Epistulae
- 128.3
Οὐ μὴν οὐδὲ παντελῶς μοι δοκεῖ τῶν μὴ δεχομένων τὴν πίστιν ἀλλοτριοῦν ἑαυτούς, ἀλλὰ ποιήσασθαί τινα τῶν ἀνδρῶν ἐπιμέλειαν κατὰ τοὺς παλαιοὺς θεσμοὺς τῆς ἀγάπης, καὶ ἐπιστεῖλαι αὐτοῖς ἀπὸ μιᾶς γνώμης, πᾶσαν παράκλησιν μετʼ εὐσπλαγχνίας προσάγοντας, καὶ τὴν τῶν πατέρων πίστιν προτεινομένους προκαλεῖσθαι αὐτοὺς εἰς συνάφειαν· κἂν μὲν πείσωμεν, κοινῶς αὐτοῖς ἑνωθῆναι· ἐὰν δὲ ἀποτύχωμεν, ἀρκεῖσθαι ἡμᾶς ἀλλήλοις, τὸν δὲ ἐπαμφοτερισμὸν τοῦτον ἐξορίσαι τοῦ ἤθους, ἀναλαβόντας τὴν εὐαγγελικὴν καὶ ἄδολον πολιτείαν, ᾗ συνέζων οἱ ἐξ ἀρχῆς προσελθόντες τῷ λόγῳ. ἦν γάρ, φησί, τῶν πιστευσάντων καρδία καὶ ψυχὴ μία. ἐὰν μὲν οὖν πεισθῶσί σοι, ταῦτα ἄριστα. εἰ δὲ μή, γνωρίσατε τοὺς πολεμοποιούς, καὶ παύσασθε ἡμῖν τοῦ λοιποῦ περὶ διαλλαγῶν ἐπιστέλλοντες.
- 129.1
Ἤιδειν ὅτι ξενίσει τὴν ἀκοὴν τῆς τελειότητός σου τὸ νῦν ἐπιφυὲν ἔγκλημα τῷ πάντα εἰπεῖν εὐκόλῳ Ἀπολιναρίῳ. καὶ γὰρ οὐδὲ αὐτὸς τὸν πρὸ τούτου χρόνον ἤμην ἐπιστάμενος ἔχειν· ἀλλὰ νῦν οἱ Σεβαστηνοὶ διερευνησάμενοί ποθεν αὐτὰ εἰς τὸ μέσον ἤνεγκαν, καὶ περιφέρουσι σύνταγμα, ἐξ οὗ μάλιστα καὶ ἡμᾶς καταδικάζουσιν, ὡς τὰ αὐτὰ φρονοῦντας, ἔχον ῥήσεις τοιαύτας· ὥστε πανταχῆ συνεζευγμένως, μᾶλλον δὲ ἡνωμένως τῇ ἑτερότητι νοεῖν ἀναγκαῖον τὴν πρώτην ταυτότητα, καὶ δευτέραν καὶ τρίτην λέγοντας τὴν αὐτήν. ὅπερ γάρ ἐστι πρώτως ὁ Πατήρ, τοῦτό ἐστι δευτέρως ὁ Υἱός, καὶ τρίτως τὸ Πνεῦμα. αὖθις δὲ ὅπερ ἐστὶ πρώτως τὸ Πνεῦμα τοῦτο δευτέρως τὸν Υἱόν, καθὸ δὴ καὶ ὁ Κύριός ἐστι τὸ Πνεῦμα· καὶ τρίτως τὸν Πατέρα καθὸ δὴ Πνεῦμα ὁ Θεός. καὶ ὡς βιαιότερον σημᾶναι τὸ ἄρρητον, τὸν Πατέρα πατρικῶς Υἱὸν εἶναι, τὸν δὲ Υἱὸν υἱικῶς Πατέρα. καὶ ὡσαύτως ἐπὶ τοῦ Πνεύματος, καθὸ δὴ εἷς Θεὸς ἡ Τριάς.
- 129.2
Ταῦτά ἐστι τὰ θρυλλούμενα, ἃ οὐδέποτε δύναμαι πιστεῦσαι πλάσματα εἶναι τῶν περιφερόντων, εἰ καὶ ὅτι ἐκ τῆς καθʼ ἡμῶν συκοφαντίας οὐδὲν λογίζομαι αὐτοῖς ἀτόλμητον εἶναι. γράφοντες γάρ τισι τῶν καθʼ ἑαυτούς, καὶ προσθέντες τὴν καθʼ ἡμῶν διαβολήν, ἐπήγαγον ταῦτα, ῥήματα μὲν αἱρετικῶν ὀνομάσαντες, τὸν δὲ πατέρα τῆς συγγραφῆς ἀποκρυψάμενοι, ἵνα τοῖς πολλοῖς ἡμεῖς νομισθῶμεν εἶναι οἱ λογογράφοι. πλὴν ἀλλʼ οὐκ ἂν μέχρι τοῦ καὶ ῥήματα συνθεῖναι προῆλθεν αὐτῶν ἡ ἐπίνοια, ὥς γε ἐμαυτὸν πείθω. ὅθεν, ὑπὲρ τοῦ καὶ τὴν καθʼ ἡμῶν κρατοῦσαν βλασφημίαν ἀπώσασθαι, καὶ δεῖξαι πᾶσιν, ὡς οὐδὲν ἡμῖν ἐστὶ κοινὸν πρὸς τοὺς ἐκεῖνο λέγοντας, ἠναγκάσθημεν μνησθῆναι τοῦ ἀνδρός, ὡς προσεγγίζοντος τῇ ἀσεβείᾳ τοῦ Σαβελλίου. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.
- 129.3
Ἀπὸ δὲ τοῦ στρατοπέδου ἧκέ τις ἀγγέλλων, ἐπὶ τῇ πρώτῃ κινήσει τοῦ κρατοῦντος, ἣν ἐκίνησαν αὐτὸν οἱ τὰς διαβολὰς ἡμῶν καταχέοντες, γεγενῆσθαί τινα καὶ δευτέραν γνώμην, ὥστε μὴ δοθῆναι ἡμᾶς ἐκδότους τοῖς κατηγόροις, μήτε παραδοθῆναι ἡμᾶς τῷ ἐκείνων θελήματι, ὅπερ ἦν ἐξ ἀρχῆς ὁρισθέν· ἀλλά τινα γενέσθαι τέως ἀναβολήν. ἐὰν οὖν ἢ ταῦτα μένῃ, ἢ τούτων τι δόξῃ φιλανθρωπότερον, σημανοῦμέν σου τῇ θεοσεβείᾳ. ἐὰν δὲ κρατῇ τὰ πρότερα, οὐδὲ τοῦτό σε λήσεται.
- 129.4
Ὁ μέντοι ἀδελφὸς Σαγκτίσσιμος πάντως ἐστὶ παρʼ ὑμῖν πάλαι, καὶ ἃ ἐπιζητεῖ δῆλα γέγονε τῇ τελειότητί σου. εἰ οὖν φαίνεται ἀναγκαῖόν τι ἔχειν ἡ πρὸς τοὺς δυτικοὺς ἐπιστολή, καταξίωσον τυπώσας αὐτὴν διαπέμψασθαι ἡμῖν, ὥστε ποιῆσαι ὑπογραφῆναι παρὰ τῶν ὁμοψύχων καὶ ἑτοίμην ἔχειν τὴν ὑπογραφήν, ἐν χάρτῃ κεχωρισμένῳ ἐντετυπωμένην, ὃν δυνάμεθα συνάψαι τῷ παρὰ τοῦ ἀδελφοῦ ἡμῶν τοῦ συμπρεσβυτέρου περικομιζομένῳ. ἐγὼ μὲν γὰρ οὐδὲν εὑρὼν συνεκτικὸν ἐν τῷ ὑπομνηστικῷ, οὐκ ἔσχον ὑπὲρ οὗ ἐπιστείλω τοῖς ἐν τῇ δύσει. τὰ μὲν γὰρ ἀναγκαῖα προείληπται· τὰ δὲ περιττὰ γράφειν παντελῶς μάταιον. περὶ δὲ τῶν αὐτῶν ἐνοχλεῖν μὴ καὶ γελοῖον εἴη;
- 129.5
Ἐκείνη δέ μοι ἔδοξεν ὥσπερ ἀγύμναστος εἶναι ἡ ὑπόθεσις καὶ χώραν παρέχειν γράμμασι, τὸ παρακαλέσαι αὐτοὺς μὴ ἀκρίτως δέχεσθαι τὰς κοινωνίας τῶν ἐκ τῆς ἀνατολῆς ἀφικνουμένων, ἀλλʼ ἅπαξ μίαν μερίδα ἐκλεξαμένους, τοὺς λοιποὺς ἐκ τῆς μαρτυρίας τῶν κοινωνικῶν προσλαμβάνεσθαι· καὶ μὴ παντὶ τῷ πίστιν γράφοντι ἐπὶ προφάσει δὴ τῆς ὀρθοδοξίας προστίθεσθαι. οὕτω γὰρ εὑρεθήσονται τοῖς μαχομένοις κοινωνοῦντες, οἳ τὰ μὲν ῥήματα πολλάκις τὰ αὐτὰ προβάλλονται, μάχονται δὲ ἀλλήλοις ὅσον οἱ πλεῖστον διεστηκότες. ἵνʼ οὖν μὴ ἐπὶ πλεῖον ἡ αἵρεσις ἐξάπτηται τῶν πρὸς ἀλλήλους διαστασιαζόντων ἀντιπροβαλλομένων τὰ παρʼ αὐτῶν γράμματα, παρακληθῆναι αὐτοὺς ἔδει κεκριμένας ποιεῖσθαι καὶ τὰς τῶν ἐντυγχανόντων αὐτοῖς κοινωνίας καὶ τὰς ἐγγράφως γινομένας κατὰ τὸν τύπον τῆς Ἐκκλησίας.
- 130.1
Καλῶς καὶ προσηκόντως ἡμῶν καθήψω, τιμιώτατε ὡς ἀληθῶς καὶ ποθεινότατε ἀδελφέ, ὅτι ἐξ οὗ ἀνεχωρήσαμεν τότε τῆς σῆς εὐλαβείας τὰς περὶ τῆς πίστεως ἐκείνας προτάσεις τῷ Εὐσταθίῳ φέροντες, οὐδέν σοι οὔτε μικρὸν οὔτε μεῖζον τῶν κατʼ αὐτὸν ἐδηλώσαμεν. ἐγὼ δὲ οὐχ ὡς εὐκαταφρονήτων τῶν παρʼ αὐτοῦ γενομένων εἰς ἡμᾶς ὑπερεῖδον, ἀλλʼ ὡς εἰς πάντας λοιπὸν τοὺς ἀνθρώπους διαβοηθείσης τῆς φήμης, καὶ οὐδενὸς τῆς παρʼ ἡμῶν διδασκαλίας εἰς τὸ τὴν προαίρεσιν τοῦ ἀνδρὸς διδαχθῆναι προσδεομένου. τοῦτο γὰρ καὶ αὐτὸς ἐπενόησεν, ὥσπερ φοβούμενος μὴ ὀλίγους σχῇ τῆς ἑαυτοῦ γνώμης μάρτυρας, εἰς πᾶσαν ἐσχατιὰν τὰς ἐπιστολὰς ἃς καθʼ ἡμῶν συνέγραψε διαπεμψάμενος. τῆς μὲν οὖν κοινωνίας ἡμῶν αὐτὸς ἀπέρρηξεν ἑαυτόν, μήτε κατὰ τὸν ὡρισμένον τόπον συνδραμεῖν ἡμῖν ἀνασχόμενος, μήτε τοὺς μαθητὰς ἑαυτοῦ παραγαγών, ὅπερ ὑπέσχετο· ἀλλὰ καὶ ἡμᾶς στηλιτεύων ἐν πανδήμοις συνόδοις, μετὰ τοῦ Κίλικος Θεοφίλου, γυμνῇ καὶ ἀπαρακαλύπτῳ τῇ βλασφημίᾳ ὡς ἀλλότρια τῆς ἑαυτοῦ διδασκαλίας ταῖς ψυχαῖς τοῦ λαοῦ ἐνσπείραντας δόγματα. ἱκανὰ μὲν οὖν ἦν καὶ ταῦτα πᾶσαν ἡμῶν τὴν πρὸς αὐτὸν συνάφειαν διαλῦσαι. ἐπειδὴ δὲ καὶ εἰς Κιλικίαν ἐλθών, καὶ συντυχὼν Γελασίῳ τινί, πίστιν αὐτῷ ἐξέθετο, ἣν μόνου ἦν Ἀρείου συγγράψαι καὶ εἴ τις αὐτοῦ γνήσιος μαθητής, τότε δὴ καὶ πλέον πρὸς τὸν χωρισμὸν ἐβεβαιώθημεν, λογισάμενοι, ὅτι οὔτε Αἰθίοψ ἀλλάξει ποτὲ τὸ δέρμα αὐτοῦ, οὔτε πάρδαλις τὰ ποικίλματα αὐτῆς, οὔτε ὁ ἐν διαστρόφοις δόγμασι συντραφεὶς ἀποτρίψασθαι δύναται τὸ κακὸν τῆς αἱρέσεως.
- 130.2
Ἐπενεανιεύσατο δὲ τούτοις καὶ γράψας καθʼ ἡμῶν, μᾶλλον δὲ συγγράψας λόγους μακροὺς πάσης λοιδορίας καὶ συκοφαντίας γέμοντας· ὑπὲρ ὧν οὐδὲν ἀπεκρινάμεθα τέως, διὰ τὸ διδαχθῆναι παρὰ τοῦ ἀποστόλου, μὴ ἑαυτοὺς ἐκδικεῖν, ἀλλὰ διδόναι τόπον τῇ ὀργῇ· καὶ ἅμα ἐννοήσαντες τὸ βάθος τῆς ὑποκρίσεως, μεθʼ ἧς πάντα τὸν χρόνον ἡμῖν προσηνέχθη, ἀφασίᾳ τινὶ ὑπʼ ἐκπλήξεως κατεσχέθημεν.
- 130.3
Εἰ δὲ καὶ μηδὲν ἦν ἐκείνων, τὸ ὑπόγυον τοῦτο, τὸ τολμηθὲν αὐτῷ, τίνι οὐκ ἂν φρίκην καὶ ἀποστροφὴν παντελῆ τοῦ ἀνδρὸς ἐνεποίησεν; ὅς γε, ὡς ἀκούω (εἴ γε ἀληθὴς ὁ λόγος καὶ μὴ πλάσμα ἐστὶν ἐπὶ διαβολῇ συντεθέν), ὅτι καὶ ἀναχειροτονῆσαί τινας ἐτόλμησεν, ὃ μέχρι σήμερον οὐδεὶς τῶν αἱρετικῶν ποιήσας φαίνεται. πῶς οὖν δυνατὸν πράως φέρειν ἡμᾶς τὰ τοιαῦτα καὶ ἰάσιμα εἶναι νομίζειν τοῦ ἀνδρὸς τὰ ἁμαρτήματα ; μὴ τοίνυν ψευδέσι λόγοις παράγεσθε, μηδὲ ὑπονοίαις ἀνδρῶν πάντα εὐκόλως πρὸς τὸ κακὸν ἐκλαμβανόντων πείθεσθε, ὡς ἄρα ἡμεῖς ἀδιάφορα τιθέμεθα τὰ τοιαῦτα. γίνωσκε γάρ, ποθεινότατε ἡμῖν καὶ τιμιώτατε, ὅτι οὔπω οἶδα τοσοῦτον πένθος ἄλλοτε τῇ ψυχῇ μου παραδεξάμενος, ὅσον νῦν, ὅτε ἤκουσα τῶν ἐκκλησιαστικῶν θεσμῶν τὴν σύγχυσιν. ἀλλὰ μόνον εὔχου, ἵνα δῴη ἡμῖν ὁ Κύριος μηδὲν κατὰ θυμὸν ἐνεργεῖν, ἀλλʼ ἔχειν τὴν ἀγάπην, ἥτις οὐκ ἀσχημονεῖ, οὐ φυσιοῦται. ὅρα γὰρ ὅπως οἱ μὴ ἔχοντες ταύτην ἐπήρθησαν μὲν ὑπὲρ τὰ μέτρα τὰ ἀνθρώπινα, ἐνασχημονοῦσι δὲ τῷ βίῳ, κατατολμῶντες πράξεων, ὧν ὁ παρελθὼν χρόνος οὐκ ἔχει τὰ ὑποδείγματα.
- 131.1
Οντως ἡ τῶν ἀπροσδοκήτων ἀκοὴ ἱκανή ἐστι ποιῆσαι ἀνθρώπου ἠχῆσαι ἀμφότερα τὰ ὦτα. ὃ καὶ ἐμοὶ νῦν συνέβη. εἰ γὰρ καὶ τὰ μάλιστα γεγυμνασμέναις μου λοιπὸν ταῖς ἀκοαῖς προσέπεσε τὰ περιφερόμενα καθʼ ἡμῶν ταῦτα συντάγματα, διὰ τὸ καὶ πρότερον αὐτὸν ἐμὲ δεδέχθαι τὴν ἐπιστολήν, πρέπουσαν μὲν ταῖ ἐμαῖς ἁμαρτίαις, οὐ μὴν προσδοκηθεῖσάν ποτε γραφήσεσθαι παρὰ τῶν ἐπιστειλάντων· ἀλλʼ ὅμως τὰ δεύτερα τοσαύτην ὑπερβολὴν ἐφάνη ἡμῖν ἔχειν ἐν ἑαυτοῖς τῆς πικρίας, ὥστε ἐπισκοτῆσαι τοῖς προλαβοῦσι. πῶς γὰρ οὐ μικροῦ τῶν φρενῶν ἔξω ἐγενόμην τῶν ἐμαυτοῦ, ἐντυχὼν τῇ πρὸς τὸν εὐλαβέστατον ἀδελφὸν Δαζίναν ἐπιστολῇ, μυρίων μὲν ὕβρεων καὶ κατηγοριῶν ἀφορήτων γεμούσῃ καθʼ ἡμῶν καὶ ἐπαναστάσεων, ὡς ἐν τοῖς χαλεπωτάτοις ἡμῶν κατὰ τῆς Ἐκκλησίας βουλεύμασιν εὑρεθέντων; εὐθὺς δὲ καὶ ἀποδείξεις τοῦ ἀληθεῖς εἶναι τὰς καθʼ ἡμῶν βλασφημίας ἐπήχθησαν ἀπὸ συγγράμματος οὐκ οἶδα ὑπὸ τίνος γραφέντος. μέρη μὲν γὰρ ἐπέγνων, ὁμολογῶ, παρὰ τοῦ Λαοδικέως Ἀπολιναρίου γεγράφθαι, καὶ αὐτὰ οὐδὲ ἀναγνοὺς ἐξ ἔργου ποτέ, ἀλλʼ ἀκούσας ἑτέρων ἀπαγγειλάντων· ἄλλα δέ τινα εὗρον ἐγγεγραμμένα, ἃ μήτε ἀνέγνων ποτέ, μήτε ἑτέρου λέγοντος ἤκουσα· καὶ τούτων ὁ μάρτυς ἐν οὐρανῷ πιστός. πῶς οὖν οἱ τὸ ψεῦδος ἀποστρεφόμενοι, οἱ τὴν ἀγάπην πλήρωμα εἶναι τοῦ νόμου δεδιδαγμένοι, οἱ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν ἐπαγγελλόμενοι, ταύτας ἡμῖν κατεδέξαντο τὰς συκοφαντίας ἐπενεγκεῖν καὶ ἀπʼ ἀλλοτρίων συγγραμμάτων ἡμᾶς κατακρῖναι, πολλὰ λογισάμενος κατʼ ἐμαυτόν, ἐπινοεῖν τὴν αἰτίαν οὐκ ἔχω, εἰ μή, ὅπερ ἐξ ἀρχῆς εἶπον, μέρος ἔκρινα εἶναι τῶν ὀφειλομένων μοι διὰ τὰς ἁμαρτίας κολάσεων καὶ τὴν ἐπὶ τούτοις λύπην.
- 131.2
Πρῶτον μὲν γὰρ κατεπένθησα τῇ ψυχῇ, ὅτι ὠλιγώθησαν αἱ ἀλήθειαι ἀπὸ τῶν υἱῶν τῶν ἀνθρώπων· ἔπειτα δὲ καὶ ἐφοβήθην αὐτὸς περὶ ἐμαυτοῦ, μή ποτε πρὸς ταῖς ἄλλαις ἁμαρτίαις καὶ τὴν μισανθρωπίαν πάθω, οὐδὲν πιστὸν ἐν οὐδενὶ λογιζόμενος εἶναι, εἴπερ οἱ εἰς τὰ μέγιστα παρʼ ἐμοῦ πιστευθέντες τοιοῦτοι μὲν περὶ ἐμέ, τοιοῦτοι δὲ περὶ αὐτὴν ἐφάνησαν τὴν ἀλήθειαν. γίνωσκε τοίνυν, ἀδελφέ, καὶ πᾶς ὅστις τῆς ἀληθείας φίλος, μήτε ἐμὰ εἶναι τὰ συντάγματα, οὔτε ἀρέσκεσθαι αὐτοῖς, ἐπεὶ μὴ τῇ ἐμῇ γνώμῃ συγγεγράφθαι. εἰ δὲ ἐπέστειλά ποτε πρὸ πολλῶν ἐνιαυτῶν Ἀπολιναρίῳ ἢ ἄλλῳ τινί, ἐγκαλεῖσθαι οὐκ ὀφείλω, οὔτε γὰρ αὐτὸς ἐγκαλῶ, εἴ τις ἐκ τῆς ἑταιρίας τινὸς εἰς αἵρεσιν ἀπεσχίσθη (οἴδατε δὲ πάντως τοὺς ἄνδρας, κἂν ὀνομαστὶ μὴ λέγω), διότι ἕκαστος τῇ ἰδίᾳ ἁμαρτίᾳ ἀποθανεῖται.
- 131.3
Ταῦτα νῦν μὲν ἀπεκρινάμην πρὸς τὸν ἀποσταλέντα τόμον, ἵνα αὐτός τε εἰδείης τὴν ἀλήθειαν καὶ τοῖς βουλομένοις μὴ κατέχειν ὡς ἐν ἀδικίᾳ τὴν ἀλήθειαν φανερὰν καταστήσῃς. ἐὰν δὲ δέῃ καὶ πλατύτερον ὑπὲρ ἑκάστου τῶν ἐπενεχθέντων ἡμῖν ἀπολογήσασθαι, καὶ τοῦτο ποιήσομεν, τοῦ Θεοῦ συνεργοῦντος. ἡμεῖς, ἀδελφὲ Ὀλύμπιε, οὔτε τρεῖς θεοὺς λέγομεν, οὔτε Ἀπολιναρίῳ κοινωνοῦμεν.
- 132.1
Πάντα τὸν ἀπὸ τοῦ μετοπώρου χρόνον ἠγνόησα περὶ τῆς εὐλαβείας σου, ὅπου διάγεις. καὶ γὰρ πεπλανημένας τὰς φήμας εὕρισκον, τῶν μὲν ἀπαγγελλόντων ἐν Σαμοσάτοις διατρίβειν σου τὴν εὐλάβειαν, τῶν δὲ ἐν τῇ χώρᾳ, ἄλλων δὲ περὶ τὰς βάτνας αὐτὰς διαβεβαιουμένων ἑωρακέναι· διὸ οὐδὲ συνεχῶς ἐπέστειλα. νῦν δὲ μαθὼν ἐν Ἀντιοχείᾳ διάγειν, ἐν τῇ οἰκίᾳ τοῦ αἰδεσιμωτάτου Σατορνίνου τοῦ κόμητος, ἔδωκα τὴν ἐπιστολὴν προθύμως τῷ ποθεινοτάτῳ καὶ εὐλαβεστάτῳ ἀδελφῷ Σαγκτισσίμῳ τῷ συμπρεσβυτέρῳ, δι’ οὗ προσφθέγγομαί σου τὴν ἀγάπην, παρακαλῶν ὅπουπερ ἂν ᾖς μεμνῆσθαι μάλιστα μὲν τοῦ Θεοῦ, εἶτα καὶ ἡμῶν, οὓς ἀγαπᾷν ἐξ ἀρχῆς προείλου, καὶ ἔχειν ἐν τοῖς οἰκειοτάτοις ἀριθμουμένους.
