Ancient Textssearch the texts themselves, not just their titles

← All works

Epistulae

Perseus Greek · Perseus Greek · 1,035 sections

  1. 169.1

    Πρᾶγμα μὲν ὑπέστης ἐπιεικὲς καὶ ἥμερον καὶ φιλάνθρωπον τὴν τοῦ καταφρονητοῦ Γλυκερίου (τέως γὰρ οὕτω γράφομεν) αἰχμαλωσίαν συναγαγών, καὶ τὴν κοινὴν ἀσχημοσύνην ἡμῶν, ὡς οἷόν τε ἦν, συγκαλύψας. δεῖ δὲ ὅμως τὴν σὴν εὐλάβειαν μαθοῦσαν τὰ κατʼ αὐτὸν οὕτω λῦσαι τὴν ἀτιμίαν.

  2. 169.2

    Οὗτος ὁ νῦν σοβαρὸς καὶ σεμνὸς ὑμῖν Γλυκέριος ἐχειροτονήθη μὲν παρʼ ἡμῶν τῆς κατὰ Οὐήνεσαν ἐκκλησίας διάκονος, ὡς καὶ τῷ πρεσβυτέρῳ διακονήσων καὶ τοῦ ἔργου τῆς ἐκκλησίας ἐπιμελησόμενος. καὶ γάρ ἐστιν, εἰ καὶ τὰ ἄλλα δύστροπος ὁ ἀνήρ, ἀλλὰ τὰ ἐπίχειρα οὐκ ἀφυής. ἐπεὶ δὲ κατέστη, τοῦ μὲν ἔργου ἠμέλησε τοσοῦτον ὅσον οὐδὲ τὴν ἀρχὴν γεγονότος· παρθένους δὲ ἀθλίας συναγαγὼν κατʼ ἰδίαν ἐξουσίαν καὶ αὐθεντίαν, τὰς μὲν ἑκούσας προσδραμούσας αὐτῷ (οἶσθα δὲ τὸ τῶν νέων περὶ τὰ τοιαῦτα πρόχειρον), τὰς δὲ ἀκούσας ἀγελαρχεῖν ἐπεχείρησε, καὶ πατριαρχίας ὄνομα ἑαυτῷ καὶ σχῆμα περιθείς, ἐξαίφνης ἐσοβαρεύσατο, οὐκ ἔκ τινος ἀκολουθίας καὶ εὐσεβείας ἐπὶ τοῦτο ἐλθών, ἀλλʼ ἀφορμὴν βίου ταύτην ὥσπερ ἄλλος τινὰ προστησάμενος· καὶ μικροῦ τὴν ἐκκλησίαν πᾶσαν ἀνάστατον πεποίηκε, περιφρονῶν μὲν τὸν ἑαυτοῦ πρεσβύτερον, ἄνδρα καὶ πολιτείᾳ καὶ ἡλικίᾳ αἰδέσιμον, περιφρονῶν δὲ τὸν χωρεπίσκοπον καὶ ἡμᾶς ὡς οὐδενὸς ἀξίους, θορύβων δὲ ἀεὶ καὶ ταραχῶν πληρῶν τὴν πόλιν καὶ σύμπαν τὸ ἱερατεῖον.

  3. 169.3

    Καὶ τέλος, ἵνα τι μὴ λόγῳ ἐπιτιμηθῇ μικρὸν παρʼ ἡμῶν καὶ τοῦ χωρεπισκόπου πρὸς τὸ μὴ καταφρονεῖν αὐτὸν (καὶ γὰρ καὶ τοὺς νέους ἐγύμναζεν εἰς τὴν αὐτὴν ἀπόνοιαν), πρᾶγμα διανοεῖται λίαν τολμηρὸν καὶ ἀπάνθρωπον. συλήσας νῶν παρθένων ὅσας ἠδύνατο, καὶ νύκτα τηρήσας, δραπέτης γίνεται. πάνυ σοι δεινὰ ταῦτα φανεῖται. σκόπει καὶ τὸν καιρόν. ἤγετο μὲν ἡ ἐκεῖσε σύνοδος καὶ πολὺ πανταχόθεν, ὡς εἰκός, ἐπέρρει τὸ πλῆθος. ὁ δὲ ἀντεξῆγε τὸν ἑαυτοῦ χορὸν νέοις ἑπόμενον καὶ περιχορεύοντα, καὶ πολλὴν μὲν κατήφειαν κινοῦντα τοῖς εὐλαβέσι, πολὺν δὲ γέλωτα τοῖς ἀκρατέσι καὶ τὴν γλῶσσαν ἑτοιμοτέροις. καὶ οὐκ ἀρκεῖ ταῦτα, καίπερ τηλικαῦτα ὄντα τὸ μέγεθος· ἀλλʼ ἔτι καὶ τοὺς γονεῖς, ὡς πυνθάνομαι, τῶν παρθένων τὴν ἀτεκνίαν οὐ φέροντας, καὶ τὴν διασπορὰν ἐπαναγαγεῖν βουλομένους, καὶ μετʼ ὀδυρμῶν προσπίπτοντας, ὡς εἰκός, ταῖς ἑαυτῶν θυγατράσι, περιυβρίζει καὶ ἀτιμοῖ ὁ θαυμαστὸς νεανίσκος μετὰ τοῦ λῃστρικοῦ συντάγματος.

  4. 169.4

    Ταῦτα μὴ ἀνεκτὰ φανήτω τῇ σῇ εὐλαβείᾳ· καὶ γὰρ κοινὸς πάντων ἡμῶν ὁ γέλως· ἀλλὰ μάλιστα μὲν αὐτὸν κέλευσον μετὰ τῶν παρθένων ἐπανελθεῖν· τύχοι γὰρ ἄν τινος φιλανθρωπίας εἰ μετὰ σῶν ἐπανήκοι γραμμάτων· εἰ δὲ μή, τάς γε παρθένους ἀπόπεμψον τῇ μητρὶ αὐτῶν τῇ ἐκκλησίᾳ. εἰ δὲ μή, τάς γε βουλομένας τυραννεῖσθαι μῂ συγχωρήσῃς, ἀλλʼ ἐπανελθεῖν τύπωσον πρὸς ἡμᾶς. ἢ μαρτυρόμεθά σοι ὡς καὶ Θεῷ καὶ ἀνθρώποις, ὅτι μὴ καλῶς ταῦτα γίνεται μηδὲ θεσμοῖς ἐκκλησίας. Γλυκέριος δὲ εἰ μὲν ἐπανέλθοι μετʼ ἐπιστήμης καὶ τῆς πρεπούσης εὐσταθείας, τοῦτο ἄριστον, εἰ δὲ μή, ἔστω πεπαυμένος τῆς ὑπηρεσίας.

  5. 170.1

    Μέχρι τίνος ἀπονοῇ, καὶ κακῶς μὲν βουλεύῃ περὶ σεαυτοῦ, κινεῖς δὲ ἡμᾶς, αἰσχύνεις δὲ τὸ κοινὸν τάγμα τῶν μοναστῶν; ἐπάνελθε οὖν τῷ Θεῷ θαρρῶν καὶ ἡμῖν, οὗ τὴν φιλανθρωπίαν μιμούμεθα. εἰ γὰρ καὶ πατρικῶς ἐπετιμήσαμεν, ἀλλὰ καὶ συγγνωσόμεθα πατρικῶς. ταῦτά σοι παρʼ ἡμῶν, ἐπειδὴ πολλοί τε ἱκετεύουσιν ἄλλοι, καὶ πρὸ τῶν ἄλλων ὁ σὸς πρεσβύτερος, οὗ τὴν πολιὰν αἰδούμεθα καὶ τὴν εὐσπλαγχνίαν. εἰ δὲ μακρύνεις ἀφʼ ἡμῶν, τοῦ βαθμοῦ μὲν πάντως ἐκπέπτωκας, ἐκπεσῇ δὲ καὶ τοῦ Θεοῦ μετὰ τῶν μελῶν σου καὶ τῆς στολῆς, οἷς ἄγεις τὰς νέας, οὐ πρὸς Θεόν, ἀλλʼ εἰς βάραθρον.

  6. 171.1

    Ἐπέσταλκά σοι καὶ πρώην περὶ Γλυκερίου καὶ τῶν παρθένων. οἱ δὲ οὐδέπω καὶ τήμερον ἐπανήκασιν, ἀλλʼ ἔτι μέλλουσιν, οὐκ οἶδα ὅθεν καὶ ὅπως. οὐ γὰρ ἂν ἐκεῖνό σου καταγνοίην, ὡς ἐφʼ ἡμετέρᾳ διαβολῇ τοῦτο ποιεῖς, ἢ αὐτὸς πάσχων τι πρὸς ἡμᾶς, ἢ ἄλλοις χαριζόμενος. ἡκέτωσαν οὖν μηδὲν δεδοικότες· σὺ γενοῦ τούτου ἐγγυητής. καὶ γὰρ ἀλγοῦμεν τεμνομένων τῶν μελῶν, εἰ καὶ καλῶς ἐτμήθησαν. εἰ δὲ ἀντιτείνοιεν, ἐπʼ ἄλλους τὸ βάρος, ἡμεῖς δὲ ἀποπλυνόμεθα.

  7. 172.1

    Ὅπως ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν οὐδὲν δεόμεθα γράφειν. εἰκάζεις γὰρ πάντως αὐτοῖς οἷς ἐπέστειλας τοιούτοις οὖσι. τὸν γὰρ πρῶτον καρπὸν τοῦ Πνεύματος, τὴν ἀγάπην, ἔδειξας ἡμῖν διὰ τοῦ γράμματος. τούτου δὲ τί ἂν γένοιτο τιμιώτερον ἡμῖν ἐν τῇ παρούσῃ τῶν καιρῶν καταστάσει, ἡνίκα διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν, ἐψύγη τῶν πολλῶν ἡ ἀγάπη; οὐδὲν γὰρ οὕτω σπάνιον νῦν ὡς ἀδελφοῦ συντυχία πνευματικοῦ, καὶ ῥῆμα εἰρηνικόν, καὶ πνευματικὴ κοινωνία, ἣν εὑρόντες ἐν τῇ σῇ τελειότητι ὑπερευχαριστήσαμεν τῷ Κυρίῳ, δεόμενοι καὶ τῆς τελείας ἐπὶ σοὶ μετασχεῖν εὐφροσύνης. εἰ γὰρ ἐπιστολαὶ τοιαῦται, ὁποία ἡ συντυχία; καὶ εἰ πόρρωθεν οὕτως αἱρεῖς, πόσου ἄξιος ἔσῃ ἐγγύθεν ἡμῖν ἐπιφανείς; εὖ δὲ ἴσθι, εἰ μὴ μυρίων ἀσχολιῶν περιεῖχε πλῆθος καὶ αἱ ἀπαραίτητοι αὗται ἀνάγκαι αἷς ἐνδεδέμεθα, αὐτόν με ἐπειχθῆναι πρὸς τὴν σὴν τελειότητα. καίτοιγε μέγα μοι ἐμπόδιόν ἐστι πρὸς τὰς κινήσεις ἡ παλαιὰ αὕτη τοῦ σώματος ἀρρωστία, ἀλλʼ ὅμως οὐκ ἂν ὑπελογισάμην τοῦτο ἐμπόδιον τῆς προσδοκωμένης ἕνεκεν ὠφελείας. τὸ γὰρ ἀνδρὶ τὰ αὐτὰ φρονοῦντι καὶ τὴν τῶν πατέρων πρεσβεύοντι πίστιν, ὡς ὁ τῶν τιμίων ἀδελφῶν καὶ συμπρεσβυτέρων λόγος, καταξιωθῆναι περιτυχεῖν, ὄντως ἐστὶν εἰς τὴν ἀρχαίαν μακαριότητα τῶν ἐκκλησιῶν ἐπανελθεῖν, ὅτε ὀλίγοι μὲν ἦσαν οἱ νοσοῦντες περὶ ζητήσεις, ἐν ἡσυχίᾳ δὲ ἦσαν πάντες, ἐργάται ὄντες τῶν ἐντολῶν ἀνεπαίσχυντοι, διὰ τῆς ἁπλῆς καὶ ἀπεριέργου ὁμολογίας λατρεύοντες τῷ Κυρίῳ, καὶ ἄσυλον τὴν πίστιν καὶ ἀπερίεργον τὴν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα διαφυλάσσοντες.

  8. 173.1

    Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς ἡμῶν πάντως ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους· καὶ μάλιστα νῦν οὕτω τεταραγμένων τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. διόπερ ἀναμένω τρόπον τινὰ μεμφθῆναι καὶ ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. καὶ γράφοντες μὲν οὖν καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν, φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου, καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. τῷ ὄντι γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντι τῆς ἐπαγγελίας τὰ ἐφεξῆς ἐπάγειν. τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν παντός, τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν, καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾷν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται· ὥστε καὶ γλώσσῃ πεπεδημένῃ κεχρῆσθαι καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ εὐαγγελίου, καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστήσεως τοῦ Θεοῦ, καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ Δημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει τῶν ἀναγκαίων ἀπέριττον. ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθωθῆναι χρῄζοντα, ὡς ἐπʼ αὐτῆς τῆς ἀληθείας εὕρομεν. καὶ μὲν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι, μήτε, εἴ τι ὑπάρχει ἡμῖν ἐκ φύσεως πλεονέκτημα ἢ κατὰ σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι, μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου. τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν, τὸ τοῦ φρονήματος καταβεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας, τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἡμῶν λειπούσης τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστηρίου τὴν μνήμην πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπʼ αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι.

  9. 174.1

    Ἐγώ, καὶ πάνυ βουλόμενος συνεχῶς ἐπιστέλλειν τῇ εὐγενείᾳ ὑμῶν, ἐπέσχον ἐμαυτὸν ἀεί, μήπως δόξω τινὰς ὑμῖν πειρασμοὺς ἐπεγείρειν διὰ τοὺς φιλέχθρως πρὸς ἡμᾶς διακειμένους καί, ὡς ἀκούω, μέχρι καὶ τούτων τὴν ἔχθραν ἐλαύνοντας, ὥστε πολυπραγμονεῖν εἴ πού τις καὶ γράμμα ἡμέτερον δέχοιτο. ἐπειδὴ δὲ αὐτή, καλῶς ποιοῦσα, κατῆρξας τοῦ γράμματος καὶ ἐπέστειλας ἡμῖν ἃ ἐχρῆν περὶ τῶν κατὰ τὴν ψυχήν σου πραγμάτων ἀνακοινουμένη, προετράπην εἰς τὸ ἀντεπιστεῖλαι, ὁμοῦ μὲν τὰ ἐν τῷ παρελθόντι χρόνῳ ἐλλειφθέντα ἐπανορθούμενος, ὁμοῦ δὲ καὶ πρὸς τὰ ἐπεσταλμένα παρὰ τῆς σῆς εὐγενείας ἀποκρινόμενος.

  10. 174.2

    Ὅτι μακαρία ἐστὶ ψυχὴ ἡ νυκτὸς καὶ ἡμέρας μηδεμίαν ἄλλην μέριμναν στρέφουσα ἢ πῶς ἐπὶ τῆς μεγάλης ἡμέρας, καθʼ ἣν πᾶσα ἡ κτίσις περιστήσεται τὸν κριτὴν τὰς εὐθύνας τῶν πεπραγμένων ἀποδιδοῦσα, καὶ αὐτὴ δυνηθῇ κούφως ἀποθέσθαι τὸν λόγον τῶν βεβιωμένων. ὁ γὰρ ἐκείνην τὴν ἡμέραν καὶ τὴν ὥραν πρὸ ὀφθαλμῶν τιθέμενος, καὶ ἀεὶ μελετῶν τὴν ἐπὶ τοῦ ἀπαραλογίστου κριτηρίου ἀπολογίαν, ὁ τοιοῦτος ἢ οὐδὲν παντελῶς ἢ ἐλάχιστα ἁμαρτήσεται, διότι τὸ ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ φόβου τοῦ Θεοῦ γίνεται. οἷς δʼ ἂν ἐναργὴς παρῇ τῶν ἀπειλουμένων ἡ προσδοκία, οὐδένα καιρὸν δώσει τοῖς τοιούτοις ὁ σύνοικος φόβος εἰς ἀβουλήτους πράξεις ἢ ἐνθυμήσεις ἐκπεσεῖν.

  11. 174.3

    Καὶ μέμνησο τοίνυν τοῦ Θεοῦ, καὶ ἔχε τὸν αὐτοῦ φόβον ἐν τῇ καρδίᾳ, καὶ πάντας εἰς τὴν κοινωνίαν τῶν εὐχῶν παραλάμβανε. μεγάλη γὰρ καὶ ἡ τῶν δυναμένων δυσωπεῖν τὸν Θεὸν βοήθεια. καὶ μὴ διαλίπῃς ταῦτα ποιοῦσα. καὶ γὰρ καὶ ζῶσιν ἡμῖν τὴν ἐν σαρκὶ ταύτῃ ζωὴν ἀγαθὴ ἔσται βοηθὸς ἡ προσευχή, καὶ ἀπερχομένοις ἐντεῦθεν ἐφόδιον διαρκὲς πρὸς τὸν αἰῶνα τὸν μέλλοντα. ὥσπερ δὲ ἡ φροντὶς πρᾶγμά ἐστιν ἀγαθόν, οὕτω πάλιν ἡ ἀθυμία καὶ ἡ ἀπόγνωσις καὶ τὸ δυσελπίστως ἔχειν πρὸς σωτηρίαν τῶν βλαπτόντων ἐστὶ τὴν ψυχήν. ἐπέλπιζε τοίνυν τῇ ἀγαθότητι τοῦ Θεοῦ, καὶ ἐκδέχου αὐτοῦ τὴν ἀντίληψιν, γινώσκουσα ὅτι, ἐὰν καλῶς καὶ γνησίως πρὸς αὐτὸν ἐπιστραφῶμεν, οὐ μόνον οὐκ ἀπορρίψει ἡμᾶς εἰς τὸ παντελές, ἀλλʼ ἔτι λαλούντων ἡμῶν τὰ ῥήματα τῆς προσευχῆς ἐρεῖ· Ἰδοὺ πάρειμι.

  12. 175.1

    Πρώην ἐπέστελλέ μοι ἡ σεμνότης σου ἄλλα τινὰ καὶ περὶ πίστεως γράψαι ἡμᾶς ἐναργῶς προστάσσουσα. ἀλλʼ ἐγὼ τὴν μὲν σὴν περὶ τὸ πρᾶγμα ἄγαμαι σπουδήν, καὶ εὔχομαι τῷ Θεῷ ἀνενδότως σοι τῶν ἀγαθῶν τὴν αἵρεσιν ἐνυπάρχειν καὶ ἀεί σε προκόπτοντα καὶ γνώσει καὶ ἔργοις ἀγαθοῖς τελειοῦσθαι· διὰ δὲ τὸ μὴ βούλεσθαι περὶ πίστεως σύνταγμα καταλιμπάνειν μηδὲ γράφειν διαφόρους πίστεις, παρετηρησάμην μὴ ἀποστεῖλαι ἃ ἐπεζητήσατε.

  13. 175.2

    Πλὴν δοκεῖτέ μοι περιηχεῖσθαι παρὰ τῶν αὐτόθι, τῶν μηδὲν ἐργαζομένων, οἳ ἐπὶ διαβολῇ ἡμετέρᾳ λέγουσί τινα, ὡς ἐκ τούτου ἑαυτοὺς συστήσοντες, ἐὰν ἡμῶν τὰ αἴσχιστα καταψεύσωνται. ἐκείνους μὲν γὰρ φανεροῖ ὁ παρελθὼν χρόνος, καὶ προϊοῦσα ἡ πεῖρα φανερωτέρους ποιήσει. ἡμεῖς δὲ παρακαλοῦμεν τοὺς ἠλπικότας εἰς Χριστὸν μηδὲν παρὰ τὴν ἀρχαίαν περιεργάζεσθαι πίστιν, ἀλλʼ ὡς πιστεύομεν, οὕτω καὶ βαπτίζεσθαι, ὡς δὲ βαπτιζόμεθα, οὕτω καὶ δοξολογεῖν. ὀνόματα δὲ ἡμῖν ἀρκεῖ ἐκεῖνα ὁμολογεῖν, ἃ παρελάβομεν παρὰ τῆς ἁγιας Γραφῆς καὶ τὴν ἐπὶ τούτοις καινοτομίαν διαφεύγειν. οὐ γὰρ ἐν τῇ ἐφευρέσει τῶν προσηγοριῶν ἡ σωτηρία ἡμῶν, ἀλλʼ ἐν τῇ ὑγιεῖ περὶ τῆς θεότητος εἰς ἣν πεπιστεύκαμεν ὁμολογίᾳ.

  14. 176.1

    Παράσχοι ὁ ἅγιος Θεὸς ἐρρωμένῳ σοι τὸ σῶμα, καὶ ἀπὸ πάσης ἀσχολίας ἀνειμένῳ, καὶ πάντα πράττοντι κατὰ νοῦν, τὴν ἐπιστολὴν ἡμῶν ταύτην εἰς χεῖρας ἐλθεῖν, ἵνα μὴ ἄπρακτος ἡμῶν ἡ παράκλησις γένηται, ἣν παρακαλοῦμεν νῦν ἐπιφανῆναί σε ἡμῶν τῇ πόλει, ἐπὶ τῷ σεμνοτέραν γενέσθαι τὴν πανήγυριν, ἣν δι’ ἔτους ἄγειν ἐπὶ τοῖς μάρτυσιν ἔθος ἐστὶν ἡμῶν τῇ ἐκκλησίᾳ. πέπεισο γάρ, τιμιώτατέ μοι καὶ ποθεινότατε ὡς ἀληθῶς, ὅτι πολλῶν εἰς πεῖραν ἐλθὼν ὁ παρʼ ἡμῖν λαὸς τῆς οὐδενὸς οὕτως ἀντέχεται ἐπιτυχίας, ὡς τῆς σῆς παρουσίας· τοιοῦτον κέντρον ἀγάπης ἐκ τῆς μικρᾶς ἐκείνης συντυχίας ἐναφῆκας. ἵνα οὖν καὶ ὁ Κύριος δοξασθῇ, καὶ λαοὶ εὐφρανθῶαι, καὶ τιμηθῶσι μάρτυρες, καὶ ἡμεῖς οἱ γέροντες τῆς ὀφειλομένης ἡμῖν παρὰ τέκνου γνησίου τύχωμεν θεραπείας, καταξίωσον ἀόκνως μέχρις ἡμῶν διαβῆναι, καὶ προλαβεῖν τὰς ἡμέρας τῆς συνόδου, ὥστε ἐπὶ σχολῆς ἡμᾶς ἀλλήλοις συγγενέσθαι καὶ συμπαρακληθῆναι διὰ τῆς κοινωνίας τῶν πνευματικῶν χαρισμάτων. ἔστι δὲ ἡ ἡμέρα τῇ πέμπτῃ τοῦ Σεπτεμβρίου. διὸ παρακαλοῦμεν πρὸ τριῶν ἡμερῶν ἐπιστῆναι, ἵνα καὶ τοῦ πτωχοτροφείου τὴν μνήμην μεγάλην ποιήσῃς τῇ παρουσίᾳ. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ ὑπερευχόμενός μου διαφυλαχθείης μοι καὶ τῇ τοῦ Θεοῦ ἐκκλησίᾳ χάριτι τοῦ Κυρίου.

