Ancient Textssearch the texts themselves, not just their titles

← Library

Epistulae

Perseus Greek · Perseus Greek · 1,035 sections

  1. 24.4

    Ἐκεῖνό γε μὴν οὐκ ἄκαιρον προσθεῖναι τῆς ἀληθείας ἕνεκεν, ὅτι οὐχ ὁ ἀδελφὸς Τιμόθεός ἐστιν ὁ χωρεπίσκοπος ὁ ἀνενεγκὼν ἡμῖν τὰ θρυλγηθέντα. οὔτε γὰρ ἐν συντυχίᾳ οὔτε διὰ γράμματος φαίνεται μικρόν τι ἢ μεῖζον διαβολῆς ἐχόμενον περὶ σοῦ φθεγξάμενος. ὥστε ἀκηκοέναι μέν τι οὐκ ἀρνούμεθα, οὐ μὴν Τιμόθεον εἶναι τὸν τὰς διαβολάς σοι κατασκευάζοντα. ἀκούοντες δὲ πάντως, εἰ μή τι ἄλλο, τὸ γοῦν τοῦ Ἀλεξάνδρου ποιήσομεν, τὴν ἑτέραν τῶν ἀκοῶν ἀκεραίαν ταμιευσόμεθα τῷ διαβαλλομένῳ.

  2. 25.1

    Ἀπήγγειλάν μοί τινες τῶν ἐκ τῆς Ἀγκύρας πρὸς ἡμᾶς ἀφικομένων, πολλοὶ δὲ οὗτοι καὶ οὐδὲ ἀριθμῆσαι ῥᾴδιον, σύμφωνα δὲ πάντες φθεγγόμενοι, σέ, τὴν φίλην κεφαλὴν (πῶς ἂν εὐφήμως εἴποιμι); οὐχ ὡς ἥδιστα μεμνῆσθαι ἡμῶν, οὐδὲ κατὰ τὸν σεαυτοῦ τρόπον. ἐμὲ δὲ οὐδὲν ἐκπλήσσει τῶν ἀνθρωπίνων, εὖ ἴσθι, οὐδὲ ἀπροσδόκητός ἐστιν οὐδενὸς τῶν πάντων μεταβολή, πάλαι τὸ τῆς φύσεως ἀσθενὲς καὶ τὸ εὐπερίτρεπτον πρὸς τὰ ἐναντία καταμαθόντα. ὅθεν οὔτʼ εἴ τι τῶν ἡμετέρων μεταπέπτωκε, καὶ ἐκ τῆς πρότερον τιμῆς λοιδορίαι καὶ ὕβρεις περὶ ἡμᾶς νῦν γίνονται, μέγα τοῦτο ποιοῦμαι. ἀλλʼ ἐκεῖνό μοι παράδοξον ὡς ἀληθῶς καὶ ὑπερφυὲς ἐφάνη, τὸ σὲ εἶναι τὸν οὕτω πρὸς ἡμᾶς ἔχοντα, ὥστε ὀργίζεσθαι ἡμῖν καὶ χαλεπαίνειν, ἤδη δέ τι καὶ ἀπειλεῖν, ὡς ὁ τῶν ἀκουσάντων λόγος.

  3. 25.2

    Τῶν μὲν οὖν ἀπειλῶν καὶ πάνυ (εἰρήσεται γὰρ τἀληθές) κατεγέλασα. ἦ κομιδῇ γ’ ἂν παῖς εἴην, τὰ τοιαῦτα μορμολύκεια δεδοικώς. ἐκεῖνο δέ μοι καὶ φοβερὸν καὶ πολλῆς φροντίδος ἄξιον ἔδοξε, τὸ τὴν σὴν ἀκρίβειαν, ἣν ἐν ὀλίγοις ἔρεισμά τε ὀρθότητος, καὶ τῆς ἀρχαίας καὶ ἀληθινῆς ἀγάπης σπέρμα εἰς παραμυθίαν ταῖς ἐκκλησίαις σώζεσθαι πεπιστεύκαμεν, ἐπὶ τοσοῦτον τῆς παρούσης καταστάσεως μετασχεῖν, ὥστε τὰς παρὰ τῶν τυχόντων βλασφημίας κυριωτέρας ποιήσασθαι τῆς μακρᾶς ἡμῶν πείρας, καὶ πρὸς τὴν τῶν ἀτόπων ὑπόνοιαν χωρὶς ἀποδείξεων ὑπαχθῆναι. καίτοι τί λέγω ὑπόνοιαν; ὁ γὰρ ἀγανακτήσας καὶ διαπειληθείς, ὥς φασιν, οὐχ ὑπονοοῦντος, ἀλλὰ τοῦ ἤδη σαφῶς καὶ ἀναντιῤῥήτως πεισθέντος δοκεῖ πως ὀργὴν ἐνδεδεῖχθαι.

