴ καταδεξάμενοι τὰς ἐπὶ καθαιρέσει αὐτῶν ἐξενεχθείσας ψήφους, ἐπειδὴ παρʼ αἱρετικῶν ἦσαν γενόμεναι, ὡς ἔπειθον ἡμᾶς τότε, οὗτοι νῦν πάντων ἐπιλαθόμενοι, μετʼ αὐτῶν γεγόνασι. καὶ οὐδεμία αὐτοῖς ἄρνησις καταλείπεται· φανερῶς γὰρ ἀπεκάλυψαν ἑαυτῶν τὴν προαιρεσίν, ἐν Ἀγκύρᾳ τὰς κατʼ οἶκον αὐτῶν κοινωνίας κατασπαζόμενοι, ἐπειδὴ εἰς τὸ κοινὸν ὑπʼ αὐτῶν ἐκείνων οὔπω ἐδέχθησαν. ἐρωτήσατε οὖν αὐτούς, εἰ ὀρθόδοξος νῦν Βασιλείδης ὁ κοινωνικὸς Ἐκδικίου, διὰ τί ἀπὸ τῆς Δαρδανίας ἐπανιόντες, τὰ θυσιαστήρια ἐκείνου ἐν τῇ χώρᾳ τῶν Γαγγρηνῶν κατέστρεφον, καὶ ἑαυτῶν τραπέζας ἐτίθεσαν; διὰ τί καὶ μέχρι νῦν ἐπέρχονται ταῖς ἐκκλησίαις τῆς Ἀμασείας καὶ Ζήλων, καὶ παρʼ ἑαυτῶν ἐγκαθιστῶσι πρεσβυτέρους καὶ διακόνους; εἰ μὲν γὰρ ὡς ὀρθοδόξοις κοινωνοῦσι, τίνος ἕνεκεν ὡς αἱρετικοῖς ἐπέρχονται; εἰ δὲ ὡς αἱρετικοὺς ὑπειλήφασι, πῶς τὴν κοινωνίαν αὐτῶν οὐκ ἐκτρέπονται; ταῦτα οὐχὶ καὶ παιδικῇ διανοίᾳ δῆλά ἐστιν, ἀδελφοὶ τιμιώτατοι, ὅτι ἀεὶ πρὸς τὸ ἴδιον συμφέρον βλέποντες ἢ διαβάλλειν τινάς, ἢ συνιστᾷν ἐπιχειροῦσι;

  24. 226.4

    Καὶ ἡμῶν τοίνυν ἀπέστησαν, οὔτε ἀγανακτήσαντες, ὅτι οὐκ ἀντεγράψαμεν (τοῦτο γάρ ἐστιν ἐφʼ οὗ μάλιστα λέγουσι παρωξύνθαι), οὔτε ὅτι τοὺς χωρεπισκόπους, οὓς λέγουσιν ἀπεσταλκέναι, οὐκ ἐδεξάμεθα. καίτοι δώσουσι λόγον τῷ Κυρίῳ οἱ τοῦτο κατασκευάζοντες. εἷς γάρ τις Εὐστάθιος ἀποσταλείς, καὶ γράμματα διαδοὺς τῇ τάξει τοῦ Οὐικαρίου, τρεῖς ἡμέρας ποιήσας ἐπὶ τῆς πόλεως, καὶ μέλλων ἀπαίρειν ἐπὶ τὰ ἴδια, ἑσπέρας ἤδη βαθείας, καθεύδοντί μοι λέγεται πλησιάσαι τῷ οἰκήματι ἡμῶν. ἀκούσας δὲ ὅτι καθεύδω, ἀπελθών, οὐκέτι τῇ ὑστεραίᾳ ἡμῖν προσήγγισεν, ἀλλʼ οὕτως ἀφοσιωσάμενος τὸ καθʼ ἡμᾶς, ἐπανῆλθε. καὶ τοῦτό ἐστι τὸ ἔγκλημα, ὃ ἠδικήσαμεν ἡμεῖς, καὶ οἱ μακρόθυμοι οὐκ ἀντεστάθμησαν τὴν πρὸ τούτου δουλείαν ἡμῶν, ἣν ἐδουλεύσαμεν αὐτοῖς ἐν ἀγάπῃ, τῷ πταίσματι τούτῳ· ἀλλὰ τοσοῦτον ἐβάρυναν τὴν καθʼ ἡμῶν ὀργὴν ἐπὶ ταύτῃ τῇ ἁμαρτίᾳ, ὥστε πάσαις ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις, τό γε εἰς αὐτοὺς ἧκον, ἐκκηρύκτους ἡμᾶς ποιῆσαι.

  25. 226.5

    Οὐ μὴν αὕτη γέ ἐστι κατὰ ἀλήθειαν τῆς διαστάσεως ἡ αἰτία· ἀλλʼ ἐπειδὴ ἐνόμισαν εὐδοκιμήσειν τότε παρὰ τῷ Εὐζωΐῳ, εἰ ἡμῶν ἑαυτοὺς ἀλλοτριώσειαν, ἐκείνας ἑαυτοῖς ἐπενόησαν τὰς προφάσεις, ἵνα εὕρωσί τινα σύστασιν παρʼ αὐτοῖς διὰ τοῦ πρὸς ἡμᾶς πολέμου. οὗτοι νῦν καὶ τὴν ἐν Νικαίᾳ διαβάλλουσι πίστιν, καὶ ὁμοουσιάστας ἡμᾶς ἀποκαλοῦσι, διὰ τὸ ἐν ἐκείνῃ τῇ πίστει τὸν μονογενῆ Υἱὸν τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιον ὁμολογεῖσθαι, οὐχ ὡς ἀπὸ μιᾶς οὐσίας μερισθείσης εἰς δύο ἀδελφά, μὴ γένοιτο· οὐ γὰρ τοῦτο ἐνόησεν ἡ ἁγία ἐκείνη καὶ θεοφιλὴς σύνοδος, ἀλλʼ ὡς, ὅπερ ἐστὶ κατὰ τὴν οὐσίαν ὁ Πατήρ, τοῦτο ὀφείλοντος νοεῖσθαι καὶ τοῦ Υἱοῦ. οὕτω γὰρ ἡμῖν ἐκεῖνοι αὐτοὶ ἡρμήνευσαν εἰπόντες, φῶς ἐκ φωτός. ἔστι δὲ ἡ ἐν Νικαίᾳ πίστις, ἡ παρʼ αὐτῶν ἀπὸ τῆς δύσεως κομισθεῖσα, ἣν ἐπέδωκαν τῇ συνόδῳ τῇ ἐν Τυάνοις, ὑφʼ ἧς καὶ παρεδέχθησαν. ἀλλʼ ἔχουσί τι σοφὸν δόγμα εἰς τὰς τοιαύτας ἑαυτῶν μεταβολάς· ὅτι τοῖς ῥήμασι τῆς πίστεως ὡς ἰατροὶ κέχρηνται κατὰ καιρόν, ἄλλοτε ἄλλως πρὸς τὰ ὑποκείμενα πάθη μεθαρμοζόμενοι. τούτου δὲ τοῦ σοφίσματος τὸ σαθρὸν οὐκ ἐμὲ ἐλέγχειν προσῆκεν, ἀλλʼ ὑμᾶς νοεῖν. δώσει γὰρ ὑμῖν ὁ Κύριος σύνεσιν πρὸς τὸ γνωρίζειν, τίς μὲν ὁ εὐθὴς λόγος, τίς δὲ ὁ σκολιὸς καὶ διεστραμμένος, εἰ γὰρ ἄλλοτε ἄλλας δεῖ πίστεις συγγράφειν, καὶ μετὰ τῶν καιρῶν ἀλλοιοῦσθαι, ψευδὴς ἡ ἀπόφασις τοῦ εἰπόντος· Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. εἰ δὲ ἐκεῖνα ἀληθῆ, μηδεὶς ὑμᾶς ἐξαπατάτω τοῖς κενοῖς τούτοις λόγοις. διαβάλλουσι γὰρ ἡμᾶς ὡς καινοτομοῦντας περὶ τοῦ Πνεύματος τοῦ ἁγίου. ἐρωτήσατε οὖν τίς ἡ καινοτομία. ἡμεῖς γὰρ ὁμολογοῦμεν ὃ καὶ παρελάβομεν, μετὰ Πατρὸς καὶ Υἱοῦ τετάχθαι τὸν Παράκλητον, οὐ μετὰ τῆς κτίσεως ἀριθμεῖσθαι. εἰς γὰρ Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα πεπιστεύκαμεν· καὶ βαπτιζόμεθα εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. διὰ τοῦτο οὐδέποτε τῆς πρὸς τὸν Πατέρα καὶ Υἱὸν συναφείας τὸν Παράκλητον ἀποσπῶμεν. ὁ γὰρ νοῦς ἡμῶν φωτιζόμενος ὑπὸ τοῦ Πνεύματος πρὸς Υἱὸν ἀναβλέπει, καὶ ἐν αὐτῷ ὡς ἐν εἰκόνι θεωρεῖ τὸν Πατέρα. οὔτε οὖν ὀνόματα παρʼ ἑαυτῶν ἐπινοοῦμεν, ἀλλὰ Πνεῦμα ἅγιον καὶ Παράκλητον ὀνομάζομεν, οὔτε τὴν ὀφειλομένην αὐτῷ δόξαν ἀθετεῖν καταδεχόμεθα. ταῦτά ἐστι τὰ ἡμέτερα μετὰ πάσης ἀληθείας. ἐπὶ τούτοις ὁ κατηγορῶν κατηγορείτω· ὁ διώκων ἡμᾶς διωκέτω· ὁ πιστεύων ταῖς καθʼ ἡμῶν διαβολαῖς ἑτοιμαζέσθω πρὸς τὴν διαδικασίαν. ὁ Κύριος ἐγγύς, μηδὲν μεριμνῶμεν.

  26. 226.6

    Εἴ τις ἐν Συρίᾳ συγγράφει, τοῦτο οὐδὲν πρὸς ἡμᾶς. ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, φησί, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ. οἱ ἐμοὶ λόγοι ἐμὲ κρινέτωσαν· ὑπὲρ δὲ ἀλλοτρίων ἡμᾶς σφαλμάτων μηδεὶς καταδικαζέτω, μηδὲ τὰς πρὸ εἴκοσιν ἐτῶν γραφείσας παρʼ ἡμῶν ἐπιστολὰς εἰς ἀπόδειξιν προβαλλέσθω τοῦ νῦν κοινωνικοὺς ἡμᾶς εἶναι τοῖς ἐκεῖνα συγγράψασιν. ἡμεῖς γάρ, πρὸ τῶν συγγραμμάτων, λαϊκοὶ ὄντες πρὸς λαϊκοὺς ἐπεστέλλομεν, πρὸ τοῦ τινὰ καὶ ὑπόνοιαν τοιαύτην κατʼ αὐτῶν κινεῖσθαι· καὶ ἐπεστέλλομεν οὐδὲν περὶ πίστεως, οὐδʼ οἷα νῦν ἐπὶ τῇ καθʼ ἡμῶν διαβολῇ περιφέρουσιν οὗτοι, ἀλλὰ ψιλὰς προσηγορίας, ἀγαπητικὴν προσφώνησιν ἀποπληρούσας. ἡμεῖς γὰρ ὁμοίως καὶ τοὺς τὰ Σαβελλίου νοσοῦντας καὶ τοὺς τὰ Ἀρείου δόγματα ἐκδικοῦντας, ὡς ἀσεβεῖς, ἀποφεύγομεν καὶ ἀναθεματίζομεν. εἴ τις τὸν αὐτὸν Πατέρα λέγει καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, καὶ ἓν πρᾶγμα πολυώνυμον ὑποτίθεται, καὶ μίαν ὑπόστασιν ὑπὸ τριῶν προσηγοριῶν ἐκφωνουμένην, τὸν τοιοῦτον ἡμεῖς ἐν τῇ μερίδι τῶν Ἰουδαίων τάσσομεν. ὁμοίως καὶ εἴ τις ἀνόμοιον λέγει κατὰ τὴν οὐσίαν τὸν Υἱὸν τῷ Πατρί, ἢ εἰς κτίσμα κατάγει τὸ Πνεῦμα τὸ ἅγιον, ἀναθεματίζομεν, καὶ ἐγγὺς εἶναι τῆς Ἑλληνικῆς τιθέμεθα πλάνης. ἀλλὰ τὰ μὲν στόματα τῶν κατηγορούντων ἡμᾶς ἐπισχεθῆναι διὰ τῶν ἡμετέρων γραμμάτων ἀμήχανον· μᾶλλον μὲν οὖν εἰκὸς καὶ ἐρεθίζεσθαι αὐτοὺς ἐπὶ ταῖς ἀπολογίαις ἡμῶν καὶ μείζονα καὶ χαλεπώτερα καθʼ ἡμῶν κατασκευάζειν. τὰς μέντοι ὑμετέρας ἀκοὰς φυλαχθῆναι οὐ χαλεπόν. ὥστε, ὅ ἐστιν ἐφʼ ὑμῖν, τοῦτο ποιήσατε. ἀκεραίαν ἡμῖν καὶ ἀπρόληπτον ταῖς διαβολαῖς τὴν καρδίαν ὑμῶν φυλάξατε· καὶ πρὸς τὰ προβαλλόμενα ἐγκλήματα ἀπαιτεῖτε ἡμᾶς τὰς εὐθύνας. καὶ εἰ μὲν εὕρητε παρʼ ἡμῖν τὴν ἀλήθειαν, μὴ δῶτε χώραν τῷ ψεύδει· ἐὰν δὲ ἀτονούντων ἡμῶν πρὸς τὴν ἀπολογίαν αἴσθησθε, τότε πιστεύσατε τοῖς κατηγόροις ἡμῶν ὡς ἀληθεύουσιν. ἀγρυπνοῦσιν ἐκεῖνοι πρὸς τὸ ἡμᾶς κακοποιῆσαι· τοῦτο παρʼ ὑμῶν οὐκ ἐπιζητοῦμεν. ἐμπορικὸν βίον μεταχειριζόμενοι, παρεμπόρευμα ποιοῦνται τὴν ἡμετέραν διαβολήν· ὑμᾶς δὲ οἴκοι μένειν καὶ εὐσχημονεῖν, ἐν ἡσυχίᾳ τὸ ἔργον τοῦ Χριστοῦ πληροῦντας, παρακαλοῦμεν, τὰς μέντοι συντυχίας αὐτῶν, τὰς δολερῶς ἐπὶ καταστροφῇ τῶν ἀκουόντων γινομένας, ἐκκλίνειν· ἵνα καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην ἀκεραίαν φυλάξητε, καὶ τὴν τῶν πατέρων πίστιν ἄθραυστον διασώσητε, καὶ παρὰ τῷ Κυρίῳ εὐδόκιμοι φανῆτε ὡς φίλοι τῆς ἀληθείας.

  27. 227.1

    Καὶ τί οὕτω καλὸν καὶ εὐδόκιμον παρὰ θεῷ καὶ ἀνθρώποις ὡς ἀγάπη τελεία, ἣν πλήρωμα παντὸς εἶναι νόμου παρὰ τοῦ σοφοῦ δεδιδάγμεθα διδασκάλου; ὥστε ἀποδέχομαι ὑμῶν τὸ διάπυρον τῆς περὶ τὸν ποιμένα ὑμῶν διαθέσεως. οὔτε γὰρ παιδὶ φιλοπάτορι πατρὸς ἀγαθοῦ στέρησις ἀνεκτή, οὔτε ἐκκλησίᾳ Χριστοῦ ποιμένος καὶ διδασκάλου ἀναχώρησις φορητή. ὥστε καλῆς καὶ ἀγαθῆς προαιρέσεως ἀπόδειξιν ἐν τῇ ὑπερβαλλούσῃ περὶ τὸν ἐπίσκοπον ὑμῶν διαθέσει παρέχεσθε. ἀλλὰ τὸ χρηστὸν ὑμῶν τοῦτο καὶ περὶ τὸν πνευματικὸν πατέρα ἐνδιάθετον, μέτρῳ καὶ λογισμῷ γινόμενον, ἀπόδεκτόν ἐστιν, ἐκβαῖνον δὲ τοὺς ὅρους οὐκ ἔτι τῆς αὐτῆς ἀποδοχῆς ἄξιον γίνεται.

  28. 227.2

    Οἰκονομία καλὴ περὶ τὸν θεοφιλέστατον ἀδελφὸν ὑμῶν τὸν συλλειτουργὸν Εὐφρόνιον παρὰ τῶν οἰκονομεῖν τὰς ἐκκλησίας πεπιστευμένων γεγένηται, ἀναγκαία τῷ καιρῷ, λυσιτελὴς καὶ τῇ ἐκκλησίᾳ πρὸς ἣν μετετέθη καὶ ὑμῖν αὐτοῖς ἀφʼ ὧν ἐλήφθη. ταύτην μὴ ἀνθρωπίνην νομίσητε, μηδὲ ἐκ λογισμῶν κεκινῆσθαι τὰ γήινα φρονοῦντων ἀνθρώπων, ἀλλὰ τῇ συνηθείᾳ τοῦ Πνεύματος τοὺς τὴν μέριμναν ἀνηρτημένους τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τοῦτο ποιῆσαι πέπεισθε, καὶ ἐμβάλλεσθε τῇ διανοίᾳ τὴν ὁρμὴν ταύτην, καὶ σπουδάσατε αὐτὴν τελειῶσαι. δέξασθε οὖν ἡσυχῇ καὶ μετʼ εὐχαριστίας τὸ γενόμενον, ἐκεῖνο πεπεισμένοι, ὅτι οἱ μὴ δεχόμενοι παρὰ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ τὰ ταῖς ἐκκλησίαις διατυπούμενα τῇ τοῦ Θεοῦ διαταγῇ ἀνθίστανται. μὴ δικαιολογεῖσθε πρὸς τὴν μητέρα ὑμῶν τὴν ἐν Νικοπόλει ἐκκλησίαν. μὴ τραχύνεσθε πρὸς τοὺς τῶν ψυχῶν ὑμῶν ἀναδεδεγμένους τὴν μέριμναν. ἐν γὰρ τῷ τὰ τῆς Νικοπόλεως συνεστάναι πράγματα καὶ τὸ καθʼ ὑμᾶς μέρος συνδιασωθήσεται· ἐὰν δὲ ἐκείνης ἅψηταί τις σάλος κἂν μυρίους ἔχητε τοὺς φυλάσσοντας ὑμᾶς, συμπαραναλωθήσεται τῷ κεφαλαίῳ καὶ τὸ μέρος. ὡς οὖν οἱ τοῖς ποταμοῖς παροικοῦντες, ἐπειδὰν ἴδωσί τινας πόρρωθεν ὀχυρώματα καταβαλλομένους τοῖς ῥεύμασιν, ἴσασιν ὅτι αὐτοῖς προδιοικοῦνται τὴν ἀσφάλειαν, τὰς ἐπιδρομὰς τῶν ῥευμάτων ἀποκρουόμενοι, οὕτω καὶ οἱ νῦν τὸ βάρος τῆς φροντίδος τῶν ἐκκλησιῶν ἀναδεξάμενοι ἐν τῇ τῶν ἄλλων φυλακῇ τὴν καθʼ ὑμᾶς ἄδειαν διοικοῦνται· καὶ ἐν σκέπῃ γενήσεσθε πάσης ταραχῆς, ἑτέρων ὑποδεχομένων τοῦ πολέμου τὰς προσβολάς. πρὸς δὲ κἀκεῖνο ἐνθυμεῖσθαι ὑμᾶς προσῆκεν, ὅτι οὐχ ὑμᾶς ἀπέβαλεν, ἀλλʼ ἑτέρους προσέλαβεν. οὐ δήπου γὰρ βάσκανοι τινές ἐσμεν ἡμεῖς, ὥστε τὸν δυνάμενον καὶ ἄλλοις τῶν ἑαυτοῦ χαρισμάτων μεταδιδόναι ἀναγκάζειν ὑμῖν ἐναποκλείειν τὴν χάριν καὶ τῷ καθʼ ὑμᾶς μόνῳ χωρίῳ στενοχωρεῖν. οὔτε γὰρ ὁ πηγὴν περιφράσσων καὶ ὕδατος ἔξοδον λυμαινόμενος, οὔτε ὁ διδασκαλίαν διαρκῆ κωλύων ἐπὶ πλεῖον χωρεῖν ἔξω τοῦ πάθους τῆς βασκανίας ἐστίν. ἐχέτω τοίνυν καὶ τὴν Νικοπόλεως μέριμναν, καὶ τὸ ὑμέτερον προσθήκη ἔστω τῶν ἐκεῖ φροντισμάτων. τῷ μὲν γὰρ ἀνδρὶ πλείων προσῆλθεν ὁ κόπος, ὑμῶν δὲ οὐδὲν ἐλαττοῦται ἡ ἐπιμέλεια.

  29. 227.3

    Ἐκεῖνο δέ με πάνυ ἐλύπησε, καὶ ἔξω ἐφάνη τοῦ μέτρου, τὸ εἰρῆσθαι, ὅτι ἀποτυχόντες τῶν ἐπιζητουμένων τὰ δικαστήρια καταληψόμεθα, καὶ ἐπιστήσομεν ἀνθρώπους τοῖς πράγμασιν, οἷς ἡ καταστροφὴ τῶν ἐκκλησιῶν εὐχῆς ἐστι τὸ κεφάλαιον. μή ποτε οὖν ἄφρονι θυμῷ φερόμενοί τινες παραπείσωσιν ὑμᾶς φθέγξασθαί τι εἰς τὸ δημόσιον, καὶ γένηται μέν τις ἐντεῦθεν καταστροφή, περιτραπῇ δὲ τῶν γινομένων τὸ βάρος ταῖς κεφαλαῖς τῶν τὴν αἰτίαν παρασχομένων. ἀλλὰ δέξασθε καὶ τὴν ἡμετέραν συμβουλὴν ἐν πατρικοῖς ὑμῖν σπλάγχνοις προσαγομένην, καὶ τὴν τῶν θεοφιλεστάτων ἐπισκόπων οἰκονομίαν, κατὰ βούλησιν Θεοῦ γενομένην. καὶ ἀναμείνατε καὶ ἡμᾶς, οἳ παραγενόμενοι, ἐὰν ὁ Κύριος ἡμῖν συνεργήσῃ, ὅσα οὐκ ἐνεχώρει διὰ τῆς ἐπιστολῆς παρακαλέσαι τὴν εὐλάβειαν ὑμῶν, δι’ ἑαυτῶν παραινέσομεν, καὶ τὴν ἐνδεχομένην παραμυθίαν δι’ αὐτῶν τῶν ἔργων ἐπαγαγεῖν ὑμῖν πειρασόμεθα.

  30. 228.1

    Ἐδεξάμην τὰ γράμματα τῆς κοσμιότητος ὑμῶν, καὶ εὐχαρίστησα τῷ παναγίω Θεῷ, ὅτι ἄσχολοι ὄντες περὶ τὴν μέριμναν τῶν δημοσίων, οὐκ ἐν παρέργῳ τίθεσθε τὰ τῶν ἐκκλησιῶν· ἀλλʼ ἕκαστος, ὡς ὑπὲρ ἰδίου πράγματος καὶ συνέχοντος αὐτοῦ τὴν ζωήν, οὕτως ἐμερίμνησε· καὶ ἐπεστείλατε ἡμῖν ἀνιώμενοι ἐπὶ τῷ χωρισμῷ τοῦ θεοφιλεστάτου ἐπισκόπου ὑμῶν Εὐφρονίου, ὃν οὐκ ἀφείλετο ὑμῶν ἡ Νικόπολις, ἀλλὰ δικαιολογουμένη μὲν εἴποι ἂν ὅτι τὸν οἰκεῖον ἀπέλαβε· θεραπευομένη δὲ φθέγξεται ὑμῖν φωνὴν μητρὶ φιλοστόργῳ πρέπουσαν, ὅτι κοινὸν ἕξει πρὸς ὑμᾶς τὸν πατέρα, ὃς ἐν μέρει ἑκατέροις τῆς ἑαυτοῦ μεταδώσει χάριτος, οὔτε ἐκείνους ἐάσει τι παθεῖν ἐκ τῆς τῶν ἐναντίων ἐπιδρομῆς, καὶ ὑμᾶς τῆς συνήθους κηδεμονίας οὐκ ἀποστερήσει. τοῦ τε οὖν καιροῦ τὴν χαλεπότητα λογισάμενοι, καὶ τὸ τῆς οἰκονομίας ἀναγκαῖον σώφρονι γνώμῃ καταμαθόντες, σύγγνωτε μὲν τοῖς ἐπισκόποις ἐπὶ ταύτην ἐλθοῦσι τὴν ὁδὸν τῆς καταστάσεως τῶν ἐκκλησιῶν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· παραινέσατε δὲ ἑαυτοῖς, ὃ πρέπει ἀνδράσι τέλειον μὲν τὸν οἰκεῖον νοῦν κεκτημένοις, εἰδόσι δὲ καὶ τὰς παρὰ τῶν ἀγαπώντων ὑποθήκας προσίεσθαι. ὑμᾶς μὲν γὰρ εἰκὸς πολλὰ τῶν κινουμένων ἀγνοεῖν, διὰ τὸ ἐν ἐσχατιᾷ τῆς Ἀρμενίας τετάχθαι· ἡμεῖς δὲ οἱ μέσοις ἐμβεβηκότες τοῖς πράγμασι, καὶ πανταχόθεν ἐφʼ ἑκάστης ἡμέρας τὰς ἀκοὰς βαλλόμενοι τῶν καταστρεφομένων ἐκκλησιῶν, ἐν πολλῷ ἀγῶνί ἐσμεν, μήποτε ὁ κοινὸς ἐχθρὸς τῇ μακρᾷ εἰρήνῃ τοῦ βίου ὑμῶν βασκήνας, ἐπισπεῖραι δυνηθῇ τὰ ἑαυτοῦ ζιζάνια καὶ τοῖς καθʼ ὑμᾶς τόποις, καὶ γένηται καὶ τὸ τῶν Ἀρμενίων μέρος κατάβρωμα τῶν ὑπεναντίων. ἀλλὰ νῦν μὲν ἡσυχάσατε, ὥσπερ σκεύους ἀγαθοῦ χρῆσιν κοινὴν ἔχειν πρὸς τοὺς γείτονας ὑμῶν καταδεξάμενοι· μικρὸν δὲ ὕστερον, ἂν δῷ ὁ Κύριος τὴν ἐπιδημίαν ἡμῶν, καὶ τελεωτέραν παραμυθίαν τῶν γενομένων ἐκδέξεσθε, ἐὰν τοῦτο ὑμῖν ἀναγκαῖον καταφανῇ.