- 133.1
Τῆς μὲν σωματικῆς φιλίας ὀφθαλμοὶ πρόξενοι γίνονται, καὶ ἡ διὰ μακροῦ χρόνου ἐγγινομένη συνήθεια βεβαιοῖ· τὴν δὲ ἀληθινὴν ἀγάπην ἡ τοῦ Πνεύματος δωρεὰ συνίστησι, συνάπτουσα μὲν τὰ μακρῷ διεστῶτα τόπῳ, γνωρίζουσα δὲ ἀλλήλοις τοὺς ἀγαπητούς, οὐ διὰ σωματικῶν χαρακτήρων, ἀλλὰ διὰ τῶν τῆς ψυχῆς ἰδιωμάτων. ὃ δὴ καὶ ἐφʼ ἡμῶν ἡ τοῦ Κυρίου χάρις ἐποίησε, παρασχομένη ἡμᾶς ἰδεῖν σε τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς, καὶ περιπτύξασθαί σε τῇ ἀγάπῃ τῇ ἀληθινῇ, καὶ οἱονεὶ συμφυῆναί σοι καὶ πρὸς μίαν ἐλθεῖν ἕνωσιν ἐκ τῆς κατὰ τὴν πίστιν κοινωνίας. πεπείσμεθα γάρ σε ἀνδρὸς τοσούτου θρέμμα ὑπάρχοντα, καὶ τὴν ἐκ παλαιοῦ διατριβὴν μετʼ αὐτοῦ λαχόντα, τῷ αὐτῷ πορεύεσθαι πνεύματι, καὶ τοῖς αὐτοῖς στοιχεῖν τῆς εὐσεβείας δόγμασι.
- 133.2
Διὸ καὶ προσφθεγγόμεθά σου τὴν τιμιότητα, καὶ παρακαλοῦμεν μετὰ τῶν ἄλλων καὶ τὴν περὶ ἡμᾶς διάθεσιν τοῦ μεγάλου ἀνδρὸς διαδέξασθαι· ἐπιστέλλειν τε ἡμῖν συνήθως τὰ κατὰ σαυτόν, καὶ ἐπιμελεῖσθαι τῆς πανταχοῦ ἀδελφότητος τοῖς αὐτοῖς σπλάγχνοις καὶ τῇ αὐτῇ προθυμίᾳ, ᾗ καὶ ὁ μακαριώτατος ἐκεῖνος περὶ πάντας ἐχρῆτο τοὺς ἀγαπῶντας τὸν Θεὸν ἐν ἀληθείᾳ.
- 134.1
Ὅσον ηὔφρανας ἡμᾶς τοῖς γράμμασιν εἰκάζεις που πάντως αὐτοῖς οἷς ἐπέστειλας· οὕτω τὸ καθαρὸν τῆς καρδίας, ἀφʼ ἧς προῆλθεν ἐκεῖνα τὰ ῥήματα, ἀκριβῶς ἐκ τῶν γραμμάτων κατεμηνύετο. καὶ γὰρ ὁλκὸς μὲν ὕδατος δείκνυσι τὴν οἰκείαν πηγήν, λόγου δὲ φύσις τὴν προενεγκοῦσαν αὐτὸν καρδίαν χαρακτηρίζει. ὥστε ἄτοπόν τε καὶ πολὺ τοῦ εἰκότος παρηλλαγμένον πεπονθέναι ὁμολογῶ. σπουδάζων γὰρ ἀεὶ γράμμασιν ἐντυγχάνειν τῆς τελειότητός σου, ἐπειδὴ ἔλαβον εἰς χεῖρας τὴν ἐπιστολὴν καὶ ἀνέγνων αὐτήν, οὐχ ἥσθην μᾶλλον τοῖς ἐπεσταλμένοις, ἢ ἠνιάθην τὴν ζημίαν, ὁπόση γέγονεν ἡμῖν κατὰ τὸν τῆς σιωπῆς χρόνον, διαλογιζόμενος.
- 134.2
Ἀλλʼ ἐπειδὴ ἤρξω γράφειν, μὴ διαλίπῃς τοῦτο ποιῶν. εὐφρανεῖς γὰρ πλέον ἢ οἱ τὰ πολλὰ χρήματα τοῖς φιλοπλούτοις διαπεμπόμενοι· τῶν δὲ γραφέων οὐδείς μοι παρῆν, οὔτε τῶν καλλιγραφούντων οὔτε τῶν ταχυγράφων. οὓς γὰρ ἔτυχον ἐξασκήσας, οἱ μὲν ἀνέδραμον ἐπὶ τὴν πρώτην τοῦ βίου συνήθειαν, οἱ δὲ ἀπειρήκασι πρὸς τοὺς πόνους, χρονίαις ἀρρωστίαις κεκακωμένοι.
- 135.1
Ἐνέτυχον τοῖς ἀποσταλεῖσι βιβλίοις παρὰ τῆς τιμιότητός σου. καὶ τῷ μὲν δευτέρῳ ὑπερήσθην, οὐ διὰ τὴν βραχύτητα μόνον, ὡς εἰκὸς ἦν τὸν ἀργῶς πρὸς πάντα καὶ ἀσθενῶς λοιπὸν διακείμενον, ἀλλʼ ὅτι πυκνόν τε ἅμα ἐστὶ ταῖς ἐννοίαις, καὶ εὐκρινῶς ἐν αὐτῷ ἔχουσιν αἵ τε ἀντιθέσεις τῶν ὑπεναντίων καὶ αἱ πρὸς αὐτὰς ἀπαντήσεις· καὶ τὸ τῆς λέξεως ἁπλοῦν τε καὶ ἀκατάσκευον πρέπον ἔδοξέ μοι εἶναι προθέσει Χριστιανοῦ, οὐ πρὸς ἐπίδειξιν μᾶλλον ἢ κοινὴν ὠφέλειαν συγγράφοντος. τὸ δὲ πρότερον, τὴν μὲν δύναμιν ἔχον τὴν αὐτὴν ἐν τοῖς πράγμασι, λέξει δὲ πολυτελεστέρᾳ καὶ σχήμασι ποικίλοις καὶ διαλογικαῖς χάρισι κεκομψευμένον, πολλοῦ μοι ἐφάνη καὶ χρόνου πρὸς τὸ ἐπελθεῖν καὶ πόνου διανοίας πρὸς τὸ καὶ συλλέξαι τὰς ἐννοίας καὶ παρακατασχεῖν αὐτὰς τῇ μνήμῃ δεόμενον. αἱ γὰρ ἐν τῷ μεταξὺ παρεμβαλλόμεναι διαβολαὶ τῶν ὑπεναντίων καὶ συστάσεις τῶν ἡμετέρων, εἰ καὶ γλυκύτητάς τινας ἐπεισάγειν δοκοῦσι διαλεκτικὰς τῷ συγγράμματι, ἀλλʼ οὖν τῷ σχολὴν καὶ διατριβὴν ἐμποιεῖν διασπῶσι μὲν τὸ συνεχὲς τῆς ἐννοίας καὶ τοῦ ἐναγωνίου λόγου τὸν τόνον ὑποχαυνοῦσιν.
- 135.2
Ἐκεῖνο γὰρ πάντως συνεῖδέ σου ἡ ἀγχίνοια, ὅτι καὶ τῶν ἔξωθεν φιλοσόφων οἱ τοὺς διαλόγους συγγράψαντες, Ἀριστοτέλης μὲν καὶ Θεόφραστος, εὐθὺς αὐτῶν ἥψαντο τῶν πραγμάτων, διὰ τὸ συνειδέναι ἑαυτοῖς τῶν Πλατωνικῶν χαρίτων τὴν ἔνδειαν. Πλάτων δὲ τῇ ἐξουσίᾳ τοῦ λόγου ὁμοῦ μὲν τοῖς δόγμασι μάχεται, ὁμοῦ δὲ καὶ παρακωμῳδεῖ τὰ πρόσωπα, Θρασυμάχου μὲν τὸ θρασὺ καὶ ἰταμὸν διαβάλλων, Ἱππίου δὲ τὸ κοῦφον τῆς διανοίας καὶ χαῦνον, καὶ Πρωταγόρου τὸ ἀλαζονικὸν καὶ ὑπέρογκον. ὅπου δὲ ἀόριστα πρόσωπα ἐπεισάγει τοῖς διαλόγοις, τῆς μὲν εὐκρινείας ἕνεκεν τῶν πραγμάτων κέχρηται τοῖς προσδιαλεγομένοις, οὐδὲν δὲ ἕτερον ἐκ τῶν προσώπων ἐπεισκυκλεῖ ταῖς ὑποθέσεσιν· ὅπερ ἐποίησεν ἐν τοῖς Νόμοις.
- 135.3
Δεῖ οὖν καὶ ἡμᾶς τοὺς οὐ κατὰ φιλοτιμίαν ἐρχομένους ἐπὶ τὸ γράφειν, ἀλλʼ ὑποθήκας καταλιμπάνειν ὠφελίμων λόγων τῇ ἀδελφότητι προελομένους, ἐὰν μέν τι πᾶσι προκεκηρυγμένον ἐπὶ αὐθαδείᾳ τρόπου πρόσωπον ὑποβαλλώμεθα, τινὰ καὶ ἀπὸ προσώπου ποιότητος παραπλέκειν τῷ λόγῳ, εἴπερ ὅλως ἐπιβάλλει ἡμῖν διαβάλλειν ἀνθρώπους, τῶν πραγμάτων ἀφεμένους. ἐὰν δὲ ἀόριστον ᾖ τὸ διαλεγόμενον, αἱ πρὸς τὰ πρόσωπα διαστάσεις τὴν μὲν συνάφειαν διακόπτουσι, πρὸς οὐδὲν δὲ πέρας χρήσιμον ἀπαντῶσι.
- 135.4
Ταῦτα εἶπον ἵνα δειχθῇ, ὅτι οὐκ εἰς κόλακος χεῖρας ἀπέστειλάς σου τοὺς πόνους, ἀλλὰ ἀδελφῷ τῷ γνησιωτάτῳ ἐκοινώνησας τῶν καμάτων. εἶπον δὲ οὐ πρὸς ἐπανόρθωσιν τῶν γεγραμμένων, ἀλλὰ πρὸς φυλακὴν τῶν μελλόντων. πάντως γὰρ ὁ τοσαύτῃ περὶ τὸ γράφειν ἕξει καὶ σπουδῇ κεχρημένος οὐκ ἀποκνήσει γράφων· ἐπειδὴ οὐδὲ οἱ τὰς ὑποθέσεις παρέχοντες ἀπολήγουσιν. ἡμῖν δὲ ἀρκέσει μὲν ἀναγινώσκειν τὰ ὑμέτερα· τοῦ δὲ δύνασθαι γράφειν τι τοσοῦτον ἀποδέομεν, ὅσον μικροῦ δέω λέγειν, καὶ τοῦ ὑγιαίνειν, ἢ καὶ τοῦ μετρίαν σχολὴν ἄγειν ἀπὸ τῶν πραγμάτων.
- 135.5
Ἀπέστειλα δὲ νῦν διὰ τοῦ ἀναγνώστου τὸ μεῖζον καὶ πρότερον, ἐπελθὼν αὐτὸ ὡς ἐμοὶ δυνατόν. τὸ δὲ δεύτερον παρακατέσχον, βουλόμενος αὐτὸ μεταγράψαι, καὶ μὴ εὐπορῶν τέως τινὸς τῶν εἰς τάχος γραφόντων. μέχρι γὰρ τοσαύτης ἦλθε πενίας τὰ ἐπίφθονα Καππαδοκῶν.
- 136.1
Ἐν οἵοις ἡμᾶς ὄντας κατέλαβεν ὁ χρηστὸς Ἰσαάκης αὐτός σοι ἄμεινον διηγήσεται, εἰ καὶ μὴ ἀρκοῦσαν ἔχει τὴν γλῶσσαν, ὥστε τραγικῶς ἐξαγγεῖλαι τὸ ὑπεραῖρον τῶν παθῶν, τοσοῦτον ἦν τῆς ἀρρωστίας τὸ μέγεθος. καὶ τὸ εἰκὸς δὲ παντὶ γνώριμον τῷ ἐμὲ καὶ κατὰ βραχὺ ἐπισταμένῳ. εἰ γὰρ ἐν τῇ δοκούσῃ εὐεξίᾳ τῶν ἀπεγνωσμένων πρὸς τὸ ζῇν ἀσθενέστερον διεκείμην, γινώσκειν ἔξεστι τίς ἂν ἤμην ἐπὶ τῆς ἀρρωστίας. καίτοιγε ἐχρῆν (δὸς γὰρ τῷ πυρετῷ συγγνώμην ἐρεσχελοῦντι), ἐπειδή μοι κατὰ φύσιν ἦν τὸ νοσεῖν, ἐν τῇ μεταβολῇ ταύτῃ τῆς ἕξεως ὑγείας μοι νῦν τὸ κράτιστον περιεῖναι. ἀλλʼ ἐπειδὴ μάστιξ τοῦ Κυρίου ἐστὶ προσθήκαις ταῖς κατὰ τὴν ἡμετέραν ἀξίαν τὸ ἀλγεινὸν ἐπιτείνουσα, ἀσθένειαν ἐπὶ τῇ ἀσθενείᾳ προσεκτησάμην, ὥστε τὸ ἀπὸ τούτου καὶ παιδὶ φανερὸν εἶναι, ὅτι πᾶσα ἀνάγκη οἰχήσεσθαι ἡμῖν τὸ ἔλυτρον τοῦτο, πλὴν εἰ μή που ἄρα ἡ τοῦ Θεοῦ φιλανθρωπία ἡμῖν ἐν τῇ μακροθυμίᾳ αὐτοῦ χρόνους εἰς μετάνοιαν χαριζομένη, ποιήσειε καὶ νῦν, ὡς καὶ πολλάκις πρότερον, λύσιν τινὰ καὶ πόρον ἐκ τῶν ἀμηχάνων δεινῶν. ταῦτα μὲν οὖν ἕξει ὡς αὐτῷ φίλον καὶ ἡμῖν συμφέρον.
- 136.2
Τὰ δὲ τῶν ἐκκλησιῶν ὅπως οἴχεται καὶ προπέποται, ἡμῶν τῆς οἰκείας ἀσφαλείας ἕνεκεν τὰ τῶν πλησίον περιορώντων καὶ οὐδὲ τοῦτο συνορᾷν δυναμένων, ὅτι τῇ τοῦ κοινοῦ κακοπραγίᾳ καὶ τὸ καθʼ ἕκαστον συναπόλλυται, τί χρὴ καὶ λέγειν; ἄλλως τε καὶ πρὸς ἄνδρα, ὃς πόρρωθεν ἕκαστα προειδώς, καὶ προδιεμαρτύρω καὶ προεκήρυξας, καὶ αὐτός τε προεξανέστης, καὶ τοὺς λοιποὺς συνεπήγειρας, ἐπιστέλλων, αὐτὸς παραγινόμενος, τί οὐ ποιῶν, τίνα φωνὴν οὐκ ἀφιείς ϲ ὧν μεμνήμεθα μὲν ἐφʼ ἑκάστῳ τῶν ἐκβαινόντων, ὠφελούμεθα δὲ ἀπʼ αὐτῶν οὐκέτι. καὶ νῦν εἰ μὴ αἱ ἁμαρτίαι ἀντέστησάν μοι, καὶ τὸ μὲν πρῶτον ὁ εὐλαβέστατος καὶ ἀγαπητὸς ἀδελφὸς ἡμῶν Εὐστάθιος ὁ συνδιάκονος, εἰς νόσον χαλεπὴν καταπεσών, εἰς ὅλους με δύο παρέτεινε μῆνας, ἡμέραν ἐξ ἡμέρας τὴν σωτηρίαν αὐτοῦ περιμένοντα· ἔπειτα δὲ οἱ σὺν ἐμοὶ πάντες ἠσθένησαν, ὧν τὰ μὲν καταλείμματα ἐξαριθμήσεται ὁ ἀδελφὸς Ἰσαάκης· τὸ δὲ τελευταῖον αὐτὸς ἐγὼ τῇ νόσῳ κατεσχέθην ταύτῃ· ἐπεὶ πάλαι ἂν ἤμην παρὰ τὴν σὴν τιμιότητα, οὐκ ὄφελός τι τοῖς κοινοῖς παρεχόμενος, ἀλλʼ ἐμαυτῷ μέγα κέρδος ἐκ τῆς συντυχίας σου κτώμενος. καὶ γὰρ ἐγνώκειν ἔξω τῶν ἐκκλησιαστικῶν γενέσθαι βελῶν διὰ τὸ ἀφύλακτον ἡμῶν πρὸς τὰ σκευωρούμενα παρὰ τῶν ἐναντίων. σώζοι σε τῷ βίῳ παντὶ ἡ μεγάλη τοῦ Θεοῦ χείρ, τὸν γενναῖον φύλακα τῆς πίστεως καὶ νήφοντα τῶν ἐκκλησιῶν προστάτην· καὶ καταξιώσειεν ἡμᾶς πρὸ τῆς ἐξόδου τῆς συντυχίας σου ἐπʼ ὠφελείᾳ τῶν ψυχῶν ἡμῶν.
- 137.1
Νῦν μοι δοκῶ μάλιστα ἐπαισθάνεσθαι τῆς ζημίας, ἣν ὑπομένω διὰ τὸ ἀρρωστεῖν, ὁπότε, ἀνδρὸς τοιούτου τὴν πατρίδα ἡμῶν ἐφέποντος, αὐτὸς ἀπεῖναι διὰ τὴν ἐπιμέλειαν τοῦ σώματος ἀναγκάζομαι. μῆνα γὰρ ὅλον ἤδη προσκαθέζομαι τῇ ἐκ τῶν αὐτοφυῶς θερμῶν ὑδάτων θεραπείᾳ ὡς δή τι ὄφελος ἐντεῦθεν ἕξων. ἔοικα δὲ διακενῆς πονεῖν ἐπὶ τῆς ἐρημίας, ἢ καὶ γέλωτος τοῖς πολλοῖς ἄξιος εἶναι φαίνεσθαι, μηδὲ τῆς παροιμίας ἀκούων τῆς οὐδὲν ἀπὸ θερμῶν ὄφελος εἶναι τοῖς τεθνηκόσι λεγούσης.
- 137.2
Διόπερ καὶ οὕτως ἔχων βούλομαι πάντα παρεὶς καταλαβεῖν σου τὴν σεμνοπρέπειαν, ὥστε τῶν ἐν σοὶ καλῶν ἀπολαύειν καὶ τὰ κατὰ τὸν οἶκον τὸν ἐμαυτοῦ πράγματα διὰ τῆς σῆς ὀρθότητος εὐπρεπῶς διαθέσθαι. ἐμὸς γάρ ἐστιν ἴδιος ὁ τῆς σεμνοτάτης μητρὸς ἡμῶν Παλλαδίας οἶκος, ἣν οὐ μόνον ἡ τοῦ γένους οἰκειότης ἡμῖν συνάπτει, ἀλλὰ καὶ τὸ τοῦ τρόπου δεξιὸν ἀντὶ μητρὸς ἡμῖν εἶναι πεποίηκεν. ἐπεὶ οὖν κεκίνηταί τις ταραχὴ περὶ τὸν οἶκον αὐτῆς, ἀξιοῦμέν σου τὴν μεγαλόνοιαν μικρὸν ὑπερθέσθαι τὴν ἐξέτασιν καὶ ἀναμεῖναι ἡμῶν τὴν παρουσίαν, οὐχ ὥστε διαφθαρῆναί τὸ δίκαιον (μυριάκις γὰρ ἂν ἀποθανεῖν ἑλοίμην ἢ τοιαύτην αἰτῆσαι χάριν παρὰ δικαστοῦ φίλου τοῖς νόμοις καὶ τῷ δικαίῳ), ἀλλʼ ὥστε ἃ οὐκ εὐπρεπὲς ἐμοὶ γράφειν, ταῦτα ἀπὸ στόματος ἀπαγγέλλοντός μου μαθεῖν. οὕτω γὰρ οὔτε αὐτὸς τῆς ἀληθείας διαμαρτήσῃ, οὔτε ἡμεῖς πεισόμεθά τι τῶν ἀβουλήτων. δέομαι οὖν, τοῦ προσώπου ἐν ἀσφαλείᾳ ὄντος καὶ κατεχομένου παρὰ τῆς τάξεως, ἀνεπαχθῆ ταύτην χάριν καὶ ἀνεπίφθονον ἡμῖν καταθέσθαι.
- 138.1
Τίνα με οἴει ψυχὴν ἐσχηκέναι, ὅτε τὴν ἐπιστολὴν ἐδεξάμην τῆς θεοσεβείας σου; εἰ μὲν γὰρ πρὸς τὴν ἐν τῷ γράμματι ἀπεῖδον διάθεσιν, εὐθὺς ὥρμων πέτεσθαι τὴν εὐθὺς Σύρων, εἰ δὲ πρὸς τὴν ἀρρωστίαν τοῦ σώματος, ὑφʼ ἧς πεπεδημένος ἐκείμην, ᾐσθανόμην οὐχὶ τοῦ πέτεσθαι μόνον ἀλλὰ καὶ τοῦ ἐπὶ τῆς κλίνης στρέφεσθαι ἐνδεῶς ἔχων. πεντηκοστὴν γὰρ ταύτην ἡμέραν ἦγον ἐν τῇ ἀρρωστίᾳ, καθʼ ἣν ἐπέστη ἡμῖν ὁ ἀγαπητὸς καὶ σπουδαιότατος ἀδελφὸς ἡμῶν συνδιάκονος Ἐλπίδιος· πολλὰ μὲν τῷ πυρετῷ δαπανηθείς, ὃς ἀπορίᾳ τῆς τρεφούσης αὐτὸν ὕλης, τῇ ξηρᾷ ταύτῃ σαρκὶ οἷον θρυαλλίδι κεκαυμένῃ περιειλούμενος, μαρασμὸν καὶ χρονίαν ἐπήγαγεν ἀρρωστίαν· τὰ δὲ ἐφεξῆς, ἡ ἀρχαία πληγή μου, τὸ ἧπαρ τοῦτο διαδεξάμενον, ἀπέκλεισε μέν με τῶν σιτίων, ἀπεδίωξε δὲ τῶν ὀμμάτων τὸν ὕπνον, ἐν μεθορίοις δὲ κατέσχε ζωῆς καὶ θανάτου, τοσοῦτον ζῆν ἐπίτρεπον, ὅσον τῶν ἀπʼ αὐτοῦ δυσχερῶν ἐπαισθάνεσθαι. ὥστε καὶ ὕδασιν ἐχρησάμην αὐτοφυῶς θερμοῖς καί τινας παρʼ ἰατρῶν ἐπιμελείας κατεδεξάμην. ἅπαντα δὲ ἤλεγξε τὸ νεανικὸν τοῦτο κακόν· ὅ, τοῦ μὲν ἔθους παρόντος, κἂν ἄλλος ἐνέγκοι, ἀμελετήτως δὲ προσπεσόντος οὐδεὶς οὕτως ἀδαμάντινος ὥστε ἀντισχεῖν.