  15. 177.1

    Καταλέγειν μὲν πάντας τοὺς δι’ ἡμᾶς εὐεργετηθέντας παρὰ τῆς σῆς μεγαλονοίας οὐ ῥᾴδιον· οὕτω πολλοὺς μὲν σύνισμεν ἑαυτοῖς εὐπεποιηκόσι διὰ τῆς μεγάλης σου χειρός, ἣν ὁ Κύριος ἡμῖν σύμμαχον ἐπὶ τῶν μεγίστων καιρῶν ἐχαρίσατο. δικαιότατος δὲ πάντων καὶ ὁ νῦν προσαγόμενος διὰ τοῦ γράμματος ἡμῶν τυγχάνει, ὁ αἰδεσιμώτατος ἀδελφὸς Εὐσέβιος, παραλόγῳ συκοφαντίᾳ περιπεσών, ἣν ἀποσκεδάσαι μόνης ἐστὶ τῆς σῆς ὀρθότητος. διὸ παρακαλοῦμεν, καὶ τῷ δικαίῳ χαριζόμενον, καὶ πρὸς τὸ ἀνθρώπινον ἀφορῶντα, καὶ ἡμῖν τὰς συνήθεις παρεχόμενον χάριτας, ἀντὶ πάντων γενέσθαι τῷ ἀνδρί, καὶ προστῆναι αὐτοῦ μετὰ τῆς ἀληθείας. ἔχει γὰρ οὐ μικρὰν συμμαχίαν τὴν ἀπὸ τοῦ δικαίου· ἣν εἰ μὴ ὀ παρὼν καιρὸς καταβλάψειε, πάνυ ῥᾴδιον σαφῶς καὶ ἀναντιρρήτως ἐπιδειχθήσεσθαι.

  16. 178.1

    Πολλοὺς οἶδα πολλάκις συστήσας τῇ τιμιότητί σου καὶ γενόμενος ἐπὶ μεγίστων καιρῶν χρήσιμος ἱκανῶς τοῖς καταπονουμένοις. οὐ μὴν τιμιώτερόν γε ἐμοὶ οὐδʼ ὑπὲρ μειζόνων ἀγωνιζόμενον οἶδα πρότερον παραπέμψας τῇ κοσμιότητί σου τοῦ ποθεινοτάτου υἱοῦ Εὐσεβίου, τοῦ νῦν τὴν ἐπιστολὴν ταύτην ἐγχειρίζοντός σοι παρʼ ἡμῶν. ὃς ποταπῷ μὲν συμπέπλεκται πράγματι αὐτός, ἂν τύχοι τινὸς καιροῦ, διηγήσεταί σου τῇ σεμνότητι. ἃ δὲ παρʼ ἡμῶν λεχθῆναι προσῆκε ταῦτά ἐστι· μὴ παρασυρῆναι τὸν ἄνδρα, μηδὲ τῷ πολλοὺς πεφηνέναι τοὺς ἐπὶ ταῖς χαλεπωτάταις πράξεσιν ἑαλωκότας καὶ αὐτόν τι τῆς τῶν πολλῶν ὑπονοίας παραπολαῦσαι· ἀλλὰ τυχεῖν δικαστηρίου, καὶ εἰς ἐξέτασιν αὐτοῦ τὸν βίον ἀχθῆναι. ῥᾷστα γὰρ οὕτω καὶ ἡ συκοφαντία φανερὰ γενήσεται, καὶ ὁ ἀνὴρ τυχὼν τῆς δικαιοτάτης προστασίας κῆρυξ ἔσται διηνεκὴς τῶν ὑπηργμένων αὐτῷ παρὰ τῆς σῆς ἡμερότητος.

  17. 179.1

    Καὶ φιλελεύθερόν σε εἶναι καὶ φιλάνθρωπον τό τε τῆς φύσεως εὐγενὲς καὶ τὸ πρὸς πάντας κοινωνικὸν ἱκανῶς ἡμᾶς ἐκδιδάσκει. διὸ θαρρούντως πρεσβεύομεν ὑπὲρ ἀνδρὸς λαμπροῦ μὲν ἄνωθεν καὶ ἐκ προγόνων, πλείονος δὲ δι’ ἑαυτὸν τιμῆς καὶ αἰδοῦς ἀξίου διὰ τὴν ἐνυπάρχουσαν αὐτῷ τῶν τρόπων ἡμερότητα· ὥστε σε παρακληθέντα ὑφʼ ἡμῶν παραστῆναι αὐτῷ ἀγωνιζομένῳ δίκην, τῆς μὲν ἀληθείας ἕνεκεν εὐκαταφρόνητον, ἐναγώνιον δὲ ἄλλως διὰ τὸ τῆς συκοφαντίας βαρύ. μεγάλη γὰρ ἂν γένοιτο αὐτῷ ῥοπὴ πρὸς σωτηρίαν, εἰ καταξιώσειάς τι ῥῆμα φιλάνθρωπον ὑπὲρ αὐτοῦ προέσθαι, προηγουμένως μὲν τῷ δικαίῳ χαριζόμενος, ἔπειτα καὶ ἡμῖν τοῖς ἐξαιρέτοις σου τὴν συνήθη τιμὴν καὶ χάριν καὶ ἐν τούτῳ χαριζόμενος.

  18. 180.1

    Ἀνδρὶ ἀξιολόγῳ περιτυχὼν περιστάσει οὐκ ἀνεκτῇ κεχρημένῳ ἔπαθον τὴν ψυχήν. τί γὰρ οὐκ ἔμελλον, ἄνθρωπος ὤν, ἀνθρώπῳ ἐλευθέρῳ παρʼ ἀξίαν ἐμπεπλεγμένῳ πράγμασι συναλγεῖν; καὶ βουλευσάμενος πῶς ἂν γενοίμην αὐτῷ χρήσιμος, μίαν εὗρον λύσιν τῆς κατεχούσης αὐτὸν δυσχερείας, εἰ τῇ σῇ κοσμιότητι ποιήσαιμι γνώριμον. σὸν οὖν τὸ ἐφεξῆς, τὴν σαυτοῦ σπουδήν, ἣν εἰς πολλοὺς ἐφʼ ἡμῖν μάρτυσιν ἐπιδέδειξαι, καὶ αὐτῷ παρασχέσθαι.

  19. 180.2

    Τὸ δὲ πρᾶγμα γνωρίσει ἡ ἐπιδοθεῖσα παρʼ αὐτοῦ δέησις τοῖς βασιλεῦσιν, ἣν καὶ λαβεῖν εἰς χεῖρας καὶ συμπρᾶξαι τῷ ἀνδρὶ τὰ δυνατὰ παρακλήθητι. καὶ γὰρ Χριστιανῷ χαρίζῃ, καὶ εὐγενεῖ, καὶ ἀπὸ λόγου πολλοῦ τὸ αἰδέσιμον ἐπαγομένῳ. ἐὰν δὲ προσθῶμεν, ὅτι καὶ ἡμεῖς μεγάλην διὰ τῆς εἰς αὐτὸν εὐποιίας ὑποδεχόμεθα χάριν, πάντως, κἂν μικρὸν ᾖ ἄλλως τὸ ἡμέτερον, ἀλλὰ τῆς σῆς σεμνότητος ἀεὶ ἐν λόγῳ ποιεῖσθαι τὰ καθʼ ἡμᾶς ἀνεχομένης, οὐ μικρὸν φανεῖται τὸ χαρισθὲν ἡμῖν.

  20. 181.1

    Οἶδα ὅτι καὶ τῆς σῆς εὐλαβείας τοσοῦτον ἅπτεται ὁ χωρισμὸς τοῦ θεοφιλεστάτου ἐπισκόπου Εὐσεβίου ὅσον καὶ ἡμῶν αὐτῶν. ἐπεὶ οὖν ἀμφότεροι χρῄζομεν παρακλήσεως, ἀλλήλοις γενώμεθα παραμυθία. καὶ σύ τε ἡμῖν ἐπίστελλε τὰ ἐκ Σαμοσάτων, ἡμεῖς τε ἅπερ ἂν μάθωμεν ἀπὸ τῆς Θρᾴκης ἀπαγγελοῦμεν. φέρει γὰρ ἐμοὶ μὲν τὸ γινώσκειν τοῦ λαοῦ τὴν ἔνστασιν οὐ μικρὰν ῥᾳστώνην ἐκ τῶν παρόντων λυπηρῶν, τῇ δὲ σῇ χρηστότητι τὸ διδάσκεσθαι ἐν οἷς ἐστὶν ὁ κοινὸς ἡμῶν πατήρ. ἀμέλει καὶ νῦν οὐ γράμμασι σημαίνειν ἔχομεν· ἀλλʼ αὐτὸν παρεστήσαμέν σοι τὸν ἀκριβῶς εἰδότα καὶ ἀπαγγέλλοντα ἐν οἷς αὐτὸν κατέλιπε, καὶ ὅπως καὶ φέροντα τὰ συμπίπτοντα. εὔχου τοίνυν καὶ ὑπὲρ αὐτοῦ καὶ ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ταχεῖαν ἀπαγάγῃ τῶν δεινῶν τούτων τὴν λύσιν.

  21. 182.1

    Ὅσον λυπούμεθα ἐνθυμούμενοι τὴν ἐρημίαν τῆς ἐκκλησίας, τοσοῦτον μακαρίζομεν ὑμᾶς εἰς τοῦτο φθάσαντας τὸ μέτρον τῆς ἀθλήσεως, ὃ παράσχοι ὑμῖν ὁ Κύριος μακροθύμως παρελθεῖν, ἵνα καὶ τῆς πιστῆς οἰκονομίας καὶ τῆς γενναίας ἐνστάσεως, ἣν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ ἐπεδείξασθε, τὸν μέγαν μισθὸν ὑποδέξησθε.

  22. 183.1

    Ὅταν ἀπίδω ὅτι ὁ μὲν πειρασμὸς κατὰ πάσης ἤδη κέχυται τῆς οἰκουμένης, καὶ αἱ μέγισται τῶν ἐπὶ Συρίας πόλεων τῶν ἴσων ὑμῖν πεπείρανται παθημάτων, οὐ πανταχοῦ δὲ οὕτω δόκιμον καὶ διαπρεπὲς ἐπʼ ἀγαθοῖς ἔργοις τὸ βουλευτήριον, ὡς τὸ ὑμέτερον νῦν ἐπὶ τῇ σπουδῇ τῶν ἀγαθῶν ἔργων διαβεβόηται, ἐγγύς εἰμι καὶ χάριν ἔχειν τοῖς οἰκονομηθεῖσιν. εἰ γὰρ μὴ ἐγεγόνει ἡ θλίψις αὕτη, οὐκ ἂν ὑμῶν διεφάνη τὸ δόκιμον. ὥστε ἔοικεν, ὅπερ ἐστὶ κάμινος χρυσῷ, τοῦτο εἶναι ἡ ὑπὲρ τῆς εἰς Θεὸν ἐλπίδος θλίψις τοῖς ἀντιποιουμένοις τινὸς ἀρετῆς.

  23. 183.2

    Ἄγε οὖν, ὦ θαυμάσιοι, ὅπως τοῖς προπεπονημένοις ἄξια ἐπαγάγητε τὰ ἑπόμενα, καὶ φανῆτε μεγάλῃ κρηπῖδι ἀξιολογωτέραν ἐπιτιθέντες τὴν κορυφήν, καὶ περίστητε μὲν τὸν ποιμένα τῆς ἐκκλησίας, ὅταν δῷ ὁ Κύριος αὐτὸν ἐπὶ τῶν ἰδίων φανῆναι θρόνων, ἄλλος ἄλλο τι τῶν ὑπὲρ τῆς Ἐκκλησίας τοῦ Θεοῦ πεπολιτευμένων ἡμῖν διηγούμενοι, ἐν δὲ τῇ μεγάλῃ τοῦ Κυρίου ἡμέρᾳ ἕκαστος κατὰ τὴν ἀναλογίαν τῶν πεπονημένων παρὰ τοῦ μεγαλοδώρου Θεοῦ δεχόμενοι τὴν ἀντίδοσιν. ἡμῶν δὲ μεμνημένοι καὶ ἐπιστέλλοντες ὁσάκις ἂν ᾖ δυνατόν, δίκαιά τε ποιήσετε τοῖς ἴσοις ἡμᾶς ἀμειβόμενοι, καὶ ἅμα οὐ μικρῶς ἡμᾶς εὐφρανεῖτε, τῆς ἡδίστης ἡμῖν φωνῆς ὑμῶν ἐναργῆ σύμβολα διὰ τῶν γραμμάτων διαπεμπόμενοι.

  24. 184.1

    Οἶδα ὅτι στυγνοποιὸν πρᾶγμα ἡ ὀρφανία καὶ πολυάσχολον, διὰ τὸ ἐρημίαν ἐπάγειν τῶν προεστώτων. ὅθεν λογίζομαι καὶ τὴν σὴν εὐλάβειαν ἐπιστυγνάζουσαν τοῖς συμβεβηκόσι μὴ ἐπιστέλλειν ἡμῖν, καὶ ὁμοῦ ἐν πλείονι εἶναι νῦν ἀσχολίᾳ, περιτρέχειν τὰ τοῦ Χριστοῦ ποίμνια διὰ τὴν πανταχόθεν τῶν ἐχθρῶν ἐπανάστασιν. ἀλλʼ ἐπειδὴ πάσης λύπης παρηγορία ἡ πρὸς τοὺς ὁμοψύχους ἐστὶν ὁμιλία, καταξίου ὁσάκις ἂν δυνατόν σοι ἐπιστέλλειν ἡμῖν, καὶ αὐτός τε ἀναπαύεσθαι ἐν τῷ φθέγγεσθαι πρὸς ἡμᾶς, καὶ ἡμᾶς παρηγορεῖν ἐν τῷ μεταδιδόναι ἡμῖν τῶν σεαυτοῦ ῥημάτων. τοῦτο δὲ καὶ ἡμεῖς σπουδάσομεν ποιῆσαι ὁσάκις ἂν ἡμῖν ἐνδιδῷ τὰ πράγματα. εὔχου δὲ καὶ αὐτὸς καὶ πᾶσαν τὴν ἀδελφότητα παρακάλεσον σπουδαίως δυσωπεῖν τὸν Κύριον, ἵνα δείξῃ ποτὲ ἡμῖν λύσιν τῆς περιεχούσης ἡμᾶς κατηφείας.

  25. 185.1

    Οἶδα ὅτι, εἰ καὶ μὴ ἐπιστέλλεις ἡμῖν, ἀλλʼ ἐν τῇ καρδίᾳ σου ὑπάρχει ἡ μνήμη ἡμῶν. καὶ τοῦτο τεκμαίρομαι, οὐχ ὅτι αὐτὸς ἄξιός εἰμι μνήμης τινὸς δεξιᾶς, ἀλλʼ ὅτι ἡ σὴ ψυχὴ πλουτεῖ ἐν τῇ τῆς ἀγάπης περιουσίᾳ. πλὴν ἀλλʼ ὅσον δυνατόν σοι ταῖς παρεμπιπτούσαις προφάσεσι κέχρησο εἰς τὸ ἐπιστέλλειν ἡμῖν, ἵνα καὶ ἡμεῖς μᾶλλον εὐψυχῶμεν μανθάνοντες τὰ περὶ ὑμῶν, καὶ ἀφορμὴν λαμβάνωμεν εἰς τὸ καὶ αὐτοὶ σημαίνειν ὑμῖν τὰ ἡμέτερα. οὗτος γάρ ἐστιν ὁ τρόπος τῆς ὁμιλίας τοῖς τοσοῦτον διεζευγμένοις τῷ σώματι, ὁ δι’ ἐπιστολῶν, οὗ μὴ ἀποστερῶμεν ἀλλήλους, καθόσον ἂν ἐνδιδῷ τὰ πράγματα. παράσχοι δὲ ὁ Κύριος καὶ τὴν κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίαν, ἵνα καὶ τὴν ἀγάπην αὐξήσωμεν καὶ τὴν εἰς τὸν Δεσπότην ἡμῶν εὐχαριστίαν πλεονάσωμεν ἐπὶ μείζοσι ταῖς παρʼ αὐτοῦ δωρεαῖς.

  26. 186.1

    Ὡς καλὴ ἡ φιλοσοφία, τά τε ἄλλα, καὶ ὅτι οὐδὲ ἰατρεύεσθαι πολυτελῶς τοῖς τροφίμοις αὐτῆς ἐπιτρέπει· ἀλλὰ τὸ αὐτὸ καὶ ὄψον ἐστὶ παρʼ αὐτῇ καὶ πρὸς ὑγίειαν ἀρκεῖ. τὰς γάρ τοι ὀρέξεις ἀποκαμούσας, ὡς ἐπυθόμην, κράμβαις ἐν ὄξει ταριχευθείσαις ἀνεκαλέσω· ἃς ἐγὼ πρότερον μὲν ἐδυσχέραινον καὶ διὰ τὴν παροιμίαν, καὶ ὅτι ὑπόμνημα ἦσαν τῆς συντρόφου πενίας.

  27. 186.2

    Νῦν δέ μοι δοκῶ καὶ ἐμαυτὸν μεταπείσειν, καὶ τῆς παροιμίας καταγελάσεσθαι, ὁρῶν αὐτὴν οὕτως ἀγαθὴν κουροτρόφον, ἣ τὸν ἄρχοντα ἡμῶν εἰς ἀκμὴν ἐπανήγαγε. καὶ οὐδὲν εἶναι τοῦ λοιποῦ κατʼ αὐτὴν ἡγήσομαι, οὐχ ὅπως τὸν Ὁμηρικὸν λωτόν, ἀλλʼ οὐδὲ τὴν ἀμβροσίαν ἐκείνην, ἥτις ποτʼ ἄρα ἦν, ἡ τοὺς Ὀλυμπίους χορτάζουσα.

  28. 187.1

    Δὶς κράμβη θάνατος, ἡ βάσκανός φησι παροιμία. ἐγὼ δὲ πολλάκις αἰτήσας ἅπαξ ἀποθανοῦμαι· πάντως δὲ καὶ μὴ αἰτήσας. εἰ δὲ πάντως, μὴ κατόκνει ἐσθίειν ὄψον ἡδύ, μάτην ὑπὸ τῆς παροιμίας λοιδορηθέν.

  29. 188.1

    Ἀνοήτῳ, φησίν, ἐπερωτήσαντι σοφία λογισθήσεται. σοφοῦ δέ, ὡς ἔοικεν, ἐπερώτημα καὶ τὸν ἀνόητον σοφίζει· ὅπερ τῇ τοῦ Θεοῦ χάριτι συμβαίνει ἡμῖν, ὁσάκις ἂν δεξώμεθά σου τῆς φιλοπόνου ψυχῆς τὰ γράμματα. ἐπιστατικώτεροι γὰρ ἑαυτῶν καὶ ἐμφρονέστεροι γινόμεθα ἀπʼ αὐτῆς τῆς ἐρωτήσεως, πολλὰ ὧν οὐκ ἐπιστάμεθα διδασκόμενοι· καὶ γίνεται ἡμῶν διδάσκαλος ἡ περὶ τὸ ἀποκρίνεσθαι μέριμνα. ἀμέλει καὶ νῦν, οὐδέποτε λαβόντες ἐν φροντίδι τὰ ἐπερωτήματά σου, ἠναγκάσθημεν ἐπισκέψασθαι ἀκριβῶς, καὶ εἴ τέ τι ἠκούσαμεν παρὰ τῶν πρεσβυτέρων, ἀναμνησθῆναι, καὶ τὰ συγγενῆ ὧν ἐδιδάχθημεν παρʼ ἑαυτῶν ἐπιλογίσασθαι.