  31. 229.1

    Καὶ παρʼ ἑνὸς εὐλαβοῦς καὶ δευτέρου γενόμενον ἔργον πληροφορεῖ ἡμᾶς τῇ συμβουλίᾳ τοῦ Πνεύματος γίγνεσθαι. ὅταν γὰρ μηδὲν ᾖ ἀνθρώπινον πρὸ ὀφθαλμῶν κείμενον, μηδὲ σκοπῷ οἰκείας ἀπολαύσεως πρὸς τὰς ἐνεργείας ὁρμῶσιν οἱ ὅσιοι, ἀλλʼ ὅ τι εὐάρεστον τῷ Θεῷ προθέμενοι, δῆλον ὅτι Κύριός ἐστιν ὁ τὰς καρδίας αὐτῶν κατευθύνων. ὅπου δὲ ἄνδρες πνευματικοὶ τῶν βουλευμάτων κατάρχουσιν. ἕπεται δὲ τούτοις λαὸς Κυρίου ἐν συμφωνίᾳ τῆς γνώμης, τίς ἀμφιβαλεῖ μὴ οὐχὶ τῇ κοινωνίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ τὸ αἷμα αὐτοῦ ὑπὲρ τῶν ἐκκλησιῶν ἐκχέαντος, τὴν βουλὴν γεγενῆσθαι; ὅθεν καὶ αὐτοὶ καλῶς εἰκάσατε τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν καὶ συλλειτουργὸν Ποιμένιον κατὰ Θεὸν κεκινῆσθαι, ὃς καὶ ἐπέστη ὑμῖν ἐν καιρῷ, καὶ ἦλθεν ἐπὶ τὸν τρόπον τοῦτον τῆς παραμυθίας. οὗ ἐγὼ οὐχὶ τὴν εὕρεσιν μόνον τοῦ συμφέροντος ἐπαινῶ, ἀλλὰ καὶ τὸ τῆς γνώμης γενναῖον θαυμάζω, ὅτι μὴ εἰς ὑπερθέσεις ἀγαγὼν τὸ πρᾶγμα, ἐξέλυσε μὲν τὴν σπουδὴν τῶν ἐπιζητούντων, ἔδωκε δὲ καιρὸν φυλακῆς τοῖς ἀντιποιουμένοις, ἐπήγειρε δὲ τὰς ἐπιβουλὰς τῶν ἐφεδρευόντων, ἀλλʼ εὐθὺς τῷ καλῷ βουλεύματι τὸ τέλος ἐπήγαγεν. ὃν πανέστιον φυλάξειεν ὁ Κύριος τῇ ἑαυτοῦ χάριτι, ὥστε τὴν ἐκκλησίαν ὁμοίαν ἑαυτῇ διαμεῖναι ἐν τῇ ὁμοτίμῳ τοῦ προλαβόντος διαδοχῇ, καὶ μὴ δοῦναι χώραν τῷ πονηρῷ, ὃς νῦν, εἴπερ ποτέ, τῇ καταστάσει τῶν ἐκκλησιῶν δυσχεραίνει.

  32. 229.2

    Τοὺς δὲ ἐν Κολωνείᾳ ἀδελφοὺς πολλὰ μὲν καὶ ἡμεῖς παρεκαλέσαμεν διὰ γραμμάτων, καὶ ὑμεῖς δὲ ἀποδέχεσθαι αὐτῶν ὀφείλετε τὴν διάθεσιν μᾶλλον ἢ παροξύνειν αὐτούς, ὡς διὰ σμικρότητα παροφθέντας, μηδὲ τῇ καταφρονήσει προάγειν αὐτοὺς εἰς φιλονεικίαν. διότι πεφύκασί πως οἱ φιλονεικοῦντες ἀβουλότεροι γίνεσθαι, καὶ πολλὰ τῶν ἰδίων κακῶς διατίθεσθαι ὑπὲρ τοῦ λυπῆσαι τοὺς ἐναντιουμένους. οὐδεὶς δὲ οὕτω μικρὸς ὡς μὴ δύνασθαι νῦν κακῶν μεγάλων ἀφορμὴν παρασχεῖν τοῖς ἐθέλουσιν ἀφορμήν. καὶ τοῦτο οὐ στοχαζόμενοι λέγομεν, ἀλλὰ πείρᾳ κακῶν οἰκείων δεδιδαγμένοι, ἃ παραγάγοι ὁ Θεὸς ταῖς ὑμετέραις προσευχαῖς. συνεύξασθε δὲ καὶ ἡμῖν τὴν εὐοδίαν, ἵνα παραγενόμενοι ἐφησθῶμεν ὑμῖν ἐπὶ τῷ παρόντι ποιμένι, καὶ συμπαρακληθῶμεν ἐπὶ τῇ ἀναχωρήσει τοῦ κοινοῦ πατρὸς ἡμῶν.

  33. 230.1

    Αἱ περὶ τὰς ἐκκλησίας οἰκονομίαι γίνονται μὲν παρὰ τῶν πεπιστευμένων τὴν προστασίαν αὐτῶν, βεβαιοῦνται δὲ παρὰ τῶν λαῶν. ὥστε ὃ μὲν ἦν ἐπὶ τοῖς θεοφιλεστάτοις ἐπισκόποις, πεπλήρωται· τὸ δὲ λειπόμενον ἤδη πρὸς ὑμᾶς βλέπει, ἐὰν καταξιώσητε ἐκθύμως περιέχεσθαι τοῦ δεδομένου ὑμῖν ἐπισκόπου, καὶ τὰς παρὰ τῶν ἔξωθεν πείρας ἰσχυρῶς ἀποκρούεσθαι. οὐδὲν γὰρ οὕτω δυσωπεῖ οὔτε ἄρχοντας οὔτε τοὺς λοιπούς, ὅσοι βασκαίνουσιν ὑμῶν τῇ εἰρηνικῇ καταστάσει, ὡς σύμφωνον περὶ τὴν τοῦ δεδομένου ἀγάπην, καὶ τὸ ἰσχυρὸν τῆς ἐνστάσεως. ἀπόγνωσιν γὰρ ἐμποιεῖ αὐτοῖς πάσης ἐπιχειρήσεως πονηρᾶς, ἐὰν ἴδωσι μήτε κλῆρον μήτε λαὸν τὰς αὐτῶν ἐπινοίας παραδεχόμενον. ἣν οὖν γνώμην ἔχετε περὶ τοῦ καλοῦ, ταύτην κοινὴν ποιήσασθε τῆς πόλεως· καὶ τοῖς δήμοις καὶ πᾶσι τοῖς οἰκοῦσι τὴν χώραν διαλέχθητε ἐπιρρώσοντες αὐτῶν τὰς καλὰς προαιρέσεις, ὥστε διαβοηθῆναι παρὰ πᾶσι τὸ γνήσιον ὑμῶν τῆς εἰς Θεὸν ἀγάπης. ἐὰν δὲ καὶ αὐτοὶ καταξιωθῶμέν ποτε παραγενέσθαι καὶ ἐπισκέψασθαι τὴν ἐκκλησίαν τὴν τροφὸν τῆς εὐσεβείας, ἣν ὡς μητρόπολιν τῆς ὀρθοδοξίας τιμῶμεν, διὰ τὸ ἐκ παλαιοῦ ὑπὸ τιμιωτάτων ἀνδρῶν καὶ ἐκλεκτῶν τοῦ Θεοῦ οἰκονομεῖσθαι αὐτὴν ἀντεχομένων τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ὧν ἄξιον εἶναι τὸν νῦν ἀναφανέντα καὶ ὑμεῖς ἐδοκιμάσατε, καὶ ἡμεῖς συνεθέμεθα.

  34. 230.2

    Μόνον φυλαχθείητε παρὰ τῆς χάριτος τοῦ Θεοῦ, παραλύοντος μὲν τὰ πονηρὰ βουλεύματα τῶν ἐχθρῶν, ἰσχὺν δὲ καὶ εὐτονίαν πρὸς φυλακὴν τῶν καλῶς δεδογμένων ταῖς ψυχαῖς ὑμῶν ἐμποιοῦντος.

  35. 231.1

    Ὀλίγας εὑρίσκω τοῦ γράφειν πρὸς τὴν θεοσέβειάν σου τὰς ἀφορμάς, καὶ λυπεῖ με τοῦτο οὐ σμικρῶς. ὅμοιον γάρ, ὥσπερ ἂν εἰ καὶ ἐξὸν πολλάκις ὁρᾷν σε καὶ ἀπολαύειν σου, ὀλιγάκις ἐποίουν τοῦτο. ἀλλʼ οὐκ ἔξεστί μοι γράφειν δι’ ἀπορίαν τῶν ἐντεῦθεν πρὸς ὑμᾶς ἀφικνουμένων· ἐπεὶ οὐδὲν ἐκώλυεν, οἱονεὶ ἐφημερίδα τοῦ ἐμοῦ βίου τὰ γράμματα εἶναι, τὰ καθʼ ἑκάστην ἡμέραν συμπίπτοντα διαγγέλλειν σου τῇ ἀγάπῃ. ἐμοί τε γὰρ κουφισμὸν φέρει τὸ ἀνακοινοῦσθαί σοι τὰ καθʼ ἡμᾶς, σέ τε οἶδα οὐδὲν οὕτω μεριμνῶντα, ὡς τὰ ἡμέτερα. ἀλλὰ νῦν Ἐλπίδιος πρὸς τὸν ἑαυτοῦ δεσπότην ἐπειγόμενος, τοῦ ἀποδύσασθαι τὰς διαβολὰς τὰς ψευδῶς αὐτῷ παρά τινων ἐχθρῶν κατασκευασθείσας, ᾔτησεν ἡμᾶς τὴν ἐπιστολήν. δι’ οὗ καὶ προσφθεγγόμεθά σου τὴν εὐλάβειαν, καὶ συνιστῶμέν σοι τὸν ἄνδρα διά τε τὸ δίκαιον ἄξιον ὄντα τῆς παρὰ σοῦ προστασίας καὶ δι’ ἡμᾶς· οἳ εἰ καὶ μηδὲν ἄλλο ἔχομεν αὐτῷ μαρτυρεῖν, ἀλλʼ ὅτι περὶ πολλοῦ ἐποιήσατο γραμμάτων ἡμετέρων γενέσθαι διάκονος, τοῦτόν τε ἔχε ἐν τοῖς οἰκείοις, καὶ ἡμῶν μέμνησο, καὶ ὑπὲρ τῆς ἐκκλησίας εὔχου.

  36. 231.2

    Γίνωσκε δέ, ὅτι ὁ μὲν θεοφιλέστατος ἀδελφὸς ἡμῶν ὑπερόριός ἐστι, τὰς ὀχλήσεις μὴ φέρων τῶν ἀναισχύντων. Δόαρα δὲ χειμάζεται, τοῦ κήτους τοῦ πολυσάρκου τὰ ἐκεῖ συνταράσσοντος. ἡμῖν δὲ οἱ ἐχθροὶ τὰς ἐπιβουλὰς ἐπὶ τοῦ στρατοπέδου τυρεύουσιν, ὡς ὁ τῶν εἰδότων λόγος· ἡ δὲ χεὶρ τοῦ Κυρίου τέως ἐστὶ μεθʼ ἡμῶν. μόνον εὔχου μὴ ἐγκαταλειφθῆναι ἡμᾶς εἰς τέλος. καὶ γὰρ καὶ ὁ ἀδελφὸς διάγει ἄνετος· καὶ Δόαρα τὸν παλαιὸν ἀπέλαβε μουλίωνα· πλέον δὲ ἔχει οὐδέν· καὶ τὰς βουλὰς τῶν ἐχθρῶν ἡμῶν διασκεδάσει Κύριος. πάντων μέντοι καὶ τῶν παρόντων καὶ τῶν προσδοκωμένων λυπηρῶν λύσις ἡμῖν τὸ σὲ θεάσασθαι. ὥστε ἐὰν γένηταί σοί ποτε δυνατόν, ἕως ἔτι ἐσμὲν ὑπὲρ γῆς, καταξίωσον ἡμᾶς ἰδεῖν.

  37. 231.3

    Τὸ περὶ τοῦ Πνεύματος βιβλίον γέγραπται μὲν ἡμῖν καὶ ἐξείργασται, ὡς αὐτὸς οἶδας· ἀποστεῖλαι δὲ ἐν χάρτῃ γεγραμμένον ἐκώλυσάν με οἱ μετʼ ἐμοῦ ἀδελφοί, εἰπόντες παρὰ τῆς εὐγενείας σου ἐντολὰς ἔχειν ἐν σωματίῳ γράψαι. ἵνʼ οὖν μή τι δόξωμεν ὑπεναντίον ποιεῖν τῷ προστάγματί σου, ἐπέσχομεν νῦν, ἀποστελοῦμεν δὲ μικρὸν ὕστερον, μόνον ἐάν τινος ἐπιτηδείου τοῦ διακομίζοντος ἐπιτύχωμεν. ἐρρωμένος καὶ εὔθυμος εὐχόμενος τῷ Κυρίῳ ὑπὲρ ἡμῶν χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.

  38. 232.1

    Πᾶσα ἡμέρα γράμματα ἔχουσα τῆς θεοσεβείας σου ἑορτὴ ἡμῖν ἐστι, καὶ ἑορτῶν ἡ μεγίστη. ὅταν δὲ καὶ σύμβολα ἐπιφέρηται ἑορτῆς, τί ἄλλο χρὴ ὀνομάζειν ἢ οὐχὶ ἑορτὴν ἑορτῶν, ὥσπερ ὁ παλαιὸς νόμος Σάββατα Σαββάτων προσαγορεύειν εἰώθει; εὐχαριστοῦμεν οὖν τῷ Κυρίῳ, μαθόντες ὅτι καὶ ἔρρωσαι τῷ σώματι, καὶ εἰρηνευούσῃ τῇ ἐκκλησίᾳ τῆς σωτηρίου οἰκονομίας τὴν ἀνάμνησιν ἐτέλεσας.

  39. 232.2

    Ἡμᾶς δὲ θόρυβοί τινες διετάραξαν· οὐ μὴν ἔξω κατηφείας διηγάγομεν, τῷ τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν πεφυγαδευμένον εἶναι. ἀλλʼ ὑπὲρ μὲν ἐκείνου προσεύχου, ἵνα δῴη αὐτῷ ὁ Θεός ποτε ἐπιδεῖν τὴν ἑαυτοῦ ἐκκλησίαν τῶν αἱρετικῶν δηγμάτων τὰ τραύματα ἰαθεῖσαν· ἡμᾶς δὲ λίαν καταξίωσον ἐπισκέψασθαι, ἕως ἔτι ἐσμὲν ἐπὶ γῆς. ποίησον ἔργον σαυτῷ μὲν ἀκόλουθον, ἡμῖν δὲ εὐχῆς ἄξιον τῆς μεγίστης. θαυμάσαι δέ ἐστι καὶ τὴν διάνοιαν τῶν εὐλογιῶν, ὅτι δι’ αἰνιγμάτων ηὔξω ἡμῖν γῆρας ἰσχυρόν. ἔδειξας γάρ, ὅτι διὰ μὲν τῶν λαμπηνῶν πρὸς τοὺς νυκτερινοὺς διεγείρεις καμάτους, διὰ δὲ τῶν τραγημάτων τὸ πᾶσι τοῖς μέρεσι τετονῶσθαι κατεγγυᾷ. οὐ γὰρ ἔμοιγε καθʼ ἡλικίαν τὸ τρώγειν, πάλαι τῶν ὀδόντων ἔκ τε τοῦ χρόνου καὶ τῆς ἀρρωστίας ἐκτετριμμένων. πρὸς μὲν οὖν τὰ ἐπερωτηθέντα γεγόνασί τινες ἐν τῷ ὑπομνηστικῷ ἀποκρίσεις, οἵας ἐμοὶ δυνατὸν ἦν, καὶ ὡς ὁ καιρὸς ἐδίδου.

  40. 233.1

    Οἶδα καὶ αὐτὸς ἀκούσας τούτου, καὶ γνωρίζω τῶν ἀνθρώπων τὴν κατασκευήν. τί οὖν ἐροῦμεν πρὸς ταῦτα; ὅτι καλὸν μὲν ὁ νοῦς· καὶ ἐν τούτῳ ἔχομεν τὸ κατʼ εἰκόνα τοῦ κτίσαντος· καὶ καλὸν τοῦ νοῦ ἡ ἐνέργεια· καὶ ὅτι ἀεικίνητος ὢν οὗτος, πολλάκις μὲν φαντασιοῦται περὶ τῶν οὐκ ὄντων ὡς ὄντων, πολλάκις δὲ εὐθυβόλως ἐπὶ τὴν ἀλήθειαν φέρεται. ἀλλʼ ἐπειδὴ τούτῳ διτταὶ δυνάμεις παραπεφύκασι, κατὰ τὴν ἡμετέραν τῶν εἰς Θεὸν πεπιστευκότων ὑπόληψιν, ἡ μὲν πονηρά, ἡ τῶν δαιμόνων, πρὸς τὴν ἰδίαν ἀποστασίαν ἡμᾶς συνεφελκομένη, ἡ δὲ θειοτέρα καὶ ἀγαθὴ πρὸς τὴν τοῦ Θεοῦ ὁμοίωσιν ἡμᾶς ἀνάγουσα· ὅταν μὲν ἐφʼ ἑαυτοῦ μένῃ ὁ νοῦς, μικρὰ καθορᾷ καὶ τὰ ἑαυτῷ σύμμετρα, ὅταν δὲ τοῖς ἀπατῶσιν ἑαυτὸν ἐπιδῷ, ἀφανίσας τὸ οἰκεῖον κριτήριον φαντασίαις σύνεστιν ἀλλοκότοις. τότε καὶ τὸ ξύλον οὐχὶ ξύλον εἶναι νομίζει, ἀλλὰ Θεόν, καὶ χρυσὸν οὐχὶ χρήματα εἶναι κρίνει, ἀλλὰ σεβάσματα. ἐὰν δὲ πρὸς τὴν θειοτέραν ἀπονεύσῃ μερίδα, καὶ τὰς τοῦ Πνεύματος ὑποδέξηται χάριτας, τότε γίνεται τῶν θειοτέρων καταληπτικός, ὅσον αὐτοῦ τῇ φύσει σύμμετρον.

  41. 233.2

    Τρεῖς οὖν εἰσιν οἱονεὶ βίων καταστάσεις, καὶ ἰσάριθμοι τούτοις αἱ τοῦ νοῦ ἡμῶν ἐνέργειαι. ἢ γὰρ πονηρὰ ἡμῶν τὰ ἐπιτηδεύματα, καὶ πονηρὰ ἡμῶν δηλονότι τὰ τοῦ νοῦ κινήματα· οἷον μοιχεῖαι, κλοπαί, εἰδωλολατρείαι, συκοφαντίαι, ἔριδες, θυμοί, ἐριθεῖαι, φυσιώσεις, καὶ ὅσα ἐν τοῖς ἔργοις τῆς σαρκὸς ὁ ἀπόστολος Παῦλος ἀπηριθμήσατο· ἢ καλά· ἢ μέση τίς ἐστι τῆς ψυχῆς ἡ ἐνέργεια, οὔτε κατεγνωσμένον τι ἔχουσα, οὔτε ἐπαινετόν· ὡς ἡ τῶν βαναύσων τούτων τεχνῶν ἀνάληψις, ἃς δὴ καὶ μέσας προσαγορεύομεν, οὐδὲν τῷ ἑαυτῶν λόγῳ πρὸς ἀρετὴν ἢ κακίαν ἀποκλινούσας. ποία γὰρ κακία κυβερνητικῆς ἢ ἰατρικῆς; οὐ μέντοιγε οὐδὲ ἀρεταὶ αὐταὶ καθʼ ἑαυτάς, ἀλλʼ ἐκ τῆς τῶν κεχρημένων προαιρέσεως πρὸς τὴν τοῦ ἑτέρου τῶν ἀντικειμένων ἀποκλίνουσι μοῖραν. ὁ μέντοι τῇ θεότητι τοῦ Πνεύματος ἀνακραθεὶς νοῦς, οὗτος ἤδη τῶν μεγάλων ἐστὶ θεωρημάτων ἐποπτικός, καὶ καθορᾷ τὰ θεῖα κάλλη, τοσοῦτον μέντοι, ὅσον ἡ χάρις ἐνδίδωσι καὶ ἡ κατασκευὴ αὐτοῦ ὑποδέχεται.

  42. 233.3

    Ὥστε ἀφέντες ἐκείνας τὰς διαλεκτικὰς ἐρωτήσεις, μὴ κακεντρεχῶς, ἀλλʼ εὐλαβῶς ἐξεταζέτωσαν τὴν ἀλήθειαν. δέδοται ἡμῖν τὸ τοῦ νοῦ κριτήριον εἰς τὴν τῆς ἀληθείας σύνεσιν. ἔστι δὲ ἡ αὐτοαλήθεια ὁ Θεὸς ἡμῶν. ὥστε προηγούμενόν ἐστιν τῷ νῷ τὸν Θεὸν ἡμῶν ἐπιγινώσκειν, ἐπιγινώσκειν δὲ οὕτως ὡς δυνατὸν γνωρίζεσθαι τὸν ἀπειρομεγέθη ὑπὸ τοῦ μικροτάτου. οὐδὲ γὰρ ἐπειδὴ ὀφθαλμοὶ εἰς κατανόησιν τῶν ὁρατῶν εἰσι τεταγμένοι, ἤδη πάντα τὰ ὁρατὰ ὑπὸ τὴν ὄψιν ἄγεται. οὐδὲ γὰρ τὸ ἡμισφαίριον τοῦ οὐρανοῦ ἐν μιᾷ ῥοπῇ καθορᾶται, ἀλλὰ φαντασία μὲν ὄψεως ἡμᾶς περιίσταται, κατὰ δὲ τὴν ἀλήθειαν πολλά, ἵνα μὴ πάντα εἴπω, ἔστιν ἐν αὐτῷ τὰ ἀγνοούμενα· ἀστέρων φύσις, μεγέθη τούτων, διαστήματα, κινήσεις, συνδρομαί, ἀποστάσεις, αἱ λοιπαὶ σχέσεις, αὐτὴ ἡ οὐσία τοῦ στερεώματος, τὸ βάθος τὸ ἀπὸ τῆς κοίλης περιφερείας ἐπὶ τὴν κυρτὴν ἐπιφάνειαν. ἀλλʼ ὅμως οὐκ ἂν εἴποιμεν ἀόρατον εἶναι τὸν οὐρανὸν διὰ τὰ ἀγνοούμενα, ἀλλʼ ὁρατὸν διὰ τὴν μετρίαν αὐτοῦ κατανόησιν. οὕτω δὴ καὶ περὶ Θεοῦ. εἰ μὲν βεβλαμμένος ἐστὶν ὑπὸ δαιμόνων ὁ νοῦς, εἰδωλολατρήσει, ἢ πρὸς ἄλλο τι εἶδος ἀσεβείας παρατραπήσεται· εἰ δὲ τῇ τοῦ Πνεύματος ἑαυτὸν ἐπιδέδωκε βοηθείᾳ, τὴν ἀλήθειαν γνωρίσει, καὶ Θεὸν ἐπιγνώσεται. ἐπιγνώσεται δέ, ὡς ὁ ἀπόστολος εἶπεν, ἐκ μέρους, ἐν δὲ τῇ μετὰ ταῦτα ζωῇ τελεώτερον· ὅταν γὰρ ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται. ὥστε καὶ καλὸν τοῦ νοῦ τὸ κριτήριον καὶ πρὸς εὔχρηστον τέλος, τὴν Θεοῦ κατανόησιν, δεδομένον, ἐνεργοῦν μέντοι τοσοῦτον ὅσον αὐτῷ χωρητόν.

