Ancient Textssearch the texts themselves, not just their titles

← Library

Epistulae

Perseus Greek · Perseus Greek · 1,035 sections

  1. 50.2

    Εὔχου οὖν (δεόμεθά σου τῆς ἀγαθῆς ψυχῆς) ἀξίους ἡμᾶς εἶναι καὶ ὑποδέχεσθαι τὰς παρὰ τῶν μεγάλων ὑμῶν ὠφελείας, καὶ λαμβάνειν στόμα καὶ σοφίαν εἰς τὸ τολμᾷν ἀντιφθέγγεσθαι ὑμῖν, τοῖς ὑπὸ τοῦ ἁγίου Πνεύματος ἀγομένοις, οὗ φίλον σε εἶναι καὶ δοξαστῆρα ἀληθινὸν ἀκούοντες, μεγάλην ἐπὶ τῇ στεῤῥᾷ σου καὶ ἀκλινεῖ περὶ τὸν Θεὸν ἀγάπῃ τὴν χάριν ὁμολογοῦμεν· εὐχόμενοι μετὰ τῶν ἀληθινῶν προσκυνητῶν εὑρεθῆναι ἡμῶν τὸ μέρος, ἐν οἷς πεπείσμεθα εἶναι καὶ τὴν σὴν τελειότητα, καὶ τοῦ μεγάλου καὶ ἀληθινοῦ ἐπισκόπου τοῦ πᾶσαν τὴν οἰκουμένην τοῦ ἰδίου πληρώσαντος θαύματος, τοῦ Κυρίου δεόμεθα.

  2. 51.1

    Πῶς μου οἴει τὴν ψυχὴν ὠδύνησεν ἡ ἀκοὴ τῆς συκοφαντίας ἐκείνης, ἣν κατέχεόν μού τινες τῶν μὴ φοβουμένων τὸν κριτήν, ὃς ἀπολεῖ πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος; ὥστε πᾶσαν τὴν νύκτα ἐπὶ τοῖς ῥήμασι τῆς ἀγάπης σου, ὀλίγου δεῖν, ἄϋπνος διαμεῖναι· οὕτω μέσης ἥψατό μου τῆς καρδίας ἡ λύπη. ὄντως γάρ, κατὰ τὸν Σολομῶντα, Συκοφαντία ἄνδρα ταπεινοῖ· καὶ οὐδεὶς οὕτως ἀνάλγητος, ὡς μὴ παθεῖν τὴν ψυχὴν καὶ κατακαμφθῆναι εἰς γῆν, στόμασιν πρὸς ψευδολογίαν εὐκόλοις παραπεσών. ἀλλὰ γὰρ ἀνάγκη πάντα στέγειν, πάντα ὑπομένειν, τὴν ὑπὲρ ἑαυτῶν ἐκδίκησιν ἐπιτρέψαντες τῷ Κυρίῳ, ὃς οὐ περιόψεται ἡμᾶς· διότι Ὁ συκοφαντῶν πένητα παροξύνει τὸν ποιήσαντα αὐτόν. οἱ μέντοι τὸ καινὸν τοῦτο δρᾶμα τῆς καθʼ ἡμῶν βλασφημίας συνθέντες ἐοίκασι παντελῶς ἀπιστεῖν τῷ Κυρίῳ, ὃς καὶ περὶ ἀργοῦ ῥήματος δώσειν ἡμᾶς λόγον ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ἀπεφήνατο.

  3. 51.2

    Ἐγὼ δέ, εἶπέ μοι, τὸν μακαριώτατον Διάνιον ἀνεθεμάτισα; τοῦτο γὰρ ἡμῶν κατήγγειλαν. ποῦ ἢ πότε; τίνων παρόντων; ἐπὶ ποίᾳ προφάσει; ψιλοῖς ῥήμασιν ἢ ἐγγράφοις; ἑτέροις ἀκολουθῶν, ἢ αὐτὸς κατάρχων καὶ αὐθεντῶν τοῦ τολμήματος; ὢ τῆς ἀναιδείας τῶν πάντα φθεγγομένων ῥᾳδίως· ὢ τῆς καταφρονήσεως τῶν τοῦ Θεοῦ κριμάτων· πλὴν εἰ μὴ ἄρα τῷ πλάσματι αὐτῶν καὶ τοῦτο προστραγῳδήσουσιν, ὅτι ἐγενόμην καὶ ἔκφρων ποτέ, ὥστε ἀγνοεῖν αὐτὸς τὰ ἑαυτοῦ ῥήματα. ἐπὶ γὰρ τῶν λογισμῶν ὑπάρχων τῶν ἐμαυτοῦ, οὐδὲν οἶδα ποιήσας τοιοῦτον, οὐδὲ προελόμενος τὴν ἀρχήν. ἀλλʼ ἐκεῖνο μᾶλλον ἐμαυτῷ συνεπίσταμαι, ὅτι ἐκ πρώτης ἡλικίας συνετράφην τῷ περὶ αὐτὸν φίλτρῳ, καὶ ἀπέβλεπον πρὸς τὸν ἄνδρα ὡς μὲν γεραρὸς ἰδεῖν, ὡς δὲ μεγαλοπρεπής, ὅσον δὲ ἔχων τὸ ἱεροπρεπὲς ἐν τῷ εἴδει. ἐπεὶ δέ μοι λοιπὸν καὶ ὁ λόγος παρῆν, τότε δὴ καὶ ἀπὸ τῶν τῆς ψυχῆς ἀγαθῶν αὐτὸν ἐπεγίνωσκον· καὶ ἔχαιρον αὐτοῦ τῇ συνουσίᾳ, τὸ ἁπλοῦν καὶ γενναῖον καὶ ἐλευθέριον τῶν τρόπων καταμανθάνων, καὶ ὅσα ἄλλα τοῦ ἀνδρὸς ἴδια, ἡ τῆς ψυχῆς ἡμερότης, τὸ μεγαλοφυές τε ὁμοῦ καὶ πρᾶον, τὸ εὐπρεπές, τὸ ἀόργητον, τὸ φαιδρὸν καὶ εὐπρόσιτον τῇ σεμνότητι κεκραμένον. ὥστε αὐτὸν ἐναρίθμιον εἶχον τοῖς περιφανεστάτοις κατʼ ἀρετήν.

  4. 51.3

    Περὶ μέντοι τὰ τελευταῖα τοῦ βίου (οὐ γὰρ ἀποκρύψομαι τἀληθές̓ ἐλυπήθην ἐπʼ αὐτῷ λύπην οὐκ ἀνεκτὴν μετὰ πολλῶν τῶν ἐν τῇ πατρίδι φοβουμένων τὸν Κύριον, ἐπὶ τῇ ὑπογραφῇ τῆς πίστεως τῆς ὑπὸ τῶν περὶ Γεώργιον ἀπὸ τῆς Κωνσταντινουπόλεως κομισθείσης. εἶτα, οἷος ἐκεῖνος πραότητι τρόπου καὶ ἐπιεικείᾳ πάντας πληροφορεῖν ἐν σπλάγχνοις πατρικοῖς ἀνεχόμενος, ἤδη καταπεσὼν εἰς τὴν ἀῤῥωστίαν, ὑφʼ ἧς καὶ μετῆλθεν ἀπὸ τοῦ βίου, προσκαλεσάμενος ἡμᾶς ἔφη· ὑπὸ μάρτυρι τῷ Κυρίῳ ἐν ἁπλότητι καρδίας συντεθεῖσθαι μὲν τῷ ἀπὸ τῆς Κωνσταντινουπόλεως γραμματείῳ, μηδὲν δὲ ἐπʼ ἀθετήσει τῆς κατὰ Νικαίαν ὑπὸ τῶν ἁγίων πατέρων ἐκτεθείσης πίστεως προελέσθαι, μηδὲ ἄλλως ἔχειν ἐν τῇ καρδίᾳ ἢ ὡς παρέλαβεν ἐξ ἀρχῆς· ἀλλὰ καὶ εὔχεσθαι μὴ χωρισθῆναι τῆς μερίδος τῶν μακαρίων ἐκείνων ἐπισκόπων τῶν τριακοσίων δεκαοκτώ, τῶν τὸ εὐσεβὲς κήρυγμα διαγγειλάντων τῇ οἰκουμένῃ· ὥστε ἡμᾶς, ἐπὶ τῇ πληροφορίᾳ ταύτῃ, λύσαντας πᾶσαν τῶν καρδιῶν τὴν διάκρισιν, ὡς καὶ αὐτὸς ἐπίστασαι, προσελθεῖν τῇ κοινωνίᾳ, καὶ λυπουμένους παύσασθαι.

  5. 51.4

    Τὰ μὲν οὖν ἡμέτερα πρὸς τὸν ἄνδρα τοιαῦτα. εἰ δέ τις λέγοι τινὰ βλασφημίαν ἀθέμιτον εἰς αὐτὸν ἡμῖν συνεγνωκέναι, μὴ κατὰ γωνίαν θρυλλείτω δουλοπρεπῶς, ἀλλʼ εἰς τὸ φανερὸν ἀντικαταστὰς διελεγχέτω μετὰ παῤῥησίας.

  6. 52.1

    Ὅσον ἠνίασεν ἡμᾶς πρότερον φήμη λυπηρὰ τὰς ἀκοὰς ἡμῶν περιηχήσασα, τοσοῦτον εὔφρανεν ἡμᾶς ὁ θεοφιλέστατος ἐπίσκοπος ὁ ἀδελφὸς ἡμῶν Βοσπόριος, τὰ χρηστότερα περὶ τῆς εὐλαβείας ὑμῶν διηγησάμενος. ἔφη γάρ, τῇ τοῦ Θεοῦ χάριτι, πάντα ἐκεῖνα τὰ θρυλληθέντα ἀνθρώπων εἶναι κατασκευάσματα οὐκ ἀκριβῶς τὴν καθʼ ὑμᾶς ἐπισταμένων ἀλήθειαν. προσετίθει δὲ ὅτι καὶ διαβολὰς εὗρε παρʼ ὑμῖν καθʼ ἡμῶν ἀνοσίας, καὶ τοιαύτας οἵας ἂν εἴποιεν οἱ μὴ ἐκδεχόμενοι καὶ περὶ ἀργοῦ ῥήματος δώσειν λόγον τῷ κριτῇ ἐν ἡμέρᾳ τῆς ἀνταποδόσεως αὐτοῦ τῇ δικαίᾳ. ὥστε ηὐχαρίστησα τῷ Κυρίῳ αὐτός τε ἰαθεὶς τὴν ἐφʼ ὑμῖν βλάβην, ἥν, ὡς ἔοικεν, ἐκ συκοφαντίας ἀνθρώπων ἤμην παραδεξάμενος, ὑμᾶς τε ἀκούσας ἀποτεθεῖσθαι τὰς ψευδεῖς περὶ ἡμῶν ὑπολήψεις, ἐξ ὧν ἠκούσατε τοῦ ἀδελφοῦ ἡμῶν διαβεβαιωσαμένου.

  7. 52.2

    Ὃς ἐν οἷς τὸ καθʼ ἑαυτὸν ὑμῖν παρέστησε, συναπέδειξε πάντως καὶ τὸ ἡμέτερον. ἓν γὰρ ἐν ἀμφοτέροις ἡμῖν τὸ τῆς πίστεως φρόνημα, ἐπειδὴ καὶ τῶν αὐτῶν πατέρων κληρονόμοι τῶν κατὰ τὴν Νικαίαν ποτὲ τὸ μέγα τῆς εὐσεβείας ἐξαγγειλάντων κήρυγμα· οὗ τὰ μὲν ἄλλα παντάπασίν ἐστιν ἀσυκοφάντητα, τὴν δὲ τοῦ ὁμοουσίου φωνήν, κακῶς παρά τινων ἐκληφθεῖσαν, εἰσί τινες οἱ μήπω παραδεξάμενοι· οὓς καὶ μέμψαιτο ἄν τις δικαίως, καὶ πάλιν μέντοι συγγνώμης αὐτοὺς ἀξιώσειεν. τὸ μὲν γὰρ πατράσι μὴ ἀκολουθεῖν καὶ τὴν ἐκείνων φωνὴν κυριωτέραν τίθεσθαι τῆς ἑαυτῶν γνώμης, ἐγκλήματος ἄξιον ὡς αὐθαδείας γέμον, τὸ δὲ πάλιν ὑφʼ ἑτέρων διαβληθεῖσαν αὐτὴν ὕποπτον ἔχειν, τοῦτό πως δοκεῖ τοῦ ἐγκλήματος αὐτοὺς μετρίως ἐλευθεροῦν. καὶ γὰρ τῷ ὄντι οἱ ἐπὶ Παύλῳ τῷ Σαμοσατεῖ συνελθόντες διέβαλον τὴν λέξιν ὡς οὐκ εὔσημον. ἔφασαν γὰρ ἐκεῖνοι τὴν τοῦ ὁμοουσίου φωνὴν παριστᾷν ἔννοιαν οὐσίας τε καὶ τῶν ἀπʼ αὐτῆς, ὥστε καταμερισθεῖσαν τὴν οὐσίαν παρέχειν τοῦ ὁμοουσίου τὴν προσηγορίαν τοῖς εἰς ἃ διῃρέθη. τοῦτο δὲ ἐπὶ χαλκοῦ μὲν καὶ τῶν ἀπʼ αὐτοῦ νομισμάτων ἔχει τινὰ λόγον τὸ διανόημα· ἐπὶ δὲ Θεοῦ Πατρὸς καὶ Θεοῦ Υἱοῦ οὐκ οὐσία πρεσβυτέρα οὐδʼ ὑπερκειμένη ἀμφοῖν θεωρεῖται· ἀσεβείας γὰρ ἐπέκεινα τοῦτο καὶ νοῆσαι καὶ φθέγξασθαι. τί γὰρ ἂν γένοιτο τοῦ ἀγεννήτου πρεσβύτερον; ἀναιρεῖται δὲ ἐκ τῆς βλασφημίας ταύτης καὶ ἡ εἰς τὸν Πατέρα καὶ Υἱὸν πίστις· ἀδελφὰ γὰρ ἀλλήλοις τὰ ἐξ ἑνὸς ὑφεστῶτα.

  8. 52.3

    Καὶ ἐπειδὴ ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρῆχθαι τὸν Υἱὸν ἔτι τότε ἦσαν οἱ λέγοντες, ἵνα καὶ ταύτην ἐκτέμωσι τὴν ἀσέβειαν τὸ ὁμοούσιον προσειρήκασιν. ἄχρονος γὰρ καὶ ἀδιάστατος ἡ τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα συνάφεια. δηλοῖ δὲ καὶ τὰ προλαβόντα ῥήματα ταύτην εἶναι τῶν ἀνδρῶν τὴν διάνοιαν. εἰπόντες γὰρ φῶς ἐκ φωτός, καὶ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν γεγενῆσθαι, οὐχὶ δὲ πεποιῆσθαι, ἐπήγαγον τούτοις τὸ ὁμοούσιον, παραδεικνύντες ὅτι ὅνπερ ἄν τις ἀποδῷ φωτὸς λόγον ἐπὶ Πατρός, οὗτος ἁρμόσει καὶ ἐπὶ Υἱοῦ. φῶς γὰρ ἀληθινὸν πρὸς φῶς ἀληθινόν, κατʼ αὐτὴν τοῦ φωτὸς τὴν ἔννοιαν, οὐδεμίαν ἕξει παραλλαγήν. ἐπεὶ οὖν ἐστιν ἄναρχον φῶς ὁ Πατήρ, γεννητὸν δὲ φῶς ὁ Υἱός, φῶς δὲ καὶ φῶς ἑκάτερος, ὁμοούσιον εἶπαν δικαίως, ἵνα τὸ τῆς φύσεως ὁμότιμον παραστήσωσιν. οὐ γὰρ τὰ ἀδελφὰ ἀλλήλοις ὁμοούσια λέγεται, ὅπερ τινὲς ὑπειλήφασιν· ἀλλʼ ὅταν καὶ τὸ αἴτιον καὶ τὸ ἐκ τοῦ αἰτίου τὴν ὕπαρξιν ἔχον τῆς αὐτῆς ὑπάρχῃ φύσεως, ὁμοούσια λέγεται.

  9. 52.4

    Αὕτη δὲ ἡ φωνὴ καὶ τὸ τοῦ Σαβελλίου κακὸν ἐπανορθοῦται· ἀναιρεῖ γὰρ τὴν ταυτότητα τῆς ὑποστάσεως καὶ εἰσάγει τελείαν τῶν προσώπων τὴν ἔννοιαν. οὐ γὰρ αὐτὸ τί ἐστιν ἑαυτῷ ὁμοούσιον, ἀλλʼ ἕτερον ἑτέρῳ· ὥστε καλῶς ἔχει καὶ εὐσεβῶς, τῶν τε ὑποστάσεων τὴν ἰδιότητα διορίζουσα καὶ τῆς φύσεως τὸ ἀπαράλλακτον παριστῶσα.

  10. 52.5

    Ὅταν δὲ ἐκ τῆς οὐσίας τοῦ Πατρὸς τὸν Υἱὸν εἶναι διδασκώμεθα, καὶ γεννηθέντα, ἀλλʼ οὐχὶ ποιηθέντα, μὴ καταπίπτωμεν ἐπὶ τὰς σωματικὰς τῶν παθῶν ἐννοίας. οὐ γὰρ ἐμερίσθη ἡ οὐσία ἀπὸ Πατρὸς εἰς Υἱόν, οὐδὲ ῥυεῖσα ἐγέννησεν, οὐδὲ προβαλοῦσα, ὡς τὰ φυτὰ τοὺς καρπούς, ἀλλʼ ἄῤῥητος καὶ ἀνεπινόητος λογισμοῖς ἀνθρώπων τῆς θείας γεννήσεως ὁ τρόπος. ταπεινῆς γὰρ τῷ ὄντι καὶ σαρκίνης ἐστὶ διανοίας, τοῖς φθαρτοῖς καὶ προσκαίροις ἀφομοιοῦν τὰ ἀίδια, καὶ οἴεσθαι ὅτι, ὡς τὰ σωματικά, οὕτω γεννᾷ καὶ ὁ Θεὸς ὁμοίως· δέον ἐκ τῶν ἐναντίων λαμβάνειν τὰς ἀφορμὰς πρὸς τὴν εὐσέβειαν, ὅτι, ἐπειδὴ τὰ θνητὰ οὕτως, ὁ ἀθάνατος οὐχ οὕτως. οὔτε οὖν ἀρνεῖσθαι δεῖ τὴν θείαν γέννησιν, οὔτε σωματικαῖς ἐννοίαις καταῤῥυποῦν ἑαυτοῦ τὴν διάνοιαν.

  11. 52.6

    Τὸ δὲ Πνεῦμα τὸ ἅγιον Πατρὶ μὲν καὶ Υἱῷ συναριθμεῖται, διότι καὶ ὑπὲρ τὴν κτίσιν ἐστί· τέτακται δὲ ὡς ἐν εὐαγγελίῳ δεδιδάγμεθα παρὰ τοῦ Κυρίου εἰπόντος· Πορευθέντες βαπτίζετε εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. ὁ δὲ προτιθεὶς Υἱοῦ, ἢ πρεσβύτερον λέγων Πατρός, οὗτος ἀνθίσταται μὲν τῇ τοῦ Θεοῦ διαταγῇ, ἀλλότριος δὲ τῆς ὑγιαινούσης πίστεως, μὴ ὃν παρέλαβε τρόπον δοξολογίας φυλάττων, ἀλλʼ ἑαυτῷ καινοφωνίαν εἰς ἀρέσκειαν ἀνθρώπων ἐπινοῶν. εἰ γὰρ ἀνώτερον Θεοῦ, οὐκ ἐκ τοῦ Θεοῦ. γέγραπται γάρ· Τὸ δὲ Πνεῦμα ἐκ τοῦ Θεοῦ. εἰ δὲ ἐκ τοῦ Θεοῦ, πῶς πρεσβύτερόν ἐστι τοῦ ἐξ οὗ ἐστί; τίς δὲ καὶ ἡ παράνοια, ἑνὸς ὄντος τοῦ ἀγεννήτου, ἄλλο τι λέγειν τοῦ ἀγεννήτου ἀνώτερον; ἀλλʼ οὐδὲ τοῦ Μονογενοῦς πρότερον· οὐδὲν γὰρ μέσον Υἱοῦ καὶ Πατρός. εἰ δὲ μή ἐστιν ἐκ Θεοῦ, διὰ Χριστοῦ δέ ἐστιν, οὐδέ ἐστι τὸ παράπαν. ὥστε ἡ περὶ τὴν τάξιν καινοτομία αὐτῆς τῆς ὑπάρξεως ἀθέτησιν ἔχει, καὶ ὅλης τῆς πίστεώς ἐστιν ἄρνησις. ὁμοίως οὖν ἐστιν ἀσεβὲς καὶ ἐπὶ τὴν κτίσιν καταγαγεῖν καὶ ὑπερτιθέναι αὐτὸ ἢ Υἱοῦ ἢ Πατρός, ἢ κατὰ τὸν χρόνον ἢ κατὰ τὴν τάξιν.

  12. 52.7

    Ἃ μὲν οὖν ἤκουσα ἐπιζητεῖσθαι παρὰ τῆς εὐλαβείας ὑμῶν, ταῦτά ἐστιν· ἐὰν δὲ δῷ ὁ Κύριος καὶ εἰς ταὐτὸν ἡμᾶς ἀλλήλοις γενέσθαι, τάχα ἄν τι καὶ περὶ τούτων πλέον εἴποιμεν, καὶ αὐτοὶ δʼ ἂν περὶ ὧν ἐπιζητοῦμεν εὕροιμέν τινα παρʼ ὑμῶν πληροφορίαν.

  13. 53.1

    Τὸ τοῦ πράγματος ἄτοπον περὶ οὗ γράφω, διότι μὲν ὅλως ὑπωπτεύθη καὶ ἐλαλήθη, ὀδύνης ἐπλήρωσέ μου τὴν ψυχήν· τέως δὲ ἐφάνη μοι ἄπιστον. τὸ οὖν περὶ αὐτοῦ γράμμα ὁ μὲν συνεγνωκὼς ἑαυτῷ δεξάσθω ὡς ἴαμα, ὁ δὲ μὴ συνεγνωκὼς ὡς προφυλακτήριον, ὁ δὲ ἀδιάφορος, ὅπερ ἀπεύχομαι ἐφʼ ὑμῖν εὑρεθῆναι, ὡς διαμαρτυρίαν.