  4. 25.3

    Ἀλλʼ, ὅπερ ἔφην, ἐπὶ τὸν καιρὸν τοῦτον ἀναφέρομεν τὴν αἰτίαν, ἐπεὶ πόσου πόνου ἦν, ὦ θαυμάσιε, ἐν ἐπιστολῇ βραχείᾳ περὶ ὧν ἐβούλου οἱονεὶ μόνον μόνῳ διαλεχθῆναι· ἤ, εἰ μὴ ἐπίστευες γραφῇ τὰ τοιαῦτα, πρὸς ἑαυτὸν μεταπέμψασθαι; εἰ δὲ πάντως ἐξειπεῖν ἔδει, καὶ ἀναβολῇ καιρὸν οὐκ ἐδίδου τὸ δυσκάθεκτον τῆς ὀργῆς, ἀλλʼ ἑνί γέ τινι τῶν ἐπιτηδείων καὶ στέγειν ἀπόῤῥητα πεφυκότων, ἐξῆν δή που τῶν πρὸς ἡμᾶς λόγων χρήσασθαι διακόνῳ. νυνὶ δὲ τίνος οὐχὶ περιτεθρύλληται τὰ ὦτα τῶν καθʼ ὁποιανδήποτε χρείαν ὑμῖν ἐπιφοιτώντων, ὡς ἡμῶν ἄτας τινὰς γραφόντων καὶ συγγραφόντων; τούτῳ γάρ σε κεχρῆσθαί φασι τῷ ῥήματι, οἱ ἐπὶ λέξεως τὰ σὰ διηγούμενοι. ἐμὲ δὲ ἐπὶ πολλὰ τὴν διάνοιαν ἀγαγόντα τὴν ἐμαυτοῦ, οὐδέν τι μᾶλλον τῆς ἀμηχανίας ἀφίησιν.

  5. 25.4

    Ὥστε με καὶ τοιοῦτόν τι εἰσῆλθε· μή τις τῶν αἱρετικῶν κακούργως τοῖς ἑαυτοῦ συγγράμμασι τὸ ἐμὸν ὄνομα παραγράψας, ἐλύπησέ σου τὴν ὀρθότητα καὶ ἐκείνην ἀφεῖναι τὴν φωνὴν προηγάγετο. οὐ γὰρ δὴ τοῖς γεγραμμένοις ὑφʼ ἡμῶν πρὸς τοὺς ἀνόμοιον κατʼ οὐσίαν τολμήσαντας εἰπεῖν τὸν Υἱὸν καὶ Θεὸν τῷ Θεῷ καὶ Πατρί, ἢ πρὸς τοὺς κτίσμα καὶ ποίημα εἶναι τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσαντας, ταύτην ἂν ἐπενεγκεῖν τὴν λοιδορίαν ἠνέσχου ὁ τοὺς μεγάλους ἄθλους ἐκείνους καὶ περιβοήτους ὑπὲρ τῆς ὀρθοδοξίας διενεγκών. λύσαις δʼ ἂν ἡμῖν τὴν ἀμηχανίαν αὐτός, εἰ ἐθελήσειας τὰ κινήσαντά σε πρὸς τὴν καθʼ ἡμῶν λύπην φανερῶς ἐξαγγεῖλαι.

  6. 26.1

    Χάρις τῷ Θεῷ, τῷ τὰ ἑαυτοῦ θαυμάσια καὶ ἐν σοὶ ἐπιδειξαμένῳ, καὶ ἐκ τοσούτου θανάτου διασώσαντί σε, τῇ τε πατρίδι καὶ ἡμῖν τοῖς προσήκουσι. λείπεται δὴ οὖν μὴ ἀχαρίστους ἡμᾶς ὀφθῆναι μηδʼ ἀναξίους τῆς τοσαύτης εὐεργεσίας. ἀλλὰ κατὰ δύναμιν τὴν ἡμετέραν διαγγέλλειν τοῦ Θεοῦ τὰ παράδοξα, καὶ ἧς ἔργῳ πεπειράμεθα φιλανθρωπίας, ταύτην ἀνυμνεῖν, καὶ μὴ λόγῳ μόνον ἀποδιδόναι τὴν χάριν, ἀλλὰ καὶ ἔργῳ τοιοῦτον γενέσθαι, οἷον καὶ νῦν εἶναι πειθόμεθα, τεκμαιρόμενοι τοῖς περί σε θαύμασι.