  43. 234.1

    Ο οἶδας, σέβεις, ἢ ὃ ἀγνοεῖς; ἐὰν ἀποκρινώμεθα, Ὃ οἴδαμεν, τοῦτο προσκυνοῦμεν, ταχεῖα παρʼ αὐτῶν ἡ ἀπάντησις, Τίς ἡ οὐσία τοῦ προσκυνουμένου; ἐὰν δὲ ἀγνοεῖν ὁμολογήσωμεν τὴν οὐσίαν, πάλιν ἡμῖν περιτρέψαντες λέγουσιν, ὅτι Οὐκοῦν ὃ οὐκ οἴδατε προσκυνεῖτε. ἡμεῖς δὲ λέγομεν, ὅτι τὸ εἰδέναι πολύσημον. καὶ γὰρ τὴν μεγαλειότητα τοῦ Θεοῦ εἰδέναι λέγομεν, καὶ τὴν δύναμιν, καὶ τὴν σοφίαν, καὶ τὴν ἀγαθότητα, καὶ τὴν πρόνοιαν ᾗ ἐπιμελεῖται ἡμῶν, καὶ τὸ δίκαιον αὐτοῦ τῆς κρίσεως· οὐκ αὐτὴν τὴν οὐσίαν. ὥστε ἐπηρεαστικὴ ἡ ἐρώτησις. οὐ γὰρ ὁ τὴν οὐσίαν μὴ φάσκων εἰδέναι ὡμολόγησε τὸν Θεὸν μὴ ἐπίστασθαι, ἐκ πολλῶν ὧν ἀπηριθμησάμεθα συναγομένης ἡμῖν τῆς περὶ Θεοῦ ἐννοίας. ἀλλʼ ἁπλοῦς, φησίν, ὁ Θεός, καὶ πᾶν ὅπερ ἂν αὐτοῦ ἀπαριθμήσῃ γνωστόν, τῆς οὐσίας ἐστί. τοῦτο δὲ σόφισμά ἐστι μυρίας τὰς ἀτοπίας ἔχον. τοσούτων τῶν ἀπηριθμημένων ὄντων, πότερον ταῦτα πάντα μιᾶς οὐσίας ὀνόματα; καὶ ἰσοδυναμεῖ ἀλλήλοις τὸ φοβερὸν αὐτοῦ καὶ τὸ φιλάνθρωπον, τὸ δίκαιον καὶ τὸ δημιουργικόν, τὸ προγνωστικὸν καὶ τὸ ἀνταποδοτικόν, τὸ μεγαλεῖον καὶ τὸ προνοητικόν; ἢ καὶ ὅπερ ἂν τούτων εἴπωμεν, τὴν οὐσίαν δηλοῦμεν; εἴπερ γὰρ τοῦτο λέγουσι, μὴ ἐρωτάτωσαν, εἰ τὴν οὐσίαν οἴδαμεν τοῦ Θεοῦ, ἀλλὰ πυνθανέσθωσαν ἡμῶν, εἰ φοβερὸν οἴδαμεν τὸν Θεόν, ἢ εἰ δίκαιον, ἢ εἰ φιλάνθρωπον. ταῦτα ὁμολογοῦμεν εἰδέναι. εἰ δὲ ἄλλο τι λέγουσι τὴν οὐσίαν, μὴ παραλογιζέσθωσαν ἡμᾶς διὰ τῆς ἁπλότητος. αὐτοὶ γὰρ ὡμολόγησαν ἄλλο καὶ ἄλλο εἶναι τήν τε οὐσίαν καὶ τῶν ἀπηριθμημένων ἕκαστον. ἀλλʼ αἱ μὲν ἐνέργειαι ποικίλαι, ἡ δὲ οὐσία ἁπλῆ. ἡμεῖς δὲ ἐκ μὲν τῶν ἐνεργειῶν γνωρίζειν λέγομεν τὸν θεὸν ἡμῶν, τῇ δὲ οὐσίᾳ αὐτῇ προσεγγίζειν οὐχ ὑπισχνούμεθα. αἱ μὲν γὰρ ἐνέργειαι αὐτοῦ πρὸς ἡμᾶς καταβαίνουσιν, ἡ δὲ οὐσία αὐτοῦ μένει ἀπρόσιτος.

  44. 234.2

    Ἀλλʼ εἰ τὴν οὐσίαν, φησίν, ἀγνοεῖς, αὐτὸν ἀγνοεῖς. σὺ δὲ ἀντίστρεψον, ὅτι εἰ τὴν οὐσίαν λέγεις εἰδέναι, αὐτὸν οὐκ ἐπίστασαι. οὔτε γὰρ ὁ λυσσόδηκτος βλέπων τὸν κύνα ἐν τῇ φιαλῇ, πλεῖον ὁρᾷ τῶν ὑγιαινόντων· ἀλλὰ διὰ τοῦτο ἐλεεινός, ὅτι οἴεται βλέπειν ἃ μὴ ὁρᾷ. μὴ οὖν θαυμάσῃς τοῦτον τῆς ἐπαγγελίας, ἀλλὰ τῆς παρανοίας αὐτὸν ἐλεεινὸν κρῖνον. γίνωσκε τοίνυν ὅτι παιζόντων ἐστὶν ἡ φωνή· εἰ τὴν οὐσίαν τοῦ Θεοῦ ἀγνοεῖς, ὃ μὴ γινώσκεις, σέβεις. ἐγὼ δέ, ὅτι μὲν ἔστιν οἶδα, τί δὲ ἡ οὐσία ὑπὲρ διάνοιαν τίθεμαι. πῶς οὖν σώζομαι; διὰ τῆς πίστεως. πίστις δὲ αὐτάρκης εἰδέναι ὅτι ἐστὶ Θεός, οὐχὶ τί ἐστι, καὶ τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης γίνεται. εἴδησις ἄρα τῆς θείας οὐσίας, ἡ αἴσθησις αὐτοῦ τῆς ἀκαταληψίας· καὶ σεπτόν, οὐ τὸ καταληφθὲν τίς ἡ οὐσία, ἀλλʼ ὅτι ἐστὶν ἡ οὐσία.

  45. 234.3

    Καὶ ἀντερωτάσθωσαν οὕτω. Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, οὗτος ἐξηγήσατο. τί ἐξηγήσατο τοῦ Πατρὸς ὁ μονογενής; τὴν οὐσίαν, ἢ τὴν δύναμιν; εἰ τὴν δύναμιν, ὅσον ἐξηγήσατο ἡμῖν, τοσοῦτον γνωρίζομεν. εἰ τὴν οὐσίαν, εἰπέ, ποῦ εἶπεν αὐτοῦ τὴν ἀγεννησίαν οὐσίαν; Ἀβραὰμ πότε προσεκύνησεν; οὐχ ὅτε ἐπίστευσε; πότε δὲ ἐπίστευσεν; οὐχ ὅτε ἐκλήθη; ποῦ οὖν ἐνταῦθα ἡ κατάληψις αὐτῷ ἐμαρτυρήθη παρὰ τῆς Γραφῆς; οἱ μαθηταὶ δὲ αὐτὸν πότε προσεκύνησαν; οὐχ ὅτε τὴν κτίσιν αὐτῷ εἶδον ὑποτεταγμένην; ἀπὸ γὰρ θαλάσσης καὶ ἀνέμων ὑπακουσάντων αὐτῷ ἐγνώρισαν αὐτοῦ τὴν θεότητα. οὐκοῦν ἀπὸ μὲν τῶν ἐνεργειῶν ἡ γνῶσις, ἀπὸ δὲ τῆς γνώσεως ἡ προσκύνησις. πιστεύεις ὅτι δύναμαι τοῦτο ποιῆσαι; πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ, οὕτως ἡ μὲν προσκύνησις τῇ πίστει ἀκολουθεῖ, ἡ δὲ πίστις ἀπὸ δυνάμεως βεβαιοῦται. εἰ δὲ λέγεις τὸν πιστεύοντα καὶ γινώσκειν, ἀφʼ ὧν πιστεύει, ἀπὸ τούτων καὶ γινώσκει· ἢ καὶ ἀνάπαλιν, ἀφʼ ὧν γινώσκει, ἀπὸ τούτων καὶ πιστεύει. γινώσκομεν δὲ ἐκ τῆς δυνάμεως τὸν Θεόν. ὥστε πιστεύομεν μὲν τῷ γνωσθέντι, προσκυνοῦμεν δὲ τῷ πιστευθέντι.

  46. 235.1

    Τί πρότερον, ἡ γνῶσις, ἢ ἡ πίστις; ἡμεῖς δὲ λέγομεν, ὅτι καθόλου μὲν ἐπὶ τῶν μαθημάτων πίστις γνώσεως προηγεῖται, ἐπὶ δὲ τοῦ καθʼ ἡμᾶς λόγου, κἂν λέγῃ τις προκατάρχειν τὴν γνῶσιν τῆς πίστεως, οὐ διαφερόμεθα, γνῶσιν μέντοι τὴν τῇ ἀνθρωπίνῃ καταλήψει σύμμετρον. ἐπὶ μὲν γὰρ τῶν μαθημάτων πιστεῦσαι δεῖ πρῶτον, ὅτι ἄλφα λέγεται, καὶ μαθόντα τοὺς χαρακτῆρας καὶ τὴν ἐκφώνησιν, ὕστερον λαβεῖν καὶ τὴν ἀκριβῆ κατανόησιν τῆς δυνάμεως τοῦ στοιχείου. ἐν δὲ τῇ περὶ Θεοῦ πίστει ἡγεῖται μὲν ἡ ἔννοια ἡ περὶ τοῦ ὅτι ἐστὶ Θεός, ταύτην δὲ ἐκ τῶν δημιουργημάτων συνάγομεν. σοφὸν γάρ, καὶ δυνατόν, καὶ ἀγαθόν, καὶ πάντα αὐτοῦ τὰ ἀόρατα ἀπὸ τῆς τοῦ κόσμου κτίσεως νοοῦτες ἐπιγινώσκομεν. οὕτω δὴ καὶ Δεσπότην ἑαυτῶν αὐτὸν καταδεχόμεθα. ἐπειδὴ γὰρ παντὸς μὲν τοῦ κόσμου δημιουργὸς ὁ Θεός, μέρος δὲ κόσμου ἡμεῖς, καὶ ἡμῶν ἄρα δημιουργὸς ὁ Θεός. ταύτῃ δὲ τῇ γνώσει ἡ πίστις ἀκολουθεῖ, καὶ τῇ τοιαύτῃ πίστει ἡ προσκύνησις.

  47. 235.2

    Νῦν δὲ ἐπειδὴ πολύσημόν ἐστι τὸ τῆς γνώσεως ὄνομα, οἱ καταπαίζοντες τῶν ἀκεραιοτέρων, καὶ ὁμοίως ἐπιδεικνύμενοι τοῖς παραδόξοις, ὡς οἱ ἐν τοῖς θεάτροις ἐν ταῖς πάντων ὄψεσι τὰς ψήφους κλέπτοντες, τῇ ἐρωτήσει τοῦ καθόλου τὸ πᾶν συναρπάζουσιν. ἐπειδὴ γὰρ τὸ τῆς γνώσεως ὄνομα ἐπὶ πολὺ διαβαίνει, καὶ γνωστόν τί ἐστι, τὸ μὲν κατὰ ἀριθμόν, τὸ δὲ κατὰ μέγεθος, τὸ δὲ κατὰ δύναμιν, τὸ δὲ κατὰ τὸν τρόπον τῆς ὑπάρξεως, τὸ δὲ κατὰ τὸν χρόνον τῆς γεννήσεως, τὸ δὲ κατʼ οὐσίαν, οὗτοι ἐν ἐρωτήματι τὸ ὅλον παραλαμβάνοντες, ἐὰν μὲν λάβωσιν ἡμᾶς ὁμολογοῦντας ὅτι γινώσκομεν, ἀπαιτοῦσιν ἡμῖν τῆς οὐσίας τὴν εἴδησιν· ἐὰν δὲ ἴδωσιν ἡμᾶς εὐλαβουμένους πρὸς τὴν ἀπόφασιν, περιτρέπουσιν ἡμῖν τῆς ἀσεβείας τὸ ὄνειδος. ἀλλʼ ἡμεῖς εἰδέναι μὲν ὁμολογοῦμεν τὸ γνωστὸν τοῦ Θεοῦ, εἰδέναι δέ τι πάλιν ὃ ἐκφεύγει ἡμῶν τὴν κατάληψιν ἀδύνατον. ὡς οὖν ἐάν με ἐρωτήσῃς, εἰ οἶδα, τί ἐστιν ἄμμος, κἂν ἀποκρίνωμαι, ὅτι ἐπίσταμαι, συκοφαντήσεις προδηλως, ἐὰν εὐθὺς καὶ τὸν ἀριθμὸν αὐτῆς ἀπαιτήσῃς, διότι ἡ μὲν πρώτη σου ἐρώτησις πρὸς τὸ εἶδος ἔφερε τῆς ἄμμου, ἡ δὲ δευτέρα, συκοφαντία, περὶ τὸν ἀριθμὸν αὐτῆς περιετράπη. ὅμοιόν ἐστι τοῦτο τὸ σόφισμα τῷ λέγοντι· Οἶδας Τιμόθεον; Οὐκοῦν ἐὰν Τιμόθεον οἶδας, οἶδας αὐτοῦ καὶ τὴν φύσιν, ἀλλὰ μὴν ὡμολόγησας εἰδέναι Τιμόθεον, ἀπόδος τοίνυν ἡμῖν τὸν λόγον τῆς Τιμόθεου φύσεως. ἐγὼ δὲ καὶ οἶδα Τιμόθεον, καὶ οὐκ οἶδα, οὐ μὴν κατὰ ταὐτὸν καὶ ἐν τῷ αὐτῷ. οὐ γὰρ καθʼ ὃ οἶδα, κατὰ τοῦτο καὶ οὐκ οἶδα, ἀλλὰ κατʼ ἄλλο μὲν οἶδα, κατʼ ἄλλο δὲ ἀγνοῶ. οἶδα μὲν γὰρ αὐτὸν κατὰ τὸν χαρακτῆρα καὶ τὰ λοιπὰ ἰδιώματα, ἀγνοῶ δὲ αὐτοῦ τὴν οὐσίαν. ἐπεὶ καὶ ἐμαυτὸν οὕτω τούτῳ τῷ λόγῳ καὶ οἶδα καὶ ἀγνοῶ. οἶδα μὲν γὰρ ἐμαυτὸν ὅστις εἰμί, οὐκ οἶδα δὲ καθὸ τὴν οὐσίαν μου ἀγνοῶ.

  48. 235.3

    Ἐπεὶ ἐξηγησάσθωσαν ἡμῖν, πῶς εἶπεν ὁ Παῦλος, ὅτι Νῦν μὲν ἐκ μέρους γινώσκομεν. ἆρα ἐκ μέρους τὴν οὐσίαν αὐτοῦ γινώσκομεν, οἱονεὶ μέρη τῆς οὐσίας αὐτοῦ γινώσκομεν; ἀλλʼ ἄτοπον, ἀμερὴς γὰρ ὁ Θεός. ἀλλʼ ὅλην αὐτὴν γινώσκομεν; πῶς οὖν, Ὅταν ἔλθῃ τὸ τέλειον, τὸ ἐκ μέρους καταργηθήσεται; οἱ δὲ εἰδωλολάτραι τί ἐγκαλοῦνται; οὐχ ὅτι γνόντες τὸν Θεόν, οὐχ ὡς Θεὸν ἐδόξασαν; ἢ Γαλάται δὲ οἱ ἀνόητοι ὑπὸ τοῦ Παύλου διὰ τί ὀνειδίζονται, λέγοντος· Νυνὶ δὲ γνόντες τὸν Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα; γνωστὸς δὲ πῶς ἦν ἐν τῇ Ἰουδαίᾳ ὁ Θεός; ἆρα ἐπειδὴ ἐν τῇ Ἰουδαίᾳ ἡ οὐσία, ἥτις ποτὲ ἦν, ἐπεγνώσθη; ἔγνω, φησί, βοῦς τὸν κτησάμενον αὐτόν· δηλονότι ὁ βοῦς καθʼ ὑμᾶς ἔγνω τὴν οὐσίαν τοῦ κυρίου· καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. ἔγνω οὖν καὶ ὁ ὄνος τῆς φάτνης τὴν οὐσίαν. Ἰσραὴλ δέ με, φησίν, οὐκ ἔγνω. τοῦτο ἐγκαλεῖται καθʼ ὑμᾶς Ἰσραήλ, ὅτι τὴν οὐσίαν, ἥτις ποτέ ἐστι, τοῦ Θεοῦ οὐκ ἐπέγνω. ἔκχεον, φησί, τὴν ὀργήν σου ἐπὶ τὰ ἔθνη τὰ μὴ γινώσκοντά σε· τουτέστι, τὰ τὴν οὐσίαν σου μὴ κατειληφότα. ἀλλὰ πολλαχῶς ἡ γνῶσις, ὡς ἔφαμεν. ἥ τε γὰρ τοῦ κτίσαντος ἡμᾶς σύνεσις, καὶ ἡ τῶν θαυμασίων αὐτοῦ κατανόησις, καὶ ἡ τήρησις τῶν ἐντολῶν, καὶ ἡ οἰκείωσις ἡ πρὸς αὐτόν· οἱ δὲ πάντα ταῦτα παρωσάμενοι, ἐπὶ ἓν σημαινόμενον τὴν γνῶσιν ἕλκουσι, τὴν θεωρίαν αὐτῆς τοῦ Θεοῦ τῆς οὐσίας. θήσεις, φησίν, ἀπέναντι τῶν μαρτυρίων, ὅθεν γνωσθήσομαί σοι ἐκεῖθεν. ἆρα τὸ γνωσθήσομαι, ἀντὶ τοῦ τὴν οὐσίαν μου ἐμφανίσω; ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ. ἆρα οὖν τῶν μὲν ἑαυτοῦ τὴν οὐσίαν ἔγνω, τῶν δὲ ἀπειθούντων ἀγνοεῖ τὴν οὐσίαν; ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ. ἆρα τὴν οὐσίαν αὐτῆς ἐγνώρισε; καὶ περὶ τῆς Ῥεβέκκας, Παρθένος, φησίν· ἀνὴρ οὐκ ἔγνω αὐτήν· καί, Πῶς ἔσται τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; ἆρα Ῥεβέκκας μὲν τὴν οὐσίαν οὐδεὶς ἐπέγνω; Μαρία δὲ τοῦτό φησιν· ὅτι οὐδενὸς ἀνδρὸς ἐνόησα τὴν οὐσίαν; ἢ τὸ ἔγνω ἐπὶ τῶν γαμικῶν συμπλοκῶν ἔθος τῇ Γραφῇ ὀνομάζειν; καὶ τὸ γνωσθήσεσθαι τὸν Θεὸν ἀπὸ τοῦ ἱλαστηρίου, τουτέστιν, ἐμφανισθήσεσθαι τοῖς λατρεύουσι. καὶ τὸ Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ, τουτέστιν, ἐδέξατο αὐτοὺς διὰ τῶν ἀγαθῶν ἔργων εἰς τὴν πρὸς αὐτὸν οἰκείωσιν.

  49. 236.1

    Ἐζητημένον ἤδη παρὰ πολλοῖς τὸ εὐαγγελικὸν ῥητὸν περὶ τοῦ ἀγνοεῖν τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν τὴν ἡμέραν τοῦ τέλους καὶ τὴν ὥραν, καὶ μάλιστα συνεχῶς προβαλλόμενον παρὰ τῶν Ἀνομοίων ἐπὶ καθαιρέσει τῆς δόξης τοῦ Μονογενοῦς εἰς ἀπόδειξιν τοῦ κατὰ τὴν οὐσίαν ἀνομοίου, καὶ τῆς κατὰ τὴν ἀξίαν ὑφέσεως, ὡς οὐ δυναμένου οὔτε τὴν αὐτὴν ἔχειν φύσιν, οὔτε ἐν ὁμοιότητι μιᾷ νοεῖσθαι τοῦ μὴ πάντα εἰδότος πρὸς τὸν ἐμπεριλαβόντα τὴν εἴδησιν τῶν ὅλων τῇ προγνωστικῇ ἑαυτοῦ καὶ ἐπιβλητικῇ τῶν μελλόντων δυνάμει, τοῦτο νῦν παρὰ τῆς σῆς συνέσεως ἡμῖν ὡς καινὸν προεβλήθη. ἃ τοίνυν ἐκ παιδὸς παρὰ τῶν πατέρων ἠκούσαμεν, καὶ διὰ τὴν πρὸς τὰ καλὰ φιλίαν ἀβασανιστως παρεδεξάμεθα, ταῦτα εἰπεῖν ἔχομεν, τῶν μὲν Χριστομάχων τὴν ἀναισχυντίαν οὐ διαλύοντα (τίς γὰρ ἂν καὶ φανείη λόγος τῆς ὁρμῆς αὐτῶν ἰσχυρότερος;)· τοῖς δὲ ἀγαπῶσι τὸν Κύριον, καὶ τῆς ἐκ τοῦ λόγου ἀποδείξεως ἰσχυροτέραν τὴν ἐκ πίστεως πρόληψιν κεκτημένοις, ἀρκοῦσαν ἴσως παρεχόμενα τὴν πληροφορίαν.

  50. 236.2

    Ὅτι τὸ οὐδεὶς καθολικὸν μὲν εἶναι δοκεῖ ῥῆμα, ὡς μηδὲ ἓν πρόσωπον διὰ τῆς φωνῆς ταύτης ὑπεξῃρῆσθαι· ἔστι δὲ οὐχ οὕτω παρὰ τῇ Γραφῇ ἀναφερόμενον, ὡς τετηρήκαμεν ἐπὶ τοῦ, Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεός. οὐδὲ γὰρ ἐκεῖ ἑαυτὸν ἔξω τιθεὶς τῆς τοῦ ἀγαθοῦ φύσεως ὁ Υἱός, ταῦτα λέγει. ἀλλʼ ἐπειδὴ τὸ πρῶτον ἀγαθὸν ὁ Πατήρ, τὸ οὐδεὶς συνυπακουομένου τοῦ πρῶτος, εἰρῆσθαι πιστεύομεν. καὶ τὸ Οὐδεὶς οἶδε τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ. οὐδὲ γὰρ ἐκεῖ ἄγνοιαν τοῦ Πνεύματος κατηγορεῖ, ἀλλὰ πρώτῳ τῷ Πατρὶ ὑπάρχειν τὴν γνῶσιν τῆς ἑαυτοῦ φύσεως μαρτυρεῖ. οὕτω καὶ τὸ Οὐδεὶς οἶδε τὴν πρώτην εἴδησιν τῶν τε ὄντων καὶ τῶν ἐσομένων ἐπὶ τὸν Πατέρα ἀνάγοντος, καὶ διὰ πάντων τὴν πρώτην αἰτίαν τοῖς ἀνθρώποις ὑποδεικνύντος εἰρῆσθαι νομίζομεν. ἐπεὶ πῶς ἢ ταῖς λοιπαῖς μαρτυρίαις τῆς Γραφῆς ἀκολουθεῖ τὸ ῥητόν, ἢ ταῖς κοιναῖς ἡμῶν ἐννοίαις συμβαίνειν δύναται, τῶν πεπιστευκότων εἰκόνα δὲ εἶναι τοῦ Θεοῦ τοῦ ἀοράτου τὸν Μονογενῆ, εἰκόνα δέ, οὐ χαρακτῆρος σωματικοῦ, ἀλλʼ αὐτῆς τῆς θεότητος, καὶ τῶν ἐπινοουμένων τῇ οὐσίᾳ τοῦ Θεοῦ μεγαλείων, εἰκόνα δυνάμεως, εἰκόνα σοφίας, καθὸ εἴρηται Χριστὸς Θεοῦ δύναμις καὶ Θεοῦ σοφία; μέρος δὲ δηλονότι τῆς σοφίας ἡ γνῶσις· ἣν οὐκ ἐξεικονίζει πᾶσαν, εἴπερ τινῶν ἀπολείπεται. πῶς δὲ καὶ ὁ Πατήρ, δι’ οὗ τοὺς αἰῶνας ἐποίησε, τούτῳ τὸ ἐλάχιστον μέρος τῶν αἰώνων, τὴν ἡμέραν ἐκείνην καὶ τὴν ὥραν, οὐκ ἔδειξεν; ἢ πῶς ὁ τῶν ὅλων ποιητὴς τοῦ ἐλαχίστου μέρους τῶν ὑπʼ αὐτοῦ κτισθέντων τῆς γνώσεως ἀπολείπεται; ὁ δὲ λέγων, πλησίον τοῦ τέλους, τάδε καὶ τάδε ἐν τῷ οὐρανῷ σημεῖα καὶ ἐν τοῖς κατὰ γῆν χωρίοις φανήσεσθαι, πῶς αὐτὸ τὸ τέλος ἀγνοεῖ; ἐν οἷς γὰρ λέγει, Οὔπω τὸ τέλος, οὐχ ὡς ἀμφιβάλλων, ἀλλʼ ὡς εἰδὼς διορίζεται. ἔπειτα μέντοι εὐγνωμόνως σκοποῦντι, πολλὰ καὶ ἀπὸ τοῦ ἀνθρωπίνου μέρους ὁ Κύριος διαλέγεται τοῖς ἀνθρώποις· οἷον, Δός μοι πιεῖν, φωνή ἐστι τοῦ Κυρίου τὴν σωματικὴν χρείαν ἐκπληροῦσα. καίτοι ὁ αἰτῶν οὐχὶ σὰρξ ἦν ἄψυχος, ἀλλὰ θεότης σαρκὶ ἐμψύχῳ κεχρημένη. οὕτω καὶ νῦν τὸ τῆς ἀγνοίας ἐπὶ τὸν οἰκονομικῶς πάντα καταδεξάμενον, καὶ προκόπτοντα παρὰ Θεῷ καὶ ἀνθρώποις σοφίᾳ καὶ χάριτι, λαμβάνων τις, οὐκ ἔξω τῆς εὐσεβοῦς ἐνεχθήσεται διανοίας.