- 138.2
Ὑφʼ οὗ πολὺν ὀχληθεὶς χρόνον, οὐδέποτε οὕτως ἠνιάθην ὅσον νῦν, ἐμποδισθεὶς παρʼ αὐτοῦ πρὸς τὴν συντυχίαν τῆς ἀληθινῆς ἀγάπης σου. οἵας γὰρ ἀπεστερήθημεν θυμηδίας οἶδα καὶ αὐτός, εἰ καὶ ἄκρῳ δακτύλῳ τοῦ γλυκυτάτου μέλιτος τῆς παρʼ ὑμῖν ἐκκλησίας ἀπεγευσάμην πέρυσιν.
- 138.3
Ἐγὼ δὲ καὶ ἄλλων ἀναγκαίων ἕνεκεν πραγμάτων ἐδεόμην εἰς ταὐτὸν γενέσθαι τῇ θεοσεβείᾳ σου καὶ περὶ πολλῶν μὲν ἀνακοινώσασθαι, πολλὰ δὲ μαθεῖν. καὶ γὰρ οὐδέ ἐστιν ἐνταῦθα οὐδὲ ἀγάπης ἀληθινῆς ἐπιτυχεῖν. ὅταν δὲ καὶ πάνυ τις ἀγαπῶντα εὕροι, οὐκ ἔστιν ὁ δυνάμενος παραπλησίως τῇ τελείᾳ σου φρονήσει καὶ τῇ ἐμπειρίᾳ, ἣν ἐκ πολλῶν τῶν περὶ τὰς ἐκκλησίας συνελέξω καμάτων, δοῦναι γνώμην ἡμῖν περὶ τῶν προκειμένων.
- 138.4
Τὰ μὲν οὖν ἄλλα οὐκ ἐνῆν γράφειν· ἃ δʼ οὖν καὶ ἐξενεγκεῖν ἀσφαλὲς ταῦτά ἐστιν. ὁ πρεσβύτερος· Εὐάγριος, ὁ υἱὸς Πομπηϊανοῦ τοῦ Ἀντιοχέως, ὁ συναπάρας ποτὲ ἐπὶ τὴν δύσιν τῷ μακαρίῳ Εὐσεβίῳ ἐπανῆκε νῦν ἐκ τῆς Ῥώμης, ἀπαιτῶν ἡμᾶς ἐπιστολὴν αὐτὰ τὰ παρʼ ἐκείνων γεγραμμένα ἔχουσαν αὐτολεξεὶ (ἀνεκόμισε δὲ ἡμῖν εἰς τοὐπίσω τὰ παρʼ ἡμῶν, ὡς οὐκ ἀρέσαντα τοῖς ἀκριβεστέροις τῶν ἐκεῖ), καὶ πρεσβείαν τινὰ δι’ ἀνδρῶν ἀξιολόγων ἤδη κατεπείγεσθαι, ὑπὲρ τοῦ εὐπρόσωπον ἔχειν ἀφορμὴν τοὺς ἄνδρας τῆς ἐπισκέψεως ἡμῶν.
- 138.5
Οἱ κατὰ Σεβάστειαν τὰ ἡμέτερα φρονοῦντες, Εὐσταθίου τὸ ὕπουλον τῆς κακοδοξίας ἕλκος ἀπογυμνώσαντες, ἀπαιτοῦσί τινα παρʼ ἡμῶν ἐκκλησιαστικὴν ἐπιμέλειαν.
- 138.6
Ἰκόνιον πόλις ἐστὶ τῆς Πισιδίας, τὸ μὲν παλαιὸν μετὰ τὴν μεγίστην ἡ πρώτη, νῦν δὲ καὶ αὐτὴ προκάθηται μέρους, ὅ, ἐκ διαφόρων τμημάτων συναχθέν, ἐπαρχίας ἰδίας οἰκονομίαν ἐδέξατο. αὕτη καλεῖ καὶ ἡμᾶς εἰς ἐπίσκεψιν, ὥστε αὐτῇ δοῦναι ἐπίσκοπον. τετελευτήκει γὰρ ὁ Φαυστῖνος.
- 138.7
Εἰ οὖν δεῖ μὴ κατοκνεῖν τὰς ὑπερορίους χειροτονίας, καὶ ποίαν τινὰ χρὴ δοῦναι τοῖς Σεβαστηνοῖς ἀπόκρισιν, καὶ πῶς πρὸς τὰς τοῦ Εὐαγρίου διατεθῆναι γνώμας, ἐδεόμην διδαχθῆναι αὐτὸς δι’ ἐμαυτοῦ συντυχὼν τῇ τιμιότητί σου, ὧν πάντων ἀπεστερήθην διὰ τὴν παροῦσαν ἀσθένειαν. ἐὰν μὲν οὖν ᾖ τινὸς ἐπιτυχεῖν ταχέως πρὸς ἡμᾶς ἀφικνουμένου, καταξίωσον περὶ πάντων ἀποστεῖλαί μοι τὰς ἀποκρίσεις· εἰ δὲ μή, εὖξαι ἐλθεῖν ἐπὶ νοῦν μοι, ὅπερ εὐάρεστον ᾖ τῷ Κυρίῳ. ἐν δὲ τῇ συνόδῳ μνήμην ἡμῶν κέλευσον γενέσθαι, καὶ αὐτὸς δὲ πρόσευξαι ὑπὲρ ἡμῶν, καὶ τὸν λαὸν συμπαράλαβε, ἵνα τὰς λειπομένας ἡμέρας ἢ ὥρας τῆς παροικίας ἡμῶν καταξιωθῶμεν δουλεῦσαι, ὡς ἔστιν εὐάρεστον τῷ Κυρίῳ.
- 139.1
Ἡμᾶς μὲν ἡ ἀκοὴ τῶν γεγενημένων κατά τε τὴν Ἀλεξάνδρειαν καὶ τὴν λοιπὴν Αἴγυπτον διωγμῶν πάλαι κατέλαβε, καὶ διέθηκε τὰς ψυχάς, ὡς εἰκὸς ἦν. ἐλογισάμεθα γὰρ τὸ ἔντεχνον τοῦ διαβολικοῦ πολέμου· ὃς ἐπειδὴ εἶδεν ἐν τοῖς παρὰ τῶν ἐχθρῶν διωγμοῖς πληθυνομένην τὴν Ἐκκλησίαν καὶ μᾶλλον θάλλουσαν, μετέστρεψεν ἑαυτοῦ τὴν βουλήν, καὶ οὐκέτι ἐκ τοῦ προφανοῦς πολεμεῖ, ἀλλὰ κεκρυμμένα ἡμῖν τὰ ἔνεδρα τίθησι, καλύπτων αὐτοῦ τὴν ἐπιβουλὴν διὰ τοῦ ὀνόματος ὃ περιφέρουσιν, ἵνα καὶ πάθωμεν τὰ αὐτὰ τοῖς πατράσιν ἡμῶν, καὶ μὴ δόξωμεν πάσχειν ὑπὲρ Χριστοῦ, διὰ τὸ Χριστιανῶν ὄνομα ἔχειν καὶ τοὺς διώκοντας. ταῦτα λογιζόμενοι πολὺν χρόνον ἐκαθέσθημεν ἐπὶ τῇ ἀγγελίᾳ τῶν γεγενημένων ἐκπεπληγμένοι. καὶ γὰρ τῷ ὄντι ἤχησαν ἡμῶν ἀμφότερα τὰ ὦτα μαθόντα τὴν ἀναιδῆ καὶ μισάνθρωπον αἵρεσιν τῶν διωξάντων ὑμᾶς, ὅτι οὐχ ἡλικίαν ᾐδέσθησαν, οὐ τοὺς ἐν τῇ πολιτείᾳ καμάτους, οὐ λαῶν ἀγάπην· ἀλλὰ καὶ ᾐκίσαντο τὰ σώματα, καὶ ἠτίμωσαν, καὶ ἐξορίαις παρέδωκαν, καὶ διήρπασαν τὰς ὑπάρξεις ὧν εὑρεῖν ἠδυνήθησαν, οὔτε τὴν παρὰ ἀνθρώπων κατάγνωσιν ἐντρεπόμενοι, οὔτε τὴν φοβερὰν τοῦ δικαίου κριτοῦ ἀνταπόδοσιν προορώμενοι. ταῦτα ἡμᾶς ἐξέπληξε καὶ μικροῦ ἔξω ἐποίησε τῶν λογισμῶν. συνεισῆλθε δὲ τούτοις τοῖς διαλογισμοῖς κἀκείνη ἡ ἔννοια· ἆρα μὴ ἐγκατέλιπεν ἑαυτοῦ τὰς ἐκκλησίας παντελῶς ὁ Κύριος; ἆρα μὴ ἐσχάτη ὥρα ἐστί, καὶ ἡ ἀποστασία διὰ τούτων λαμβάνει τὴν εἴσοδον, ἵνα λοιπὸν ἀποκαλυφθῇ ὁ ἄνομος, ὁ υἱὸς τῆς ἀπωλείας, ὁ ἀντικείμενος, καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν ἢ σέβασμα;
- 139.2
Πλὴν εἴτε πρόσκαιρός ἐστιν ὁ πειρασμός, βαστάσατε αὐτόν, οἱ καλοὶ τοῦ Χριστοῦ ἀγωνισταί· εἴτε καὶ τῇ παντελεῖ φθορᾷ τὰ πράγματα παραδίδοται, μὴ ἀκηδιάσωμεν πρὸς τὰ παρόντα, ἀλλʼ ἀναμείνωμεν τὴν ἐξ οὐρανῶν ἀποκάλυψιν καὶ ἐπιφάνειαν τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. εἰ γὰρ πᾶσα ἡ κτίσις λυθήσεται καὶ μεταποιηθήσεται τὸ σχῆμα τοῦ κόσμου τούτου, τί θαυμαστὸν καὶ ἡμᾶς, μέρος ὄντας τῆς κτίσεως, παθεῖν τὰ κοινὰ πάθη καὶ παραδοθῆναι θλίψεσιν, ἃς κατὰ τὸ μέτρον τῆς δυνάμεως ἡμῶν ἐπάγει ἡμῖν ὁ δίκαιος κριτής, οὐκ ἐῶν ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα, ἀλλὰ διδοὺς σὺν τῷ πειρασμῷ καὶ τὴν ἔκβασιν, τοῦ δυνηθῆναι ὑπενεγκεῖν;
- 139.3
Ἀναμένουσιν ὑμᾶς, ἀδελφοί, οἱ τῶν μαρτύρων στέφανοι· ἕτοιμοί εἰσιν οἱ χοροὶ τῶν ὁμολογητῶν προτεῖναι ὑμῖν τὰς χεῖρας καὶ ὑποδέξασθαι ὑμᾶς εἰς τὸν ἴδιον ἀριθμόν. μνήσθητε τῶν πάλαι ἁγίων, ὅτι οὐδεὶς τρυφῶν οὐδὲ κολακευόμενος τῶν στεφάνων τῆς ὑπομονῆς ἠξιώθη, ἀλλὰ πάντες, διὰ μεγάλων θλίψεων πυρωθέντες, τὸ δοκίμιον ἐπεδείξαντο. οἱ μὲν γὰρ ἐμπαιγμῶν καὶ μαστίγων πεῖραν ἔλαβον, ἄλλοι δὲ ἐπρίσθησαν, οἱ δὲ ἐν φόνῳ μαχαίρας ἀπέθανον. ταῦτά ἐστι τὰ σεμνολογήματα τῶν ἁγίων. μακάριος ὁ καταξιωθεὶς τῶν ὑπὲρ Χριστοῦ παθημάτων. μακαριώτερος δὲ ὁ πλεονάσας ἐν τοῖς παθήμασι· διότι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.
- 139.4
Εἰ μὲν οὖν ἦν δυνατὸν αὐτόν με παραγενέσθαι, οὐδὲν ἂν προετίμησα τῆς συντυχίας ὑμῶν, ὥστε καὶ ἰδεῖν τοὺς ἀθλητὰς τοῦ Χριστοῦ, καὶ περιπτύξασθαι, καὶ κοινωνῆσαι τῶν προσευχῶν καὶ τῶν πνευματικῶν ἐν ὑμῖν χαρισμάτων. ἐπειδὴ δὲ τὸ σῶμά μοι λοιπὸν ὑπὸ χρονίας νόσου κατανάλωται, ὡς μηδὲ ἀπὸ τῆς κλίνης δύνασθαί με καταβαίνειν, καὶ οἱ ἐφεδρεύοντες ἡμῖν πολλοί, ὡς λύκοι ἅρπαγες, ἐπιτηροῦντες καιρὸν πότε δυνηθῶσι διαρπάσαι τὰ πρόβατα τοῦ Χριστοῦ, ἀναγκαίως ἐπὶ τὴν διὰ τοῦ γράμματος ἐπίσκεψιν ἦλθον, παρακαλῶν προηγουμένως μὲν ἐκτενεῖς τὰς ὑπὲρ ἐμοῦ ποιεῖσθαι ὑμᾶς δεήσεις, ἵνα καταξιωθῶ τὰς γοῦν λειπομένας ἡμέρας ἢ ὥρας δουλεῦσαι τῷ Κυρίῳ κατὰ τὸ εὐαγγέλιον τῆς βασιλείας, ἔπειτα καὶ συγγνώμην ἔχειν μου τῇ ἀπολείψει καὶ τῇ βραδυτῆτι ταύτῃ τῶν γραμμάτων. μόλις γὰρ ηὐπορήσαμεν ἀνθρώπου τοῦ δυναμένου ἐξυπηρετήσασθαι ἡμῶν τῇ ἐπιθυμίᾳ· λέγομεν δὲ τὸν υἱὸν ἡμῶν Εὐγένιον τὸν μονάζοντα, δι’ οὗ παρακαλῶ εὔξασθαι ὑπὲρ ἡμῶν καὶ τῆς Ἐκκλησίας πάσης, καὶ ἀντιγράψαι ἡμῖν τὰ περὶ ὑμῶν, ἵνα γνόντες εὐθυμότερον διατεθῶμεν.
- 140.1
Τίς δώσει μοι πτέρυγας, ὡσεὶ περιστερᾶς; καὶ πετασθήσομαι πρὸς ὑμᾶς καὶ καταπαύσω τὸν πόθον ὃν ἔχω ἐπὶ τῇ συντυχίᾳ τῆς ὑμετέρας ἀγάπης. νυνὶ δὲ οὐχὶ πτερύγων ἐνδεῶς ἔχω μόνον, ἀλλὰ καὶ αὐτοῦ τοῦ σώματος, πάλαι μέν μοι ὑπὸ μακρᾶς τῆς ἀρρωστίας πεπονηκότος, νῦν δὲ ὑπὸ τῶν συνεχῶν θλίψεων παντελῶς συντετριμμένου. τίς γὰρ οὕτως ἀδαμάντινος τὴν ψυχήν, τίς οὕτω παντελῶς ἀσυμπαθὴς καὶ ἀνήμερος, ὡς ἀκούων τοῦ πανταχόθεν ἡμᾶς προσβάλλοντος στεναγμοῦ, οἷον ἀπό τινος χοροῦ κατηφοῦς κοινόν τινα θρῆνον καὶ σύμφωνον προσηχοῦντος, μὴ οὐχὶ παθεῖν τὴν ψυχήν, καὶ κατακαμφθῆναι εἰς γῆν, καὶ ταῖς ἀμηχάνοις ταύταις μερίμναις παντελῶς ἐκτακῆναι; ἀλλὰ δυνατὸς ὁ ἅγιος Θεὸς δοῦναί τινα λύσιν τῶν ἀμηχάνων καὶ χαρίσασθαι ἡμῖν τινὰ τῶν μακρῶν πόνων ἀναπνοήν. ὥστε καὶ ὑμᾶς τὴν αὐτὴν ἔχειν ἀξιῶ παράκλησιν καὶ τῇ ἐλπίδι τῆς παρακλήσεως χαίροντας ὑμᾶς τὸ παρὸν ἀλγεινὸν τῶν θλίψεων ὑπομένειν. εἴτε γὰρ ἁμαρτημάτων ἀποτίννυμεν δίκας, ἱκαναὶ αἱ μάστιγες πρὸς παραίτησιν λοιπὸν τῆς ἐφʼ ἡμῖν ὀργῆς τοῦ Θεοῦ· εἴτε εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας διὰ τῶν πειρασμῶν τούτων κεκλήμεθα, δίκαιος ὁ ἀθλοθέτης μὴ ἐᾶσαι ἡμᾶς πειρασθῆναι ὑπὲρ ὃ δυνάμεθα ὑπενεγκεῖν, ἀλλʼ ἐπὶ τοῖς προπεπονημένοις ἀποδοῦναι ἡμῖν τὸν τῆς ὑπομονῆς καὶ τῆς εἰς αὐτὸν ἐλπίδος στέφανον. μὴ οὖν ἀποκάμωμεν ἐναθλοῦντες εἰς τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μηδὲ δι’ ἀνελπιστίας τὰ πονηθέντα ἡμῖν προώμεθα. οὐ γὰρ μία πρᾶξις ἀνδρείας οὐδὲ βραχὺς πόνος τὸ τῆς ψυχῆς καρτερὸν διαδείκνυσιν, ἀλλʼ ὁ δοκιμάζων ἡμῶν τὰς καρδίας διὰ μακρᾶς καὶ παρατεταμένης τῆς δοκιμασίας βούλεται ἡμᾶς τῆς δικαιοσύνης στεφανίτας ἀποδειχθῆναι.
- 140.2
Μόνον ἀνένδοτον φυλασσέσθω τὸ φρόνημα ἡμῶν, ἄσειστον τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως διατηρείσθω, καὶ ἥξει ἐν τάχει ὁ ἀντιληψόμενος ἡμῶν· ἥξει καὶ οὐ χρονιεῖ. προσδέχου γὰρ θλίψιν ἐπὶ θλίψει, ἐλπίδα ἐπʼ ἐλπίδι, ἔτι μικρόν, ἔτι μικρόν. οὕτως οἶδε ψυχαγωγεῖν τῇ ἐπαγγελίᾳ τοῦ μέλλοντος τοὺς ἑαυτοῦ τροφίμους τὸ Πνεῦμα τὸ ἅγιον. μετὰ γὰρ τὰς θλίψεις ἡ ἐλπίς, ἐκ τοῦ σύνεγγυς δὲ πάρεστι τὰ ἐλπιζόμενα. κἂν γὰρ ὅλον τις εἴποι τὸν ἀνθρώπινον βίον, σμικρότατόν ἐστι διάστημα παντελῶς, συγκρίσει ἐκείνου τοῦ ἀπεράντου αἰῶνος τοῦ ἐν ταῖς ἐλπίσιν ἀποκειμένου.
- 140.3
Πίστιν δὲ ἡμεῖς οὔτε παρʼ ἄλλων γραφομένην ἡμῖν νεωτέραν παραδεχόμεθα, οὔτε αὐτοὶ τὰ τῆς ἡμετέρας διανοίας γεννήματα παραδιδόναι τολμῶμεν, ἵνα μὴ ἀνθρώπινα ποιήσωμεν τὰ τῆς εὐσεβείας ῥήματα· ἀλλʼ ἅπερ παρὰ τῶν ἁγίων πατέρων δεδιδάγμεθα, ταῦτα τοῖς ἐρωτῶσιν ἡμᾶς διαγγέλλομεν. ἔστι τοίνυν ἐκ πατέρων ἐμπολιτευομένη τῇ ἐκκλησίᾳ ἡμῶν ἡ γραφεῖσα παρὰ τῶν ἁγίων πατέρων πίστις τῶν κατὰ τὴν Νίκαιαν συνελθόντων· ἣν ἡγούμεθα μὲν διὰ στόματος εἶναι καὶ παρʼ ὑμῖν, οὐ παραιτούμεθα δέ, ἵνα μὴ ὄκνου ἔγκλημα ἀπενεγκώμεθα, καὶ αὐτὰ τὰ ῥήματα ἐνσημᾶναι τῷ γράμματι. ἔστι δὲ ταῦτα. πιστεύομεν εἰς ἕνα Θεὸν Πατέρα παντοκράτορα, ὁρατῶν τε πάντων καὶ ἀοράτων ποιητήν. καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ, γεννηθέντα ἐκ τοῦ Πατρὸς μονογενῆ· τουτέστιν, ἐκ τῆς οὐσίας τοῦ Πατρός· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ· γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο, τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐν τῇ γῇ. τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα· σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα, καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ· ἀνελθόντα εἰς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς. καὶ εἰς τὸ ἅγιον Πνεῦμα. τοὺς δὲ λέγοντας, ἦν ποτέ, ὅτε οὐκ ἦν· καί, πρὶν γεννηθῆναι οὐκ ἦν· καί, ὅτι ἐξ οὐκ ὄντων ἐγένετο· ἢ ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας φάσκοντας εἶναι, ἢ τρεπτόν, ἢ ἀλλοιωτὸν τὸν Υἱὸν τοῦ Θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ Ἐκκλησία.
- 140.4
Πιστεύομεν τούτοις. ἐπειδὴ δὲ ἀδιόριστός ἐστιν ὁ περὶ τοῦ ἁγίου Πνεύματος λόγος, οὔπω τότε τῶν πνευματομάχων ἀναφανέντων, τὸ χρῆναι ἀναθεματίζεσθαι τοὺς λέγοντας τῆς κτιστῆς εἶναι καὶ δουλικῆς φύσεως τὸ Πνεῦμα τὸ ἅγιον ἐσίγησαν. οὐδὲν γὰρ ὅλως τῆς θείας καὶ μακαρίας Τριάδος κτιστόν.
- 141.1
Ἐδεξάμην ἤδη δύο ἐπιστολὰς παρὰ τῆς ἐνθέου καὶ τελειοτάτης φρονήσεώς σου, ὧν ἡ μὲν ὑπέγραφεν ἡμῖν ἐναργῶς, ὅπως μὲν προσεδοκήθημεν ὑπὸ τοῦ λαοῦ τοῦ ὑπὸ τὴν χεῖρα τῆς ὁσιότητός σου, ὅσον δὲ ἐλυπήσαμεν ἀπολειφθέντες τῆς ἁγιωτάτης συνόδου. ἡ δὲ ἑτέρα, ἡ παλαιοτέρα μέν, ὡς εἰκάζω τῷ γράμματι, ὕστερον δὲ ἡμῖν ἀποδοθεῖσα, διδασκαλίαν περιεῖχε πρέπουσάν σοι καὶ ἡμῖν ἀναγκαίαν, μὴ καταρρᾳθυμεῖν τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, μηδὲ κατὰ μικρὸν προΐεσθαι τοῖς ὑπεναντίοις τὰ πράγματα, ἀφʼ ὧν τὰ μὲν ἐκείνων αὐξήσει, τὰ δὲ ἡμέτερα μειωθήσεται. καὶ οἶμαι πρὸς ἑκατέραν ἀποκεκρίσθαι· πλὴν ἀλλὰ καὶ νῦν, ἐπειδὴ ἄδηλον εἰ οἱ πιστευθέντες τὴν διακονίαν διέσωσαν ἡμῶν τὰς ἀποκρίσεις, περὶ τῶν αὐτῶν ἀπολογοῦμαι· πρὸς μὲν τὴν ἀπόλειψιν ἀληθεστάτην πρόφασιν γράφων, ἧς οἶμαι τὴν ἀκοὴν καὶ μέχρι τῆς σῆς ὁσιότητος διαβεβηκέναι, ὅτι ὑπὸ ἀρρωστίας κατεσχέθην τῆς μέχρις αὐτῶν με τῶν πυλῶν τοῦ θανάτου καταγαγούσης. καὶ ἔτι καὶ νῦν, ἡνίκα ἀπέστελλον περὶ τούτων, λείψανα φέρων τῆς ἀρρωστίας ἔγραφον. ταῦτα δέ ἐστι τοιαῦτα, ὥστε ἐξαρκεῖν ἑτέρῳ νοσήματα εἶναι δύσφορα.