  14. 53.2

    Τί δέ ἐστιν ὃ λέγω; φασί τινας ὑμῶν παρὰ τῶν χειροτονουμένων λαμβάνειν χρήματα, ἐπισκιάζειν δὲ ὀνόματι εὐσεβείας. τοῦτο δὲ χεῖρόν ἐστιν. ἐὰν γάρ τις τὸ κακὸν ἐν προσχήματι τοῦ ἀγαθοῦ ποιῇ, διπλασίονος τιμωρίας ἐστὶν ἄξιος, διότι αὐτό τε τὸ οὐκ ἀγαθὸν ἐργάζεται, καὶ κέχρηται εἰς τὸ τελέσαι τὴν ἁμαρτίαν, ὡς ἂν εἴποι τις, τῷ καλῷ συνεργῷ. ταῦτα εἰ οὕτως ἔχει, τοῦ λοιποῦ μὴ γινέσθω, ἀλλὰ διορθωθήτω· ἐπεὶ ἀνάγκη λέγειν πρὸς τὸν δεχόμενον τὸ ἀργύριον, ὅπερ ἐῤῥήθη παρὰ τῶν ἀποστόλων πρὸς τὸν θέλοντα δοῦναι, ἵνα Πνεύματος ἁγίου μετουσίαν ὠνήσηται· Τὸ ἀργύριόν σου σύν σοι εἴη εἰς ἀπώλειαν. κουφότερος γὰρ ὁ δι’ ἀπειρίαν ὠνήσασθαι θέλων ἢ ὁ πιπράσκων τὴν τοῦ Θεοῦ δωρεάν. πρᾶσις γὰρ ἐγένετο, καὶ ὃ σὺ δωρεὰν ἔλαβες, ἐὰν πωλῇς, ὡσανεὶ πεπραμένος τῷ σατανᾷ, ἀφαιρεθήσῃ τοῦ χαρίσματος. καπηλείαν γὰρ ἐπεισάγεις τοῖς πνευματικοῖς, καὶ τῇ ἐκκλησίᾳ, ἔνθα πεπιστεύμεθα σῶμα καὶ αἷμα Χριστοῦ. ταῦτα οὕτω γίνεσθαι οὐ χρή. ὃ δέ ἐστι τέχνασμα, λέγω· νομίζουσι μὴ ἁμαρτάνειν τῷ μὴ προλαμβάνειν, ἀλλὰ μετὰ τὴν χειροτονίαν λαμβάνειν. λαβεῖν δὲ ἔστιν ὅτε δή ποτε τὸ λαβεῖν.

  15. 53.3

    Παρακαλῶ οὖν ταύτην τὴν πρόσοδον, μᾶλλον δὲ τὴν προσαγωγὴν τὴν ἐπὶ γέενναν, ἀπόθεσθε· καὶ μὴ τὰς χεῖρας μολύναντες τοιούτοις λήμμασιν, ἑαυτοὺς ἀναξίους ποιήσητε τοῦ ἐπιτελεῖν ἁγνὰ μυστήρια. σύγγνωτε δέ μοι πρῶτον μὲν ὡς ἀπιστήσας, εἶτα ὡς πεισθεὶς ἀπειλῶ. εἴ τις μετὰ ταύτην μου τὴν ἐπιστολὴν πράξειέ τι τοιοῦτον, τῶν μὲν ἐνταῦθα θυσιαστηρίων ἀναχωρήσει, ζητήσει δὲ ἔνθα τὴν τοῦ Θεοῦ δωρεὰν ἀγοράζων μεταπωλεῖν δύναται. ἡμεῖς γὰρ καὶ αἱ ἐκκλησίαι τοῦ Θεοῦ τοιαύτην συνήθειαν οὐκ ἔχομεν.

  16. 53.4

    Ἓν δὲ προσθεὶς παύσομαι. διὰ φιλαργυρίαν γίνεται ταῦτα, ἡ δὲ φιλαργυρία καὶ ῥίζα πάντων τῶν κακῶν ἐστι, καὶ ὀνομάζεται εἰδωλολατρεία. μὴ οὖν πρὸ τοῦ Χριστοῦ τιμήσητε τὰ εἴδωλα διὰ μικρὸν ἀργύριον· μηδὲ πάλιν τὸν Ἰούδαν μιμήσησθε, λήμματι παραδιδόντες δεύτερον τὸν ἅπαξ ὑπὲρ ἡμῶν σταυρωθέντα. ἐπεὶ καὶ τὰ χωρία καὶ αἱ χεῖρες τῶν τοὺς καρποὺς τούτων δεχομένων Ἀκελδαμὰ κληθήσονται.

  17. 54.1

    Πάνυ με λυπεῖ, ὅτι ἐπιλελοίπασι λοιπὸν οἱ τῶν πατέρων κανόνες, καὶ πᾶσα ἀκρίβεια τῶν ἐκκλησιῶν ἀπελήλαται, καὶ φοβοῦμαι μὴ κατὰ μικρὸν τῆς ἀδιαφορίας ταύτης ὁδῷ προϊούσης εἰς παντελῆ σύγχυσιν ἔλθῃ τὰ τῆς Ἐκκλησίας πράγματα. τοὺς ὑπηρετοῦντας τῇ Ἐκκλησίᾳ ἡ πάλαι ταῖς τοῦ Θεοῦ ἐκκλησίαις ἐμπολιτευομένη συνήθεια μετὰ πάσης ἀκριβείας δοκιμάζουσα παρεδέχετο· καὶ ἐπολυπραγμονεῖτο πᾶσα αὐτῶν ἡ ἀναστροφή, εἰ μὴ λοίδοροί εἰσιν, εἰ μὴ μέθυσοι, εἰ μὴ πρόχειροι πρὸς τὰς μάχας, εἰ παιδαγωγοῦσιν ἑαυτῶν τὴν νεότητα, ὥστε κατορθοῦν δύνασθαι τὸν ἁγιασμόν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. καὶ τοῦτο ἐξήταζον μὲν πρεσβύτεροι καὶ διάκονοι οἱ συνοικοῦντες αὐτοῖς, ἐπανέφερον δὲ τοῖς χωρεπισκόποις, οἳ τὰς παρὰ τῶν ἀληθινῶς μαρτυρούντων δεξάμενοι ψήφους, καὶ ὑπομνήσαντες τὸν ἐπίσκοπον, οὕτως ἐνηρίθμουν τὸν ὑπηρέτην τῷ τάγματι τῶν ἱερατικῶν.

  18. 54.2

    Νῦν δὲ πρῶτον μὲν ἡμᾶς παρωσάμενοι, καὶ μηδὲ ἐπαναφέρειν ἡμῖν καταδεχόμενοι, εἰς ἑαυτοὺς τὴν ὅλην περιεστήσατε αὐθεντίαν. ἔπειτα καταῤῥᾳθυμοῦντες τοῦ πράγματος, πρεσβυτέροις καὶ διακόνοις ἐπετρέψατε, οὓς ἂν ἐθέλωσιν ἀπὸ ἀνεξετάστου βίου, κατὰ προσπάθειαν, ἢ τὴν ἀπὸ συγγενείας, ἢ τὴν ἐξ ἄλλης τινὸς φιλίας, ἐπεισαγειν τῇ Ἐκκλησίᾳ τοὺς ἀναξίους. διὸ πολλοὶ μὲν ὑπηρέται ἀριθμοῦνται καθʼ ἑκάστην κώμην, ἄξιος δὲ λειτουργίας τοῦ θυσιαστηρίου οὐδὲ εἶς, ὡς ὑμεῖς αὐτοὶ μαρτυρεῖτε, ἀποροῦντες ἀνδρῶν ἐν ταῖς ψηφοφορίαις.

  19. 54.3

    Ἐπεὶ οὖν ὁρῶ τὸ πρᾶγμα λοιπὸν εἰς ἀνήκεστον προΐον, μάλιστα νῦν τῶν πλείστων, φόβῳ τῆς στρατολογίας, εἰσποιούντων ἑαυτοὺς τῇ ὑπηρεσίᾳ, ἀναγκαίως ἦλθον εἰς τὸ ἀνανεώσασθαι τοὺς τῶν πατέρων κανόνας· καὶ ἐπιστέλλω ὑμῖν ἀποστεῖλαί μοι τὴν ἀναγραφὴν ἑκάστης κώμης τῶν ὑπηρετούντων, καὶ ὑπὸ τίνος εἰσῆκται ἕκαστος, καὶ ἐν ποίῳ βίῳ ἐστίν. ἔχετε δὲ καὶ αὐτοὶ παρʼ ἑαυτοῖς τὴν ἀναγραφήν, ὥστε συγκρίνεσθαι τοῖς παρʼ ἡμῖν ἀποκειμένοις γράμμασι τὰ ὑμέτερα, καὶ μηδενὶ ἐξεῖναι ἑαυτὸν ὅτε βούλεται παρεγγράφειν. οὕτω μέντοι μετὰ τὴν πρώτην ἐπινέμησιν εἴ τινες ὑπὸ πρεσβυτέρων εἰσήχθησαν, ἐπὶ τοὺς λαϊκοὺς ἀποῤῥιφῶσιν. ἄνωθεν δὲ γένηται αὐ̣̣̔̓ παρʼ ὑμῶν ἐξέτασις, κἂν μὲν ἄξιοι ὦσι, τῇ ὑμετἕ̣̣̓ ψήφῳ παραδεχθήτωσαν. ἐπικαθαρίσατε τὴν Ἐκκλησίαν τοὺς ἀναξίους αὐτῆς ἀπελάσαντες. καὶ τοῦ λοιποῦ ἐξετάζετε μὲν τοὺς ἀξίους κἁ̣̣̓ παραδέχεσθε, μὴ ἀριθμεῖτε δὲ πρὶν εἰς ἡμ̣̣̔̓ ἐπανενεγκεῖν· ἢ γινώσκετε ὅτι λαϊκὸς ἔσται ὁ ἄνευ ἡμετέρας γνώμης εἰς ὑπηρεσίαν παραδεχθείς.

  20. 55.1

    Ἐνέτυχόν σου τοῖς γράμμασι μετὰ πάσἡ̣̣̓ μακροθυμίας, καὶ ἐθαύμασα πῶς δυνάμενος ἡμῖν συντόμως καὶ εὐκόλως ἀπολογήσασθαι διὰ τῶν πραγμάτων, τοῖς μὲν κατηγορουμένοις ἐπιμένειν καταδέχῃ, λόγοις δὲ μακροῖς θεραπεύειν ἐπιχειρεῖς τὰ ἀνίατα. οὔτε πρῶτοι, οὔτε μόνοι, Παρηγόριε, ἐνομοθετήσαμεν γυναῖκας ἀνδράσι μὴ συνοικεῖν. ἀλλʼ ἀνάγνωθι τὸν ἐξενεχθέντα κανόνα παρὰ τῶν ἁγίων πατέρων ἡμῶν τῶν ἐν τῇ συνόδῳ Νικαίας, ὃς φανερῶς ἀπηγόρευσε συνεισακτοὺς μὴ εἶναι. ἀγαμία δὲ ἐν τούτῳ ἔχει τὸ σεμνόν, ἐν τῷ κεχωρίσθαι τῆς μετὰ γυναικὸς διαγωγῆς. ὡς ἐὰν ἐπαγγελλόμενός τις τῷ ὀνόματι, ἔργῳ τὰ τῶν γυναιξὶ συνοικούντων ποιῇ, δῆλός ἐστι τὸ μὲν τῆς παρθενίας σεμνὸν ἐν τῇ προσηγορίᾳ διώκων, τοῦ δὲ καθʼ ἡδονὴν ἀπρεποῦς μὴ ἀφιστάμενος.

  21. 55.2

    Τοσούτῳ οὖν μᾶλλον ἐχρῆν σε εὐκόλως εἶξαι ἡμῶν τῇ ἀξιώσει, ὅσῳπερ λέγεις ἐλεύθερος εἶναι παντὸς σωματικοῦ πάθους. οὔτε γὰρ τὸν ἑβδομηκονταετῆ γεγονότα πείθομαι ἐμπαθῶς συνοικεῖν γυναικί, οὔτε ὡς ἐπιγενομένῃ τινὶ ἀτόπῳ πράξει ὡρίσαμεν ἃ ὡρίσαμεν, ἀλλʼ ἐπειδὴ ἐδιδάχθημεν παρὰ τοῦ ἀποστόλου μὴ τιθέναι πρόσκομμα τῷ ἀδελφῷ ἢ σκάνδαλον. οἴδαμεν δὲ ὅτι τὸ παρά τινων ὑγιῶς γινόμενον, ἄλλοις ἀφορμὴ πρὸς ἁμαρτίαν ὑπάρχει. τούτου ἕνεκεν προσετάξαμεν ἑπόμενοι τῇ διαταγῇ τῶν ἁγίων πατέρων χωρισθῆναί σε τοῦ γυναίου.

  22. 55.3

    Τί οὖν ἐγκαλεῖς τῷ χωρεπισκόπῳ καὶ παλαιᾶς ἔχθρας μέμνησαι; τί χωρεπισκόπῳ, καὶ παλαιᾶς εὐκόλους ἀκοὰς ἔχοντας εἰς τὸ τὰς διαβολὰς προσίεσθαι; ἀλλʼ οὐχὶ σεαυτῷ μὴ ἀνεχομένῳ ἀποστῆναι τῆς πρὸς τὴν γυναῖκα συνηθείας; ἔκβαλλε τοίνυν αὐτὴν ἀπὸ τοῦ οἴκου σου, καὶ κατάστησον αὐτὴν ἐν μοναστηρίῳ. ἔστω ἐκείνη μετὰ παρθένων, καὶ σὺ ὑπηρετοῦ ὑπʼ ἀνδρῶν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ δι’ ὑμᾶς βλασφημῆται. ἕως δʼ ἂν ταῦτα ποιῇς, αἱ μυριάδες, ἅσπερ συγγράφεις διὰ τῶν ἐπιστολῶν, οὐδὲν ὠφελήσουσί σε, ἀλλὰ τελευτήσεις ἀργῶν, καὶ δώσεις τῷ Κυρίῳ λόγον τῆς σεαυτοῦ ἀργίας. ἐὰν δὲ τολμήσῃς, μὴ διορθωσάμενος σεαυτόν, ἀντέχεσθαι τῆς ἱερωσύνης, ἀνάθεμα ἔσῃ παντὶ τῷ λαῷ, καὶ οἱ δεχόμενοί σε ἐκκήρυκτοι κατὰ πᾶσαν Ἐκκλησίαν γενήσονται.

  23. 56.1

    εἰμὶ μὲν φύσει εὔκολος πρὸς τὴν λήθην, ἐπεγένετο δέ μοι καὶ τὸ τῶν ἀσχολιῶν πλῆθος, ἐπιτεῖνον τὴν ἐκ φύσεως ἀῤῥωστίαν. ὥστε εἰ καὶ μὴ μέμνημαι δεξάμενος γράμματα τῆς εὐγενείας σου, πείθομαι ἐπεσταλκέναι σε ἡμῖν, οὐ γὰρ ἂν πάντως ψεῦδος εἰπεῖν σε. τοῦ δὲ μὴ ἀντιφθέγξασθαι οὐκ ἐγὼ αἴτιος, ἀλλʼ ὁ μὴ ἀπαιτήσας τὰς ἀποκρίσεις. νυνὶ δὲ ἥκει σοι τὰ γράμματα ταῦτα, ὑπέρ τε τῶν φθασάντων ἀπολογίαν πληροῦντα καὶ ἀρχὴν διδόντα προσηγορίας δευτέρας. ὥστε ἐπειδὰν ἐπιστέλλῃς ἡμῖν, μὴ ὡς ἄρξας δευτέρας περιόδου γραμμάτων διανοοῦ, ἀλλʼ ὡς ἀποπληρώσας ἐπὶ τοῖς παροῦσι τὰ ὀφειλόμενα. καὶ γὰρ εἰ καὶ ἀντίδοσις προαγόντων ἐστὶ τὰ ἡμέτερα, ἀλλὰ τῷ πλέον ἢ διπλάσιον ὑπερβάλλειν κατὰ τὸ μέτρον ἑκατέραν τὴν τάξιν ἀποπληρώσει. ὁρᾷς ὁποῖα σοφίζεσθαι ἡμᾶς ἡ ἀρία καταναγκάζει;

  24. 56.2

    Σὺ δὲ παῦσαι, ὦ ἄριστε, ἐπάγων ἐν μικροῖς ῥήμασι μεγάλας αἰτίας, οὐμενοῦν ἐχούσας ὑπερβολὴν εἰς κακίαν. λήθη γὰρ φίλων, καὶ ὑπεροψία ἐκ δυναστείας ἐγγινομένη, πάντα ἔχει ὁμοῦ τὰ δεινά. εἴτε γὰρ οὐκ ἀγαπῶμεν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, οὐδὲ τὸν χαρακτῆρα ἐπικείμενον ἡμῖν ἔχομεν· εἴτε φρονήματος κενοῦ καὶ ἀλαζονείας ὑπεπλήσθημεν τυφωθέντες, ἐμπίπτομεν εἰς ἄφυκτον κρίμα τοῦ διαβόλου. ὥστε εἰ μὲν οὕτως ἔχων διανοίας περὶ ἡμῶν, τούτοις ἐχρήσω τοῖς ῥήμασιν, εὖξαι φυγεῖν ἡμᾶς τὴν πονηρίαν, ἣν ἐξεῦρες ἡμῶν ἐν τῷ τρόπῳ· εἰ δὲ συνηθείᾳ τινὶ ἀνεξετάστῳ ἐπὶ τῶν ῥημάτων ἦλθεν ἡ γλῶττα, ἑαυτοὺς παραμυθησόμεθα καὶ τὴν σὴν χρηστότητα τὰς ἐκ τῶν πραγμάτων μαρτυρίας προσθεῖναι παρακαλοῦμεν. ἐκεῖνο γὰρ εὖ ἴσθι, ὅτι ἡ παροῦσα φροντὶς ταπεινώσεως ἡμῖν γέγονεν ἀφορμή, ὥστε σοῦ τότε ἐπιλησόμεθα, ὅταν καὶ ἑαυτοὺς ἀγνοήσωμεν. μὴ τοίνυν ποτὲ τὰς ἀσχολίας σημεῖον τρόπου καὶ κακοηθείας ποιήσῃ.

  25. 57.1

    Εἴ πως ἐγένετο φανερὸν τῇ θεοσεβείᾳ σου τῆς εὐφροσύνης τὸ μέγεθος, ἣν ἐμποιεῖς ἡμῖν ὁσάκις ἂν ἐπιστέλλῃς, οἶδα ὅτι οὐκ ἄν ποτε παραπεσοῦσαν γραμμάτων πρόφασιν ὑπερέβης· ἀλλὰ καὶ ἐπενόησας ἂν πολλὰς ἡμῖν ποιεῖν ἑκάστοτε τὰς ἐπιστολάς, γνωρίζων τὸν ἐπὶ τῇ ἀναπαύσει τῶν θλιβομένων παρὰ τοῦ φιλανθρώπου Δεσπότου μισθὸν ἀποκείμενον. πάντα γὰρ ὀδύνης τὰ τῇδε πεπλήρωται, καὶ μόνη ἡμῖν ἐστιν ἀποστροφὴ τῶν δεινῶν ἡ τῆς σῆς ὁσιότητος ἔννοια· ἣν ἐναργεστέραν ἡμῖν ἐμποιεῖ ἡ διὰ τῶν πάσης σοφίας καὶ χάριτος πεπληρωμένων γραμμάτων σου ὁμιλία. ὥστε ὅταν λάβωμεν εἰς χεῖρας τὴν ἐπιστολήν σου, πρῶτον μὲν τὸ μέτρον αὐτῆς ἐπισκοποῦμεν, καὶ τοσοῦτον αὐτὴν ἀγαπῶμεν, ὅσῳπερ ἂν περισσεύῃ τῷ πλήθει. ἔπειτα διεξίοντες, τῷ μὲν ἀεὶ προστυγχάνοντι τοῦ λόγου χαίρομεν, τῷ τέλει δὲ τῆς ἐπιστολῆς προσεγγίζοντες, δυσχεραίνομεν. οὕτω πᾶν ὅτιπερ ἂν εἴπῃς τοῖς γράμμασιν ἔνεστιν ἀγαθόν. ἀπὸ γὰρ ἀγαθῆς καρδίας ἀγαθόν ἐστι τὸ περισσεῦον.

  26. 57.2

    Εἰ δὲ καταξιωθείημεν ταῖς σαῖς προσευχαῖς, ἕως ἐσμὲν ἐπὶ γῆς, καὶ τῆς κατʼ ὀφθαλμοὺς συντυχίας, καὶ παρʼ αὐτῆς τῆς ζώσης φωνῆς λαβεῖν ὠφέλιμα διδάγματα, ἢ ἐφόδια πρός τε τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα, τοῦτο ἂν μέγιστον τῶν ἀγαθῶν ἐκρίναμεν, καὶ προοίμιον τῆς παρὰ Θεοῦ εὐμενείας ἑαυτοῖς ἐτιθέμεθα. καὶ ἤδη γε τῆς ὁρμῆς εἰχόμεθα ταύτης, εἰ μὴ οἱ γνησιώτατοι καὶ τὰ πάντα φιλάδελφοι ἀδελφοὶ ἐπέσχον ἡμᾶς, ὧν ἵνα μὴ γράμμασι δημοσιεύσω τὴν προαίρεσιν, διηγησάμην τῷ ἀδελφῷ Θεοφράστῳ τῇ σῇ τελειότητι τὰ καθʼ ἕκαστον ἀπαγγεῖλαι.

  27. 58.1

    Πῶς ἄν σοι διὰ γραμμάτων μαχεσθείην; πῶς δʼ ἂν ἀξίως σου καθαψαίμην τῆς περὶ πάντα χρηστότητος; τρίτον τίς, εἰπέ μοι, τοῖς αὐτοῖς περιπίπτει δικτύοις; τρίτον τίς τῇ αὐτῇ περιπίπτει πάγῃ; οὐδʼ ἂν τῶν ἀλόγων τι τοῦτο ῥᾳδίως πάθοι. μίαν μοι συμπλάσας ἐπιστολὴν ἐκόμισας, ὡς παρὰ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου καὶ κοινοῦ θείου ἡμῶν, ἀπατῶν με οὐκ οἶδα ἀνθʼ ὅτου. ἐδεξάμην ὡς παρʼ ἐπισκόπου διὰ σοῦ κομισθεῖσαν. τί γὰρ οὐκ ἔμελλον; ἐπέδειξα πολλοῖς τῶν φίλων ὑπὸ περιχαρείας, ηὐχαρίστησα τῷ Θεῷ. ἠλέγχθη τὸ πλάσμα, αὐτοῦ τοῦ ἐπισκόπου διὰ τῆς ἰδίας φωνῆς ἀρνησαμένου. κατῃσχύνθημεν ἐπʼ ἐκείνῃ· ηὐξάμεθα ἡμῖν διαστῆναι τὴν γῆν, ῥᾳδιουργίας καὶ ψεύδους καὶ ἀπάτης ὀνείδει περιβληθέντες. δευτέραν πάλιν ἀπέδωκάν μοι, ὡς διὰ τοῦ οἰκέτου σου Ἀστερίου παρʼ αὐτοῦ τοῦ ἐπισκόπου μοι ἀποσταλεῖσαν. οὐδὲ ἐκείνην ἀληθῶς αὐτὸς ὁ ἐπίσκοπος διεπεμψατο, ὡς ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἄνθιμος ἡμῖν ἀπήγγειλε. τρίτην πάλιν Ἀδαμάντιος ἧκε πρὸς ἡμᾶς κομίζων. πῶς ἔδει με δέξασθαι τὰ διὰ σοῦ καὶ τῶν σῶν πεμπόμενα; ηὐξάμην ἂν λίθου καρδίαν ἔχειν, ὥστε μήτε τῶν παρελθόντων μεμνῆσθαι μήτε τῶν παρόντων αἰσθάνεσθαι, ὑπὲρ τοῦ πᾶσαν πληγὴν εἰς γῆν κεκυφὼς φέρειν ὡς τὰ βοσκήματα. ἀλλὰ τί πάθω πρὸς τὸν ἐμαυτοῦ λογισμόν, μετὰ μίαν καὶ δευτέραν πεῖραν, οὐδὲν δυνάμενον ἀνεξετάστως προσίεσθαι;

  28. 58.2

    Ταῦτα τῆς σῆς ἁπλότητος καθαπτόμενος ἔγραψα, ἣν οὐδʼ ἄλλως πρέπουσαν Χριστιανοῖς, τῷ παρόντι καιρῷ ὁρῶ μὴ ἁρμόζουσαν, ἵνα πρὸς γοῦν τὸ ἐφεξῆς ἑαυτόν τε φυλάττοις κἀμοῦ φείδῃ· ἐπειδή, δεῖ γάρ με πρὸς σὲ μετὰ παῤῥησίας εἰπεῖν, ἀναξιόπιστος εἶ τῶν τοιούτων διάκονος· πλὴν οἵτινες ἂν ὦσιν οἱ ἐπεσταλκότες, ἀπεκρινάμεθα αὐτοῖς τὰ εἰκότα. εἴτε οὖν αὐτὸς απόπειράν μοι καθιείς, εἴτε τῷ ὄντι παρὰ τῶν ἐπισκόπων λαβὼν τὴν ἐπιστολὴν ἔπεμψας, ἔχεις τὰς ἀποκρίσεις. σὲ δὲ ἄλλα εἰκὸς ἦν ἐν τῷ παρόντι φροντίζειν, ἀδελφόν τε ὄντα καὶ μήπω τῆς φύσεως ἐπιλελησμένον, μηδὲ ἐν ἐχθροῦ μοίρᾳ ἡμᾶς ὁρῶντα, ἐπειδὴ εἰς βίον παρήλθομεν συντρίβοντα μὲν ἡμῶν τὸ σῶμα, κακοῦντα δὲ καὶ τὴν ψυχὴν τῷ ὑπερβαίνειν τὴν ἡμετέραν δύναμιν. ἀλλʼ ὅμως, ἐπειδὴ οὕτως ἐκπεπολέμωσαι, τούτου ἕνεκεν παρεῖναί σε δεῖ νῦν καὶ κοινωνεῖν τῶν πραγμάτων. Ἀδελφοὶ γάρ, φησίν, ἐν ἀνάγκαις ἔστωσαν χρήσιμοι.