  51. 236.3

    Τῆς σῆς δʼ ἂν εἴη φιλοπονίας ἐκθέσθαι τὰς εὐαγγελικὰς ῥήσεις καὶ συγκρῖναι ἀλλήλαις τήν τε Ματθαίου καὶ τὴν Μάρκου. οὗτοι γὰρ μόνοι συνενεχθέντες περὶ τὸν τόπον τοῦτον ἀλλήλοις φαίνονται. ἡ μὲν οὖν τοῦ Ματθαίου λέξις οὕτως ἔχει· Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος· ἡ δὲ τοῦ Μαρκου· Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι οἱ ἐν οὐρανῷ, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ. τί τοίνυν ἐστὶν ἐν τούτοις ἐπισημήνασθαι ἄξιον; ὅτι ὁ μὲν Ματθαῖος οὐδὲν εἶπε περὶ τῆς τοῦ Υἱοῦ ἀγνωσίας, δοκεῖ δὲ τῷ Μάρκῳ συμφέρεσθαι κατὰ τὴν ἔννοιαν, ἐκ τοῦ φάναι, Εἰ μὴ ὁ Πατὴρ μόνος. ἡμεῖς δὲ ἡγούμεθα τὸ μόνος πρὸς τὴν τῶν ἀγγέλων ἀντιδιαστολὴν εἰρῆσθαι· τὸν δὲ Υἱὸν μὴ συμπαραλαμβάνεσθαι τοῖς ἑαυτοῦ δούλοις κατὰ τὴν ἄγνοιαν.

  52. 236.4

    Ἀψευδὴς γὰρ ὁ εἰπών, ὅτι Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστιν. ἓν δὲ ὧν ἔχει καὶ ἡ γνῶσίς ἐστι τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας. παρασιωπήσας τοίνυν, ὡς ὁμολογούμενον, τὸ ἑαυτοῦ πρόσωπον ἐν τῇ λέξει τοῦ Ματθαίου ὁ Κύριος τοὺς ἀγγέλους εἶπεν ἀγνοεῖν, εἰδέναι δὲ τὸν Πατέρα μόνον, τὴν τοῦ Πατρὸς γνῶσιν κατὰ τὸ σιωπώμενον καὶ ἑαυτοῦ εἶναι λέγων, διὰ τὸ καὶ ἐν ἄλλοις εἰρηκέναι· Καθὼς γινώσκει με ὁ Πατήρ, κἀγὼ γινώσκω τὸν Πατέρα. εἰ δὲ γινώσκει ὁ Πατὴρ τὸν Υἱὸν ὅλον δι’ ὅλου, ὥστε καὶ τὴν ἐναποκειμένην αὐτῷ σοφίαν πᾶσαν ἐπίστασθαι, κατὰ τὸ ἴσον μέτρον καὶ ἐπιγνωσθήσεται παρὰ τοῦ Υἱοῦ, δηλονότι, μετὰ πάσης τῆς ἐνυπαρχούσης αὐτῷ σοφίας καὶ τῆς προγνώσεως τῶν μελλόντων. ταύτης μὲν οὖν ἀξιοῦμεν τῆς παραμυθίας τὸ παρὰ τῷ Ματθαίῳ κείμενον· Εἰ μὴ ὁ Πατὴρ μόνος. τὸ δὲ Μάρκου, ἐπειδὴ φανερῶς δοκεῖ καὶ τὸν Υἱὸν ἀπομερίζειν τῆς γνώσεως, οὕτω νοοῦμεν· ὅτι οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλʼ οὐδὲ ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ· τουτέστιν, ἡ αἰτία τοῦ εἰδέναι τὸν Υἱὸν παρὰ τοῦ Πατρός. καὶ ἀβιαστός ἐστι τῷ εὐγνωμόνως ἀκούοντι ἡ ἐξήγησις αὕτη, ἐπειδὴ οὐ πρόσκειται τὸ μόνος, ὡς καὶ παρὰ τῷ Ματθαίῳ. ἔστιν οὖν ὁ νοῦς ὁ παρὰ τῷ Μάρκῳ τοιοῦτος· περὶ δὲ τῆς ἡμέρας ἐκείνης ἢ ὥρας οὐδεὶς οἶδεν, οὔτε οἱ ἄγγελοι τοῦ Θεοῦ, ἀλλʼ οὐδʼ ἂν ὁ Υἱὸς ἔγνω, εἰ μὴ ὁ Πατήρ· ἐκ γὰρ τοῦ Πατρὸς αὐτῷ ὑπῆρχε δεδομένη ἡ γνῶσις. τοῦτο δὲ εὐφημότατόν ἐστι καὶ θεοπρεπὲς περὶ τοῦ Υἱοῦ λέγειν, ὅτι οὗπέρ ἐστιν ὁμοούσιος, ἐξ αὐτοῦ καὶ τὸ γινώσκειν ἔχει καὶ τὸ ἐν πάσῃ σοφίᾳ καὶ δόξῃ τῇ πρεπούσῃ αὐτοῦ τῇ θεότητι θεωρεῖσθαι.

  53. 236.5

    Περὶ δὲ τοῦ Ἰεχονίου, ὃν ἐκκήρυκτον ἀπὸ τῆς Ἰουδαίας γῆς γεγενῆσθαί φησιν ὁ προφήτης Ἱερεμίας εἰπών· Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστιν αὐτοῦ χρεία· καὶ ὅτι ἀπερρίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ, καὶ οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ τοῦ θρόνου Δαβίδ, ἄρχων ἐν τῷ Ἰούδᾳ· ἁπλοῦς καὶ σαφής ἐστιν ὁ λόγος. καθαιρεθείσης γὰρ τῆς Ἱερουσαλὴμ ὑπὸ Ναβουχοδονόσορ, λέλυτο μὲν τὰ βασίλεια, οὐκέτι δὲ πατρικαὶ διαδοχαὶ τῶν ἡγεμονιῶν ἦσαν, ὥσπερ καὶ πρότερον· ἀλλὰ τότε μὲν ἐξ ἀρχῆς ἐπὶ τῆς αἰχμαλωσίας διῆγον οἱ ἀπόγονοι τοῦ Δαβίδ. ἐπανελθόντες δὲ οἱ περὶ τὸν Σαλαθιὴλ καὶ Ζοροβάβελ, δημοτικώτερον καθηγοῦντο τοῦ λαοῦ, τῆς ἀρχῆς λοιπὸν ἐπὶ τὴν ἱερωσύνην μεταπεσούσης, διὰ τὸ ἀναμιγῆναι τὴν ἱερατικὴν καὶ τὴν βασιλικὴν φυλήν. ὅθεν ὁ κύριος καὶ βασιλεύς ἐστι καὶ ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν. καὶ οὐκ ἐξέλιπε μὲν ἡ βασιλικὴ φυλὴ μέχρι τῆς τοῦ Χριστοῦ παρουσίας, οὐ μὴν ἔτι ἐκάθισεν ἐπὶ τοῦ θρόνου Δαβὶδ τὸ σπέρμα τοῦ Ἰεχονίου. θρόνος γὰρ δηλονότι λέγεται τὸ βασιλικὸν ἀξίωμα. πάντως δὲ τῆς ἱστορίας μέμνησαι, ὅτι ὑπόφορος μὲν ἦν τῷ Δαβὶδ πᾶσα ἡ Ἰουδαία, καὶ ἡ Ἰδουμαία χώρα καὶ ἡ Μωαβῖτις, καὶ τῆς Συρίας ὅσα τε πρόσχωρα καὶ τὰ πορρωτέρω μέχρι τῆς Μέσης τῶν ποταμῶν· καὶ καθʼ ἕτερον μέρος ἕως ποταμοῦ Αἰγύπτου. εἰ οὖν οὐδεὶς ἐφάνη ἐπὶ τοσούτου ἀξιώματος τῶν μετὰ ταῦτα, πῶς οὐκ ἀληθὴς ὁ τοῦ προφήτου λόγος, ὅτι οὐκ ἔτι καθιεῖται ἐπὶ τοῦ θρόνου Δαβὶδ ἐκ τοῦ σπέρματος Ἰεχονίου; οὐδεὶς γὰρ φαίνεται τῆς ἀξίας ταύτης ἐπειλημμένος ἐξ αὐτοῦ. οὐ μέντοι ἐξέλιπεν ἡ τοῦ Ἰούδα φυλή, ἕως οὗ ἦλθεν ᾧ ἀπέκειτο, ὃς οὐδὲ αὐτὸς ἐκαθέσθη ἐπὶ τοῦ σωματικοῦ θρόνου, μεταπεσούσης λοιπὸν τῆς Ἰουδαϊκῆς βασιλείας ἐπὶ τὸν υἱὸν τοῦ Ἀσκαλωνίτου Ἀντιπάτρου Ἡρώδην, καὶ τοὺς ἐκείνου παῖδας, οἳ εἰς τέσσαρας ἀρχὰς κατενείμαντο τὴν Ἰουδαίαν, ἡγεμονεύοντος μὲν Πιλάτου, τὸ δὲ σύμπαν τῆς Ῥωμαϊκῆς ἀρχῆς κράτος ἔχοντος Τιβερίου. ἀλλὰ θρόνον λέγει Δαβίδ, ἐφʼ ὃν ὁ Κύριος ἐκάθισε, τὴν ἀκαθαίρετον βασιλείαν. αὐτὸς γάρ ἐστι προσδοκία ἐθνῶν, οὐχὶ τοῦ ἐλαχίστου μέρους τῆς οἰκουμένης· Ἔσται γάρ, φησίν, ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσι. τέθεικα γάρ σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν. καὶ θήσομαι, φησίν, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ. οὕτως οὖν καὶ ἱερεὺς διέμεινεν, εἰ καὶ μὴ τὰ σκῆπτρα τῆς Ἰουδαίας παρέλαβε, καὶ βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός, καὶ ἡ εὐλογία τοῦ Ἰακὼβ ἐβεβαιώθη· καὶ ἐνευλογηθήσονται τῷ σπέρματι αὐτοῦ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη μακαριοῦσι τὸν Χριστόν.

  54. 236.6

    Τοῖς δὲ κομψοῖς Ἐγκρατίταις πρὸς τὸν σεμνὸν αὐτῶν πρόβλημα· διὰ τί καὶ ἡμεῖς οὐχὶ πάντα ἐσθίομεν, ἐκεῖνο λεγέσθω, ὅτι καὶ τὰ περιττώματα ἡμῶν βδελυσσόμεθα. κατὰ μὲν γὰρ τὴν ἀξίαν, λάχανα χόρτου ἡμῖν ἐστι τὰ κρέα· κατὰ δὲ τὴν τῶν συμφερόντων διάκρισιν, ὡς καὶ ἐν λαχάνοις τὸ βλαβερὸν τοῦ καταλλήλου χωρίζομεν, οὕτω καὶ ἐν τοῖς κρέασι τοῦ χρησίμου τὸ βλαβερὸν διακρίνομεν. ἐπεί τοι λάχανόν ἐστι καὶ τὸ κώνειον, ὥσπερ κρέας ἐστὶ καὶ τὸ γύπειον· ἀλλʼ ὅμως οὔτε ὑοσκύαμον φάγοι ἄν τις νοῦν ἔχων, οὔτε κυνὸς ἅψαιτο μὴ μεγάλης ἀνάγκης κατεπειγούσης· ὡς ὅ γε φαγὼν οὐκ ἠνόμησεν. Πρὸς δὲ τοὺς λέγοντας καθʼ εἱμαρμένην διοικεῖσθαι τὰ ἀνθρώπινα, μὴ παρʼ ἡμῶν ζήτει λόγους, ἀλλὰ ταῖς οἰκείαις τῆς ῥητορικῆς ἀκίσιν αὐτοὺς κατατίτρωσκε· μακρότερον γάρ ἐστι τὸ πρόβλημα τῆς παρούσης μου ἀσθενείας.

  55. 236.7

    Περὶ δὲ τῆς ἐν τῷ βαπτίσματι ἀνανεύσεως οὐκ οἶδα τί ἐπῆλθέ σοι ἐρωτῆσαι, εἴπερ ἐδέξω τὴν κατάδυσιν τὸν τύπον τῶν τριῶν ἡμερῶν ἐκπληροῦν. βαπτισθῆναι γὰρ τρισσάκις ἀδύνατον μὴ ἀναδύντα τοσαυτάκις.

  56. 236.8

    Τὸν δὲ φάγον παροξυτονοῦμεν ἡμεῖς.

  57. 236.9

    Οὐσία δὲ καὶ ὑπόστασις ταύτην ἔχει τὴν διαφοράν, ἣν ἔχει τὸ κοινὸν πρὸς τὸ καθʼ ἕκαστον· οἷον, ὡς ἔχει τὸ ζῶον πρὸς τὸν δεῖνα ἄνθρωπον. διὰ τοῦτο οὐσίαν μὲν μίαν ἐπὶ τῆς θεότητος ὁμολογοῦμεν, ὥστε τὸν τοῦ εἶναι λόγον μὴ διαφόρως ἀποδιδόναι, ὑπόστασιν δὲ ἰδιάζουσαν, ἵνʼ ἀσύγχυτος ἡμῖν καὶ τετρανωμένη ἡ περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος ἔννοια ἐνυπάρχῃ. μὴ γὰρ νοούντων ἡμῶν τοὺς ἀφωρισμένους περὶ ἕκαστον χαρακτῆρας, οἷον πατρότητα καὶ υἱότητα καὶ ἁγιασμόν, ἀλλʼ ἐκ τῆς κοινῆς ἐννοίας τοῦ εἶναι ὁμολογούντων Θεόν, ἀμήχανον ὑγιῶς τὸν λόγον τῆς πίστεως ἀποδίδοσθαι. χρὴ οὖν τῷ κοινῷ τὸ ἰδιάζον προστιθέντας, οὕτω τὴν πίστιν ὁμολογεῖν· κοινὸν ἡ θεότης, ἴδιον ἡ πατρότης· συνάπτοντας δὲ λέγειν· Πιστεύω εἰς Θεὸν Πατέρα. καὶ πάλιν ἐν τῇ τοῦ Υἱοῦ ὁμολογίᾳ τὸ παραπλήσιον ποιεῖν, τῷ κοινῷ συνάπτειν τὸ ἴδιον, καὶ λέγειν· Πιστεύω εἰς Θεὸν Υἱόν. ὁμοίως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου κατὰ τὸ ἀκόλουθον τῆς ἐκφωνήσεως τὴν προφορὰν σχηματίζοντας λέγειν· Πιστεύω καὶ εἰς τὸ θεῖον Πνεῦμα τὸ ἅγιον· ὥστε δι’ ὅλου καὶ τὴν ἑνότητα σώζεσθαι ἐν τῇ τῆς μιᾶς θεότητος ὁμολογίᾳ, καὶ τὸ τῶν προσώπων ἰδιάζον ὁμολογεῖσθαι ἐν τῷ ἀφορισμῷ τῶν περὶ ἕκαστον νοουμένων ἰδιωμάτων. οἱ δὲ ταὐτὸν λέγοντες οὐσίαν καὶ ὑπόστασιν ἀναγκάζονται πρόσωπα μόνον ὁμολογεῖν διάφορα, καὶ ἐν τῷ περιίστασθαι λέγειν τρεῖς ὑποστάσεις, εὑρίσκονται μὴ φεύγοντες τὸ τοῦ Σαβελλίου κακόν, ὃς καὶ αὐτὸς πολλαχοῦ συγχέων τὴν ἔννοιαν, ἐπιχειρεῖ διαιρεῖν τὰ πρόσωπα, τὴν αὐτὴν ὑπόστασιν λέγων πρὸς τὴν ἑκάστοτε παρεμπίπτουσαν χρείαν μετασχηματίζεσθαι.

  58. 236.10

    Καὶ περὶ ὧν ἠρώτησας, πῶς τὰ μέσα καὶ τὰ ἀδιάφορα περὶ ἡμᾶς οἰκονομεῖται, εἴτε συντυχίᾳ τινὶ αὐτομάτῳ, εἴτε τῇ δικαίᾳ τοῦ Θεοῦ προνοίᾳ, ἐκεῖνό φαμεν, ὅτι ὑγεία καὶ νόσος, πλοῦτος καὶ πενία, δόξα καὶ ἀτιμία, καθὸ μὲν οὐ ποιεῖ τοὺς ἔχοντας ἀγαθούς, οὐκ ἔστι τῶν κατὰ φύσιν ἀγαθῶν· καθὸ δὲ εὔροιάν τινα παρέχεται ἡμῶν τῷ βίῳ, αἱρετώτερά ἐστι τῶν ἐναντίων τὰ προηγούμενα, καὶ ἔχει τινὰ ἀξίαν λεγόμενα. ταῦτα μέντοι τοῖς μὲν οἰκονομίας ἕνεκεν δίδοται παρὰ Θεοῦ, ὡς τῷ Ἀβραάμ, καὶ τῷ Ἰώβ, καὶ τοῖς τοιούτοις· τοῖς δὲ φαυλοτέροις πρόκλησίς ἐστι τοῦ βελτιωθῆναι κατὰ τὸν τρόπον, ὡς ὅ γε μετὰ τοσαύτην παρὰ Θεοῦ δεξίωσιν ἐπιμένων τῇ ἀδικίᾳ ἀναντιρρήτως ἑαυτὸν ὑπόδικον τῇ κατακρίσει καθίστησιν. ὁ μέντοι δίκαιος οὔτε παρόντος ἐπιστρέφεται τοῦ πλούτου, οὔτε μὴ παρόντα ἐπιζητεῖ· οὐ γὰρ ἀπολαυστικός ἐστι τῶν δεδομένων, ἀλλʼ οἰκονομικός. οὐδεὶς δὲ τῶν νοῦν ἐχόντων ἐπιτρέχει τῇ ἀσχολίᾳ τῆς τῶν ἀλλοτρίων διανομῆς, ἐὰν μὴ πρὸς τὴν τῶν πολλῶν ἀποβλέπῃ δόξαν, οἳ θαυμάζουσι καὶ ζηλοῦσι τοὺς ἐν ἐξουσίᾳ τινὶ καθεστῶτας. τὴν δὲ νόσον ὡς ἄθλησιν οἱ δίκαιοι δέχονται, μεγάλους ἐπὶ τῇ ὑπομονῇ τοὺς στεφάνους ἀναμένοντες. ἄλλον δέ τινα ἐφιστᾷν τῇ διοικήσει τούτων οὐκ ἀπεμφαῖνον μόνον, ἀλλὰ καὶ ἀσεβές.

  59. 237.1

    Ἐγὼ καὶ διὰ τοῦ βικαρίου τῆς Θρᾴκης ἐπέστειλα τῇ θεοσεβείᾳ σου, καὶ διά τινος πραιποσίτου τῶν κατὰ Φιλιππούπολιν θησαυρῶν ἐκ τῆς ἡμετέρας ἐπὶ τὴν Θρᾴκην διαβαίνοντος ἔγραψα ἑτέρας ἐπιστολάς, καὶ παρεκάλεσα αὐτὸν ἀνελέσθαι, ὅταν ἀπαίρῃ. ἀλλʼ οὔτε ὁ βικάριος ὑπεδέξατο ἡμῶν τὰ γράμματα. περιοδευόντων γὰρ ἡμῶν τὴν παροικίαν, ἐπιστὰς τῇ πόλει ἑσπέρας, ὄρθρου βαθέος πάλιν ἀπήλασεν· ὥστε τοὺς οἰκονόμους λαθεῖν τῆς ἐκκλησίας τὴν τοῦ ἀνδρὸς ἐπιδημίαν, καὶ οὕτω μεῖναι παρʼ ἡμῖν τὰ γράμματα. ὁ δὲ πραιπόσιτος τάχα, ἀβουλήτου τινὸς αὐτὸν περιστάσεως κατασχούσης, ἐξώρμησε, μήτε τὰς ἐπιστολὰς ἀνελόμενος, μήτε ἡμᾶς θεασάμενος. ἄλλου δὲ οὐδενὸς ἦν ἐπιτυχεῖν. ὅθεν ἐμείναμεν λυπούμενοι, ὅτι μήτε ἐπιστέλλειν ἡμῖν ἔξεστι, μήτε δέχεσθαι παρὰ τῆς σῆς θεοσεβείας γράμματα. καίτοιτγε ἐβουλόμην, εἴ μοι ἦν δυνατόν, τὰ ἐφʼ ἑκάστης ἡμέρας συμπίπτοντα ἡμῖν διαγγέλλειν σοι. οὕτω γὰρ πολλὰ καὶ παράδοξά ἐστι τὰ πράγματα, ὥστε ἱστορίας ἐφημερίδος χρῄζειν, ἣν καὶ συνέταξα, εὖ ἴσθι, εἰ μὴ τῇ συνεχείᾳ τῶν προσπιπτόντων τοὺς λογισμοὺς εἶχον τῶν προκειμένων ἐκκρουομένους.

  60. 237.2

    Ἐπεδήμησεν ἡμῖν βικάριος, τὸ πρῶτον καὶ μέγιστον τῶν ἡμετέρων κακῶν. ἅνθρωπος εἰ μὲν καὶ αἱρετικὸς τὸ φρόνημα, οὐκ ἐπίσταμαι (οἶμαι γὰρ αὐτὸν παντὸς ἄπειρον εἶναι λόγου, καὶ μηδὲ ἔχειν τινὰ σπουδὴν μηδὲ μελέτην περὶ τὰ τοιαῦτα. ἐν ἄλλοις γὰρ αὐτὸν ὁρῶ τῇ ψυχῇ καὶ τῇ σαρκὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἐνασχολούμενον), πλὴν ἀλλὰ φιλαιρετικός· καὶ οὐ πλέον ἐκείνους φιλῶν ἢ πρὸς ἡμᾶς ἀπεχθῶς ἔχων. συνεκρότησε μὲν γὰρ σύνοδον ἀθετούντων ἐν μέσῳ τῷ χειμῶνι ἐπὶ τῆς Γαλατίας· καὶ ἐξέβαλε μὲν τὸν Ὕψιν, ἀντικατέστησε δὲ τὸν Ἐκδίκιον. ἀγώγιμον δὲ προσέταξε γενέσθαι τὸν ἀδελφὸν τὸν ἐμόν, ὑπὸ ἑνὸς ἀνθρώπου, καὶ τούτου ἀσήμου, αἰτιαθέντα. εἶτα μικρὸν ἀσχοληθεὶς περὶ τὸ στρατόπεδον, πάλιν ἡμῖν ἐπῆλθε θυμοῦ καὶ φόνου πνέων, καὶ πάντας μὲν μιᾷ φωνῇ τοὺς ἱερατικοὺς τῆς ἐν Καισαρείᾳ ἐκκλησίας παρέδωκε τῇ βουλῇ· ἐν δὲ Σεβαστείᾳ ἐκαθέσθη πολλὰς ἡμέρας φυλοκρινῶν, καὶ τοὺς μὲν ἡμῖν κοινωνοῦντας βουλευτὰς ὀνομάζων, καὶ καταδικάζων τῇ ὑπηρεσίᾳ τῶν δημοσίων, τοὺς δὲ τῷ Εὐσταθίῳ προσκειμένους ταῖς μεγίσταις τιμαῖς περιέπων.