  7. 26.2

    Καὶ ἔτι μειζόνως τῷ Θεῷ δουλεύειν παρακαλοῦμεν, προσθήκαις ἀεὶ τὸν φόβον συναύξοντα καὶ εἰς τὸ τέλειον προκόπτοντα, ἵνα φρόνιμοι οἰκονόμοι τῆς ζωῆς ἡμῶν ἀποδειχθῶμεν, εἰς ἣν ἡμᾶς ἡ ἀγαθότης τοῦ Θεοῦ ἐταμιεύσατο. εἰ γὰρ καὶ πᾶσιν ἡμῖν πρόσταγμά ἐστι παραστῆσαι ἑαυτοὺς τῷ Θεῷ, ὡσεὶ ἐκ νεκρῶν ζῶντας, πῶς οὐχὶ μᾶλλον τοῖς ὑψωθεῖσιν ἐκ τῶν πυλῶν τοῦ θανάτου; τοῦτο δʼ ἂν μάλιστα, ὡς ἐμαυτὸν πείθω, κατορθωθείη, εἰ βουληθείημεν ἀεὶ τὴν αὐτὴν ἔχειν διάνοιαν, ἣν εἴχομεν ἐπὶ τοῦ καιροῦ τῶν κινδύνων. πάντως γάρ που εἰσῄει ἡμᾶς τοῦ βίου τὸ μάταιον, καὶ ὡς οὐδὲν πιστὸν τῶν ἀνθρωπίνων, οὔτε πάγιον, οὕτω ῥᾳδίως ἐχόντων τὰς μεταπτώσεις. καί πού τις μεταμέλεια μὲν ἔκ τε τῶν εἰκότων ἐνεγίνετο ἡμῖν, ἐπὶ τοῖς φθάσασιν ὑπόσχεσις δὲ περὶ τῶν ἐφεξῆς, εἰ περισωθείημεν, Θεῷ δουλεύειν καὶ ἑαυτῶν ἐπιμέλεσθαι κατὰ πᾶσαν ἀκρίβειαν. εἰ γάρ τινα ἡμῖν ἔννοιαν ὁ τοῦ θανάτου κίνδυνος ἐπικείμενος ἐνεδίδου, οἶμαί σε ἢ ταῦτα ἢ ἐγγύτατα τούτων ἀναλογίζεσθαι τηνικαῦτα.

  8. 26.3

    Ὥστε ἀναγκαίου ὀφλήματος ἐκτίσει ὑπεύθυνοι καθεστήκαμεν. ταῦτα ὁμοῦ μὲν περιχαρὴς ὢν τῇ τοῦ Θεοῦ δωρεᾷ, ὁμοῦ δὲ καὶ φροντίδα ἔχων περὶ τῶν μελλόντων, ἀπεθάρσησα ὑπομνῆσαι τὴν τελειότητά σου. σὸν δέ ἐστιν εὐμενῶς καὶ ἡμέρως προσέσθαι ἡμῶν τοὺς λόγους, ὡς καὶ ἐν ταῖς κατʼ ὀφθαλμοὺς ὁμιλίαις σοὶ ἦν σύνηθες.

  9. 27.1

    Ὅτε τῇ τοῦ Θεοῦ χάριτι καὶ τῇ βοηθείᾳ τῶν σῶν προσευχῶν μικρὸν ἀναφέρειν ἐκ τῆς ἀῤῥωστίας ἔδοξα καὶ ἀνελεξάμην ἐμαυτοῦ τὰς δυνάμεις, τότε ὁ χειμὼν ἐπεγένετο, οἴκοι καθείργων ἡμᾶς καὶ κατὰ χώραν μένειν συναναγκάζων. εἰ γὰρ καὶ πολλῷ κουφότερος τῆς συνηθείας ἀπήντησεν, ἀλλʼ οὖν ἔμοιγε ἱκανὸς εἰς ἐμπόδιον, οὐχ ὅπως ὁδοιπορεῖν δι’ αὐτοῦ, ἀλλʼ οὐδὲ μικρὸν προκύπτειν τοῦ δωματίου δύνασθαι.

  10. 27.2

    Ἔστι δέ μοι οὐδὲ τοῦτο μικρόν, τὸ καταξιοῦσθαι διὰ γραμμάτων ὁμιλεῖν τῇ θεοσεβείᾳ σου, καὶ τῇ ἐλπίδι τῶν ἀντιδόσεων ἤδη προαναπαύεσθαι. εἰ δὲ καὶ ὁ καιρὸς ἐνδοίη, καὶ τῆς ζωῆς ἡμῖν ἔτι λείποιτο χρόνος, καὶ μὴ ἄπορον ἡμῖν τὴν ὁδὸν ὁ λιμὸς ἀπεργάσαιτο, ταχὺ ἂν τύχοιμεν τῆς ἐπιθυμίας διὰ τῶν σῶν προσευχῶν· καὶ ἐπὶ τῆς ἑστίας σε καταλαβόντες κατὰ πᾶσαν σχολὴν τῶν μεγάλων θησαυρῶν τῆς ἐν σοὶ σοφίας ἐμφορηθείημεν.