  29. 58.3

    Εἰ δὲ τῷ ὄντι συντυχίαν ἡμετέραν καταδέχονται οἱ αἰδεσιμώτατοι ἐπίσκοποι, καὶ τόπον ἡμῖν ὡρισμένον καὶ καιρὸν γνωρισάτωσαν, καὶ δι’ ἰδίων ἡμᾶς ἀνθρώπων μεταστειλάσθωσαν. ὥσπερ γὰρ πρὸς τὸ ἀπαντῆσαι αὐτὸς πρὸς τὸν ἐμαυτοῦ θεῖον οὐκ ἀπαξιῶ, οὕτως ἐὰν μὴ μετὰ τοῦ πρέποντος σχήματος ἡ κλῆσις γένηται, οὐκ ἀνέξομαι.

  30. 59.1

    Ἐσιώπησα. μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι ἐπὶ πλεῖον τὴν δυσφορωτάτην ζημίαν τῆς σιωπῆς κυρῶσαι κατʼ ἐμαυτοῦ μήτε αὐτὸς ἐπιστέλλων, μήτε ἀκούων προσφθεγγομένου; ἐγὼ μὲν γὰρ μέχρι τοῦ παρόντος ἐγκαρτερήσας τῷ σκυθρωπῷ τούτῳ δόγματι, ἡγοῦμαι πρέπειν κἀμοὶ τὰ τοῦ προφήτου λέγειν· ὅτι Ἐκαρτέρησα ὡς ἡ τίκτουσα, ἀεὶ μὲν ἐπιθυμῶν ἢ συντυχίας ἢ λόγων, ἀεὶ δὲ ἀποτυγχάνων διὰ τὰς ἁμαρτίας τὰς ἐμαυτοῦ. οὐ γὰρ δὴ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπινοεῖν, πλήν γε δὴ τοῦ πεπεῖσθαι παλαιῶν ἁμαρτημάτων ἐκτιννύειν δίκας, ἐν τῷ χωρισμῷ τῆς ἀγάπης σου· εἰ δὴ καὶ ὀνομάζειν χωρισμὸν ὅσιον ἐπὶ σοῦ καὶ οὑτινοσοῦν τῶν τυχόντων, μὴ ὅτι γε ἡμῶν, οἷς ἐξ ἀρχῆς ἐν πατρὸς γέγονας χώρᾳ.

  31. 59.2

    Ἀλλʼ ἡ ἁμαρτία μου νῦν, οἷα νεφέλη βαθεῖά τις ἐπισχοῦσα, πάντων ἐκείνων ἄγνοιαν ἐνεποίησεν. ὅταν γὰρ ἀπίδω, πλὴν τοῦ ἐμοὶ λύπην τὸ γινόμενον φέρειν, μηδὲν ἕτερον ἐξ αὐτοῦ κατορθούμενον, πῶς οὐχὶ εἰκότως ταῖς ἐμαυτοῦ κακίαις ἀνατίθημι τὰ παρόντα; ἀλλʼ εἴτε ἁμαρτίαι τῶν συμβάντων αἰτίαι, τοῦτό μοι πέρας ἔστω τῶν δυσχερῶν· εἴτε τι οἰκονομούμενον ἦν, ἐξεπληρώθη πάντως τὸ σπουδαζόμενον. οὐ γὰρ ὀλίγος ὁ τῆς ζημίας χρόνος. διό, μηκέτι στέγων, πρῶτος ἔρρηξα φωνήν, παρακαλῶν ἡμῶν τε αὐτῶν ἀναμνησθῆναι καὶ σεαυτοῦ, ὃς πλέον ἢ κατὰ τὸ τῆς συγγενείας εἰκὸς παρὰ πάντα τὸν βίον τὴν κηδεμονίαν ἡμῶν ἐπεδείξω, καὶ τὴν πόλιν νῦν ἡμῶν ἕνεκεν ἀγαπᾷν, ἀλλὰ μὴ δι’ ἡμᾶς ἀλλοτριοῦν σαυτὸν τῆς πόλεως.

  32. 59.3

    Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις κοινωνία Πνεύματος, εἴ τινα σπλάγχνα καὶ οἰκτιρμοί, πλήρωσον ἡμῶν τὴν εὐχήν· ἐνταῦθα στῆσον τὰ κατηφῆ, ἀρχήν τινα δὸς τοῖς φαιδροτέροις πρὸς τὸ ἑξῆς, αὐτὸς τοῖς ἄλλοις καθηγούμενος ἐπὶ τὰ βέλτιστα, ἀλλʼ οὐχὶ ἀκολουθῶν ἑτέρῳ ἐφʼ ἃ μὴ δεῖ. καὶ γὰρ οὐδὲ σώματος χαρακτὴρ ἴδιος οὕτω τινὸς ἐνομίσθη, ὡς τῆς σῆς ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον. πρέποι δʼ ἂν οὖν τῷ τοιούτῳ τοὺς ἄλλους ἕλκειν πρὸς ἑαυτόν, καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσί σοι, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ σοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι. καὶ γὰρ εἴ τι καὶ ἀντιτεῖνόν ἐστι νῦν, ἀλλὰ μικρὸν ὕστερον καὶ αὐτὸ τὸ τῆς εἰρήνης ἀγαθὸν ἐπιγνώσεται. ἕως δʼ ἂν ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον συναύξεσθαι. ἔστι μὲν οὖν οὐδὲ ἐκείνοις πρέπον ἀμελεῖν ἡμῶν, πάντων δὲ πλέον τῇ τιμιότητί σου. καὶ γὰρ εἰ μὲν ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμενοι. τοῦτο δὲ ἄνευ συντυχίας ἀμήχανον. εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; ταῦτα μὲν δὴ οὖν τὰ τῆς ἰδίας ἐμαυτοῦ δικαιολογίας προΐσχομαι.

  33. 59.4

    Ἃ δʼ ἂν ὑπὲρ ἑαυτῶν αἱ ἐκκλησίαι εἴποιεν, οὐκ εἰς καλὸν τῆς διαστάσεως ἡμῶν ἀπολαύουσαι, βέλτιον μὲν σιωπᾷν. οὐ γὰρ ἵνα λυπήσω τοῖς λόγοις κέχρημαι τούτοις, ἀλλʼ ἵνα παύσω τὰ λυπηρά. τὴν δὲ σὴν σύνεσιν πάντως οὐδὲν διαπέφευγεν· ἀλλὰ πολλῷ μείζω καὶ τελειότερα ὧν ἡμεῖς νοοῦμεν αὐτὸς ἂν ἐξεύροις τῇ διανοίᾳ, καὶ ἄλλοις εἴποις, ὅς γε καὶ εἶδες πρὸ ἡμῶν τὰς βλάβας τῶν ἐκκλησιῶν καὶ λυπῇ μᾶλλον ἡμῶν πάλαι δεδιδαγμένος παρὰ τοῦ Κυρίου μηδενὸς τῶν ἐλαχίστων καταφρονεῖν. νυνὶ δὲ ἡ βλάβη οὐκ εἰς ἕνα ἢ δεύτερον περιορίζεται, ἀλλὰ πόλεις ὅλαι καὶ δῆμοι τῶν ἡμετέρων παραπολαύουσι συμφορῶν. τὴν γὰρ ἐπὶ τῆς ὑπερορίας φήμην τί χρὴ καὶ λέγειν ὁποία τις ἔσται περὶ ἡμῶν; πρέπει οὖν ἂν τῇ σῇ μεγαλοψυχίᾳ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν· μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε· αὐτὸν δὲ δι’ ἀνεξικακίας νικῆσαι τὰ λυπηρά. τὸ μὲν γὰρ ἀμύνεσθαι παντός ἐστι τοῦ ὀργιζομένου, τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο δὴ μόνου σοῦ, καὶ εἴ τίς σοι τὴν ἀρετὴν παραπλήσιος. ἐκεῖνο δὲ οὐκ ἐρῶ, ὅτι ὁ ἡμῖν χαλεπαίνων εἰς τοὺς μηδὲν ἀδικήσαντας τὴν ὀργὴν ἐπαφίησιν.

  34. 59.5

    Εἴτε οὖν παρουσίᾳ, εἴτε γράμματι, εἴτε κλήσει τῇ πρὸς ἑαυτόν, εἴτε ᾧπερ ἂν ἐθέλοις τρόπῳ, παραμύθησαι ἡμῶν τὴν ψυχήν. ἡμῖν μὲν γὰρ εὐχὴ ἐπὶ τῆς Ἐκκλησίας φανῆναι τὴν θεοσέβειάν σου, καὶ ἡμᾶς τε ὁμοῦ καὶ τὸν λαὸν θεραπεῦσαι αὐτῇ τε τῇ ὄψει καὶ τοῖς λόγοις τῆς χάριτός σου. ἐὰν μὲν οὖν τοῦτο ᾖ δυνατόν, τοῦτο κράτιστον· ἐὰν δέ τι ἕτερον δόξῃ, κἀκεῖνο δεξόμεθα. μόνον παγίως γνωρίσαι ἡμῖν τὸ παριστάμενον τῇ φρονήσει σου παρακλήθητι.

  35. 60.1

    Καὶ πρότερον ἡδέως εἶδον τὸν ἀδελφόν μου. τί γὰρ οὐκ ἔμελλον, ἀδελφόν τε ὄντα ἐμαυτοῦ, καὶ τοιοῦτον; καὶ νῦν τῇ αὐτῇ διαθέσει προσεδεξάμην ἐπιδημήσαντα, μηδέν τι τῆς ἐμαυτοῦ στοργῆς παρατρέψας. μηδὲ γὰρ γένοιτό τι τοιοῦτο παθεῖν μηδέν, ὅ με τῆς φύσεως ἐπιλαθέσθαι καὶ ἐκπολεμωθῆναι πρὸς τοὺς οἰκείους ποιήσει. ἀλλὰ καὶ τῶν τοῦ σώματος ἀρρωστημάτων, καὶ τῶν ἄλλων ἀλγεινῶν τῆς ψυχῆς, παραμυθίαν ἡγησάμην εἶναι τὴν τοῦ ἀνδρὸς παρουσίαν· τοῖς τε παρὰ τῆς τιμιότητός σου δι’ αὐτοῦ κομισθεῖσι γράμμασιν ὑπερήσθην· ἃ καὶ ἐκ πολλοῦ μοι ἐπεθύμουν ἐλθεῖν, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ μὴ καὶ ἡμᾶς τι σκυθρωπὸν διήγημα τῷ βίῳ προσθεῖναι, ὡς ἄρα τις εἴη τοῖς οἰκειοτάτοις πρὸς ἀλλήλους διάστασις, ἡδονὴν μὲν ἐχθροῖς παρασκευάζουσα, φίλοις δὲ συμφοράν, ἀπαρέσκουσα δὲ Θεῷ, τῷ ἐν τῇ τελείᾳ ἀγάπῃ τὸν χαρακτῆρα τῶν ἑαυτοῦ μαθητῶν θεμένῳ. διὸ καὶ ἀντιφθέγγομαι ἀναγκαίως εὔχεσθαι σε ὑπὲρ ἡμῶν παρακαλῶν, καὶ τὰ ἄλλα κήδεσθαι ἡμῶν ὡς οἰκείων.

  36. 60.2

    Τὸν δὲ νοῦν τῶν γινομένων ἐπειδὴ αὐτοὶ ὑπὸ ἀμαθείας συνιέναι οὐκ ἔχομεν, ἐκεῖνον ἐκρίναμεν ἀληθῆ εἶναι νομίζειν, ὃν ἂν αὐτὸς ἡμῖν ἐξηγήσασθαι καταξιώσῃς. ἀνάγκη δὲ καὶ τὰ λειπόμενα παρὰ τῆς σῆς μεγαλονοίας ὁρισθῆναι, τὴν συντυχίαν ἡμῶν τὴν πρὸς ἀλλήλους, καὶ καιρὸν τὸν πρέποντα, καὶ τόπον ἐπιτήδειον. εἴπερ οὖν ὅλως ἀνέχεται καταβῆναι πρὸς τὴν ταπείνωσιν ἡμῶν ἡ σεμνότης σου, καὶ λόγου τινὸς μεταδοῦναι ἡμῖν, εἴτε μετʼ ἄλλων, εἴτε κατὰ σεαυτὸν βούλει γενέσθαι τὴν συντυχίαν, ὑπακουσόμεθα, τοῦτο ἅπαξ ἑαυτοῖς συμβουλεύσαντες, δουλεύειν σοι ἐν ἀγάπῃ καὶ ποιεῖν ἐκ παντὸς τρόπου τὰ εἰς δόξαν Θεοῦ παρὰ τῆς εὐλαβείας σου ἡμῖν ἐπιτασσόμενα. Τὸν δὲ αἰδεσιμώτατον ἀδελφὸν οὐδὲν ἠναγκάσαμεν ἀπὸ γλώττης εἰπεῖν ἡμῖν· διότι οὔτε πρότερον μεμαρτυρημένον εἶχε τὸν λόγον ὑπὸ τῶν ἔργων.

  37. 61.1

    Ἐνέτυχον τοῖς γράμμασι τῆς σῆς ὁσιότητος, δι’ ὧν τοῦ ἡγεμόνος τῆς Λιβύης, τοῦ δυσωνύμου ἀνδρός, κατεστέναξας. καὶ ὠδυράμεθα μὲν τὴν ἡμετέραν πατρίδα, ὅτι τοιούτων κακῶν μήτηρ ἐστὶ καὶ τροφός· ὠδυράμεθα δὲ καὶ τὴν γείτονα τῆς ἡμετέρας Λιβύην, τῶν ἡμετέρων κακῶν ἀπολαύουσαν, καὶ θηριώδει ἤθει παραδοθεῖσαν ἀνδρὸς ὠμότητί τε ὁμοῦ καὶ ἀκολασίᾳ συζῶντος. τοῦτο ἦν ἄρα τοῦ Ἐκκλησιαστοῦ τὸ σοφόν· Οὐαί σοι, πόλις, ἧς ὁ βασιλεύς σου νεώτερος (ἐνταῦθα δέ ἐστί τι καὶ χαλεπώτερον), καὶ οἱ ἄρχοντές σου οὐκ ἀπὸ νυκτὸς ἐσθίουσιν, ἀλλὰ μεσούσης τῆς ἡμέρας ἀκολασταίνουσι, βοσκημάτων ἀλογώτερον ἀλλοτρίοις γάμοις ἐπιμαινόμενοιϲ ἐκεῖνον μὲν οὖν αἱ μάστιγες μένουσι παρὰ τοῦ δικαίου κριτοῦ, τῷ ἴσῳ μέτρῳ ἀντιμετρηθησόμεναι, ἃς αὐτὸς προλαβὼν ἐπέθηκε τοῖς ἁγίοις αὐτοῦ.

  38. 61.2

    Ἐγνωρίσθη δὲ καὶ τῇ ἐκκλησίᾳ ἡμῶν ἐκ τῶν γραμμάτων τῆς σῆς θεοσεβείας, καὶ ἀποτρόπαιον αὐτὸν πάντες ἡγήσονται, μὴ πυρός, μὴ ὕδατος, μὴ σκέπης αὐτῷ κοινωνοῦντες, εἴπερ τι ὄφελος τοῖς οὕτω κεκρατημένοις κοινῆς καὶ ὁμοψήφου καταγνώσεως. ἀρκοῦσα δὲ αὐτῷ στήλη, καὶ αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα πανταχοῦ. οὐ γὰρ διαλείψομεν πᾶσιν αὐτοῦ καὶ οἰκείοις καὶ φίλοις καὶ ξένοις ἐπιδεικνύντες· πάντως δέ, κἂν μὴ ἅψωνται αὐτοῦ παραχρῆμα τὰ ἐπιτίμια, ὥσπερ τοῦ Φαραώ, ἀλλʼ εἰς ὕστερόν ποτε βαρεῖαν αὐτῷ καὶ ἀλγεινὴν τὴν ἀνάδοσιν οἴσει.

  39. 62.1

    Καὶ ἔθει ἑπόμενοι παλαιῷ ἐκ μακρᾶς τῆς ἀκολουθίας κεκρατηκότι, καὶ τὸν καρπὸν τοῦ Πνεύματος, τὴν κατὰ Θεὸν ἀγάπην, ὑμῖν ἐπιδεικνύμενοι, διὰ τοῦ γράμματος τὴν εὐλάβειαν ὑμῶν ἐπισκεπτόμεθα, κοινωνοῦντες ὑμῖν τῆς τε ἐπὶ τῷ συμβάντι λύπης, καὶ τῆς φροντίδος τῶν ἐν χερσίν. ὑπὲρ μὲν οὖν τῶν λυπηρῶν τοσοῦτον λέγομεν, ὅτι καιρὸς ἡμῖν ἀποβλέψαι πρὸς τὰ τοῦ Ἀποστόλου παραγγέλματα, καὶ μὴ λυπεῖσθαι Ὡς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα· οὐ μὴν οὐδʼ ἀπαθῶς ἔχειν πρὸς τὸ συμβάν, ἀλλὰ τῆς μὲν ζημίας αἰσθάνεσθαι, ὑπὸ δὲ τῆς λύπης μὴ καταπίπτειν, τὸν μὲν ποιμένα τοῦ τέλους μακαρίζοντας, ὡς ἐν γήρᾳ πίονι τὴν ζωὴν καταλύσαντα, καὶ ταῖς μεγίσταις παρὰ τοῦ Κυρίου τιμαῖς ἐναναπαυσάμενον.

  40. 62.2

    Περὶ δὲ τῶν λοιπῶν ἐκεῖνα παραινεῖν ἔχομεν, ὅτι προσήκει, πᾶσαν ἀποθεμένους κατήφειαν, ἑαυτῶν γενέσθαι, καὶ πρὸς τὴν ἀναγκαίαν πρόνοιαν τῆς Ἐκκλησίας διαναστῆναι, ὅπως ἂν ὁ ἅγιος Θεὸς ἐπιμεληθείη τοῦ ἰδίου ποιμνίου, καὶ παράσχοιτο ὑμῖν ποιμένα κατὰ τὸ αὐτοῦ θέλημα, ποιμαίνοντα ὑμᾶς μετʼ ἐπιστήμης.

  41. 63.1

    Τὸν σοφὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτʼ αὐτὸν ὄσσοις προσίδω, κρίνω φίλον· Εὐριπίδου ἐστὶ τοῦ τραγικοῦ λόγος. ὥστε, εἰ, μήπω τῆς κατʼ ὀφθαλμοὺς ἡμῖν συντυχίας τὴν γνῶσίν σου τῆς μεγαλοφυΐας χαρισαμένης, φαμὲν εἶναι φίλοι σου καὶ συνήθεις, μὴ κολακείαν εἶναι τὸν λόγον κρίνῃς. ἔχομεν γὰρ φήμην πρόξενον τῆς φιλίας, μεγαλοφώνως τὰ σὰ πᾶσιν ἀνθρώποις συμβοῶσαν. ἀφʼ οὗ μέντοι καὶ τῷ αἰδεσιμωτάτῳ Ἐλπιδίῳ συνετύχομεν, τοσοῦτόν σε ἐγνωρίσαμεν, καὶ οὕτω κατʼ ἄκρας ἑαλώκαμέν σου, ὡσανεὶ πολὺν χρόνον συγγεγονότες, καὶ διὰ μακρᾶς τῆς πείρας τῶν ἐν σοὶ καλῶν τὴν γνῶσιν ἔχοντες. οὐ γὰρ ἐπαύσατο ὁ ἀνὴρ ἕκαστα ἡμῖν τῶν περὶ σὲ διηγούμενος, το μεγαλοπρεπὲς τῆς ψυχῆς, τοῦ φρονήματος τὸ ἀνάστημα, τῶν τρόπων τὴν ἡμερότητα, ἐμπειρίαν πραγμάτων, σύνεσιν γνώμης, σεμνότητα βίου φαιδρότητι κεκραμένην, λόγου δύναμιν, τἄλλα ὅσα αὐτὸς μὲν διὰ πολλῆς τῆς πρὸς ἡμᾶς ὁμιλίας ἀπηριθμήσατο, ἡμῖν δὲ γράφειν οὐκ ἦν δυνατόν, ἵνα μὴ ἔξω τοῦ μέτρου τὴν ἐπιστολὴν προαγάγωμεν. πῶς οὖν οὐκ ἔμελλον ἀγαπᾷν τὸν τοιοῦτον; πῶς γοῦν ἠδυνάμην ἐμαυτοῦ κρατῆσαι, πρὸς τὸ μὴ οὐχὶ καὶ ἐκβοῶν τὸ τῆς ψυχῆς ἐμαυτοῦ πάθος διασημαίνειν;

  42. 63.2

    Δέχου τοίνυν τὴν προσηγορίαν, ὦ θαυμάσιε, ἐκ φιλίας ἀληθινῆς καὶ ἀδόλου σοι προσαγομένην· πόρρω γὰρ θωπείας δουλοπρεποῦς τὰ ἡμέτερα· καὶ ἔχε ἡμᾶς τῷ καταλόγῳ τῶν σεαυτοῦ φίλων ἐναριθμίους, γράμμασι συνεχέσι σαυτόν τε δεικνὺς καὶ παραμυθούμενος τὴν ἀπόλειψιν.