  61. 237.3

    Πάλιν σύνοδον περὶ Νύσσαν Γαλατῶν καὶ Ποντικῶν συγκροτηθῆναι προσέταξεν. οἱ δὲ ὑπήκουσαν, καὶ συνδραμόντες ἔπεμψάν τινα ταῖς ἐκκλησίαις, ὃν οὐκ ἂν ἑλοίμην ἐγὼ εἰπεῖν ὁποῖος, εἰκάζειν δὲ ἔξεστι τῇ σῇ φρονήσει ποταπὸν εἰκὸς εἶναι τὸν τοιαύταις προαιρέσεσιν ἀνθρώπων ὑπηρετούμενον. καὶ νῦν ὅτε ταῦτα ἐπέστελλον τὸ αὐτὸ τοῦτο σύνταγμα ἐπὶ τὴν Σεβάστειαν ὥρμησε, τῷ τε Εὐσταθίῳ συναφθῆναι, καὶ μετʼ αὐτοῦ τὰ τῶν Νικοπολιτῶν καταστρέψασθαι. ὁ γὰρ μακάριος Θεόδοτος κεκοίμηται. καὶ τέως μὲν τὰς πρώτας τοῦ βικαρίου προσβολὰς γενναίως καὶ καρτερῶς ἀπεκρούσαντο· πείθειν γὰρ αὐτοὺς ἐπειρᾶτο δέξασθαι τὸν Εὐστάθιον, καὶ δι’ αὐτοῦ λαβεῖν τὸν ἐπίσκοπον· ὡς δὲ εἶδεν αὐτοὺς ἑκόντας οὐκ ἐνδιδόντας, νῦν πειρᾶται βιαιοτέρᾳ χειρὶ ἐγκαταστῆσαι τὸν διδόμενον. ὑποθρυλλεῖται δέ τις καὶ συνόδου προσδοκία, καθʼ ἣν προαιροῦνται καλέσαντες ἡμᾶς ἢ λαβεῖν κοινωνούς, ἢ χρήσασθαι τῇ συνηθείᾳ. τὰ μὲν οὖν τῶν ἐκκλησιῶν τοιαῦτα. ἐγὼ δὲ αὐτὸς ὅπως διάκειμαι κατὰ τὸ σῶμα σιωπᾷν ἡγοῦμαι βέλτιον εἶναι ἢ γράφειν, διότι τὰ μὲν ἀληθῆ λέγων λυπήσω, ψεύσασθαι δὲ οὐκ ἀνέχομαι.

  62. 238.1

    Ἐδεξάμην τὰ γράμματα τῆς εὐλαβείας ὑμῶν, καὶ οὐδὲν ἔσχον καινότερον τῶν ἐγνωσμένων ἤδη παρʼ αὐτῶν διδαχθῆναι. καὶ γὰρ ἔφθασεν ἡ φήμη εἰς πᾶσαν τὴν περιοικίδα, τοῦ παρʼ ὑμῖν καταπεσόντος τὴν αἰσχύνην περιαγγέλλουσα, ὃς ἐπιθυμίᾳ δόξης κενῆς τὴν αἰσχίστην ἑαυτῷ συνήγαγεν ἀτιμίαν, καὶ εὑρέθη τῶν μὲν ἐπὶ τῇ πίστει μισθῶν διὰ τὴν φιλαυτίαν ἐκπεσών· αὐτὸ δὲ τὸ δύστηνον δοξάριον, οὗ ἐπιθυμήσας ἐπράθη τῇ ἀσεβείᾳ, οὐκ ἔχων διὰ τὸ δίκαιον μῖσος τῶν φοβουμένων τὸν Κύριον. ἀλλὰ ἐκεῖνος μὲν παντὸς τοῦ ἑαυτοῦ βίου ἐναργέστατον ἐξήνεγκε δεῖγμα ἐκ τῆς νῦν προαιρέσεως, ὅτι οὐδέποτε ἔζη ἐπʼ ἐλπίδι τῶν ἀποκειμένων ἡμῖν ἐπαγγελιῶν παρὰ τοῦ Κυρίου, ἀλλὰ εἴ τι ἑαυτῷ ἐπραγματεύετο τῶν ἀνθρωπίνων, καὶ ῥήματα πίστεως καὶ πλάσμα εὐλαβείας, πάντα πρὸς τὴν τῶν ἐντυγχανόντων ἀπάτην ἐπετηδεύετο.

  63. 238.2

    Ὑμᾶς δὲ τί καταπονεῖ τὸ συμβάν; τί χείρους ἑαυτῶν γεγόνατε παρὰ τοῦτο; ἔλειψεν εἷς ἐκ τοῦ πληρώματος ὑμῶν, εἰ δὲ καὶ συναπῆλθέ που ἄλλος εἷς ἢ δεύτερος, ἐλεεινοὶ τοῦ πτώματος οὗτοι, ὑμῶν δὲ τὸ σῶμα ὁλόκληρόν ἐστι τῇ τοῦ Θεοῦ χάριτι. καὶ γὰρ καὶ τὸ ἀχρειωθὲν ἀπερρύη, καὶ οὐκ ἐκολοβώθη τὸ μένον. εἰ δὲ ἀνιᾷ ὑμᾶς, ὅτι τῶν τοίχων ἐξεβλήθητε, ἀλλʼ ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεσθε, καὶ ὁ ἄγγελος ὁ τῆς ἐκκλησίας ἔφορος συναπῆλθεν ὑμῖν. ὥστε κενοῖς ἐγκατακλίνονται καθʼ ἑκάστην ἡμέραν, ἐκ τῆς διασπορᾶς τοῦ λαοῦ βαρὺ ἑαυτοῖς τὸ κρῖμα κατασκευάζοντες. εἰ δέ τις καὶ κόπος ἐστὶν ἐν τῷ πράγματι, πέπεισμαι τῷ Κυρίῳ μὴ εἰς κενὸν ὑμῖν ἀποβήσεσθαι τοῦτο. ὥστε ὅσῳ ἂν ἐν πλείοσι πειρατηρίοις γένησθε, τοσούτῳ πολυτελέστερον παρὰ τοῦ δικαίου κριτοῦ μισθὸν ἀναμένετε. μήτε οὖν δυσφορεῖτε τοῖς παροῦσι, μήτε ἀποκάμνετε τῇ ἐλπίδι. ἔτι γὰρ μικρὸν ὅσον ὅσον, ἥξει πρὸς ὑμᾶς ὁ ἀντιλαμβανόμενος ὑμῶν, καὶ οὐ χρονιεῖ.

  64. 239.1

    Ἔδωκεν ὁ Κύριος ἡμῖν καὶ νῦν διὰ τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου ἀδελφοῦ ἡμῶν Ἀντιόχου τοῦ συμπρεσβυτέρου προσφθέγξασθαί σου τὴν ὁσιότητα, καὶ σὲ μὲν παρακαλέσαι τὰ συνήθη ποιεῖν, προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἑαυτοῖς δὲ εὑρεῖν τινα τῆς μακρᾶς ἀπολείψεως παραμυθίαν ἐκ τῆς διὰ τοῦ γράμματος ὁμιλίας. προσευχόμενος δὲ τοῦτο πρῶτον καὶ μέγιστον παρακαλοῦμεν αἰτεῖν παρὰ τοῦ Κυρίου, ῥυσθῆναι ἡμᾶς ἀπὸ τῶν ἀτόπων καὶ πονηρῶν ἀνθρώπων, οἳ τοσοῦτον κατεκράτησαν τῶν λαῶν, ὥστε οὐδὲν ἕτερον νῦν ἢ τὰ τῆς Ἰουδαϊκῆς ἁλώσεως ἡμᾶς ἐνεικονίζεσθαι πράγματα. ὅσῳ γὰρ ἐπὶ τὸ ἀσθενέστερον ὑπορρέουσιν αἱ ἐκκλησίαι, τοσοῦτον ἐπακμάζουσιν αἱ τῶν ἀνθρώπων φιλαρχίαι. καὶ εἰς δυστήνους ἀνθρώπους οἰκότριβας περιέστη νῦν τὸ τῆς ἐπισκοπῆς ὄνομα, οὐδενὸς αἱρουμένου ἀντεισάγειν ἑαυτὸν τῶν δούλων τοῦ Θεοῦ, ἢ τῶν ἀπεγνωσμένων, ὁποῖοί εἰσιν οἱ νῦν ἐπιπεμφθέντες παρʼ Ἀνυσίου τοῦ θρέμματος Εὐιππίου, καὶ Ἐκδικίου τοῦ Παρνασσηνοῦ· ὃν κακὸν ἑαυτῷ τῆς μελλούσης ζωῆς ἐφόδιον ἐναφῆκε ταῖς ἐκκλησίαις ὁ καταστήσας. οὗτοι νῦν ἐξήλασαν μὲν τῆς Νύσσης τὸν ἀδελφὸν τὸν ἐμόν, καὶ ἀντεισήγαγον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον ὀλίγων ὀβολῶν ἄξιον, τὴν δὲ τῆς πίστεως διαφθορὰν ἐφάμιλλον τοῖς καταστήσασι. Δοάροις δὲ τῇ κώμῃ φθορὸν ἄνθρωπον, ὀρφανῶν οἰκέτην, ἀποδράντα μὲν τοὺς ἑαυτοῦ δεσπότας, διὰ δὲ κολακείας ἀθέου γυναίου ἣ πρότερον μὲν Γεωργίῳ ἐκέχρητο πρὸς τὸ ἴδιον θέλημα, νῦν δὲ τούτον ἔσχε διάδοχον ἐκείνου, ἔπεμψαν, τὸ ἐλεεινὸν τῆς ἐπισκοπῆς καθυβρίζοντες ὄνομα. τὰ δὲ Νικοπολιτῶν τίς ἂν πρὸς ἀξίαν ὀδύραιτο, τοῦ ἀθλίου Φρόντωνος πρότερον μὲν δῆθεν τὴν ὑπὲρ τῆς ἀληθείας συνηγορίαν σχηματιζομένου, τελευταῖον δὲ αἰσχρῶς προδόντος καὶ τὴν πίστιν καὶ ἑαυτόν, καὶ μισθὸν τῆς προδοσίας λαβόντος ὄνομα ἀτιμίας; ἐδέξατο μὲν γὰρ παρʼ αὐτῶν ἐπισκοπῆς ἀξίωμα, ὡς οἴεται, γέγονε δὲ τῇ τοῦ Θεοῦ χάριτι κοινὸν βδέλυγμα πάσης τῆς Ἀρμενίας. πλὴν ὅτι οὔτε αὐτοῖς ἀτόλμητόν τι, οὔτε ἀποροῦσι τῶν ἀξίων αὐτοῖς συνεργῶν. τὰ δὲ λοιπὰ τῆς Συρίας ἄμεινον ἡμῶν καὶ οἶδε καὶ διηγήσεται ὁ ἀδελφὸς Ἀντίοχος.

  65. 239.2

    Τοῖς δὲ ἐκ τῆς δύσεως αὐτὸς προενέτυχες, διηγησαμένου πάντα τοῦ ἀδελφοῦ Δωροθέου· ᾧ ποταπὰς χρὴ δοῦναι πάλιν ἐπιστολὰς ἀπιόντι; ἴσως γὰρ κοινωνήσει τῆς ὁδοῦ τῷ καλῷ Σαγκτισσίμῳ, πολλὴν ἔχοντι σπουδήν, καὶ περιιόντι τὴν ἀνατολήν, καὶ παρʼ ἑκάστου τῶν ἐπισήμων ὑπογραφὰς καὶ ἐπιστολὰς κομιζομένῳ. τίνα οὖν δεῖ ἐπιστεῖλαι δι’ αὐτῶν, ἢ τοῖς ἐπιστέλλουσι πῶς συνθέσθαι, αὐτὸς μὲν ἀπορῶ· ἐὰν δὲ εὕρῃς ἐν τάχει τοὺς πρὸς ἡμᾶς ἀφικνουμένους, καταξίωσον ἡμῖν γνωρίσαι. ἐμοὶ μὲν γὰρ τὸ τοῦ Διομήδους ἐπέρχεται λέγειν· μὴ ὄφελες λίσσεσθαι· διότι, φησίν, ἀγήνωρ ἐστὶν ὁ ἀνήρ. τῷ ὄντι γὰρ θεραπευόμενα τὰ ὑπερήφανα ἤθη ἑαυτῶν ὑπεροπτικώτερα γίνεσθαι πέφυκε. καὶ γὰρ ἐὰν μὲν ἱλασθῇ ἡμῖν ὁ Κύριος, ποίας ἑτέρας προσθήκης δεόμεθα· ἐὰν δὲ ἐπιμείνῃ ἡ ὀργὴ τοῦ Θεοῦ, ποία βοήθεια ἡμῖν τῆς δυτικῆς ὀφρύος; οἳ τὸ ἀληθὲς οὔτε ἴσασιν, οὔτε μαθεῖν ἀνέχονται, ψευδέσι δὲ ὑπονοίαις προειλημμένοι, ἐκεῖνα ποιοῦσι νῦν, ἃ πρότερον ἐπὶ Μαρκέλλῳ, πρὸς μὲν τοὺς τὴν ἀλήθειαν αὐτοῖς ἀπαγγέλλοντας φιλονεικήσαντες, τὴν δὲ αἵρεσιν δι’ ἑαυτῶν βεβαιώσαντας. ἐγὼ μὲν γὰρ αὐτὸς ἄνευ τοῦ κοινοῦ σχήματος ἐβουλόμην αὐτῶν ἐπιστεῖλαι τῷ κορυφαίῳ· περὶ μὲν τῶν ἐκκλησιαστικῶν οὐδέν, εἰ μὴ ὅσον παραινίξασθαι, ὅτι οὔτε ἴσασι τῶν παρʼ ἡμῖν τὴν ἀλήθειαν, οὔτε τὴν ὁδὸν δι’ ἧς ἂν μανθάνοιεν καταδέχονται· καθόλου δὲ περὶ τοῦ μὴ δεῖν τοῖς ὑπὸ τῶν πειρασμῶν ταπεινωθεῖσιν ἐπιτίθεσθαι, μηδὲ ἀξίωμα κρίνειν ὑπερηφάνιαν, ἁμάρτημα καὶ μόνον ἀρκοῦν ἔχθραν ποιῆσαι εἰς Θεόν.

  66. 240.1

    Καὶ ἐπιστείλαντες ἡμῖν καλῶς ἐποιήσατε καὶ διὰ τοιούτου ἀνδρὸς ἐπιστείλαντες, ὃς καὶ ἄνευ γραμμάτων ἐξήρκεσεν ἂν ἡμῖν τήν τε ἐπὶ ταῖς φροντίσι παραμυθίαν ἱκανὴν παρασχεῖν καὶ διδασκαλίαν ἀκριβῆ τῶν πραγμάτων ποιήσασθαι. πολλὰ γὰρ ἦν ἃ ἐπεζητοῦμεν παρὰ τοῦ σαφέστατα ἐπισταμένου μαθεῖν, διὰ τὸ τὰς φήμας πεπλανημένως πρὸς ἡμᾶς διαβαίνειν, ἃ πάντα εὐσταθῶς καὶ ἐμπείρως διηγήσατο ἡμῖν ὁ ποθεινότατος καὶ τιμιώτατος ἀδελφὸς ἡμῶν Θεοδόσιος ὁ συμπρεσβύτερος. ἃ τοίνυν ἑαυτοῖς συμβουλεύομεν, ταῦτα καὶ πρὸς τὴν ὑμετέραν εὐλάβειαν γράφομεν· ὅτι πολλοῖς συνέβη ταῦτα, ἃ καὶ ὑμῖν, καὶ οὐ κατὰ τὸν παρόντα καιρὸν μόνον, ἀλλὰ καὶ ἐν τῷ παρελθόντι χρόνῳ μυρία τῶν τοιούτων τὰ ὑποδείγματα· τὰ μὲν ἐγγράφως αἱ ἱστορίαι καταλελοίπασι, τὰ δὲ τῇ ἀγράφῳ μνήμῃ παρὰ τῶν εἰδότων διεδεξάμεθα· ὅτι καὶ κατὰ ἄνδρα ἕκαστον, καὶ κατὰ πόλεις πειρασμοὶ περιέσχον ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου τοὺς εἰς αὐτὸν ἠλπικότας. ἀλλʼ ὅμως παρῆλθε πάντα, καὶ οὐδὲν τῶν σκυθρωπῶν ἀθάνατον ἔσχε τὸ λυπηρόν. ὡς γὰρ αἱ χάλαζαι, καὶ οἱ χείμαρροι, καὶ ὅσα τῶν κακῶν αὐτοσχέδια, τὰ μὲν μαλακὰ ῥᾳδίως ἔβλαψε καὶ διελυμήνατο, τοῖς δὲ ἀντιτύποις περιτυχόντα ἔπαθέ τι μᾶλλον ἢ ἔδρασεν, οὕτω καὶ οἱ λάβροι κατὰ τῆς Ἐκκλησίας πειρασμοὶ κινηθέντες ἀσθενέστεροι τοῦ στερεώματος τῆς εἰς Χριστὸν πίστεως διεδείχθησαν. ὡς οὖν παρῆλθε τῆς χαλάζης τὸ νέφος, καὶ παρερρύη τὴν χαράδραν ὁ χείμαρρος (τὸ μὲν γὰρ εἰς αἰθρίαν διελύθη, ὁ δὲ ἐνηφανίσθη τῷ βυθῷ, ξηρὰν καὶ ἄνικμον τὴν ὁδὸν δι’ ἧς ἐρρύη καταλιπών), οὕτω καὶ τὰ νῦν ἡμᾶς χειμάζοντα μικρὸν ὕστερον οὐκ ἔσται· μόνον ἐὰν καταδεξώμεθα μὴ τὸ παρὸν ὁρᾷν, ἀλλὰ τοῖς μικρὸν πορρωτέρω ταῖς ἐλπίσιν ἐνατενίζειν.

  67. 240.2

    Εἴτε οὖν βαρὺς ὁ πειρασμός, ἀδελφοί, ὑπομείνωμεν τὰ ἐπίπονα· οὐδεὶς γὰρ μὴ πληγεὶς ἐν ἀγῶσι, μηδὲ κονισάμενος, στεφανοῦται. εἴτε κοῦφα ταῦτα τοῦ διαβόλου τὰ παίγνια, καὶ οἱ ἐπιπεμφθέντες ἡμῖν, ὀχληροὶ μέν, διότι τούτου εἰσὶν ὑπηρέται, εὐκαταφρόνητοι δέ, ὅτι τῇ πονηρίᾳ αὐτῶν ὁ Θεὸς ἀδυναμίαν συνῆψε, φυλαξώμεθα τὴν κατάγνωσιν, ὡς ἐπὶ μικροῖς παθήμασι μεγάλα ὀδυρόμενοι. ἓν γάρ ἐστιν ὀδύνης ἄξιον, ἡ αὐτοῦ ἐκείνου ἀπώλεια, τοῦ τῆς προσκαίρου ἕνεκεν δόξης (εἴπερ οὖν δόξαν χρὴ λέγειν τὸ δημοσίᾳ ἀσχημονεῖν) τῆς αἰωνίας τῶν δικαίων τιμῆς ἑαυτὸν ἀποστερήσαντος. τέκνα ὁμολογητῶν, καὶ τέκνα μαρτύρων ἐστέ, τῶν μέχρις αἵματος ἀντικαταστάντων πρὸς τὴν ἁμαρτίαν. τοῖς οἰκείοις ἕκαστος χρησάσθω ὑποδείγμασι πρὸς τὴν ὑπὲρ τῆς εὐσεβείας ἔνστασιν. οὐδεὶς ἡμῶν πληγαῖς κατεξάνθη, οὐδενὸς οἶκος ἐδημεύθη, οὐ τὴν ὑπερορίαν ᾠκήσαμεν, οὐ δεσμωτήριον ἐγνωρίσαμεν. τί πεπόνθαμεν δεινόν; εἰ μὴ τάχα τοῦτο λυπηρόν, ὅτι μηδὲν πεπόνθαμεν, μηδὲ ἐνομίσθημεν ἄξιοι τῶν ὑπὲρ Χριστοῦ παθημάτων. εἰ δὲ ὅτι ὁ δεῖνα τὸν οἶκον κατέχει τῆς προσευχῆς, ὑμεῖς δὲ ἐν τῷ ὑπαίθρῳ προσκυνεῖτε τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, τοῦτο ὑμᾶς ἀνιᾷ, ἐνθυμήθητε, ὅτι οἱ μὲν ἕνδεκα μαθηταὶ ἐν τῷ ὑπερῴῳ ἦσαν ἀποκεκλεισμένοι, οἱ δὲ σταυρώσαντες τὸν Κύριον ἐν τῷ περιβοήτῳ ναῷ τὴν Ἰουδαϊκὴν λατρείαν ἐπλήρουν. Ἰούδας γὰρ τὸν δι’ ἀγχόνης θάνατον τοῦ μετʼ αἰσχύνης ζῇν προτιμήσας, ἔδειξε τάχα τῶν νῦν ἀπερυθριασάντων πρὸς πᾶσαν ἀνθρώπων κατάγνωσιν, καὶ διὰ τοῦτο ἀναιδῶς πρὸς τὰ αἰσχρὰ διακειμένων, ἑαυτὸν αἱρετώτερον.

  68. 240.3

    Μόνον μὴ ἐξαπατηθῆτε ταῖς ψευδολογίαις αὐτῶν ἐπαγγελλομένων ὀρθότητα πίστεως. Χριστέμποροι γὰρ οἱ τοιοῦτοι, καὶ οὐ Χριστιανοί, τὸ ἀεὶ αὐτοῖς κατὰ τὸν βίον τοῦτον λυσιτελοῦν τοῦ κατʼ ἀλήθειαν ζῇν προτιμῶντες. ὅτε ἐνόμισαν κτᾶσθαι τὴν κενὴν ταύτην ἀρχήν, προσέθεντο τοῖς ἐχθροῖς τοῦ Χριστοῦ· ὅτε εἶδον τοὺς λαοὺς ἀγριαίνοντας, σχηματίζονται πάλιν τὴν ὀρθότητα. οὐκ οἶδα ἐπίσκοπον, μηδὲ ἀριθμήσαιμι ἐν ἱερεῦσι Χριστοῦ τὸν παρὰ τῶν βεβήλων χειρῶν ἐπὶ καταλύσει τῆς πίστεως εἰς προστασίαν προβεβλημένον. αὕτη ἐστὶν ἡ ἐμὴ κρίσις. ὑμεῖς δὲ εἴ τινα ἔχετε μεθʼ ἡμῶν μερίδα, ταὐτὰ ἡμῖν φρονήσετε δηλονότι. εἰ δὲ ἐφʼ ἑαυτῶν βουλεύεσθε, τῆς ἰδίας γνώμης ἕκαστος κύριός ἐστιν, ἡμεῖς ἀθῶοι ἀπὸ τοῦ αἵματος τούτου. ταῦτα δὲ ἔγραψα, οὐχ ὑμῖν ἀπιστῶν, ἀλλὰ τὸ τινῶν ἀμφίβολον στηρίζων ἐκ τοῦ γνωρίσαι τὴν ἐμαυτοῦ γνώμην, ὡς μὴ προληφθῆναί τινα εἰς κοινωνίαν, μηδὲ τῆς χειρὸς αὐτῶν ἐπιβολὴν δεξαμένους, μετὰ ταῦτα εἰρήνης γενομένης, βιάζεσθαι ἑαυτοὺς ἐναριθμεῖν τῷ ἱερατικῷ πληρώματι. πάντα τὸν κλῆρον, τόν τε κατὰ τὴν πόλιν καὶ τὸν ἐπὶ τῆς παροικίας, μετὰ παντὸς τοῦ λαοῦ φοβουμένου τὸν Κύριον, ἀσπαζόμεθα δι’ ὑμῶν.

  69. 241.1

    Οὐχ ὥστε πλείους ποιῆσαι τὰς ἀθυμίας, τῶν δυσχερῶν πολλάκις ἐν τοῖς πρὸς τὴν τιμιότητά σου γράμμασιν οὐ φειδόμεθα, ἀλλʼ ὥστε ἑαυτοῖς τέ τινα παραμυθίαν δοῦναι διὰ τῶν στεναγμῶν, οἳ πεφύκασί πως τὸ ἐν τῷ βάθει ἀλγεινὸν διαφορεῖν, ὅταν γίνωνται· καὶ τὴν σὴν μεγαλόνοιαν πρὸς ἐκτενεστέραν τὴν ὑπὲρ τῶν ἐκκλησιῶν εὐχὴν παρορμῆσαι. ἐπεὶ καὶ Μωϋσῆς ηὔχετο μὲν ἀεὶ ὑπὲρ τοῦ λαοῦ δηλονότι· ὅτε μέντοι πρὸς τὸν Ἀμαλὴκ ἀγὼν αὐτῷ συνειστήκει, οὐ καθῆκε τὰς χεῖρας ἐξ ἕω μέχρις ἑσπέρας· ἀλλʼ ἡ ἔκτασις τῶν χειρῶν τοῦ ἁγίου τῷ τέλει τῆς μάχης συναπηρτίζετο.