  11. 28.1

    Ἀπῄτει μὲν τὰ συμβάντα τὴν ἡμῶν αὐτῶν παρουσίαν, τοῦ τε τὴν τιμὴν τῷ μακαρίῳ τοῖς οἰκειοτάτοις ὑμῖν συνεκπληρῶσαι, καὶ τοῦ τῆς ἐπὶ τῷ πάθει κατηφείας ἀπʼ αὐτῆς τῆς θέας τῶν σκυθρωποτέρων συμμετασχεῖν, καὶ ὥστε τῶν ἀναγκαίων βουλευμάτων ὑμῖν κοινωνῆσαι. ἐπεὶ δὲ τὴν σωματικὴν συνάφειαν πολλὰ τὰ διακωλύοντα, λειπόμενον ἦν διὰ τοῦ γράμματος κοινωνεῖν ὑμῖν τῶν παρόντων.

  12. 28.2

    Τὰ μὲν οὖν τοῦ ἀνδρὸς θαύματα, ἐφʼ οἷς καὶ μάλιστα τὴν ζημίαν ἡμῖν ἀφόρητον ὑπάρχειν λογιζόμεθα, οὔτʼ ἂν ἐπιστολῆς μέτρον ὑποδέξαιτο, καὶ ἄλλως ἄωρον ἀνδραγαθημάτων πλήθει τὸν λόγον προσάγειν, οὕτω συμπεπτωκυίας τῆς ψυχῆς ἡμῶν ἐπὶ τῇ λύπῃ. τί γὰρ τῶν ἐκείνου τοιοῦτον, οἷον ἢ τῆς μνήμης ἡμῶν ἐκπεσεῖν ἢ σιωπᾶσθαι ἄξιον νομισθῆναι; πάντα μὲν γὰρ ἀθρόως εἰσάπαξ εἰπεῖν ἀμήχανον, τὸ δὲ ἐκ μέρους λέγειν, δέδοικα μὴ προδοςίαν ἔχῃ τῆς ἀληθείας. οἴχεται ἀνὴρ διαφανέστατα δὴ τῶν καθʼ ἑαυτὸν πᾶσιν ὁμοῦ τοῖς ἀνθρωπίνοις ὑπερενεγκὼν ἀγαθοῖς, ἔρεισμα πατρίδος, ἐκκλησίων κόσμος, στῦλος καὶ ἑδραίωμα τῆς ἀληθείας, στερέωμα τῆς εἰς Χριστὸν πίστεως, οἰκείοις ἀσφάλεια, δυσμαχώτατος τοῖς ὑπεναντίοις, φύλαξ πατρῴων θεσμῶν, νεωτεροποιίας ἐχθρός· ἐν ἑαυτῷ δεικνὺς τὸ παλαιὸν τῆς Ἐκκλησίας σχῆμα, οἷον ἀπό τινος ἱεροπρεποῦς εἰκόνος, τῆς ἀρχαίας καταστάσεως, τὸ εἶδος τῆς ὑπʼ αὐτὸν ἐκκλησίας διαμορφῶν, ὥστε τοὺς αὐτῷ συγγενομένους τοῖς πρὸ διακοσίων ἐτῶν καὶ ἐπέκεινα φωστήρων τρόπον ἐκλάμψασι συγγεγονέναι δοκεῖν.

  13. 28.3

    Οὕτως οὐδὲν οἴκοθεν οὐδὲ νεωτέρας φρενὸς εὕρημα προέφερεν ὁ ἀνήρ, ἀλλά, κατὰ τὴν Μωϋσέως εὐλογίαν, ᾔδει προκομίζειν ἐκ τῶν ἀδύτων τῆς καρδίας αὐτοῦ ἀγαθῶν θησαυρῶν παλαιὰ παλαιῶν καὶ παλαιὰ ἀπὸ προσώπου νέων. ταύτῃ τοι καὶ τῆς προτιμήσεως οὐ κατὰ τὴν ἡλικίαν ἐν τοῖς συλλόγοις τῶν ὁμοτίμων ἠξιοῦτο, ἀλλʼ ὑπὲρ πάντας ἦν τῷ τῆς σοφίας ἀρχαίῳ, ἐκ κοινῆς συγχωρήσεως τὸ πρωτεῖον καρπούμενος. ὅσον δὲ τῆς τοιαύτης ἀγωγῆς τὸ κέρδος οὐδεὶς ἂν ἐπιζητήσειε, πρὸς ὑμᾶς ἀποβλέπων. μόνοι γὰρ ὧν ἴσμεν, ἢ κομιδῇ γε ἐν ὀλίγοις, ἐν χειμῶνι τοσούτῳ καὶ λαίλαπι πραγμάτων ἀκύμαντον τῇ ἐκείνου κυβερνήσει τὴν ζωὴν διηγάγετε. οὐ γὰρ ἥψατο ὑμῶν αἱρετικῶν πνευμάτων ζάλη, καταποντισμοὺς ἐπάγουσα καὶ ναυάγια ταῖς εὐπεριτρέπτοις ψυχαῖς. μήτε δὲ ἅψαιτό ποτε, ὦ Δέσποτα τῶν ἁπάντων, ὃς τῷ σῷ θεράποντι Γρηγορίῳ, τῷ ἐξ ἀρχῆς πηξαμένῳ τὴν κρηπῖδα τῆς Ἐκκλησίας, τῆς ἐπὶ μήκιστον ἀταραξίας τὴν χάριν ἔδωκας.