- 141.2
Πρὸς δὲ τό, ὅτι οὐ ῥᾳθυμίᾳ ἡμετέρᾳ τὰ τῶν ἐκκλησιῶν τοῖς ἐναντίοις προδέδοται, εἰδέναι βούλομαι τὴν θεοσέβειάν σου, ὅτι οἱ κοινωνικοὶ δῆθεν ἡμῖν τῶν ἐπισκόπων, ἢ ὄκνῳ, ἢ τῷ πρὸς ἡμᾶς ὑπόπτως ἔχειν ἔτι καὶ μὴ καθαρῶς, ἢ τῇ παρὰ τοῦ διαβόλου ἐγγινομένῃ πρὸς τὰς ἀγαθὰς πράξεις ἐναντιώσει, συνάρασθαι ἡμῖν οὐκ ἀνέχονται. ἀλλὰ σχήματι μὲν δῆθεν οἱ πλείους ἐσμὲν μετʼ ἀλλήλων, προστεθέντος ἡμῖν καὶ τοῦ χρηστοῦ Βοσπορίου, ἀληθείᾳ δὲ πρὸς οὐδὲν ἡμῖν τῶν ἀναγκαιοτάτων συναίρονται· ὥστε με καὶ ὑπὸ τῆς ἀθυμίας ταύτης τὸ πλεῖστον μέρος πρὸς τὴν ἀνάληψιν ἐμποδίζεσθαι, συνεχῶς μοι τῶν ἀρρωστημάτων ἐκ τῆς σφοδρᾶς λύπης ἀποστρεφόντων.
- 141.3
Τί δʼ ἂν ποιήσαιμι μόνος, τῶν κανόνων, ὡς καὶ αὐτὸς οἶδας, ἐνὶ τὰς τοιαύτας οἰκονομίας μὴ συγχωρούντων; καίτοι τίνα θεραπείαν οὐκ ἐθεράπευσα; ποίου κρίματος αὐτοὺς οὐκ ἀνέμνησα τὰ μὲν διὰ γραμμάτων, τὰ δὲ καὶ διὰ τῆς συντυχίας; ἦλθον γὰρ καὶ μέχρι τῆς πόλεως κατὰ ἀκοὴν τοῦ ἐμοῦ θανάτου. ἐπεὶ δὲ ἔδοξε τῷ Θεῷ ζῶντας ἡμᾶς παρʼ αὐτῶν καταληφθῆναι, διελέχθημεν αὐτοῖς τὰ εἰκότα. καὶ παρόντα μὲν αἰδοῦνται, καὶ ὑπισχνοῦνται τὰ εἰκότα πάντα, ἀπολειφθέντες δὲ πάλιν πρὸς τὴν ἑαυτῶν ἀνατρέχουσι γνώμην. ταῦτα καὶ ἡμεῖς τῆς κοινῆς καταστάσεως τῶν πραγμάτων ἀπολαύομεν, προδήλως τοῦ Κυρίου ἐγκαταλιπόντος ἡμᾶς, τοὺς διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψύξαντας τὴν ἀγάπην. ἀλλὰ πρὸς πάντα ἡμῖν ἀρκεσάτω ἡ μεγάλη σου καὶ δυνατωτάτη πρὸς Θεὸν ἱκεσία. τάχα γὰρ ἂν ἢ γενοίμεθά τι τοῖς πράγμασι χρήσιμοι, ἢ διαμαρτόντες τῶν σπουδαζομένων, φύγοιμεν τὴν κατάκρισιν.
- 142.1
Συνήγαγον μὲν πάντας ἐν τῇ συνόδῳ τοῦ μακαρίου μάρτυρος Εὐψυχίου τοὺς ἀδελφοὺς ἡμῶν τοὺς χωρεπισκόπους, ὥστε γνωρίμους ποιῆσαι τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἀπελείφθης, διὰ γραμμάτων αὐτοὺς ἀναγκαῖόν ἐστι προσαχθῆναί σου τῇ τελειότητι. γνώριζε τοίνυν τὸν ἀδελφὸν τόνδε ἄξιον ὄντα τοῦ πιστεύεσθαι παρὰ τῆς σῆς φρονήσεως διὰ τὸν φόβον τοῦ Κυρίου. καὶ ἅπερ ἂν τῶν πτωχῶν ἕνεκεν ἀναφέρῃ σου τῇ ἀγαθῇ προαιρέσει, καταξίωσον ὡς ἀληθεύοντι πείθεσθαι καὶ τὴν δυνατὴν ἐπικουρίαν παρέχεσθαι τοῖς καταπονουμένοις. καταξιώσεις δὲ δηλονότι καὶ πτωχοτροφίαν τῆς συμμορίας τῆς ὑπʼ αὐτὸν ἐπισκέψασθαι καὶ πάντη ἀνεῖναι τῆς συντελείας. τοῦτο γὰρ ἤδη καὶ τῷ ἑταίρῳ σου συνήρεσε τὴν μικρὰν κτῆσιν τῶν πενήτων ἀλειτουργητον καταστῆσαι.
- 143.1
Εἰ μὲν αὐτῷ μοι δυνατὸν ἦν συμπαρεῖναι τῇ τιμιότητί σου, δι’ ἐμαυτοῦ ἂν πάντως ἀνήνεγκα περὶ ὧν ἐβουλόμην καὶ προέστην τῶν καταπονουμένων. ἐπεὶ δέ με ἀρρωστία σώματος καὶ ἀσχολίαι πραγμάτων ἀφέλκουσιν, ἀντʼ ἐμαυτοῦ σοι τὸν ἀδελφὸν τόνδε τὸν χωρεπίσκοπον συνίστημι, ὥστε σε αὐτῷ γνησίως προσχόντα χρήσασθαι συμβούλῳ, ὡς φιλαλήθως καὶ ἐμφρόνως δυναμένῳ συμβουλεῦσαι περὶ τῶν πραγμάτων. τὸ γὰρ πτωχοτροφεῖον τὸ παρʼ αὐτοῦ οἰκονομούμενον ἐπειδὰν καταξιώσῃς θεάσασθαι(ὄψει γάρ, εὖ οἶδα, καὶ οὐ παραδραμῇ, ἐπειδὴ οὐδὲ ἄπειρος εἶ τοῦ ἔργου, ἀλλʼ, ὡς ὁ δεῖνά μοι ἀνήνεγκεν, ἓν τῶν ἐν τῇ Ἀμασείᾳ ἐξ ὧν ἔδωκέ σοι ὁ Κύριος διατρέφεις), ἐπειδὰν οὖν ἴδῃς καὶ τοῦτο, πάντα αὐτῷ παρέξῃ τὰ ἐπιζητούμενα. ἤδη γάρ μοι καὶ ὁ ἑταῖρός σου κατεπηγγείλατο φιλανθρωπίαν τινὰ περὶ τὰ πτωχοτροφεῖα. τοῦτο δὲ λέγω, οὐχ ἵνα ἄλλον αὐτὸς μιμήσῃ (σὲ γὰρ εἰκὸς ἑτέροις εἶναι τῶν καλῶν ἡγεμόνα), ἀλλʼ ἵνα γνῷς ὅτι δὴ περὶ αὐτῶν τούτων καὶ ἄλλοι ἡμᾶς ἐδυσωπήθησαν.
- 144.1
Γνωρίζεις πάντως τόνδε ἐκ τῆς κατὰ τὴν πόλιν συντυχίας, ὅμως δέ σοι αὐτὸν καὶ διὰ τῆς ἐπιστολῆς προσάγομεν συνιστῶντες, ὅτι εἰς πολλά σοι τῶν σπουδαζομένων χρήσιμος ἔσται, διὰ τὸ καὶ συνετῶς καὶ εὐλαβῶς δύνασθαι ὑποτίθεσθαι τὰ πρακτέα. ἃ δὲ ἐμοὶ εἰς τὸ οὖς διελέχθης, ταῦτα νῦν ἐστὶ καιρὸς ἐπιδείξασθαι, ἐπειδάν σοι ὁ προειρημένος ἀδελφὸς τὰ τῶν πτωχῶν ὑποδείξῃ.
- 145.1
Οἶδα τοὺς μυρίους πόνους σου, οὓς ἀνέτλης ὑπὲρ τῶν ἐκκλησιῶν τοῦ Θεοῦ, καὶ τῶν ἀσχολιῶν τὸ πλῆθος οὐκ ἀγνοῶ, ἃς ἔχεις, τὴν οἰκονομίαν οὐ παρέργως ἀλλὰ κατὰ τὸ θέλημα τοῦ Κυρίου διατιθέμενος. καὶ τὸν ἐκ γειτόνων ὑμῖν ἐπικαθήμενον ἐννοῶ, ᾧ ἀνάγκη ὑμᾶς, ὥσπερ ὄρνιθας ἀετῷ ὑποπτήσσοντας, μὴ πόρρω τῆς σκέπης ἕκαστον ἀποτρέχειν. τούτων με οὐδὲν λέληθεν. ἀλλʼ ὁ πόθος πρᾶγμα βίαιον, καὶ ἐλπίσαι τὰ μὴ ἐνδεχόμενα καὶ ἐγχειρῆσαι τοῖς ἀδυνάτοις· μᾶλλον δὲ ἡ ἐπὶ Κύριον ἐλπὶς ἰσχυρότατον πάντων. οὐ γὰρ ἀλόγῳ ἐπιθυμίᾳ, ἀλλʼ ἰσχύϊ πίστεως προσδοκῶ καὶ πόρον ἐν ἀμηχάνοις φανήσεσθαι καὶ πάντων ῥᾳδίως σε τῶν κωλυμάτων περιγενήσεσθαι, πρὸς τὸ ἰδεῖν σε τὴν φιλτάτην τῶν ἐκκλησιῶν, καὶ μέντοι καὶ ὀφθῆναι παρʼ αὐτῆς· ὃ πάντων αὐτῇ τῶν ἀγαθῶν προτιμότατον, τῷ σῷ προσβλέψαι προσώπῳ καὶ τῆς σῆς ἀκοῦσαι φωνῆς. μὴ τοίνυν αὐτῇ τὰς ἐλπίδας ἀτελεῖς καταστήσῃς. καὶ γὰρ πέρυσιν ἀπὸ τῆς Συρίας ἐπανελθών, ἣν ἐδεξάμην ἐπαγγελίαν, ταύτην διακομίσας, πῶς οἴει μετέωρον αὐτὴν κατέστησα ταῖς ἐλπίσι; μὴ οὖν εἰς ἄλλον καιρὸν ὑπέρθῃ τὴν ἐπίσκεψιν αὐτῆς, ὦ θαυμάσιε. καὶ γὰρ ἐὰν ᾖ δυνατὸν ἰδεῖν αὐτήν ποτε, ἀλλʼ οὐχὶ καὶ μεθʼ ἡμῶν, οὓς ἐπείγει ἡ νόσος ἀπᾶραι λοιπὸν τοῦ ὀδυνηροῦ τούτου βίου.
- 146.1
Οὐκ ἔχω μέμψασθαί σοι ἀργίαν οὐδὲ ῥᾳθυμίαν, ὅτι καιροῦ παραπεσόντος γραμμάτων ἀπεσιώπησας. ἣν γὰρ διὰ τῆς τιμίας ἐμοὶ χειρὸς διεπέμψω προσηγορίαν πολλῶν ἐπιστολῶν τιμιωτέραν ποιοῦμαι. ἀντὶ οὖν ταύτης προσαγορεύω σε, καὶ παρακαλῶ σπουδαίως ἀντέχεσθαι τῆς κατὰ ψυχὴν σωτηρίας, πάντα τὰ πάθη τῆς σαρκὸς παιδαγωγοῦντα τῷ λόγῳ, καὶ διηνεκῶς τὴν περὶ Θεοῦ ἔννοιαν, οἷον ἐν ναῷ τινὶ ἁγιωτάτῳ, τῇ σαυτοῦ ψυχῇ ἐνιδρυμένην ἔχοντα· ἐπὶ πάσης δὲ πράξεως καὶ παντὸς λόγου πρὸ ὀφθαλμῶν λαμβάνειν τὸ τοῦ Χριστοῦ δικαστήριον, ὥστε σοι τὰς κατὰ μέρος ἐνεργείας συναχθείσας ἐπὶ τῆς ἀκριβοῦς ἐκείνης καὶ φοβερᾶς ἐξετάσεως δόξαν ἐν τῇ ἡμέρᾳ τῆς ἀνταποδόσεως ἐνεγκεῖν, ἐπὶ πάσης τῆς κτίσεως τῶν ἐπαίνων ἀξιουμένῳ. εἰ δὲ καταδέχοιτο τὴν μέχρις ἡμῶν ὁδὸν ὁ μέγας, οὐ μικρὸν κέρδος ἰδεῖν σε μετʼ αὐτοῦ ἐπὶ τῆς ἡμετέρας.
- 147.1
Μῦθον ἐνόμιζον τέως τὰ τοῦ Ὁμήρου, ὅτε ἐπῄειν αὐτοῦ τὸ ἕτερον μέρος τῆς ποιήσεως, ἐν ᾧ τὰ τοῦ Ὀδυσσέως πάθη μεταδιδάσκει. ἀλλʼ ἐκεῖνα τὰ μυθικὰ τέως καὶ ἄπιστα πάνυ ἡμᾶς πιθανὰ νομίζειν ἐδίδαξεν ἡ περὶ τὸν πάντα ἄριστον Μάξιμον περιπέτεια. καὶ γὰρ καὶ οὗτος ἄρχων ἐγένετο ἔθνους οὐ φαυλοτάτου, ὥσπερ ἐκεῖνος ὁ στρατηγὸς τῶν Κεφαλλήνων. καὶ πολλὰ χρήματα ἄγων ἐκεῖνος γυμνὸς ἐπανῆλθε, καὶ τοῦτον οὕτως ἡ συμφορὰ διέθηκεν, ὡς κινδυνεῦσαι ἐν ἀλλοτρίοις ῥάκεσιν ὀφθῆναι τοῖς οἴκοι. καὶ ταῦτα πέπονθε, Λαιστρυγόνας τάχα που ἐφʼ ἑαυτὸν παροξύνας, καὶ Σκύλλῃ περιπεσὼν ἐν γυναικείᾳ μορφῇ κυνείαν ἐχούσῃ ἀπανθρωπίαν καὶ ἀγριότητα. ἐπεὶ οὖν μόλις αὐτῷ ὑπῆρξε τὸν ἄφυκτον τοῦτον διανήξασθαι κλύδωνα, σὲ δι’ ἡμῶν ἱκετεύει, ἀξιῶν αἰδεσθῆναι τὴν κοινὴν φύσιν καὶ ἐπὶ ταῖς παρʼ ἀξίαν αὐτοῦ συμφοραῖς ἀλγήσαντα, μὴ σιωπῇ κρύψαι τὰ κατʼ αὐτόν, ἀλλὰ διαγγεῖλαι τοῖς ἐν δυνάμει, ὥστε μάλιστα μὲν καὶ γενέσθαι τινὰ αὐτῷ βοήθειαν πρὸς τὴν σκευωρηθεῖσαν ἐπήρειαν· εἰ δὲ μή, δημοσιευθῆναι γοῦν τὴν προαίρεσιν τοῦ εἰς αὐτὸν ἐμπαροινήσαντος. ἀρκοῦσα γὰρ τῷ ἠδικημένῳ παραμυθία ἡ τῶν ἐπιβουλευσάντων αὐτῷ τῆς πονηρίας φανέρωσις.
- 148.1
Πολλὴν φέρει τοῖς καταπονουμένοις παραμυθίαν καὶ τὸ ἔχειν ἀποδύρασθαι τὰς ἑαυτῶν συμφοράς, καὶ μάλιστα ὅταν ἀνδρῶν ἐπιτύχωσι δυναμένων ἐκ τῆς τοῦ τρόπου καλοκἀγαθίας συμπαθῆσαι τοῖς ἀλγεινοῖς. ὅθεν καὶ ὁ αἰδεσιμώτατος ἀδελφὸς Μάξιμος, ὁ τῆς πατρίδος ἡμῶν ἡγησάμενος, παθὼν οἷα οὐδέπω τις ἀνθρώπων ἕτερος, καὶ πάντων μὲν γυμνωθεὶς τῶν προσόντων, ὅσα τε ἦν αὐτῷ πατρῷα καὶ ὅσα ἐκ προτέρων πόνων ὑπῆρχε συνειλεγμένα, κακοπαθήσας δὲ τῷ σώματι μυρία ταῖς ἄνω καὶ κάτω πλάναις, καὶ οὐδὲ αὐτὴν τὴν ἐπιτιμίαν ἀνεπηρέαστον διασώσας, ἧς ἕνεκα πάντα πονεῖν τοῖς ἐλευθέροις σύνηθες, πολλὰ μὲν πρὸς ἡμᾶς περὶ τῶν συμβάντων αὐτῷ ἀπωλοφύρατο, ἠξίωσε δὲ δι’ ἡμῶν ὡς ἐν κεφαλαίῳ φανερὰν γενέσθαι σοι τὴν περιστᾶσαν αὐτῷ τῶν κακῶν Ἰλιάδα. κἀγώ, ἐπειδὴ ἄλλως οὐδὲν ἀφελεῖν αὐτοῦ τῶν δεινῶν ἠδυνήθην, ἑτοίμως ταύτην ἔδωκα τὴν χάριν· τὸ ὀλίγα ἐκ πολλῶν ὧν ἤκουσα παρʼ αὐτοῦ διαγγεῖλαι τῇ κοσμιότητί σου, ἐπειδὴ αὐτὸς ἐρυθριᾷν μοι ἐδόκει τὰς ἑαυτοῦ συμφορὰς ἐναργῶς διηγήσασθαι.
- 148.2
Εἰ γὰρ καὶ οὐ πονηρὸν τὸν ἠδικηκότα συνίστησι τὰ γενόμενα, ἀλλʼ οὖν γε τὸν πεπονθότα τῆς ἐλεεινοτάτης ὄντα μερίδος δείκνυσιν, ἐπειδὴ αὐτὸ τὸ περιπεσεῖν τοῖς θεηλάτοις κακοῖς ἀπόδειξίν πως ἔχειν δοκεῖ τοῦ παραδεδόσθαι τοῖς πάθεσιν. ἀλλʼ ἀρκεῖ αὐτῷ πρὸς παραμυθίαν τῶν συμβάντων τὸ εὐμενεῖ αὐτὸν προσβλέψαι τῷ ὄμματί σε καὶ τὴν πολυαρκῆ χάριν, ἧς πάντες ἀπολαύοντες δαπανᾷν οὐ δύνανται, τὴν τῆς σῆς ἡμερότητος λέγω, καὶ ἐπʼ αὐτὸν ἀφεθῆναι. ὅτι δὲ καὶ ἐν δικαστηρίοις μεγάλη αὐτῷ ἀφορμὴ πρὸς τὴν νίκην ἡ παρὰ σοῦ ῥοπή, πάντες ἀκριβῶς πεπείσμεθα. δικαιότατος δὲ πάντων καὶ αὐτὸς οὗτος, ὁ τὴν ἐπιστολὴν ἡμῶν, ὥς τι ὄφελος αὐτῷ ἐσομένην, ἐπιζητήσας· ὃν μετὰ τῶν ἄλλων ἴδοιμεν τῇ κατὰ δύναμιν αὐτοῦ φωνῇ τὴν σὴν εὐφημοῦντα σεμνότητα.
- 149.1
Καὶ αὐτὸς ὑπέβαλες ὀφθαλμῷ τὴν κακοπάθειαν τοῦ πρότερον μὲν εὐδοκίμου, νῦν δὲ ἐλεεινοτάτου πάντων Μαξίμου, τοῦ ἄρξαντος τῆς πατρίδος ἡμῶν, ὡς οὐκ ὤφελενϲ οἶμαι γὰρ ἂν πολλοῖς ἀπευκτὴν ἔσεσθαι τὴν τῶν ἐθνῶν ἀρχήν, εἰ πρὸς τοιοῦτον πέρας μέλλουσι καταστρέφειν αἱ προστασίαι. ὥστε τί δεῖ ἡμᾶς τὰ καθʼ ἕκαστον ἀπαγγέλλειν, ὧν τε εἴδομεν, ὧν τε ἠκούσαμεν, ἀνδρὶ διὰ πολλὴν τῆς διανοίας ὀξύτητα ἱκανῷ ἐξ ὀλίγων τῶν πραχθέντων στοχάσασθαι τὰ λειπόμενα; πλὴν ἐκεῖνό γε εἰπών, ἴσως οὐ περιττός σοι φανήσομαι, ὅτι πολλῶν ὄντων καὶ δεινῶν τῶν εἰς αὐτὸν τολμηθέντων πρὸ τῆς σῆς παρουσίας, τοιαῦτα γέγονε τὰ μετὰ ταῦτα, ὡς φιλανθρωπίαν ποιῆσαι νομισθῆναι τὰ φθάσαντα. τοσαύτην εἶχεν ὑπερβολὴν ὕβρεως καὶ ζημίας καὶ τῆς εἰς αὐτὸ τὸ σῶμα κακοπαθείας, τὰ δὴ ὕστερον αὐτῷ παρὰ τοῦ κρατοῦντος ἐξευρεθέντα. καὶ νῦν ἔμφρουρος ἥκει τὰ λείψανα τῶν ὧδε κακῶν αὐτοῦ ἀποπληρώσων, ἐὰν μὴ σὺ τὴν μεγάλην σαυτοῦ χεῖρα ὑπερσχεῖν ἐθελήσῃς τῷ καταπονουμένῳ. περιττὸν μὲν οὖν οἶδα ποιῶν, τὴν σὴν χρηστότητα εἰς φιλανθρωπίαν παρακαλῶν. πλὴν ἀλλʼ ἐπειδὴ βούλομαι γενέσθαι χρήσιμος τῷ ἀνδρί, ἱκετεύω σου τὴν σεμνοπρέπειαν προσθεῖναί τι τῇ ἐκ φύσεως περὶ τὸ καλὸν σπουδῇ δι’ ἡμᾶς, ὥστε ἐναργὲς τῷ ἀνδρὶ γενέσθαι τῆς ὑπὲρ αὐτοῦ παρακλήσεως ἡμῶν τὸ ὄφελος.