  43. 64.1

    Ἐμὲ πολλὰ μὲν ἦν καὶ ἐξ ἀρχῆς τὰ συνάπτοντά σου τῇ τιμιότητι, ὅ τε περὶ λόγους κοινὸς ἔρως, πολλαχοῦ παρὰ τῶν πεπειραμένων περιφερόμενος, ἥ τε πρὸς τὸν θαυμάσιον ἄνδρα Τερέντιον ἡμῖν ἐκ παλαιοῦ φιλία. ἐπεὶ δὲ καὶ ὁ πάντα ἄριστος, καὶ πάσης ἡμῖν οἰκειότητος ὄνομα ἐκπληρῶν, ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἐλπίδιος εἰς λόγους ἀφίκετο, καὶ ἕκαστα τῶν ἐν σοὶ καλῶν διηγήσατο (δυνατώτατος δέ, εἴπερ τις ἄλλος, καὶ ἀρετὴν ἀνθρώπου καταμαθεῖν, καὶ παραστῆσαι ταύτην τῷ λόγῳ), τοσοῦτον ἡμῖν τὸν ἐπὶ σοὶ πόθον ἐξέκαυσεν, ὥστε εὔχεσθαι ἡμᾶς ἐπιστῆναί σέ ποτε τῇ παλαιᾷ ἑστίᾳ ἡμῶν, ἵνα μὴ ἀκοῇ μόνον, ἀλλὰ καὶ πείρᾳ τῶν ἐν σοὶ καλῶν ἀπολαύσωμεν.

  44. 65.1

    Καὶ τί πέρας ἔσται τῆς σιωπῆς, εἰ ἐγὼ μέν, τὰ ἐκ τῆς ἡλικίας πρεσβεῖα ἀπαιτῶν, ἀναμένοιμι παρὰ σοῦ γενέσθαι τὴν ἀρχὴν τῆς προσφωνήσεως, ἡ δὲ σὴ ἀγάπη ἐπὶ πλεῖον βούλοιτο τῇ βλαβερᾷ κρίσει τῆς ἡσυχίας ἐγκαρτερεῖν; ἀλλʼ ὅμως ἐγώ, τὴν ἐν τοῖς φιλικοῖς ἧτταν νίκης ἔχειν δύναμιν ἡγησάμενος, ὁμολογῶ σοι μὲν παραχωρεῖν τῆς ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι τῆς οἰκείας κρίσεως φιλοτιμίας. αὐτὸς δὲ πρῶτος ἐπὶ τὸ γράφειν ἦλθον, εἰδὼς ὅτι ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει, οὐδαμοῦ ζητεῖ τὸ ἑαυτῆς· διόπερ οὔτε ἐκπίπτει ποτέ. ἀταπείνωτος γὰρ ὁ κατὰ ἀγάπην τῷ πλησίον ὑποτασσόμενος. ὅπως οὖν καὶ αὐτὸς πρὸς γοῦν τὸ ἑξῆς τὸν πρῶτον καὶ μέγιστον καρπὸν τοῦ Πνεύματος ἐπιδεικνύμενος, τὴν ἀγάπην, ἀπορρίψῃς μὲν τὸ τῶν ὀργιζομένων σκυθρωπόν, ὅπερ ἡμῖν διὰ τῆς σιωπῆς ὑποφαίνεις, ἀναλάβῃς δὲ χαρὰν ἐν τῇ καρδίᾳ, εἰρήνην πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, σπουδὴν καὶ μέριμναν ὑπὲρ τῆς τῶν ἐκκλησιῶν τοῦ Κυρίου διαμονῆς. γίνωσκε γάρ, ὅτι, εἰ μὴ τὸν ἴσον ἡμεῖς ἀγῶνα ὑπὲρ τῶν ἐκκλησιῶν ἀναλάβοιμεν, ὁπόσον ἔχουσιν οἱ ἀντικείμενοι τῇ ὑγιαινούσῃ διδασκαλίᾳ εἰς καθαίρεσιν αὐτῶν καὶ παντελῆ ἀφανισμόν, οὐδὲν τὸ κωλῦον οἴχεσθαι μὲν παρασυρεῖσαν ὑπὸ τῶν ἐχθρῶν τὴν ἀλήθειαν, παραπολαῦσαι δέ τι καὶ ἡμᾶς τοῦ κρίματος, μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἐν ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ συμπνοίᾳ τῇ κατὰ τὸν Θεὸν τὴν ἐνδεχομένην μέριμναν ὑπὲρ τῆς ἑνώσεως τῶν ἐκκλησιῶν ἐπιδειξαμένους.

  45. 65.2

    Παρακαλῶ οὖν, ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος οὐδὲ πληροῦντός ἐστι τὴν ἐντολὴν τοῦ Χριστοῦ τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. ἅμα δὲ κἀκεῖνο λογίζεσθαι τὴν ἀγαθήν σου προαίρεσιν βούλομαι, ὅτι τὸ τοῦ πολέμου κακὸν κύκλῳ περιιὸν καὶ πρὸς ἡμᾶς εἰσέλθοι ποτέ, κἂν μετὰ τῶν ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν, οὐδὲ τοῦς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθυμίας ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον.

  46. 66.1

    Οὐδένα τοσοῦτον ἡγοῦμαι λυπεῖν τὴν παροῦσαν τῶν ἐκκλησιῶν κατάστασιν, μᾶλλον δὲ σύγχυσιν, εἰπεῖν ἀληθέστερον, ὅσον τὴν σὴν τιμιότητα· συγκρίνοντα μὲν τοῖς ἀρχαίοις τανῦν, καὶ παρὰ πόσον ταῦτα ἐκείνων ἐξήλλακται λογιζόμενον, καὶ ὅτι εἰ κατὰ τὴν αὐτὴν ὁρμὴν ὑπορρέοι ἐπὶ τὸ χεῖρον τὰ πράγματα, οὐδὲν ἔσται τὸ κωλῦον, εἴσω ὀλίγου χρόνου πρὸς ἄλλο τι σχῆμα παντελῶς μεθαρμοσθῆναι τὰς ἐκκλησίας. ταῦτα πολλάκις ἐπʼ ἐμαυτοῦ γενόμενος διενοήθην, ὅτι εἰ ἡμῖν οὕτως ἐλεεινὴ τῶν ἐκκλησιῶν ἡ παρατροπὴ καταφαίνεται, ποίαν τινὰ εἰκὸς ἐπὶ τούτοις ψυχὴν ἔχειν τὸν τῆς ἀρχαίας εὐσταθείας καὶ ὁμονοίας περὶ τὴν πίστιν τῶν ἐκκλησιῶν τοῦ Κυρίου πεπειραμένον; ἀλλʼ ὥσπερ τὸ πολὺ τῆς λύπης τὴν σὴν τελειότητα περιίσταται, οὕτως ἡγούμεθα προσήκειν καὶ τῆς ὑπὲρ τῶν ἐκκλησιῶν μερίμνης τὸ πλέον τῇ σῇ διαφέρειν φρονήσει. πάλαι οἶδα καὶ αὐτός, κατὰ τὴν ἐνυπάρχουσάν μοι μετρίως τῶν πραγμάτων κατάληψιν, μίαν ἐπιγνοὺς ὁδὸν βοηθείας ταῖς καθʼ ἡμᾶς ἐκκλησίαις, τὴν παρὰ τῶν δυτικῶν ἐπισκόπων σύμπνοιαν. εἰ γὰρ βουληθεῖεν, ὃν ἀνέλαβον ὑπὲρ ἑνὸς ἢ δύο τῶν κατὰ τὴν δύσιν ἐπὶ κακοδοξίᾳ φωραθέντων ζῆλον, τοῦτον καὶ ὑπὲρ τῆς παροικίας τῶν καθʼ ἡμᾶς μερῶν ἐπιδείξασθαι, τάχα ἄν τι γένοιτο τοῖς κοινοῖς ὄφελος, τῶν τε κρατούντων τὸ ἀξιόπιστον τοῦ πλήθους δυσωπουμένων, καὶ τῶν ἑκασταχοῦ λαῶν ἀκολουθούντων αὐτοῖς ἀναντιρρήτως.

  47. 66.2

    Τίς οὖν ταῦτα διαπράξασθαι τῆς σῆς συνέσεως δυνατώτερος; τίς συνιδεῖν τὸ δέον ὀξύτερος; τίς ἐνεργῆσαι τὰ χρήσιμα πρακτικώτερος; τίς πρὸς τὴν καταπόνησιν τῶν ἀδελφῶν συμπαθέστερος; τίς τῆς σεμνοτάτης σου πολιᾶς πάσῃ τῇ δύσει αἰδεσιμώτερος; κατάλιπέ τι μνημόσυνον τῷ βίῳ τῆς σῆς ἐπάξιον πολιτείας, τιμιώτατε πάτερ. τοὺς μυρίους ἐκείνους ὑπὲρ τῆς εὐσεβείας ἄθλους ἑνὶ τούτῳ κατακόσμησον ἔργῳ. ἔκπεμψόν τινας ἐκ τῆς ἁγίας τῆς ὑπὸ σὲ ἐκκλησίας ἄνδρας δυνατοὺς ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ πρὸς τοὺς κατὰ τὴν δύσιν ἐπισκόπους· διήγησαι αὐτοῖς τὰς κατασχούσας ἡμᾶς συμφοράς· ὑπόθου τρόπον ἀντιλήψεως· γενοῦ Σαμουὴλ ταῖς ἐκκλησίαις· πολεμουμένοις τοῖς λαοῖς συγκακοπάθησον· ἀνένεγκε εἰρηνικὰς προσευχάς· αἴτησον χάριν παρὰ τοῦ Κυρίου, εἰρήνης τι μνημόσυνον ἐναφεῖναι ταῖς ἐκκλησίαις. οἶδα ὅτι ἀσθενεῖς αἱ ἐπιστολαὶ πρὸς συμβουλὴν τοῦ τοσούτου πράγματος. ἀλλʼ οὔτε αὐτὸς τῆς παρʼ ἑτέρων παρακλήσεως χρῄζεις, οὐ μᾶλλόν γε ἢ τῶν ἀγωνιστῶν οἱ γενναιότατοι τῆς παρὰ τῶν παίδων ὑποφωνήσεως· οὔτε ἡμεῖς ἀγνοοῦντα διδάσκομεν, ἀλλʼ ἐσπουδακότι τὴν ὁρμὴν ἐπιτείνομεν.

  48. 66.3

    Πρὸς μὲν οὖν τὰ λοιπὰ τῆς ἀνατολῆς ἴσως σοι καὶ πλειόνων συνεργίας προσδεῖ, καὶ ἀνάγκη ἀναμένειν τοὺς ἐκ τῆς δύσεως. ἡ μέντοι τῆς κατὰ τὴν Ἀντιόχειαν ἐκκλησίας εὐταξία προδήλως τῆς σῆς ἤρτηται θεοσεβείας· ὥστε τοὺς μὲν οἰκονομῆσαι, τοὺς δὲ καθησυχάσαι, ἀποδοῦναι δὲ τὴν ἰσχὺν τῇ ἐκκλησίᾳ διὰ τῆς συμφωνίας. καὶ γὰρ ὅτι ὀφείλεις, κατὰ τοὺς σοφωτάτους τῶν ἰατρῶν, τῆς ἐπιμελείας ἐκ τῶν καιριωτάτων ἄρχεσθαι, παντὸς ἀκριβέστερον αὐτὸς ἐπίστασαι. τί δʼ ἂν γένοιτο ταῖς κατὰ τὴν οἰκουμένην ἐκκλησίαις τῆς Ἀντιοχείας ἐπικαιριώτερον; ἣν εἰ συνέβη πρὸς ὁμόνοιαν ἐπανελθεῖν, οὐδὲν ἐκώλυεν, ὥσπερ κεφαλὴν ἐρρωμένην, παντὶ τῷ σώματι ἐπιχορηγεῖν τὴν ὑγίειαν. τῷ ὄντι δὲ τῆς σῆς δεῖται σοφίας καὶ εὐαγγελικῆς συμπαθείας τὰ ἐκείνης τῆς πόλεως ἀρρωστήματα· ἥ γε οὐχ ὑπὸ τῶν αἱρετικῶν διατέτμηται μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν τὰ αὐτὰ φρονεῖν ἀλλήλοις λεγόντων διασπᾶται. ταῦτα δὲ ἑνῶσαι καὶ εἰς ἑνὸς σώματος συναγαγεῖν ἁρμονίαν ἐκείνου μόνου ἐστί, τοῦ καὶ τοῖς ξηροῖς ὀστέοις τὴν εἰς νεῦρα καὶ σάρκα πάλιν ἐπάνοδον τῇ ἀφάτῳ αὐτοῦ δυνάμει χαριζομένου. πάντως δὲ τὰ μεγάλα ὁ Κύριος διὰ τῶν ἀξίων αὐτοῦ ἐνεργεῖ. πάλιν οὖν καὶ ἐνταῦθα τῇ σῇ μεγαλοφυΐᾳ πρέπειν τὴν τῶν τηλικούτων διακονίαν ἐλπίζομεν, ὥστε καταστορέσαι μὲν τοῦ λαοῦ τὸν τάραχον, παῦσαι δὲ τὰς μερικὰς προστασίας, ὑποτάξαι δὲ πάντας ἀλλήλοις ἐν ἀγάπῃ, καὶ τὴν ἀρχαίαν ἰσχὺν ἀποδοῦναι τῇ Ἐκκλησίᾳ.

  49. 67.1

    Ἐμοὶ μὲν ἐξαρκοῦν ἐφάνη ἐν τοῖς προτέροις γράμμασι πρὸς τὴν σὴν τιμιότητα τοσοῦτον ἐνδείξασθαι, ὅτι πᾶν τὸ κατὰ τὴν πίστιν ἐρρωμένον τοῦ κατὰ τὴν ἁγίαν ἐκκλησίαν Ἀντιοχείας λαοῦ εἰς μίαν συμφωνίαν καὶ ἕνωσιν χρὴ ἐναχθῆναι, πρὸς τὸ δηλῶσαι, ὅτι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ δέοι τὰ εἰς μέρη πλείονα νῦν διῃρημένα συνάψαι. ἐπεὶ δὲ ὁ αὐτὸς οὗτος ὁ ἀγαπητὸς συνδιάκονος ἡμῶν Δωρόθεος ἐναργεστέραν τὴν περὶ τούτων ἐπεζήτησε μνήμην, ἀναγκαίως ἐπισημαινόμεθα, ὅτι καὶ πάσῃ τῇ ἀνατολῇ δι’ εὐχῆς, καὶ ἡμῖν τοῖς παντοίως αὐτῷ συνημμένοις ἐπιθυμητόν, αὐτὸν ἰδεῖν τὴν ἐκκλησίαν διέποντα τοῦ Κυρίου, τῇ τε πίστει ἀνεπίληπτον ὄντα, καὶ τῷ βίῳ οὐδεμίαν πρὸς τοὺς ἄλλους ἐπιδεχόμενον σύγκρισιν, καὶ τῷ τοῦ παντός, ὡς εἰπεῖν, σώματος τῆς ἐκκλησίας αὐτὸν προεστάναι, τὰ δὲ λοιπὰ οἷον μερῶν ἀποτμήματα εἶναι.

  50. 67.2

    Ὥστε πανταχόθεν ἀναγκαῖόν τε ὁμοῦ καὶ σύμφερον τῷ ἀνδρὶ τούτῳ συναφθῆναι τοὺς ἄλλους, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν τοὺς ἐλάττους· περὶ δὲ τοὺς ἄλλους γενέσθαι τινὰ οἰκονομίαν, τὴν κἀκείνοις πρέπουσαν, καὶ τὸν λαὸν εἰρηνεύουσαν, καὶ τῇ σῇ συνέσει καὶ περιβοήτῳ ἐντρεχείᾳ καὶ σπουδῇ ἐπιβάλλουσαν. πάντως δὲ οὐκ ἔλαθέ σου τὴν ἀνυπέρβλητον φρόνησιν, ὅτι ἤδη καὶ τοῖς ὁμοψύχοις σου τοῖς κατὰ τὴν δύσιν τὰ αὐτὰ ταῦτα συνήρεσεν, ὡς δηλοῖ τὰ γράμματα τὰ διὰ τοῦ μακαρίου Σιλουανοῦ κομισθέντα ἡμῖν.

  51. 68.1

    Τέως μὲν ἐβουλήθημεν κατασχεῖν παρʼ ἑαυτοῖς τὸν εὐλαβέστατον ἀδελφὸν Δωρόθεον τὸν συνδιάκονον, ὥστε, ἐπὶ τῷ τέλει τῶν πραγμάτων ἀποπεμψάμενοι, γνωρίσαι δι’ αὐτοῦ ἕκαστα τῶν πεπραγμένων τῇ τιμιότητί σου. ἐπεὶ δὲ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενοι εἰς πολὺ τοῦ χρόνου παρετάθημεν, καὶ ἅμα, ὡς ἐν ἀπόροις, βουλή τις ἡμῖν ἐνέπεσε περὶ τῶν πρακτέων, ἀπεστείλαμεν τὸν προειρημένον ἄνδρα καταλαβεῖν ὑμῶν τὴν ὁσιότητα, καὶ δι’ ἑαυτοῦ τε ἀνενεγκεῖν ἕκαστα, καὶ τὸ ὑπομνηστικὸν ἡμῶν ἐπιδεῖξαι, ἵνα, εἰ φανείη χρησίμως ἔχειν τὰ παρʼ ἡμῶν ἐννοηθέντα, εἰς ἔργον ἐλθεῖν παρὰ τὴς ὑμετέρας τελειότητος σπουδασθείη.

  52. 68.2

    Ὡς δὲ συντόμως εἰπεῖν, γνώμη ἐκράτησεν ἐπὶ τὴν Ῥώμην διαβῆναι τὸν αὐτὸν τοῦτον ἀδελφὸν ἡμῶν Δωρόθεον, διαναστῆσαί τινας τῶν ἀπὸ τῆς Ἰταλίας, πρὸς τὴν ἐπίσκεψιν ἡμῶν θαλάσσῃ χρησαμένους, ἵνα τοὺς ἐμποδίζοντας διαφύγωσι. τοὺς γὰρ παραδυναστεύοντας τοῖς κρατοῦσιν εἶδον μηδὲν βουλομένους μήτε δυναμένους ὑπομιμνήσκειν αὐτὸν περὶ τῶν ἐκβεβλημένων, ἀλλὰ τὸ μή τι χεῖρον ἰδεῖν ἐν ταῖς ἐκκλησίαις γινόμενον κέρδος τιθεμένους. εἰ οὖν καὶ τῇ σῇ φρονήσει χρήσιμον εἶναι τὸ βούλευμα παρασταίη, καταξιώσεις καὶ ἐπιστολὰς τυπῶσαι, καὶ ὑπομνηστικὰ ὑπαγορεῦσαι περὶ ὧν χρὴ διαλεχθῆναι αὐτὸν καὶ πρὸς τίνας. ὥστε δὲ ἔχειν ἀξιοπιστίαν τινὰ τὰ γράμματα, συμπαραλήψῃ πάντως τοὺς ὁμογνώμονας, κἂν μὴ παρῶσι. τὰ δʼ ἐνταῦθα ἔτι ἐστὶν ἐν ἀδήλῳ, τοῦ Εὐϊππίου παραγενομένου μέν, μηδὲν δὲ τέως ἐκφήναντος. ἀπειλοῦσι μέντοι καὶ συνδρομήν τινα ὁμογνωμόνων αὐτοῖς ἔκ τε τῆς Ἀρμενίας τῆς Τετραπόλεως, καὶ ἐκ τῆς Κιλικίας.

  53. 69.1

    Ἣν ἐκ παλαιοῦ περὶ τῆς σῆς τιμιότητος ὑπόληψιν ἔσχομεν, ταύτην ὁ χρόνος προϊὼν ἀεὶ βεβαιοῖ· μᾶλλον δὲ καὶ συναύξει ταῖς προσθήκαις τῶν κατὰ μέρος ἐπιγινομένων. ὅτι τῶν μὲν ἄλλων τοῖς πλείστοις ἐξαρκεῖ τὸ καθʼ ἑαυτὸν ἕκαστον περισκοπεῖν, σοὶ δὲ οὐχ ἱκανὸν τοῦτο, ἀλλʼ ἡ μέριμνά σοι πασῶν τῶν ἐκκλησιῶν τοσαύτη, ὅση καὶ τῆς ἰδίως παρὰ τοῦ κοινοῦ Δεσπότου ἡμῶν ἐμπιστευθείσης ἐπίκειται· ὅς γε οὐδένα χρόνον διαλείπεις διαλεγόμενος, νουθετῶν, ἐπιστέλλων, ἐκπέμπων τινὰς ἑκάστοτε τοὺς ὑποτιθεμένους τὰ βέλτιστα. καὶ νῦν δὲ ἀπὸ τοῦ ἱεροῦ πληρώματος τοῦ ὑπὸ σὲ κλήρου τὸν αἰδεσιμώτατον ἀδελφὸν Πέτρον ἐκπεμφθέντα μετὰ πολλῆς χαρᾶς ἐδεξάμεθα, καὶ τὸν ἀγαθὸν αὐτοῦ τῆς ἀποδημίας σκοπὸν ἀπεδεξάμεθα, ὃν ἐπιδείκνυται κατʼ ἐντολὰς τῆς σῆς τιμιότητος, τὰ ἀντιτείνοντα προσαγόμενος, καὶ τὰ διεσπασμένα συνάπτων. ὅθεν τι καὶ ἡμεῖς συμβαλέσθαι τῇ περὶ τοῦτο σπουδῇ βουληθέντες, ἐνομίσαμεν ἐπιτηδειοτάτην ἀρχὴν τοῖς πράγμασι δώσειν, εἰ, ὥσπερ ἐπὶ κορυφὴν τῶν ὅλων, ἐπὶ τὴν σὴν ἀναδράμοιμεν τελειότητα, καὶ σοὶ συμβούλῳ τε χρησαίμεθα καὶ ἡγεμόνι τῶν πράξεων. ὅθεν καὶ τὸν ἀδελφὸν Δωρόθεον, τὸν διάκονον τῆς ὑπὸ τὸν τιμιώτατον ἐπίσκοπον Μελέτιον ἐκκλησίας, ἀγαθῷ κεχρημένον περὶ τὴν τῆς πίστεως ὀρθότητα ζήλῳ, καὶ ἐπιθυμοῦντα καὶ αὐτὸν τὴν εἰρήνην τῶν ἐκκλησιῶν ἐπιδεῖν, πρὸς τὴν σὴν θεοσέβειαν ἀνεπέμψαμεν, ὥστε, ταῖς σαῖς ὑποθήκαις ἀκολουθοῦντα (ἃς καὶ τῷ χρόνῳ καὶ τῇ τῶν πραγμάτων πείρᾳ, καὶ τῷ ὑπὲρ τοὺς ἄλλους ἔχειν τὴν ἐκ τοῦ Πνεύματος συμβουλίαν, ἀσφαλεστέρας ποιεῖσθαι δύνασαι), οὕτως ἐγχειρεῖν τοῖς σπουδαζομένοις.