  14. 28.4

    Ἣν μὴ προδῶτε ὑμεῖς ἐν τῷ παρόντι καιρῷ· μηδὲ θρήνων ἀμετρίᾳ, καὶ τῷ ἐκδότους ἑαυτοὺς τοῖς λυπηροῖς ποιῆσαι, τοὺς τῶν ἀναγκαίων καιροὺς τοῖς ἐφεδρεύουσι πρόησθε. ἀλλʼ εἰ δεῖ πάντως θρηνεῖν (ὥσπερ οὖν οὔ φημι, ἵνα μὴ ὁμοιωθῶμεν ἐν τούτῳ τοῖς μὴ ἔχουσιν ἐλπίδα), ὑμεῖς δέ, εἰ δοκεῖ, οἷόν τις χορὸς πενθήρης τὸν κορυφαῖον ἑαυτῶν προστησάμενοι, ἐμμελέστερον μετʼ ἐκείνου τὸ συμβὰν ἀποκλαύσατε.

  15. 28.5

    Καίτοιγε εἰ καὶ μὴ ἐπʼ ἐσχάτου γήρως ἤλαυνεν ὁ ἀνήρ, ἀλλʼ οὖν τοῦ γε χρόνου ἕνεκεν τῆς ὑμετέρας ἐπιστασίας οὐκ ἐνδεῶς εἶχε τοῦ βίου. τοῦ τε σώματος τοσοῦτον μετεῖχεν, ὅσον τῆς ψυχῆς τὸ καρτερὸν ἐπὶ ταῖς ἀλγηδόσιν αὐτοῦ δεικνύναι. τυχὸν δὲ ἄν τις ὑμῶν ὑπολάβοι ὅτι καὶ ὁ χρόνος αὔξησις συμπαθείας καὶ προσθήκη φίλτρου, οὐχὶ ἀφορμὴ κόρου τοῖς πειραθεῖσιν ἐγγίνεται, ὥστε, ὅσῳ ἐν πλείονι χρόνῳ τῆς εὐεργεσίας πεπείρασθε, τοσούτῳ μᾶλλον τῆς ἀπολείψεως ἐπαισθάνεσθε· σώματος δὲ δικαίου καὶ σκιὰ τοῦ παντὸς ἀξία τοῖς εὐλαβέσι. καὶ εἴη γε πολλοὺς ὑμῶν ἐπὶ ταύτης εἶναι τῆς διανοίας· οὐδὲ γὰρ αὐτὸς ἀμελῶς ἔχειν τοῦ ἀνδρός φημι χρῆναι, ἀλλʼ ἀνθρωπίνως συμβουλεύω τὸ λυπηρὸν διαφέρειν· ἐπεὶ ὅσα γέ ἐστιν εἰπεῖν ἀποκλαιομένους τὴν ζημίαν οὐδὲ ἐμὲ αὐτὸν διαφεύγει.

  16. 28.6

    Σιωπᾷ μὲν γλῶττα ποταμοῖς ἴσα τὰς ἀκοὰς ἐπικλύζουσα· καρδίας δὲ βάθος οὐδενὶ τέως καταληπτόν, ὀνείρων ἀσθενέστερον ὅσα γε πρὸς ἀνθρώπους, διιπτάμενον οἴχεται. τίς ὀξύτερος ἐκείνου προϊδέσθαι τὸ μέλλον; τίς ἐν οὕτω σταθερῷ καὶ παγίῳ τῆς ψυχῆς ἤθει, ἀστραπῆς τάχιον τοῖς πράγμασιν ἐπελθεῖν ἱκανός; ὦ πόλις πολλοῖς μὲν ἤδη προειλημμένη πάθεσιν, ὑπʼ οὐδενός γε μὴν οὕτως εἰς αὐτὰ τὰ καίρια τοῦ βίου ζημιωθεῖσα. νῦν ἀπήνθηκέ σοι κόσμος ὁ κάλλιστος· ἐκκλησία δὲ μέμυκε, καὶ σκυθρωπάζουσι πανηγύρεις, καὶ τὸ ἱερὸν συνέδριον τὸν κορυφαῖον ἐπιποθεῖ· λόγοι δὲ μυστικοὶ τὸν ἐξηγητὴν ἀναμένουσιν, οἱ παῖδες τὸν πατέρα, οἱ πρεσβῦται τὸν ἡλικιώτην, οἱ ἐν τέλει τὸν ἔξαρχον, ὁ δῆμος τὸν προστάτην, οἱ βίου δεόμενοι τὸν τροφέα· πάντες αὐτὸν ἐκ τῶν οἰκειοτάτων ὀνομάτων ἀνακαλούμενοι, ἐπὶ οἰκείῳ πάθει, οἰκεῖον ἑαυτῷ καὶ προσήκοντα ἕκαστος τὸν θρῆνον αἴρουσιν.