- 150.1
Ἐγὼ καὶ τῶν ὁμιληθέντων ἡμῖν πρὸς ἀλλήλους ποτὲ μέμνημαι, καὶ ὧν τε αὐτὸς εἶπον, ὧν τε ἤκουσα παρὰ τῆς εὐγενείας σου, οὐκ ἐπιλέλησμαι. καὶ νῦν βίος μέν με δημόσιος οὐ κατέχει. εἰ γὰρ καὶ τῇ καρδίᾳ ὁ αὐτός εἰμι καὶ οὔπω τὸν παλαιὸν ἀπεδυσάμην ἄνθρωπον, πλὴν τῷ γε σχήματι, καὶ τῷ μακρὰν ἐμαυτὸν ποιῆσαι τῶν τοῦ βίου πραγμάτων, ἔδοξα λοιπὸν οἷον ἐπιβεβηκέναι τῆς ὁδοῦ τῆς κατὰ Χριστὸν πολιτείας. καθέζομαι δὲ ἐπʼ ἐμαυτοῦ, ὥσπερ οἱ εἰς πέλαγος ἀφιέναι μέλλοντες ἀποσκοπεύων τὸ μέλλον. οἱ μὲν γὰρ πλέοντες ἀνέμων χρῄζουσι πρὸς τὴν εὔπλοιαν, ἡμεῖς δὲ τοῦ χειραγωγήσοντος ἡμᾶς καὶ ἀσφαλῶς διὰ τῶν ἁλμυρῶν κυμάτων τοῦ βίου παραπέμψοντος. χρῄζειν γὰρ ἐμαυτὸν λογίζομαι πρῶτον μὲν χαλινοῦ πρὸς τὴν νεότητα, ἔπειτα κέντρων πρὸς τὸν δρόμον τῆς εὐσεβείας. τούτων δὲ πρόξενος λόγος δηλονότι, νῦν μὲν παιδαγωγῶν ἡμῶν τὸ ἄτακτον, νῦν δὲ τὸ νωθρὸν τῆς ψυχῆς διεγείρων. πάλιν μοι χρεία φαρμάκων ἑτέρων, ὥστε τὸν ἐκ τῆς συνηθείας ἀποπλύνασθαι ῥύπον. οἶδας γὰρ ὅτι ἡμεῖς, οἱ πολὺν χρόνον ἐνεθισθέντες τῇ ἀγορᾷ, ἀφειδῶς μὲν ἔχομεν τῶν ῥημάτων, ἀφυλάκτως δὲ πρὸς τὰς ἐν τῇ διανοίᾳ συνισταμένας ἐκ τοῦ πονηροῦ φαντασίας. ἡττήμεθα δὲ καὶ τιμῆς καὶ τὸ ἐφʼ ἑαυτοῖς τι φρονεῖν οὐ ῥᾳδίως ἀποτιθέμεθα. πρὸς ταῦτα μεγάλου μοι δεῖν καὶ ἐμπείρου λογίζομαι διδασκάλου. ἔπειτα μέντοι καὶ τὸν ὀφθαλμὸν τῆς ψυχῆς ἀποκαθαρθῆναι, ὥστε πᾶσαν τὴν ἀπὸ τῆς ἀγνοίας ἐπισκότησιν, οἱονεί τινα λήμην, ἀφαιρεθέντα, δύνασθαι ἐνατενίζειν τῷ κάλλει τῆς δόξης τοῦ Θεοῦ, οὐ μικροῦ ἔργου κρίνω, οὐδʼ ἐπʼ ὀλίγον τὴν ὠφέλειαν φέρειν.
- 150.2
Ἃ καὶ τὴν σὴν λογιότητα συνορᾷν, καὶ ἐπιθυμεῖν ὑπάρξαι τινὰ εἰς ταύτην τὴν βοήθειαν ἀκριβῶς ἐπίσταμαι· καὶ ἐάν ποτε δῷ ὁ Θεὸς εἰς ταὐτὸν ἀφικέσθαι τῇ κοσμιότητί σου, δηλονότι πλείονα μαθήσομαι ὑπὲρ ὧν φροντίζειν με χρή. νῦν γὰρ ὑπὸ πολλῆς ἀμαθίας οὐδὲ ὅσων ἐνδεής εἰμι γνωρίζειν δύναμαι· πλήν γε ὅτι οὐδὲν μετεμέλησέ μοι τῆς πρώτης ὁρμῆς, οὔτε ὀκλάζει μου ἡ ψυχὴ πρὸς τὸν σκοπὸν τοῦ κατὰ Θεὸν βίου, ὅπερ ἠγωνίασας ἐπʼ ἐμοί, καλῶς καὶ προσηκόντως ἑαυτῷ ποιῶν, μήποτε στραφεὶς εἰς τὰ ὀπίσω στήλη γένωμαι ἁλός, ὅπερ γυνή τις ἔπαθεν, ὥσπερ ἀκούω. ἀλλʼ ἔτι μέν με καὶ αἱ ἔξωθεν ἀρχαὶ συστέλλουσιν, ὥσπερ λειποτάκτην τινὰ τῶν ἀρχόντων ἀναζητούντων. ἐπέχει δέ με μάλιστα ἡ ἐμοῦ αὐτοῦ καρδία, ἐκεῖνα μαρτυροῦσα ἑαυτῇ ἅπερ εἴρηκα.
- 150.3
Ἐπειδὴ δὲ συνθηκῶν ἐμνήσθης, καὶ κατηγορεῖν ἐπηγγείλω, γελάσαι με ἐποίησας ἐν ταύτῃ τῇ κατηφείᾳ μου, ὅτι ἔτι ῥήτωρ εἶ καὶ τῆς δεινότητος οὐκ ἀφίστασαι. ἐγὼ γὰρ οὕτω νομίζω, εἰ μὴ πάντη ὡς ἀμαθὴς διαμαρτάνω τῆς ἀληθείας, μίαν εἶναι ὁδὸν τὴν πρὸς Κύριον ἄγουσαν, καὶ πάντας τοὺς πρὸς αὐτὸν πορευομένους συνοδεύειν ἀλλήλοις καὶ κατὰ μίαν συνθήκην τοῦ βίου πορεύεσθαι. ὥστε ποῦ ἀπελθὼν χωρισθῆναί σου δύναμαι καὶ μὴ μετὰ σοῦ ζῇν καὶ μετὰ σοῦ δουλεύειν Θεῷ, ᾧ κοινῇ προσεφύγομεν; τὰ μὲν γὰρ σώματα ἡμῶν τόποις διασταθήσεται, ὁ δὲ τοῦ Θεοῦ ὀφθαλμὸς κοινῇ ἀμφοτέρους ἐφορᾷ δηλονότι, εἴπερ οὖν ἄξιος καὶ ὁ ἐμὸς βίος ὑπὸ τῶν ὀφθαλμῶν τοῦ Θεοῦ ἐποπτεύεσθαι· ἀνέγνων γάρ που ἐν Ψαλμοῖς, ὅτι Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους. ἐγὼ μὲν γὰρ εὔχομαι καὶ σοὶ καὶ παντὶ τῷ παραπλησίως σοι προαιρουμένῳ καὶ τῷ σώματι συνεῖναι, καὶ πᾶσαν νύκτα καὶ ἡμέραν μετὰ σοῦ κλίνειν τὰ γόνατα πρὸς τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς, καὶ εἴ τις ἄλλος ἀξίως ἐπικαλούμενος τὸν Θεόν. οἶδα γὰρ τὴν ἐν ταῖς προσευχαῖς κοινωνίαν πολὺ τὸ κέρδος φέρουσαν. ἐὰν δέ, ὁσάκις ὑπάρξῃ μοι ἐν διαφόρῳ γωνιδίῳ παρερριμμένῳ στενάζειν, ἀκολουθήσει μοι πάντως τὸ ψεύδεσθαι, μάχεσθαι μὲν πρὸς τὸν λόγον οὐκ ἔχω, ἤδη δὲ ὡς ψεύστου ἐμαυτὸν κατακρίνω, εἴ τι τοιοῦτον κατὰ τὴν παλαιὰν ἀδιαφορίαν ἐφθεγξάμην, ὅ με τῷ κρίματι τοῦ ψεύδους ὑπόδικον καθιστᾷ.
- 150.4
Γενόμενος δὲ πλησίον Καισαρείας, ὥστε γνωρίσαι τὰ πράγματα, καὶ αὐτῇ παραβαλεῖν τῇ πόλει μὴ ἀνασχόμενος, τῷ πλησίον προσέφυγον πτωχοτροφείῳ, ὥστε ἐκεῖ μαθεῖν περὶ ὧν ἐβουλόμην. εἶτα κατὰ συνήθειαν ἐπιδημήσαντι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ ἀνήνεγκα περὶ ὧν ἐπέταξεν ἡμῖν ἡ λογιότης σου. καὶ ἃ μὲν ἀπεκρίνατο, οὔτε τῇ μνήμῃ φυλαχθῆναι παρʼ ἡμῶν δυνατὸν ἦν, καὶ ἐπιστολῆς ὑπερέβαινε μέτρον· ὡς ἐν κεφαλαίῳ δὲ περὶ τῆς ἀκτημοσύνης ἐκεῖνο ἔφη τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα ἕκαστον ἑαυτῷ περιιστάναι τὴν κτῆσιν. καὶ παρείχετο ἡμῖν ἐκ τοῦ Εὐαγγελίου τὰς ἀποδείξεις· μίαν μέν, ὡς Ἰωάννου τοῦ βαπτιστοῦ εἰπόντος· Ὁ ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι· ἑτέραν δέ, ὡς τοῦ Κυρίου τοῖς μαθηταῖς ἀπαγορεύσαντος μὴ ἔχειν δύο χιτῶνας. προσετίθει δὲ τούτοις καὶ τό· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. ἔλεγε δὲ καὶ τὴν τοῦ μαργαρίτου παραβολὴν εἰς τοῦτο φέρειν· ὅτι ὁ ἔμπορος ὁ εὑρὼν τὸν πολύτιμον μαργαρίτην ἀπελθὼν ἐπώλησεν ἑαυτοῦ πάντα τὰ ὑπάρχοντα καὶ ἠγόρασεν ἐκεῖνον. προσετίθει δὲ τούτοις, ὅτι οὐδὲ ἑαυτῷ τινὰ ἐπιτρέπειν χρὴ τὴν τῶν χρημάτων διανομήν, ἀλλὰ τῷ τὰ τῶν πτωχῶν οἰκονομεῖν πεπιστευμένῳ. καὶ τοῦτο ἀπὸ τῶν Πράξεων ἐπιστοῦτο· ὅτι πωλοῦντες τὰ προσόντα αὐτοῖς, φέροντες ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων, καὶ παρʼ ἐκείνων διεδίδοτο ἑκάστῳ, καθότι ἄν τις χρείαν εἶχεν. ἔλεγε γὰρ ἐμπειρίας χρῄζειν τὴν διάγνωσιν τοῦ ἀληθῶς δεομένου καὶ τοῦ κατὰ πλεονεξίαν αἰτοῦντος. καὶ ὁ μὲν τῷ θλιβομένῳ διδοὺς τῷ Κυρίῳ ἔδωκε, καὶ παρʼ αὐτοῦ λήψεται τὸν μισθόν· ὁ δὲ τῷ περιερχομένῳ παρασχόμενος παντὶ προσέρριψε κυνί, φορτικῷ μὲν διὰ τὴν ἀναίδειαν, οὐκ ἐλεεινῷ δὲ διὰ τὴν ἔνδειαν.
- 150.5
Περὶ δὲ τοῦ πῶς χρὴ βιοῦν ἡμᾶς καθʼ ἡμέραν, ὀλίγα μὲν ἔφθη εἰρηκὼς ὡς πρὸς τὸ τῆς ὑποθέσεως μέγεθος· πλὴν ἀλλʼ ἐβουλόμην παρʼ αὐτοῦ ἐκείνου σε μαθεῖν. ἐμὲ γὰρ ἀφανίζειν τὴν ἀκρίβειαν τῶν διδαγμάτων οὐκ εὔλογον. ηὐχόμην δὲ μετὰ σοῦ ποτὲ καταλαβεῖν αὐτόν, ἵνα καὶ τῇ μνήμῃ ἀκριβῶς φυλάξας τὰ λεχθέντα, καὶ τῇ σεαυτοῦ συνέσει προσεξεύρῃς τὰ λείποντα. ἐκεῖνο γὰρ μέμνημαι ἐκ τῶν πολλῶν ὧν ἤκουσα, ὅτι ἡ περὶ τοῦ πῶς χρὴ ζῇν τὸν Χριστιανὸν διδασκαλία οὐ τοσοῦτον δεῖται λόγου ὅσον τοῦ καθημερινοῦ ὑποδείγματος. καὶ οἶδα ὅτι, εἰ μή σε κατεῖχεν ὁ δεσμὸς τῆς γηροκομίας τοῦ πατρός, οὐκ ἂν οὔτε αὐτὸς ἄλλο τι προετίμησας τῆς συντυχίας τοῦ ἐπισκόπου, οὔτʼ ἂν ἐμοὶ συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι ἀναχωρεῖν αὐτοῦ καὶ περιτυγχάνειν ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν τοῖς προσιοῦσιν αὐτῷ δυναμένῳ.
- 151.1
Εἴ τι ὄφελος ἡμετέρων γραμμάτων, μηδένα χρόνον διαλίπῃς ἐπιστέλλων ἡμῖν καὶ διεγείρων ἡμᾶς πρὸς τὸ γράφειν. αὐτοὶ μὲν γὰρ προδήλως ἡδίους γινόμεθα ἐντυγχάνοντες ἐπιστολαῖς συνετῶν ἀνδρῶν ἀγαπώντων τὸν Κύριον· εἰ δὲ καὶ αὐτοί τι ἄξιον σπουδῆς εὑρίσκετε παρʼ ἡμῖν, ὑμέτερον εἰδέναι τῶν ἐντυγχανόντων. εἰ μὲν οὖν μὴ ὑπὸ τοῦ πλήθους τῶν ἀσχολιῶν ἀπηγόμεθα, οὐκ ἂν τῆς ἐκ τοῦ γράφειν συνεχῶς εὐφροσύνης ἀπειχόμεθα. ὑμεῖς δέ, οἷς ἐλάττους αἱ φροντίδες, ὁσάκις ἂν οἷόν τε ᾖ κατακηλεῖτε ἡμᾶς τοῖς γράμμασι. καὶ γὰρ τὰ φρέατά φασιν ἀντλούμενα βελτίω γίνεσθαι. ἐοίκασι δέ σου αἱ ἐξ ἰατρικῆς παραινέσεις εἰς πάρεργον χωρεῖν, οὐχ ἡμῶν ἐπαγόντων τὸν σίδηρον, ἀλλʼ ἑαυτοῖς ἐκπιπτόντων τῶν ἀπαχρειουμένων.
- 151.2
Ὁ μὲν οὖν τοῦ Στωϊκοῦ λόγος· ἐπειδή, φησί, μὴ γίνεται τὰ πράγματα ὡς βουλόμεθα, ὡς γίνεται βουλόμεθα. ἐγὼ δὲ τοῖς μὲν πράγμασι τὴν γνώμην συγκατατίθεσθαι οὐ καταδέχομαι, τὸ δὲ ἀβουλήτως τινὰς ποιεῖν τι τῶν ἀναγκαίων οὐκ ἀποδοκιμάζω. οὔτε γὰρ ὑμῖν τοῖς ἰατροῖς τὸ καίειν τὸν ἄρρωστον ἢ ἄλλως ποιεῖν ἀλγεῖν βουλητόν· ἀλλʼ οὖν καταδέχεσθε πολλάκις τῇ δυσχερείᾳ τοῦ πάθους ἑπόμενοι· οὔτε οἱ πλέοντες ἑκουσίως ἐκβάλλουσι τὰ ἀγώγιμα, ἀλλʼ ὥστε διαφυγεῖν τὰ ναυάγια ὑφίστανται τὴν ἐκβολήν, τὸν ἐν πενίᾳ βίον τοῦ ἀποθανεῖν προτιμῶντες. ὥστε καὶ ἡμᾶς οἴου ἀλγεινῶς μὲν καὶ μετὰ μυρίων ὀδυρμῶν φέρειν τὸν χωρισμὸν τῶν ἀφισταμένων, φέρειν δʼ οὖν ὅμως· ἐπειδὴ τοῦ Θεοῦ καὶ τῆς ἐπʼ αὐτὸν ἐλπίδος οὐδὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς προτιμότερον.
- 152.1
Ἄλλῳ μέν τινι μὴ ἐπιστέλλων, τάχα ἂν δεξαίμην δικαίως ἔγκλημα ῥᾳθυμίας ἢ λήθης. σοῦ δὲ πῶς ἔστιν ἐπιλαθέσθαι, οὗ παρὰ πᾶσιν ἀνθρώποις λαλεῖται τὸ ὄνομα; πῶς δὲ καταρρᾳθυμῆσαι, ὃς πάντων σχεδὸν τῶν κατὰ τὴν οἰκουμένην τῷ ὕψει τῶν ἀξιωμάτων ὑπερανέστηκας; ἀλλὰ δήλη ἡμῶν ἡ αἰτία τῆς σιωπῆς· ὀκνοῦμεν δι’ ὄχλου γίνεσθαι ἀνδρὶ τοσούτῳ. εἰ δὲ πρὸς τῇ λοιπῇ σου ἀρετῇ καὶ τοῦτο κατεδέξω, οὐ μόνον πεμπόμενα παρ ἡμῶν δέχεσθαι γράμματα, ἀλλὰ καὶ ἐλλειφθέντα ἐπιζητεῖν, ἰδοὺ καὶ γράφομεν νῦν τεθαρρηκότως καὶ γράψομέν γε εἰς τὸ ἐφεξῆς, εὐχόμενοι τῷ ἁγίῳ Θεῷ δοθῆναί σοι τὴν ἀμοιβὴν τῆς περὶ ἡμᾶς τιμῆς. ὑπὲρ δὲ τῆς Ἐκκλησίας προέλαβες ἡμῶν τὰς παρακλήσεις, πάντα ποιήσας ὅσα ἂν ἡμεῖς ἐπεζητήσαμεν. ποιεῖς δὲ οὐκ ἀνθρώποις χαριζόμενος, ἀλλὰ Θεῷ τῷ τιμήσαντί σε, ὃς τὰ μὲν ἔδωκεν ἐν τῇ νῦν ζωῇ ἀγαθά, τὰ δὲ δώσει ἐν τῷ μέλλοντι αἰῶνι, ἀνθʼ ὧν μετὰ ἀληθείας ἐπορεύθης τὴν ὁδὸν αὐτοῦ, ἀκλινῆ τὴν καρδίαν ἐν τῇ ὀρθότητι τῆς πίστεως ἀπʼ ἀρχῆς εἰς τέλος διασωσάμενος.
- 153.1
Ὁσάκις ἂν ἡμῖν ὑπάρξῃ γράμμασιν ἐντυχεῖν τῆς κοσμιότητός σου, τοσαυτάκις χάριν ὁμολογοῦμεν τῷ Θεῷ, ὅτι διαμένεις καὶ μεμνημένος ἡμῶν καὶ ὑπʼ οὐδεμιᾶς διαβολῆς τὴν ἀγάπην ἐλαττῶν, ἣν ἅπαξ κρίσει τῇ ὀρθοτάτῃ ἢ συνηθείᾳ χρηστῇ ἀναλαβεῖν κατεδέξω. εὐχόμεθα οὖν τῷ ἁγίῳ Θεῷ καὶ σὲ διαμεῖναι ἐν τῇ ὁμοίᾳ πρὸς ἡμᾶς διαθέσει, καὶ ἡμᾶς ἀξίους εἶναι τῆς παρὰ σοῦ τιμῆς, ἣν τιμᾷς ἡμᾶς διὰ τοῦ γράμματος.
- 154.1
Καλῶς ἐποίησας, καὶ κατὰ τὸν τῆς πνευματικῆς ἀγάπης νόμον, κατάρξας τῶν πρὸς ἡμᾶς γραμμάτων καὶ τῷ ἀγαθῷ ὑποδείγματι πρὸς τὸν ὅμοιον ζῆλον ἡμᾶς ἐκκαλεσάμενος. καὶ γὰρ ἡ μὲν τοῦ κόσμου φιλία ὀφθαλμῶν δεῖται καὶ συντυχίας, ὥστε ἐκεῖθεν ἀρχὴν τῆς συνηθείας γενέσθαι, οἱ δὲ πνευματικῶς ἀγαπᾷν εἰδότες οὐ τῇ σαρκὶ προξένῳ κέχρηνται τῆς φιλίας, ἀλλὰ τῇ τῆς πίστεως κοινωνίᾳ πρὸς τὴν πνευματικὴν συνάφειαν ἄγονται. χάρις οὖν τῷ Κυρίῳ τῷ παρακαλέσαντι ἡμῶν τὰς καρδίας ἐν τῷ δεῖξαι ὅτι οὐκ ἐν πᾶσι κατέψυκται ἡ ἀγάπη, ἀλλʼ εἰσί που τῆς οἰκουμένης οἱ τῆς Χριστοῦ μαθητείας τὸν χαρακτῆρα δεικνύντες. καὶ τοίνυν ἔδοξέ μοι τὸ καθʼ ὑμᾶς ἐοικέναι πρᾶγμα ἄστροις ἐν νυκτερινῇ συναφείᾳ· ἄλλοις κατʼ ἄλλα μέρη τοῦ οὐρανοῦ διαλάμπουσιν, ὧν χαρίεσσα μὲν ἡ λαμπρότης, χαριέστερον δὲ δήπου τὸ ἀπροσδόκητον. τοιοῦτοι δὲ καὶ ὑμεῖς οἱ τῶν ἐκκλησιῶν φωστῆρες, ὀλίγοι παντελῶς καὶ εὐαρίθμητοι ἐν τῇ σκυθρωπῇ ταύτῃ καταστάσει, οἷον ἐν σκοτομήνῃ διαφαινόμενοι, πρὸς τῷ ἐκ τῆς ἀρετῆς χαρίεντι, ἔτι καὶ τῷ σπανίῳ τῆς εὑρέσεως τὸ περιπόθητον ἔχοντες.
- 154.2
Ἐγνώρισε δέ σου τὴν διάθεσιν ἡμῖν τὸ γράμμα αὐτάρκως. εἰ γὰρ καὶ μικρὸν ἦν τῷ πλήθει τῶν συλλαβῶν, ἀλλὰ τῇ γε ὀρθότητι τῆς διανοίας ἀρκοῦσαν ἡμῖν τῆς προαιρέσεως τὴν ἀπόδειξιν ἔδωκε. τὸ γὰρ περὶ τὸν μακαριώτατον Ἀθανάσιον ἐσπουδακέναι δεῖγμα ἐναργέστατον τοῦ ὑγιῶς ἔχειν περὶ τὰ μέγιστα. ἀντὶ οὖν τῆς ἐπὶ τοῖς γράμμασιν εὐφροσύνης πολλὴν οἴδαμεν χάριν τῷ τιμιωτάτῳ υἱῷ ἡμῶν Εὐφημίῳ· ᾧ καὶ αὐτὸς εὔχομαι πᾶσαν ὑπάρχειν βοήθειαν ἐξ ἁγίου· καὶ σὲ συνεύχεσθαι ἡμῖν παρακαλῶ, ὅπως ἂν ἀπολάβοιμεν αὐτὸν ἐν τάχει μετὰ τῆς κοσμιωτάτης ὁμόζυγος αὐτοῦ, θυγατρὸς δὲ ἡμῶν ἐν Κυρίῳ. παρακλήθητι δὲ καὶ αὐτὸς μὴ ἐν προοιμίοις ἡμῖν στῆσαι τὴν εὐφροσύνην, ἀλλὰ διὰ τῆς ἀεὶ παραπιπτούσης προφάσεως ἐπιστέλλειν καὶ τὴν πρὸς ἡμᾶς διάθεσιν τῷ πυκνῷ τῆς ὁμιλίας αὔξειν, καὶ τὰ περὶ τῶν αὐτοῦ ἐκκλησιῶν, ὅπως ἔχει κατὰ τὴν συμφωνίαν, σημαίνειν· περὶ δὲ τῶν ἐνταῦθα προσεύχεσθαι, ὥστε γενέσθαι καὶ παρʼ ἡμῖν γαλήνην μεγάλην, ἐπιτιμήσαντος τοῦ Κυρίου ἡμῶν τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ.