  54. 69.2

    Ὃν καὶ ὑποδέξῃ δηλονότι, καὶ προσβλέψεις εἰρηνικοῖς ὀφθαλμοῖς, στηρίξας τε αὐτὸν τῇ διὰ τῶν προσευχῶν βοηθείᾳ, καὶ ἐφοδιάσας γράμμασι, μᾶλλον δὲ καὶ παραζεύξας τινὰς τῶν αὐτόθεν σπουδαίων, ἐπὶ τὰ προκείμενα ὁδηγήσεις. ἐφάνη δὲ ἡμῖν ἀκόλουθον ἐπιστεῖλαι τῷ ἐπισκόπῳ Ῥώμης, ἐπισκέψασθαι τὰ ἐνταῦθα, καὶ δοῦναι γνώμην, ἵνʼ ἐπειδὴ ἀπὸ κοινοῦ καὶ συνοδικοῦ δόγματος ἀποσταλῆναί τινας δύσκολον τῶν ἐκεῖθεν, αὐτὸν αὐθεντῆσαι περὶ τὸ πρᾶγμα, ἐκλεξάμενον ἄνδρας ἱκανοὺς μὲν ὁδοιπορίας πόνους ὑπενεγκεῖν, ἱκανοὺς δὲ πραότητι καὶ εὐτονίᾳ ἤθους τοὺς ἐνδιαστρόφους τῶν παρʼ ἡμῖν νουθετῆσαι, ἐπιτηδείως δὲ καὶ οἰκονομικῶς κεχρημένους τῷ λόγῳ, καὶ πάντα ἔχοντας μεθʼ ἑαυτῶν τὰ μετὰ Ἀριμῖνον πεπραγμένα ἐπὶ λύσει τῶν κατʼ ἀνάγκην ἐκεῖ γενομένων· καὶ τοῦτο μηδενὸς εἰδότος, ἀψοφητὶ διὰ θαλάσσης ἐπιστῆναι τοῖς ὧδε, ὑπὲρ τοῦ φθάσαι τὴν αἴσθησιν τῶν ἐχθρῶν τῆς εἰρήνης.

  55. 69.3

    Ἐπιζητεῖται δὲ κἀκεῖνο παρά τινων τῶν ἐντεῦθεν, ἀναγκαίως, ὡς καὶ αὐτοῖς ἡμῖν καταφαίνεται, τὸν τὴν Μαρκέλλου αἵρεσιν αὐτοὺς ὡς χαλεπὴν καὶ βλαβερὰν καὶ τῆς ὑγιαινούσης πίστεως ἀλλοτρίως ἔχουσαν, ἐξορίσαι. ἐπεὶ μέχρι τοῦ νῦν ἐν πᾶσιν οἷς ἐπιστέλλουσι γράμμασι, τὸν μὲν δυσώνυμον Ἄρειον ἄνω καὶ κάτω ἀναθεματίζοντες καὶ τῶν ἐκκλησιῶν ἐξορίζοντες οὐ διαλείπουσι, Μαρκέλλῳ δέ, τῷ κατὰ διάμετρον ἐκείνῳ τὴν ἀσέβειαν ἐπιδειξαμένῳ, καὶ εἰς αὐτὴν τὴν ὕπαρξιν τῆς τοῦ Μονογενοῦς θεότητος ἀσεβήσαντι καὶ κακῶς τὴν τοῦ Λόγου προσηγορίαν ἐκδεξαμένῳ, οὐδεμίαν μέμψιν ἐπενεγκόντες φαίνονται. ὃς Λόγον μὲν εἰρῆσθαι τὸν Μονογενῆ δίδωσι, κατὰ χρείαν καὶ ἐπὶ καιροῦ προελθόντα, πάλιν δὲ εἰς τὸν ὅθεν ἐξῆλθεν ἐπαναστρέψαντα, οὔτε πρὸ τῆς ἐξόδου εἶναι, οὔτε μετὰ τὴν ἐπάνοδον ὑφεστάναι. καὶ τούτου ἀπόδειξις αἱ παρʼ ἡμῖν ἀποκείμεναι βίβλοι τῆς ἀδίκου ἐκείνης συγγραφῆς ὑπάρχουσιν. ἀλλʼ ὅμως τοῦτον οὐδαμοῦ διαβαλόντες ἐφάνησαν, καὶ ταῦτα αἰτίαν ἔχοντες ὡς, τὸ ἐξ ἀρχῆς κατʼ ἄγνοιαν τῆς ἀληθείας, καὶ εἰς κοινωνίαν αὐτὸν ἐκκλησιαστικὴν παραδεξάμενοι. ἐκείνου τε οὖν μνησθῆναι πρεπόντως ἀπαιτεῖ τὰ παρόντα, ὥστε μὴ ἔχειν ἀφορμὴν τοὺς θέλοντας ἀφορμήν, ἐκ τοῦ τῇ σῇ ὁσιότητι συνάπτειν τοὺς ὑγιαίνοντας καὶ τοὺς πρὸς τὴν ἀληθῆ πίστιν ὀκλάζοντας φανεροὺς πᾶσι ποιῆσαι· ὥστε τοῦ λοιποῦ γνωρίζειν ἡμᾶς τοὺς ὁμόφρονας, καὶ μή, ὡς ἐν νυκτομαχίᾳ, μηδεμίαν φίλων καὶ πολεμίων ἔχειν διάκρισιν. μόνον παρακαλοῦμεν εὐθὺς ὑπὸ τὸν πρῶτον πλοῦν ἐκπεμφθῆναι τὸν προειρημένον διάκονον, ἵνα δυνηθῇ κατὰ γοῦν τὸ ἐφεξῆς ἔτος γενέσθαι τι, ὧν προσευχόμεθα.

  56. 69.4

    Ἐκεῖνο δὲ καὶ πρὸ τῶν ἡμετέρων λόγων συνιεῖς τε αὐτὸς καὶ φροντιεῖς δηλονότι, ὅπως ἐπιστάντες, ἐὰν ὁ Θεὸς θέλῃ, μὴ ἐναφῶσι ταῖς ἐκκλησίαις τὰ σχίσματα, ἀλλὰ τοὺς τὰ αὐτὰ φρονοῦντας παντὶ τρόπῳ εἰς ἕνωσιν συνελάσωσι, κἄν τινας ἰδίας τῶν πρὸς ἀλλήλους διαφορῶν ἀφορμὰς εὕρωσιν ἔχοντας, ὑπὲρ τοῦ μὴ τὸν ὀρθοδοξοῦντα λαὸν εἰς πολλὰ κατατέμνεσθαι μέρη τοῖς προεστῶσι συναφιστάμενον. πάντα γὰρ δεῖ σπουδάσαι δεύτερα ἡγήσασθαι τῆς εἰρήνης, καὶ πρὸ πάντων τῆς κατὰ Ἀντιόχειαν ἐκκλησίας ἐπιμεληθῆναι, ὡς μὴ ἀσθενεῖν ἐν αὐτῇ τὴν ὀρθὴν μερίδα περὶ τὰ πρόσωπα σχιζομένην. μᾶλλον δέ, τούτων ἁπάντων καὶ αὐτὸς εἰς ὕστερον ἐπιμελήσῃ, ἐπειδάν, ὅπερ εὐχόμεθα, Θεοῦ συνεργοῦντός σοι, πάντας λάβῃς τὰ τῆς καταστάσεως τῶν ἐκκλησιῶν ἐπιτρέποντας.

  57. 70.1

    Ἀρχαιας ἀγάπης θεσμοὺς ἀνανεοῦσθαι, καὶ πατέρων εἰρήνην τὸ οὐράνιον δῶρον Χριστοῦ καὶ σωτήριον, ἀπομαρανθὲν τῷ χρόνῳ, πάλιν πρὸς τὴν ἀκμὴν ἐπαναγαγεῖν, ἀναγκαῖον μὲν ἡμῖν καὶ ὠφέλιμον, τερπνὸν δὲ εὖ οἶδα ὅτι καὶ τῇ σῇ φιλοχρίστῳ διαθέσει καταφανήσεται. τί γὰρ ἂν γένοιτο χαριέστερον, ἢ τοὺς τοσούτῳ τῷ πλήθει τῶν τόπων διῃρημένους τῇ διὰ τῆς ἀγάπης ἑνώσει καθορᾷν εἰς μίαν μελῶν ἁρμονίαν ἐν σώματι Χριστοῦ δεδέσθαι; ἡ ἀνατολὴ πᾶσα σχεδόν, τιμιώτατε πάτερ (λέγω δὲ ἀνατολὴν τὰ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρις Αἰγύπτου), μεγάλῳ χειμῶνι καὶ κλύδωνι κατασείεται, τῆς πάλαι μὲν σπαρείσης αἱρέσεως ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀληθείας Ἀρείου, νῦν δὲ πρὸς τὸ ἀναίσχυντον ἀναφανείσης καὶ οἱονεὶ ῥίζης πικρᾶς καρπὸν ὀλέθριον ἀναδιδούσης, κατακρατούσης λοιπὸν διὰ τὸ τοὺς μὲν καθʼ ἑκάστην παροικίαν προεστῶτας τοῦ ὀρθοῦ λόγου ἐκ συκοφαντίας καὶ ἐπηρείας τῶν ἐκκλησιῶν ἐκπεσεῖν, παραδοθῆναι δὲ τοῖς αἰχμαλωτίζουσι τὰς ψυχὰς τῶν ἀκεραιοτέρων τὴν τῶν πραγμάτων ἰσχύν. τούτων μίαν προσεδοκήσαμεν λύσιν τὴν τῆς ὑμετέρας εὐσπλαγχνίας ἐπίσκεψιν· καὶ ἐψυχαγώγησεν ἡμᾶς ἀεὶ τὸ παράδοξον τῆς ὑμετέρας ἀγάπης ἐν τῷ παρελθόντι χρόνῳ, καὶ φήμῃ φαιδροτέρᾳ πρὸς βραχὺ τὰς ψυχὰς ἀνερρώσθημεν, ὡς ἐσομένης ἡμῖν τινὸς ἐπισκέψεως παρʼ ὑμῶν. ὡς δὲ διημάρτομεν τῆς ἐλπίδος, μηκέτι στέγοντες ἤλθομεν ἐπὶ τὴν διὰ τοῦ γράμματος ἡμῶν παράκλησιν, διαναστῆναι ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν, καὶ ἀποστεῖλαί τινας τῶν ὁμοψύχων, ἢ τοὺς συμβιβάζοντας τοὺς διεστῶτας, ἢ εἰς φιλίαν τὰς ἐκκλησίας τοῦ Θεοῦ ἐπανάγοντας, ἢ τοὺς γοῦν αἰτίους τῆς ἀκαταστασίας φανερωτέρους ὑμῖν καθιστῶντας· ὥστε καὶ ὑμῖν φανερὸν εἶναι τοῦ λοιποῦ, πρὸς τίνας ἔχειν τὴν κοινωνίαν προσῆκε.

  58. 70.2

    Πάντως δὲ οὐδὲν καινὸν ἐπιζητοῦμεν, ἀλλὰ τοῖς τε λοιποῖς τῶν πάλαι μακαρίων καὶ θεοφίλων ἀνδρῶν σύνηθες, καὶ διαφερόντως ὑμῖν. οἴδαμεν γὰρ μνήμης ἀκολουθίᾳ, παρὰ τῶν πατέρων ἡμῶν αἰτηθέντων καὶ ἀπὸ γραμμάτων τῶν ἔτι καὶ νῦν πεφυλαγμένων παρʼ ἡμῖν, διδασκόμενοι, Διονύσιον ἐκεῖνον, τὸν μακαριώτατον ἐπίσκοπον, παρʼ ὑμῖν ἐπί τε ὀρθότητι πίστεως καὶ τῇ λοιπῇ ἀρετῇ διαπρέψαντα, ἐπισκεπτόμενον διὰ γραμμάτων τὴν ἡμετέραν ἐκκλησίαν τῶν Καισαρέων, καὶ παρακαλοῦντα τοὺς πατέρας ἡμῶν διὰ γραμμάτων, καὶ πέμπειν τοὺς ἀπολυτρουμένους ἐκ τῆς αἰχμαλωσίας τὴν ἀδελφότητα. ἐν χαλεπωτέρῳ δὲ νῦν καὶ σκυθρωποτέρῳ τὰ καθʼ ἡμᾶς, καὶ πλείονος δεόμενα τῆς ἐπιμελείας. οὐ γὰρ οἰκοδομημάτων γηΐνων καταστροφήν, ἀλλʼ ἐκκλησιῶν ἅλωσιν ὀδυρόμεθα· οὐδὲ δουλείαν σωματικήν, ἀλλʼ αἰχμαλωσίαν ψυχῶν καθʼ ἑκάστην ἡμέραν ἐνεργουμένην παρὰ τῶν ὑπερμαχούντων τῆς αἱρέσεως καθορῶμεν. ὥστε εἰ μὴ ἤδη διανασταίητε πρὸς τὴν ἀντίληψιν, μικρὸν ὕστερον οὐδὲ οἷς ὀρέξετε τὴν χεῖρα εὑρήσετε, πάντων ὑπὸ τὴν ἐπικράτειαν τῆς αἱρέσεως γενομένων.

  59. 71.1

    Ἐδεξάμην τὰ γράμματα τῆς σῆς εὐλαβείας διὰ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἑλληνίου· καὶ ὅσα ἐνέφηνας ἡμῖν, αὐτὸς ταῦτα γυμνῶς διηγήσατο. ἀκούσαντες δὲ ὅπως διετέθημεν, οὐκ ἀμφιβάλλεις πάντως. πλὴν ἀλλʼ ἐπειδὴ ἐκρίναμεν πάσης λύπης ἀνωτέραν ποιεῖσθαι τὴν πρὸς σὲ ἀγάπην ἐδεξάμεθα καὶ ταῦτα ὡς ἦν προσῆκον, καὶ εὐχόμεθα τῷ ἁγίῳ Θεῷ, τὰς λειπομένας ἡμέρας ἢ ὥρας οὕτω διαφυλαχθῆναι ἐν τῇ περὶ σὲ διαθέσει, ὡς καὶ ἐν τῷ κατόπιν χρόνῳ, ἐν ᾧ οὐδὲν ἡμῖν αὐτοῖς οὔτε μικρὸν οὔτε μεῖζον ἐλλελοιπόσι συνέγνωμεν.

  60. 71.2

    Εἰ δὲ ὁ δεῖνα ἄρτι, παρακύψαι φιλοτιμούμενος πρὸς τὸν βίον τῶν Χριστιανῶν, εἶτα οἰόμενος αὐτῷ σεμνότητά τινα φέρειν τὸ ἡμῖν συνανατρίβεσθαι, ἅ τε οὐκ ἤκουσε κατασκευάζει, καὶ ἃ μὴ ἐνόησεν ἐξηγεῖται, θαυμαστὸν οὐδέν. ἀλλʼ ἐκεῖνο θαυμαστὸν καὶ παράδοξον, ὅτι τούτων ἀκροατὰς ἔχει τοὺς γνησιωτάτους μοι τῶν παρʼ ὑμῖν ἀδελφῶν, καὶ οὐκ ἀκροατὰς μόνον, ἀλλὰ καὶ μαθητάς, ὡς ἔοικεν. εἴ γε καὶ ἄλλως ἦν παράδοξον τοιοῦτον μὲν εἶναι τὸν διδάσκοντα, ἐμὲ δὲ τὸν διασυρόμενον, ἀλλʼ οὖν τῶν καιρῶν ἡ καταστροφὴ ἐπαίδευσεν ἡμᾶς πρὸς μηδὲν δυσκολαίνειν. πάλαι γὰρ τὰ τούτων ἀτιμότερα συνήθη ἡμῖν γέγονε διὰ τὰς ἁμαρτίας ἡμῶν. ἐγὼ τοίνυν, εἰ μὲν οὐδέπω τοῖς αὐτοῦ ἀδελφοῖς δέδωκα πεῖραν τῆς ἐμαυτοῦ περὶ τὸν Θεὸν αἱρέσεως, οὐδὲ νῦν ἔχω τι ἀποκρίνασθαι· οὓς γὰρ οὐκ ἔπεισεν ὁ μακρὸς χρόνος, πῶς συμπείσει ἐπιστολὴ βραχεῖα; εἰ δὲ ἐκεῖνα αὐτάρκη, λῆροι νομιζέσθωσαν τὰ παρὰ τῶν διαβαλλόντων. πλήν γε ὅτι, ἐὰν ἐπιτρέψωμεν στόμασιν ἀχαλινώτοις καὶ καρδίαις ἀπαιδεύτοις λαλεῖν περὶ ὧν ἂν ἐθέλωσιν, καὶ ἕτοιμα ἔχωμεν πρὸς ὑποδοχὴν τὰ ὦτα, οὐ μόνον ἡμεῖς τὰ τῶν ἄλλων παραδεξόμεθα, ἀλλὰ καὶ ἕτεροι τὰ ἡμέτερα.

  61. 71.3

    Τούτων δὲ αἴτιον ἐκεῖνο, ὃ πάλαι μὲν παρεκάλουν μὴ γίνεσθαι, νῦν δὲ ἀπαγορεύσας σιωπῶ, τὸ μὴ συντυγχάνειν ἡμᾶς ἀλλήλοις. εἰ γὰρ κατὰ τὰς ἀρχαίας συνθήκας, καὶ κατὰ τὴν ὀφειλομένην νῦν ταῖς ἐκκλησίαις παρʼ ἡμῶν ἐπιμέλειαν, τὰ πολλὰ τοῦ ἐνιαυτοῦ μετʼ ἀλλήλων διήγομεν, οὐκ ἂν ἐδώκαμεν πάροδον τοῖς διαβάλλουσι. σὺ δέ, εἰ δοκεῖ, τούτους μὲν ἔα χαίρειν, αὐτὸς δὲ παρακλήθητι συγκάμνειν ἡμῖν εἰς τὸν προκείμενον ἀγῶνα καὶ συντυχεῖν μεθʼ ἡμῶν τῷ καθʼ ἡμῶν στρατευομένῳ. εἰ γὰρ ὀφθῇς μόνον, ἐφέξεις αὐτοῦ τὴν ὁρμὴν καὶ τοὺς συγκροτουμένους ἐπὶ τῷ καταστρέψασθαι τὰ τῆς πατρίδος πράγματα διαλύσεις, γνώριμον αὐτοῖς καταστήσας, ὅτι αὐτὸς τῇ τοῦ Θεοῦ χάριτι τοῦ καθʼ ἡμᾶς συλλόγου κατάρχεις, καὶ φράξεις πᾶν ἄδικον στόμα τῶν λαλούντων κατὰ τοῦ Θεοῦ ἀνομίαν. ἂν ταῦτα γένηται, αὐτὰ τὰ πράγματα δείξει, τίς μὲν ὁ κατακολουθῶν σοι ἐπὶ τὰ καλά, τίς δὲ ὁ μετοκλάζων καὶ προδιδοὺς δειλίᾳ τὸν λόγον τῆς ἀληθείας. ἐὰν δὲ τὰ τῆς ἐκκλησίας προδιδόμενα ᾖ, ὀλίγος μοι λόγος διὰ ῥημάτων πείθειν τοὺς τοσούτου με τιθεμένους ἄξιον, ὅσον ἂν τιμήσωνται ἄνθρωποι οὔπω ἑαυτοὺς μετρεῖν δεδιδαγμένοι. μετʼ οὐ πολὺ γάρ, τῇ τοῦ Θεοῦ χάριτι, ἡ διὰ τῶν ἔργων ἀπόδειξις τὰς συκοφαντίας ἐλέγξει, διοτι προσδοκῶμεν ὑπὲρ τοῦ λόγου τῆς ἀληθείας τάχα μέν τι καὶ μεῖζον πείσεσθαι· εἰ δὲ μή, πάντως γε τῶν ἐκκλησιῶν καὶ τῶν πατρίδων ἀπελαθήσεσθαι. ἐὰν δὲ καὶ μηδὲν τῶν ἐλπιζομένων γένηται, οὐ μακράν ἐστι τὸ τοῦ Χριστοῦ δικαστήριον. ὥστε, εἰ μὲν τὴν συντυχίαν διὰ τὰς ἐκκλησίας ἐπιζητεῖς ἕτοιμος συνδραμεῖν ὅπουπερ ἂν προκαλῇ· εἰ δέ, ἵνα τὰς συκοφαντίας διαλύσω, οὐ σχολή μοι νῦν ἀποκρίνασθαι περὶ τούτων.

  62. 72.1

    Οἶδά σου καὶ τὴν πρὸς ἡμᾶς ἀγάπην, καὶ τὴν περὶ τὰ καλὰ σπουδήν. διόπερ χρῄζων δυσωπῆσαι τὸν ποθεινότατον υἱὸν Καλλισθένην, ἡγησάμην, εἰ κοινωνόν σε λάβοιμι τῆς φροντίδος, ῥᾷον κατορθώσειν τὸ σπουδαζόμενον. λελύπηται ὁ ἀνὴρ κατὰ τοῦ λογιωτάτου Εὐστοχίου, καὶ λελύπηται δικαίαν λύπην. ἐγκαλεῖ αὐτοῦ τοῖς οἰκέταις θράσος κατʼ αὐτοῦ καὶ ἀπόνοιαν. τοῦτον ἀξιοῦμεν παρακληθῆναι, ἀρκεσθέντα τῷ φόβῳ, ὃν ἐφόβησεν αὐτούς τε τοὺς θρασυνομένους καὶ τοὺς τούτων δεσπότας, καταλῦσαι τὴν φιλονεικίαν, δόντα τὴν χάριν. οὕτω γὰρ ἀμφότερα ὑπάρξει· καὶ τὸ παρὰ ἀνθρώποις σεμνόν, καὶ τὸ παρὰ Θεῷ εὐδόκιμον, ἐὰν τῷ φόβῳ θελήσῃ τὸ μακρόθυμον ἀναμίξαι. αὐτός τε οὖν, εἴ τις σοι προϋπάρχει φιλία πρὸς τὸν ἄνδρα καὶ συνήθεια, αἴτησον παρʼ αὐτοῦ τὴν χάριν ταύτην· καὶ οὓς ἐὰν γνῷς ἐν τῇ πόλει δυναμένους αὐτὸν δυσωπῆσαι, κοινωνοὺς λάβε τῆς φροντίδος, εἰπὼν αὐτοῖς, ὅτι τὸ γινόμενον ἐμοὶ μάλιστα κεχαρισμένον ἔσται.

  63. 72.2

    Καὶ ἀπόπεμψαι τὸν συνδιάκονον πράξαντα ὧν ἕνεκεν ἀπεστάλη. αἰσχύνομαι γάρ, καταφυγόντων πρός με τῶν ἀνθρώπων, μὴ δυνηθῆναι αὐτοῖς γενέσθαι τι χρήσιμον.