  17. 28.7

    Ἀλλὰ ποῦ μοι ὁ λόγος ὑφʼ ἡδονῆς τῶν δακρύων ἐκφέρεται; οὐκ ἀνανήψομεν; οὐχ ἡμῶν αὐτῶν γενησόμεθα; οὐκ ἀποβλέψομεν πρὸς τὸν κοινὸν Δεσπότην, ὃς ἕκαστον τῶν ἁγίων τῇ ἰδίᾳ γενεᾷ ἐπιτρέψας ὑπηρετήσασθαι, τοῖς καθήκουσι χρόνοις πρὸς ἑαυτὸν πάλιν ἀνεκαλέσατο; νῦν ἐν καιρῷ τῶν ἐκείνου φωνῶν ὑπομνήσθητε, ὃς ἐκκλησιάζων ὑμῖν ἀεὶ διεστέλλετο, Βλέπετε, λέγων, τοὺς κύνας, βλέπετε τοὺς κακοὺς ἐργάτας. πολλοὶ οἱ κύνες. τί λέγω κύνες; λύκοι μὲν οὖν βαρεῖς, ἐν ἐπιφανείᾳ προβάτων τὸ δολερὸν ὑποκρύπτοντες, πανταχοῦ τῆς οἰκουμένης τὸ Χριστοῦ ποίμνιον διασπῶσιν. οὓς φυλακτέον ὑμῖν, ἐγρηγορικοῦ τινὸς ποιμένος ἐπιστασίᾳ. ὃν ὑμέτερον μὲν αἰτῆσαι, φιλονεικίας πάσης καὶ φιλοπρωτίας τὰς ψυχὰς καθαρεύοντας, τοῦ Κυρίου δὲ ἀναδεῖξαι, ὃς ἀπὸ τοῦ μεγάλου προστάτου τῆς ἐκκλησίας ὑμῶν Γρηγορίου μέχρι τοῦ μακαρίου τούτου, ἄλλον ἐπʼ ἄλλῳ προστιθεὶς καὶ συναρμόζων ἀεί, οἷον ἔκ τινος ἁρμοῦ λίθων πολυτελῶν, θαυμαστὸν οἷον κάλλος τῆς ἐκκλησίας ὑμῶν ἐχαρίσατο. ὥστε οὐδὲ τῶν ἐφεξῆς ἀπελπιστέον. οἶδε γὰρ Κύριος τοὺς ὄντας αὐτοῦ, καὶ ἀγάγοι ἂν εἰς τὸ μέσον τοὺς παρʼ ἡμῶν τυχὸν οὐ προσδοκωμένους.

  18. 28.8

    Πάλαι με θέλοντα τῶν λόγων παύσασθαι, ἡ ὀδύνη τῆς καρδίας οὐκ ἐπιτρέπει. ἀλλʼ ἐπισκήπτω ὑμῖν πρὸς τῶν πατέρων, πρὸς τῆς ὀρθῆς πίστεως, πρὸς τοῦ μακαρίου τούτου, διαναστῆναι τὴν ψυχήν, οἰκεῖον ἕκαστον ἑαυτοῦ τὸ σπουδαζόμενον κρίναντα, καὶ τῆς ἐφʼ ἑκάτερα τῶν πραγμάτων ἐκβάσεως πρῶτον αὐτὸν ἀπολαύσειν ἡγούμενον· μηδέ, τὸ τοῖς πολλοῖς συμβαῖνον, πρὸς τὸν πλησίον τὴν τῶν κοινῶν ἐπιμέλειαν ἀπωθεῖσθαι, εἶτα, ἑκάστου τῇ αὐτοῦ διανοίᾳ τῶν πραγμάτων ὀλιγωροῦντος, λαθεῖν ἅπαντας ἴδιον ἑαυτοῖς κακὸν διὰ τῆς ἀμελείας ἐπισπασαμένους.