- 155.1
Πρὸς πολλὰς τὰς διὰ τῆς ἐπιστολῆς ἣν πρώτην καὶ μόνην κατηξίωσεν ἡμῖν ἡ εὐγένειά σου διαπέμψασθαι ἐγγεγραμμένας κατηγορίας ἀπορῶ ἀπολογήσασθαι, οὐ διὰ τὴν τοῦ δικαίου ἔνδειαν, ἀλλὰ διὰ τὸ ἐν πλήθει τῶν ἐπιφερομένων δύσκολον εἶναι τῶν καιριωτέρων τὴν προτίμησιν, καὶ ὅθεν δεῖ πρῶτον ἡμᾶς ἄρξασθαι τῆς θεραπείας. ἢ τάχα δεῖ αὐτῇ τῇ τάξει τῶν γεγραμμένων χρησαμένους ὁδῷ πρὸς ἕκαστον ἀπαντᾷν.
- 155.2
Τοὺς ἐπὶ Σκυθίαν ἀπαίροντας ἐντεῦθεν μέχρι σήμερον οὐκ ἐγνωρίσαμεν· ἀλλʼ οὐδὲ τῶν ἐκ τῆς οἰκίας ὑπέμνησαν ἡμᾶς, ὥστε προσειπεῖν σε δι’ αὐτῶν, καίτοι πάνυ διὰ σπουδῆς τιθεμένους ἐπὶ πάσης προφάσεως προσφθέγγεσθαί σου τὴν τιμιότητα. ἐπιλαθέσθαι δέ σου ἐν προσευχαῖς ἀδύνατον, εἰ μὴ πρότερον τοῦ ἔργου ἡμῶν ἐπιλαθώμεθα, εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. μέμνησαι γὰρ πάντως τῶν κηρυγμάτων τῶν ἐκκλησιαστικῶν, πιστὸς ὢν τῇ τοῦ Θεοῦ χάριτι, ὅτι καὶ ὑπὲρ τῶν ἐν ἀποδημίαις ἀδελφῶν δεόμεθα, καὶ ὑπὲρ τῶν ἐν ταῖς στρατείαις ἐξεταζομένων, καὶ ὑπὲρ παρρησιαζομένων διὰ τὸ ὄνομα Κυρίου, καὶ ὑπὲρ τῶν τοὺς πνευματικοὺς καρποὺς ἐπιδεικνυμένων, ἐν τῇ ἁγίᾳ Ἐκκλησίᾳ τὰς εὐχὰς ποιούμεθα· ὧν πάντως ἐν τοῖς πλείοσιν ἢ καὶ ἐν τοῖς πᾶσι νομίζομεν καὶ τὴν σὴν ἐμπεριλαμβάνεσθαι τιμιότητα. ἰδίᾳ δέ σου ἡμεῖς πῶς ἂν ἐπιλαθώμεθα, τοσαῦτα ἔχοντες τὰ κινοῦντα ἡμᾶς πρὸς μνήμην, ἀδελφὴν τοιαύτην, ἀδελφιδοὺς τοιούτους, συγγένειαν οὕτω χρηστήν, οὕτως ἀγαπῶσαν ἡμᾶς, οἶκον, οἰκέτας, φίλους, ἐξ ὧν, κἂν μὴ βουλώμεθα, ἀναγκαίως ὑπομιμνησκόμεθά σου τῆς ἀγαθῆς προαιρέσεως;
- 155.3
Περὶ δὲ τοῦδε ὁ ἀδελφὸς ὁ δεῖνα οὐδὲν ἡμῖν ἤνεγκεν ἐπαχθές, οὐδὲ παρʼ ἡμῶν βλάπτουσα αὐτόν τις κρίσις ἐξενήνεκται οὐδεμία. τρέψον οὖν τὴν λύπην ἐπὶ τοὺς τὰ ψευδῆ διηγησαμένους, ἀπολύσας πάσης μέμψεως καὶ τὸν χωρεπίσκοπον καὶ ἐμέ. εἰ δέ τινα δίκην γυμνάζει ὁ σχολαστικὸς ὁ δεῖνα, ἔχει δικαστήρια δημόσια καὶ νόμους. ἀξιῶ οὖν ὑμᾶς ἐπὶ τούτοις μηδεμίαν ἔχειν μέμψιν.
- 155.4
Αὐτὸς δὲ ὅσα ποιεῖς ἀγαθά, σεαυτῷ θησαυρίζεις· καὶ ἣν παρέχῃ ἀνάπαυσιν τοῖς διὰ τὸ ὄνομα τοῦ Κυρίου διωκομένοις, ταύτην σεαυτῷ ἐν ἡμέρᾳ τῆς μισθαποδοσίας προετοιμάζεις. καλῶς δὲ ποιήσεις, ἐὰν καὶ λείψανα μαρτύρων τῇ πατρίδι ἐκπέμψῃς, εἴπερ, ὡς ἐπέστειλας ἡμῖν, ὁ ἐκεῖ διωγμὸς ποιεῖ καὶ νῦν μάρτυρας τῷ Κυρίῳ.
- 156.1
Τοσοῦτον ἀπέσχον τοῦ δυσχερᾶναι πρὸς τὸ μῆκος τῶν γραμμάτων, ὥστε καὶ μικρά μοι ἔδοξεν εἶναι ἡ ἐπιστολὴ ὑπὸ τῆς κατὰ τὴν ἀνάγνωσιν ἡδονῆς. τί γὰρ ἥδιον ἄκουσμα τοῦ τῆς εἰρήνης ὀνόματος; ἢ τί τοῦ ὑπὲρ τῶν τοιούτων βουλεύεσθαι ἱεροπρεπέστερον καὶ μᾶλλον τῷ Κυρίῳ κεχαρισμένον; σοὶ μὲν οὖν παράσχοι ὁ Κύριος τὸν μισθὸν τῆς εἰρηνοποιίας, οὕτω καλῶς προαιρουμένῳ καὶ σπουδαίως ἐγκειμένῳ πράγματι μακαριστῷ. ἡμᾶς δὲ νόμιζε, τιμία κεφαλή, ἕνεκα μὲν τοῦ προῃρῆσθαι καὶ εὔχεσθαι ἰδεῖν ποτὲ τὴν ἡμέραν ἐν ᾗ πάντες τὸν αὐτὸν πληρώσουσι σύλλογον, οἱ ταῖς διανοίαις ἀλλήλων μὴ ἀπεσχισμένοι, μηδενὶ παραχωρεῖν τῶν εἰς τὴν σπουδὴν τούτων πρωτείων. καὶ γὰρ ἂν εἴημεν ὡς ἀληθῶς πάντων ἀνθρώπων ἀτοπώτατοι, σχίσμασι καὶ κατατομαῖς ἐκκλησιῶν ἐφηδόμενοι, καὶ μὴ τὴν συνάφειαν τῶν μελῶν τοῦ σώματος τοῦ Χριστοῦ τὸ μέγιστον τῶν ἀγαθῶν τιθέμενοι. ὅσον μέντοι τῆς ἐπιθυμίας ἡμῖν περίεστι, τοσοῦτον γίνωσκε τῆς δυνάμεως ἐνδεῖν. οὐ γὰρ ἀγνοεῖ σου ἡ τελεία φρόνησις, ὅτι τὰ χρόνῳ κρατυνθέντα πάθη πρῶτον μὲν χρόνου δεῖται πρὸς τὴν διόρθωσιν, ἔπειτα ἰσχυρᾶς καὶ εὐτονωτέρας ἀγωγῆς, εἰ μέλλοι τις τοῦ βάθους αὐτοῦ καθικνεῖσθαι, ὥστε πρόρριζα ἐξελεῖν τῶν καμνόντων τὰ ἀρρωστήματα. οἶδας δὲ ὃ λέγω, καὶ εἰ δεῖ τρανότερον εἰπεῖν, οὐδεὶς ὁ φόβος.
- 156.2
Τὴν φιλαυτίαν ἔθει μακρῷ ταῖς ψυχαῖς ἐρριζωθεῖσαν εἷς ἀνὴρ ἀνελεῖν οὐχ οἷός τε, οὐδʼ ἐπιστολὴ μία, οὐδὲ χρόνος βραχύς. τὰς γὰρ ὑπονοίας καὶ τὰς ἐξ ἀντιλογιῶν παρατριβὰς παντελῶς ἀναιρεθῆναι, μὴ ἀξιοπίστου τινὸς μεσιτεύοντος τῇ εἰρήνῃ, ἀμήχανον. καὶ εἰ μὲν ἐπέρρει ἡμῖν τὰ παρὰ τῆς χάριτος καὶ ἦμεν δυνατοὶ λόγῳ καὶ ἔργῳ καὶ τοῖς πνευματικοῖς χαρίσμασι δυσωπῆσαι τοὺς ἀντιδιατιθεμένους, ἔδει κατατολμῆσαι τοῦ τοσούτου πράγματος. τάχα δὲ οὐδʼ ἂν τότε συνεβούλευσας ἡμῖν μόνοις ἐλθεῖν ἐπὶ τὴν ἐπανόρθωσιν, ὄντος τοῦ ἐπισκόπου τῇ τοῦ Θεοῦ χάριτι, ᾧ ἡ φροντὶς ἀνῆκε προηγουμένως τῆς ἐκκλησίας· ὃν οὔτε αὐτὸν ἐλθεῖν πρὸς ἡμᾶς οἷόν τε, καὶ ἡμῖν ἀποδημήσειν τέως ὑπὸ τοῦ χειμῶνος οὐ ῥᾴδιον, μᾶλλον δὲ παντελῶς ἀδύνατον, οὐ μόνον καθότι τὸ σῶμά μοι ὑπὸ μακρᾶς ἀρρωστίας ἀπείρηκεν, ἀλλʼ ὅτι καὶ αἱ τῶν Ἀρμενιακῶν ὀρῶν αἱ ὑπερβάσεις μικρὸν ὕστερον ἄβατοι γίνονται καὶ τοῖς πάνυ καθʼ ἡλικίαν σφριγῶσι. γράμματι δὲ αὐτῷ σημᾶναι ταῦτα οὐ παραιτήσομαι. οὐ μέντοι προσδοκῶ τι ἐκ τῶν γραμμάτων ἀξιόλογον ἀποβήσεσθαι, τῆς τε τοῦ ἀνδρὸς ἀκριβείας στοχαζόμενος καὶ αὐτῆς τῆς φύσεως τῶν γραμμάτων· ὅτι οὐ πέφυκεν ἐναργῶς δύνασθαι δυσωπεῖν ὁ διαπεμπόμενος λόγος. πολλὰ γὰρ δεῖ εἰπεῖν, πολλὰ καὶ ἀντακοῦσαι, καὶ λῦσαι τὰ ὑποπίπτοντα, καὶ ἀνθυπενεγκεῖν τὰ ὑφορμοῦντα, ὧν οὐδὲν δύναται ὁ ἐν τοῖς γράμμασι λόγος, ἀργὸς καὶ ἄψυχος ἐν τῷ χάρτῃ διερριμμένος.
- 156.3
Πλὴν ἀλλʼ, ὅπερ ἔφην, οὐκ ἀποκνήσω γράψαι. γίνωσκε μέντοι, ὡς ἀληθῶς εὐλαβέστατε καὶ πολυπόθητε ἡμῖν ἀδελφέ, ὅτι οὐδεμία μοι πρὸς οὐδένα τῇ τοῦ Θεοῦ χάριτι ἰδιάζουσά ἐστι φιλονεικία. οὐδὲ γὰρ πολυπραγμονήσας οἶδα τὰ ἐγκλήματα, οἷς ἕκαστος ὑπεύθυνος ἢ ἔστιν ἢ ὀνομάζεται. ὥστε οὕτως ὑμᾶς προσέχειν τῇ ἡμετέρᾳ διανοίᾳ προσήκει, ὡς μηδὲν ἡμῶν δυναμένων ποιῆσαι κατὰ πρόσκλισιν, μηδὲ προειλημμένων εἰς τὴν κατά τινων διαβολήν. μόνον εἰ εὐδοκία γένοιτο τοῦ Κυρίου ἐκκλησιαστικῶς πάντα καὶ ἀκολούθως πραχθῆναι.
- 156.4
Ελύπησε δὲ ἡμᾶς ὁ ποθεινότατος υἱὸς Δωρόθεος ὁ συνδιάκονος, ἀπαγγείλας περὶ τῆς εὐλαβείας σου, ὅτι ὤκνησας μετασχεῖν αὐτῷ τῆς συνάξεως. καίτοι οὐ τοιαῦτα ἡμῖν ἦν τὰ ὡμιλημένα, εἴ τι ἐγὼ μέμνημαι. ἀποστεῖλαι μέντοι πρὸς τὴν δύσιν ἐμοὶ μὲν παντελῶς ἐστὶν ἀδύνατον, οὐδένα ἔχοντι τῶν εἰς τὴν διακονίαν ταύτην ἐπιτηδείων. τῶν δὲ αὐτόθεν ἀδελφῶν, ἐάν τις αἱρῆται τὸν ὑπὲρ τῶν ἐκκλησιῶν κόπον ἀναδέξασθαι, οἶδε δηλονότι καὶ πρὸς τίνας ὁρμήσει, καὶ ἐπὶ ποίῳ σκοπῷ, καὶ παρὰ τίνων ἐφοδιασθῇ τοῖς γράμμασι, καὶ ποταποῖς τούτοις. ἐγὼ μὲν γὰρ ἐν κύκλῳ περισκεψάμενος ὁρῶ μεθʼ ἑαυτοῦ οὐδένα. καὶ εὔχομαι μὲν τοῖς ἑπτακισχιλίοις ἐναριθμηθῆναι τοῖς μὴ κάμψασι γόνυ τῇ Βάαλ. πλὴν ὅτι ζητοῦσι καὶ ἡμῶν τὴν ψυχὴν οἱ πᾶσι τὰς ἑαυτῶν ἐπιβάλλοντες χεῖρας. οὐ μέντοι τούτου γε ἕνεκεν ἐλλείψομέν τι τῆς ὀφειλομένης σπουδῆς ταῖς τοῦ Θεοῦ ἐκκλησίαις.
- 157.1
Πῶς οἴει βαρέως ἤνεγκα διαμαρτών σου τῆς συντυχίας κατὰ τὸ θέρος; καίτοι οὐδὲ ἡ τῶν ἄλλων τοιαύτη γέγονεν, ὥστε μέχρι κόρου ἡμῖν προελθεῖν· ἀλλʼ οὖν καὶ ὄναρ ἰδεῖν τὰ ποθούμενα φέρει τινὰ τοῖς ἀγαπῶσι παραμυθίαν. σὺ δὲ οὐδὲ ἐπιστέλλεις, οὕτως ἀργὸς εἶ, ὥστε μηδὲ τὴν ὑπόλειψιν ἄλλῃ τινὶ αἰτίᾳ μᾶλλον ἢ τῷ ἀργῶς ἔχειν πρὸς τὰς ὑπὲρ τῆς ἀγάπης ἀποδημίας λογίζεσθαι. ἀλλὰ τοῦτο μὲν πεπαύσθω ἡμῖν. εὔχου δὲ ὑπὲρ ἡμῶν καὶ παρακάλει τὸν Κύριον μὴ ἐγκαταλιπεῖν ἡμᾶς, ἀλλʼ ὡς ἐκ τῶν ἐπελθόντων παρήγαγεν ἡμᾶς πειρασμῶν, οὕτω καὶ ἐκ τῶν προσδοκωμένων ῥύσασθαι εἰς δόξαν τοῦ ὀνόματος αὐτοῦ, ἐφʼ ᾧ ἠλπίσαμεν.
- 158.1
Ἐπειδὴ ἀντέστησάν μοι αἱ ἁμαρτίαι μου πρὸς τὸ μὴ δυνηθῆναί με ἣν πάλαι εἶχον ἐπιθυμίαν τῆς ὑμετέρας συντυχίας ἀγαγεῖν εἰς πέρας, γράμμασι γοῦν παραμυθοῦμαι τὴν ἀπόλειψιν· καὶ παρακαλοῦμεν μὴ διαλιπεῖν μεμνημένους ἡμῶν ἐν ταῖς προσευχαῖς, ἵνα, ἐὰν ζῶμεν, καταξιωθῶμεν ὑμῶν ἀπολαῦσαι, εἰ δὲ μή, διὰ τῆς βοηθείας τῶν προσευχῶν ὑμῶν μετὰ ἀγαθῆς ἐλπίδος μεταναστεύσωμεν ἀπὸ τοῦ κόσμου τούτου. τὸν δὲ ἀδελφὸν τὸν ἐπὶ ταῖς καμήλοις παρατιθέμεθα ὑμῖν.
- 159.1
Ὅσην εὐφροσύνην παρέσχε μοι τὸ γράμμα τῆς κοσμιότητός σου εἰκάζεις πάντως αὐτοῖς τοῖς ἐπεσταλμένοις. τί γὰρ ἂν ἥδιον γένοιτο ἀνθρώπῳ εὐχὴν ποιουμένῳ φοβουμένοις Θεὸν ἀεὶ προσομιλεῖν καὶ τοῦ παρʼ αὐτῶν κέρδους μεταλαμβάνειν, γραμμάτων τοιούτων, δι’ ὧν ἡ Θεοῦ γνῶσις ἐπιζητεῖται; εἰ γὰρ τὸ ζῇν ἡμῖν Χριστός, ἀκολούθως καὶ ὁ λόγος ἡμῶν περὶ Χριστοῦ ὀφείλει εἶναι, καὶ ἡ ἔννοια καὶ πᾶσα πρᾶξις τῶν ἐντολῶν αὐτοῦ ἠρτῆσθαι, καὶ ἡ ψυχὴ ἡμῶν κατʼ αὐτὸν μεμορφῶσθαι. χαίρω τοίνυν περὶ τοιούτων ἐρωτώμενος καὶ συγχαίρω τοῖς ἐρωτῶσιν. ἡμῖν τοίνυν ἑνὶ μὲν λόγῳ ἡ τῶν ἐν Νικαίᾳ συνελθόντων πατέρων πίστις πασῶν τῶν ὕστερον ἐφευρεθεισῶν προτετίμηται· ἐν ᾗ ὁμοούσιος ὁμολογεῖται ὁ Υἱὸς τῷ Πατρί, καὶ τῆς αὐτῆς ὑπάρχων φύσεως ἧς ὁ γεννήσας. φῶς γὰρ ἐκ φωτός, καὶ Θεὸν ἐκ Θεοῦ, καὶ ἀγαθὸν ἐξ ἀγαθοῦ, καὶ τὰ τοιαῦτα πάντα, ὑπό τε τῶν ἁγίων ἐκείνων ὡμολογήθη· καὶ ὑφʼ ἡμῶν νῦν, τῶν εὐχομένων κατʼ ἴχνη βαίνειν ἐκείνοις, προσμαρτυρεῖται.
- 159.2
Ἐπειδὴ δὲ τὸ νῦν ἀνακύψαν παρὰ τῶν ἀεὶ καινοτομεῖν ἐπιχειρούντων ζήτημα, παρασιωπηθὲν τοῖς πάλαι διὰ τὸ ἀναντίρρητον, ἀδιάρθρωτον κατελείφθη (λέγω δὴ τὸ περὶ τοῦ ἁγίου Πνεύματος). προστίθεμεν τὸν περὶ τούτου λόγον ἀκολούθως τῇ τῆς Γραφῆς ἐννοίᾳ· ὅτι ὡς βαπτιζόμεθα, οὕτω καὶ πιστεύομεν· ὡς πιστεύομεν, οὕτω καὶ δοξολογοῦμεν. ἐπειδὴ οὖν βάπτισμα ἡμῖν δέδοται παρὰ τοῦ Σωτῆρος εἰς ὄνομα Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, ἀκόλουθον τῷ βαπτίσματι τὴν ὁμολογίαν τῆς πίστεως παρεχόμεθα, ἀκόλουθον δὲ καὶ τὴν δοξολογίαν τῇ πίστει, συνδοξάζοντες Πατρὶ καὶ Υἱῷ τὸ ἅγιον Πνεῦμα, τῷ πεπεῖσθαι μὴ ἀλλότριον εἶναι τῆς θείας φύσεως. οὐ γὰρ ἂν τῶν αὐτῶν μετέσχε τιμῶν τὸ ἀπεξενωμένον κατὰ τὴν φύσιν. τοὺς δὲ κτίσμα λέγοντας τὸ Πνεῦμα τὸ ἅγιον ἐλεοῦμεν, ὡς εἰς τὸ ἀσυγχώρητον πτῶμα τῆς εἰς αὐτὸ βλασφημίας διὰ τῆς τοιαύτης φωνῆς καταπίπτοντας. ὅτι γὰρ διώρισται κτίσις θεότητος οὐδενὸς λόγου προσδεῖ τοῖς κατὰ μικρὸν ταῖς Γραφαῖς ἐγγεγυμνασμένοις. ἡ μὲν γὰρ κτίσις δουλεύει, τὸ δὲ Πνεῦμα ἐλευθεροῖ· ἡ κτίσις ζωῆς προσδεής ἐστι, τὸ Πνεῦμά ἐστι τὸ ζωοποιοῦν· ἡ κτίσις διδασκαλίας προσδεῖται, τὸ Πνεῦμά ἐστι τὸ δίδασκον· ἡ κτίσις ἁγιάζεται, τὸ Πνεῦμά ἐστι τὸ ἁγίαζον. κἂν ἀγγέλους εἴπῃς, κἂν ἀρχαγγέλους, κἂν πάσας τὰς ὑπερκοσμίους δυνάμεις, διὰ τοῦ Πνεύματος τὴν ἁγιωσύνην λαμβάνουσιν. αὐτὸ δὲ τὸ Πνεῦμα φυσικὴν ἔχει τὴν ἁγιότητα, οὐ κατὰ χάριν λαβόν, ἀλλὰ συνουσιωμένην αὐτῷ· ὅθεν καὶ τῆς προσηγορίας τῆς τοῦ ἁγίου ἐξαιρέτως τετύχηκεν. ὃ τοίνυν φύσει ἅγιον, ὡς φύσει ἅγιος ὁ Πατήρ, καὶ φύσει ἅγιος ὁ Υἱός, οὔτε αὐτοὶ τῆς θείας καὶ μακαρίας Τριάδος χωρίσαι καὶ διατεμεῖν ἀνεχόμεθα, οὔτε τοὺς εὐκόλως τῇ κτίσει συναριθμοῦντας ἀποδεχόμεθα.
- 159.3
Ταῦτα, ὥσπερ ἐν κεφαλαίῳ, ἀρκούντως τῇ εὐλαβείᾳ ὑμῶν εἰρήσθω. ἀπὸ γὰρ μικρῶν σπερμάτων γεωργήσετε τὸ πλεῖον τῆς εὐσεβείας, συνεργοῦντος ὑμῖν τοῦ ἁγίου Πνεύματος. δίδου γὰρ σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται. τὴν δὲ τελειοτέραν διδασκαλίαν εἰς τὴν κατʼ ὀφθαλμοὺς συντυχίαν ὑπερθησόμεθα, δι’ ἧς καὶ τὰ ἀντικείμενα ἐπιλύσασθαι, καὶ πλατυτέρας τὰς ἐκ τῶν Γραφῶν παρασχέσθαι μαρτυρίας, καὶ πάντα τύπον τὸν ὑγιῆ τῆς πίστεως βεβαιώσασθαι δυνατόν. τὸ δὲ νῦν ἔχον συγγνώμην νείματε τῇ βραχύτητι. καὶ γὰρ οὐδʼ ἂν ἐπέστειλα τὴν ἀρχήν, εἰ μὴ μείζονα ἡγούμην τὴν βλάβην ἀρνήσασθαι τὴν αἴτησιν παντελῶς, ἢ ἐλλιπῶς παρασχέσθαι.