  70. 242.1

    Θεοῦ τοῦ ἁγίου τὴν ἐκ πάσης θλίψεως διέξοδον τοῖς ἐλπίζουσιν ἐπʼ αὐτὸν ὑποσχομένου, εἰ καὶ ἐν μέσῳ πελάγει κακῶν ἀπελήφθημεν, καὶ τρικυμίαις παρὰ τῶν πνευμάτων τῆς πονηρίας ἐγειρομέναις ἡμῖν βασανιζόμεθα, ὅμως ἀντέχομεν ἐν τῷ ἐνδυναμοῦντι ἡμᾶς Χριστῷ, καὶ οὐ παρελύσαμεν τὸν τόνον τῆς ὑπὲρ τῶν ἐκκλησιῶν σπουδῆς, οὐδὲ ὥσπερ ἐν χειμῶνι τοῦ κλύδωνος ὑπερέχοντος ἀπογνόντες τῆς σωτηρίας τὴν διάλυσιν ἀναμένομεν· ἀλλʼ ἔτι ἐχόμεθα τῆς ἐνδεχομένης ἡμῖν σπουδῆς, εἰδότες ὅτι καὶ ὁ καταποθεὶς ὑπὸ τοῦ κήτους, διὰ τὸ μὴ ἀπογνῶναι ἑαυτοῦ, ἀλλὰ βοῆσαι πρὸς Κύριον, τῆς σωτηρίας κατηξιώθη. οὕτω δὴ καὶ αὐτοὶ πρὸς ἔσχατον ἥκοντες τῶν κακῶν, τῆς εἰς Θεὸν ἐλπίδος οὐκ ἀφιέμεθα· ἀλλὰ πανταχόθεν αὐτοῦ περισκοπούμεθα τὴν βοήθειαν. ὅθεν καὶ πρὸς ὑμᾶς ἀπεβλέψαμεν νῦν, τιμιώτατοι ἡμῖν ἀδελφοί, οὓς πολλάκις μὲν ἐν καιρῷ τῶν θλίψεων ἐπιφανήσεσθαι ἡμῖν προσεδοκήσαμεν. ἀποπεσόντες δὲ τῆς ἐλπίδος, εἴπομεν πρὸς ἑαυτοὺς καὶ ἡμεῖς, ὅτι Ὑπέμεινα συλλυπούμενον, καὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντας, καὶ οὐχ εὗρον. τοιαῦτα γὰρ ἡμῶν τὰ παθήματα, ὡς καὶ τῶν περάτων ἐφικέσθαι τῆς καθʼ ἡμᾶς οἰκουμένης· καὶ εἴπερ πάσχοντος μέλους ἑνὸς συμπάσχει πάντα τὰ μέλη, ἔπρεπε δήπου καὶ ἡμῖν ἐν πολλῷ χρόνῳ πεπονηκόσι συνδιατεθῆναι τὴν εὐσπλαγχνίαν ὑμῶν. οὐ γὰρ ἡ τῶν τόπων ἐγγύτης ἀλλʼ ἡ κατὰ πνεῦμα συνάφεια ἐμποιεῖν πέφυκε τὴν οἰκείωσιν, ἣν ἡμῖν εἶναι πρὸς τὴν ἀγάπην ὑμῶν πεπιστεύκαμεν.

  71. 242.2

    Τί δήποτε οὖν οὐ γράμμα παρακλήσεως, οὐκ ἀδελφῶν ἐπίσκεψις, οὐκ ἄλλο τι τῶν ὀφειλομένων ἡμῖν παρὰ τοῦ θεσμοῦ τῆς ἀγάπης γεγένηται; τρισκαιδέκατον γὰρ ἔτος ἐστίν, ἀφʼ οὗ ὁ αἱρετικὸς ἡμῖν πόλεμος ἐπανέστη· ἐν ᾧ πλείους γεγόνασι ταῖς ἐκκλησίαις αἱ θλίψεις τῶν μνημονευομένων ἀφʼ οὗ τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ καταγγέλλεται. ὧν τὰ καθʼ ἕκαστον διηγεῖσθαι ὑμῖν παραιτούμεθα, μή ποτε τὸ τοῦ λόγου ἡμῶν ἀσθενὲς τὴν ἐναργείαν τῶν κακῶν ὑπεκλύσῃ· καὶ ἅμα οὐδὲ ἡγούμεθα ὑμᾶς διδασκαλίας προσδεῖσθαι, τὴν ἀλήθειαν τῶν πραγμάτων πάλαι τῇ φήμῃ δεδιδαγμένους. κεφάλαιον δὲ τοῦ κακοῦ· οἱ λαοὶ τοὺς τῶν προσευχῶν καταλιπόντες οἴκους, ἐν ταῖς ἐρήμοις συνάγονται, θέαμα ἐλεεινόν· γυναῖκες, καὶ παιδία, καὶ γέροντες, καὶ οἱ ἄλλως ἀσθενεῖς, ἐν ὄμβροις λαβροτάτοις, καὶ νιφετοῖς καὶ ἀνέμοις καὶ παγετῷ τοῦ χειμῶνος, ὁμοίως δὲ καὶ ἐν θέρει ὑπὸ τὴν φλόγα τοῦ ἡλίου ἐν τῷ ὑπαίθρῳ ταλαιπωροῦντες. καὶ ταῦτα πάσχουσι διὰ τὸ τῆς πονηρᾶς ζύμης Ἀρείου γενέσθαι μὴ καταδέχεσθαι.

  72. 242.3

    Πῶς ἂν ὑμῖν ταῦτα λόγος ἐναργῶς παραστήσειεν, εἰ μὴ αὐτὴ ἡ πεῖρα καὶ ἡ διὰ τῶν ὀφθαλμῶν θέα κινήσειειν ὑμᾶς πρὸς συμπάθειαν; ὥστε παρακαλοῦμεν ὑμᾶς νῦν γοῦν χεῖρα ὀρέξαι ταῖς κατὰ τὴν ἀνατολὴν ἐκκλησίαις εἰς γόνυ κλιθείσαις ἤδη, καὶ ἀποστεῖλαί τινας τοὺς τῶν μισθῶν ὑπομιμνήσκοντας τῶν ἀποκειμένων ἐπὶ τῇ ὑπομονῇ τῶν ὑπὲρ Χριστοῦ παθημάτων. οὐ γὰρ τοσοῦτον ὁ συνήθης λόγος ἐνεργεῖν πέφυκεν, ὅσον ἡ ξένη φωνὴ ἐμποιεῖν τὴν παράκλησιν, καὶ ταῦτα παρὰ ἀνδρῶν γινομένη πανταχοῦ ἐπὶ τοῖς καλλίστοις τῇ τοῦ Θεοῦ χάριτι γνωριζομένων, ὁποίους ὑμᾶς ἡ φήμη πᾶσιν ἀνθρώποις περιαγγέλλει, ἀτρώτους κατὰ τὴν πίστιν διαμείναντας, ἄσυλον τὴν ἀποστολικὴν παρακαταθήκην διαφυλάξαντας. ἀλλʼ οὐχὶ καὶ τὰ ἡμέτερα τοιαῦτα· ἀλλʼ ἔχομέν τινας ἐπιθυμίᾳ δόξης, καὶ τῇ μάλιστα καταστρεφούσῃ Χριστιανῶν ψυχὰς φυσιώσει, καταθαρρήσαντάς τινων καινοτομίας ῥημάτων, ὅθεν αἱ ἐκκλησίαι σαθρωθεῖσαι, ὥσπερ ἀγγεῖα ἀραιωθέντα, τὴν αἱρετικὴν διαφθορὰν εἰσρυεῖσαν ἐδέξαντο. ἀλλʼ ὑμεῖς, ὦ ἀγαπητοὶ ἡμῖν καὶ περιπόθητοι, γένεσθε τῶν μὲν τραυματιῶν ἰατροί, τῶν δὲ ὑγιαινόντων παιδοτρίβαι, τὸ μὲν νενοσηκὸς ὑγιάζοντες τὸ δὲ ὑγιαῖνον ἀλείφοντες εἰς εὐσέβειαν.

  73. 243.1

    τῆς καταστάσεως καὶ συγχύσεως τῶν ἐκκλησιῶν. Τοῖς ὡς ἀληθῶς θεοφιλεστάτοις καὶ ποθεινοτάτοις ἀδελφοῖς καὶ ὁμοψύχοις συλλειτουργοῖς, τοῖς κατὰ τὴν Γαλλίαν καὶ Ἰταλίαν ἐπισκόποις, Βασίλειος ἐπίσκοπος Καισαρείας τῆς Καππαδοκίας.

  74. 243.2

    Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς σῶμα ἑαυτοῦ καταδεξάμενος ὀνομάσαι τὴν πᾶσαν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ τοὺς καθʼ ἕνα ἡμῶν ἀλλήλων ἀποδείξας μέλη, ἔδωκε καὶ ἡμῖν πᾶσι πρὸς πάντας ἔχειν οἰκείως, κατὰ τὴν τῶν μελῶν συμφωνίαν. διόπερ εἰ καὶ πλεῖστον ἀλλήλων διωρίσμεθα ταῖς οἰκήσεσιν, ἀλλὰ τῷ γε λόγῳ τῆς συναφείας ἐγγὺς ἀλλήλων ἐσμέν. ἐπεὶ οὖν οὐ δύναται ἡ κεφαλὴ τοῖς ποσὶν εἰπεῖν, χρείαν ὑμῶν οὐκ ἔχω, πάντως οὐδὲ ὑμεῖς ἀνέξεσθε ἀποποιήσασθαι ἡμᾶς, ἀλλὰ τοσοῦτον συμπαθήσετε ἡμῶν ταῖς θλίψεσιν αἷς παρεδόθημεν διὰ τὰς ἁμαρτίας ἡμῶν, ὅσον καὶ ἡμεῖς συγχαίρομεν ὑμῖν τοῖς δοξαζομένοις ἐν τῇ εἰρήνῃ, ᾗ ἐχαρίσατο ὑμῖν ὁ Κύριος. ἤδη μὲν οὖν καὶ ἄλλοτε ἐπεβοησάμεθα τὴν ὑμετέραν ἀγάπην εἰς ἀντίληψιν ἡμῶν καὶ συμπάθειαν· ἀλλὰ πάντως διὰ τὸ μὴ ἀναπληρωθῆναι τὴν ἐκδίκησιν, οὐ συνεχωρήθητε διαναστῆναι πρὸς τὴν ἀντίληψιν ἐπιζητοῦμεν γὰρ μάλιστα μὲν καὶ αὐτῷ τῷ κρατοῦντι τῆς καθʼ ὑμᾶς οἰκουμένης φανερὰν γενέσθαι διὰ τῆς ὑμετέρας εὐλαβείας τὴν ἡμετέραν σύγχυσιν· εἰ δὲ τοῦτο δύσκολον, ἀλλʼ ἐλθεῖν τινας παρʼ ὑμῶν εἰς ἐπίσκεψιν καὶ παραμυθίαν τῶν θλιβομένων, ἵνʼ ὀφθαλμοῖς ὑποβάλωσι τὰ πάθη τῆς ἀνατολῆς, ἅπερ ἀκοαῖς ἀδύνατον παραδέξασθαι, τῷ μηδένα λόγον εὑρίσκεσθαι ἐναργῶς παριστῶντα ὑμῖν τὰ ἡμέτερα.

  75. 243.3

    Διωγμὸς κατείληφεν ἡμᾶς, ἀδελφοὶ τιμιώτατοι, καὶ διωγμῶν ὁ βαρύτατος. διώκονται γὰρ ποιμένες, ἵνα διασκορπισθῶσι τὰ ποίμνια. καὶ τὸ βαρύτατον, ὅτι οὔτε οἱ μὲν κακούμενοι ἐν πληροφορίᾳ μαρτυρίου τὰ πάθη δέχονται, οὔτε οἱ λαοὶ ἐν μαρτύρων τάξει τοὺς ἀθλητὰς θεραπεύουσι, διὰ τὸ Χριστιανῶν ὄνομα τοῖς διώκουσι περικεῖσθαι. ἕν ἐστιν ἔγκλημα νῦν σφοδρῶς ἐκδικούμενον, ἡ ἀκριβὴς τήρησις τῶν πατρικῶν παραδόσεων. διὰ τοῦτο ἀπελαύνονται μὲν τῶν πατρίδων οἱ εὐσεβεῖς, πρὸς δὲ τὰς ἐρημίας μετοικίζονται. οὐ πολιὰ τοῖς κριταῖς τῆς ἀδικίας αἰδέσιμος, οὐκ ἄσκησις εὐσεβείας, οὐ πολιτεία κατὰ τὸ Εὐαγγέλιον ἐκ νεότητος εἰς γῆρας διανυσθεῖσα. ἀλλὰ κακοῦργος μὲν οὐδεὶς ἄνευ ἐλέγχων καταδικάζεται, ἐπίσκοποι δὲ ἀπὸ μόνης συκοφαντίας ἑάλωσαν, καὶ μηδεμιᾶς ἀποδείξεως τοῖς ἐγκλήμασιν ἐπενεχθείσης ταῖς τιμωρίαις ἐκδίδονται. τινὲς δὲ οὔτε ἐγνώρισαν κατηγόρους, οὔτε εἶδον δικαστήρια, οὔτε ἐσυκοφαντήθησαν τὴν ἀρχήν, ἀλλʼ ἀωρὶ τῶν νυκτῶν βιαίως ἀναρπασθέντες εἰς τὴν ὑπερορίαν ἐφυγαδεύθησαν, ταῖς ἐκ τῆς ἐρημίας κακοπαθείαις παραδοθέντες εἰς θάνατον. τὰ δὲ τούτοις ἑπόμενα γνώριμα παντί, κἂν ἡμεῖς σιωπήσωμεν· φυγαὶ πρεσβυτέρων, φυγαὶ διακόνων, καὶ παντὸς τοῦ κλήρου λεηλασία. ἀνάγκη γὰρ ἢ προσκυνῆσαι τῇ εἰκόνι, ἢ τῇ πονηρᾷ φλογὶ τῶν μαστίγων παραδοθῆναι. στεναγμοὶ λαῶν, δάκρυον διηνεκὲς καὶ κατʼ οἴκους καὶ δημοσίᾳ, πάντων πρὸς ἀλλήλους ὀδυρομένων ἃ πάσχουσιν. οὐδεὶς γὰρ οὕτω λίθινος τὴν καρδίαν, ὥστε πατρὸς στερηθείς, πράως φέρειν τὴν ὀρφανίαν. ἦχος θρηνούντων ἐν πόλει, ἦχος ἐν ἀγροῖς, ἐν ὁδοῖς, ἐν ἐρημίαις. μία φωνὴ ἐλεεινὰ π̣̣̔̓ντων καὶ σκυθρωπὰ φθεγγομένων. ἐξῇρται χαρὰ καὶ εὐφροσύνη πνευματική. εἰς πένθος ἐστράφησαν ἡμῶν αἱ ἑορταί· οἶκοι προσευχῶν ἀπεκλείσθησαν· ἀργὰ τὰ θυσιαστήρια τῆς πνευματικῆς λατρείας. οὐκέτι σύλλογοι Χριστιανῶν, οὐκέτι διδασκάλων προεδρίαι, οὐ διδάγματα σωτήρια, οὐ πανηγύρεις, οὐχ ὑμνῳδίαι νυκτεριναί, οὐ τὸ μακάριον ἐκεῖνο τῶν ψυχῶν ἀγαλλίαμα, τὸ ἐπὶ ταῖς συνάξεσι καὶ τῇ κοινωνίᾳ τῶν πνευματικῶν χαρισμάτων ταῖς ψυχαῖς ἐγγινόμενον τῶν πιστευόντων εἰς Κύριον. ἡμῖν πρέπει λέγειν, ὅτι Οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων, οὔτε προφήτης, οὔτε ἡγούμενος, οὔτε προσφορά, οὔτε θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι ἐνώπιον Κυρίου, καὶ εὑρεῖν ἔλεος.

  76. 243.4

    Ταῦτα εἰδόσιν ἐπιστέλλομεν, διότι οὐδὲν μέρος ἐστὶ τῆς οἰκουμένης, ὃ τὰς ἡμετέρας λοιπὸν ἠγνόησε συμφοράς. ὥστε οὐ διδασκαλίας ἕνεκεν τοὺς λόγους τούτους ποιεῖσθαι ἡμᾶς νομίζειν προσῆκεν, οὐδὲ τοῦ ὑπομνῆσαι ὑμῶν τὴν ἐμμέλειαν. οἴδαμεν γάρ, ὅτι οὐκ ἄν ποτε ἐπιλάθοισθε ἡμῶν, οὐ μᾶλλόν γε ἢ ἡ μήτηρ τῶν ἐκγόνων τῆς κοιλίας αὐτῆς. ἀλλʼ ἐπειδὴ οἱ περιωδυνίᾳ τινὶ κατεχόμενοι διὰ τῶν στεναγμῶν κουφίζειν πως τὰς ἀλγηδόνας πεφύκασι, τοῦτο καὶ ἡμεῖς ποιοῦμεν· οἷον ἀποσκευαζόμεθα τῆς λύπης τὸ βάρος, δι’ ὧν πρὸς τὴν ὑμετέραν ἀγάπην τὰς πολυειδεῖς ἡμῶν συμφορὰς ἐξαγγέλλομεν, εἴ πως ἄν, σφοδρότερον εἰς τὰς ὑπὲρ ἡμῶν προσευχὰς κινηθέντες, δυσωπήσητε τὸν Κύριον διαλλαγῆναι ἡμῖν. εἰ μὲν οὖν αἱ θλίψεις ἦσαν μόναι αἱ καταπονοῦσαι ἡμᾶς, κἂν συνεβουλεύσαμεν ἑαυτοῖς τὴν ἡσυχίαν ἄγειν, καὶ χαίρειν τοῖς ὑπὲρ Χριστοῦ παθήμασιν, ἐπειδὴ Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆσεσθαι εἰς ἡμᾶς. νῦν δὲ φοβούμεθα, μήποτε αὐξανόμενον τὸ κακόν, ὥσπερ τις φλὸξ διὰ τῆς καιομένης ὕλης βαδίζουσα, ἐπειδὰν καταναλώσῃ τὰ πλησίον, ἅψηται καὶ τῶν πόρρω. ἐπινέμεται γὰρ τὸ κακὸν τῆς αἱρέσεως· καὶ δέος ἐστί, μὴ τὰς ἡμετέρας ἐκκλησίας καταφαγοῦσα, ἕρψῃ λοιπὸν καὶ ἐπὶ τὸ ὑγιαῖνον μέρος τῆς καθʼ ὑμᾶς παροικίας. τάχα μὲν οὖν διὰ τὸ παρʼ ἡμῖν πλεονάσαι τὴν ἁμαρτίαν, πρῶτοι παρεδόθημεν εἰς κατάβρωσιν τοῖς ὠμοφάγοις ὀδοῦσι τῶν ἐχθρῶν τοῦ Θεοῦ· τάχα δέ, ὃ καὶ μᾶλλόν ἐστιν εἰκάσαι, ὅτι ἐπειδὴ τὸ εὐαγγέλιον τῆς βασιλείας ἀπὸ τῶν ἡμετέρων τόπων ἀρξάμενον εἰς πᾶσαν ἐξῆλθε τὴν οἰκουμένην, διὰ τοῦτο ὁ κοινὸς τῶν ψυχῶν ἡμῶν ἐχθρός, τὰ τῆς ἀποστασίας σπέρματα, ἀπὸ τῶν αὐτῶν τόπων τὴν ἀρχὴν λαβόντα, εἰς πᾶσαν οἰκουμένην διαδοθῆναι φιλονεικεῖ. ἐφʼ οὓς γὰρ ἔλαμψεν ὁ φωτισμὸς τῆς γνώσεως τοῦ Χριστοῦ, ἐπὶ τούτους ἐλθεῖν καὶ τὸ τῆς ἀσεβείας σκότος ἐπινοεῖ.

  77. 243.5

    Ὑμέτερα οὖν λογίσασθε τὰ πάθη ἡμῶν, ὡς γνήσιοι μαθηταὶ τοῦ Κυρίου. οὐχ ὑπὲρ χρημάτων, οὐχ ὑπὲρ δόξης, οὐχ ὑπὲρ ἄλλου τινὸς τῶν προσκαίρων καταπολεμούμεθα, ἀλλʼ ὑπὲρ τοῦ κοινοῦ κτήματος, τοῦ πατρικοῦ θησαυροῦ τῆς ὑγιαινούσης πίστεως, ἑστήκαμεν ἀγωνιζόμενοι. συναλγήσατε ἡμῖν, ὦ φιλάδελφοι, ὅτι ἀποκέκλεισται μὲν παρʼ ἡμῖν τῶν εὐσεβούντων τὰ στόματα, ἤνοικται δὲ πᾶσα θρασεῖα καὶ βλάσφημος γλῶσσα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀδικίαν. οἱ στῦλοι καὶ τὸ ἑδραίωμα τῆς ἀληθείας ἐν διασπορᾷ, ἡμεῖς δέ, οἱ διὰ σμικρότητα παροφθέντες, ἀπαρρησίαστοι. ἀγωνιάσατε ὑπὲρ τῶν λαῶν· καὶ μὴ τὸ καθʼ ἑαυτοὺς σκοπεῖτε μόνον, ὅτι ἐν λιμέσιν εὐδίοις ὁρμίζεσθε, τῆς τοῦ Θεοῦ χάριτος πᾶσαν ὑμῖν σκέπην χαρισαμένης ἀπὸ τῆς ζάλης τῶν πνευμάτων τῆς πονηρίας. ἀλλὰ καὶ ταῖς χειμαζομέναις τῶν ἐκκλησιῶν χεῖρα ὀρέξατε, μήποτε ἐγκαταλειφθεῖσαι, παντελῶς ὑπομείνωσι τῆς πίστεως τὸ ναυάγιον. στενάξατε ἐφʼ ἡμῖν ὅτι ὁ Μονογενὴς βλασφημεῖται, καὶ ὁ ἀντιλέγων οὐκ ἔστι. τὸ Πνεῦμα τὸ ἅγιον ἀθετεῖται, καὶ ὁ δυνάμενος ἐλέγχειν ἀποδιώκεται. πολυθεΐα κεκράτηκε. μέγας Θεὸς παρʼ αὐτοῖς καὶ μικρός. Υἱὸς οὐχὶ φύσεως ὄνομα, ἀλλὰ τιμῆς τινος εἶναι προσηγορία νενόμισται· τὸ Πνεῦμα τὸ ἅγιον, οὐ συμπληρωτικὸν εἶναι τῆς ἁγίας Τριάδος, οὐδὲ κοινωνὸν τῆς θείας καὶ μακαρίας φύσεως, ἀλλʼ ἕν τι τῶν ἐκ τῆς κτίσεως, εἰκῆ καὶ ὡς ἔτυχε, Πατρὶ καὶ Υἱῷ προσερρῖφθαι. τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων; καὶ κλαύσομαι τὸν λαὸν ἡμέρας πολλάς, τὸν ταῖς πονηραῖς ταύταις διδασκαλίαις πρὸς τὴν ἀπώλειαν συνωθούμενον. παρασύρονται τῶν ἀκεραιοτέρων αἱ ἀκοαί· εἰς συνήθειαν λοιπὸν ἦλθον τῆς αἱρετικῆς δυσσεβείας. συνεκτρέφεται τὰ νήπια τῆς Ἐκκλησίας τοῖς λόγοις τῆς ἀσεβείας. τί γὰρ καὶ ποιήσουσι; βαπτίσματα παρʼ ἐκείνοις, προπομπαὶ τῶν ἐξοδευόντων, ἐπισκέψεις τῶν ἀσθενούντων, παρακλήσεις τῶν λυπουμένων, βοήθειαι τῶν καταπονουμένων, ἀντιλήψεις παντοδαπαί, μυστηρίων κοινωνίαι· ἃ πάντα, δι’ ἐκείνων ἐπιτελούμενα, σύνδεσμος γίνεται τοῖς λαοῖς τῆς πρὸς αὐτοὺς ὁμονοίας· ὥστε μικροῦ χρόνου προελθόντος, μηδʼ εἰ γένοιτό τις ἄδεια, ἐλπίδα λοιπὸν εἶναι τοὺς ὑπὸ τῆς χρονίας ἀπάτης κατασχεθέντας, πάλιν πρὸς τὴν ἐπίγνωσιν τῆς ἀληθείας ἀνακληθῆναι.

  78. 243.6

    Τούτων ἕνεκεν πολλοὺς ἡμᾶς ἐχρῆν συνδραμεῖν πρὸς τὴν ὑμετέραν σεμνότητα, καὶ ἕκαστον τῶν ἑαυτοῦ πραγμάτων ἐξηγητὴν γενέσθαι. νῦν δὲ καὶ αὐτὸ τοῦτο δεῖγμα γενέσθω ὑμῖν τῆς κακοπαθείας, ἐν ᾗ διάγομεν, ὅτι οὐδʼ ἀποδημίας ἐσμὲν κύριοι. εἰ γάρ τις καὶ πρὸς τὸ βραχύτατον τῆς ἐκκλησίας ἑαυτοῦ ἀποσταίη, ἐκδότους ἀφήσει τοὺς λαοὺς τοῖς ἐφεδρεύουσιν. ἀλλὰ τῇ τοῦ Θεοῦ χάριτι ἕνα ἀπεστείλαμεν ἀντὶ πολλῶν, τὸν εὐλαβέστατον καὶ ἀγαπητὸν ἀδελφὸν ἡμῶν Δωρόθεον τὸν συμπρεσβύτερον· ὃς καὶ ὅσα διαπέφευγεν ἡμῶν τὰ γράμματα τῇ παρʼ ἑαυτοῦ διηγήσει δυνατός ἐστιν ἀναπληρῶσαι, παρηκολουθηκὼς πᾶσι μετὰ ἀκριβείας, καὶ ζηλωτὴς ὑπάρχων τῆς ὀρθῆς πίστεως. ὃν προσδεξάμενοι ἐν εἰρήνῃ διὰ ταχέων ἡμῖν ἀποπέμψατε, ἀγαθὰ ἡμῖν εὐαγγέλια φέροντα τῆς σπουδῆς ὑμῶν, ἣν ἔχετε πρὸς τὸ ἀντιλαμβάνεσθαι τῆς ἀδελφότητος.