  19. 28.9

    Ταῦτα εἴτε ὡς γειτόνων συμπάθεια, εἴτε ὡς ὁμοδοξούντων κοινωνία, εἴτε καί, ὅπερ ἀληθέστερόν ἐστι, τῷ τῆς ἀγάπης πειθομένων νόμῳ καὶ τὸν ἐκ τοῦ σιωπῆσαι κίνδυνον ἐκκλινόντων, μετὰ πάσης εὐνοίας δέξασθε, πεπεισμένοι ὅτι καύχημα ἡμῶν ἐστέ, καθάπερ καὶ ἡμεῖς ὑμῶν, εἰς τὴν ἡμέραν τοῦ Κυρίου, καὶ ὅτι, ἐκ τοῦ δοθησομένου ποιμένος ὑμῖν, ἢ ἐπὶ πλέον τῷ συνδέσμῳ τῆς ἀγάπης ἑνωθησόμεθα, ἢ πρὸς παντελῆ διάστασιν· ὃ μὴ γένοιτο, μηδὲ ἔσται τῇ τοῦ Θεοῦ χάριτι, οὐδʼ ἂν αὐτὸς εἴποιμι νῦν βλάσφημον οὐδέν. τοῦτο δὲ εἰδέναι ὑμᾶς βουλόμεθα, ὅτι εἰ καὶ πρὸς τὴν εἰρήνην τῶν ἐκκλησίων συντρέχοντα ἡμῖν οὐκ ἔσχομεν τὸν μακάριον, διά τινας, ὡς αὐτὸς ἡμῖν διεβεβαιοῦτο, προλήψεις, ἀλλʼ οὖν γε τῆς πρὸς αὐτὸν ὁμοδοξίας καὶ τοῦ ἀεὶ κοινωνὸν ἐπικαλεῖσθαι τῶν πρὸς τοὺς αἱρετικοὺς ἀγώνων, ὑπὸ μάρτυρι τῷ Θεῷ καὶ ἀνθρώποις τοῖς πεπειραμένοις ἡμῶν, οὐδένα καιρὸν ἀπελείφθημεν.

  20. 29.1

    Πολὺν ἡμῖν χρόνον σιωπὴν ἐνεποίησεν ἡ ἔκπληξις τῆς βαρυτάτης ἀγγελίας τοῦ συμβάντος κακοῦ. ἐπεὶ δὲ μικρόν πως τῆς ἀφασίας ἀνηνέγκαμεν, ἥν, ὡς οἱ βροντῇ μεγάλῃ τὰς ἀκοὰς καταπλαγέντες, πεπόνθαμεν, ἀναγκαίως νῦν ἐπεστενάξαμεν τῷ συμβάντι, καὶ μεταξὺ ὀδυρόμενοι τὴν ἐπιστολὴν ὑμῖν ἐξεπέμψαμεν· οὐ παρακλήσεως ἕνεκεν (τίς γὰρ ἂν καὶ λόγος εὑρεθείη τοσαύτης συμφορᾶς ἰατρός;) ἀλλὰ τὴν ὀδύνην τῆς καρδίας ἡμῶν, καθʼ ὅσον δυνατόν, ἐκ τῆς φωνῆς ταύτης ὑμῖν διασημαίνοντες. νῦν ἐδεόμην τῶν Ἱερεμίου θρήνων, καὶ εἰ δή τις ἄλλος τῶν μακαρίων ἀνδρῶν συμφορᾶς μέγεθος ἐμπαθῶς ἀπωδύρατο.

  21. 29.2

    Πέπτωκεν ἀνήρ, στῦλος τῷ ὄντι καὶ ἑδραίωμα τῆς Ἐκκλησίας· μᾶλλον δὲ αὐτὸς μὲν πρὸς τὴν μακαρίαν ζωὴν ἀρθεὶς ἀφʼ ἡμῶν οἴχεται· κίνδυνος δὲ οὐ μικρός, μὴ πολλοὶ τῷ ἐρείσματι τούτῳ ὑπεξαιρεθέντι συγκαταπέσωσι, καὶ τὰ σαθρά τινων φανερὰ γένηται. κέκλεισται στόμα παῤῥησίας τε δικαίας καὶ λόγους χάριτος ἐπʼ οἰκοδομῇ τῆς ἀδελφότητος βρύον. οἴχεται δὲ φρενὸς βουλεύματα, τῆς ὄντως ἐν Θεῷ κινουμένης. ὦ ποσάκις μοι (κατηγορήσω γὰρ ἐμαυτοῦ) ἐπῆλθεν ἀγανακτῆσαι κατὰ τοῦ ἀνδρός, ὅτι ὅλος γενόμενος τῆς ἐπιθυμίας τοῦ ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, τὸ ἐπιμεῖναι ἐν τῇ σαρκὶ οὐ προετίμησε δι’ ἡμᾶς. πρὸς τίνα λοιπὸν τὰς φροντίδας τῶν ἐκκλησίων ὑπερθώμεθα; τίνα κοινωνὸν τῶν λυπηρῶν λάβωμεν; τίνα μεριστὴν τῆς εὐφροσύνης; ὢ τῆς δεινῆς ὄντως καὶ σκυθρωπῆς ἐρημίας. πῶς ἀκριβῶς ὡμοιώθημεν πελεκᾶνι ἐρημικῷ;