- 160.1
Ἀφίκετο ἡμῖν γράμματα τὴν ἐπιγραφὴν ἔχοντα Διοδώρου, τὰ δὲ ἐφεξῆς ἄλλου τινὸς πρέποντα εἶναι μᾶλλον ἢ Διοδώρου. δοκεῖ γάρ μοί τις τῶν τεχνικῶν, τὸ σὸν πρόσωπον ὑποδύς, οὕτως ἑαυτὸν ἀξιόπιστον ἐθελῆσαι ποιῆσαι τοῖς ἀκροωμένοις. ὅς γε, ἐρωτηθεὶς ὑπό τινος, εἰ θεμιτὸν αὐτῷ πρὸς γάμον ἀγαγέσθαι τῆς γυναικὸς τελευτησάσης τὴν ἀδελφήν, οὐκ ἔφριξε τὴν ἐρώτησιν, ἀλλὰ καὶ πράως ἤνεγκε τὴν ἀκοήν, καὶ τὸ ἀσελγὲς ἐπιθύμημα πάνυ γενναίως καὶ ἀγωνιστικῶς συγκατέπραξεν. εἰ μὲν οὖν παρῆν μοι τὸ γράμμα, αὐτὸ ἂν ἀπέστειλα καὶ ἐξήρκεις σαυτῷ τε ἀμῦναι καὶ τῇ ἀληθείᾳ. ἐπεὶ δὲ ὁ δείξας πάλιν ἀφείλετο καὶ ὥσπερ τι τρόπαιον καθʼ ἡμῶν περιέφερε, κεκωλυκότων τὸ ἐξ ἀρχῆς, ἔγγραφον ἔχειν λέγων τὴν ἐξουσίαν, ἐπέστειλα νῦν σοι, ὥστε διπλῇ τῇ χειρὶ ἡμᾶς ἐλθεῖν ἐπὶ τὸν νόθον ἐκεῖνον λόγον καὶ μηδεμίαν αὐτῷ ἰσχὺν καταλιπεῖν, ἵνα μὴ ἔχῃ βλάπτειν ῥᾳδίως τοὺς ἐντυγχάνοντας.
- 160.2
Πρῶτον μὲν οὖν, ὃ μέγιστον ἐπὶ τῶν τοιούτων ἐστί, τὸ παρʼ ἡμῖν ἔθος, ὃ ἔχομεν προβάλλειν, νόμου δύναμιν ἔχον, διὰ τὸ ὑφʼ ἁγίων ἀνδρῶν τοὺς θεσμοὺς ἡμῖν παραδοθῆναι. τοῦτο δὲ τοιοῦτόν ἐστιν· ἐάν τις πάθει ἀκαθαρσίας ποτὲ κρατηθεὶς ἐκπέσῃ πρὸς δυεῖν ἀδελφῶν ἄθεσμον κοινωνίαν, μήτε γάμον ἡγεῖσθαι τοῦτον, μηθʼ ὅλως εἰς ἐκκλησίας πλήρωμα παραδέχεσθαι πρότερον ἢ διαλῦσαι αὐτοὺς ἀπʼ ἀλλήλων. ὥστε, εἰ καὶ μηδὲν ἕτερον εἰπεῖν ἦν, ἐξήρκει τὸ ἔθος πρὸς τὴν τοῦ καλοῦ φυλακήν. ἐπειδὴ δὲ ὁ τὴν ἐπιστολὴν γράψας ἐπιχειρήματι κιβδήλῳ κακὸν τοσοῦτον ἐπειράθη τῷ βίῳ ἐπαγαγεῖν, ἀνάγκη μηδὲ ἡμᾶς τῆς ἐκ τῶν λογισμῶν βοηθείας ὑφέσθαι· καίτοι γε ἐπὶ τῶν σφόδρα ἐναργῶν μείζων ἐστὶ τοῦ λόγου ἡ παρʼ ἑκάστου πρόληψις.
- 160.3
Γέγραπται, φησίν, ἐν τῷ Λευιτικῷ· Γυναῖκα ἐπʼ ἀδελφῇ αὐτῆς οὐ λήψῃ ἀντίζηλον, ἀποκαλύψαι τὴν ἀσχημοσύνην αὐτῆς ἐπʼ αὐτῇ, ἔτι ζώσης αὐτῆς. δῆλον δὴ οὖν ἐκ τούτου εἶναί φησιν ὅτι συγχωρεῖται λαμβάνειν τελευτησάσης. πρὸς δὴ τοῦτο πρῶτον μὲν ἐκεῖνο ἐρῶ· ὅτι, ὅσα ὁ νόμος λέγει, τοῖς ἐν τῷ νόμῳ λαλεῖ· ἐπεὶ οὕτω γε καὶ περιτομῇ, καὶ Σαββάτῳ, καὶ ἀποχῇ βρωμάτων ὑποκεισόμεθα. οὐ γὰρ δή, ἐὰν μέν τι εὕρωμεν συντρέχον ἡμῶν ταῖς ἡδοναῖς, τῷ ζυγῷ τῆς δουλείας τοῦ νόμου ἑαυτοὺς ὑποθήσομεν, ἐὰν δέ τι φανῇ βαρὺ τῶν νομίμων, τότε πρὸς τὴν ἐν Χριστῷ ἐλευθερίαν ἀποδραμούμεθα. ἠρωτήθημεν εἰ γέγραπται λαμβάνειν γυναῖκα ἐπʼ ἀδελφῇ. εἴπομεν, ὅπερ ἀσφαλὲς ἡμῖν καὶ ἀληθές, ὅτι οὐ γέγραπται. τὸ δʼ ἐκ τῆς τοῦ ἀκολούθου ἐπιφορᾶς τὸ σιωπηθὲν συλλογίζεσθαι νομοθετοῦντός ἐστιν, οὐ τὰ τοῦ νόμου λέγοντος· ἐπεὶ οὕτω γε ἐξέσται τῷ βουλομένῳ κατατολμῆσαι καὶ ἔτι ζώσης τῆς γυναικὸς λαμβάνειν τὴν ἀδελφήν. τὸ γὰρ αὐτὸ τοῦτο σόφισμα καὶ ἐπʼ ἐκείνου ἁρμόζει. γέγραπται γάρ, φησίν· οὐ λήψῃ ἀντίζηλον, ὡς τήν γε ἔξω τοῦ ζήλου λαβεῖν οὐκ ἐκώλυσεν. ὁ δὴ συνηγορῶν τῷ πάθει ἀζηλότυπον εἶναι διοριεῖται τὸ ἦθος τῶν ἀδελφῶν. ἀνῃρημένης οὖν τῆς αἰτίας, δι’ ἣν ἀπηγόρευσε τὴν ἀμφοτέρων συνοίκησιν, τί τὸ κωλῦον ἔσται λαμβάνειν τὰς ἀδελφάς; ἀλλʼ οὐ γέγραπται ταῦτα, φήσομεν. ἀλλʼ οὐδὲ ἐκεῖνα ὥρισται. ἡ δὲ ἔννοια τοῦ ἀκολούθου ὁμοίως ἀμφοτέραις τὴν ἄδειαν δίδωσιν. ἔδει δέ, καὶ μικρὸν ἐπὶ τὰ κατόπιν τῆς νομοθεσίας ἐπαναδραμόντα, ἀπηλλάχθαι πραγμάτων.
- 160.4
Ἔοικε γὰρ οὐ πᾶν εἶδος ἁμαρτημάτων περιλαμβάνειν ὁ νομοθέτης, ἀλλʼ ἰδίως ἀπαγορεύειν τὰ τῶν Αἰγυπτίων, ὅθεν ἀπῆρεν ὁ Ἰσραήλ, καὶ τὰ τῶν Χαναναίων, πρὸς οὓς μεθίσταται. ἔχει γὰρ οὕτως ἡ λέξις. κατὰ τὰ ἐπιτηδεύματα γῆς Αἰγύπτου, ἐν ᾗ παρῳκήσατε ἐπʼ αὐτῆς, οὐ ποιήσετε· καὶ κατὰ τὰ ἐπιτηδεύματα γῆς Χαναάν, εἰς ἣν ἐγὼ εἰσάξω ὑμᾶς ἐκεῖ, οὐ ποιήσετε, καὶ ἐν τοῖς νομίμοις αὐτῶν οὐ πορεύσεσθε. ὥστε τοῦτο εἰκός που τὸ εἶδος τῆς ἁμαρτίας μὴ ἐμπολιτεύεσθαι τότε παρὰ τοῖς ἔθνεσι· διὸ μηδὲ τῆς ἐπʼ αὐτῷ φυλακῆς προσδεηθῆναι τὸν νομοθέτην, ἀλλʼ ἀρκεσθῆναι τῷ ἀδιδάκτῳ ἔθει πρὸς τὴν τοῦ μύσους διαβολήν. πῶς οὖν, τὸ μεῖζον ἀπαγορεύσας, τὸ ἔλαττον ἐσιώπησεν; ὅτι ἐδόκει πολλοὺς τῶν φιλοσάρκων, πρὸς τὸ ἔτι ζώσαις ἀδελφαῖς συνοικεῖν, τὸ ὑπόδειγμα βλάπτειν τοῦ πατριάρχου.
- 160.5
Ἡμᾶς δὲ τί χρὴ ποιεῖν; τὰ γεγραμμένα λέγειν, ἢ τὰ σιωπηθέντα προσεξεργάζεσθαι; αὐτίκα τὸ μὴ δεῖν μιᾶ ἑταίρᾳ κεχρῆσθαι πατέρα καὶ υἱὸν ἐν μὲν τοῖς νόμοις τούτοις οὐ γέγραπται, παρὰ δὲ τῷ προφήτῃ μεγίστης κατηγορίας ἠξίωται. Υἱὸς γάρ, φησί, καὶ πατὴρ πρὸς τὴν αὐτὴν παιδίσκην εἰσεπορεύοντο. πόσα δὲ εἴδη ἄλλα τῶν ἀκαθάρτων παθῶν τὸ μὲν τῶν δαιμόνων διδασκαλεῖον ἐξεῦρεν, ἡ δὲ θεία Γραφὴ ἀπεσιώπησε, τὸ σεμνὸν ἑαυτῆς ταῖς τῶν αἰσχρῶν ὀνομασίαις καταρρυπαίνειν οὐχ αἱρουμένη, ἀλλὰ γενικοῖς ὀνόμασι τὰς ἀκαθαρσίας διέβαλενϲ ὡς καὶ ἀπόστολος Παῦλός φησι· Πορνεία δὲ καὶ ἀκαθαρσία πᾶσα μηδὲ ὀνομαζέσθω ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις, τῷ τῆς ἀκαθαρσίας ὀνόματι τάς τε τῶν ἀρρένων ἀρρητοποιίας καὶ τὰς τῶν θηλειῶν περιλαμβάνων. ὥστε οὐ πάντως ἡ σιωπὴ ἄδειαν φέρει τοῖς φιληδόνοις.
- 160.6
Ἐγὼ δὲ οὐδὲ σεσιωπῆσθαι τὸ μέρος τοῦτό φημι, ἀλλὰ καὶ πάνυ σφοδρῶς ἀπηγορευκέναι τὸν νομοθέτην. τὸ γάρ. Οὐκ εἰσελεύσῃ πρὸς πάντα οἰκεῖον σαρκός σου, ἀποκαλύψαι ἀσχημοσύνην αὐτῶν, ἐμπεριεκτικόν ἐστι καὶ τούτου τοῦ εἴδους τῆς οἰκειότητος. τί γὰρ ἂν γένοιτο οἰκειότερον ἀνδρὶ τῆς ἑαυτοῦ γυναικός, μᾶλλον δὲ τῆς ἑαυτοῦ σαρκός; οὐ γὰρ ἔτι εἰσὶ δύο, ἀλλὰ σὰρξ μία. ὥστε διὰ τῆς γυναικὸς ἡ ἀδελφὴ πρὸς τὴν τοῦ ἀνδρὸς οἰκειότητα μεταβαίνει. ὡς γὰρ μητέρα γυναικὸς οὐ λήψεται, οὐδὲ θυγατέρα τῆς γυναικός, διότι μηδὲ τὴν ἑαυτοῦ μητέρα, μηδὲ τὴν ἑαυτοῦ θυγατέρα, οὕτως οὐδʼ ἀδελφὴν γυναικός, διότι μηδὲ ἀδελφὴν ἑαυτοῦ. καὶ τὸ ἀνάπαλιν, οὐδὲ τῇ γυναικὶ ἐξέσται τοῖς οἰκείοις τοῦ ἀνδρὸς συνοικεῖν. κοινὰ γὰρ ἐπʼ ἀμφοτέρων τῆς συγγενείας τὰ δίκαια. ἐγὼ δὲ παντὶ τῷ περὶ γάμου βουλευομένῳ διαμαρτύρομαι, ὅτι παράγει τὸ σχῆμα τοῦ κόσμου τούτου, καὶ ὁ καιρὸς συνεσταλμένος ἐστίν, Ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. ἐὰν δέ μοι παραναγινώσκῃ τὸ Αὐξάνεσθε καὶ πληθύνεσθε, καταγελῶ τοῦ τῶν νομοθεσιῶν τοὺς καιροὺς μὴ διακρίνοντος. πορνείας παραμυθία ὁ δεύτερος γάμος, οὐκ ἐφόδιον εἰς ἀσέλγειαν. εἰ οὐκ ἐγκαρτερεύονται, γαμησάτωσαν, φησίν, οὐχὶ δὲ καὶ γαμοῦντες παρανομείτωσαν.
- 160.7
Οἱ δὲ οὐδὲ πρὸς τὴν φύσιν ἀποβλέπουσιν οἱ τὴν ψυχὴν λημῶντες τῷ πάθει τῆς ἀτιμίας, πάλαι διακρίνασαν τὰς τοῦ γένους προσηγορίας. ἐκ ποίας γὰρ συγγενείας τοὺς γεννηθέντας προσαγορεύσουσιν; ἀδελφοὺς αὐτοὺς ἀλλήλων ἢ ἀνεψιοὺς προσεροῦσιν; ἀμφότερα γὰρ αὐτοῖς προσαρμόσει διὰ τὴν σύγχυσιν. μὴ ποιήσῃς, ὦ ἄνθρωπε, τὴν θείαν μητρυιὰν τῶν νηπίων· μηδὲ τὴν ἐν μητρὸς τάξει θάλπειν ὀφείλουσαν, ταύτην ἐφοπλίσῃς ταῖς ἀμειλίκτοις ζηλοτυπίαις. μόνον γὰρ τὸ γένος τῶν μητρυιῶν καὶ μετὰ θάνατον ἐλαύνει τὴν ἔχθραν. μᾶλλον δὲ οἱ μὲν ἄλλως πολέμιοι τοῖς τεθνηκόσι σπένδονται, αἱ δὲ μητρυιαὶ τοῦ μίσους μετὰ τὸν θάνατον ἄρχονται.
- 160.8
Κεφάλαιον δὲ τῶν εἰρημένων, εἰ μὲν νόμῳ τις ὁρμᾶται πρὸς τὸν γάμον, ἤνοικται πᾶσα ἡ οἰκουμένη· εἰ δὲ ἐμπαθὴς αὐτῷ ἡ σπουδή, διὰ τοῦτο καὶ πλέον ἀποκλεισθήτω, Ἵνα μάθῃ τὸ ἑαυτοῦ σκεῦος κτᾶσθαι ἐν ἁγιασμῷ καὶ τιμῇ, μὴ ἐν πάθει ἐπιθυμίας. πλείονά με λέγειν ὡρμημένον τὸ μέτρον ἐπέχει τῆς ἐπιστολῆς· εὔχομαι δὲ ἢ τὴν παραίνεσιν ἡμῶν ἰσχυροτέραν τοῦ πάθους ἀποδειχθῆναι, ἢ μὴ ἐπιδημῆσαι τῇ ἡμετέρᾳ τὸ ἄγος τοῦτο, ἀλλʼ ἐν οἷς ἂν ἐτολμήθη τόποις ἐναπομεῖναι.
- 161.1
Εὐλογητὸς ὁ Θεός, ὁ τοὺς καθʼ ἑκάστην γενεὰν εὐαρεστοῦντας αὐτῷ ἐκλεγόμενος, καὶ γνωρίζων τὰ σκεύη τῆς ἐκλογῆς, καὶ κεχρημένος αὐτοῖς πρὸς τὴν λειτουργίαν τῶν ἁγίων· ὁ καὶ νῦν σε φεύγοντα, ὡς αὐτὸς φῄς, οὐχ ἡμᾶς, ἀλλὰ τὴν δι’ ἡμῶν προσδοκωμένην κλῆσιν, τοῖς ἀφύκτοις δικτύοις τῆς χάριτος σαγηνεύσας, καὶ ἀγαγὼν εἰς τὰ μέσα τῆς Πισιδίας, ὥστε ἀνθρώπους ζωγρεῖν τῷ Κυρίῳ καὶ ἕλκειν ἀπὸ τοῦ βυθοῦ εἰς τὸ φῶς τοὺς ἐζωγρημένους ὑπὸ τοῦ διαβόλου εἰς τὸ ἐκείνου θέλημα. λέγε οὖν καὶ σὺ τὰ τοῦ μακαρίου Δαβίδ· Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου; καὶ ἀπὸ τοῦ προσώπου σου, ποῦ φύγω; τοιαῦτα γὰρ θαυματουργεῖ ὁ φιλάνθρωπος ἡμῶν Δεσπότης. ὄνοι ἀπόλλυνται, ἵνα βασιλεὺς Ἰσραὴλ γένηται. ἀλλʼ ἐκεῖνος μὲν Ἰσραηλίτης ὢν τῷ Ἰσραὴλ ἐδόθη· σὲ δὲ ἡ θρεψαμένη καὶ πρὸς τοσοῦτον ἀναβιβάσασα τῆς ἀρετῆς ὕψος οὐκ ἔχει, ἀλλὰ τὴν γείτονα ὁρᾷ τῷ ἰδίῳ κόσμῳ σεμνυνομένην. ἐπειδὴ δὲ εἷς λαὸς πάντες οἱ εἰς Χριστὸν ἠλπικότες καὶ μία Ἐκκλησία νῦν οἱ Χριστοῦ, κἂν ἐκ διαφόρων τόπων προσαγορεύηται, χαίρει καὶ ἡ πατρὶς καὶ εὐφραίνεται ταῖς τοῦ Κυρίου οἰκονομίαις, καὶ οὐχ ἡγεῖται ἕνα ἄνδρα ἐζημιῶσθαι, ἀλλὰ δι’ ἑνὸς ἐκκλησίας ὅλας προσειληφέναι. μόνον παράσχοι ὁ Κύριος καὶ παρόντας ὁρᾷν ἡμᾶς καὶ ἀπόντας ἀκούειν τὴν προκοπήν σου τὴν ἐν τῷ εὐαγγελίῳ καὶ τὴν εὐταξίαν τῶν ἐκκλησιῶν.
- 161.2
Ἀνδρίζου τοίνυν καὶ ἴσχυε, καὶ προπορεύου τοῦ λαοῦ, ὃν ἐπίστευσε τῇ δεξιᾷ σου ὁ Ὕψιστος. καὶ ὡς νοήμων κυβέρνησιν ποιησάμενος, πάσης ζάλης ἀπὸ τῶν αἱρετικῶν πνευμάτων ἐγειρομένης ὑψηλότερος γενόμενος τῇ γνώμῃ, ἀβάπτιστον τοῖς ἁλμυροῖς καὶ πικροῖς τῆς κακοδοξίας κύμασι διαφύλασσε τὴν ὁλκάδα, ἀναμένων τὴν γαλήνην, ἣν ποιήσει ὁ Κύριος, ἐπειδὰν εὑρεθῇ φωνὴ ἀξία τοῦ διαναστῆσαι αὐτὸν πρὸς τὴν ἐπιτίμησιν τῶν πνευμάτων καὶ τῆς θαλάσσης. εἰ δὲ βούλει ἡμᾶς λοιπὸν ὑπὸ τῆς μακρᾶς ἀρρωστίας ἐπειγομένους πρὸς τὴν ἀναγκαίαν ἔξοδον ἐπισκέψασθαι, μήτε καιρὸν ἀναμείνῃς, μήτε τὸ παρʼ ἡμῶν σύνθημα, εἰδὼς ὅτι πατρικοῖς σπλάγχνοις πᾶσα εὐκαιρία ἐστὶ περιπτύσσεσθαι τέκνον ἀγαπητὸν καὶ λόγου παντὸς κρείττων ἡ κατὰ ψυχὴν διάθεσις.
- 161.3
Βάρος δὲ ὑπερβαῖνον τὴν δύναμιν μὴ ὀδύρου. εἰ μὲν γὰρ αὐτὸς ἦς ὁ μέλλων φέρειν τὸ βάσταγμα τοῦτο, οὐδὲ οὕτως ἂν ἦν βαρύ, ἀλλʼ ἀφορητὸν παντελῶς. εἰ δὲ Κύριος ὁ συνδιαφέρων, Ἐπίρριψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτὸς ποιήσει. μόνον ἐκεῖνο παραφυλάσσειν ἐν πᾶσι παρακλήθητι, μὴ αὐτὸς τοῖς μοχθηροῖς ἔθεσι συμπεριφέρεσθαι, ἀλλὰ τὰ κακῶς προειλημμένα διὰ τῆς δεδομένης σοι παρὰ Θεοῦ σοφίας μετατιθέναι πρὸς τὸ χρήσιμον. καὶ γὰρ ἀπέστειλέ σε Χριστὸς οὐχ ἑτέροις κατακολουθεῖν, ἀλλʼ αὐτὸν καθηγεῖσθαι τῶν σωζομένων. καὶ παρακαλοῦμεν προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα, ἐὰν μὲν ἔτι ὦμεν ἐπὶ τῆς ζωῆς ταύτης, ἰδεῖν σε μετὰ τῆς ἐκκλησίας καταξιωθῶμεν· ἐὰν δὲ ἀπελθεῖν λοιπὸν προσταχθῶμεν, ἐκεῖ ὑμᾶς ἴδωμεν παρὰ τῷ Κυρίῳ, τὴν μὲν ὡς ἄμπελον εὐθηνοῦσαν ἐπʼ ἀγαθοῖς ἔργοις, σὲ δέ, ὡς σοφὸν γεωργὸν καὶ ἀγαθὸν δοῦλον ἐν καιρῷ διδόντα τοῖς ὁμοδούλοις τὸ σιτομέτριον, πιστοῦ καὶ φρονίμου οἰκονόμου τὸν μισθὸν κομιζόμενον.
- 161.5
Οἱ σὺν ἡμῖν πάντες ἀσπάζονταί σου τὴν εὐλάβειαν. ἐρρωμένος καὶ εὔθυμος ἐν Κυρίῳ εἴης· εὐδοκιμῶν ἐπὶ χαρίσμασι Πνεύματος καὶ σοφίας φυλαχθείης.