  30. 188.2

    Τὸ μὲν οὖν περὶ τοὺς Καθαροὺς ζήτημα καὶ εἴρηται πρότερον, καὶ καλῶς ἀπεμνημόνευσας, ὅτι δεῖ τῷ ἔθει τῶν καθʼ ἑκάστην χώραν ἕπεσθαι, διὰ τὸ διαφόρως ἐνεχθῆναι περὶ τοῦ βαπτίσματος αὐτῶν τοὺς τότε περὶ τούτων διαλαβόντας· τὸ δὲ τῶν Πεπουζηνῶν οὐδένα μοι λόγον ἔχειν δοκεῖ· καὶ ἐθαύμασα πῶς κανονικὸν ὄντα τὸν Διονύσιον παρῆλθεν. ἐκεῖνο γὰρ ἔκρινον οἱ παλαιοὶ δέχεσθαι βάπτισμα, τὸ μηδὲν τῆς πίστεως παρεκβαῖνον· ὅθεν τὰς μὲν αἱρέσεις ὠνόμασαν, τὰ δὲ σχίσματα, τὰς δὲ παρασυναγωγάς· αἱρέσεις μὲν τοὺς παντελῶς ἀπερρηγμένους, καὶ κατʼ αὐτὴν τὴν πίστιν ἀπηλλοτριωμένους· σχίσματα δὲ τοὺς δι’ αἰτίας τινὰς ἐκκλησιαστικὰς καὶ ζητήματα ἰάσιμα πρὸς ἀλλήλους διενεχθέντας· παρασυναγωγὰς δὲ τὰς συνάξεις τὰς παρὰ τῶν ἀνυποτάκτων πρεσβυτέρων ἢ ἐπισκόπων καὶ παρὰ τῶν ἀπαιδεύτων λαῶν γινομένας. οἷον εἴ τις ἐν πταίσματι ἐξετασθεὶς ἐπεσχέθη τῆς λειτουργίας, καὶ μὴ ὑπέκυψε τοῖς κανόσιν, ἀλλʼ ἑαυτῷ ἐξεδίκησε τὴν προεδρίαν καὶ τὴν λειτουργίαν, καὶ συναπῆλθον τούτῳ τινὲς καταλιπόντες τὴν καθολικὴν Ἐκκλησίαν, παρασυναγωγὴ τὸ τοιοῦτο. σχίσμα δὲ τὸ περὶ τῆς μετανοίας διαφόρως ἔχειν πρὸς τοὺς ἀπὸ τῆς Ἐκκλησίας. αἱρέσεις δέ, οἷον ἡ τῶν Μανιχαίων, καὶ Οὐαλεντίνων, καὶ Μαρκιονιστῶν, καὶ αὐτῶν τούτων τῶν Πεπουζηνῶν· εὐθὺς γὰρ περὶ αὐτῆς τῆς εἰς Θεὸν πίστεώς ἐστιν ἡ διαφορά. ἔδοξε τοίνυν τοῖς ἐξ ἀρχῆς, τὸ μὲν τῶν αἱρετικῶν παντελῶς ἀθετῆσαι, τὸ δὲ τῶν ἀποσχισάντων, ὡς ἔτι ἐκ τῆς Ἐκκλησίας ὄντων, παραδέξασθαι· τοὺς δὲ ἐν ταῖς παρασυναγωγαῖς, μετανοίᾳ ἀξιολόγῳ καὶ ἐπιστροφῇ βελτιωθέντας, συνάπτεσθαι πάλιν τῇ Ἐκκλησίᾳ, ὥστε πολλάκις καὶ τοὺς ἐν βαθμῷ, συναπελθόντας τοῖς ἀνυποτάκτοις, ἐπειδὰν μεταμεληθῶσιν, εἰς τὴν αὐτὴν παραδέχεσθαι τάξιν. οἱ τοίνυν Πεπουζηνοὶ προδήλως εἰσὶν αἱρέτικοι· εἰς γὰρ τὸ Πνεῦμα τὸ ἅγιον ἐβλασφήμησαν, Μοντανῷ καὶ Πρισκίλλῃ τὴν τοῦ Παρακλήτου προσηγορίαν ἀθεμίτως καὶ ἀναισχύντως ἐπιφημίσαντες. εἴτε οὖν ὡς ἀνθρώπους θεοποιοῦντες, κατάκριτοι· εἴτε ὡς τὸ Πνεῦμα τὸ ἅγιον τῇ πρὸς ἀνθρώπους συγκρίσει καθυβρίζοντες, καὶ οὕτω τῇ αἰωνίῳ καταδίκῃ ὑπεύθυνοι, διὰ τὸ ἀσυγχώρητον εἶναι τὴν εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημίαν. τίνα οὖν λόγον ἔχει τὸ τούτων βάπτισμα ἐγκριθῆναι τῶν βαπτιζόντων εἰς Πατέρα καὶ Υἱὸν καὶ Μοντανὸν ἢ Πρίσκιλλαν; οὐ γὰρ ἐβαπτίσθησαν οἱ εἰς τὰ μὴ παραδεδομένα ἡμῖν βαπτισθέντες. ὥστε, εἰ καὶ τὸν μέγαν Διονύσιον τοῦτο παρέλαθεν, ἀλλʼ ἡμῖν οὐ φυλακτέον τὴν μίμησιν τοῦ σφάλματος. τὸ γὰρ ἄτοπον αὐτόθεν πρόδηλον, καὶ πᾶσιν ἐναργές, οἷς τι καὶ μικρὸν τοῦ λογίζεσθαι μέτεστιν.

  31. 188.3

    Οἱ Καθαροὶ καὶ αὐτοὶ τῶν ἀπεσχισμένων εἰσί. πλὴν ἀλλʼ ἔδοξε τοῖς ἀρχαίοις, τοῖς περὶ Κυπριανὸν λέγω καὶ Φιρμιλιανὸν τὸν ἡμέτερον, τούτους πάντας μιᾷ ψήφῳ ὑποβαλεῖν, Καθαρούς, καὶ Ἐγκρατίτας, καὶ Ὑδροπαραστάτας· διότι ἡ μὲν ἀρχὴ τοῦ χωρισμοῦ διὰ σχίσματος γέγονεν· οἱ δὲ τῆς Ἐκκλησίας ἀποστάντες οὐκέτι ἔσχον τὴν χάριν τοῦ ἁγίου Πνεύματος ἐφʼ ἑαυτοῖς· ἐπέλιπε γὰρ ἡ μετάδοσις τῷ διακοπῆναι τὴν ἀκολουθίαν. οἱ μὲν γὰρ πρῶτοι ἀναχωρήσαντες παρὰ τῶν πατέρων ἔσχον τὰς χειροτονίας καὶ διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν αὐτῶν εἶχον τὸ χάρισμα τὸ πνευματικόν· οἱ δὲ ἀπορραγέντες, λαϊκοὶ γενόμενοι, οὔτε τοῦ βαπτίζειν, οὔτε τοῦ χειροτονεῖν εἶχον τὴν ἐξουσίαν, οὐκέτι δυνάμενοι χάριν Πνεύματος ἁγίου ἑτέροις παρέχειν, ἧς αὐτοὶ ἐκπεπτώκασι. διὸ ὡς παρὰ λἁ̣̣̓κῶν βαπτιζομένους τοὺς παρʼ αὐτῶν, ἐκέλευσαν ἐρχομένους ἐπὶ τὴν Ἐκκλησίαν τῷ ἀληθινῷ βαπτίσματι τῷ τῆς Ἐκκλησίας ἀνακαθαίρεσθαι. ἐπειδὴ δὲ ὅλως ἔδοξέ τισι τῶν κατὰ τὴν Ἀσίαν οἰκονομίας ἕνεκα τῶν πολλῶν δεχθῆναι αὐτῶν τὸ βάπτισμα, ἔστω δεκτόν.

  32. 188.4

    Τὸ δὲ τῶν Ἐγκρανιτῶν κακούργημα νοῆσαι ἡμᾶς δεῖ, ὅτι ἵνʼ αὐτοὺς ἀπροσδέκτους ποιήσωσι τῇ Ἐκκλησίᾳ ἐπεχείρησαν λοιπὸν ἰδίῳ προκαταλαμβάνειν βαπτίσματι· ὅθεν καὶ τὴν συνήθειαν τὴν ἑαυτῶν παρεχάραξαν. νομίζω τοίνυν, ὅτι ἐπειδὴ οὐδέν ἐστι περὶ αὐτῶν φανερῶς διηγορευμένον, ἡμᾶς προσῆκεν ἀθετεῖν αὐτῶν τὸ βάπτισμα· κἄν τις ᾖ παρʼ αὐτῶν εἰληφώς, προσιόντα τῇ Ἐκκλησίᾳ βαπτίζειν. ἐὰν μέντοι μέλλοι τῇ καθόλου οἰκονομίᾳ ἐμπόδιον ἔσεσθαι τοῦτο, πάλιν τῷ ἔθει χρηστέον, καὶ τοῖς οἰκονομήσασι τὰ καθʼ ἡμᾶς πατράσιν ἀκολουθητέον. ὑφορῶμαι γὰρ μήποτε, ὡς βουλόμεθα ὀκνηροὺς αὐτοὺς περὶ τὸ βαπτίζειν ποιῆσαι, ἐμποδίσωμεν τοῖς σωζομένοις διὰ τὸ τῆς προτάσεως αὐστηρόν. εἰ δὲ ἐκεῖνοι φυλάσσουσι τὸ ἡμέτερον βάπτισμα, τοῦτο ἡμᾶς μὴ δυσωπείτω. οὐ γὰρ ἀντιδιδόναι αὐτοῖς ὑπεύθυνοι χάριν ἐσμέν, ἀλλὰ δουλεύειν ἀκριβείᾳ κανόνων. παντὶ δὲ λόγῳ τυπωθήτω, τοὺς ἀπὸ τοῦ βαπτισμοῦ ἐκείνων προσερχομένους χρίεσθαι ἐπὶ τῶν πιστῶν δηλονότι, καὶ οὕτω προσιέναι τοῖς μυστηρίοις. οἶδα δὲ ὅτι τοὺς ἀδελφοὺς τοὺς περὶ Ἰζοΐν, καὶ Σατρυνῖνον, ἀπʼ ἐκείνης ὄντας τῆς τάξεως, προσεδεξάμεθα εἰς τὴν καθέδραν τῶν ἐπισκόπων. ὥστε τοὺς τῷ τάγματι ἐκείνων συνημμένους οὐκέτι δυνάμεθα διακρίνειν ἀπὸ τῆς Ἐκκλησιάς, οἷον κανόνα τινὰ τῆς πρὸς αὐτοὺς κοινωνίας ἐκθέμενοι διὰ τῆς τῶν ἐπισκόπων παραδοχῆς.

  33. 188.5

    Φθείρασα κατʼ ἐπιτήδευσιν, φόνου δίκην ὑπέχει. ἀκριβολογία δὲ ἐκμεμορφωμένου καὶ ἀνεξεικονίστου παρʼ ἡμῖν οὐκ ἔστιν. ἐνταῦθα γὰρ ἐκδικεῖται οὐ μόνον τὸ γεννηθησόμενον, ἀλλὰ καὶ αὐτὴ ἡ ἑαυτῇ ἐπιβουλεύσασα· διότι ὡς ἐπὶ τὸ πολὺ ἐναποθνήσκουσι ταῖς τοιαύταις ἐπιχειρήσεσιν αἱ γυναῖκες. πρόσεστι δὲ τούτῳ καὶ ἡ φθορὰ τοῦ ἐμβρύου, ἕτερος φόνος, κατά γε τὴν ἐπίνοιαν τῶν ταῦτα τολμῶντων. δεῖ μέντοι μὴ μέχρι τῆς ἐξόδου παρατείνειν αὐτῶν τὴν ἐξομολόγησιν, ἀλλὰ δέχεσθαι μὲν τὸ μέτρον τῶν δέκα ἐτῶν· ὁρίζειν δὲ μὴ χρόνῳ, ἀλλὰ τρόπῳ τῆς μετανοίας τὴν θεραπείαν.

  34. 188.6

    Διάκονος, μετὰ τὴν διακονίαν πορνεύσας, ἀπόβλητος μὲν τῆς διακονίας ἔσται· εἰς δὲ τὸν τῶν λαϊκῶν ἀπωσθεὶς τόπον, τῆς κοινωνίας οὐκ εἰρχθήσεται. διότι ἀρχαῖός ἐστι κανὼν τοὺς ἀπὸ βαθμοῦ πεπτωκότας τούτῳ μόνῳ τῷ τρόπῳ τῆς κολάσεως ὑποβάλλεσθαι· ἀκολουθησάντων, ὡς οἶμαι, τῶν ἐξ ἀρχῆς τῷ νόμῳ ἐκείνῳ τῷ, Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό· καὶ δι’ ἑτέραν δὲ αἰτίαν· ὅτι οἱ μὲν ἐν τῷ λαϊκῷ ὄντες τάγματι, ἐκβεβλημένοι τοῦ τόπου τῶν πιστῶν, πάλιν εἰς τὸν ἀφʼ οὗ ἐξέπεσον τόπον ἀναλαμβάνονται· ὁ δὲ διάκονος ἅπαξ ἔχει διαρκῆ τὴν δίκην τῆς καθαιρέσεως. ὡς οὖν οὐκ ἀποδιδομένης αὐτῷ τῆς διακονίας, ἐπὶ ταύτης ἔστησαν μόνης τῆς ἐκδικήσεως. ταῦτα μὲν οὖν τὰ ἐκ τῶν τύπων. καθόλου δὲ ἀληθέστερόν ἐστιν ἴαμα ἡ τῆς ἁμαρτίας ἀναχώρησις. ὥστε ὁ διὰ σαρκὸς ἡδονὴν ἀθετήσας τὴν χάριν, διὰ τοῦ συντριμμοῦ τῆς σαρκὸς καὶ πάσης δουλαγωγίας τῆς κατʼ ἐγκράτειαν ἀποστὰς τῶν ἡδονῶν, ὑφʼ ὧν κατεστράφη, τελείαν ἡμῖν παρέξει τῆς ἰατρεύσεως αὐτοῦ τὴν ἀπόδειξιν. ἀμφότερα τοίνυν εἰδέναι ἡμᾶς δεῖ, καὶ τὰ τῆς ἀκριβείας καὶ τὰ τῆς συνηθείας· ἕπεσθαι δὲ ἐπὶ τῶν μὴ καταδεξαμένων τὴν ἀκρότητα τῷ παραδοθέντι τύπῳ.

  35. 188.7

    Περὶ τριγάμων καὶ πολυγάμων τὸν αὐτὸν ὥρισαν κανόνα, ὃν καὶ ἐπὶ τῶν διγάμων, ἀναλόγως· ἐνιαυτὸν μὲν γὰρ ἐπὶ τῶν διγάμων, ἄλλοι δὲ δύο ἔτη· τοὺς δὲ τριγάμους ἐν τρισὶ καὶ τέταρσι πολλάκις ἔτεσιν ἀφορίζουσιν. ὀνομάζουσι δὲ τὸ τοιοῦτον οὐκ ἔτι γάμον, ἀλλὰ πολυγαμίαν, μᾶλλον δὲ πορνείαν κεκολασμένην. διὸ καὶ ὁ Κύριος τῇ Σαμαρείτιδι πέντε ἄνδρας διαμειψάσῃ, Ὃν νῦν, φησίν, ἔχεις, οὐκ ἔστι σου ἀνήρ· ὡς οὐκέτι ἀξίων ὄντων τῶν ὑπερεκπεσόντων τοῦ μέτρου τῆς διγαμίας τῷ τοῦ ἀνδρὸς ἢ τῆς γυναικὸς καλεῖσθαι προσρήματι. συνηθειαν δὲ κατελάβομεν ἐπὶ τῶν τριγάμων πενταετίας ἀφορισμόν· οὐκ ἀπὸ κανόνων, ἀλλʼ ἀπὸ τῆς τῶν προειληφότων ἀκολουθίας. δεῖ δὲ μὴ πάντη αὐτοὺς ἀπείργειν τῆς Ἐκκλησίας, ἀλλʼ ἀκροάσεως αὐτοὺς ἀξιοῦν ἐν δύο που ἔτεσιν ἢ τρισί· καὶ μετὰ ταῦτα ἐπιτρέπειν συστήκειν μέν, τῆς δὲ κοινωνίας τοῦ ἀγαθοῦ ἀπέχεσθαι, καὶ οὕτως ἐπιδειξαμένους καρπόν τινα μετανοίας ἀποκαθιστᾷν τῷ τόπῳ τῆς κοινωνίας.

  36. 188.8

    Τοὺς δὲ ἐπὶ ἐξόδῳ μετανοοῦντας τῶν αἱρετικῶν δέχεσθαι χρή· δέχεσθαι δὲ δηλονότι οὐκ ἀκρίτως, ἀλλὰ δοκιμάζοντας εἰ ἀληθινὴν ἐπιδείκνυνται μετάνοιαν, καὶ εἰ τοὺς καρποὺς ἔχουσι μαρτυροῦντας τῇ πρὸς τὸ σωθῆναι σπουδῇ.

  37. 188.9

    Τῶν κανονικῶν τὰς πορνείας εἰς γάμον μὴ καταλογίζεσθαι, ἀλλὰ παντὶ τρόπῳ διασπᾷν αὐτῶν τὴν συνάφειαν. τοῦτο γὰρ καὶ τῇ Ἐκκλησίᾳ πρὸς ἀσφάλειαν λυσιτελές, καὶ τοῖς αἱρετικοῖς οὐ δώσει καθʼ ἡμῶν λαβήν, ὡς διὰ τὴν τοῦ ἁμαρτάνειν ἄδειαν ἐπισπωμένων πρὸς ἑαυτούς.

  38. 188.10

    Ἀρρενοφθόροι καὶ ζωοφθόροι, καὶ φονεῖς, καὶ φαρμακοί, καὶ μοιχοί, καὶ εἰδωλολάτραι τῆς αὐτῆς καταδίκης εἰσὶν ἠξιωμένοι. ὥστε ὃν ἔχεις ἐπὶ τῶν ἄλλων τύπον, καὶ ἐπὶ τούτων φύλαξον. τοὺς δὲ ἐν τριάκοντα ἔτεσι μετανοήσαντας ἐπὶ τῇ ἀκαθαραίᾳ, ἣν ἐν ἀγνοίᾳ ἔπραξαν, οὐδʼ ἀμφιβάλλειν ἡμᾶς προσῆκεν εἰς τὸ παραδέξασθαι. ἥ τε γὰρ ἄγνοια συγγνώμης ἀξίους αὐτοὺς ποιεῖ, καὶ τὸ ἑκούσιον τῆς ἐξαγορεύσεως, καὶ ἡ παράτασις ἐν τοσούτῳ χρόνῳ γενομένη. σχεδὸν γὰρ ὅλην γενεὰν ἀνθρώπου παρεδόθησαν τῷ Σατανᾷ, ἵνα παιδευθῶσι μὴ ἀσχημονεῖν. ὥστε κέλευσον αὐτοὺς ἤδη ἀνυπερθέτως δεχθῆναι, μάλιστα εἰ καὶ δάκρυα ἔχουσι δυσωποῦντά σου τὴν εὐσπλαγχνίαν, καὶ βίον ἐπιδείκνυνται ἄξιον συμπαθείας.

  39. 188.11

    Ὁ ἀξίνῃ παρὰ τὸν θυμὸν κατὰ τῆς ἑαυτοῦ γαμετῆς χρησάμενος φονεύς ἐστι. καλῶς δέ με ὑπέμνησας καὶ ἀξίως τῆς σεαυτοῦ συνέσεως εἰπεῖν περὶ τούτων πλατύτερον· διότι πολλαὶ ἐν τοῖς ἑκουσίοις καὶ ἀκουσίοις διαφοραί. ἀκούσιον μὲν γάρ ἐστι παντελῶς καὶ πόρρω τοῦ κατάρξαντος τὸ ἀκοντίσαντα λίθον ἐπὶ κύνα ἢ δένδρον ἀνθρώπου τυχεῖν. ἡ μὲν γὰρ ὁρμὴ ἦν τὸ θηρίον ἀμύνασθαι, ἢ τὸν καρπὸν κατασεῖσαι· ὑπέβη δὲ αὐτομάτως τῇ πληγῇ κατὰ πάροδον ὁ παραπεσών· ὥστε τὸ τοιοῦτον ἀκούσιον. ἀκούσιον μέντοι καὶ εἴ τις βουλόμενος ἐπιστρέψαι τινά, ἱμάντι ἢ ῥάβδῳ μὴ σκληρᾷ τύπτοι, ἀποθάνῃ δὲ ὁ τυπτόμενος. ἡ γὰρ πρόθεσις ἐνταῦθα σκοπεῖται, ὅτι βελτιῶσαι ἠβούλετο τὸν ἁμαρτάνοντα, οὐκ ἀνελεῖν. ἐν τοῖς ἀκουσίοις ἐστὶ κἀκεῖνο, τὸ ἀμυνόμενόν τινα ἐν μάχῃ ξύλῳ ἢ χειρί, ἀφειδῶς ἐπὶ τὰ καίρια τὴν πληγὴν ἐνεγκεῖν, ὥστε κακῶσαι αὐτόν, οὐχ ὥστε παντελῶς ἀνελεῖν. ἀλλὰ τοῦτο ἤδη προσεγγίζει τῷ ἑκουσίῳ. ὁ γὰρ τοσούτῳ χρησάμενος ὀργάνῳ πρὸς ἄμυναν, ἢ ὁ μὴ πεφεισμένως τὴν πληγὴν ἐπαγαγών, δῆλός ἐστι, διὰ τὸ κεκρατῆσθαι ὑπὸ τοῦ πάθους, ἀφειδῶν τοῦ ἀνθρώπου. ὁμοίως καὶ ὁ ξύλῳ βαρεῖ, καὶ ὁ λίθῳ μείζονι τῆς δυνάμεως τῆς ἀνθρωπίνης χρησάμενος, τοῖς ἀκουσίοις ἐναριθμεῖται, ἄλλο μέν τι προελόμενος, ἄλλο δέ τι ποιήσας. ὑπὸ γὰρ τοῦ θυμοῦ τοιαύτην ἤνεγκε τὴν πληγήν, ὥστε ἀνελεῖν τὸν πληγέντα· καίτοι ἡ σπουδὴ ἦν αὐτῷ συντρίψαι τυχόν, οὐχὶ δὲ καὶ παντελῶν θανατῶσαι. ὁ μέντοι ξίφει χρησάμενος, ἢ ᾡτινιοῦν τοιούτῳ, οὐδεμίαν ἔχει παραίτησιν· καί μάλιστα ὁ τὴν ἀξίνην ἀκοντίσας. καὶ γὰρ οὐδὲ ἀπὸ χειρὸς φαίνεται πλήξας, ὥστε τὸ μέτρον τῆς πληγῆς ἐπʼ αὐτῷ εἶναι, ἀλλʼ ἠκόντισεν, ὥστε καὶ τῷ βάρει τοῦ σιδήρου, καὶ τῇ ἀκμῇ, καὶ τῇ διὰ πλείστου φορᾷ, ὀλεθρίαν ἀναγκαίως τὴν πληγὴν γενέσθαι.