  64. 73.1

    Ηὐχαρίστησα τῷ Θεῷ τοῖς γράμμασιν ἐντυχὼν τῆς εὐγενείας σου· πρῶτον μέν, ὅτι ἀνδρὸς τιμᾷν ἡμᾶς προαιρουμένου ἀφίκετό μοι προσηγορία· καὶ γὰρ πολλοῦ μὲν ἀξίαν τιθέμεθα τῶν ἀρίστων ἀνδρῶν τὴν συντυχίαν· δεύτερον δὲ εἰς εὐφροσύνην, τὸ μνήμης ἀγαθῆς τυγχάνειν. σύμβολον δὲ μνήμης γράμματα, ἅπερ ἐπειδὴ ἐδεξάμην καὶ κατέμαθον τὸν ἐν αὐτοῖς νοῦν, ἐθαύμασα ὅπως τῷ ὄντι κατὰ τὴν πάντων ὑπόληψιν πατρικὴν ἀπένειμε τὴν αἰδῶ. τὸ γὰρ φλεγμαίνοντα καὶ ὠργισμένον καὶ ὁρμήσαντα πρὸς τὴν τῶν λελυπηκότων ἄμυναν, παραλῦσαι μὲν τὸ πολὺ τῆς σφοδρότητος, ἡμᾶς δὲ τοῦ πράγματος κυρίους ποιήσασθαι, ἔδωκεν ἡμῖν εὐφρανθῆναι ὡς ἐπὶ τέκνῳ πνευματικῷ. ἀντὶ οὖν τούτων τί ἄλλο λειπόμενόν ἐστιν ἢ εὔχεσθαί σοι τὰ ἀγαθά ; φίλοις μέν σε ἥδιστον εἶναι, ἐχθροῖς δὲ φοβερόν, πᾶσι δὲ ὁμοίως αἰδέσιμον, ἵνα καὶ οἱ τῶν προσηκόντων τι ἐλλελοιπότες, αἴσθησιν λαβόντες τῆς ἐν σοὶ πραότητος, ἑαυτῶν καθάψωνται, ὅτι εἰς τοιοῦτόν σε ὄντα ἐξήμαρτον.

  65. 73.2

    Ἐπειδὴ οὖν προσέταξας τοὺς οἰκέτας ἐπὶ τὸν τόπον ἐν ᾧ τὴν ἀταξίαν ἐπεδείξαντο διαχθῆναι, ἀξιῶ τὸν σκοπὸν μαθεῖν, καθʼ ὃν ἐπιζητεῖ τοῦτο ἡ χρηστότης σου. εἰ μὲν γὰρ αὐτὸς παρέσῃ καὶ αὐτὸς εἰσπράξῃ τῶν τετολμημένων τὴν δίκην, παρέσονται μὲν οἱ παῖδες. τί γὰρ ἄλλο δεῖ γενέσθαι, εἰ τοῦτό σοι κέκριται ; πλὴν ἀλλʼ ἡμεῖς οὐκ οἴδαμεν ποίαν ἔτι χάριν εἰληφότες ἐσόμεθα, ἐάν περ μὴ ἐξαρκέσωμεν ἐξελέσθαι τοὺς παῖδας τῆς τιμωρίας. εἰ δὲ αὐτόν σε ἡ ἐπὶ τῆς λεωφόρου ἀσχολία καθέξει, τίς ὁ ὑποδεχόμενος ἐκεῖ τοὺς ἀνθρώπους ; τίς δὲ ὁ μέλλων αὐτοὺς ἀντὶ σοῦ ἀμύνεσθαι ; ἀλλʼ εἰ δοκεῖ σοι ἐλθεῖν αὐτοὺς εἰς ὄψιν καὶ τοῦτο πάντως κέκριται, μέχρι Σασίμων κέλευσον γενέσθαι αὐτῶν τὴν παράστασιν, καὶ αὐτοῦ δεῖξον σεαυτοῦ τὸ πρᾶον τοῦ ἤθους καὶ μεγαλόθυμον. λαβὼν γὰρ ὑποχειρίους τοὺς παροξύναντας, καὶ ἐν τούτῳ τὸ εὐκαταφρόνητον τῆς σεαυτοῦ ἀξίας ἐπιδειξάμενος, ἄφες αὐτοὺς ἀβλαβεῖς, ὡς ἐν τοῖς προτέροις γράμμασι παρεκαλέσαμεν, ἡμῖν μὲν διδοὺς τὴν χάριν, παρὰ δὲ Θεοῦ τὴν ἐφʼ οἷς ποιεῖς ἀντίδοσιν ἐκδεχόμενος.

  66. 73.3

    Καὶ ταῦτα λέγω, οὐχ ὡς οὕτως ὀφείλοντος τελεσθῆναι τοῦ πράγματος, ἀλλὰ συνενδιδοὺς τῇ ὁρμῇ σου, καὶ φοβούμενος μή τι ὑπολείπηται ἄπεπτον τοῦ θυμοῦ, καὶ ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ὀφθαλμῶν καὶ τὰ ἁπαλώτατα τῶν βοηθημάτων ὀδυνηρὰ φαίνεται, οὕτω καὶ νῦν ὁ ἡμέτερος λόγος ἐξαγριάνῃ σε μᾶλλον ἢ καταστείλῃ. ἐπεὶ τὸ εὐπρεπέστατον ἦν, καὶ σοὶ μέγιστον κόσμον ἐνεγκεῖν δυνάμενον καὶ ἐμοὶ ἀρκοῦν πρὸς τοὺς ἐμαυτοῦ φίλους καὶ ἡλικιώτας εἰς σεμνολόγημα, τὸ ἡμῖν ἐπιτραπῆναι τὴν ἐκδίκησιν. πάντως δὲ εἰ καὶ ὀμώμοσται σοὶ δοῦναι αὐτοὺς εἰς τιμωρίαν κατὰ τοὺς νόμους, οὔτε ἡ παρʼ ἡμῶν ἐπιτίμησις ἐλάττων ἐστὶν εἰς ἐκδίκησιν, οὔτε ὁ θεῖος νόμος ἀτιμότερος τῶν ἐμπολιτευομένων τῷ βίῳ νομίμων.

  67. 73.4

    Ἀλλʼ ἦν δυνατὸν αὐτούς, ἐνταῦθα ἐπιστραφέντας τοῖς ἡμετέροις νομίμοις, ἐν οἷς καὶ αὐτὸς τὴν ἐλπίδα ἔχεις τῆς σωτηρίας, καὶ σὲ τῆς ἐπὶ τῷ ὅρκῳ ἀνάγκης ἐλευθερῶσαι, καὶ αὐτοὺς σύμμετρον τοῖς ἡμαρτημένοις ἐκπληρῶσαι τὴν δίκην.

  68. 73.5

    Ἀλλὰ πάλιν μακρὰν ποιῶ τὴν ἐπιστολήν. ὑπὸ γὰρ τοῦ σφόδρα σπουδάζειν πιθανός σοι γενέσθαι, οὐδὲν τῶν εἰς διάνοιαν ἐρχομένων ἀποσιωπῆσαι ἀνέχομαι, φοβούμενος μὴ παρὰ τοῦτο ἄπρακτός μοι ἡ αἴτησις γένηται, ἐλλιπῶς μου τὴν διδασκαλίαν ποιησαμένου. ἀλλʼ, ὦ τιμιώτατον καὶ γνήσιον θρέμμα τῆς Ἐκκλησίας, βεβαίωσον καὶ ἐμοὶ τὰς ἐλπίδας, ἃς ἔχω νῦν ἐπὶ σοὶ καὶ τὰς πάντων συμφώνως περὶ τῆς σῆς ἐμμελείας καὶ πραότητος μαρτυρίας, καὶ ἐπίστειλον τῷ στρατιώτῃ ἀπαλλαγῆναι ἡμῶν ἐν τάχει, ὃς νῦν γε οὐδὲν ἐπαχθείας οὐδὲ ὕβρεως ἐλλέλοιπε, μᾶλλον αἱρούμενός σε μὴ λυπῆσαι ἢ πάντας ἡμᾶς οἰκείους ἔχειν καὶ φίλους.

  69. 74.1

    Ἐμὲ τί οἴει πόσου ποτʼ ἂν τιμήσασθαι τὸ εἰς ταὐτὸν ποθʼ ἡμᾶς ἀλλήλοις ἐλθεῖν καὶ ἐπὶ πλεῖον σοὶ συγγενέσθαι, ὥστε πάντων ἀπολαῦσαι τῶν ἐν σοὶ καλῶν ; καὶ γὰρ εἰ μέγα πρὸς μαρτυρίαν παιδεύσεως τὸ πολλῶν ἀνθρώπων ἰδεῖν ἄστεα, καὶ νόον γνῶναι, τοῦτο οἶμαι δι’ ὀλίγου χαρίζεσθαι τὴν σὴν ὁμιλίαν. τί γὰρ διαφέρει πολλοὺς ἰδεῖν κατὰ μέρος, ἢ ἕνα τὸν πάντων ὁμοῦ τὴν πεῖραν ἀναδεξάμενον ; μᾶλλον δὲ ἐγὼ καὶ πλεῖστον ἂν ἔχειν εἴποιμι τὸ διάφορον, ὅσα ἀταλαίπωρον τὴν γνῶσιν τῶν καλῶν προξενεῖ, καὶ καθαρὰν τῆς πρὸς τὸ χεῖρον ἐπιμιξίας συνάγει τὴν ἱστορίαν τῆς ἀρετῆς. εἴτε γὰρ πρᾶξις ἀρίστη, εἴτε λόγος μνήμης ἄξιος, εἴτε πολιτεῖαι ἀνδρῶν ὑπερπεφυκότων τοὺς ἄλλους, πάντα τῷ σῷ ταμιείῳ τῆς ψυχῆς ἐναπόκειται. ὥστε οὐκ εἰς ἐνιαυτὸν μόνον, ὡς ὁ Ἀλκίνοος τοῦ Ὀδυσσέως, ἀλλʼ εἰς πάντα μου τὸν βίον εὐξαίμην ἄν σου ἀκούειν, καὶ μακρὸν ἄν μοι γενέσθαι τούτου γε ἕνεκα τοῦτον, καὶ ταῦτα δυσκόλως πρὸς αὐτὸν διακείμενος. τί δήποτʼ οὖν ἐπιστέλλω νῦν, παρεῖναι δέον ; ὅτι με κάμνουσα ἡ πατρὶς ἐπείγει πρὸς ἑαυτήν. οἷα γὰρ πέπονθεν, οὐκ ἀγνοεῖς, ὦ ἄριστε· ὅτι Πενθέως τρόπον Μαινάδες ὄντως τινές, δαίμονες, αὐτὴν διεσπάσαντο. διαιροῦσι γὰρ αὐτὴν καὶ ἐπιδιαιροῦσιν· ὥσπερ οἱ κακοὶ τῶν ἰατρῶν, χαλεπώτερα τὰ ἕλκη ποιοῦντες τῇ παρʼ ἑαυτῶν ἀπειρίᾳ. ἐπεὶ οὖν κέκμηκε κατατεμνομένη, λείπεται αὐτὴν θεραπεύειν, ὡς ἀρρωστοῦσαν. ἐπέστειλαν οὖν ἐπείγοντες ἡμᾶς οἱ πολῖται· καὶ ἀνάγκη ἀπαντᾷν, οὐχ ὥς τι ὄφελος ἐσομένους τοῖς πράγμασιν, ἀλλὰ τὴν ἐκ τῆς ἀπολείψεως μέμψιν ἐκκλίνοντας. οἶσθα γάρ, ὡς εὔκολοι μὲν ἐλπίσαι οἱ ἀμηχανοῦντες, εὔκολοι δέ που καὶ καταμέμψασθαι, ἐπὶ τὸ παρεθὲν ἀεὶ τρέποντες τὰς αἰτίας.

  70. 74.2

    Καίτοι ἔγωγε καὶ αὐτοῦ τούτου ἕνεκεν ἐδεόμην σοι συνελθεῖν καὶ δοῦναι γνώμην· μᾶλλον δὲ παρακαλέσαι ἐνθυμηθῆναί τι νεανικὸν καὶ πρέπον τῷ σεαυτοῦ φρονήματι, καὶ εἰς γόνυ κλιθεῖσαν τὴν πατρίδα ἡμῶν μὴ περιιδεῖν, ἀλλὰ καταλαβόντα τὸ στρατόπεδον εἰπεῖν μετὰ παρρησίας τῆς σῆς μήτοι νομίζειν αὐτοὺς δύο κεκτῆσθαι ἀντὶ μιᾶς ἐπαρχίας. οὐ γὰρ ἐξ ἄλλης τινὸς οἰκουμένης ἐπεισήγαγον τὴν ἑτέραν, ἀλλὰ παραπλήσιόν τι πεποιήκασιν, ὥσπερ ἂν εἴ τις ἵππον ἢ βοῦν κεκτημένος, εἶτα διχῆ διελὼν δύο νομίζοι ἔχειν ἑνὸς ἄντι· οὔτε γὰρ δύο ἐποίησε, καὶ τὸν ἕνα διέφθειρεν· εἰπεῖν δὲ καὶ τοῖς παραδυναστεύουσι, μὴ τοῦτον αὔξειν τὸν τρόπον τὴν βασιλείαν, οὐ γὰρ ἐν ἀριθμῷ εἶναι τὴν δύναμιν, ἀλλʼ ἐν τοῖς πράγμασιν· ἐπεὶνῦν γε ἡγούμεθα τοὺς μὲν ἀγνοίᾳ τῆς ἀληθείας ἴσως, τοὺς δὲ τῷ μὴ βούλεσθαι λυπεῖν τοῖς ῥήμασι, τοὺς δὲ καὶ οὐ μέλον αὐτοῖς, περιορᾷν τὰ γινόμενα. εἰ μὲν οὖν ἦν δυνατὸν αὐτὸν ἐλθεῖν πρὸς βασιλέα, τοῦτο κράτιστον μὲν τοῖς πράγμασι, πρέπον δέ σου τῇ καλῇ τοῦ βίου προαιρέσει. εἰ δὲ βαρὺ ἄλλως καὶ διὰ τὴν ὥραν τοῦ ἔτους καὶ διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἔφης, σύντροφον ἔχουσαν ἐν ἑαυτῇ τὸν ὄκνον, ἀλλὰ τό γε ἐπιστεῖλαι πόνος οὐδείς. ὥστε, τὴν ἀπὸ τῶν γραμμάτων βοήθειαν χαριζόμενος τῇ πατρίδι, πρῶτον μὲν σαυτῷ συνειδήσεις μηδὲν τῶν εἰς δύναμιν ἡκόντων ἐλλελοιπότι, ἔπειτα μέντοι καὶ τοῖς κάμνουσιν, αὐτῷ τῷ φαίνεσθαι συναλγῶν, ἀρκοῦσαν δώσεις παραμυθίαν. ἀλλʼ εἴθε γὰρ ἦν οἷόν τε, αὐτὸν ἐπιστάντα τοῖς πράγμασιν, ὄψει λαβεῖν αὐτὰ τὰ σκυθρωπά. οὕτω γὰρ ἂν ἴσως, ἀπʼ αὐτῆς τῆς ἐναργείας τῶν ὁρωμένων συγκινηθείς, ἀφῆκάς τινα φωνὴν πρέπουσαν καὶ τῇ σῇ μεγαλονοίᾳ καὶ τῇ κατηφείᾳ τῆς πόλεως. σὺ δὲ ἀλλʼ ἡμῖν διηγουμένοις μὴ ἀπιστήσῃς. ἢ ὅτι Σιμωνίδου ὄντως ἤ τινος τοιούτου μελοποιοῦ ἐδεόμεθα, ἐναργῶς εἰδότος ἐπιστενάζειν τοῖς πάθεσι; καίτοι τί λέγω Σιμωνίδην; δέον Αἰσχύλον εἰπεῖν, ἢ εἰ δή τις ἕτερος, παραπλησίως ἐκείνῳ συμφορᾶς μέγεθος ἐναργῶς διαθέμενος, μεγαλοφώνως ὠδύρατο.

  71. 74.3

    Σύλλογοι μὲν γὰρ ἐκεῖνοι, καὶ λόγοι, αἱ κατʼ ἀγορὰν συντυχίαι τῶν ἐλλογίμων ἀνδρῶν, καὶ ὅσα πρότερον ἐποίει τὴν ἡμετέραν ὀνομαστὴν πόλιν ἡμᾶς ἐπιλελοίπασιν· ὥστε τῶν περὶ παιδείαν καὶ λόγους ἧττον ἂν φανείη νῦν τις ἐμβαλὼν τῇ ἀγορᾷ ἢ Ἀθήνησι πρότερον οἱ ἀτιμίαν κατεγνωσμένοι, ἢ τὰς χεῖρας ὄντες μὴ καθαροί. ἀντεισῆκται δὲ τούτοις Σκυθῶν τινῶν ἢ Μασσαγετῶν ἀμουσία· μία δὲ φωνὴ ἀπαιτούντων καὶ ἀπαιτουμένων καὶ ξαινομένων ταῖς μάστιξι. στοαὶ δʼ ἑκατέρωθεν σκυθρωπὸν ἐπηχοῦσαι οἷον οἰκείαν δοκοῦσιν ἀφιέναι φωνὴν τοῖς γινομένοις ἐπιστενάζουσαι. γυμνάσια δὲ κεκλεισμένα καὶ νύκτας ἀλαμπεῖς οὐκ ἐᾷ ἡμᾶς οὐδὲν λογίζεσθαι ἡ περὶ τοῦ ζῇν ἀγωνία. κίνδυνος γὰρ οὐχ ὁ τυχών, τῶν κρατούντων ὑφαιρεθέντων, ὥσπερ ἐρείσμασι πεσοῦσι συγκατενεχθῆναι τὰ πάντα. καὶ τίς ἂν λόγος τῶν κακῶν τῶν ἡμετέρων ἐφίκοιτο; οἱ μὲν οἴχονται φεύγοντες, μέρος τῆς βουλῆς ἡμῶν, οὐ τὸ φαυλότατον, τὴν ἀειφυγίαν Ποδανδοῦ προτιμήσαντες. ὅταν δὲ Ποδανδὸν εἴπω, τὸν Κεάδαν με οἴου λέγειν τὸν Λακωνικόν, ἢ εἴ που τῆς οἰκουμένης εἶδες βάραθρον αὐτοφυές, ἃ δὴ καὶ Χαρώνειά τισι προσαγορεύειν αὐτομάτως ἐπῆλθεν, ἀέρα νοσοποιὸν ἀναπνέοντα. τοιούτῳ τινὶ ἐοικὸς νόμισον καὶ τὸ Ποδανδοῦ κακόν· τριῶν τοίνυν μοιρῶν, οἱ μὲν φεύγουσιν αὐταῖς γυναιξὶ καὶ ἑστίαις ἀπαναστάντες· οἱ δὲ ἀπάγονται ὥσπερ αἰχμάλωτοι, οἱ πλεῖστοι τῶν ἐν τῇ πόλει ἄριστοι, ἐλεεινὸν φίλοις θέαμα, ἐχθροῖς δὲ εὐχὴν ἐκπληροῦντες, εἰ δή τις γέγονεν ὅλως τοσοῦτον ἡμῖν ἐπαρασάμενος. τριτάτη δέ που μοῖρα λέλειπται· οὗτοι δέ, τήν τε ἀπόλειψιν τῶν συνήθων οὐ φέροντες, καὶ ἅμα τῆς χρείας ἀτονώτεροι ἀπελεγχόμενοι, πρὸς αὐτὸ τὸ ζῇν ἀπειρήκασι.

  72. 74.4

    Ταῦτά σε φανερὰ ποιῆσαι πᾶσι παρακαλοῦμεν τῇ σεαυτοῦ φωνῇ καὶ τῇ σεαυτοῦ παρρησίᾳ τῇ δικαίᾳ, ἣν ἔχεις ἀπὸ τοῦ βίου, ἐκεῖνο σαφῶς προειπόντα, ὅτι, ἐὰν μὴ ταχὺ μεταβουλεύσωνται, οὐδʼ ἕξουσιν εἰς οὓς τὴν φιλανθρωπίαν ἐνδείξονται. ἢ γὰρ γενήσῃ τι ὄφελος τοῖς κοινοῖς, ἢ τό γε τοῦ Σόλωνος πεποιηκὼς ἔσῃ, ὃς τοῖς ἀπολειφθεῖσι τῶν πολιτῶν ἀμύνειν οὐκ ἔχων, τῆς ἀκροπόλεως ἤδη κατεχομένης, τὰ ὅπλα ἐνδὺς πρὸ τῶν θυρῶν ἐκαθέζετο, εὔδηλος ὢν τῷ σχήματι τοῖς γινομένοις οὐ συντιθέμενος. ἐκεῖνο δʼ ἀκριβῶς οἶδα, ὅτι, καὶ εἴ τίς σου νῦν τὴν γνώμην μὴ ἀποδέχοιτο, μικρὸν ὕστερόν σοι εὐνοίας τε ὁμοῦ καὶ συνέσεως τὴν μεγίστην δόξαν προσθήσει ὅταν ἴδῃ τὰ πράγματα κατὰ τὴν πρόρρησιν ἀπαντήσαντα.

  73. 75.1

    Πολλῶν ὄντων ἃ τὸ σὸν ἦθος ὑπὲρ τοὺς ἄλλους εἶναι πεποίηκεν, οὐδὲν οὕτως ἴδιόν ἐστι σὸν ὡς ἡ περὶ τὴν πατρίδα σπουδή, δικαίας αὐτῇ ἀποδιδόντος σου τὰς ἀμοιβάς, ἐξ ἧς ὁρμηθεὶς τοσοῦτος ἐγένου, ὥστε διὰ πάσης τῆς οἰκουμένης γνώριμον εἶναί σου τὴν περιφάνειαν. αὕτη τοίνυν ἡ πατρίς, ἡ σὲ ἐνεγκοῦσα καὶ θρεψαμένη, εἰς τὴν τῶν παλαιῶν διηγημάτων ἀπιστίαν περιελήλυθε· καὶ οὐκ ἄν τις ἐπιστὰς ἡμῶν τῇ πόλει, οὐδὲ τῶν πάνυ συνήθων, αὐτὴν γνωρίσειεν· οὕτως εἰς πᾶσαν ἐρημίαν ἀθρόως μετεσκεύασται, πολλῶν μὲν καὶ πρότερον αὐτῆς ἀφαιρεθέντων τῶν πολιτευομένων, νῦν δὲ σχεδὸν ἁπάντων εἰς τὴν Ποδανδὸν μετοικισθέντων. ὧν ἀκρωτηριασθέντες οἱ λειπόμενοι καὶ αὐτοὶ εἰς πᾶσαν ἀπόγνωσιν μεταπεπτώκασι, καὶ πᾶσι τοσοῦτον ἐνεποίησαν τῆς ἀθυμίας τὸν ὄγκον, ὥστε σπανίζειν λοιπὸν καὶ τῶν οἰκητόρων τὴν πόλιν, καὶ γεγενῆσθαι τὰ τῇδε ἐρημίαν δεινήν, ἐλεεινὸν μὲν φίλοις θέαμα, πολλὴν δὲ χαρὰν καὶ εὐθυμίαν φέρον τοῖς πάλαι ἐφεδρεύουσιν ἡμῶν τῷ πτώματι. τίνος οὖν ἐστὶ χεῖρα ἡμῖν ὀρέξαι ; ἢ τίνος συμπαθὲς ἐφʼ ἡμῖν ἀφεῖναι δάκρυον, ἀλλʼ οὐχὶ τῆς σῆς ἡμερότητος, ὃς καὶ ἀλλοτρίᾳ συμπαθοῖς πόλει τοιαῦτα καμνούσῃ, μὴ ὅτι γε τῇ σε παραγαγούσῃ εἰς τὸν βίον; εἴ τις οὖν δύναμις, ταύτην νῦν ἐπὶ τῆς παρούσης χρείας ἡμῖν ἐπίδειξαι. πάντως δὲ μεγάλην ἔχεις τὴν παρὰ τοῦ Θεοῦ ῥοπήν, ὃς ἐπʼ οὐδενὸς καιροῦ καταλέλοιπέ σε, καὶ πολλὰς ἔδωκέ σοι τῆς παρʼ ἑαυτοῦ εὐμενείας τὰς ἀποδείξεις· μόνον ἐὰν θελήσῃς ὅλως διαναστῆναι πρὸς τὴν ἐπιμέλειαν ἡμῶν, καὶ τῇ προσούσῃ σοι δυνάμει χρήσασθαι εἰς τὴν ὑπὲρ τῶν πολιτῶν βοήθειαν.