- 162.1
Ἔοικέ μοι τοῦτο καὶ ὄκνον ἐμποιεῖν πρὸς τὸ γράφειν καὶ ἀναγκαῖον αὐτὸ πάλιν ὑποδεικνύναι. ὅταν μὲν γὰρ πρὸς τὸ τῆς ἐπιδημίας τῆς ἐμαυτοῦ ἀπίδω χρέος καὶ τὸ τῆς συντυχίας ὑπολογίσωμαι ὄφελος, πάνυ μοι τῶν ἐπιστολῶν ὑπερορᾷν ἔπεισιν ὡς οὐδὲ σκιᾶς λόγον ἐκπληροῦν δυναμένων πρὸς τὴν ἀλήθειαν· ὅταν δὲ πάλιν λογίσωμαι, ὅτι μόνη παραμυθία ἐστὶ τῶν μεγίστων καὶ πρώτων διαμαρτόντα προσειπεῖν ἄνδρα τοσοῦτον, καὶ ἱκετεῦσαι συνήθως ὥστε μὴ ἐπιλανθάνεσθαι ἡμῶν ἐπὶ τῶν προσευχῶν, οὐ μικρόν τί μοι κρίνειν τὸ τῶν ἐπιστολῶν ἔπεισι. τὴν μὲν οὖν ἐλπίδα τῆς παρουσίας οὔτε αὐτὸς ῥίψαι τῆς ψυχῆς βούλομαι, οὔτε τὴν σὴν θεοσέβειαν ἀπογνῶναι. αἰσχύνομαι γὰρ εἰ μὴ ταῖς σαῖς εὐχαῖς τοσοῦτον φανείην θαρσῶν, ὡς καὶ νέος ἐκ γέροντος ἔσεσθαι, εἰ τούτου γένοιτο χρεία, οὐχ ὅπως ἐρρωμενέστερος μικρὸν ἐξ ἀσθενοῦς καὶ ἐξιτήλου παντάπασιν, ὁποῖος δὴ νῦν εἰμί.
- 162.2
Τοῦ δὲ μὴ ἤδη παρεῖναι τὰ αἴτια λόγῳ μὲν εἰπεῖν οὐ ῥᾴδιον, οὐ μόνον ὑπὸ τῆς παρούσης ἀσθενείας ἐξειργομένῳ, ἀλλʼ οὐδὲ σχόντι ποτὲ τοσαύτην τοῦ λόγου δύναμιν, ὥστε παντοδαπὴν καὶ ποικίλην νόσον ἐναργῶς ἐξαγγεῖλαι. πλὴν ὅτι ἀπὸ τῆς ἡμέρας τοῦ Πάσχα μέχρι νῦν πυρετοὶ καὶ διάρροιαι, καὶ σπλάγχνων ἐπαναστάσεις, ὥσπερ κύματά με ἐπιβαπτίζοντα ὑπερσχεῖν οὐκ ἐᾷ. τὰ δὲ παρόντα οἷα καὶ τίνα ἦν, εἴποι ἂν καὶ ὁ ἀδελφὸς Βάραχος, εἰ καὶ μὴ τῆς ἀληθείας ἀξίως, ἀλλʼ ὅσον μαρτυρῆσαι τῇ αἰτίᾳ τῆς ὑπερθέσεως. πάνυ δὲ πέπεισμαι, εἰ γνησίως ἡμῖν συνεύξαιο, πάνθʼ ἡμῖν λυθήσεσθαι ῥᾳδίως τὰ δυσχερῆ.
- 163.1
Εἶδόν σου τὴν ψυχὴν ἐν τοῖς γράμμασι. καὶ γὰρ τῷ ὄντι οὐδεὶς γραφεὺς χαρακτῆρα σώματος οὕτως ἀκριβῶς ἐκλαβεῖν δύναται ὡς λόγος ἐξεικονίσαι τῆς ψυχῆς τὰ ἀπόρρητα. τότε γὰρ τὸ τοῦ ἤθους εὐσταθές, καὶ τὸ τῆς τιμῆς ἀληθινόν, καὶ τὸ τῆς γνώμης ἐν πᾶσιν ἀκέραιον ἱκανῶς ἡμῖν ὁ ἐν τοῖς γράμμασι λόγος ἐχαρακτήρισεν· ὅθεν καὶ μεγάλην ἡμῖν παραμυθίαν τῆς ἀπολείψεώς σου παρέσχετο. μὴ τοίνυν διαλίπῃς τῇ ἀεὶ παραπιπτούσῃ προφάσει χρώμενος πρὸς τὸ ἐπιστέλλειν καὶ τὴν διὰ μακροῦ ταύτην ὁμιλίαν χαρίζεσθαι· ἐπειδὴ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας ἀπόγνωσιν ἡμῖν λοιπὸν ἡ ἀσθένεια τοῦ σώματος ἐμποιεῖ. ἣν ὁπόση ἐστὶν ἐρεῖ σοι ὁ θεοφιλέστατος ἐπίσκοπος Ἀμφιλόχιος, ὁ καὶ γνωρίσας τῷ ἐπὶ πλεῖον συγγεγενῆσθαι ἡμῖν καὶ δυνατὸς ὢν λόγῳ παραστῆσαι τὰ θεαθέντα. γνωρίζεσθαι δὲ βούλομαι τὰ ἐμαυτοῦ δυσχερῆ οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τῆς πρὸς τὸ ἐφεξῆς συγγνώμης, ὡς μὴ ῥᾳθυμίας ἔχειν κατάγνωσιν ἐὰν ἄρα ἐλλίπωμεν τὴν ἐπίσκεψιν ὑμῶν. καίτοιγε οὐκ ἀπολογίας μᾶλλον ἢ παραμυθίας δεῖ πρὸς τὴν ζημίαν ταύτην. εἰ γὰρ ἦν μοι δυνατὸν συνεῖναί σου τῇ σεμνότητι, πολλῷ ἂν ἐγὼ τῶν παρʼ ἄλλοις σπουδαζομένων ταύτην ἐμαυτῷ προτιμοτέραν ἐθέμην.
- 164.1
Ὅσης ἡμᾶς εὐφροσύνης ἐνέπλησε τὰ γράμματα τῆς ὁσιότητός σου ἡμεῖς μὲν οὐκ ἂν ῥᾳδίως ἐνδείξασθαι δυνηθείημεν, ἀσθενοῦντος τοῦ λόγου πρὸς τὴν ἐνάργειαν· αὐτὸς δὲ καὶ παρὰ σεαυτῷ εἰκάζειν ὀφείλεις, τεκμαιρόμενος τῷ κάλλει τῶν ἐπεσταλμένων. τί γὰρ οὐκ εἶχε τὰ γράμματα; οὐ τὴν πρὸς Κύριον ἀγάπην; οὐ τὸ περὶ τοὺς μάρτυρας θαῦμα, οὕτως ἐναργῶς τὸν τρόπον τῆς ἀθλήσεως ὑπογράφοντα, ὥστε ὑπʼ ὄψιν ἡμῖν ἀγαγεῖν τὰ πράγματα; οὐ τὴν περὶ ἡμᾶς αὐτοὺς τιμήν τε καὶ διάθεσιν; οὐχ ὅ τι ἂν εἴποι τις τῶν καλλίστων; ὥστε, ὅτε εἰς χεῖρας τὴν ἐπιστολὴν ἐδεξάμεθα, καὶ ἀνέγνωμεν αὐτὴν πολλάκις, καὶ τὴν βρύουσαν ἐν αὐτῇ χάριν τοῦ Πνεύματος κατεμάθομεν, νομίσαι ἡμᾶς ἐπὶ τῶν ἀρχαίων καιρῶν γεγενῆσθαι, ἡνίκα ἤνθουν αἱ ἐκκλησίαι τοῦ Θεοῦ, ἐρριζωμέναι τῇ πίστει, ἡνωμέναι τῇ ἀγάπῃ, ὥσπερ ἐν ἑνὶ σώματι μιᾶς συμπνοίας διαφόρων μελῶν ὑπαρχούσης· ὅτε φανεροὶ μὲν οἱ διώκοντες, φανεροὶ δὲ οἱ διωκόμενοι· πολεμούμενοι δὲ οἱ λαοὶ πλείους ἐγίνοντο, καὶ τὸ αἷμα τῶν μαρτύρων ἄρδον τὰς ἐκκλησίας πολυπλασίονας τοὺς ἀγωνιστὰς τῆς εὐσεβείας ἐξέτρεφε, τῷ ζήλῳ τῶν προλαβόντων ἐπαποδυομένων τῶν ἐφεξῆς. τότε Χριστιανοὶ μὲν πρὸς ἀλλήλους εἰρήνην ἤγομεν, εἰρήνην ἐκείνην, ἣν ὁ Κύριος ἡμῖν κατέλιπεν, ἧς νῦν οὐδʼ ἴχνος ἡμῖν λοιπὸν ὑπολέλειπται, οὕτως αὐτὴν ἀπηνῶς ἀπʼ ἀλλήλων ἀπεδιώξαμεν. πλὴν ἀλλʼ ὅτι αἱ ψυχαὶ ἡμῶν πρὸς τὴν παλαιὰν ἐκείνην μακαριότητα ἐπανῆλθον, ἐπειδὴ γράμματα μὲν ἦλθεν ἐκ τῆς μακρόθεν, ἀνθοῦντα τῷ τῆς ἀγάπης κάλλει, μάρτυς δὲ ἡμῖν ἐπεδήμησεν ἐκ τῶν ἐπέκεινα Ἴστρου βαρβάρων, δι’ ἑαυτοῦ κηρύσσων τῆς ἐκεῖ πολιτευομένης πίστεως τὴν ἀκρίβειαν. τίς ἂν τὴν ἐπὶ τούτοις εὐφροσύνην τῶν ψυχῶν ἡμῶν διηγήσαιτο; τίς ἂν ἐπινοηθείη δύναμις λόγου ἐναργῶς ἐξαγγεῖλαι τὴν ἐν τῷ κρυπτῷ τῆς καρδίας ἡμῶν διάθεσιν δυναμένη; ὅτε μέντοι εἴδομεν τὸν ἀθλητήν, ἐμακαρίσαμεν αὐτοῦ τὸν ἀλείπτην, ὃς παρὰ τῷ δικαίῳ κριτῇ τὸν τῆς δικαιοσύνης στέφανον καὶ αὐτὸς ἀπολήψεται, πολλοὺς εἰς τὸν ὑπὲρ τῆς εὐσεβείας ἐπιρρώσας ἀγῶνα.
- 164.2
Ἐπεὶ δὲ καὶ τοῦ μακαρίου ἀνδρὸς Εὐτυχοῦς εἰς μνήμην ἡμᾶς ἤγαγες, καὶ ἐσέμνυνας ἡμῶν τὴν πατρίδα ὡς αὐτὴν παρασχομένην τῆς εὐσεβείας τὰ σπέρματα, εὔφρανας μὲν ἡμᾶς τῇ ὑπομνήσει τῶν παλαιῶν, ἐλύπησας δὲ τῷ ἐλέγχῳ τῶν ὁρωμένων. οὐδεὶς γὰρ ἡμῶν Εὐτυχεῖ τὴν ἀρετὴν παραπλήσιος, οἵ γε τοσοῦτον ἀπέχομεν βαρβάρους ἐξημερῶσαι τῇ δυνάμει τοῦ Πνεύματος καὶ τῇ ἐνεργείᾳ τῶν παρʼ αὐτοῦ χαρισμάτων, ὥστε καὶ τοὺς ἡμέρως ἔχοντας τῇ ὑπερβολῇ τῶν ἁμαρτιῶν ἡμῶν ἐξηγριῶσθαι. ἑαυτοῖς γὰρ λογιζόμεθα καὶ ταῖς ἡμετέραις ἁμαρτίαις τὴν αἰτίαν τοῦ ἐπὶ τοσοῦτον χυθῆναι τὴν τῶν αἱρετικῶν δυναστείαν. σχεδὸν γὰρ οὐδὲν μέρος τῆς οἰκουμένης διαπέφευγε τὸν ἐκ τῆς αἱρέσεως ἐμπρησμόν. τὰ δὲ σὰ διηγήματα, ἐνστάσεις ἀθλητικαί, σώματα ὑπὲρ τῆς εὐσεβείας καταξαινόμενα, θυμὸς βαρβαρικὸς ὑπὸ τῶν ἀκαταπλήκτων τὴν καρδίαν καταφρονούμενος, αἱ ποικίλαι βάσανοι τῶν διωκόντων, αἱ διὰ πάντων ἐνστάσεις τῶν ἀγωνιζομένων, τὸ ξύλον, τὸ ὕδωρ, τὰ τελειωτικὰ τῶν μαρτύρων. τὰ δὲ ἡμέτερα οἷα; ἀπέψυκται ἡ ἀγάπη· πορθεῖται ἡ τῶν πατέρων διδασκαλία· ναυάγια περὶ τὴν πίστιν πυκνά· σιγᾷ τῶν εὐσεβούντων τὰ στόματα· λαοὶ τῶν εὐκτηρίων οἴκων ἐξελαθέντες ἐν τῷ ὑπαίθρῳ πρὸς τὸν ἐν οὐρανοῖς Δεσπότην τὰς χεῖρας αἴρουσι. καὶ αἱ μὲν θλίψεις βαρεῖαι, μαρτύριον δὲ οὐδαμοῦ, διὰ τὸ τοὺς κακοῦνταλβ́ἡμᾶς τὴν αὐτὴν ἡμῖν ἔχειν προσηγορίαν. ὑπὲρ τούτων αὐτός τε δεήθητι τοῦ Κυρίου, καὶ πάντας τοὺς γενναίους ἀθλητὰς τοῦ Χριστοῦ εἰς τὴν ὑπὲρ τῶν ἐκκλησιῶν προσευχὴν συμπαράλαβε, ἵνα εἴπερ ἔτι χρόνοι τινὲς ὑπολείπονται τῇ συστάσει τοῦ κόσμου, καὶ μὴ πρὸς τὴν ἐναντίαν φορὰν συνελαύνεται τὰ πάντα, διαλλαγεὶς ὁ Θεὸς ταῖς ἑαυτοῦ ἐκκλησίαις ἐπαναγάγῃ αὐτὰς πρὸς τὴν ἀρχαίαν εἰρήνην.
- 165.1
Παλαιὰν ἡμῖν εὐχὴν ὁ ἅγιος Θεὸς ἐξεπλήρωσε, καταξιώσας ἡμᾶς γράμμασι τῆς ἀληθινῆς σου θεοσεβείας ἐντυχεῖν. τὸ μὲν γὰρ μέγιστον καὶ τῆς μεγίστης σπουδῆς ἄξιον αὐτόν σε ἰδεῖν καὶ ὀφθῆναί σοι, καὶ τῶν ἐν σοὶ τοῦ Πνεύματος χαρισμάτων δι’ ἑαυτῶν ἀπολαῦσαι· ἐπειδὴ δὲ τοῦτο ἥ τε τοῦ τόπου διάστασις ἀφαιρεῖται, καὶ αἱ ἰδίᾳ ἑκάτερον ἡμῶν κατέχουσαι περιστάσεις, δευτέρας εὐχῆς ἄξιον γράμμασι συνεχέσι τῆς ἐν Χριστῷ σου ἀγάπης τρέφεσθαι τὴν ψυχήν. ὃ καὶ νῦν ἡμῖν ὑπῆρξεν, ὅτε ἐλάβομεν εἰς χεῖρας τὴν ἐπιστολὴν τῆς συνέσεώς σου· πλέον γὰρ ἢ διπλασίους ἐγενόμεθα τῇ ἀπολαύσει τῶν ἐπεσταλμένων. καὶ γὰρ ἦν τῷ ὄντι καὶ αὐτήν σου καθορᾷν τὴν ψυχήν, οἷον δι’ ἐσόπτρου τινὸς τῶν λόγων διαφαινομένην. πολυπλασίονα δὲ ἡμῖν τὴν εὐφροσύνην ἐποίει οὐ μόνον τὸ τοιοῦτον εἶναί σε ὁποῖον ἡ πάντων μαρτυρία παρίστησιν, ἀλλʼ ὅτι τὰ ἐν σοὶ καλὰ τῆς πατρίδος ἡμῶν ἐστὶ σεμνολογήματα. οἷον γὰρ εὐθαλής τις κλάδος ῥίζης γενναίας ἀφορμηθεὶς τῶν πνευματικῶν καρπῶν τὴν ὑπερορίαν ἐνέπλησας. ὥστε εἰκότως ἡ πατρὶς ἡμῶν τοῖς οἰκείοις βλαστήμασιν ἐπαγάλλεται. καὶ ἡνίκα τοὺς ὑπὲρ τῆς πίστεως ἀγῶνας διήθλεις, ἐδόξαζε τὸν Θεόν, ἀκούουσα τὴν τῶν πατέρων ἀγαθὴν κληρονομίαν διαφυλαττομένην ἔν σοι.
- 165.2
Οἷα δέ σου καὶ τὰ παρόντα; μάρτυρι, νέον ἀθλήσαντι ἐπὶ τῆς γείτονος ὑμῖν βαρβάρου, τὴν ἐνεγκοῦσαν ἐτίμησας, οἷόν τις εὐγνώμων γεωργὸς τοῖς παρασχομένοις τὰ σπέρματα τὰς ἀπαρχὰς τῶν καρπῶν ἀποπέμπων. ὄντως πρέποντα ἀθλητῇ Χριστοῦ τὰ δῶρα· μάρτυς τῆς ἀληθείας ἄρτι τὸν τῆς δικαιοσύνης ἀναδησάμενος στέφανον· ὃν καὶ ὑπεδεξάμεθα χαίροντες, καὶ ἐδοξάσαμεν τὸν Θεὸν τὸν ἐν πᾶσι τοῖς ἔθνεσι πληρώσαντα λοιπὸν τὸ εὐαγγέλιον τοῦ Χριστοῦ αὐτοῦ. παρακέκλησο δὲ καὶ ἡμῶν τῶν ἀγαπώντων σε μεμνῆσθαι ἐν ταῖς προσευχαῖς, καὶ σπουδαίως ὑπὲρ τῶν ψυχῶν ἡμῶν προσεύχεσθαι τῷ Κυρίῳ, ἵνα καταξιωθῶμέν ποτε ἄρξασθαι καὶ αὐτοὶ δουλεύειν τῷ Θεῷ κατὰ τὴν ὁδὸν τῶν ἐντολῶν αὐτοῦ, ἃς ἔδωκεν ἡμῖν εἰς σωτηρίαν.
- 166.1
Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Εὐπράξιος τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως· ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν (ἵνʼ εἴπω τὸ τοῦ Δαβίδ), ὡς ἔλαφος πολὺ δίψος καὶ οὐ φορητὸν ποτίμῳ καὶ καθαρᾷ πηγῇ καταψύχουσα. καὶ μακάριος ὅ σοι πλησιάζειν ἠξιωμένος. καὶ μακαριώτερος δὲ ὁ ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα, ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετήν, οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὀρθῶς ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλʼ ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν διεφάνης, καὶ τῶν διωκόντων γέγονας ὑψηλότερος τῷ γενναίως μεταστῆναι τῆς ἐνεγκούσης.
- 166.2
Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν· ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ Χριστόν. ὢ τῆς πραγματείας οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα· διήλθομεν διὰ πυρὸς καὶ ὕδατος· πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. οὐ γὰρ ἐγκαταλείψει ἡμᾶς ὁ Θεὸς εἰς τέλος, οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον· ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις αὐτοῦ εὐφρανοῦσιν ἡμᾶς. τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως ἡμῶν, καὶ ὁσάκις ἂν ἐμπίπτῃ καιρός, εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει, καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σεαυτὸν δηλῶν, ὃ ποιῆσαι νῦν κατηξίωσας.
- 167.1
Καὶ γράφων καὶ μεμνημένος εὐφραίνεις ἡμᾶς, καὶ τὸ τούτου μεῖζον, εὐλογῶν ἡμᾶς ἐν τοῖς γράμμασιν. ἡμεῖς δέ, εἰ μὲν ἄξιοι τῶν σῶν παθημάτων καὶ τῆς ὑπὲρ Χριστοῦ ἀθλήσεως, κατηξιώθημεν ἂν καὶ μέχρι σου γενόμενοι περιπτύξασθαί σου τὴν θεοσέβειαν καὶ τύπον λαβεῖν τῆς ἐν τοῖς παθήμασι καρτερίας. ἐπειδὴ δὲ ἀνάξιοι τούτου τυγχάνομεν, πολλαῖς θλίψεσι καὶ ἀσχολίαις ἐνεχόμενοι, ὃ δεύτερόν ἐστι ποιοῦμεν· προσαγορεύομεν τὴν σὴν τελειότητα, καὶ ἀξιοῦμεν μὴ κάμνειν σε μεμνημένον ἡμῶν. οὐ γὰρ ὠφέλεια μόνον ἡμῖν τῶν σῶν καταξιοῦσθαι γραμμάτων, ἀλλὰ καὶ καύχημα πρὸς τοὺς πολλοὺς καὶ καλλώπισμα, ὅτι λόγος ἡμῶν ἐστὶ παρὰ ἀνδρὶ τοσούτῳ τὴν ἀρετὴν καὶ τοσαύτην ἔχοντι πρὸς Θεὸν οἰκειότητα, ὥστε καὶ ἄλλους οἰκειοῦν δύνασθαι καὶ λόγῳ καὶ ὑποδείγματι.
- 168.1
Ὅσον ὀδύρομαι τὴν ἐκκλησίαν τὴν στερηθεῖσαν τῆς τοῦ τοιούτου ποιμένος ἐπιστασίας, τοσοῦτον μακαρίζω ὑμᾶς καταξιωθέντας ἐν τοιούτῳ καιρῷ συνεῖναι ἀνδρὶ τὸν μέγαν ὑπὲρ τῆς εὐσεβείας διαθλοῦντι ἀγῶνα. πέπεισμαι γὰρ ὅτι ὁ Κύριος καὶ ὑμᾶς τῆς αὐτῆς μερίδος καταξιώσει τοὺς καλῶς ἀλείφοντας καὶ ἐπεγείροντας αὐτοῦ τὴν προθυμίαν. ἡλίκον δὲ κέρδος ἐν ἡσυχίᾳ βαθείᾳ ἀπολαύειν ἀνδρὸς τοσαῦτα μὲν ἐκ τῆς μαθήσεως τοσαῦτα δὲ ἐκ τῆς πείρας τῶν πραγμάτων συνειληχότοσϲ ὥστε πέπεισμαι ὑμᾶς νῦν ἐγνωκέναι τὸν ἄνδρα, ἡλίκος ἐστὶ τὴν σύνεσιν· διότι ἐν τῷ παρελθόντι χρόνῳ καὶ αὐτὸς τὴν διάνοιαν εἶχεν εἰς πολλὰ σχιζομένην καὶ ὑμεῖς οὐκ ἤγετε σχολὴν ἀπὸ τῶν τοῦ βίου πραγμάτων, ὥστε ὅλοι προσκεῖσθαι τῷ πνευματικῷ νάματι τῷ ἀπὸ καθαρᾶς καρδίας τοῦ ἀνδρὸς προχεομένῳ. ἀλλὰ παράσχοι ὁ Κύριος ὑμᾶς καὶ αὐτῷ παράκλησιν εἶναι καὶ αὐτοὺς μὴ δεῖσθαι τῆς ἑτέρων παρηγορίας· ὅπερ οὖν καὶ πέπεισμαι περὶ τῶν καρδιῶν ὑμῶν, τεκμαιρόμενος τῇ τε ἐμαυτοῦ πείρᾳ, ἣν πρὸς ὀλίγον ὑμῶν ἐπειράθην, καὶ τῇ μεγάλῃ διδασκαλίᾳ τοῦ καλοῦ καθηγητοῦ, οὗ μιᾶς ἡμέρας συνουσία αὐταρκές ἐστιν ἐφόδιον πρὸς σωτηρίαν.
← Previous · Next → — showing 401–500 of 1,035
Perseus Greek. CTS URN tlg2040.tlg004.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.