  40. 188.12

    Ἑκούσιον δὲ πάλιν παντελῶς, καὶ οὐδεμίαν ἀμφιβολίαν ἔχον, οἷόν ἐστι τὸ τῶν λῃστῶν καὶ τὸ τῶν πολεμικῶν ἐφόδων. οὗτοι μὲν γὰρ διὰ χρήματα ἀναιροῦσι, τὸν ἔλεγχον ἀποφεύγοντες· οἵ τε ἐν τοῖς πολέμοις ἐπὶ φόνους ἔρχονται, οὔτε φοβῆσαι, οὔτε σωφρονίσαι, ἀλλʼ ἀνελεῖν τοὺς ἐναντιουμένους ἐκ τοῦ φανεροῦ προαιρούμενοι. καὶ μέντοι, κἄν δι’ ἄλλην τινὰ αἰτίαν περίεργον φάρμακόν τις ἐγκεράσῃ, ἀνέλῃ δέ, ἑκούσιον τιθέμεθα τὸ τοιοῦτον· οἷον ποιοῦσιν αἱ γυναῖκες πολλάκις, ἐπαοιδαῖς τισι καὶ καταδέσμοις πρὸς τὸ ἑαυτῶν φίλτρον ἐπάγεσθαί τινας πειρώμεναι, καὶ προσδιδοῦσαι αὐτοῖς φάρμακα, σκότωσιν ἐμποιοῦντα ταῖς διανοίαις. αἱ τοιαῦται τοίνυν ἀνελοῦσαι, εἰ καὶ ἄλλο προελόμεναι ἄλλο ἐποίησαν, ὅμως διὰ τὸ περίεργον καὶ ἀπηγορευμένον τῆς ἐπιτηδεύσεως ἐν τοῖς ἑκουσίως φονεύουσι καταλογίζονται. καὶ αἱ τοίνυν τὰ ἀμβλωθρίδια διδοῦσαι φάρμακα φονεύτριαί εἰσι καὶ αὐταί, καὶ αἱ δεχόμεναι τὰ ἐμβρυοκτόνα δηλητήρια. ταῦτα μὲν εἰς τοσοῦτον.

  41. 188.13

    Ἡ δὲ τοῦ Κυρίου ἀπόφασις, κατὰ μὲν τὴν τῆς ἐννοίας ἀκολουθίαν ἐξ ἴσου καὶ ἀνδράσι καὶ γυναιξὶν ἁρμόζει, περὶ τοῦ μὴ ἐξεῖναι γάμου ἐξίστασθαι, παρεκτὸς λόγου πορνείας. ἡ δὲ συνήθεια οὐχ οὕτως ἔχει, ἀλλʼ ἐπὶ μὲν τῶν γυναικῶν πολλὴν εὑρίσκομεν ἀκριβολογίαν, τοῦ μὲν ἀποστόλου λέγοντος· Ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστι· τοῦ δὲ Ἱερεμίου· Ὅτι, ἐὰν γένηται γυνὴ ἀνδρὶ ἑτέρῳ, οὐκ ἐπιστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς, ἀλλὰ μιαινομένη μιανθήσεται· καὶ πάλιν· Ὁ ἔχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ἡ δὲ συνήθεια καὶ μοιχεύοντας ἄνδρας καὶ ἐν πορνείαις ὄντας κατέχεσθαι ὑπὸ γυναικῶν προστάσσει. ὥστε ἡ τῷ ἀφειμένῳ ἀνδρὶ συνοικοῦσα οὐκ οἶδα εἰ δύναται μοιχαλις χρηματίζειν· τὸ γὰρ ἔγκλημα ἐνταῦθα τῆς ἀπολυσάσης τὸν ἄνδρα ἅπτεται, κατὰ ποίαν αἰτίαν ἀπέστη τοῦ γάμου. εἶτε καὶ τυπτομένη, μὴ φέρουσα τὰς πληγάς, ὑπομένειν ἐχρῆν μᾶλλον ἢ διαζευχθῆναι τοῦ συνοικοῦντος· εἴτε τὴν εἰς τὰ χρήματα ζημίαν μὴ φέρουσα, οὐδὲ αὕτη ἡ πρόφασις ἀξιόλογος. εἰ δὲ διὰ τὸ ἐν πορνείᾳ αὐτὸν ζῇν, οὐκ ἔχομεν τοῦτο ἐν τῇ συνηθείᾳ τῇ ἐκκλησιαστικῇ τὸ παρατήρημα· ἀλλὰ καὶ ἀπίστου ἀνδρὸς χωρίζεσθαι οὐ προσετάχθη γυνή, ἀλλὰ παραμένειν, διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ὥστε ἡ καταλιποῦσα, μοιχαλίς, εἰ ἐπʼ ἄλλον ἦλθεν ἄνδρα. ὁ δὲ καταλειφθεὶς συγγνωστός ἐστι, καὶ ἡ συνοικοῦσα τῷ τοιούτῳ οὐ κατακρίνεται. εἰ μέντοι ὁ ἀνὴρ ἀποστὰς τῆς γυναικός, ἐπʼ ἄλλην ἦλθε, καὶ αὐτὸς μοιχός, διότι ποιεῖ αὐτὴν μοιχευθῆναι· καὶ ἡ συνοικοῦσα αὐτῷ μοιχαλίς, διότι ἀλλότριον ἄνδρα πρὸς ἑαυτὴν μετέστησεν.

  42. 188.14

    οἱ ὀμνύοντες μὴ καταδέχεσθαι τὴν λειροτονίαν, ἐξομνύμενοι, μὴ ἀναγκαζέσθωσαν ἐπιορκεῖν. εἰ γὰρ καὶ δοκεῖ τις εἶναι κανὼν ὁ συγχωρῶν τοῖς τοιούτοις, ἀλλὰ πείρᾳ ἐγνώκαμεν, ὅτι οὐκ εὐοδοῦνται οἱ παρορκήσαντες. σκοπεῖν δὲ δεῖ καὶ τὸ εἶδος τοῦ ὅρκου, καὶ τὰ ῥήματα, καὶ τὴν διάθεσιν ἀφʼ ἧς ὀμωμόκασι, καὶ τὰς κατὰ λεπτὸν ἐν τοῖς ῥήμασι προσθήκας· ὡς ἐὰν μηδεμία ᾖ μηδαμόθεν παραμυθία, χρὴ παντελῶς ἐᾷν τοὺς τοιούτους. τὸ μέντοι κατὰ Σευῆρον πρᾶγμα, ἤτοι τὸν ὑπὸ τούτου χειροτονηθέντα πρεσβύτερον, τοιαύτην τινά μοι δοκεῖ παραμυθίαν ἔχειν, εἰ καὶ σοι συνδοκεῖ. τὸν ἀγρὸν ἐκεῖνον τὸν ὑποκείμενον τῇ Μηστείᾳ, ᾧ ἐπεκηρύχθη ὁ ἄνθρωπος, κέλευσον Οὐασόδοις ὑποτελεῖν· οὕτω γὰρ κἀκεῖνος οὐ παρορκήσει μὴ ἀναχωρῶν τοῦ τόπου· καὶ ὁ Λογγῖνος, ἔχων τὸν Κυριακὸν μεθʼ ἑαυτοῦ, οὐκ ἐρημώσει τὴν ἐκκλησίαν, οὐδὲ τὴν ἑαυτοῦ ψυχὴν διὰ τὴς ἀργίας καταδικάσει. καὶ ἡμεῖς δόξομεν μὴ παρὰ κανόνας ποιεῖν τι, συμπεριφερόμενοι τῷ Κυριακῷ, ὀμόσαντι μὲν συμπαραμένειν Μινδανοῖς, καταδεξαμένῳ δὲ τὴν μετάθεσιν. ἡ γάρ ἐπάνοδος φυλακὴ ἔσται τοῦ ὅρκου. τὸ δὲ εἶξαι αὐτὸν τῇ οἰκονομίᾳ εἰς ἐπιορκίαν αὐτῷ οὐ λογισθήσεται, διὰ τὸ μὴ προσκεῖσθαι τῷ ὅρκῳ, μηδὲ πρὸς βραχὺ ἀναχωρήσειν Μινδάνων, ἀλλὰ παραμενεῖν εἰς τὸ ἐφεξῆς. Σευήρῳ δὲ προφασιζομένῳ τὴν λήθην ἡμεῖς συγχωρήσομεν, εἰπόντες, ὅτι τῶν κρυπτῶν γνώστης οὐ περιόψεται τὴν ἑαυτοῦ Ἐκκλησίαν ὑπὸ τοιούτου λυμαινομένην, ποιοῦντος μὲν ἀκανονίστως τὸ ἐξ ἀρχῆς, ὅρκῳ δὲ καταδεσμοῦντος παρὰ τὰ εὐαγγέλια, παρορκεῖν δὲ διδάσκοντος δι’ ὧν μετετέθη, ψευδομένου δὲ νῦν δι’ ὧν τὴν λήθην σχηματίζεται. ἐπειδὴ δὲ οὐκ ἐσμὲν καρδιῶν κριταί, ἀλλʼ ἐξ ὧν ἀκούομεν κρίνομεν, δῶμεν τῷ Κυρίῳ τὴν ἐκδίκησιν, αὐτοὶ δὲ ἀδιακρίτως αὐτὸν δεξώμεθα, συγγνώμην δόντες ἀνθρωπίνῳ πάθει τῇ λήθῃ.

  43. 188.15

    Ὁ δὲ τὸν ἀκούσιον ποιήσας φόνον ἀρκούντως ἐξεπλήρωσε τὴν δίκην ἐν τοῖς ἕνδεκα ἔτεσι. δῆλον γὰρ ὅτι ἐπὶ τῶν πληγέντων τὰ Μωυσέως παρατηρήσομεν· καὶ τὸν κατακλιθέντα μὲν ἐπὶ τῶν πληγῶν ἃς ἔλαβε, βαδίσαντα δὲ πάλιν ἐπὶ τῇ ῥάβδῳ αὐτοῦ, οὐ λογισόμεθα πεφονεῦσθαι. εἰ δὲ καὶ οὐκ ἐξανέστη μετὰ τὰς πληγάσ—ἀλλʼ οὖν τῷ μὴ προελέσθαι αὐτὸν ἀνελεῖν ὁ τυπτήσας φονευτὴς μέν, ἀλλʼ ἀκούσιος διὰ τὴν πρόθεσιν.

  44. 188.16

    Τοὺς διγάμους παντελῶς ὁ κανὼν τῆς ὑπηρεσίας ἀπέκλεισε.

  45. 188.17

    Τοὺς ἐν πολέμοις φόνους οἱ πατέρες ἡμῶν ἐν τοῖς φόνοις οὐκ ἐλογίσαντο· ἐμοὶ δοκεῖν, συγγνώμην δόντες τοῖς ὑπὲρ σωφροσύνης καὶ εὐσεβείας ἀμυνομένοις. τάχα δὲ καλῶς ἔχει συμβουλεύειν, ὡς τὰς χεῖρας μὴ καθαροὺς τριῶν ἐτῶν τῆς κοινωνίας μόνης ἀπέχεσθαι.

  46. 188.18

    Ὁ τόκους λαμβάνων, ἐὰν καταδέξηται τὸ ἄδικον κέρδος εἰς πτωχοὺς ἀναλῶσαι, καὶ τοῦ λοιποῦ τοῦ νοσήματος τῆς φιλοχρηματίας ἀπαλλαγῆναι, δεκτός ἐστιν εἰς ἱερωσύνην.

  47. 188.19

    Θαυμάζω δέ σου, τὴν γραμματικὴν ἀκρίβειαν ἐπὶ τῆς Γραφῆς ἀπαιτοῦντος, καὶ λογιζομένου ὅτι ἠναγκασμένη ἐστὶν ἡ λέξις τῆς ἑρμηνείας τὸ αὑτῆς εὔσημον ἐκδιδούσης, οὐ τὸ κυρίως ὑπὸ τῆς Ἑβραϊκῆς φωνῆς σημαινόμενον μετατιθείσης. ἐπεὶ δὲ δεῖ μὴ ἀργῶς παρελθεῖν τὸ ὑπʼ ἀνδρὸς ζητητικοῦ κινηθὲν πρόβλημα, τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ οἱ ἰχθύες τῆς θαλάσσης καὶ ἐν τῇ κοσμοποιίᾳ τὴν αὐτὴν ἔλαχον γένεσιν. ἐκ τῶν ὑδάτων γὰρ ἐξήχθη ἀμφότερα τὰ γένη. τὸ δὲ αἴτιον, ὅτι ταὐτόν ἐστιν ἑκατέροις ἰδίωμα. τὰ μὲν γὰρ διανήχεται τὸ ὕδωρ τὰ δὲ ἐπινήχεται τῷ ἀέρι. διὰ τοῦτο μὲν οὖν κοινῇ αὐτῶν ἐπεμνήσθη. τὸ δὲ σχῆμα τοῦ λόγου ὡς μὲν πρὸς τοὺς ἰχθύας ἀκαταλλήλως ἀποδοθέν, ὡς δὲ πρὸς πάντα τὰ ἐν ὕδασι διαιτώμενα καὶ πάνυ οἰκείως. τὰ γὰρ πετεινὰ τοῦ οὐρανοῦ ὑποτέτακται τῷ ἀνθρώπῳ, καὶ οἱ ἰχθύες τῆς θαλάσσης· καὶ οὐκ αὐτοὶ μόνον, ἀλλὰ καὶ πάντα τὰ διαπορευόμενα τρίβους θαλασσῶν. οὐ γὰρ εἴ τι ἔνυδρον, καὶ ἰχθύς ἐστιν, ὡς τὰ κητώδη, φάλαιναι, καὶ ζύγαιναι, καὶ δελφῖνες, καὶ φῶκαι, καὶ προσέτι ἵπποι, καὶ κύνες, καὶ πρίονες, καὶ ξιφίαι, καὶ οἱ θαλάσσιοι βοῦς, εἰ δὲ βούλει, καὶ ἀκάληφαι, καὶ κτένες, καὶ τὰ ὀστρακόρινα πάντα, ὧν οὐδέν ἐστιν ἰχθύς, καὶ πάντα ἃ διαπορεύεται τρίβους θαλασσῶν· ὡς εἶναι τρία τὰ γένη, πετεινὰ οὐρανοῦ, ἰχθύας θαλάσσης, καὶ ὅσα τῶν ἐνύδρων τοῖς ἰχθύσιν ἀντιστελλόμενα διαπορεύονται καὶ αὐτὰ τὰς τρίβους θαλασσῶν.

  48. 188.20

    Ὁ δὲ Νεεμᾶν οὐχὶ μέγας παρὰ Κυρίῳ, ἀλλὰ παρʼ αὐτῷ τῷ κυρίῳ αὐτοῦ· τουτέστι, τῶν παραδυναστευόντων ἦν τῷ βασιλεῖ τῶν Σύρων. πρόσεχε οὖν ἀκριβῶς τῇ Γραφῇ καὶ αὐτόθεν εὑρήσεις τὴν λύσιν τοῦ ζητήματος.

  49. 189.1

    Ἕστι μὲν καὶ πᾶσιν ὑμῖν τοῖς τὴν ἰατρικὴν μετιοῦσι φιλανθρωπία τὸ ἐπιτήδευμα. καί μοι δοκεῖ τῶν κατὰ τὸν βίον σπουδαζομένων ἁπάντων ὁ τὴν ὑμετέραν προτιθεὶς ἐπιστήμην ἐπιτυχεῖν ἂν τῆς πρεπούσης κρίσεως, καὶ μὴ διαμαρτεῖν τοῦ προσήκοντος· εἴπερ τὸ πάντων προτιμότατον, ἡ ζωή, φευκτόν ἐστι καὶ ἐπώδυνον, ἐὰν μὴ μεθʼ ὑγείας ἐξῇ ταύτην ἔχειν· ὑγείας δὲ χορηγὸς ἡ ὑμετέρα τέχνη. ἀλλά σοι διαφερόντως περιδέξιός ἐστιν ἡ ἐπιστήμη, καὶ μείζονας ποιεῖς σεαυτῷ τῆς φιλανθρωπίας τοὺς ὅρους, οὐ μέχρι τῶν σωμάτων περιορίζων τὴν ἐκ τῆς τέχνης χάριν, ἀλλὰ καὶ τῶν ψυχικῶν ἀρρωστημάτων ἐπινοῶν τὴν διόρθωσιν. ταῦτα δὲ λέγω, οὐ μόνον ταῖς τῶν πολλῶν φήμαις ἑπόμενος, ἀλλὰ καὶ τῇ κατʼ ἐμαυτὸν διδαχθεὶς πείρᾳ, ἐν πολλοῖς τε ἄλλοις, καὶ διαφερόντως νῦν ἐν τῇ τῶν ἐχθρῶν ἡμῶν ἀνεκδιηγήτῳ κακίᾳ· ἣν ῥεύματος πονηροῦ δίκην κατὰ τῆς ζωῆς ἡμῶν ἐπιρρυεῖσαν εὐμηχάνως διέχεας, τὴν βαρεῖαν ταύτην φλεγμονὴν τῆς καρδίας ἡμῶν τῇ ἐπαντλήσει τῶν παρηγορικῶν λόγων διαφορήσας. ἐγὼ γάρ, πρὸς τὴν ἐπάλληλον τῶν ἐχθρῶν ἡμῶν καὶ ποικίλην καθʼ ἡμῶν ἐπιχείρησιν ἀποβλέπων, σιωπᾷν ᾤμην δεῖν καὶ δέχεσθαι καθʼ ἡσυχίαν τὰ ἐπαγόμενα, μηδὲ ἀντερεῖν τοῖς καθωπλισμένοις τῷ ψεύδει, τῷ πονηρῷ τούτῳ ὅπλῳ, τῷ καὶ διὰ τῆς ἀληθείας πολλάκις τὴν ἀκμὴν εἰσωθοῦντι. σὺ δέ, καλῶς ποιῶν, μὴ καταπροδιδόναι τὴν ἀλήθειαν ἐνεκελεύου, ἀλλὰ διελέγχειν τοὺς συκοφάντας, ὡς ἂν μὴ πολλοὶ παραβλαβεῖεν, κατευημεροῦντος τῆς ἀληθείας τοῦ ψεύδους.

  50. 189.2

    Ἔδοξαν οὖν μοι παραπλήσιόν τι ποιεῖν τῷ Αἰσωπείῳ μύθῳ οἱ τὸ ἀπροφάσιστον καθʼ ἡμῶν ἀναλαβόντες μῖσος. ὡς γὰρ ἐκεῖνος ἐγκλήματά τινα τῷ ἀρνίῳ τὸν λύκον προφέρειν ἐποίησεν, αἰσχυνόμενον δῆθεν τὸ δοκεῖν ἄνευ δικαίας προφάσεως ἀναιρεῖν τὸν μηδὲν προλυπήσαντα· τοῦ δὲ ἀρνὸς πᾶσαν τὴν ἐκ συκοφαντίας ἐπαγομένην αἰτίαν εὐχερῶς διαλύοντος, μηδὲν μᾶλλον ὑφίεσθαι τῆς ὁρμῆς τὸν λύκον, ἀλλὰ τοῖς μὲν δικαίοις ἡττᾶσθαι, τοῖς δὲ ὀδοῦσι νικᾷν· οὕτως οἷς τὸ καθʼ ἡμῶν μῖσος ὥς τι τῶν ἀγαθῶν ἐσπουδάσθη, ἐρυθριῶντες τάχα τὸ δοκεῖν ἄνευ αἰτίας μισεῖν, αἰτίας πλάττουσι καθʼ ἡμῶν καὶ ἐγκλήματα· καὶ οὐδενὶ τῶν λεγομένων μέχρι παντὸς ἐπιμένουσιν, ἀλλὰ νῦν μὲν τοῦτο, μετʼ ὀλίγον δὲ ἄλλο, καὶ αὖθις ἕτερον τῆς καθʼ ἡμῶν δυσμενείας τὸ αἴτιον λέγουσι. βέβηκε δὲ αὐτοῖς ἐπʼ οὐδενὸς ἡ κακία· ἀλλʼ ὅταν τούτου τοῦ ἐγκλήματος ἀποσεισθῶσιν, ἑτέρῳ προσφύονται, καὶ ἀπʼ ἐκείνου πάλιν καταλαμβάνουσιν ἕτερον· κἂν πάντα διαλυθῇ τὰ ἐγκλήματα, τοῦ μισεῖν οὐκ ἀφίστανται. τρεῖς θεοὺς πρεσβεύεσθαι παρʼ ἡμῶν αἰτιῶνται, καὶ περιηχοῦσι τὰς ἀκοὰς τῶν πολλῶν, καὶ πιθανῶς κατασκευάζοντες τὴν διαβολὴν ταύτην οὐ παύονται. ἀλλʼ ὑπερμάχεται ἡμῶν ἡ ἀλήθεια, καὶ ἐν κοινῷ πρὸς πάντας καὶ ἰδίᾳ πρὸς τοὺς ἐντυγχάνοντας δεικνύντων ἡμῶν, ὅτι ἀνατεθεμάτισται παρʼ ἡμῶν πᾶς ὁ τρεῖς λέγων θεούς, καὶ οὐδὲ Χριστιανὸς εἶναι κρίνεται. ἀλλʼ ὅταν τοῦτο ἀκούσωσι, πρόχειρος αὐτοῖς καθʼ ἡμῶν ὁ Σαβέλλιος, καὶ ἡ ἐξ ἐκείνου νόσος ἐπιθρυλλεῖται τῷ ἡμετέρῳ λόγῳ. πάλιν καὶ πρὸς τοῦτο ἡμεῖς τὸ σύνηθες ὅπλον τὴν ἀλήθειαν προβαλλόμεθα, δεικνύντες ὅτι ἐπίσης τῷ Ἰουδαϊσμῷ καὶ τὴν τοιαύτην αἵρεσιν φρίττομεν.