  74. 76.1

    Τὸ μὲν μέγεθος τῶν καταλαβουσῶν συμφορῶν τὴν πατρίδα ἡμῶν αὐτὸν ἐμὲ ἠνάγκαζε, καταλαβόντα τὸ στρατόπεδον, τῇ τε σῇ μεγαλοφυΐᾳ διηγήσασθαι τὴν κατέχουσαν ἡμῶν τὴν πόλιν κατήφειαν, καὶ τοῖς λοιποῖς ὅσοι ἐπὶ μεγίστης ἐστὲ δυνάμεως τῶν πραγμάτων. ἐπειδὴ δὲ ἥ τε τοῦ σώματος ἀρρωστία καὶ ἡ τῶν ἐκκλησιῶν ἐπιμέλεια κατέχει με, τέως διὰ γράμματος ἀποδύρασθαι πρὸς τὴν σὴν μεγαλόνοιαν ἐπείχθην, γνωρίζων, ὅτι οὔτε σκάφος ἐν πελάγει πνεύμασι βιαίοις καταβαπτισθὲν οὕτως ἀθρόως ἠφανίσθη ποτέ, οὐ σεισμοῖς ἐκτριβεῖσα πόλις, οὐχ ὕδασιν ἐπικλυσθεῖσα, εἰς ἀθρόον ἀφανισμὸν ἐχώρησεν οὕτως, ὡς ἡ ἡμετέρα τῇ καινῇ ταύτῃ τῶν πραγμάτων οἰκονομίᾳ καταποθεῖσα εἰς ἀπώλειαν ἐχώρησε παντελῆ. καὶ μῦθος γέγονε τὰ ἡμέτερα. οἴχεται μὲν γὰρ τὸ πολίτευμα· πᾶν δὲ τὸ πολιτικὸν σύνταγμα, τῇ περὶ τοὺς κρατοῦντας ἀθυμίᾳ καταλιπὸν τὴν ἐν τῇ πόλει οἴκησιν, διὰ τῆς ἀγροικίας πλανᾶται. ἐπιλέλοιπε δὲ λοιπὸν καὶ ἡ τῶν ἀναγκαίων διάθεσις, καὶ ὅλως ἀωρότατον θέαμα γεγένηται ἡ πρότερον ἀνδράσι τε λογίοις ἐπαγαλλομένη καὶ τοῖς λοιποῖς, οἷς εὐθηνοῦνται πόλεις ἀνευδεῶς διάγουσαι.

  75. 76.2

    Μίαν δὲ ἐνομίσαμεν ὡς ἐν δεινοῖς παραμυθίαν εἶναι, τὸ ἐπιστενάξαι τοῖς πάθεσιν ἡμῶν πρὸς τὴν σὴν ἡμερότητα, καὶ παρακαλέσαι, εἴ τις δύναμις, χεῖρα ὀρέξαι τῇ πόλει ἡμῶν εἰς γόνυ κλιθείσῃ. τὸν δὲ τρόπον δι’ οὗ ἂν γένοιο ἐν καιρῷ τοῖς πράγμασιν, αὐτὸς μὲν εἰσηγεῖσθαι οὐκ ἔχω, σοι δὲ πάντως καὶ εὑρεῖν διὰ τὴν σύνεσιν ῥᾴδιον, καὶ χρήσασθαι τοῖς εὑρεθεῖσι, διὰ τὴν παρὰ Θεοῦ σοι δεδομένην δύναμιν, οὐ χαλεπόν.

  76. 77.1

    Ἕν καὶ τοῦτο τῆς ἀγαθῆς ἀρχῆς τοῦ μεγάλου ἀπηλαύσαμεν Θηρασίου, τῆς σῆς λογιότητος τὴν ἐπιδημίαν συνεχῶς ἡμῖν γινομένην. τὸ αὐτὸ δὲ τοῦτο ἐζημιώθημεν στερηθέντες τοῦ ἄρχοντος. ἀλλʼ ἐπειδὴ τὰ ἅπαξ ἡμῖν παρὰ τοῦ Θεοῦ χαρισθέντα μένει βέβαια καὶ ταῖς ψυχαῖς ἀλλήλων ἐνοικούμενα διὰ τῆς μνήμης, εἰ καὶ τοῖς σώμασι διωρίσμεθα, γράφωμεν γοῦν συνεχῶς καὶ φθεγγώμεθα πρὸς ἀλλήλους τὰ ἀναγκαῖα, καὶ μάλιστα νῦν, ὅτε ὁ χειμὼν τὴν ὀλιγοχρόνιον ταύτην ἐκεχειρίαν ἐσπείσατο.

  77. 77.2

    Ἐλπίζομεν δὲ μὴ ἀπολείψεσθαί σε τοῦ θαυμασιωτάτου ἀνδρὸς Θηρασίου, πρέπον εἶναι κρίναντα κοινωνεῖν τῷ ἀνδρὶ τοιούτων φροντίδων, ἤ γ’ οὐ μὲν οὖν καὶ μάτην πρόφασιν ἀσμενίζοντα παρέχουσάν σοι ἰδεῖν τε τοὺς φίλους, καὶ παρʼ αὐτῶν θεαθῆναι. πολλὰ δὲ ἔχων εἰπεῖν καὶ περὶ πολλῶν, εἰς τὴν συντυχίαν ὑπερεθέμην, οὐκ ἀσφαλὲς εἶναι ἡγούμενος ἐπιστολαῖς τὰ τοιαῦτα καταπιστεύειν.

  78. 78.1

    Οὐκ ἔλαθεν ἡμᾶς ἡ ἀγαθή σου σπουδὴ περὶ τὸν αἰδεσιμώτατον ἑταῖρον ἡμῶν Ἐλπίδιον, ὅπως τῇ συνήθει σεαυτοῦ συνέσει ἔδωκας καιρὸν φιλανθρωπίας τῷ ἄρχοντι. ταύτην οὖν τὴν χάριν νῦν σε τελειῶσαι παρακαλοῦμεν διὰ τοῦ γράμματος, καὶ ὑπομνῆσαι τὸν ἄρχοντα οἰκείῳ προστάγματι ἐπὶ τῆς πατρίδος ἡμῶν καταστῆναι τὸν ἄνδρα πᾶσαν σχεδὸν τὴν φροντίδα τῶν δημοσίων ἐξηρτημένον. ὥστε πολλὰς ἕξεις καὶ εὐπροσώπους ὑποβάλλειν προφάσεις τῷ ἄρχοντι, ἐξ ὧν ἀναγκαίως ἐπιμένειν αὐτὸν τῇ πατρίδι ἡμῶν προστάξει. οἷα δὲ τὰ ἐνταῦθα, καὶ ὅσου ἄξιος τοῖς πράγμασιν ὁ ἀνήρ, πάντως οὐδὲν δεήσῃ παρʼ ἡμῶν διδαχθῆναι, αὐτὸς τῇ ἑαυτοῦ συνέσει ἀκριβῶς ἐπιστάμενος.

  79. 79.1

    Καὶ πρὸ τοῦ δέχεσθαι τὰ γράμματα, ᾔδειν τὸν πόνον ὃν ἔχεις ὑπὲρ πάσης ψυχῆς, ἐξαιρέτως δὲ ὑπὲρ τῆς ἡμετέρας ταπεινώσεως, διὰ τὸ προβεβλῆσθαι ἐν τῷ ἀγῶνι τούτῳ· καὶ δεξάμενος παρὰ τοῦ αἰδεσιμωτάτου Ἐλευσινίου τὰ γράμματα, καὶ αὐτὴν αὐτοῦ τὴν παρουσίαν θεασάμενος, ἐδόξασα τὸ θεῖον τὸ τοιοῦτον παραστάτην καὶ συνασπιστήν διὰ τῆς πνευματικῆς βοηθείας ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσι χαρισάμενον ἡμῖν. γινωσκέτω δὲ ἡ ἀνυπέρβλητός σου θεοσέβεια μέχρι νῦν προσβολὰς μέν τινας παρὰ τῶν μεγάλων ἀρχόντων ἡμῖν γεγενῆσθαι, καὶ ταύτας σφοδράς, τοῦ τε ἐπάρχου καὶ τοῦ περὶ τὸν κοιτῶνα διαλεχθέντων ἰδιοπαθῶς ὑπὲρ τῶν ἐναντίων· τέως δὲ ἀτρέπτως ἡμᾶς πᾶσαν προσβολὴν ὑπομεῖναι τῷ ἐλέει τοῦ Θεοῦ, τῷ χαριζομένῳ ἡμῖν τὴν συνεργίαν τοῦ Πνεύματος καὶ ἐνδυναμώσαντι ἡμῶν δι’ αὐτοῦ τὴν ἀσθένειαν.

  80. 80.1

    Ὅσον τῶν ἐκκλησιῶν τὰ ἀρρωστήματα ἐπὶ τὸ μεῖζον πρόεισι, τοσοῦτον πάντες ἐπὶ τὴν σὴν ἐπιστρεφόμεθα τελειότητα, μίαν ἑαυτοῖς ὑπολείπεσθαι τῶν δεινῶν παραμυθίαν τὴν σὴν προστασίαν πεπιστευκότες· ὃς καὶ τῇ δυνάμει τῶν προσευχῶν καὶ τῷ εἰδέναι τὰ βέλτιστα τοῖς πράγμασιν ὑποτίθεσθαι, διασώσασθαι ἡμᾶς ἐκ τοῦ φοβεροῦ τούτου χειμῶνος παρὰ πάντων ὁμοίως τῶν καὶ κατὰ μικρὸν ἢ ἀκοῇ ἢ πείρᾳ γνωριζόντων τὴν τελειότητα σοῦ πιστεύῃ. διὸ μὴ ἀνῇς καὶ προσευχόμενος ὑπὲρ τῶν ψυχῶν ἡμῶν καὶ διεγείρων ἡμᾶς τοῖς γράμμασιν· ὧν εἰ ᾔδεις ὁπόσον ἐστὶ τὸ ὠφέλιμον, οὐκ ἄν ποτε παραπεσοῦσάν σοι γραμμάτων ἀφορμὴν πρὸς ἡμᾶς ὑπερέβης. εἰ δὲ καταξιωθείημεν τῇ συνεργίᾳ τῶν προσευχῶν τοῦ ἰδεῖν σε καὶ ἀπολαῦσαι τῶν ἐν σοὶ ἀγαθῶν, καὶ προσθεῖναι τῇ ἱστορίᾳ τοῦ ἡμετέρου βίου τὴν συντυχίαν τῆς μεγάλης σου ὄντως καὶ ἀποστολικῆς ψυχῆς, πάντως ἂν ἑαυτοῖς ἐλογισάμεθα, ὧν ἐθλίβημεν ἐν πάσῃ τῇ ζωῇ ἡμῶν, ἀντίρροπον παρὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐσχηκέναι παραμυθίαν.

  81. 81.1

    Ὅσον εὐθύμησα δεξάμενος γράμματα τῆς ἀγάπης σου, τοσοῦτον ἐλυπήθην, ὅτι βάρος ἐπέθηκας ἡμῖν φροντίδος τῆς ὑπερβαινούσης ἡμᾶς. πῶς γὰρ δυνηθῶμεν ἀπὸ τοσούτου διαστήματος τοσαύτης ἡμεῖς οἰκονομίας περιγενέσθαι; ἕως μὲν γὰρ ὑμᾶς ἔχει ἡ Ἐκκλησία, ὡς ἰδίοις στηρίγμασιν ἐπαναπαύεται, ἐὰν δέ τι περὶ τῆς ὑμετέρας ζωῆς ὁ Κύριος οἰκονομήσῃ, τίνας δύναμαι ὁμοτίμους ἐντεῦθεν ὑμῖν εἰς τὴν ἐπιμέλειαν τῶν ἀδελφῶν ἐκπέμπειν; ὅπερ σὺ ἐπεζήτησας διὰ τῶν γραμμάτων, καλῶς ποιῶν καὶ ἐμφρόνως, βουλόμενος ζῶν ἰδεῖν τὸν μετὰ σὲ μέλλοντα κυβερνᾷν τὸ ἐκλεκτὸν ποίμνιον τοῦ Κυρίου· ὃ καὶ ὁ μακάριος Μωϋσῆς καὶ ἐπεθύμησε καὶ εἶδεν· ἐπεὶ οὖν καὶ ὁ τόπος μέγας καὶ περιβόητος, καὶ τὸ σὸν ἔργον παρὰ πολλοῖς ὀνομαστόν, καὶ οἱ καιροὶ χαλεποί, μεγάλου χρείαν ἔχοντες κυβερνήτου διὰ τὰς συνεχεῖς ζάλας καὶ τοὺς ἐπανισταμένους κλύδωνας τῇ Ἐκκλησίᾳ, οὐκ ἐνόμισα ἀσφαλὲς εἶναι τῇ ἐμῇ ψυχῇ ἀφωσιωμένως τῷ πράγματι χρήσασθαι, μάλιστα μεμνημένος ὧν ἔγραψας, ὅτι μέλλεις ἐπὶ τοῦ Κυρίου ἀντικαθίστασθαί μοι, δικαζόμενος πρός με ὑπὲρ τῆς ἀμελείας τῶν ἐκκλησιῶν.

  82. 81.2

    Ἵνα οὖν μὴ εἰσέλθω εἰς κρίσιν μετὰ σοῦ, ἀλλὰ μᾶλλον κοινωνόν σε εὕρω τῆς ἀπολογίας μου τῆς ἐπὶ τοῦ Χριστοῦ, περιβλεψάμενος ἐν τῷ συνεδρίῳ τοῦ πρεσβυτερίου τοῦ κατὰ τὴν πόλιν, ἐξελεξάμην τὸ τιμιώτατον σκεῦος, τὸν ἔκγονον τοῦ μακαρίου Ἑρμογένους, τοῦ τὴν μεγάλην καὶ ἄρρηκτον πίστιν γράψαντος ἐν τῇ μεγάλῃ συνόδῳ· πρεσβύτερον τῆς ἐκκλησίας ἐκ πολλῶν ἤδη ἐτῶν, εὐσταθῆ τὸν τρόπον, ἔμπειρον κανόνων, ἀκριβῆ τὴν πίστιν, ἐν ἐγκρατείᾳ καὶ ἀσκήσει μέχρι νῦν διάγοντα· εἰ καὶ ὅτι τὸ εὔτονον αὐτοῦ τῆς σκληραγωγίας λοιπὸν κατεδαπάνησε τὴν σάρκα· πτωχὸν καὶ μηδένα πορισμὸν ἔχοντα ἐν τῷ κόσμῳ τούτῳ, ὡς μηδὲ ἄρτου αὐτὸν εὐπορεῖν, ἀλλὰ διὰ τῶν χειρῶν ἐκπλέκειν τὸν βίον μετὰ τῶν ἀδελφῶν τῶν συνόντων αὐτῷ. τοῦτον ἐμοὶ βουλητόν ἐστιν ἀποστεῖλαι.

  83. 81.3

    Εἰ οὖν καὶ αὐτὸς τοιούτου χρῄζεις ἀνδρός, ἀλλὰ μὴ αὐτὸ τοῦτο νεωτέρου τινὸς ἐπιτηδείου μόνον πρὸς τὸ πέμπεσθαι καὶ τὰς βιωτικὰς ἐξανύειν χρείας, ταχύ μοι διὰ πρώτης ἀφορμῆς ἐπιστεῖλαι καταξίωσον, ἵνα πέμψω σοι τοῦτον τὸν ἄνδρα, ἐκλεκτὸν ὄντα τοῦ Θεοῦ, καὶ τῷ πράγματι ἐπιτήδειον, αἰδέσιμον τοῖς ἐντυγχάνουσι, καὶ ἐν πραότητι παιδεύοντα τοὺς ἀντιδιατιθεμένους. ὃν ἠδυνάμην καὶ εὐθὺς ἐκπέμψαι· ἀλλʼ ἐπειδὴ αὐτὸς προλαβὼν ἐπεζήτησας ἄνθρωπον, τὰ μὲν ἄλλα καλὸν καὶ ἀγαπητὸν ἡμῖν, τοῦ δὲ προειρημένου ἀνδρὸς παραπολὺ ἀποδέοντα, ἠβουλήθην σοι φανερὰν γενέσθαι τὴν ἐμαυτοῦ γνώμην ἵνʼ, εἰ χρῄζεις ἀνδρὸς τοιούτου, ἢ ἐκπέμψῃς τινὰ τῶν ἀδελφῶν τὸν συμπαραληψόμενον αὐτὸν περὶ τὰς νηστείας, ἢ ἐπιστείλῃς ἡμῖν, ἐὰν μηδένα ἔχῃς τὸν δυνάμενον τῆς μέχρις ἡμῶν ὁδοιπορίας τὸν κάματον ὑποστῆναι.

  84. 82.1

    Ὅταν μὲν πρὸς τὰ πράγματα ἀποβλέψωμεν καὶ τὰς δυσκολίας κατίδωμεν, ὑφʼ ὧν πᾶσα ἀγαθὴ ἐνέργεια οἷον ὑπό τινος δεσμοῦ ἐμποδιζομένη κατέχεται, εἰς ἀπόγνωσιν ἑαυτῶν ἐρχόμεθα παντελῆ· ὅταν δὲ πάλιν πρὸς τὴν σὴν ἀπίδωμεν σεμνοπρέπειαν, καὶ λογισώμεθα, ὅτι σὲ ἰατρὸν τῶν ἐν ταῖς ἐκκλησίαις ἀρρωστημάτων ὁ Κύριος ἡμῶν ἐταμιεύσατο, ἀναλαμβάνομεν ἑαυτῶν τοὺς λογισμούς, καὶ ἐκ τοῦ κατὰ τὴν ἀπόγνωσιν πτώματος πρὸς τὴν ἐλπίδα τῶν χρηστοτέρων διανιστάμεθα. λέλυται πᾶσα Ἐκκλησία, ὡς οὐδὲ ἡ σὴ φρόνησις ἀγνοεῖ. καὶ ὁρᾷς πάντως τὰ ἑκασταχοῦ, οἷον ἀφʼ ὑψηλῆς τινὸς σκοπιᾶς τῆς τοῦ νοῦ θεωρίας· ὅπως, καθάπερ ἐν πελάγει, πολλῶν ὁμοῦ συμπλεόντων, ὑπὸ τῆς βίας τοῦ κλύδωνος πάντες ὁμοῦ ἀλλήλοις προσρήγνυνται· καὶ γίνεται τὸ ναυάγιον, πῆ μὲν ἐκ τῆς ἔξωθεν αἰτίας βιαίως κινούσης τὴν θάλατταν, πῆ δὲ ἐκ τῆς τῶν ἐμπλεόντων ταραχῆς ἀντιβαινόντων ἀλλήλοις καὶ διωθουμένων. ἀρκεῖ ἐπὶ τῆς εἰκόνος ἐᾶσαι τὸν λόγον, οὔτε τῆς σῆς σοφίας ἐπιτρεπούσης τι πλέον, οὔτε τῆς καταστάσεως ἐπιτρεπούσης ἡμῖν τὴν παρρησίαν. καὶ πρὸς ταῦτα τίς ἱκανὸς κυβερνήτης; τίς ἀξιόπιστος διαναστῆσαι τὸν Κύριον ἐπιτιμῆσαι τῷ ἀνέμῳ καὶ τῇ θαλάσσῃ; τίς ἕτερος ἢ ὁ ἐκ παιδὸς τοῖς ὑπὲρ τῆς εὐσεβείας ἐναθλήσας ἀγῶσιν;

  85. 82.2

    Ἐπεὶ οὖν ὥρμηται νῦν γνησίως πᾶν τὸ περὶ ἡμᾶς ὑγιαῖνον κατὰ τὴν πίστιν εἰς τὴν πρὸς τοὺς ὁμοδόξους κοινωνίαν καὶ ἕνωσιν, θαρρούντως ἤλθομεν εἰς τὴν παράκλησίν σου τῆς ἀνεξικακίας, ἐπιστεῖλαι πᾶσιν ἡμῖν ἐπιστολὴν μίαν, παραίνεσιν ἔχουσαν τῶν πρακτέων. οὕτω γὰρ βούλονται παρὰ σοῦ τὴν ἀρχὴν ὑπάρξαι αὐτοῖς τῶν κοινωνικῶν διαλέξεων. ἐπειδὴ δὲ ἴσως ὕποπτοι καταφαίνονταί σοι τῇ μνήμῃ τῶν παρελθόντων, ἐκεῖνο ποίησον, θεοφιλέστατε πάτερ· ἐμοὶ τὰς πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς διάπεμψαι ἢ διά τινος τῶν αὐτόθεν πιστῶν, ἢ καὶ διὰ τοῦ ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἡμῶν, ἃς ὑποδεξάμενος οὐ ρότερον δώσω, μὴ λαβὼν τὰς παρʼ αὐτῶν αποκρίοεις· ἐὰν δὲ μή, Ἡμαρτηκὼς ἔσομαι εἰς σὲ πάσας τὰς ἡμέρας τῆς ζωῆς μου. πάντως δὲ οὐ πλείονος ἄξιον φόβου τοῦτο τῷ ἐξ ἀρχῆς εἰπόντι πρὸς τὸν πατέρα ἢ ἐμοὶ νῦν πρὸς σὲ τὸν πνευματικὸν πατέρα λέγοντι. εἰ δὲ τοῦτο παντὶ τρόπῳ ἀπηγόρευται παρὰ σοί, ἀλλʼ ἡμᾶς γε τῆς ἐπὶ τῇ διακονίᾳ αἰτίας ἄφες, ἀδόλως καὶ ἀκατασκεύως, ἐπιθυμίᾳ τῆς εἰρήνης καὶ τῆς πρὸς ἀλλήλους ἡμῶν συναφείας τῶν ὁμονοούντων εἰς τὰ πρὸς τὸν Κύριον, ἐπὶ τὴν πρεσβείαν ταύτην καὶ μεσιτείαν ἀφικομένους.

  86. 83.1

    Ἐμοὶ πρὸς τὴν σὴν εὐγένειαν συνήθεια μὲν καὶ ἡ κατʼ ὀφθαλμοὺς συντυχία πάνυ βραχεῖα γέγονε, γνῶσις δὲ ἡ ἐξ ἀκοῆς, δι’ ἧς πολλοῖς συναπτόμεθα τῶν ἐπιφανῶν, οὐκ ὀλίγη τε οὐδὲ εὐκαταφρόνητος. εἰ δὲ καὶ σοί τις ἐκ τῆς φήμης περὶ ἡμῶν ὑπάρχει λόγος, αὐτὸς ἂν εἰδείης ἄμεινον. τὸ δʼ οὖν σὸν παρʼ ἡμῖν τοιοῦτόν ἐστιν οἷον εἴπομεν. ἐπειδὴ δὲ ἐκάλεσέ σε ὁ Θεὸς εἰς πρᾶγμα φιλανθρωπίας ἐπίδειξιν ἔχον, δι’ οὗ δυνατόν ἐστι διορθωθῆναι ἡμῶν τὴν πατρίδα παντελῶς ἐδαφισθεῖσαν, ἡγοῦμαι πρέπειν μοι ὑπομνῆσαί σου τὴν χρηστότητα, ἵνα ἐπʼ ἐλπίδι τῆς παρὰ Θεοῦ ἀνταποδόσεως τοιοῦτον σεαυτὸν καταξιώσῃς παρασχέσθαι, ὥστε ἀθανάτου μὲν τῆς μνήμης ἀξιοῦσθαι, γενέσθαι δὲ αἰωνίων ἀναπαύσεων κληρονόμον, ἐκ τοῦ ἐλαφροτέρας ποιῆσαι τοῖς καταπονουμένοις τὰς θλίψεις.