  79. 244.1

    Ἐνέτυχόν σου τοῖς γράμμασιν, ἃ διὰ τοῦ ἀδελφοῦ ἡμῶν Στρατηγίου τοῦ συμπρεσβυτέρου ἀπέστειλας, καὶ ἐνέτυχον ἡδέως. πῶς γὰρ οὐκ ἔμελλον, καὶ παρὰ ἀνδρὸς συνετοῦ γεγραμμένοις, καὶ παρὰ καρδίας τὴν πρὸς πάντας ἀγάπην ἐκ τῆς ἐντολῆς τοῦ Κυρίου κατορθοῦν δεδιδαγμένης; καὶ σχεδὸν ἐγνώρισα τῆς ἐν τῷ παρελθόντι χρόνῳ σιωπῆς τὴν αἰτίαν. ἀποροῦντι γὰρ ἐῴκεις καὶ ἐκθαμβουμένῳ, εἰ Βασίλειος ἐκεῖνος, ὁ τοιῶσδε δουλεύσας ἐκ παιδὸς τῷ δεῖνι, ὁ τάδε ποιήσας ἐπὶ τῶν καιρῶν τῶνδε καὶ τάδε, ὁ τὸν πρὸς τοὺς μυρίους πόλεμον τῆς πρὸς τὸν ἕνα θεραπείας ἕνεκεν καταδεξάμενος· οὗτος νῦν ἕτερος γέγονεν ἐξ ἑτέρου, καὶ πόλεμον ἀντὶ τῆς ἀγάπης ἀνῄρηται, καὶ ὅσα ἄλλα ἐπέστειλας, ἱκανῶς τῆς ψυχῆς τὴν ἔκπληξιν ἐν τῇ παραλόγῳ τῶν πραγμάτων μεταβολῇ ἐνδεικνύμενος. καὶ εἴ τι ἡμῶν καὶ καθήψω, οὐκ ἐδεξάμην τοῦτο δυσκόλως. οὐ γὰρ οὕτως εἰμὶ ἀνουθέτητος, ὡς πρὸς τὰς ἀγαπητικὰς ἐπιπλήξει τῶν ἀδελφῶν δυσχεραίνειν. τοσοῦτον γὰρ ἀπέχω τοῖς ἐπεσταλμένοις ἄχθεσθαι, ὥστε μικροῦ καὶ ἐγέλασα ἐπʼ αὐτοῖς, εἴ τοσούτων ὄντων καὶ τηλικούτων, ἃ ἡμῖν ἐδόκει τὴν πρὸς ἀλλήλους φιλίαν πρότερον βεβαιοῦν, αὐτὸς ἐπὶ μικροῖς τοῖς μέχρι σοῦ φθάσασι τηλικαύτην ἔγραψας τὴν ἔκπληξιν πεπονθέναι. ἄρʼ οὖν καὶ σὺ τὸ τῶν πολλῶν πέπονθας, οἳ καταλιπόντες τῶν πραγμάτων ἐξετάζειν τὴν φύσιν, τοῖς ἀνθρώποις προσέχουσι, περὶ ὧν οἱ λόγοι, καὶ γίνονται, οὐχὶ τῆς ἀληθείας ἐξετασταί, ἀλλὰ τῆς διαφορᾶς τῶν προσώπων δοκιμασταί, ἐπιλαθόμενοι τῆς παραινέσεως, ὅτι Ἐπιγινώσκειν πρόσωπον ἐν κρίσει, οὐ καλόν.

  80. 244.2

    Πλὴν ἀλλʼ ἐπειδὴ Θεὸς πρόσωπον ἐν κρίσει ἀνθρώπου οὐ λαμβάνει, ἣν πρὸς τὸ μέγα δικαστήριον ἀπολογίαν παρεσκεύασα, ταύτην καὶ σοὶ γνωρίσαι οὐ παραιτήσομαι. ὅτι οὐδὲν παρʼ ἡμῶν τὸ ἐξ ἀρχῆς, οὔτε μικρὸν οὔτε μεῖζον, γέγονε τῆς διαστάσεως αἴτιον· ἀλλʼ ἄνθρωποι μισοῦντες ἡμᾶς, δι’ ἃς ἴσασιν προφάσεις αὐτοὶ (οὐ γὰρ ἐμὲ χρὴ λέγειν περὶ αὐτῶν οὐδέν), συνεχεῖς ἐποιοῦντο τὰς διαβολάς, καὶ ἅπαξ μὲν ταύτας καὶ δὶς ἀπεδυσάμεθα, ὡς δὲ ἀπέραντον ἦν τὸ πρᾶγμα, καὶ οὐδὲν ὄφελος τῆς συνεχοῦς ἀπολογίας. ἡμῶν μὲν μακρὰν ἀπῳκισμένων, τῶν δὲ ψευδολόγων ἐγγύθεν ἐχόντων ταῖς καθʼ ἡμῶν τιτρώσκειν διαβολαῖς καρδίαν εὐκαταγώνιστον καὶ οὐ δεδιδαγμένην τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν φυλάττειν τῷ μὴ παρόντι· τῶν Νικοπολιτῶν ἀπαιτούντων τινὰ πληροφορίαν πίστεως, ὃ πάντως οὐδὲ ὑμεῖς ἠγνοήσατε, ἔδοξεν ἡμῖν τὴν διακονίαν τοῦ γράμματος ὑποδέξασθαι. ἐλογισάμεθα γὰρ δύο κατορθώσειν ἐν ταὐτῷ· τούς τε Νικοπολίτας πείσειν μὴ κακῶς φρονεῖν περὶ τοῦ ἀνδρός, καὶ τῶν διαβαλλόντων ἡμᾶς ἐμφράξειν τὰ στόματα, τῆς κατὰ τὴν πίστιν συμφωνίας τὰς ἑκατέρωθεν συκοφαντίας ἀποκλειούσης. καὶ δὴ καὶ συγγέγραπτο μὲν ἡ πίστις, προσηνέχθη δὲ παρʼ ἡμῶν· ὑπεγράφη δέ ὡς ὑπεγράφη, καὶ χωρίον ὑπεδείχθη συνόδου δευτέρας, καὶ καιρὸς ἕτερος, ὥστε καὶ τοὺς κατὰ τὴν παροικίαν ἀδελφοὺς ἡμῶν συνελθόντας ἑνωθῆναι ἀλλήλοις, καὶ γνησίαν καὶ ἄδολον τοῦ λοιποῦ εἶναι τὴν κοινωνίαν.

  81. 244.3

    Ἡμεῖς μὲν οὖν ἀπηντήσαμεν κατὰ τὴν προθεσμίαν, καὶ οἱ σὺν ἡμῖν ἀδελφοὶ οἱ μὲν παρῆσαν, οἱ δὲ ἐπέρρεον, φαιδροὶ πάντες καὶ πρόθυμοι, ὡς ἐπὶ εἰρήνην τρέχοντες· καὶ γράμματα παρʼ ἡμῶν, καὶ ἡμεροδρόμοι σημαίνοντες, ὅτι πάρεσμεν· καὶ γὰρ ἡμέτερον ἦν τὸ χωρίον τὸ ἀποδεδειγμένον εἰς ὑποδοχὴν τῶν συντρεχόντων. ὡς δὲ ἐκ τοῦ ἑτέρου μέρους οὐδεὶς ἦν, οὔτε προτρέχων, οὔτε εὐαγγελιζόμενος τὴν παρουσίαν τῶν προσδοκωμένων, οἱ δὲ παρʼ ἡμῶν ἀποσταλέντες ἐπανῆλθον κατήφειαν πολλὴν καὶ γογγυσμὸν τῶν ἐκεῖ διηγούμενοι, ὡς καινῆς πίστεως παρʼ ἡμῶν καταγγελθείσης· καὶ ἐλέγοντο διορίζεσθαι, ἦ μὴν μὴ ἐπιτρέψειν τῷ ἐπισκόπῳ αὐτῶν πρὸς ἡμᾶς διαβῆναι· ἦλθε δέ τις καὶ γράμμα φέρων ἡμῖν, ἀφωσιωμένον καὶ οὐδεμίαν ἔχον μνήμην τῶν ἐξ ἀρχῆς συγκειμένων. καὶ ὁ πάσης δέ μοι αἰδοῦς καὶ τιμῆς ἄξιος ἀδελφὸς Θεόφιλος, ἕνα τῶν αὐτῷ συνόντων ἀποστείλας, ἐδήλωσέ τινα, ἃ ἐνόμισε καὶ αὐτῷ ἐπιβάλλοντα εἶναι εἰπεῖν καὶ ἡμῖν ἀκοῦσαι πρέποντα. ἐπιστεῖλαι γὰρ οὐκ ἠξίωσεν, οὐ τὸν ἐκ τῶν γραμμάτων ἔλεγχον ὑφορώμενος τοσοῦτον, ὅσον φροντίζων τοῦ μὴ εἰς ἀνάγκην ἐλθεῖν προσειπεῖν ἡμᾶς ὡς ἐπισκόπους· πλήν γε δή, ὅτι σφοδρὰ ἦν τὰ ῥήματα, καὶ ἀπὸ καρδίας ἐκθερμανθείσης ἐξενεχθέντα. ἐπὶ τούτοις διελύθημεν κατῃσχυμμένοι, καὶ συμπεπτωκότες τῇ γνώμῃ, οὐκ ἔχοντες ὅ τι τοῖς ἐρωτῶσιν ἀποκρινούμεθα. χρόνος δὲ οὐ πολὺς ἐν τῷ μέσῳ, καὶ ἀποδημία μέχρι Κιλίκων· κἀκεῖθεν ἐπάνοδος. καὶ γράμματα εὐθύς, ἀπαγόρευσιν ἔχοντα τῆς πρὸς ἡμᾶς κοινωνίας.

  82. 244.4

    Ἡ δὲ αἰτία τῆς ἀπορρήξεως, ὅτι Ἀπολλιναρίῳ, φησίν, ἐπεστείλαμεν, καὶ τὸν συμπρεσβύτερον ἡμῶν Διόδωρον ἔχομεν κοινωνικόν. ἐγὼ δὲ Ἀπολλινάριον μὲν ἐχθρὸν οὐδέποτε ἡγησάμην, ἀλλʼ ἔστιν ἐφʼ οἷς καὶ αἰδοῦμαι τὸν ἄνδρα· οὐ μὴν οὕτως ἐμαυτὸν τῷ ἀνθρώπῳ συνῆψα, ὥστε τὰ ἐκείνου ἐγκλήματα αὐτὸς ὑποδέχεσθαι· ὅπου γε ἔχω τινὰ καὶ αὐτὸς ἐγκαλεῖν αὐτῷ, ἐντυχών τισι τῶν συνταγμάτων αὐτοῦ. οὐ μὴν περὶ τοῦ Πνεύματος τοῦ ἁγίου ἢ αἰτήσας αὐτὸν οἶδα βιβλίον, ἢ ἀποσταλὲν ὑποδεξάμενος. ἀλλὰ πολυφωνότατον μὲν αὐτὸν ἀκούω πάντων συγγραφέων γεγενῆσθαι, ὀλίγοις δὲ ἐντετύχηκα τῶν συνταγμάτων αὐτοῦ· οὐδὲ γὰρ σχολή μοί ἐστι τὰ τοιαῦτα διερευνᾶσθαι, καὶ ἅμα δυσχερής τις εἰμὶ πρὸς τὴν τῶν νεωτέρων παραδοχήν, ᾧ γε τὸ σῶμα οὐδὲ τῇ ἀναγνώσει τῶν θεοπνεύστων Γραφῶν φιλοπόνως καὶ καθʼ ὃν δεῖ τρόπον συγχωρεῖ παραμένειν. τί οὖν πρὸς ἐμὲ τοῦτο, εἴ τις συνέγραψέ τι μὴ ἀρέσκον τῷ δεῖνι; καίτοι εἰ δεῖ ἄλλον ὑπὲρ ἄλλου τὰς εὐθύνας ὑπέχειν, ὁ ἐμοὶ ἐγκαλῶν ὑπὲρ Ἀπολλιναρίου ἀπολογείσθω ἡμῖν ὑπὲρ Ἀρείου τοῦ ἰδίου διδασκάλου. καὶ ὑπὲρ Ἀετίου τοῦ ἰδίου αὐτοῦ μαθητοῦ. ἡμεῖς δὲ οὔτε ἐδιδάχθημέν τι, οὔτε ἐμαθητεύθημεν τῷ ἀνδρί, οὗ τὰ ἐγκλήματα ἡμῖν περιτρέπουσι.

  83. 244.5

    Διόδωρον δέ, ὡς θρέμμα τοῦ μακαρίου Σιλουανοῦ, τὸ ἐξ ἀρχῆς ὑπεδεξάμεθα· νῦν δὲ καὶ ἀγαπῶμεν καὶ περιέπομεν διὰ τὴν προσοῦσαν αὐτῷ τοῦ λόγου χάριν, δι’ ἧς πολλοὶ τῶν ἐντυγχανόντων βελτίους γίνονται.

  84. 244.6

    Ἐπὶ τούτοις τοῖς γράμμασι διατεθεὶς ὡς εἰκὸς ἦν, καὶ ἐκπλαγεὶς πρὸς τὴν οὕτω παράλογον καὶ ἀθρόαν μεταβολήν, οὐδὲ ἀντιφθέγξασθαι ἠδυνήθην. συνδέδετο μὲν γάρ μοι ἡ καρδία, παρεῖτο δὲ ἡ γλῶσσα, νεναρκήκει δὲ ἡ χείρ· καὶ ἔπαθον πάθος ψυχῆς ἀγεννοῦς (εἰρήσεται γὰρ τἀληθές, πλὴν ἀλλὰ συγγνώμης ἄξιον)· μικροῦ καὶ εἰς μισανθρωπίαν ἐξέπεσον, καὶ πᾶν μοι ἦθος ὕποπτον ἐνομίσθη, καὶ μὴ εἶναι ἐν ἀνθρώπου φύσει τὸ τῆς ἀγάπης καλόν, ἀλλὰ ῥῆμα εἶναι εὐπρόσωπον καλλωπισμόν τινα παρέχον τοῖς κεχρημένοις, οὐ μὴν ἐνυπάρχειν κατʼ ἀλήθειαν καρδίᾳ ἀνθρώπου τὴν διάθεσιν ταύτην, εἰ γὰρ ὁ δοκῶν ἐκ παιδὸς εἰς γῆρας βαθὺ ἐπιμέλειαν ἑαυτοῦ πεποιῆσθαι ἐκ τοιούτων προφάσεων οὕτω ῥᾳδίως ἐξηγριώθη, μηδὲν τῶν ἡμετέρων ὑπολογισάμενος, μηδὲ τὴν ἐν τῷ παρελθόντι πεῖραν τῆς οὕτως εὐτελοῦς διαβολῆς κυριωτέραν θέμενος, ἀλλʼ οἷόν τις πῶλος ἀδάμαστος, οὔπω φέρειν καλῶς τὸν ἀναβάτην δεδιδαγμένος, ἐκ μικρᾶς ὑποψίας ἀνεχαίτισε καὶ ἀπεσείσατο καὶ χαμαὶ ἔρριψεν οἷς πρότερον ἐπηγάλλετο· τί χρὴ περὶ τῶν ἄλλων ὑπονοεῖν, πρὸς οὓς οὔτε ἡμῖν τοσαῦτα τῆς φιλίας ἐστὶν ἐνέχυρα οὔτε παρʼ αὐτῶν τοιαύτη τῆς τῶν τρόπων ἐπιμελείας ἐπίδειξις; ταῦτα κατʼ ἐμαυτὸν ἀνελίσσων ἐν τῇ ψυχῇ, καὶ συνεχῶς στρέφων ἐν τῇ καρδίᾳ, μᾶλλον δὲ ἀναστρεφόμενος ὑπʼ αὐτῶν τὴν καρδίαν, οὕτω δακνόντων με καὶ νυσσόντων διὰ τῆς μνήμης, οὐδὲν ἐκείνοις ἀπεκρινάμην τοῖς γράμμασιν, οὐχ ὑπεροψίᾳ σιωπήσας (μὴ τοῦτο οἰηθῇς, ἀδελφέ· οὐ γὰρ ἀνθρώποις ἀπολογούμεθα, ἀλλὰ κατενώπιον τοῦ Θεοῦ ἐν Χριστῷ λαλοῦμεν), ἀπορίᾳ δὲ καὶ ἀμηχανίᾳ καὶ τῷ μὴ ἔχειν εἰπεῖν τι τῆς λύπης ἄξιον.

  85. 244.7

    Ἕως ἐν τούτοις ἦμεν, ἐπικατέλαβεν ἡμᾶς ἕτερα γράμματα πρὸς Δαζίζαν τινὰ γεγραμμένα δῆθεν, τῇ δὲ ἀληθείᾳ πᾶσιν ἀνθρώποις ἐπεσταλμένα, ὡς δηλοῖ αὐτῶν ἡ οὕτως ὀξεῖα διάδοσις, ὡς ἐν ὀλίγαις ἡμέραις ἐν παντὶ μὲν τῷ Πόντῳ κατασπαρῆναι καὶ τὴν Γαλατίαν ἐπιδραμεῖν. φασὶ δέ τινες, ὅτι καὶ Βιθυνοὺς διεξελθόντες οἱ τῶν ἀγαθῶν τούτων ἄγγελοι μέχρις αὐτοῦ ἔφθασαν Ἑλλησπόντου. τίνα δὲ ἦν τὰ καθʼ ἡμῶν πρὸς Δαζίζαν ἐπεσταλμένα, πάντως μὲν οἶδας. οὐ γὰρ οὕτω σε μακρὰν τῆς ἑαυτῶν φιλίας τίθενται, ὥστε σε μόνον ἀγέραστον τῆς τιμῆς ἐκείνης καταλιπεῖν. εἰ δὲ οὐκ ἦλθεν εἰς σὲ τὰ γράμματα, ἀλλʼ ἐγώ σοι ἀποστέλλω. ἐν οἷς εὑρήσεις ἡμᾶς κατηγορουμένους, δόλον καὶ ῥᾳδιουργίαν, φθορὰν ἐκκλησιῶν καὶ ψυχῶν ἀπώλειαν, καὶ τὸ πάντων, ὡς αὐτοὶ νομίζουσιν, ἀληθέστερον, ὅτι ἐγκάθετον ἐκείνην τὴν προβολὴν τῆς πίστεως ἐποιησάμεθα, οὐ Νικοπολίταις διακονούμενοι, ἀλλʼ αὐτοὶ λαβεῖν δολερῶς ὁμολογίαν ἐπινοήσαντες. τούτων μὲν οὖν κριτὴς Κύριος· καὶ γὰρ τίς ἂν γένοιτο τῶν ἐν καρδίᾳ λογισμῶν ἐναργὴς ἀπόδειξις; ἐκεῖνο δὲ αὐτῶν ἐθαύμασα, εἰ ὅτι μὲν τῷ παρʼ ἡμῶν ἐπιδοθέντι βιβλίῳ ὑπέγραψαν τοσαύτῃ κέχρηνται διαστάσει, ὥστε καὶ ὄντα καὶ μὴ ὄντα εἰς τὴν τῶν ἐγκαλούντων αὐτοῖς πληροφορίαν συμφύρειν, ὅτι δὲ ἐν τῇ Ῥώμῃ ἔγγραφος αὐτῶν ὁμολογία τῆς ἐν Νικαίᾳ πίστεως ἀπόκειται, τοῦτο οὐκ ἐννοοῦσιν, οὐδὲ ὅτι διὰ τῆς ἑαυτῶν χειρὸς ἐπέδωκαν τῇ ἐν Τυάνοις συνόδῳ τὸ ἀπὸ Ῥώμης βιβλίον, ὃ παρʼ ἡμῖν κατάκειται, τὴν αὐτὴν ταύτην πίστιν ἔχον. καὶ τῆς ἰδίας ἑαυτῶν δημηγορίας ἐπελάθοντο, ἣν εἰς τὸ μέσον καταστάντες τότε, ὠδύροντο μὲν τὴν ἀπάτην, δι’ ἧς ὑπήχθησαν συνθέσθαι τῷ τόμῳ τῷ παρὰ τοῦ συστήματος Εὐδοξίου συντεταγμένῳ· διότι ταύτην ἐπενόησαν τοῦ σφάλματος ἐκείνου ἀπολογίαν, τὸ ἀπελθόντας εἰς Ῥώμην, ἐκεῖθεν λαβεῖν τὴν τῶν πατέρων πίστιν, ἵνα ἣν ἐποίησαν βλάβην ταῖς ἐκκλησίαις τῇ πρὸς τὸ κακὸν συνθήκῃ, ταύτην ἐπανορθώσωνται τῇ ἐπεισαγωγῇ τοῦ βελτίονος. ἀλλʼ οἱ τὰς μακροτάτας ἀποδημίας ὑπὲρ τῆς πίστεως ὑποστάντες, καὶ τὰ σοφὰ ταῦτα δημηγορήσαντες, νῦν λοιδοροῦνται ἡμᾶς, ὡς δολίως πορευομένους, καὶ ἐν σχήματι ἀγάπης τὰ τῶν ἐπιβουλευόντων ποιοῦντας. δηλοῖ δὲ καὶ τὰ νῦν περιφερόμενα κατεγνωκέναι αὐτοὺς τῆς ἐν Νικαίᾳ πίστεως. εἶδον γὰρ Κύζικον, καὶ μετʼ ἄλλης πίστεως ἐπανῆλθον.

  86. 244.8

    Καὶ τί τὸ ἐν τοῖς ῥήμασιν εὐμετάθετον λέγω, πολλῷ μείζονας ἐξ αὐτῶν τῶν πραγμάτων τῆς ἐπὶ τὰ ἐναντία περιτροπῆς ἔχων τὰς ἀποδείξεις; οἱ γὰρ πεντακοσίων ἐπισκόπων δόγματι κατʼ αὐτῶν ἐξενεχθέντι μὴ εἴξαντες, μηδὲ καταδεξάμενοι τῆς οἰκονομίας τῶν ἐκκλησιῶν ἀποστῆναι, τοσούτων εἰς τὴν τῆς καθαιρέσεως αὐτῶν γνώμην συμφωνησάντων· διότι, φασίν, οὐκ ἦσαν Πνεύματος ἁγίου μέτοχοι, οὐδὲ Θεοῦ χάριτι τὰς ἐκκλησίας οἰκονομοῦντες, ἀλλʼ ἀνθρωπίνῃ δυναστείᾳ καὶ ἐπιθυμίᾳ δόξης κενῆς τὰ προστασίας ἁρπάσαντες· οὗτοι νῦν τοὺς παρʼ ἐκείνων χειροτονηθέντας ὡς ἐπισκόπους δέχονται. οὓς ἐρώτησον ἀντʼ ἐμοῦ, εἰ καὶ τῶν ἀνθρώπων πάντων καταφρονοῦσιν, ὡς οὔτʼ ὀφθαλμοὺς ἐχόντων, οὔτʼ ὦτα, οὔτε καρδίαν αἰσθητικήν, ὅσον γοῦν δύνασθαι συνιδεῖν τῶν γενομένων τὸ ἀνακόλουθον, ἐν τῇ ἑαυτῶν καρδίᾳ τίνα διάνοιαν ἔχουσι; πῶς δύνανται δύο εἶναι ἐπίσκοποι, ὅ τε καθῃρημένος ὑπὸ Εὐιππίου, καὶ ὁ παρʼ αὐτοῦ κεχειροτονημένος; τῆς γὰρ αὐτῆς χειρὸς ἔργον ἀμφότερα. ὃς εἰ μὴ εἶχε τὴν δεδομένην τῷ Ἱερεμίᾳ χάριν, κατασκάπτειν καὶ ἀνοικοδομεῖν, ἐκριζοῦν καὶ καταφυτεύειν, οὔτʼ ἂν ἐξερρίζωσε τοῦτον, οὔτʼ ἂν ἐκεῖνον ἐφύτευσεν. εἰ δὲ τὸ ἕτερον αὐτῷ δίδως, συγχωρήσεις αὐτῷ καὶ τὸ ἕτερον. ἀλλʼ εἷς σκοπός, ὡς ἔοικε, τὸ ἑαυτῶν ζητεῖν πανταχοῦ, καὶ φίλον μὲν ἡγεῖσθαι τὸν ταῖς ἐπιθυμίαις αὐτῶν συνεργοῦντα, πολέμιον δὲ κρίνειν, καὶ μηδεμιᾶς κατʼ αὐτοῦ διαβολῆς φείδεσθαι, τὸν ταῖς ἐπιθυμίαις αὐτῶν ἀνθιστάμενον.