  51. 189.3

    Τί οὖν; ἆρα μετὰ τοσαύτας ἐγχειρήσεις ἀποκαμόντες ἡσύχασαν; οὐκ ἔστι ταῦτα. ἀλλὰ καινοτομίαν ἡμῖν προφέρουσιν, οὑτωσὶ τὸ ἔγκλημα καθʼ ἡμῶν συντιθέντες τρεῖς ὑποστάσεις ὁμολογούντων· μίαν ἀγαθότητα, καὶ μίαν δύναμιν, καὶ μίαν θεότητα λέγειν ἡμᾶς αἰτιῶνται. καὶ οὐκ ἔξω τοῦτό φασι τῆς ἀληθείας· λέγομεν γάρ. ἀλλʼ ἐγκαλοῦντες τοῦτο προφέρουσιν, ὅτι ἡ συνήθεια αὐτῶν τοῦτο οὐκ ἔχει, καὶ ἡ Γραφὴ οὐ συντίθεται. τί οὖν καὶ πρὸς τοῦτο ἡμεῖς; οὐ νομίζομεν δίκαιον εἶναι τὴν παρʼ αὐτοῖς ἐπικρατοῦσαν συνήθειαν νόμον καὶ κανόνα τοῦ ὀρθοῦ ποιεῖσθαι λόγου. εἰ γὰρ ἰσχυρόν ἐστιν εἰς ἀπόδειξιν ὀρθότητος ἡ συνήθεια, ἔξεστι καὶ ἡμῖν πάντως ἀντιπροβάλλεσθαι τὴν παρʼ ἡμῖν ἐπικρατοῦσαν συνήθειαν. εἰ δὲ παραγράφονται ταύτην ἐκεῖνοι, οὐδὲ ἡμῖν πάντως ἀκολουθητέον ἐκείνοις. οὐκοῦν ἡ θεόπνευστος ἡμῖν διαιτησάτω Γραφή, καὶ παρʼ οἷς ἂν εὑρεθῇ τὰ δόγματα συνῳδὰ τοῖς θείοις λόγοις, ἐπὶ τούτους ἥξει πάντως τῆς ἀληθείας ἡ ψῆφος. τί οὖν ἐστι τὸ ἔγκλημα; δύο γὰρ κατὰ ταὐτὸν ἐν τῇ κατηγορίᾳ τῇ καθʼ ἡμῶν προενήνεκται· ἓν μὲν τὸ διαιρεῖν τὰς ὑποστάσεις· ἕτερον δὲ τὸ μηκέτι μηδὲν τῶν θεαπρεπῶν ὀνομάτων πληθυντικῶς ἀριθμεῖν, ἀλλὰ μίαν, καθὼς προείρηται, τὴν ἀγαθότητα καὶ τὴν δύναμιν καὶ τὴν θεότητα, καὶ πάντα τὰ τοιαῦτα μοναδικῶς ἐξαγγέλλειν. πρὸς μὲν οὖν τὴν διαίρεσιν τῶν ὑποστάσεων οὐκ ἂν ἔχοιεν ἀλλοτρίως οἱ τὴν ἑτερότητα τῶν οὐσιῶν ἐπὶ τῆς θείας δογματίζοντες φύσεως. οὐ γὰρ εἰκός ἐστι τοὺς τρεῖς λέγοντας οὐσίας μὴ καὶ τρεῖς ὑποστάσεις λέγειν. οὐκοῦν τοῦτο μόνον ἐστὶν ἐν ἐγκλήματι, τὸ τὰ ἐπιλεγόμενα τῇ θείᾳ φύσει ὀνόματα μοναδικῶς καταγγέλλειν.

  52. 189.4

    Ἀλλʼ ἕτοιμος ἡμῖν πρὸς τοῦτο καὶ σαφὴς ὁ λόγος. ὁ γὰρ καταγινώσκων τῶν μίαν λεγόντων θεότητα ἐξ ἀνάγκης τῷ πολλὰς λέγοντι, ἢ τῷ μηδεμίαν, συνθήσεται. οὐ γάρ ἐστι δυνατὸν ἕτερόν τι παρὰ τὸ εἰρημένον ἐπινοῆσαι. ἀλλʼ οὔτε πολλὰς λέγειν ἡ θεόπνευστος συγχωρεῖ διδασκαλία, εἴπου καὶ μέμνηται, μοναχῶς τῆς θεότητος μνημονεύουσα, ὅτι Ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος· καὶ ἑτέρωθι· Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης. εἰ οὖν εἰς πλῆθος ἐκτείνειν τὸν ἀριθμὸν τῶν θεοτήτων μόνον τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἐστί, τὸ δὲ καθόλου ἀρνεῖσθαι τὴν θεότητα τῶν ἀθέων ἂν εἴη, τίς λόγος ἐστὶν ὁ διαβάλλων ἡμᾶς ἐπὶ τῷ μίαν ὁμολογεῖν τὴν θεότητα; ἀλλʼ ἐκκαλύπτουσι φανερώτερον τὸν τοῦ λόγου σκοπόν· ἐπὶ μὲν τοῦ Πατρὸς καταδέχεσθαι τὸν Θεὸν εἶναι, καὶ τὸν Υἱὸν ὡσαύτως τιμᾶσθαι τῷ τῆς θεότητος ὀνόματι συντιθέμενοι, τὸ δὲ Πνεῦμα Πατρὶ καὶ Υἱῷ συναριθμούμενον, μηκέτι καὶ τῇ τῆς θεότητος ἐννοίᾳ συμπαραλαμβάνεσθαι, ἀλλʼ ἐκ Πατρὸς μέχρι τοῦ Υἱοῦ ἱσταμένην τὴν τῆς θεότητος δύναμιν, ἀποκρίνειν τῆς θεϊκῆς δόξης τὴν φύσιν τοῦ Πνεύματος. οὐκοῦν ἀπολογητέον καὶ ἡμῖν, ὡς ἂν οἷοί τε ὦμεν, διὰ βραχέων καὶ πρὸς ταύτην τὴν ἔννοιαν.

  53. 189.5

    Τίς οὖν ὁ ἡμέτερος λόγος; παραδιδοὺς ὁ Κύριος τὴν σωτήριον πίστιν τοῖς μαθητευομένοις τῷ λόγῳ, τῷ Πατρὶ καὶ τῷ Υἱῷ συνάπτει καὶ τὸ Πνεῦμα τὸ ἅγιον. τὸ δὲ συνημμένον ἅπαξ διὰ πάντων φαμὲν τὴν συνάφειαν ἔχειν. οὐ γὰρ ἐν τινὶ συντεταγμένον, ἐν ἑτέροις ἀποσχοινίζεται. ἀλλʼ ἐν τῇ ζωοποιῷ δυνάμει, καθʼ ἣν ἐκ τοῦ φθαρτοῦ βίου εἰς ἀθανασίαν ἡ φύσις ἡμῶν μετασκευάζεται, συμπαραληφθεῖσα ἡ τοῦ Πνεύματος δύναμις Πατρὶ καὶ Υἱῷ καὶ ἐν πολλοῖς ἑτέροις, οἷον ἐν τῇ κατὰ τὸ ἀγαθὸν ἐννοίᾳ, καὶ τὸ ἅγιόν τε καὶ ἀΐδιον, σοφόν, εὐθές, ἡγεμονικόν, δυνατόν, καὶ πανταχοῦ δηλονότι, τὸ ἀχώριστον ἔχει ἐν πᾶσι τοῖς πρὸς τὸ κρεῖττον ὑπειλημμένοις ὀνόμασιν. οὐκοῦν ἡγούμεθα καλῶς ἔχειν τὸ ἐν τοσαύταις ἐννοίαις ὑψηλαῖς τε καὶ θεοπρεπέσι συναπτόμενον Πατρὶ καὶ Υἱῷ ἐν οὐδενὶ διακεκρίσθαι νομίζειν. οὐδὲ γὰρ οἴδαμέν τινα τῶν περὶ τὴν θείαν φύσιν ἐπινοουμένων ὀνομάτων τὴν κατὰ τὸ κρεῖττον καὶ τὸ χεῖρον διαφοράν, ὡς εὐαγὲς εἶναι οἴεσθαι τὴν ἐν τοῖς καταδεεστέροις τῶν ὀνομάτων κοινωνίαν συγχωροῦντας τῷ Πνεύματι, τῶν ὑπεραιρόντων κρίνειν ἀνάξιον. πάντα γὰρ τὰ θεοπρεπῆ νοήματά τε καὶ ὀνόματα ὁμοτίμως ἔχει πρὸς ἄλληλα, τῷ μηδὲν περὶ τὴν τοῦ ὑποκειμένου διαφωνεῖν σημασίαν. οὐ γὰρ ἐπʼ ἄλλο τι ὑποκείμενον χειραγωγεῖ τὴν διάνοιαν τοῦ ἀγαθοῦ ἡ προσηγορία, ἐφʼ ἕτερον δὲ ἡ τοῦ σοφοῦ καὶ τοῦ δυνατοῦ καὶ τοῦ δικαίου, ἀλλʼ ὅσαπερ ἂν εἴπῃς ὀνόματα, ἓν διὰ πάντων ἐστὶ τὸ σημαινόμενον. κἂν Θεὸν εἴπῃς, τὸν αὐτὸν ἐνεδείξω ὃν διὰ τῶν λοιπῶν ὀνομάτων ἐνόησας. εἰ δὲ πάντα τὰ ὀνόματα τῇ θείᾳ φύσει ἐπιλεγόμενα ἰσοδυναμεῖ ἀλλήλοις κατὰ τὴν τοῦ ὑποκειμένου ἔνδειξιν, ἄλλα κατὰ ἄλλην ἔμφασιν ἐπὶ τὸ αὐτὸ τὴν διάνοιαν ἡμῶν ὁδηγοῦντα, τίς ὁ λόγος τὴν ἐν τοῖς ἄλλοις ὀνόμασι κοινωνίαν, πρὸς Πατέρα τε καὶ Υἱὸν συγχωροῦντα τῷ Πνεύματι, μόνης ἀποσχοινίζειν αὐτὸ τῆς θεότητος; ἀνάγκη γὰρ πᾶσα ἢ καὶ ἐν τούτῳ διδόναι τὴν κοινωνίαν, ἢ μηδὲ τὴν ἐν τοῖς λοιποῖς συγχωρεῖν. εἰ γὰρ ἐν ἐκείνοις ἄξιον, οὐδὲ ἐν τούτῳ πάντως ἀνάξιον. εἰ δὲ μικρότερον, κατὰ τὸν ἐκείνων λόγον, ἐστὶν ἢ ὥστε τοῦ τῆς θεότητος ὀνόματος πρὸς Πατέρα τε καὶ Υἱὸν τὴν κοινωνίαν χωρῆσαι, οὐδὲ ἄλλου τινὸς τῶν θεοπρεπῶν ὀνομάτων μετέχειν ἄξιον. καταμανθανόμενα γὰρ καὶ συγκρινόμενα πρὸς ἄλληλα τὰ ὀνόματα διὰ τῆς ἑκάστοις ἐνθεωρουμένης ἐμφάσεως, εὑρεθησεται μηδὲν τῆς τοῦ Θεοῦ προσηγορίας ἔλαττον ἔχοντα. τεκμήριον δὲ ὅτι τούτῳ μὲν τῷ ὀνόματι πολλὰ καὶ τῶν καταδεεστέρων ἐπονομάζεται· μᾶλλον δὲ οὐ φείδεται ἡ θεία Γραφὴ τῆς ὁμωνυμίας ταύτης, οὐδὲ ἐπὶ τῶν ἀπεμφαινόντων πραγμάτων, ὡς ὅταν τὰ εἴδωλα τῇ τοῦ Θεοῦ προσηγορίᾳ κατονομάζῃ. θεοὶ γάρ, φησίν, οἳ οὐκ ἐποίησαν τὸν οὐρανὸν καὶ τὴν γῆν, ἀρθήτωσαν, καὶ ὑποκάτω τῆς γῆς βληθήτωσαν· καί, Πάντες, φησίν, οἱ θεοὶ τῶν ἐθνῶν δαιμόνια. καὶ ἡ ἐγγαστρίμυθος ἐν ταῖς μαγγανείαις αὐτῆς ψυχαγωγοῦσα τῷ Σαοὺλ τὰς ἐπιζητουμένας ψυχάς, θεοὺς ἑωρακέναι φησίν. ἀλλὰ καὶ ὁ Βαλαὰμ οἰωνιστής τις ὢν καὶ μάντις, καὶ διὰ χειρὸς τὰ μαντεῖα φέρων, καθώς φησιν ἡ Γραφή, καὶ τὴν ἐκ δαιμόνων διδασκαλίαν διὰ τῆς οἰωνιστικῆς περιεργίας ἑαυτῷ κατορθώσας, παρὰ Θεοῦ συμβουλεύεσθαι ὑπὸ τῆς Γραφῆς ἱστορεῖται. καὶ πολλὰ τοιαῦτά ἐστι συλλεξάμενον ἐκ τῶν θείων παραθέσθαι Γραφῶν, ὅτι τὸ ὄνομα τοῦτο οὐδὲν ὑπὲρ τὰς λοιπὰς τὰς θεοπρεπεῖς προσηγορίας πρωτεύει, ὅτε, καθὼς εἴρηται, καὶ ἐπὶ τῶν ἀπεμφαινόντων ὁμωνύμως λεγόμενον εὑρίσκομεν. τὸ δὲ τοῦ ἁγίου ὄνομα, καὶ τοῦ ἀφθάρτου, καὶ τοῦ εὐθέος, καὶ τοῦ ἀγαθοῦ, οὐδαμοῦ κοινοποιούμενον πρὸς τὰ μὴ δέοντα παρὰ τῆς Γραφῆς ἐδιδάχθημεν. οὐκοῦν εἰ ἐν τοῖς ἐξαιρέτως ἐπὶ μόνης τῆς θείας φύσεως εὐσεβῶς λεγομένοις ὀνόμασι κοινωνεῖν τὸ ἅγιον Πνεῦμα πρὸς τὸν Υἱὸν καὶ τὸν Πατέρα οὐκ ἀντιλέγουσι, τίς ὁ λόγος, τούτῳ μόνῳ κατασκευάζειν ἀκοινώνητον εἶναι, οὗ μετέχειν ἐδείχθη, κατά τινα ὁμώνυμον χρῆσιν καὶ τὰ δαιμόνια καὶ τὰ εἴδωλα;

  54. 189.6

    Ἀλλὰ λέγουσι φύσεως ἐνδεικτικὴν εἶναι τὴν προσηγορίαν ταύτην, ἀκοινώνητον δὲ εἶναι πρὸς Πατέρα καὶ Υἱὸν τὴν τοῦ Πνεύματος φύσιν, καὶ διὰ τοῦτο μηδὲ τῆς κατὰ τὸ ὄνομα τοῦτο κοινωνίας μετέχειν. οὐκοῦν δειξάτωσαν, διὰ τίνων τὸ τῆς φύσεως παρηλλαγμένον ἐπέγνωσαν. εἰ μὲν γὰρ ἦν δυνατὸν αὐτὴν ἐφʼ ἑαυτῆς τὴν θείαν φύσιν θεωρηθῆναι, καὶ τό τε οἰκείως ἔχον καὶ τὸ ἀλλοτρίως διὰ τῶν φαινομένων εὑρεῖν, οὐκ ἂν πάντως ἐδεήθημεν λόγων ἢ τεκμηρίων ἑτέρων πρὸς τὴν τοῦ ζητουμένου κατάληψιν· ἐπειδὴ δὲ ἡ μὲν ὑψηλοτέρα τῆς τῶν ζητουμένων ἐστὶ κατανοήσεως, ἐκ δὲ τεκμηρίων τινῶν περὶ τῶν διαφευγόντων τὴν γνῶσιν ἡμῶν λογιζόμεθα, ἀνάγκη πᾶσα διὰ τῶν ἐνεργειῶν ἡμᾶς χειραγωγεῖσθαι πρὸς τὴν τῆς θείας φύσεως ἔρευναν. οὐκοῦν ἐὰν ἴδωμεν διαφερούσας ἀλλήλων τὰς ἐνεργείας τὰς παρὰ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐνεργουμένας διαφόρους εἶναι, καὶ τὰς ἐνεργούσας φύσεις ἐκ τῆς ἑτερότητος τῶν ἐνεργειῶν στοχασόμεθα. οὐδὲ γὰρ ἐνδέχεται τὰ διεστῶτα κατὰ τὸν τῆς φύσεως λόγον πρὸς τὸ τῶν ἐνεργειῶν εἶδος ἀλλήλοις συνενεχθῆναι· (οὔτε ψύχει τὸ πῦρ, οὔτε θερμαίνει ὁ κρύσταλλος), ἀλλὰ τῇ τῶν φύσεων διαφορᾷ συνδιαχωρίζονται ἀπʼ ἀλλήλων καὶ αἱ παρὰ τούτων ἐνέργειαι. ἐὰν δὲ μίαν νοήσωμεν τὴν ἐνέργειαν Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, ἐν μηδενὶ διαφέρουσάν τι ἢ παραλλάσσουσαν, ἀνάγκη τῇ ταυτότητι τῆς ἐνεργείας τὸ ἡνωμένον τῆς φύσεως συλλογίζεσθαι.

  55. 189.7

    Ἁγιάζει, καὶ ζωοποιεῖ, καὶ φωτίζει, καὶ παρακαλεῖ, καὶ πάντα τὰ τοιαῦτα, ὁμοίως ὁ Πατὴρ καὶ ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον. καὶ μηδεὶς κατʼ ἐξαίρετον ἀπονεμέτω τῇ ἐνεργείᾳ τοῦ Πνεύματος τὴν ἁγιαστικὴν ἐξουσίαν, ἀκούσας τοῦ Σωτῆρος ἐν τῷ Εὐαγγελίῳ περὶ τῶν μαθητῶν πρὸς τὸν Πατέρα λέγοντος· Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῷ ὀνοματί σου. ὡσαύτως δὲ καὶ τὰ ἄλλα πάντα κατὰ τὸ ἴσον ἐνεργεῖται τοῖς ἀξίοις παρὰ τοῦ Πατρός τε καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος· πᾶσα χάρις καὶ δύναμις, ἡ ὁδηγία, ἡ ζωή, ἡ παράκλησις, ἡ πρὸς τὸ ἀθάνατον μεταβολή, ἡ εἰς ἐλευθερίαν μετάστασις, καὶ εἴ τι ἄλλο ἐστὶν ἀγαθόν, ὃ μέχρις ἡμῶν καταβαίνει. ἡ δὲ ὑπὲρ ἡμᾶς οἰκονομία, ἔν τε τῇ νοητῇ κτίσει καὶ τῇ αἰσθητῇ, εἴ τι χρὴ διὰ τῶν γινωσκομένων ἡμῖν καὶ περὶ τῶν ὑπερκειμένων στοχάζεσθαι, οὐδὲ αὐτὴ τῆς τοῦ ἀγίου Πνεύματος ἐνεργείας καὶ δυνάμεως ἔξω καθέστηκεν, ἑκάστου κατὰ τὴν ἰδίαν ἀξίαν τε καὶ χρείαν τῆς ὠφελείας μεταλαμβάνοντας. εἰ γὰρ καὶ ἄδηλος τῇ αἰσθήσει τῇ ἡμετέρᾳ ἡ περὶ τῶν ἄνω τῆς ἡμετέρας φύσεως διάταξίς τε καὶ διοίκησις, ὅμως ἐκ τῆς ἀκολουθίας εὐλογώτερον ἄν τις σύνθοιτο διὰ τῶν ἡμῖν γνωρίμων ἐνεργὸν εἶναι καὶ ἐπʼ ἐκείνων τὴν τοῦ Πνεύματος δύναμιν, ἢ ἀπεξενῶσθαι τῆς ἐν τοῖς ὑπερκειμένοις οἰκονομίας. ὁ μὲν γὰρ ἐκεῖνο λέγων ψιλὴν καὶ ἀκατάσκευον τὴν βλασφημίαν προβάλλεται, οὐδενὶ λογισμῷ κατασκευάζων τὴν ἀτοπίαν. ὁ δὲ συντιθέμενος καὶ τὰ ὑπὲρ ἡμᾶς μετὰ Πατρὸς καὶ Υἱοῦ τῇ δυνάμει τοῦ Πνεύματος οἰκονομεῖσθαι, ἐναργεῖ τεκμηρίῳ τῷ κατὰ τὴν ἰδίαν ζωὴν ἐπερειδόμενος περὶ τούτων διισχυρίζεται. οὐκοῦν ἡ τῆς ἐνεργείας ταυτότης ἐπὶ Πατρός τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου δείκνυσι σαφῶς τὸ τῆς φύσεως ἀπαράλλακτον. ὥστε κἂν φύσιν σημαίνῃ τὸ τῆς θεότητος ὄνομα, κυρίως καὶ τῷ ἁγίῳ Πνεύματι τὴν προσηγορίαν ἐφαρμόζεσθαι ταύτην ἡ τῆς οὐσίας κοινότης συντίθεται.

  56. 189.8

    Ἀλλʼ οὐκ οἶδα ὅπως ἐπὶ τὴν τῆς φύσεως ἔνδειξιν τὴν προσηγορίαν τῆς θεότητος φέρουσιν οἱ πάντα κατασκευάζοντες, ὥσπερ οὐκ ἀκηκοότες παρὰ τῆς Γραφῆς, ὅτι χειροτονητὴ φύσις οὐ γίνεται. Μωϋσῆς δὲ τῶν Αἰγυπτίων ἐχειροτονήθη θεός, οὕτω πρὸς αὐτὸν εἰπόντος τοῦ χρηματίζοντος, ὅτι Θεόν σε δέδωκα τῷ Φαραώ. οὐκοῦν ἐξουσίας τινός, εἴτε ἐποπτικῆς εἴτε ἐνεργητικῆς, ἔνδειξιν ἡ προσηγορία φέρει. ἡ δὲ θεία φύσις ἐν πᾶσι τοῖς ἐπινοουμένοις ὀνόμασι, καθό ἐστι, μένει ἀσήμαντος, ὡς ὁ ἡμέτερος λόγος. εὐεργέτην γάρ, καὶ κριτήν, ἀγαθόν τε καὶ δίκαιον, καὶ ὅσα ἄλλα τοιαῦτα μαθόντες, ἐνεργειῶν διαφορὰς ἐδιδάχθημεν· τοῦ δὲ ἐνεργοῦντος τὴν φύσιν οὐδὲν μᾶλλον διὰ τῆς τῶν ἐνεργειῶν κατανοήσεως ἐπιγνῶναι δυνάμεθα. ὅταν γὰρ ἀποδιδῷ τις λόγον ἑκάστου τε τούτων τῶν ὀνομάτων καὶ αὐτῆς τῆς φύσεως περὶ ἣν τὰ ὀνόματα, οὐ τὸν αὐτὸν ἀμφοτέρων ἀποδώσει λόγον. ὧν δὲ ὁ λόγος ἕτερος, τούτων καὶ ἡ φύσις διάφορος. οὐκοῦν ἄλλο μέν τί ἐστιν ἡ οὐσία, ἧς οὔπω λόγος μηνυτὴς ἐξευρέθη· ἑτέρα δὲ τῶν περὶ αὐτὴν ὀνομάτων ἡ σημασία, ἐξ ἐνεργείας τινὸς ἢ ἀξίας ὀνομαζομένων.