  87. 83.2

    Ἐπειδὴ δὲ κἀμοί τίς ἐστι κτῆσις περὶ Χαμανηνήν, ἀξιῶ σε προστῆναι αὐτῆς ὡς οἰκείας. μὴ θαυμάζῃς δέ, εἰ ἐμαυτοῦ λέγω τὰ τῶν φίλων, μετὰ τῆς ἄλλης ἀρετῆς καὶ φιλίαν πεπαιδευμένος, καὶ μεμνημένος τοῦ σοφῶς εἰπόντος, ἄλλον ἑαυτὸν εἶναι τὸν φίλον. τὴν τοίνυν κτῆσιν τὴν διαφέρουσαν τῷδε, ταύτην ὡς ἐμαυτοῦ παρατίθεμαι τῇ τιμιότητί σου· καὶ παρακαλῶ, ἐπισκεψάμενον τὰ τῆς οἰκίας δυσχερῆ, δοῦναι αὐτοῖς καὶ τῶν παρελθόντων χρόνων παραμυθίαν, καὶ πρὸς τὸ μέλλον αἱρετὴν αὐτοῖς κατασκευάσαι τὴν οἴκησιν, τὴν φευκτὴν καὶ ἀπηγορευμένην διὰ τὸ πλῆθος τῆς ἐπικειμένης αὐτῇ συντελείας. σπουδάσω δὲ καὶ αὐτὸς περιτυχών σου τῇ κοσμιότητι ἐντελέστερον περὶ ἑκάστου διαλεχθῆναι.

  88. 84.1

    Σχεδὸν μὲν ἄπιστόν ἐστιν ὃ μέλλω γράφειν, γεγράψεται δὲ τῆς ἀληθείας ἕνεκεν. ὅτι, πᾶσαν ἔχων ἐπιθυμίαν ὡς οἷόν τε ἦν πυκνότατα διαλέγεσθαί σου τῇ καλοκἀγαθίᾳ, ἐπειδὴ εὗρον ταύτην γραμμάτων τὴν ἀφορμήν, οὐκ ἐπέδραμον τῷ ἑρμαίῳ, ἀλλʼ ἀπώκνησα καὶ ἀνεδύην. τὸ οὖν παράδοξον ἐν τούτῳ, ὅτι ἅπερ ηὐχόμην ὑπάρξαι, ταῦτα γενόμενα οὐκ ἐδεχόμην. αἴτιον δέ, ὅτι αἰσχύνομαι δοκεῖν, μὴ φιλίας γε ἕνεκεν καθαρῶς, ἀλλὰ χρείαν τινὰ θεραπεύων ἑκάστοτε, γράφειν. ἀλλά με ἐκεῖνο εἰσῆλθεν (ὃ καὶ σὲ βούλομαι διανοηθέντα, μήτοι νομίζειν ἡμᾶς ἐμπορικῶς μᾶλλον ἢ φιλικῶς ποιεῖσθαι τὰς διαλέξεις), ὅτι χρή τι διάφορον ἔχειν τὰς τῶν ἀρχόντων προσρήσεις παρὰ τοὺς ἰδιώτας. οὐ γὰρ ὁμοίως ἐντευκτέον ἡμῖν ἰατρῷ τε ἀνδρὶ καὶ τῷ τυχόντι, οὔτε ἄρχοντι δηλονότι καὶ ἰδιώτῃ· ἀλλὰ πειρατέον τοῦ μὲν ἐκ τῆς τέχνης, τοῦ δὲ ἀπὸ τῆς ἐξουσίας ἀπολαύειν εἰς τὰ ἡμέτερα. ὥσπερ οὖν τοῖς ἐν ἡλίῳ βαδίζουσιν ἕπεται πάντως ἡ σκιά, κἂν αὐτοὶ μὴ προέλωνται, οὕτω καὶ ταῖς πρὸς τοὺς ἄρχοντας ὁμιλίαις ἀκολουθεῖ τι καὶ παρεμπόρευμα, ἡ τῶν καμνόντων βοήθεια.

  89. 84.2

    Τὴν μὲν οὖν πρώτην αἰτίαν τῆς ἐπιστολῆς πληρούτω αὐτὸ τὸ προσειπεῖν σου τὴν μεγαλόνοιαν. ὅ, κἂν μηδεμία πρόφασις τῷ γράφειν προσῇ, ἀγαθὸν κεφάλαιον αὐτὸ χρὴ νομίζεσθαι. προσείρησο τοίνυν ἡμῖν, ὦ ἄριστε, καὶ φυλάττοιο τῷ βίῳ παντί, ἀρχὰς ἐξ ἀρχῶν ἀμειβων καὶ ἄλλοτε ἄλλους ταῖς ἐπιστασίαις εὐεργετῶν. τοῦτο γὰρ ἐμοί τε ποιεῖν σύνηθες, καὶ σοὶ ὀφειλόμενον παρὰ τῶν καὶ κατὰ μικρὸν πεπειραμένων τῆς περὶ τὸ ἄρχειν σου ἀρετῆς.

  90. 84.3

    Μετὰ δὲ τὴν εὐχήν, δέξαι καὶ τὴν ὑπὲρ τοῦ ἀθλίου γέροντος ἱκεσίαν, ὃν ἀφῆκε μὲν τῶν δημοσίων γράμμα βασιλικόν· μᾶλλον δὲ καὶ πρὸ τοῦ βασιλέως αὐτὸ τὸ γῆρας ἔδωκεν αὐτῷ τὴν ἀναγκαίαν ἀτέλειαν. ἐβεβαίωσας δὲ καὶ αὐτὸς τὴν ἄνωθεν χάριν αἰδοῖ τῆς φύσεως, καὶ προμηθείᾳ τῶν δημοσίων, ἐμοὶ δοκεῖν, ὡς ἂν μὴ ἀνθρώπῳ παρανοοῦντι διὰ τὸν χρόνον κινδυνεύοι τι τῶν κοινῶν.

  91. 84.4

    Δι’ ἑτέρας δὲ ὁδοῦ πάλιν πῶς αὐτὸν ἔλαθες, ὦ θαυμάσιε, παραγαγὼν εἰς τὸ μέσον; τὸν γὰρ ὑϊδοῦν αὐτοῦ, οὔπω τέταρτον ἔτος ἀπὸ γενέσεως ἄγοντα, κελεύσας τοῦ βουλευτηρίου μετέχειν, τί ἄλλο καὶ οὐχὶ τὸν πρεσβύτην διὰ τοῦ ἐκγόνου πάλιν ἐξ ἀρχῆς παράγεις εἰς τὰ δημόσια; ἀλλὰ νῦν ἱκετεύομεν ἀμφοτέρων σε λαβεῖν τῶν ἡλικιῶν οἶκτον, καὶ ἀμφοτέρους ἀνεῖναι διὰ τὰ προσόντα ἑκατέρῳ ἐλεεινά. ὁ μὲν γὰρ οὐκ εἶδε γονέας, οὐδʼ ἐγνώρισε, ἀλλὰ δι’ ἀλλοτρίων χειρῶν εἰς τὸν βίον τοῦτον εἰσῆλθεν, εὐθὺς ἐκ σπαργάνων ἀμφοτέρων ὀρφανισθείς· ὁ δὲ τοσοῦτον ἐταμιεύθη τῷ βίῳ, ὡς μηδὲν αὐτὸν εἶδος συμφορᾶς παρελθεῖν· ἐπεῖδε μὲν γὰρ υἱοῦ τελευτὴν ἄωρον· εἶδε δὲ οἶκον ἔρημον διαδόχων· ὄψεται δὲ νῦν, ἐὰν μή τι αὐτὸς ἄξιον τῆς σεαυτοῦ φιλανθρωπίας διανοηθῇς, τὴν παραμυθίαν τῆς ἀπαιδίας, ταύτην ἀφορμὴν αὐτῷ μυρίων γενησομένην κακῶν. οὐ γὰρ δήπου τὸ παιδίον εἰς βουλευτὰς συντελέσει, ἢ ἐκλέξει τὰς εἰσφοράς, ἢ στρατιώταις χορηγήσει τὸ σιτηρέσιον, ἀλλʼ ἀνάγκη πάλιν τοῦ ἀθλίου γέροντος τὴν πολιὰν καταισχύνεσθαι. δὸς οὖν χάριν καὶ τοῖς νόμοις ἀκόλουθον καὶ τῇ φύσει συμβαίνουσαν, τῷ μὲν προστάξας μέχρι τῆς τῶν ἀνδρῶν ἡλικίας συγχωρηθῆναι, τὸν δὲ ἐπὶ τῆς κλίνης ἀναμένειν τὸν θάνατον. πραγμάτων δὲ συνέχειαν καὶ τὸ τῆς ἀνάγκης ἀπαραίτητον ἄλλοι προβαλλέσθωσαν. οὐ γὰρ δὴ τοῦ σοῦ τρόπου ἢ κακῶς πράττοντας περιιδεῖν, ἢ νόμων ὀλιγωρῆσαι, ἢ φίλοις μὴ εἶξαι καθικετεύουσι, κἂν τὰ ἐξ ἀνθρώπων σε περιεστήκει πράγματα.

  92. 85.1

    Οὐ παυόμεθα κατὰ πᾶσαν σύνοδον διαμαρτυρόμενοι καὶ ἰδίᾳ ἐν ταῖς συντυχίαις περὶ τῶν αὐτῶν διαλεγόμενοι, ὥστε τοὺς ὅρκους ἐπὶ τοῖς δημοσίοις τελέσμασι μὴ ἐπάγεσθαι παρὰ τῶν ἀπαιτητῶν τοῖς ἀγροίκοις. λειπόμενον ἦν καὶ διὰ τοῦ γραμματος περὶ τῶν αὐτῶν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων διαμαρτύρασθαι, ὅτι προσήκει παύσασθαι ὑμᾶς τὸν θάνατον ταῖς ψυχαῖς τῶν ἀνθρώπων ἐπάγοντας, καὶ ἄλλους ἐπινοῆσαί τινας τρόπους τῶν ἀπαιτήσεων, τὰς δὲ ψυχὰς συγχωρῆσαι τοῖς ἀνθρώποις ἀτρώτους ἔχειν. ταῦτα πρὸς σὲ γράφομεν, οὐχ ὡς σοῦ δεομένου τῆς ἐκ τῶν λόγων παρακλήσεως (οἴκοθεν γὰρ ἔχεις τὰς περὶ τὸ φοβεῖσθαι τὸν Κύριον ἀφορμάς), ἀλλʼ ἵνα διὰ σοῦ πάντες οἱ ἀνεχόμενοί σου διδαχθῶσι μὴ παροργίζειν τὸν ἅγιον, μηδὲ ἀπηγορευμένον πρᾶγμα τῇ πονηρᾷ συνηθείᾳ εἰς ἀδιαφορίαν κατάγειν. καὶ γὰρ οὔτε ὄφελός τι αὐτοῖς πρὸς τὰς ἀπαιτήσεις ἐκ τῶν ὅρκων ἐστί, καὶ ὁμολογούμενον κακὸν τῇ ψυχῇ προσλαμβάνουσιν. ἐπειδὰν γὰρ καταμελετήσωσι τὰς ἐπιορκίας οἱ ἄνθρωποι, οὐκέτι ἑαυτοὺς ἐπείγουσι πρὸς τὴν ἔκτισιν, ἀλλὰ ἀπάτης ὅπλον καὶ ἀναβολῆς ἀφορμὴν ἐξευρῆσθαι αὐτοῖς τὸν ὅρκον οἴονται.

  93. 85.2

    Εἴτε οὖν ὀξεῖαν ἐπάγει τὴν ἀνταπόδοσιν τοῖς ἐπιωρκηκόσιν ὁ Κύριος, οὐχ ἕξουσι τοὺς ὑπακούοντας, τῶν ὑπευθύνων ὑπὸ τῆς τιμωρίας ἀναλωθέντων· εἴτε διὰ μακροθυμίας ἀνέχεται ὁ Δεσπότης (ὃ προλαβὼν εἶπον, ὅτι οἱ πεπειραμένοι τῆς ἀνοχῆς τοῦ Κυρίου καταφρονοῦσιν αὐτοῦ τῆς χρηστότητος), μὴ ἀνομείτωσαν διακενῆς, μηδὲ παροξυνέτωσαν ἐφʼ ἑαυτοὺς τὸν Θεόν.

  94. 85.3

    Εἴρηται ἡμῖν τὰ ἡμῖν ἐπιβάλλοντα· ὄψονται οἱ ἀπειθοῦντες.

  95. 86.1

    Οἶδα μεγίστην καὶ πρώτην σπουδὴν οὖσαν τῇ τιμιότητί σου πάντα τρόπον χαρίζεσθαι τῷ δικαίῳ, δευτέραν δὲ τὸ καὶ τοὺς φίλους εὖ ποιεῖν καὶ τῶν προσφευγόντων τῇ προστασίᾳ τῆς σῆς μεγαλονοίας ἀντιποιεῖσθαι. πάντα τοίνυν εἰς ταὐτὸν συνέδραμεν ἐπὶ τῆς παρούσης ὑποθέσεως. καὶ γὰρ δίκαιόν ἐστι τὸ πρᾶγμα, ὑπὲρ οὗ τὴν πρεσβείαν ποιούμεθα, καὶ ἡμῖν κεχαρισμένον, οὓς ἐν τοῖς φίλοις ἀριθμεῖν τοῖς σεαυτοῦ κατηξίωσας, καὶ ὀφειλόμενον τοῖς τὴν στερρότητά σου εἰς τὴν ὑπὲρ ὧν πεπόνθασι βοήθειαν ἐπικαλουμένοις.

  96. 86.2

    Σῖτον γάρ, ὃν μόνον εἶχε πρὸς τὴν ἀναγκαίαν τοῦ βίου διαγωγὴν ὁ ποθεινότατος ἀδελφὸς Δωρόθεος, διήρπασάν τινες ἐν Βηρίσοις τῶν τὰ δημόσια διοικεῖν πεπιστευμένων, εἴτε ἀφʼ ἑαυτῶν ἐλθόντες ἐπὶ τὴν βίαν, εἴτε καὶ ἑτέρων αὐτοῖς ὑποθεμένων. πλὴν οὐδαμόθεν αὐτοῖς τὸ πρᾶγμα ἀνέγκλητον, τί γὰρ ἧττον ἀδικεῖ ὁ οἴκοθεν πονηρὸς ἢ ὁ ἑτέρων κακίᾳ ὑπηρετούμενος ; καὶ τοῖς πεπονθόσιν ἡ ζημία ὁμοία. τοῦτον ἀξιοῦμεν, δι’ ὧν ἀφῃρέθη μὲν ἀπολαβεῖν, καὶ μὴ ἐξεῖναι αὐτοῖς ἐπὶ ἑτέροις τὴν αἰτίαν τῶν τετολμημένων ἀναφέρειν· ὅσου δὲ ἄξιον τὸ τὴν ἐκ τῆς σιτοδείας διαφυγεῖν ἀνάγκην, τοσούτου τὴν χάριν τιμησόμεθα τὴν παρὰ τῆς σῆς μεγαλοφυΐας, ἐὰν ἄρα δοῦναι καταξιώσῃς.

  97. 87.1

    Ἐθαύμασα πῶς, σοῦ μεσιτεύοντος, τοσοῦτον ἐτολμήθη κακὸν κατὰ τοῦ συμπρεσβυτέρου ὥστε ἣν μόνην εἶχεν ἀφορμὴν τοῦ βίου, ταύτην διαρπασθῆναι, καὶ τὸ δεινότατον, ὅτι οἱ τοῦτο τετολμηκότες ἐπὶ σὲ τὴν αἰτίαν ὧν πεποιήκασιν ἀναφέρουσιν· ὃν οὐχ ὅπως ἐπιτρέπειν τὰ τοιαῦτα γίνεσθαι, ἀλλὰ καὶ παντὶ σθένει διακωλύειν ἀκόλουθον ἦν, μάλιστα μὲν κατὰ πάντων, εἰ δʼ ἄρα, κατὰ γοῦν τῶν πρεσβυτέρων, καὶ τούτων ὅσοι ἡμῖν ὁμόψυχοι, καὶ τὴν αὐτὴν τῆς εὐσεβείας ὁδὸν πορευόμενοι. εἴ τι οὖν φροντίζεις τοῦ ἀναπαῦσαι ἡμᾶς, ταχέως διορθωθῆναι τὰ γενόμενα ποίησον. δύνασαι γὰρ σὺν Θεῷ καὶ ταῦτα καὶ ἔτι μείζω τούτων κατορθοῦν, οἷς ἂν ἐθέλῃς. ἐπέστειλα δὲ καὶ τῷ ἄρχοντι τῆς πατρίδος, ἵνα, ἐὰν ἀφʼ ἑαυτῶν μὴ θελήσωσι ποιῆσαι τὰ δίκαια, ἐκ τῆς κινήσεως τῶν δικαστηρίων ἀναγκασθῶσι ποιῆσαι.

  98. 88.1

    Τὴν δυσκολίαν τῆς συγκομιδῆς τοῦ πραγματευτικοῦ χρυσίου πάντων μάλιστα ἡ σὴ τιμιότης κατέμαθε· καὶ τῆς πενίας ἡμῶν οὐδένα μάρτυρα τοιοῦτον ἔχομεν, οἷον σέ, ὃς ἐκ τῆς μεγάλης φιλανθρωπίας καὶ συνέπαθες ἡμῖν καὶ συμπεριηνέχθης μέχρι τοῦ παρόντος τὰ δυνατά, οὐδαμοῦ τὸ πρᾶον τῆς ἑαυτοῦ τῶν τρόπων καταστάσεως ἐκ τῆς τῶν ἄνωθεν ἐπικειμένων ταραχῆς παρακινήσας. ἐπεὶ οὖν ὑπολείπεται ἡμῖν ἐκ τοῦ παντὸς σταθμοῦ ὀλίγον ἔτι χρυσίον, καὶ τοῦτο ἀνάγκη ἐκ τοῦ ἐράνου, εἰς ὃν προετρεψάμεθα πᾶσαν τὴν πόλιν, συγκομισθῆναι, παρακαλοῦμέν σου τὴν ἡμερότητα μικρόν τι ἐκτεῖναι ἡμῖν τὴν προθεσμίαν, πρὸς τὸ καὶ τοὺς ἔξω τῆς πόλεως ὑπομνησθῆναι. ἐν ἀγροῖς γάρ ἐστι τὸ πολὺ τῶν ἐν τέλει, ὡς οὐδὲ αὐτὸς ἀγνοεῖς. ἐὰν μὲν οὖν ᾖ δυνατὸν παρὰ τοσάσδε λίτρας ἐκπεμφθῆναι, τοσοῦτον γὰρ ἡμῖν ὑπολέλειπται, τοῦτο γενέσθαι παρακαλοῦμέν σε· κἀκεῖνο ἐπαποσταλήσεται ὕστερον· ἐὰν δὲ πᾶσα ᾖ ἀνάγκη ἀθρόον αὐτὸ παραπεμφθῆναι τοῖς θησαυροῖς, ὅπερ ἐξ ἀρχῆς ἠξιώσαμεν, πλατυτέραν ἡμῖν γενέσθαι τὴν προθεσμίαν.

  99. 89.1

    Ὁ ἀγαθὸς Θεός, παρασχόμενος ἡμῖν προφάσεις προσηγοριῶν πρὸς τὴν σὴν τιμιότητα, τὸ σφοδρὸν τοῦ πόθου παραμυθεῖται. μάρτυς γὰρ αὐτὸς τῆς ἐπιθυμίας ἡμῶν ἣν ἔχομεν εἰς τὸ θεάσασθαί σου τὸ πρόσωπον, καὶ ἀπολαῦσαι τῆς ἀγαθῆς σου καὶ ψυχωφελοῦς διδασκαλίας. καὶ νῦν δὲ διὰ τοῦ εὐλαβεστάτου καὶ σπουδαιοτάτου ἀδελφοῦ Δωροθέου τοῦ συνδιακόνου ἐρχομένου παρακαλοῦμέν σε προηγουμένως προσεύχεσθαι ὑπὲρ ἡμῶν, ἵνα μὴ πρόσκομμα ὦμεν τῷ λαῷ, μηδὲ ἐμπόδιον ταῖς ὑμετέραις εὐχαῖς πρὸς τὸ δυσωπῆσαι τὸν Κύριον. ἔπειτα καὶ ὑπομιμνήσκομεν καταξιῶσαί σε πάντα τυπῶσαι διὰ τοῦ προειρημένου ἀδελφοῦ, καὶ εἴ τι δεῖ ἐπισταλῆναι τοῖς κατὰ τὴν δύσιν, διὰ τὸ ὀφείλειν ἀναγκαίως καὶ δι’ ἡμετέρου αὐτοῖς ἀπενεχθῆναι γράμματα, αὐτὸν ὑπαγορεῦσαι τὰς ἐπιστολάς. ἡμεῖς γὰρ ἐπιτυχόντες Σαβίνου, τοῦ παρʼ αὐτῶν ἀποσταλέντος διακόνου, ἐπεστείλαμεν πρός τε τοὺς Ἰλλυριοὺς καὶ πρὸς τοὺς κατὰ τὴν Ἰταλίαν καὶ Γαλλίαν ἐπισκόπους, καί τινας τῶν ἰδίως πρὸς ἡμᾶς ἐπιστειλάντων. εὔλογον δὲ ὡς ἀπὸ κοινοῦ τῆς συνόδου ἀποσταλῆναί τινα τὸν κομίζοντα δεύτερα γράμματα, ἅπερ αὐτὸς κέλευσον τυπωθῆναι.

  100. 89.2

    Καὶ περὶ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου Ἀθανασίου ἀκριβῶς γινώσκουσαν τὴν τελείαν σου φρόνησιν ὑπομιμνήσκομεν, ὅτι ἀμήχανον τοῖς παρʼ ἐμοῦ γράμμασιν ἐπιδοῦναι ἢ ποιῆσαί τι τῶν ὀφειλομένων, ἐὰν μὴ καὶ παρʼ ὑμῶν, τῶν τότε τὴν κοινωνίαν αὐτοῦ ἀναβαλλομένων, δέξηταί τινα τρόπον. αὐτὸς γὰρ λέγεται πάνυ ὡρμῆσθαι πρὸς τὸ συναφθῆναι ἡμῖν, καὶ τὰ κατὰ δύναμιν συμβαλέσθαι, λυπεῖσθαι δέ, ὅτι καὶ τότε παρεπέμφθη ἀκοινώνητος, καὶ ἔτι νῦν ἀτελεῖς μένουσιν αἱ ὑποσχέσεις.

← Previous · Next → — showing 201300 of 1,035

Perseus Greek. CTS URN tlg2040.tlg004.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.