  87. 244.9

    Οἷαι γὰρ αὐτῶν καὶ αἱ νῦν κατὰ τῆς Ἐκκλησίας οἰκονομίαι. φρικταὶ μὲν διὰ τὴν τῶν ποιούντων εὐκολίαν, ἐλεειναὶ δὲ διὰ τὴν τῶν πασχόντων ἀναισθησίαν. Εὐιππίου τέκνα καὶ Εὐιππίου ἔκγονα, διὰ πρεσβείας ἀξιοπίστου ἐκ τῆς ὑπερορίας μετακληθέντες εἰς τὴν Σεβάστειαν, ἐπιστεύθησαν τὸν λαόν. παρέλαβον τὸ θυσιαστήριον, ζύμη ἐγένοντο τῆς ἐκεῖ ἐκκλησίας. παρʼ ὧν ἡμεῖς μὲν ὡς ὁμοουσιασταὶ διωκόμεθα. Εὐστάθιος δὲ ὁ βαστάσας ἐν τῷ χάρτῃ ἀπὸ Ῥώμης μέχρι Τυάνων τὸ ὁμοούσιον, οὗτος νῦν αὐτοῖς ἀνακέκραται, εἰ καὶ ὅτι παραδεχθῆναι εἰς τὴν πολυπόθητον αὐτῶν κοινωνίαν οὐκ ἠδυνήθη, ἢ φοβηθέντων τὸ πλῆθος τῶν κατʼ αὐτοῦ συμφωνησάντων, ἢ αἰδεσθέντων τὸ ἀξιόπιστον. τίνες γὰρ ἦσαν οἱ συνειλεγμένοι, καὶ πῶς μὲν χειροτονηθεὶς ἕκαστος, ἀπὸ ποίου δὲ τοῦ ἐξ ἀρχῆς βίου ἐπὶ ταύτην παρῆλθε τὴν δυναστείαν νῦν, ἐγὼ μὲν μή ποτε οὕτω σχολάσαιμι, ὥστε τὰς ἐκείνων πράξεις ἐκδιηγεῖσθαι. ἔμαθον γὰρ προσεύχεσθαι· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. αὐτὸς δὲ ἐρευνήσας μαθήσῃ· κἄν σε διαφύγῃ, τὸν κριτὴν πάντως οὐ λήσεται. Ὃ μέντοι πέπονθα πάθος οὐ παραιτήσομαι καὶ πρὸς τὴν σὴν ἐξειπεῖν ἀγάπην, ὅτι πέρυσιν, ἀσθενήσας πυρετῷ λαβροτάτῳ, καὶ ἐγγίσας μέχρις αὐτῶν τῶν πυλῶν τοῦ θανάτου, εἶτα ὑπὸ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἀνακληθείς, δυσχερῶς εἶχον πρὸς τὴν ἐπάνοδον, λογιζόμενος εἰς οἷα πάλιν ἔρχομαι κακά· καὶ κατʼ ἐμαυτὸν ἐσκόπουν, τί ποτε ἄρα ἐστὶ τὸ ἐν τῷ βάθεῖ τῆς σοφίας ἀποκείμενον τοῦ Θεοῦ, δι’ ὃ ἐμοὶ πάλιν τῆς ἐν σαρκὶ ζωῆς ἡμέραι συνεχωρήθησαν. ἐπειδὴ δὲ ἔγνων ταῦτα, ἐλογισάμην, ὅτι ἐβουλήθη ἡμᾶς ὁ Κύριος ἰδεῖν παυσαμένας τοῦ σάλου τὰς ἐκκλησίας, ὃν ἔπαθον πρὸ τούτου ἐπὶ τῷ χωρισμῷ τῶν διὰ τὴν περιπεπλασμένην αὐτοῖς σεμνότητα πάντα πιστευομένων. ἢ καὶ τάχα τονῶσαί μου τὴν ψυχὴν καὶ νηπτικωτέραν πρός γε τὸ ἐφεξῆς καταστῆσαι ὁ Κύριος ἐβουλήθη, ὡς μὴ προσέχειν ἀνθρώποις, ἀλλὰ διὰ τῶν εὐαγγελικῶν ἐντολῶν καταρτίζεσθαι, αἳ οὔτε καιροῖς οὔτε περιστάσεσιν ἀνθρωπίνων πραγμάτων συμμεταβάλλονται, ἀλλʼ αἱ αὐταὶ διαμένουσιν, ὡς προηνέχθησαν ἀπὸ τοῦ ἀψευδοῦς καὶ μακαρίου στόματος, οὕτω διαιωνίζουσαι.

  88. 244.10

    Ἄνθρωποι δὲ ταῖς νεφέλαις ἐοίκασι, πρὸς τὰς τῶν πνευμάτων μεταβολὰς ἄλλοτε κατʼ ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις. καὶ μάλιστα δὴ οὗτοι, περὶ ὧν ὁ λόγος, πολυτροπώτατοι τῶν εἰς ἡμετέραν πεῖραν ἡκόντων ἐφάνησαν. εἰ μὲν καὶ εἰς τὰ λοιπὰ τοῦ βίου πράγματα εἴποιεν ἂν οἱ συμβεβιωκότες, ὃ δʼ οὖν ἐμοὶ ἐφάνη, τὸ περὶ τὴν πίστιν αὐτῶν εὐμετάθετον, οὐκ οἶδα μέχρι τοῦ νῦν ἐν ἄλλοις οὔτε αὐτὸς ἱστορήσας οὔτε ἀκούσας ἑτέρων. Ἀρείῳ κατηκολούθουν τὸ ἐξ ἀρχῆς· μετέθεντο πρὸς Ἑρμογένην, τὸν κατὰ διάμετρον ἐχθρὸν ὄντα τῆς Ἀρείου κακοδοξίας, ὡς δηλοῖ αὐτὴ ἡ πίστις ἡ κατὰ Νίκαιαν παρʼ ἐκείνου τοῦ ἀνδρὸς ἐκφωνηθεῖσα ἐξ ἀρχῆς. ἐκοιμήθη Ἑρμογένης, καὶ πάλιν μετέστησαν πρὸς Εὐσέβιον, ἄνδρα κορυφαῖον τοῦ κατὰ Ἄρειον κύκλου, ὡς οἱ πειραθέντες φασίν. ἐκεῖθεν ἐκπεσόντες δι’ ἃς δήποτε αἰτίας, πάλιν ἀνέδραμον εἰς τὴν πατρίδα, καὶ πάλιν τὸ Ἀρειανὸν ὑπέκρυπτον φρόνημα. παρελθόντες εἰς τὴν ἐπισκοπήν, ἵνα τὰ ἐν μέσῳ παραλίπω, ὅσας ἐξέθεντο πίστεις. ἐπʼ Ἀγκύρας ἄλλην, ἑτέραν ἐν Σελευκείᾳ, ἑτέραν ἐν Κωνσταντινουπόλει, τὴν πολυθρύλλητον, ἐν Λαμψάκῳ ἑτέραν, μετὰ ταῦτα τὴν ἐν Νίκῃ τῆς Θράκης, νῦν πάλιν τὴν ἐν Κυζίκῳ· ἧς τὰ μὲν ἄλλα οὐκ ἐπίσταμαι, τοσοῦτον δὲ ἀκούω, ὅτι τὸ ὁμοούσιον κατασιγάσαντες, τὸ κατʼ οὐσίαν ὅμοιον νῦν ἐπιφέρουσι, καὶ τὰς εἰς Πνεῦμα τὸ ἅγιον βλασφημίας μετʼ Εὐνομίου συγγράφουσι. τούτων δὲ τῶν πίστεων ἃς ἀπηριθμησάμην, εἰ καὶ μὴ πᾶσαι πρὸς ἀλλήλας ἔχουσιν ἐναντίως, ἀλλʼ οὖν τὸ εὐμετάβολον τοῦ τρόπου ὁμοίως συνιστῶσι, διὰ τὸ μηδέποτε αὐτοὺς ἐπὶ τῶν αὐτῶν ἑστάναι ῥημάτων. ταῦτά ἐστιν ἀληθῆ, μυρίων ἑτέρων ἀποσιωπηθέντων.

  89. 244.11

    Ἐπειδὴ δὲ καὶ πρὸς ὑμᾶς διέβησαν νῦν, ἀξιοῦμεν ἀντιγράψαι διὰ τοῦ αὐτοῦ ἀνδρὸς (λέγω δὲ τοῦ συμπρεσβυτέρου ἡμῶν Στρατηγίου), εἴτε ὁ αὐτὸς διέμεινας πρὸς ἡμᾶς, εἴτε καὶ ἠλλοιώθης ἀπὸ τῆς συντυχίας. οὔτε γὰρ ἐκείνους εἰκὸς ἦν σιωπῆσαι, οὔτε αὐτὸν σέ, τὸν ἡμῖν τοιαῦτα γράψαντα, μὴ οὐχὶ καὶ πρὸς ἐκείνους τῇ παρρησίᾳ χρήσασθαι. εἰ μὲν οὖν μένοις ἐν τῇ πρὸς ἡμᾶς κοινωνίᾳ τοῦτο ἄριστον καὶ εὐχῆς τῆς ἀνωτάτω ἄξιον· εἰ δέ σε πρὸς ἑαυτοὺς μετέθηκαν, λυπηρὸν μέν. πῶς γὰρ οὐκ ἀδελφοῦ τοιούτου χωρισμός; πλὴν εἰ καὶ μηδὲν ἄλλο, τὸ γοῦν φέρειν τὰς τοιαύτας ζημίας παρʼ αὐτῶν ἐκείνων ἱκανῶς ἐγυμνάσθημεν.

  90. 245.1

    Πάλαι δεξάμενος τὰ παρὰ τῆς σῆς ἀγάπης γράμματα, ἀνέμενον διὰ γνησίου προσώπου ἀντεπιστεῖλαι, ἵνα καὶ ὅσα τὴν ἐπιστολὴν διαφύγῃ ὁ διάκονος τῶν γραμμάτων ἀναπληρώσῃ. ἐπεὶ οὖν παρεγένετο ἡμῖν ὁ ποθεινότατος καὶ εὐλαβέστατος ἀδελφὸς ἡμῶν Στρατήγιος, αὐτῷ ἐνόμισα δίκαιον εἶναι χρήσασθαι διακόνῳ, τῷ καὶ εἰδότι τὴν ἡμετέραν γνώμην καὶ δυναμένῳ γνησίως τε ἅμα καὶ εὐλαβῶς διακονῆσαι τὰ παρʼ ἡμῶν.

  91. 245.2

    Γίνωσκε τοίνυν, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, πολλοῦ ἀξίαν τίθεσθαι ἡμᾶς τὴν πρὸς σὲ ἀγάπην, ἧς, ἕνεκα μὲν τῆς κατὰ ψυχὴν διαθέσεως, οὐδεμίαν ὥραν ἀπολειφθεῖσιν ἑαυτοῖς συνεγνώκαμεν, εἰ καὶ ὅτι πολλαὶ καὶ μεγάλαι λύπης εὐλόγου γεγόνασιν ἀφορμαί. ἀλλʼ οὖν ἐκρίναμεν τοῦτο, ὥσπερ ἐν τρυτάνῃ, τὰ χρηστότερα τοῖς ἀηδεστέροις ἀντιτιθέντες, τῇ τῶν ἀμεινόνων ῥοπῇ προσθέσθαι τὴν γνώμην. ἐπειδὴ δὲ τὰ πράγματα ἠλλοιώθη παρʼ ὧν ἥκιστα ἐχρῆν τοῦτο γενέσθαι, συγγίνωσκε καὶ ἡμῖν οὐχὶ τὴν γνώμην ἀλλοιωθεῖσιν, ἀλλὰ τὴν τάξιν μεταθεμένοις. μᾶλλον δὲ ἡμεῖς μὲν ἐπὶ τῆς αὐτῆς μενοῦμεν τάξεως, ἕτεροι δέ εἰσιν οἱ συνεχῶς μετατιθέμενοι, νῦν δὲ καὶ φανερῶς πρὸς τοὺς ἐναντίους αὐτομολοῦντες· ὧν ὅσου ἀξίαν ἐτιθέμεθα τὴν κοινωνίαν, ἕως ἦσαν ἐπὶ τῆς ὑγιαινούσης μερίδος, οὐδὲ αὐτὸς ἀγνοεῖς. νῦν δὲ εἰ μήτε ἐκείνοις συνεπόμεθα, καὶ τοὺς τὰ αὐτὰ φρονοῦντας αὐτοῖς ἐκκλίνομεν, συγγνώμης ἂν δικαίως τύχοιμεν, μηδὲν προτιμότερον τῆς ἀληθείας καὶ τῆς οἰκείας ἑαυτῶν ἀσφαλείας τιθέμενοι.

  92. 246.1

    Οταν ἴδω καὶ τὸ κακὸν εὐοδούμενον, καὶ τὴν ὑμετέραν εὐλάβειαν κεκμηκυῖαν καὶ ἀπαγορεύουσαν πρὸς τὸ συνεχὲς τῶν ἐπηρειῶν, ἀθυμίας πληροῦμαι. ὅταν δὲ πάλιν τὴν μεγάλην χεῖρα τοῦ Θεοῦ ἐννοήσω, καὶ ὅτι οἶδεν ἀνορθοῦν τοὺς κατερραγμένους, καὶ ἀγαπᾷν δικαίους, συντρίβειν δὲ ὑπερηφάνους, καὶ καθαιρεῖν ἀπὸ θρόνων δυνάστας, πάλιν μεταβαλὼν κουφότερος γίνομαι ταῖς ἐλπίσι καὶ οἶδα, ὅτι διὰ τῶν προσευχῶν ὑμῶν ταχεῖαν δείξει ἡμῖν ὁ Κύριος τὴν γαλήνην. μόνον μὴ ἀποκάμητε προσευχόμενοι· ἀλλʼ ὧν λόγοις ἐστὲ διδάσκαλοι, τούτων ἐπὶ τοῦ παρόντος καιροῦ ἔργῳ πᾶσιν ἐναργῆ σπουδάσατε προθεῖναι τὰ ὑποδείγματα.

  93. 247.1

    Ὅτε ἐνέτυχον τοῖς γράμμασι τῆς ὁσιότητος ὑμῶν, ὅσον ἐστέναξα καὶ ὠδυράμην, ὅτι καὶ ταῦτα τὰ κακὰ ταῖς ἐμαυτοῦ ἀκοαῖς ὑπεδεξάμην, πληγὰς μὲν καὶ ὕβρεις εἰς ὑμᾶς αὐτούς, πόρθησιν δὲ οἴκων, καὶ ἐρήμωσιν πόλεως, καὶ πατρίδος ὅλης ἀνατροπήν, διωγμὸν ἐκκλησίας καὶ φυγὴν ἱερέων, ἐπανάστασιν λύκων, καὶ ποιμνίων διασποράν. ἀλλʼ ἐπειδὴ ἐπαυσάμην τοῦ στεναγμοῦ καὶ τῶν δακρύων, πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην ἀποβλέψας, οἶδα καὶ πέπεισμαι, ὃ καὶ ὑμᾶς γινῶσκειν βούλομαι, ὅτι ταχεῖα ἔσται ἡ ἀντίληψις, καὶ οὐκ εἰς τέλος ἔσται ἡ ἐγκατάλειψις. ὃ μὲν γὰρ πεπόνθαμεν διὰ τὰς ἁμαρτίας ἡμῶν πεπόνθαμεν· τὴν δὲ αὐτοῦ βοήθειαν διὰ τὴν περὶ τὰς ἐκκλησίας ἑαυτοῦ ἀγάπην καὶ εὐσπλαγχίαν ὁ φιλάνθρωπος ἐπιδείξεται.

  94. 247.2

    Οὐ μέντοι παρελίπομεν καὶ παρόντες τοὺς ἐν δυνάμει καθικετεύοντες, καὶ ἐπὶ τοῦ στρατοπέδου τοῖς ἀγαπῶσιν ἡμᾶς ἐπιστέλλοντες ἐπισχεθῆναι τῆς ὀργῆς τὸν λυσσῶντα. καὶ οἶμαι παρὰ πολλῶν ἥξειν αὐτῷ κατάγνωσιν, ἐὰν μὴ ἄρα ὁ καιρὸς θορύβου πεπληρωμένος μηδεμίαν δῷ σχολὴν περὶ ταῦτα τοῖς ἐπὶ τῶν πραγμάτων.

  95. 248.1

    Ὅταν μὲν πρὸς τὴν ἡμετέραν αὐτῶν ἐπιθυμίαν ἀπίδωμεν, ἀχθόμεθα τοσοῦτον διῳκισμένοι τῆς εὐλαβείας σου· ὅταν δὲ πρὸς τὸ εἰρηνικὸν τῆς σαυτοῦ διαγωγῆς, εὐχαριστοῦμεν τῷ Κυρίῳ, τῷ ἐξελομένῳ τὴν εὐλάβειάν σου ἀπὸ τοῦ ἐμπρησμοῦ τούτου, ὃς πλέον ἐπενείματο τὴν καθʼ ἡμᾶς παροικίαν. ἔδωκε γὰρ ἡμῖν κατὰ τὰ ἔργα ἡμῶν ὁ δικαιόκριτης ἄγγελον Σατάν, ἱκανῶς ἡμᾶς κατακονδυλίζοντα, καὶ σφοδρῶς μὲν ἐκδικοῦντα τὴν αἵρεσιν· μέχρι τοσούτου δὲ τὸν πρὸς ἡμᾶς ἐξαγαγόντα πόλεμον, ὥστε μηδὲ αἵματος φείσασθαι τῶν εἰς Θεὸν πεπιστευκότων. πάντως γὰρ οὐκ ἔλαθέ σου τὴν ἀγάπην, ὅτι Ἀσκλήπιός τις, διὰ τὸ μὴ ἑλέσθαι τὴν πρὸς τὸν Δωὴκ κοινωνίαν, τυπτόμενος παρʼ αὐτῶν ταῖς πληγαῖς ἐναπέθανε, μᾶλλον δὲ διὰ τῶν πληγῶν εἰς τὴν ζωὴν μετετέθη. ἀκόλουθα δὲ ἐκείνῳ πάντα οἴου γίνεσθαι τὰ λοιπά· διωγμοὺς πρεσβυτέρων καὶ διδασκάλων, τὰ ἄλλα ὅσα ἂν ποιήσειαν ἄνθρωποι τῇ ἐκ τῆς ἀρχῆς δυναστείᾳ πρὸς τὸ ἑαυτῶν βούλημα κεχρημένοι. ἀλλὰ τούτων μὲν τὴν λύσιν ἡμῖν ὁ Κύριος ταῖς σαῖς εὐχαῖς δώσει καὶ τὴν ὑπομονήν, ὥστε βαστάσαι ἡμᾶς τὸ βάρος τῶν πειρασμῶν ἀξίως τῆς ἐπʼ αὐτὸν ἐλπίδος.

  96. 248.2

    Αὐτὸς δὲ καταξίου καὶ ἐπιστέλλειν ἡμῖν συνεχῶς περὶ τῶν κατὰ σεαυτόν. κἂν εὕρῃς τινὰ τὸν πιστῶν σοι δυνάμενον διακομίσαι τὸ πονηθὲν ἡμῖν βιβλίον, καταξίωσον μεταστείλασθαι, ἵνα τῇ σῇ ἐπικρίσει θαρρήσαντες καὶ εἰς ἄλλων χεῖρας αὐτὸ διαπεμψώμεθα. ἐρρωμένος, εὔθυμος τῷ Κυρίῳ, ὑπερευχόμενος, χαρισθείης μοι καὶ τῇ τοῦ Κυρίου Ἐκκλησίᾳ χάριτι τοῦ Ἁγίου.

  97. 249.1

    Συγχαίρω τῷ ἀδελφῷ τῷδε, καὶ τῶν ἐνταῦθα θορύβων ἀπαλλασσομένῳ, καὶ τὴν σὴν εὐλάβειαν καταλαμβάνοντι. ἀγαθὸν γὰρ αὑτῷ ἐφόδιον πρὸς τὸν ἐφεξῆς αἰῶνα, τὴν μετὰ τῶν φοβουμένων τὸν Κύριον ἀγαθὴν διαγωγήν, ἐξελέξατο. ὃν καὶ παρατιθέμεθά σου τῇ τιμιότητι, καὶ παρακαλῶ δι’ αὐτοῦ εὔχεσθαι ὑπὲρ τῆς ἐλεεινῆς ἡμῶν ζωῆς, ἵνα, ῥυσθέντες τῶν πειρασμῶν τούτων, ἀρξώμεθα δουλεύειν τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον.

  98. 250.1

    Ὀψὲ μὲν ἐδεξάμην τὰς ἐπὶ τοῖς προτέροις γράμμασιν ἀποκρίσεις, ἐδεξάμην δʼ οὖν ὅμως διὰ τοῦ ποθεινοτάτου Στρατηγίου, καὶ εὐχαρίστησα τῷ Κυρίῳ, ὅτι διαμένεις ὁ αὐτὸς ἐν τῇ πρὸς ἡμᾶς ἀγάπῃ. ἃ δὲ νῦν κατηξίωσας περὶ τῆς αὐτῆς ὑποθέσεως ἐπιστεῖλαι, ἀπόδειξιν ἔχει τῆς ἀγαθῆς σου προαιρέσεως, ὅτι φρονεῖς τὰ δέοντα, καὶ συμβουλεύεις ἡμῖν τὰ λυσιτελῆ.

  99. 250.2

    Πλὴν ἀλλʼ , ἐπειδὴ πάλιν ὁρῶ μακρότερόν μοι τὸν λόγον γινόμενον, εἰ μέλλοιμι πρὸς ἕκαστον τῶν ἐπεσταλμένων παρὰ τῆς σῆς συνέσεως ἀποκρίνεσθαι, τοσοῦτον λέγω· ὅτι τὸ τῆς εἰρήνης καλόν, εἰ μὲν ἐν τῷ ὀνόματι τῆς εἰρήνης περιγράφεται μόνῳ, καταγέλαστόν ἐστι τὸν δεῖνα καὶ τὸν δεῖνα ἐκλεγομένους, τούτοις μόνον μεταδιδόναι τοῦ εἰρηνεύειν, ἑτέρους δὲ μυρίους ἀποκλείειν τῆς πρὸς τὸ καλὸν κοινωνίας· εἰ δὲ ἡ πρὸς τοὺς βλαβεροὺς συμφωνία ἐν εἰρήνης προσχήματι τὰ τῶν πολεμίων τοὺς προσδεχομένους ἐργάζεται, σκόπει τίνες εἰσίν, οἷς ἀνέμιξαν ἑαυτούς, οἳ τὸ ἄδικον μῖσος ἐμίσησαν ἡμᾶς, ἀλλʼ οἱ τῆς μερίδος τῶν ἀκοινωνήτων ἡμῖν· οὐδὲ γὰρ δέομαι νῦν ὀνομαστὶ μεμνῆσθαι. οὗτοι καὶ ἐκλήθησαν παρʼ αὐτῶν εἰς τὴν Σεβάστειαν, καὶ παρέλαβον τὴν ἐκκλησίαν, καὶ ἐλειτούργησαν ἐπὶ τοῦ θυσιαστηρίου, καὶ τοῦ ἰδίου ἄρτου παντὶ μετέδωκαν τῷ λαῷ, ἐπίσκοποι κηρυσσόμενοι παρὰ τῷ ἐκεῖ κλήρῳ καὶ διὰ πάσης τῆς χώρας ὡς ἅγιοι παρʼ αὐτῶν καὶ κοινωνικοὶ παραπεμπόμενοι. ὧν εἰ χρὴ ἑλέσθαι τὴν μερίδα, καταγέλαστόν ἐστιν ἐκ τῶν ὀνύχων ἄρχεσθαι, καὶ μὴ αὐταῖς αὐτῶν ταῖς κεφαλαῖς προσδιαλέγεσθαι.

  100. 250.3

    Εἰ μὲν οὖν οὐδένα δεῖ καθόλου αἱρετικὸν νομίζειν οὐδὲ ἐκτρέπεσθαι, ἀντὶ τίνος, εἰπέ μοι, σεαυτὸν ἀφορίζεις σὺ καὶ ὑποστέλλῃ τήν τινων κοινωνίαν; εἰ δέ εἰσί τινες φευκτοί, κατὰ τὸν τῆς ἀκριβείας λόγον εἰπάτωσαν ἡμῖν, οἱ πάντα ἀκριβεῖς, τῆς ποίας εἰσὶ μερίδος, οὓς ἐκ τῆς Γαλατίας πρὸς ἑαυτοὺς προσηγάγοντο.

← Previous · Next → — showing 701800 of 1,035

Perseus Greek. CTS URN tlg2040.tlg004.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.