  57. 189.9

    Τὸ μὲν οὖν ἐν ταῖς ἐνεργείαις μηδεμίαν εἶναι διαφορὰν ἐκ τῆς τῶν ὀνομάτων κοινωνίας εὑρίσκομεν· τῆς δὲ κατὰ τὴν φύσιν παραλλαγῆς οὐδεμίαν καταλαμβάνομεν ἐναργῆ τὴν ἀπόδειξιν· καθὼς εἴρηται, τῆς τῶν ἐνεργειῶν ταὐτότητος τὸ κοινὸν τῆς φύσεως ὑποσημαινούσης. εἴτε οὖν ἐνεργείας ὄνομα ἡ θεότης, ὡς μίαν ἐνέργειαν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, οὕτω μίαν φαμὲν εἶναι τὴν θεότητα· εἴτε κατὰ τὰς τῶν πολλῶν δόξας, φύσεως ἐνδεικτικόν ἐστι τὸ τῆς θεότητος ὄνομα, διὰ τὸ μηδεμίαν εὑρίσκειν ἐν τῇ φύσει παραλλαγήν, οὐκ ἀπεικότως μιᾶς θεότητος τὴν ἁγίαν Τριάδα διοριζόμεθα.

  58. 190.1

    Ἀξίως τῆς σεαυτοῦ ἐμμελείας καὶ σπουδῆς, ἧς ἀεὶ ἐπαινέτης εἰμὶ ἐγώ, ἐμερίμνησας τὰ περὶ τῆς ἐκκλησίας Ἰσαύρων. ὅτι μὲν οὖν τῷ παντὶ λυσιτελέστερον ἦν εἰς πλείονας ἐπισκόπους καταδιαιρεθῆναι τὴν μέριμναν, αὐτόθεν εἶναι δῆλον καὶ τῷ τυχόντι νομίζω· οὐδὲ γὰρ τὴν σὴν σύνεσιν τοῦτο ἔλαθεν, ἀλλʼ ὡς ἔχει καὶ ἐπεσημήνω καλῶς καὶ ἐγνώρισας ἡμῖν. ἐπεὶ δὲ οὐκ εὔκολον εὑρεῖν ἄνδρας ἀξίους, μήπου ἕως βουλόμεθα τὸ ἐκ τοῦ πλήθους ἀξιόπιστον ἔχειν, καὶ ὑπὸ πλειόνων ἀκριβέστερον ποιεῖν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ οἰκονομεῖσθαι, λάθωμεν διὰ τὸ τῶν καλουμένων ἀδόκιμον εἰς εὐτέλειαν τὸν λόγον καταβαλόντες, ἀδιαφορίας μελέτην τοῖς λαοῖς ἐμποιεῖν; οἶδας γὰρ καὶ αὐτός, ὅτι ὁποῖοι δʼ ἄν ὦσιν οἰ προεστῶτες, τοιαῦτα ὡς ἐπὶ τὸ πολὺ καὶ τὰ ἤθη τῶν ἀρχομένων γίνεσθαι εἴωθεν. ὥστε τάχα βέλτιον ἕνα τινὰ δόκιμον, εἴπερ καὶ τοῦτο ῥᾴδιον, προβαλέσθαι τῆς πόλεως προστάτην, καὶ ἐπιτρέψαι τῷ ἐκείνου κινδύνῳ οἰκονομεῖσθαι τὰ καθʼ ἕκαστον· μόνον ἐὰν ᾖ τις δοῦλος Θεοῦ, ἐργάτης ἀνεπαίσχυντος, μὴ σκοπῶν τὸ ἑαυτοῦ, ἀλλὰ τὸ τῶν πολλῶν, ἵνα σωθῶσιν· ὃς ἐὰν εἰδῇ ἑαυτὸν μικρότερον πρὸς τὴν φροντίδα, προσλήψεται ἐργάτας εἰς τὸν θερισμόν. ἐὰν οὖν εὕρωμεν τοιοῦτον, ὁμολογῶ πολλῶν ἀντάξιον εἶναι τὸν ἕνα, καὶ ταῖς ἐκκλησίαις λυσιτελέστερον, καὶ ἡμῖν δὲ ἀκινδυνότερον, οὕτως οἰκονομῆσαι τῶν ψυχῶν τὴν ἐπιμέλειαν. ἐὰν δὲ τοῦτο μὴ ῥᾴδιον ᾖ, σπουδὴ γενέσθω ἡμῖν πρότερον ταῖς μικροπολιτείαις ἤτοι μικροκωμίαις ταῖς ἐκ παλαιοῦ ἐπισκόπων θρόνον ἐχούσαις δοῦναι τοὺς προϊσταμένους· καὶ τότε τὸν τῆς πόλεως ἀναστήσομεν, μήποτε ἐμπόδιον ἡμῖν πρὸς τὴν μετὰ ταῦτα οἰκονομίαν γένηται ὁ προβαλλόμενος, καὶ εὐθὺς ἀρξώμεθα ἡμεῖς τοῖς οἴκοι πολεμεῖν, διὰ τὸ πλειόνων βούλεσθαι ἄρχειν, καὶ μὴ καταδέχεσθαι τὰς χειροτονίας τῶν ἐπισκόπων. ἐὰν δὲ τοῦτο βαρὺ ᾖ, καὶ ὁ χρόνος μὴ ἐπιτρέπῃ, ἐκεῖνο σπουδασάτω ἡ σὴ σύνεσις, τοῦ ποιῆσαι περιγράψαι τῷ Ἰσαύρων τὸν ἴδιον κύκλον, διὰ τὸ χειροτονῆσαι αὐτὸν προσοίκους τινάς. τὸ δὲ ἐφεξῆς ἡμῖν ὑπάρξει τεταμιευμένον, εἰς τὸ κατὰ τὸν προσήκοντα καιρὸν δοῦναι πᾶσι τοῖς λοιποῖς ἐπισκόπους, οὓς ἂν κυριωτέρους εἶναι κρίνωμεν αὐτοί, διὰ πολλῆς ἐξετάσεως δοκιμάσαντες.

  59. 190.2

    Ἠρωτήσαμεν Γεώργιον, ὡς ἐκέλευσεν ἡ θεοσέβειά σου, καὶ εἶπεν ἃ καὶ ἡ σὴ εὐλάβεια ἀνήνεγκεν, ἐφʼ οἷς ἀνάγκη ἡμᾶς τὴν ἡσυχίαν ἄγειν, ἐπιρρίψαντας ἐπὶ Κύριον τὴν μέριμναν τοῦ οἴκου. πιστεύω γὰρ τῷ ἁγίῳ Θεῷ, ὅτι δώσει σύνεσιν, πρὸς τὸ ἑτέρῳ τρόπῳ ἐξελέσθαι τῶν ἀναγκῶν, καὶ ἡμῖν ἄλυπον τὴν ζωὴν προξενῆσαι. ἐὰν οὖν οὐ δοκῇ τοῦτο, αὐτὸς καταξίωσον ὑπομνηστικόν μοι ἀποστεῖλαι, περὶ τίνος χρὴ ἀξιώματος σπουδὴν εἰσενέγκασθαι, ἵνα ἀρξώμεθα αἰτεῖν ἕκαστον τῶν ἐν δυνάμει φίλων τὴν χάριν ταύτην, εἴτε προῖκα, εἴτε καὶ μετρίου τιμήματος, ὡς ἂν ἡμᾶς Κύριος εὐοδώσῃ.

  60. 190.3

    Ἐπέστειλα τῷ ἀδελφῷ Οὐαλερίῳ, ὡς προσέταξας. τὰ Νύσσης πράγματα ὅμοιά ἐστι τοῖς παρὰ τῆς σῆς θεοσεβείας καταλειφθεῖσι, καὶ προκόπτει ἐπὶ τὸ βέλτιον τῇ συνεργίᾳ τῶν σῶν προσευχῶν. οἱ μέντοι τότε ἀπορραγέντες ἡμῶν, οἱ μὲν ἀπῆλθον ἐπὶ τὸ στρατόπεδον, οἱ δὲ μένουσι τὴν ἐκεῖθεν ἀναμένοντες φήμην. δυνατὸς δὲ ὁ Κύριος καὶ τούτων ματαιῶσαι τὰς ἐλπίδας, κἀκείνοις ἄπρακτον τὴν ἐπάνοδον ποιῆσαι.

  61. 190.4

    Τὸ μάννα ὁ Φίλων ἑρμηνεύων ἔφη, ὥσπερ ἐκ παραδόσεώς τινος Ἰουδαϊκῆς δεδιδαγμένος, τοιαύτην αὐτοῦ εἶναι τὴν ποιότητα, ὥστε κατὰ τὴν φαντασίαν τοῦ ἐσθίοντος μετακιρνᾶσθαι· καὶ εἶναι μὲν καθʼ ἑαυτὸ οἱονεὶ κέγχρον ἑψημένον ἐν μέλιτι, παρέχειν δὲ νῦν μὲν ἄρτου, νῦν δὲ κρέως· καὶ κρέως τοιοῦδε, ἢ πετεινοῦ ἢ χερσαίου· νῦν δὲ λαχάνου, καὶ λαχάνου τοῦ κατὰ τὴν ἐπιθυμίαν ἑκάστου· καὶ ἰχθύος, ὡς τὸ ἰδίωμα τῆς καθʼ ἕκαστον γένος ποιότητος ἀκριβῶς ἐν τῇ γεύσει τοῦ ἐσθίοντος διασώζεσθαι.

  62. 190.5

    Ἅρματα ἀναβάτας τριστάτας ἔχοντα οἶδεν ἡ Γραφή, διὰ τὸ τῶν λοιπῶν ἁρμάτων δύο εἶναι τοὺς ἐπιβάτας, τόν τε ἡνίοχον καὶ τὸν ὁπλίτην· τὰ δὲ τοῦ Φαραῶ δύο μὲν εἶχε τοῦς πολεμοῦντας, ἕνα δὲ τὸν τὰς ἡνίας τῶν ἵππων ἔχοντα.

  63. 190.6

    Σύμπιος ἡμῖν ἐπέστειλε θεραπευτικὴν ἐπιστολὴν καὶ κοινωνικήν, ᾧ ἡμεῖς ἀντιγράψαντες ἐπέμψαμεν τῇ εὐλαβείᾳ σου τὰ γράμματα, ἵνα ἄγαν ἐγκρίνας κελεύσῃς αὐτῷ ἀποσταλῆναι, δηλονότι μετὰ προσθήκης καὶ σῶν γραμμάτων.

  64. 190.7

    Ἐρρωμένος, εὔθυμος ἐν Κυρίῳ, ὑπερευχόμενός μου χαρισθείης μοι καὶ τῇ τοῦ Θεοῦ Ἐκκλησίᾳ τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.

  65. 191.1

    Ἐντυχόντες τοῖς γράμμασι τῆς εὐλαβείας σου, πολλὴν τῷ Θεῷ τὴν χάριν ἔσχομεν, ὅτι ἀρχαίας ἀγάπης ἴχνη εὕρομεν ἐν τοῖς ῥήμασι τῆς ἐπιστολῆς· ὅς γε οὐκ ἔπαθες τὸ τῶν πολλῶν, οὐδὲ φιλονείκως ἔσχες πρὸς τὸ μὴ καὶ αὐτὸς κατάρξαι τῆς ἀγαπητικῆς ὁμιλίας· ἀλλʼ ὡς πεπαιδευμένος τὸ ἐκ ταπεινοφροσύνης μεγαλεῖον περιγινόμενον τοῖς ἁγίοις, οὕτως εἵλου διὰ τῶν δευτερείων ἔμπροσθεν ἡμῶν ἀποφανθῆναι. καὶ γὰρ οὗτος νόμος τῆς ἐν Χριστιανοῖς νίκης, καὶ ὁ ἔλαττον ἔχειν καταδεξάμενος στεφανοῦται. ἵνα οὖν μὴ ἀπολειφθῶμεν τοῦ ἀγαθοῦ ζήλου, ἰδοὺ καὶ αὐτοὶ ἀντιφθεγγόμεθά σου τὴν σεμνότητα, καὶ δείκυμεν τὴν προαίρεσιν ἡμῶν, ὅτι Θεοῦ χάριτι τῆς κατὰ τὴν πίστιν συμφωνίας ἐρρωμένης ἡμῖν, οὐδὲν ἕτερόν ἐστι τὸ ἐμποδίζον πρὸς τὸ εἶναι ἡμᾶς ἓν σῶμα καὶ ἓν πνεῦμα, καθὼς ἐκλήθημεν ἐν μιᾷ ἐλπίδι διὰ τῆς κλήσεως. τῆς οὖν σῆς ἐστιν ἀγάπης τῇ ἀγαθῇ ἀρχῇ καὶ τὰ ἐφεξῆς ἀποδοῦναι, συστατεῖν μὲν περὶ σεαυτὸν τοὺς ὁμοψύχους, δηλῶσαι δὲ καὶ χρόνον καὶ τόπον τῆς συντυχίας, ἵνα οὕτω τῇ τοῦ Θεοῦ χάριτι ἀπολαβόντες ἀλλήλους, τῷ ἀρχαίῳ εἴδει τῆς ἀγάπης τὰς ἐκκλησίας οἰκονομήσωμεν, τοὺς παρʼ ἑκατέρου μέρους βαδίζοντας τῶν ἀδελφῶν ὡς ἴδια μέλη προσιέμενοι, προπέμποντες ὡς ἐπὶ οἰκείους, καὶ ὑποδεχόμενοι πάλιν ὡς παρʼ οἰκείων. τοῦτο γὰρ ἦν ποτε τῆς Ἐκκλησίας τὸ καύχημα, ὅτι ἀπὸ τῶν περάτων τῆς οἰκουμένης ἐπὶ τὰ πέρατα μικροῖς συμβόλοις ἐφοδιαζόμενοι οἱ ἐξ ἑκάστης ἐκκλησίας ἀδελφοὶ πάντας πατέρας καὶ ἀδελφοὺς εὕρισκον· ὃ νῦν μετὰ τῶν ἄλλων ἀφῄρηται ἡμῶν ὁ ἐχθρὸς τῶν ἐκκλησιῶν τοῦ Χριστοῦ, καὶ κατὰ πόλεις περιγεγράμμεθα, καὶ ἕκαστος δι’ ὑποψίας ἔχομεν τὸν πλησίον. καὶ τί γὰρ ἄλλο, ἢ ἐψύξαμεν τὴν ἀγάπην, ἀφʼ ἧς μόνης τοὺς ἑαυτοῦ μαθητὰς ὁ Κύριος ἡμῶν εἶπε χαρακτηρίζεσθαι; καὶ εἰ δοκεῖ, πρότερον αὐτοὶ μετʼ ἀλλήλων γνωρίσατε ἑαυτούς, ἵνα γνῶμεν πρὸς τίνας ἡμῖν ἔσται ἡ συμφωνία. καὶ οὕτως ἐκ κοινῆς συγκαταθέσεως τόπον τινὰ τοῖς ἀμφοτέροις ἀνεπαχθῆ, καὶ χρόνον ταῖς ὁδοιπορίαις πρέποντα ἐκλεξάμενοι, δραμούμεθα παρʼ ἀλλήλοις, καὶ ὁ Κύριος ἡμᾶς κατευοδώσει. ἐρρωμένος καὶ εὔθυμος εἴης, ὑπερευχόμενός μου, καὶ χαρισθείης μοι τῇ τοῦ ἁγίου φιλανθρωπίᾳ.

  66. 192.1

    Εἰ αὐτὸς διπλῆν ἔλαβες χάριν, ὡς αὐτὸς τῇ ἀνυπερβλήτῳ προθυμίᾳ περὶ τὰ ἀγαθὰ ἔργα ἐπέστειλας ἡμῖν, μίαν μὲν τῷ δέξασθαι γράμματα, δευτέραν δὲ τῷ ὑπουργῆσαι τῇ χρείᾳ ἡμῶν· πόσην τινὰ χρὴ νομίζειν ἡμᾶς ἔχειν τὴν χάριν, γράμμασί τε τῆς ἡδίστης φωνῆς ἐντυχόντας, καὶ τὴν ἐπιζητηθεῖσαν χρείαν τοσούτῳ τάχει πληρωθεῖσαν ὁρῶντας. ὥστε ἡδέως δεξάμενοι τὸ ἀποσταλὲν διὰ τὴν οἰκείαν αὐτοῦ φύσιν, πολλῷ ἥδιον αὐτὸ προσηκάμεθα τῷ σὲ εἶναι τὸν τῆς κατασκευῆς αὐτοῦ προεστῶτα. παράσχοι δὲ ἡμῖν ὁ Κύριος ἰδεῖν σε ἐν τάχει, ὥστε ἀπὸ γλώττης ὁμολογῆσαι τὴν χάριν, καὶ πάντων ὁμοῦ τῶν ἐν σοὶ καλῶν ἀπολαῦσαι.

  67. 193.1

    Ἡμῖν οὐδʼ ὅσον ταῖς γεράνοις ὑπάρχει τὰ δυσχερῆ τοῦ χειμῶνος διαφυγεῖν, ἀλλʼ ἕνεκα μὲν τοῦ προϊδέσθαι τὸ μέλλον οὐδὲν ἴσως τῶν γεράνων χείρους ἐσμέν· τῷ δὲ κατὰ τὸν βίον αὐτεξουσίῳ τοσούτον τῶν ὀρνίθων ἀπολιμπανόμεθα, ὅσον καὶ τοῦ πέτεσθαι δύνασθαι, μικροῦ δεῖν. πρῶτον μὲν γάρ με ἀσχολίαι τινὲς τῶν κατὰ τὸν βίον πραγμάτων ἐπέσχον· ἔπειτα δὲ πυρετοὶ συνεχεῖς καὶ λάβροι οὕτω μου τὸ σῶμα κατεδαπάνησαν, ὥστε ἐφάνη τι καὶ ἐμοῦ λεπτότερον, αὐτὸς ἐγὼ ἐμαυτοῦ· εἶτα τεταρταίων προσβολαὶ πρὸς πλεῖον ἢ εἴκοσι διαρκέσασαι κύκλους. νυνὶ δὲ ὅτε δοκῶ τῶν πυρετῶν ἀπηλλάχθαι, οὕτως ὑπὸ τῆς ἀδυναμίας διάκειμαι, ὥστε μηδὲν ἐν τούτῳ ἀποδεῖν ἀραχνίου. ὅθεν μοι πᾶσα μὲν ὁδὸς ἄβατος, πᾶσα δὲ πνεύματος προσβολὴ πλείονα φέρει τὸν κίνδυνον ἢ αἱ τρικυμίαι τοῖς πλέουσιν. ἀνάγκη τοίνυν ὑπὸ δωματίῳ κεκρύφθαι, καὶ ἀναμένειν τὸ ἔαρ, ἐάνπερ διαρκέσαι πρὸς αὐτὸ δυνηθῶμεν, ἀλλὰ μὴ προδιαμάρτοιμεν ὑπὸ τοῦ κακοῦ τοῦ τοῖς σπλάγχνοις ἐνιδρυμένου. ἐὰν δὲ διασώσῃ ἡμᾶς ὁ Κύριος τῇ μεγάλῃ αὐτοῦ χειρί, ἀσμενέστατα μὲν τὴν ἐσχατιὰν ὑμῶν καταληψόμεθα, ἀσμενέστατα δὲ σὲ τὴν φίλην ἡμῖν κεφαλὴν περιπτυξόμεθα. μόνου εὔχου πρὸς τὸ συμφέρον τῇ ψυχῇ τὴν ζωὴν ἡμῶν οἰκονομεῖσθαι.

  68. 194.1

    Οἷα ποιεῖς, ὦ θαυμάσιε, προλαμβάνων ἡμᾶς εἰς τὸ τῆς ταπεινώσεως μέτρον; ὅς γε τοιοῦτος ὢν τὴν παίδευσιν, καὶ οὕτως εἰδὼς ἐπιστέλλειν, ὡς δηλοῖ τὰ γράμματα, ὅμως ἀξιοῖς ὡς ἐπὶ τολμηροτέρᾳ τινὶ ἐγχειρήσει καὶ ὑπερβαινούσῃ σου τὴν ἀξίαν, συγγνώμης παρʼ ἡμῶν τυγχάνειν. ἀλλὰ τῆς εἰρωνείας ταύτης ἀφέμενος, ἐπίστελλε ὑμῖν διὰ πάσης προφάσεως. εἴτε γὰρ ἡμῖν λόγων μέτεστιν, ἥδιστα λογίου ἀνδρὸς γράμμασιν ἐντευξόμεθα· εἴτε καὶ τὸ τῆς ἀγάπης καλὸν ὅσον ἐστὶ παρὰ τῆς Γραφῆς πεπαιδεύμεθα, τοῦ παντὸς ἀξίαν τιθέμεθα ἀνδρὸς ἀγαπῶντος ἡμᾶς ὁμιλίαν. εἴη δέ σε γράφειν ἃ εὐχόμεθά σοι ἀγαθά, ὑγείαν σώματος καὶ εὐθηνίαν οἴκου παντός.

  69. 194.2

    Τὰ δὲ ἡμέτερα μηδὲν ἀνεκτότερα γίνωσκε τῆς συνηθείας εἶναι. ἀρκεῖ δὲ τοσοῦτον εἰπεῖν, καὶ ἐνδείξασθαί σοι τοῦ σώματος ἡμῶν τὴν ἀσθένειαν. τὴν γὰρ νῦν κατέχουσαν ἡμᾶς εἰς τὸ ἀρρωστεῖν ὑπερβολήν, οὔτε λόγῳ ἐνδείξασθαι ῥᾷδιον, οὔτε ἔργῳ πεισθῆναι, εἴπερ ἐκείνων, ὧν αὐτὸς ᾔδεις, εὑρέθη τι πλεῖον παρʼ ἡμῖν εἰς ἀρρωστίαν. Θεοῦ δὲ τοῦ ἀγαθοῦ ἔργον δοῦναι ἡμῖν δύναμιν, πρὸς τὸ ἐν ὑπομονῇ φέρειν τὰς ἐπὶ συμφέροντι ἡμῖν ἐπαγομένας εἰς τὸ σῶμα πληγὰς παρὰ τοῦ εὐεργετοῦντος ἡμᾶς Κυρίου.

  70. 195.1

    Διὰ τὸ μακρὰν ἀπῳκίσθαι τῶν ὁδευομένων τοπων τὴν Κολώνειαν, ἣν ὁ Κύριος ἔδωκεν ὑπὸ σοὶ διιθύνεσθαι, πολλάκις κἂν τοῖς ἄλλοις ἀδελφοῖς ἐπιστέλλωμεν τοῖς κατὰ τὴν μικρὰν Ἀρμενίαν, ὀκνηρῶς πέμπομεν γράμματα πρὸς τὴν εὐλάβειάν σου, μηδένα ἐλπίζοντες εἶναι τὸν μέχρις ἐκείνων διακομίζοντα. ἀλλὰ νῦν ἢ αὐτόν σε παρέσεσθαι προσδοκῶντες, ἢ διαπεμφθήσεσθαι τὴν ἐπιστολὴν παρὰ τῶν ἐπισκόπων οἷς ἐπεστείλαμεν, καὶ γράφομεν τῇ εὐλαβείᾳ σου, καὶ προσαγορεύομέν σε διὰ τοῦ γράμματος, ὁμοῦ μὲν σημαίνοντες ὅτι δοκοῦμεν ἔτι εἶναι ὑπὲρ τῆς γῆς, ὁμοῦ δὲ παρακαλοῦντες προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα ὁ Κύριος ἐλαττώσῃ τὰς θλίψεις, καὶ τὸ πολὺ τοῦτο βάρος τῆς ὀδύνης τῆς νῦν ἐπικειμένης ταῖς καρδίαις ἡμῶν, οἷόν τι νέφος, ἀφʼ ἡμῶν ἀπαγάγῃ. ἔσται δὲ τοῦτο ἐὰν ταχεῖαν δῷ τὴν ἐπάνοδον τοῖς θεοφιλεστάτοις ἐπισκόποις, οἳ νῦν εἰσιν ἐν τῇ διασπορᾷ, δίκας διδόντες ὑπὲρ τῆς εὐσεβείας.

  71. 196.1

    Διάττειν σε ὡς τοὺς ἀστέρας, ἄλλοτε κατʼ ἄλλο μέρος τῆς βαρβαρικῆς ἀνίσχοντα, νῦν μὲν σιτηρέσια στρατιωτικὰ παρέχοντα, νῦν δὲ βασιλεῖ φαινόμενον μετὰ λαμπροῦ τοῦ σχήματος, ἡ τῶν ἀγαθῶν ἄγγελος φήμη ἀγγέλλουσα ἡμῖν οὐ διαλείπει. εὐχόμεθα δὲ τῷ Θεῷ, κατὰ λόγον σοι προϊοῦσαν τὴν ἐπιχείρησιν, ἐπὶ μέγα σε προσελθεῖν, καὶ φανῆναί ποτε τῇ πατρίδι. ἕως ἐσμὲν ὑπὲρ γῆς καὶ τὸν ἀέρα τοῦτον ἀνέλκομεν. τοσοῦτον γὰρ μέτεστιν ἡμῖν τοῦ βίου, ὅσον ἀναπνεῖν μόνον.

  72. 197.1

    Μεγάλαι ἀεὶ καὶ πολλαὶ τοῦ Δεσπότου ἡμῶν αἱ δωρεαί, καὶ οὔτε τὸ μέγεθος αὐτῶν μετρητόν, οὔτε τὸ πλῆθος ἀριθμητόν. μία δὲ τῶν μεγίστων δωρεῶν ἐστι τοῖς εὐαισθήτως δεχομένοις τὰς χάριτας καὶ ἡ παροῦσα αὕτη, ὅτι πλεῖστον ἡμᾶς τῇ θέσει τοῦ τόπου διῃρημένους ἔδωκεν ἀλλήλοις συνάπτεσθαι διὰ τῆς ἐν τοῖς γράμμασι προσφωνήσεως. καὶ γνώσεως τρόπον διττὸν ἡμῖν ἐχαρίσατο· ἕνα μὲν διὰ τῆς συντυχίας, ἕτερον δὲ τὸν διὰ τὴς τοῦ γράμματος ὁμιλίας. ἐπεὶ οὖν ἐγνωρίσαμέν σε δι’ ὧν ἐφθέγξω, καὶ ἐγνωρίσαμεν, οὐ τὸν σωματικὸν χαρακτῆρα ταῖς μνήμαις ἡμῶν ἐντυπωσάμενοι, ἀλλὰ τοῦ ἔσω ἀνθρώπου τὸ κάλλος τῇ ποικιλίᾳ τῶν λόγων καταμαθόντες, ὅτι ἕκαστος ἡμῶν ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ, ἐδοξάσαμεν τὸν Θεὸν ἡμῶν, τὸν καθʼ ἑκάστην γενεὰν ἐκλεγόμενον τοὺς αὐτῷ εὐαρεστοῦντας· ὃς πρότερον μὲν ἐκ τῶν ποιμνίων τῶν προβάτων ἤγειρεν ἄρχοντα τῷ λαῷ αὐτοῦ· καὶ τὸν Ἀμῶς ἐκ τοῦ αἰπολίου ἐνδυναμώσας διὰ τοῦ Πνεύματος ὕψωσεν εἰς προφήτην· νῦν δὲ ἄνδρα ἐκ τῆς βασιλευούσης πόλεως, ἀρχὴν ὅλου ἔθνους πεπιστευμένον, ὑψηλὸν τῷ φρονήματι, γένους λαμπρότητι, περιφανείᾳ βίου, λόγων δυνάμει, πᾶσι τοῖς κατὰ τὸν βίον περίβλεπτον, εἵλκυσεν εἰς τὴν τῶν ποιμνίων τοῦ Χριστοῦ ἐπιμέλειαν· ὃς πάντα ῥίψας τὰ τοῦ βίου πλεονεκτήματα καὶ ἡγησάμενος αὐτὰ ζημίαν ἵνα Χριστὸν κερδήσῃ, τοὺς οἴακας δέξασθαι ἐπετράπη τῆς μεγάλης καὶ περιβοήτου νηὸς ἐπὶ τῇ εἰς Θεὸν πίστει, τοῦ Χριστοῦ Ἐκκλησίας. ἄγε τοίνυν, ὦ Θεοῦ ἄνθρωπε, ἐπειδὴ οὐ παρʼ ἀνθρώπων παρέλαβες ἢ ἐδιδάχθης τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, ἀλλʼ αὐτός σε ὁ Κύριος ἀπὸ τῶν κριτῶν τῆς γῆς ἐπὶ τὴν καθέδραν τῶν ἀποστόλων μετέθηκεν, ἀγωνίζου τὸν καλὸν ἀγῶνα, διόρθωσαι τὰ ἀρρωστήματα τοῦ λαοῦ, εἴ τινος ἄρα τὸ πάθος τῆς Ἀρειανῆς μανίας ἥψατο· ἀνανέωσαι τὰ ἀρχαῖα τῶν πατέρων ἴχνη, καὶ τῆς πρὸς ἡμᾶς ἀγάπης ὃν κατεβάλου θεμέλιον ἐποικοδομεῖν σπούδαζε τῇ συνεχείᾳ τῶν προσρήσεων. οὕτω γὰρ δυνησόμεθα ἐγγὺς ἀλλήλων εἶναι τῷ πνεύματι, εἰ καὶ τῇ οἰκήσει τῇ ἐπὶ τῆς γῆς παμπληθὲς ἀπῳκίσμεθα.

  73. 197.2

    Ἡ δὲ περὶ τὸν μακαριώτατον Διονύσιον τὸν ἐπίσκοπον φιλοτιμία σου καὶ σπουδὴ πᾶσάν σοι μαρτυρεῖ ἀγάπην πρὸς τὸν Κύριον, τιμὴν εἰς τοὺς προλαβόντας, σπουδὴν περὶ τὴν πίστιν. ἡ γὰρ πρὸς τοὺς εὔνους τῶν ὁμοδούλων διάθεσις τὴν ἀναφορὰν ἐπὶ τὸν Δεσπότην ἔχει, ᾧ δεδουλεύκασι· καὶ ὁ τοὺς διὰ πίστιν ἠθληκότας τιμῶν δῆλός ἐστι τὸν ἴσον ζῆλον ἔχων τῆς πίστεως, ὥστε μία αὕτη πρᾶξις πολλῆς ἀρετῆς ἔχει τὴν μαρτυρίαν. γνωρίζομεν δέ σου τῇ ἐν Χριστῷ ἀγάπῃ, ὅτι οἱ σπουδαιότατοι ἀδελφοί, οἱ παρὰ τῆς εὐλαβείας σου εἰς τὴν τοῦ ἀγαθοῦ ἔργου διακονίαν προτιμηθέντες, πρῶτον μὲν παντὶ τῷ κλήρῳ ἔπαινον ἤνεγκαν διὰ τῆς ἐμμελείας τῶν τρόπων· ἐν γὰρ τῇ καθʼ ἑαυτοὺς εὐσχημοσύνῃ τὸ κοινὸν πάντων εὐσταθὲς κατεμήνυον· ἔπειτα πάσῃ σπουδῇ καὶ ἐμμελείᾳ χρησάμενοι, κατετόλμησαν μὲν χειμῶνος ἀβάτου, ἔπεισαν δὲ μετὰ πάσης εὐτονίας τοὺς πιστοὺς φύλακας τοῦ μακαρίου σώματος τὰ φυλακτήρια τῆς ἑαυτῶν ζωῆς παραχωρῆσαι τούτοις. καὶ γίνωσκε ὅτι οὔτε ἀρχαὶ οὔτε δυναστεῖαι ἀνθρώπων ἐξίσχυσαν ἄν ποτε βιάσασθαι τοὺς ἀνθρώπους ἐκείνους, εἰ μὴ τὸ εὔτονον τῆς προαιρέσεως τῶν ἀδελφῶν τούτων ἐξεδυσώπησεν αὐτοὺς πρὸς τὴν συγχώρησιν. συνήργησε δὲ μάλιστα πρὸς τὸ καταπραχθῆναι τὰ σπουδαζόμενα καὶ ἡ παρουσία τοῦ ποθεινοτάτου καὶ εὐλαβεστάτου υἱοῦ ἡμῶν Θηρασίου τοῦ συμπρεσβυτέρου, ὃς αὐθαιρέτως τὸν κόπον τῆς ὁδοιπορίας ὑποδεξάμενος, ἔπαυσε μὲν τὸ σφοδρὸν τῆς ὁρμῆς τῶν ἐκεῖ πιστῶν, λόγῳ δὲ συμπείσας τοὺς ἀντεχομένους, ἐπὶ πρεσβυτέρων καὶ διακόνων καὶ ἄλλων πολλῶν τῶν φοβουμένων τὸν Κύριον μετὰ τῆς πρεπούσης εὐλαβείας ἀνελόμενος τὰ λείψανα, συνδιέσωσε τοῖς ἀδελφοῖς· ἃ μετὰ τοσαύτης χαρᾶς ὑποδέξασθε, μεθʼ ὅσης λύπης προέπεμψαν οἱ φυλάσσοντες. μηδεὶς διακρινέσθω· μηδεὶς ἀμφιβαλλέτω· οὗτός ἐστιν ἐκεῖνος ὁ ἀήττητος ἀθλητής. ταῦτα γνωρίζει τὰ ὀστᾶ ὁ Κύριος, τὰ συνδιαθλήσαντα τῇ μακαρίᾳ ψυχῇ. ταῦτα μετʼ αὐτῆς στεφανώσει ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ κατὰ τὸ γεγραμμένον· ὅτι δεῖ ἡμᾶς παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ ἔπραξε διὰ τοῦ σώματος. μία λάρναξ ἦν ἡ ὑποδεξαμένη τὸ τίμιον ἐκεῖνο σῶμα· οὐδεὶς ὁ πλησίον αὐτοῦ κατακείμενος· ἐπίσημος ἡ ταφή· μάρτυρος ἡ τιμή. Χριστιανοὶ οἱ ξενίσαντες καὶ ταῖς ἰδίαις χερσὶ κατέθεντο τότε, καὶ ἀνείλοντο νῦν. οὗτοι ἔκλαυσαν μὲν ὡς πατέρος καὶ προστάτου στερούμενοι· προέπεμψαν δέ, τὴν ὑμετέραν χαρὰν τῆς ἰδίας παρακλήσεως προτιμοτέραν θέμενοι. οἱ παραδόντες τοίνυν εὐλαβεῖς· οἱ ὑποδεξάμενοι ἀκριβεῖς. οὐδαμοῦ ψεῦδος, οὐδαμοῦ δόλος· μαρτυροῦμεν ἡμεῖς· ἀσυκοφάντητος ἔστω παρʼ ὑμῶν ἡ ἀλήθεια.

  74. 198.1

    Μετὰ τὴν ἐπιστολήν, τὴν διὰ τῶν ὀφφικιαλίων κομισθεῖσαν ἡμῖν, μίαν ἄλλην ἐδεξάμην μετὰ ταῦτα πρὸς ἡμᾶς ἀποσταλεῖσαν. αὐτοὶ δὲ ἐπεστείλαμεν, οὐ πολλὰς μέν, διὰ τὸ μηδὲ ἐπιτυχεῖν τῶν πρὸς ὑμᾶς ἀφικνουμένων, πλὴν πλείους τῶν τεσσάρων, ἐν αἷς καὶ τὰς ἀπὸ Σαμοσάτων κομισθείσας ἡμῖν ἐπὶ τοῖς πρώτοις γράμμασι τῆς σῆς θεοσεβείας ἐσφραγισμένας διεπεμψάμεθα τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Λεοντίῳ τῷ ἐξισωτῇ τῆς Νικαίας, παρακαλέσαντες δι’ ἐκείνου τῷ φροντίζοντι τῆς οἰκίας τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Σωφρονίου ἀποκομισθῆναι, ὥστε ἐκεῖνον ἐπιμεληθῆναι τῆς πρὸς ὑμᾶς διακομιδῆς. ἐπεὶ οὖν πολλὰς διαβαίνουσι χεῖρας αἱ ἐπιστολαί, εἰκὸς τὴν παρὰ ἕνα ἀσχολίαν ἢ ῥᾳθυμίαν αἰτίαν γενέσθαι τοῦ μὴ ὑποδέχεσθαι τὴν σὴν εὐλάβειαν. ὥστε συγγνώμην ἔχε, παρακαλοῦμεν, τῇ σπάνει τῶν γραμμάτων.

  75. 198.2

    Τὸ δέ, ὅτι ἀποστεῖλαί τινα δέον ἐξ ἡμῶν αὐτῶν, οὐκ ἐποιήσαμεν τοῦτο, αὐτὸς μὲν τῇ σεαυτοῦ συνέσει ὀρθῶς ἐπεζήτησας καὶ καθήψω ἡμῶν· γίνωσκε δὲ τὸν παρʼ ἡμῖν χειμῶνα τοσοῦτον γεγενῆσθαι, ὥστε πάσας μὲν ὁδοὺς ἐγκλεισθῆναι μέχρι τῶν ἡμερῶν τοῦ Πάσχα, μηδένα δὲ ἡμᾶς ἔχειν τὸν εὐθαρσῶς πρὸς τὰ τῆς ὁδοῦ δυσχερῆ διακείμενον. καὶ γάρ, εἰ καὶ πολυάνθρωπόν πως εἶναι δοκεῖ τὸ ἱερατεῖον ἡμῶν, ἀλλὰ ἀνθρώπων ἀμελετήτως ἐχόντων πρὸς τὰς ὁδοιπορίας, διὰ τὸ μήτε ἐμπορεύεσθαι μήτε τὴν ἔξω διατριβὴν αἱρεῖσθαι, τὰς δὲ ἑδραίας τῶν τεχνῶν μεταχειρίζεσθαι τοὺς πολλούς, ἐκεῖθεν ἔχοντας τὴν ἀφορμὴν τοῦ ἐφημέρου βίου. αὐτίκα καὶ τὸν ἀδελφὸν τοῦτον, ὃν νῦν ἀπεστείλαμεν πρὸς τὴν εὐλάβειάν σου· ἐκ τῆς χώρας μεταστειλάμενοι, ἐχρησάμεθα αὐτῷ διακόνῳ τῶν πρὸς τὴν σὴν ὁσιότητα γραμμάτων, ἵνα καὶ τὰ ἡμέτερα σαφῶς διαγγείλῃ, καὶ τὰ αὐτόθεν ἡμῖν ἐναργῶς καὶ ταχέως τῇ τοῦ Θεοῦ χάριτι διακομίσῃ. καὶ τὸν ποθεινότατον ἀδελφὸν Εὐσέβιον τὸν ἀναγνώστην πάλαι ἐπειγόμενον πρὸς τὴν σὴν θεοσέβειαν ἐπέσχομεν, τὸ τῶν ἀέρων εὐκραὲς ἀναμένοντες. καὶ νῦν μέντοι ἐν φροντίδι οὐ τῇ τυχούσῃ εἰμί, μήποτε αὐτῷ τὸ περὶ τὰς ὁδοιπορίας ἄηθες ξενισμὸν ἐμποιήσῃ, καὶ ἀρρωστίας αἰτίαν παράσχῃ τῷ σώματι εὐαφόρμως ἔχοντι πρὸς τὴν ἀσθένειαν.

  76. 198.3

    Τὰ μέντοι καινοτομηθέντα περὶ τὴν ἀνατολὴν περιττὸν ἡμᾶς ἐστι διὰ γραμμάτων σημαίνειν. αὐτῶν τῶν ἀδελφῶν ἀκριβῶς δυναμένων ἀφʼ ἑαυτῶν διαγγεῖλαι. γίνωσκε δέ, τιμιωτάτη μοι κεφαλή, ὅτι ἡνίκα ταῦτα ἐπέστελλον, οὕτω διεκείμην φαύλως, ὥστε πάσας με λοιπὸν τοῦ ζῇν τὰς ἐλπίδας ἐπιλελοιπέναι. καὶ γὰρ οὐδὲ ἐξαριθμήσασθαι δυνατὸν τῶν ἐπιγινομένων μοι συμπτωμάτων τὸ πλῆθος, καὶ τὴν ἀσθένειαν, καὶ τὸ μέγεθος τῶν πυρετῶν, καὶ τὴν κακοήθειαν ὁποῖα· πλὴν ὅτι ἐκ πάντων ἓν τὸ συναγόμενον, πληρῶσαι ἡμᾶς λοιπὸν τὸν χρόνον τῆς παροικίας τοῦ δυστήνου τούτου καὶ ὀδυνηροῦ βίου.

  77. 199.1

    Πάλαι πρὸς τὰς παρὰ τῆς εὐλαβείας σου προταθείσας ἡμῖν ἐρωτήσεις ἀποκρινάμενος, οὐκ ἀπέστειλα τὸ γράμμα, τοῦτο μὲν ὑπὸ τῆς ἀρρωστίας τῆς μακρᾶς καὶ ἐπικινδύνου ἀσχοληθείς, τοῦτο δὲ ὑπὸ τῆς ἀπορίας τῶν διακονουμένων. ὀλίγοι γὰρ παρʼ ἡμῖν καὶ ὁδοῦ ἔμπειροι καὶ παρεσκευασμένοι πρὸς τὰς τοιαύτας ὑπηρεσίας. ὥστε μαθὼν τὰς αἰτίας τῆς βραδυτῆτος, δὸς ἡμῖν τὴν συγγνώμην.

  78. 199.2

    Ἐθαυμάσαμεν δέ σου τὴν φιλομάθειαν ὁμοῦ καὶ τὴν ταπεινοφροσύνην, ὅτι καὶ μαθεῖν καταδέχῃ, τὴν τοῦ διδάσκειν τάξιν πεπιστευμένος, καὶ μανθάνειν παρʼ ἡμῶν, οἷς οὐδὲν μέγα πρόσεστι πρὸς γνῶσιν. ἀλλʼ ὅμως, ἐπειδὴ καταδέχῃ διὰ τὸν φόβον τοῦ Θεοῦ ποιεῖν πρᾶγμα οὐ ῥᾳδίως παρʼ ἑτέρου γινόμενον, χρὴ καὶ ἡμᾶς τῇ προθυμίᾳ σου καὶ τῇ ἀγαθῇ σπουδῇ συναίρεσθαι καὶ ὑπὲρ δύναμιν.

  79. 199.3

    Ἠρώτησας ἡμᾶς περὶ Βιάνορος τοῦ πρεσβυτέρου, εἰ δεκτός ἐστιν εἰς τὸν κλῆρον, διὰ τὸν ὅρκον. ἐγὼ δὲ ἤδη τινὰ κοινὸν ὅρον περὶ πάντων ὁμοῦ τῶν μετʼ αὐτοῦ ὀμωμοκότων τοῖς κατʼ Ἀντιόχειαν κληρικοῖς οἶδα ἐκτεθεικώς· ὥστε τῶν μὲν δημοσίων αὐτοὺς ἀπέχεσθαι συλλόγων, ἰδίᾳ δὲ ἐνεργεῖν τὰ τῶν πρεσβυτέρων. τὸ αὐτὸ δὲ τοῦτο καὶ πρὸς τὴν ἑαυτοῦ ὑπηρεσίαν ἄδειαν αὐτῷ παρέχει, διότι οὐκ ἐν Ἀντιοχείᾳ ἐστὶν ἡ ἱερωσύνη, ἀλλʼ ἐν Ἰκονίῳ· ἥν, ὡς αὐτὸς ἐπέστειλας ἡμῖν, τῆς Ἀντιοχείας εἰς οἴκησιν ἀντηλλάξατο. ἔστιν οὖν δεκτὸς ἐκεῖνος ὁ ἀνήρ, ἀπαιτούμενος παρὰ τῆς εὐλαβείας σου μεταμέλεσθαι ἐπὶ τῇ εὐκολίᾳ τοῦ ὅρκου, ὃν ἐπὶ τοῦ ἀπίστου ἀνδρὸς ἐξωμόσατο, βαστάσαι τὴν ἐνόχλησιν τοῦ μικροῦ ἐκείνου κινδύνου μὴ δυνηθείς.

  80. 199.4

    Περὶ τῶν ἐκπεσουσῶν παρθένων τῶν καθομολογησαμένων τὸν ἐν σεμνότητι βίον τῷ Κυρίῳ, εἶτα διὰ τὸ ὑποπεσεῖν τοῖς πάθεσι τῆς σαρκὸς ἀθετουσῶν τὰς ἑαυτῶν συνθήκας, οἱ μὲν πατέρες ἡμῶν ἁπλῶς καὶ πράως συμπεριφερόμενοι ταῖς ἀσθενείαις τῶν κατολισθαινόντων, ἐνομοθέτησαν δεκτὰς εἶναι μετὰ τὸν ἐνιαυτόν, καθʼ ὁμοιότητα τῶν διγάμων διαταξάμενοι. ἐμοὶ δὲ δοκεῖ, ἐπειδὴ τῇ τοῦ Θεοῦ χάριτι προϊοῦσα ἡ Ἐκκλησία, κραταιοτέρα γίνεται, καὶ πληθύνεται νῦν τὸ τάγμα τῶν παρθένων, προσέχειν ἀκριβῶς τῷ τε κατʼ ἔννοιαν φαινομένῳ πράγματι, καὶ τῇ τῆς Γραφῆς διανοίᾳ, ἣν δυνατὸν ἐξευρεῖν ἀπὸ τοῦ ἀκολούθου. χηρεία γὰρ παρθενίας ἐλάττων· οὐκοῦν καὶ τὸ τῶν χηρῶν ἁμάρτημα πολλῷ δεύτερόν ἐστι τοῦ τῶν παρθένων. ἴδωμεν τοίνυν τί γέγραπται Τιμοθέῳ παρὰ τοῦ Παύλου. Νεωτέρας δὲ χήρας παραιτοῦ. ὅταν γὰρ καταστρηνιάσωσι τοῦ Χρίστου, γαμεῖν θέλουσιν, ἔχουσαι κρίμα, ὅτι τὴν πρώτην πίστιν ἠθέτησαν. εἰ τοίνυν χήρα κρίματι ὑπόκειται βαρυτάτῳ, ὡς τὴν εἰς Χριστὸν ἀθετήσασα πίστιν, τί χρὴ λογίζεσθαι ἡμᾶς περὶ τῆς παρθένου, ἥτις νύμφη ἐστὶ τοῦ Χριστοῦ καὶ σκεῦος ἱερὸν ἀνατεθὲν τῷ Δεσπότῃ; μέγα μὲν ἁμάρτημα καὶ δούλην λαθραίοις γάμοις ἑαυτὴν ἐπιδιδοῦσαν φθορᾶς ἀναπλῆσαι τὸν οἶκον, καὶ καθυβρίζειν διὰ τοῦ πονηροῦ βίου τὸν κεκτημένον· πολλῷ δὲ δήπου χαλεπώτερον τὴν νύμφην μοιχαλίδα γενέσθαι καί, τὴν πρὸς τὸν νυμφίον ἕνωσιν ἀτιμάσασαν, ἡδοναῖς ἀκολάστοις ἑαυτὴν ἐπιδοῦναι. οὐκοῦν ἡ μὲν χήρα, ὡς δούλη διεφθαρμένη, καταδικάζεται, ἡ δὲ παρθένος τῷ κρίματι τῆς μοιχαλίδος ὑπόκειται. ὥσπερ οὖν τὸν ἀλλοτρίᾳ γυναικὶ συνιόντα μοιχὸν ὀνομάζομεν, οὐ πρότερον παραδεξάμενοι εἰς κοινωνίαν, πρὶν ἢ παύσασθαι τῆς ἁμαρτίας, οὕτω δῆλον ὅτι καὶ ἐπὶ τοῦ τὴν παρθένον ἔχοντος διατεθησόμεθα. ἐκεῖνο δὲ νῦν προδιομολογεῖσθαι ἡμῖν ἀναγκαῖον, ὅτι παρθένος ὀνομάζεται ἡ ἑκουσίως ἑαυτὴν προσαγαγοῦσα τῷ Κυρίῳ, καὶ ἀποταξαμένη τῷ γάμῳ, καὶ τὸν ἐν ἁγιασμῷ βίον προτιμήσασα. τὰς δὲ ὁμολογίας τότε ἐγκρίνομεν, ἀφʼ οὗπερ ἂν ἡ ἡλικία τὴν τοῦ λόγου συμπλήρωσιν ἔχῃ. οὐδὲ γὰρ τὰς παιδικὰς φωνὰς πάντως κυρίας ἐπὶ τῶν τοιούτων ἡγεῖσθαι προσῆκεν, ἀλλὰ τὴν ὑπὲρ τὰ δέκα ἓξ ἢ δέκα καὶ ἑπτὰ γενομένην ἔτη, κυρίαν οὖσαν τῶν λογισμῶν, ἀνακριθεῖσαν ἐπὶ πλεῖον εἶτα παραμείνασαν, καὶ λιπαροῦσαν διὰ ἱκεσιῶν πρὸς τὸ παραδεχθῆναι, τότε ἐγκαταλέγεσθαι χρὴ ταῖς παρθένοις, καὶ τὴν ὁμολογίαν τῆς τοιαύτης κυροῦν, καὶ τὴν ἀθέτησιν αὐτῆς ἀπαραιτήτως κολάζειν. πολλὰς γὰρ γονεῖς προσάγουσι καὶ ἀδελφοὶ καὶ τῶν προσηκόντων τινὲς πρὸ τῆς ἡλικίας, οὐκ οἴκοθεν ὁρμηθείσας πρὸς ἀγαμίαν, ἀλλά τι βιωτικὸν ἑαυτοῖς διοικούμενοι. ἃς οὐ ῥᾳδίως προσδέχεσθαι δεῖ, ἕως ἂν φανερῶς τὴν ἰδίαν αὐτῶν ἐρευνήσωμεν γνώμην.

  81. 199.5

    Ἀνδρῶν δὲ ὁμολογίας οὐκ ἔγνωμεν, πλὴν εἰ μή τινες ἑαυτοὺς τῷ τάγματι τῶν μοναζόντων ἐγκατηρίθμησαν· οἳ κατὰ τὸ σιωπώμενον δοκοῦσι παραδεδέχθαι τῆν ἀγαμίαν. πλὴν καὶ ἐπʼ ἐκείνων ἐκεῖνο ἡγοῦμαι προηγεῖσθαι προσήκειν· ἐρωτᾶσθαι αὐτούς, καὶ λαμβάνεσθαι τὴν παρʼ αὐτῶν ὁμολογίαν ἐναργῆ, ὥστε, ἐπειδὰν μετατίθενται πρὸς τὸν φιλόσαρκον καὶ ἡδονικὸν βίον, ὑπάγειν αὐτοὺς τῷ τῶν πορνευόντων ἐπιτιμίῳ.

  82. 199.6

    Ὅσαι γυναῖκες, ἐν αἱρέσει οὖσαι, παρθενίαν ὡμολόγησαν, εἶτα μετὰ ταῦτα γάμον ἀνθείλοντο, οὐχ ἡγοῦμαι χρῆναι καταδικάζεσθαι ταύτας. ὅσα γὰρ ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ. αἱ δὲ μήπω ὑπελθοῦσαι τὸν ζυγὸν τοῦ Χριστοῦ οὐδὲ τὴν νομοθεσίαν ἐπιγινώσκουσι τοῦ Δεσπότου. ὥστε δεκταί εἰσι τῇ Ἐκκλησίᾳ μετὰ πάντων καὶ τὴν ἐπὶ τούτοις ἄφεσιν ἔχουσαι ἐκ τῆς πίστεως τῆς εἰς Χριστόν. καὶ καθόλου τὰ ἐν τῷ κατηχουμένῳ βίῳ γενόμενα εἰς εὐθύνας οὐκ ἄγεται. τούτους δὲ δηλονότι ἄνευ βαπτίσματος ἡ Ἐκκλησία οὐ παραδέχεται. ὥστε ἀναγκαιότατον ἐπὶ τούτοις τὰ πρεσβεῖα τῆς γενέσεως.

  83. 199.7

    Εἰ ἀνὴρ γυναικὶ συνοικῶν, ἐπειδὰν μὴ ἀρκεσθεὶς τῷ γάμῳ εἰς πορνείαν ἐκπέσῃ, πόρνον κρίνομεν τὸν τοιοῦτον, καὶ πλεῖον αὐτὸν παρατείνομεν ἐν τοῖς ἐπιτιμίοις· οὐ μέντοι ἔχομεν κανόνα, τῷ τῆς μοιχείας αὐτὸν ὑπαγαγεῖν ἐγκλήματι, ἐὰν εἰς ἐλευθέραν γάμου ἡ ἁμαρτία γένηται· διότι ἡ μοιχαλὶς μέν, Μιαινομένη, φησί, μιανθήσεται, καὶ οὐκ ἀναστρέψει πρὸς τὸν ἄνδρα αὐτῆς· καὶ Ὁ κατέχων μοιχαλίδα ἄφρων καὶ ἀσεβής. ὁ μέντοι πορνεύσας οὐκ ἀποκλεισθήσεται τῆς πρὸς γυναῖκα ἑαυτοῦ συνοικήσεως. ὥστε ἡ μὲν γυνὴ ἀπὸ πορνείας ἐπανιόντα τὸν ἄνδρα αὐτῆς παραδέξεται, ὁ δὲ ἀνὴρ τὴν μιανθεῖσαν τῶν οἴκων ἑαυτοῦ ἀποπέμψει. καὶ τούτων δὲ ὁ λόγος οὐ ῥᾴδιος· ἡ δὲ συνήθεια οὕτω κεκράτηκε.

  84. 199.8

    Τοὺς ἐξ ἁρπαγῆς ἔχοντας γυναῖκας, εἰ μὲν ἄλλοις προμεμνηστευμένας εἶεν ἀφῃρημένοι, οὐ πρότερον χρὴ παραδέχεσθαι, πρὶν ἢ ἀφελέσθαι αὐτῶν, καὶ ἐπʼ ἐξουσίᾳ τῶν ἐξ ἀρχῆς μνηστευσαμένων ποιῆσαι, εἴτε βούλοιντο λαβεῖν αὐτάς, εἴτε ἀποστῆναι· εἰ δὲ σχολάζουσάν τις λάβοι, ἀφαιρεῖσθαι μὲν δεῖ, καὶ τοῖς οἰκείοις ἀποκαθιστᾷν, ἐπιτρέπειν δὲ τῇ γνώμῃ τῶν οἰκείων, εἴτε γονεῖς εἶεν, εἴτε ἀδελφοί, εἴτε οἱτινεσοῦν προεστῶτες τῆς κόρης· κἂν μὲν ἕλωνται αὐτῷ παραδοῦναι, ἵστασθαι τὸ συνοικέσιον· ἐὰν δὲ ἀνανεύσωσι, μὴ βιάζεσθαι. τὸν μέντοι ἐκ διαφθορᾶς εἴτε λαθραίας εἴτε βιαιοτέρας γυναῖκα ἔχοντα ἀνάγκη τὸ τῆς πορνείας ἐπιγνῶναι ἐπιτίμιον. ἔστι δὲ ἐν τέσσαρσιν ἔτεσιν ὡρισμένη τοῖς πορνεύουσιν ἡ ἐπιτίμησις. χρὴ τῷ πρώτῳ ἐκβάλλεσθαι τῶν προσευχῶν, καὶ προσκλαίειν αὐτοὺς τῇ θύρᾳ τῆς ἐκκλησίας· τῷ δευτέρῳ δεχθῆναι εἰς ἀκρόασιν· τῷ τρίτῳ εἰς μετάνοιαν· τῷ τετάρτῳ εἰς σύστασιν μετὰ τοῦ λαοῦ, ἀπεχομένους τῆς προσφορᾶς· εἶτα αὐτοὺς ἐπιτρέπεσθαι τὴν κοινωνίαν τοῦ ἀγαθοῦ.

  85. 199.9

    Περὶ δὲ τῶν δύο ἀδελφὰς γαμούντων, ἢ ἀδελφοῖς δυσὶ γαμουμένων, ἐπιστολίδιον ἡμῖν ἐκπεφώνηται, οὗ τὸ ἀντίγραφον ἀπεστείλαμέν σου τῇ εὐλαβείᾳ. ὁ δὲ ἀδελφοῦ ἰδίου γυναῖκα λαβὼν οὐ πρότερον δεχθήσεται πρὶν ἀποστῆναι αὐτῆς.

  86. 199.10

    Χήραν, τὴν καταλεγεῖσαν εἰς τὸν ἀριθμὸν τῶν χηρῶν, τουτέστι, τὴν διακονουμένην ὑπὸ τῆς Ἐκκλησίας, ἔκρινεν ὁ ἀπόστολος γαμούμένην παρορᾶσθαι. ἀνδρὶ δὲ χηρεύσαντι οὐδεὶς ἐπίκειται νόμος, ἀλλʼ ἱκανὸν τῷ τοιούτῳ τὸ τῶν διγάμων ἐπιτίμιον. ἡ μέντοι χήρα ἑξηκονταετὴς γεγονυῖα, ἐὰν ἕληται πάλιν ἀνδρὶ συνοικεῖν, οὐ καταξιωθήσεται τῆς τοῦ ἀγαθοῦ κοινωνίας, ἕως ἂν τοῦ πάθους τῆς ἀκαθαρσίας παύσηται. ἐὰν μέντοι πρὸ ἑξήκοντα ἐτῶν ἀριθμήσωμεν αὐτήν, ἡμέτερον τὸ ἔγκλημα, οὐ τοῦ γυναίου.

  87. 199.11

    Ὁ τὴν διεφθαρμένην ὑφʼ ἑαυτοῦ εἰς γυναῖκα κατέχων τὸ μὲν ἐπὶ τῇ φθορᾷ ἐπιτίμιον ὑποστήσεται, τὴν δὲ γυναῖκα ἔχειν συγχωρηθήσεται.

  88. 199.12

    Ἡ πορνεία γάμος οὐκ ἔστιν· ἀλλʼ οὐδὲ γάμου ἀρχή. ὥστε, ἐὰν ᾖ δυνατὸν τοὺς κατὰ πορνείαν συναπτομένους χωρίζεσθαι, τοῦτο κράτιστον. ἐὰν δὲ στέργωσιν ἐκ παντὸς τρόπου τὸ συνοικέσιον, τὸ μὲν τῆς πορνείας ἐπιτίμιον γνωριζέτωσαν· ἀφιέσθωσαν δέ, ἵνα μὴ χεῖρόν τι γένηται.

  89. 199.13

    Περὶ τοῦ πρεσβυτέρου, τοῦ κατʼ ἄγνοιαν ἀθέσμῳ γάμῳ περιπαρέντος, ὥρισα ἃ ἐχρῆν· καθέδρας μὲν μετέχειν, τῶν δὲ λοιπῶν ἐνεργειῶν ἀπέχεσθαι. ἀρκετὸν γὰρ τῷ τοιούτῳ ἡ συγγνώμη. εὐλογεῖν δὲ ἕτερον, τὸν τὰ οἰκεῖα τημελεῖν ὀφείλοντα τραύματα, ἀνακόλουθον. εὐλογία γὰρ ἁγιασμοῦ μετάδοσίς ἐστιν. ὁ δὲ τοῦτο μὴ ἔχων, διὰ τὸ ἐκ τῆς ἀγνοίας παράπτωμα πῶς ἑτέρῳ μεταδώσει; μήτε τοίνυν δημοσίᾳ μήτε ἰδίᾳ εὐλογείτω, μήτε τὸ σῶμα τοῦ Χριστοῦ κατανεμέτω ἑτέροις, μήτε τι ἄλλο λειτουργείτω, ἀλλὰ ἀρκούμενος τῇ προεδρίᾳ προσκλαιέτω τῷ Κυρίῳ, συγχωρηθῆναι αὐτῷ τὸ ἐκ τῆς ἀγνοίας ἀνόμημα.

  90. 199.14

    Ἐκεῖνό γε μὴν γελοῖόν μοι κατεφάνη, τὸ εὔξασθαί τινα ὑείων ἀπέχεσθαι κρεῶν. ὥστε καταξίωσον διδάσκειν αὐτοὺς τῶν ἀπαιδεύτων προσευχῶν καὶ ἐπαγγελιῶν ἀπέχεσθαι· τὴν μέντοι χρῆσιν ἀδιάφορον εἶναι συγχώρησον. οὐδὲν γὰρ κτίσμα Θεοῦ ἀπόβλητον μετʼ εὐχαριστίας λαμβανόμενον. ὥστε ἡ εὐχὴ καταγέλαστος, οὐχ ἡ ἀποχὴ ἀναγκαία.

  91. 199.15

    Ἄρχοντας μέντοι ὀμνύειν, ἐπὶ τὸ κακοποιεῖν τοὺς ἀρχομένους, καὶ πάνυ θεραπεύεσθαι προσῆκε. θεραπεία δὲ τούτων διττή· μία μέν, μὴ ὀμνύειν αὐτοὺς διδάσκεσθαι προχείρως· ἑτέρα δέ, μὴ ἐπιμένειν ἐν ταῖς πονηραῖς κρίσεσιν. ὥστε ὅρκῳ προληφθείς τις εἰς κακοποιίαν ἑτέρου, τὴν μὲν ἐπὶ τῇ προπετείᾳ τοῦ ὅρκου μετάνοιαν ἐπιδεικνύσθω, μὴ μέντοι προσχήματι εὐλαβείας τὴν πονηρίαν ἑαυτοῦ βεβαιούτω. οὐδὲ γὰρ Ἡρώδῃ συνήνεγκεν εὐορκήσαντι, ὃς ἵνα μὴ ἐπιορκήσῃ δῆθεν, φονεὺς ἐγένετο τοῦ προφήτου. ἅπαξ δὲ ὁ ὅρκος ἀπηγόρευται· πολλῷ δὲ δήπου εἰκὸς τὸν ἐπὶ κακῷ γινόμενον κατακεκρίσθαι. ὥστε μεταφρονεῖν τὸν ὀμνύοντα χρή, οὐχὶ σπουδάζειν βεβαιοῦν ἑαυτοῦ τὸ ἀνόσιον. ἐξέτασον γὰρ πλατύτερον τὴν ἀτοπίαν. εἴ τις ὀμόσειεν ἐνεξορύξειν τοὺς ὀφθαλμοὺς τοῦ ἀδελφοῦ, εἰ καλὸν τὸ τοιοῦτον εἰς ἔργον ἀγαγεῖν αὐτῷ; εἴ τις φονεύσειν; εἴ τις ὅλως δι’ ὅρκου ἔντολήν τινα παραβήσεσθαι; ὤμοσα γὰρ καὶ ἔστησα, οὐχὶ τὴν ἁμαρτίαν, ἀλλὰ τοῦ φυλάξασθαι τὰ κρίματα τῆς δικαιοσύνης σου. ὥσπερ δὲ τὴν ἐντολὴν ἀμεταθέτοις κρίμασι προσῆκε βεβαιοῦσθαι, οὕτω τὴν ἁμαρτίαν παντοίως καθήκει ἀκυροῦσθαι καὶ ἀφανίζεσθαι.

  92. 199.16

    Περὶ τῶν ἁρπαζόντων κανόνα μὲν παλαιὸν οὐκ ἔχομεν, ἰδίαν δὲ γνώμην ἐποιησάμεθα· τρία ἔτη καὶ αὐτοὺς καὶ τοὺς συναρπάζοντας αὐτοῖς ἔξω τῶν εὐχῶν γίνεσθαι. τὸ δὲ μὴ βιαίως γινόμενον ἀνεύθυνόν ἐστιν, ὅταν μὴ φθορὰ ᾖ μηδὲ κλοπὴ ἡγουμένη τοῦ πράγματος. αὐτεξουσία δὲ ἡ χήρα, καὶ ἐπʼ αὐτῇ τὸ ἀκολουθῆσαι. ὥστε τῶν σχημάτων ἡμῖν οὐ φροντιστέον.

  93. 199.17

    Ἡ ἀναχωρήσαντος τοῦ ἀνδρὸς καὶ ἀφανοῦς ὄντος, πρὸ τοῦ πεισθῆναι περὶ τοῦ θανάτου αὐτοῦ ἑτέρῳ συνοικήσασα, μοιχᾶται.

  94. 199.18

    Οἱ τὴν πρὸς θάνατον ἁμαρτίαν ἁμαρτάνοντες κληρικοὶ τοῦ βαθμοῦ κατάγονται, τῆς κοινωνίας δὲ τῶν λαϊκῶν οὐκ ἐξείργονται· οὐ γὰρ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό.

  95. 199.19

    Ἡ γυνὴ ἡ διὰ τῆς ὁδοῦ κυήσασα καὶ ἀμελήσασα τοῦ κυήματος τῷ τοῦ φόνου ἐγκλήματι ὑποκείσθω.

  96. 199.20

    Τὰς μοιχευθείσας γυναῖκας καὶ ἐξαγορευούσας δι’ εὐλάβειαν, ἢ ὁπωσοῦν ἐλεγχομένας, δημοσιεύειν οὐκ ἐκέλευσαν οἱ πατέρες ἡμῶν, ἵνα μὴ θανάτου αἰτίαν παράσχωμεν ἐλεγχθείσαις· ἵστασθαι δὲ αὐτὰς ἄνευ κοινωνίας προσέταξαν μέχρι τοῦ συμπληροῦσθαι τὸν χρόνον τῆς μετανοίας.

  97. 199.21

    Ἐπὶ δὲ τοῦ καταλειφθέντος ἀνδρὸς ὑπὸ τῆς γυναικὸς χρὴ σκοπεῖν τὴν αἰτίαν τῆς ἐγκαταλείψεως· κἂν φανῇ ἀλόγως ἀναχωρήσασα, ὁ μὲν συγγνώμης ἐστὶν ἄξιος, ἡ δὲ ἐπιτιμίου. ἡ δὲ συγγνώμη τούτῳ πρὸς τὸ κοινωνεῖν τῇ Ἐκκλησίᾳ δοθήσεται.

  98. 199.22

    Στρατιώτιδες, αἱ τῶν ἀνδρῶν ἀφανῶν ὄντων γαμηθεῖσαι, τῷ αὐτῷ ὑπόκεινται λόγῳ, ᾧπερ ἂν καὶ αἱ διὰ τὴν ἀποδημίαν τῶν ἀνδρῶν μὴ ἀναμείνασαι τὴν ἐπάνοδον· πλὴν ἔχει τινὰ συγγνώμην τὸ πρᾶγμα ἐνταῦθα διὰ τὸ μᾶλλον πρὸς θάνατον εἶναι τὴν ὑπόνοιαν.

  99. 199.23

    Μετὰ τὸ ἀφαιρεθῆναι τὴν ἀλλοτρίαν ὁ γαμήσας ἐπὶ μὲν τῇ πρώτῃ μοιχείαν ἐγκληθήσεται, ἐπὶ δὲ τῇ δευτέρᾳ ἀνεύθυνος ἔσται.

  100. 199.24

    Αἱ κόραι αἱ παρὰ γνώμην πατρὸς ἀκολουθήσασαι πορνεύουσι· διαλλαγέντων δὲ τῶν γονέων, δοκεῖ θεραπείαν λαμβάνειν τὸ γεγονός· οὐκ εὐθὺς δὲ εἰς τὴν κοινωνίαν ἀποκαθίστανται, ἀλλʼ ἐπιτιμηθήσονται τρία ἔτη.

← Previous · Next → — showing 501600 of 1,035

Perseus Greek. CTS URN tlg2040.tlg004.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.