  22. 29.3

    Ἀλλὰ μὴν τά γε συναφθέντα μέλη τῆς Ἐκκλησίας, οἷον ὑπὸ ψυχῆς τινός, τῆς ἐκείνου προστασίας, εἰς μίαν συμπάθειαν καὶ ἀκριβῆ κοινωνίαν συναρμοσθέντα, καὶ φυλάσσεται διὰ τοῦ συνδέσμου τῆς εἰρήνης πρὸς τὴν πνευματικὴν ἁρμολογίαν παγίως, καὶ φυλαχθήσεται εἰς ἀεί, τοῦτο τοῦ Θεοῦ χαριζομένου, ἑδραῖα μένειν καὶ ἀμετακίνητα τῆς μακαρίας ἐκείνης ψυχῆς τὰ ἔργα, ὅσα ἐνήθλησε ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ. πλὴν ἀλλʼ ὁ ἀγὼν οὐ μικρός, μή τινες πάλιν ἔριδες καὶ διχοστασίαι, ἐπὶ τὴν ἐκλογὴν τοῦ προστατοῦντος ἀναφθεῖσαι, πάντα ὁμοῦ τὸν κόπον ἐκ τῆς τυχούσης ἔριδος ἀνατρέψωσιν.

  23. 30.1

    Εἰ πάσας ἐφεξῆς γράφοιμι τὰς αἰτίας ὑφʼ ὧν μέχρι τοῦ παρόντος κατεσχέθην, καὶ πάνυ ὡρμημένος πρὸς τὴν σὴν θεοσέβειαν, ἱστορίας ἂν μῆκος ἀπέραντον ἐκπληρώσαιμι. νόσους μὲν ἐπαλλήλους, καὶ χειμῶνος ἐπάχθειαν, καὶ πραγμάτων συνοχὴν παρίημι λέγειν, γνώριμα ὄντα καὶ ἤδη προδεδηλωμένα τῇ τελειότητί σου. νῦν δὲ καὶ ἣν μόνην εἶχον τοῦ βίου παραμυθίαν τὴν μητέρα, καὶ ταύτην ἀφῃρέθην ὑπὸ τῶν ἁμαρτίων μου. καὶ μὴ καταγελάσῃς μου ὡς ἐν τούτῳ τῆς ἡλικίας ὀρφανίαν ἀποδυρομένου· ἀλλὰ σύγγνωθί μοι ψυχῆς χωρισμὸν ἀνεκτῶς μὴ φέροντι, ἧς οὐδὲν ἀντάξιον ἐν τοῖς λειπομένοις ὁρῶ. πάλιν οὖν μοι ὑπέστρεψε τὰ ἀῤῥωστήματα, καὶ πάλιν ἐπὶ κλίνης κατάκειμαι, ἐπὶ μικρᾶς παντελῶς τῆς δυνάμεως σαλεύων, καὶ μόνον οὐκ ἐφʼ ἑκάστης ὥρας τὸ ἀναγκαῖον πέρας τῆς ζωῆς ἐκδεχόμενος.

  24. 30.2

    Αἱ δὲ ἐκκλησίαι σχεδόν τι παραπλησίως τῷ σώματί μου διάκεινται· ἀγαθῆς μὲν ἐλπίδος οὐδεμιᾶς ὑποφαινομένης, ἀεὶ δὲ πρὸ τὸ χεῖρον τῶν πραγμάτων ὑποῤῥεόντων. τέως δὲ ἡ Νεοκαισάρεια καὶ ἡ Ἀγκύρα ἔδοξαν ἔχειν διαδόχους τῶν ἀπελθόντων, καὶ μέχρι τοῦ νῦν ἡσυχάζουσιν. ἀλλʼ οὐδὲ ἡμῖν οἱ ἐπιβουλεύοντες ποιῆσαί τι τοῦ θυμοῦ καὶ τῆς πικρίας ἄξιον μέχρι τοῦ παρόντος συνεχωρήθησαν. καὶ τούτου τὴν αἰτίαν ταῖς σαῖς ὑπὲρ τῶν ἐκκλησιῶν πρεσβείαις προδήλως ἡμεῖς ἀνατίθεμεν. ὥστε μὴ ἀποκάμῃς προσευχόμενος ὑπὲρ τῶν ἐκκλησιῶν καὶ δυσωπῶν τὸν Θεόν. τοὺς καταξιωθέντας ἐξυπηρετεῖσθαι τῇ ὁσιότητί σου πάμπολλα πρόσειπε.

  25. 31.1

    Οὔπω ἡμᾶς ὁ λιμὸς ἀνῆκε, διόπερ ἀναγκαία ἡμῖν ἐστὶν ἡ ἐπὶτῆς πόλεως διαγωγή, ἢ οἰκονομίας ἕνεκεν, ἢ συμπαθείας τῶν θλιβομένων. ὅθεν οὐδὲ νῦν ἠδυνήθην κοινωνῆσαι τῆς ὁδοῦ τῷ αἰδεσιμωτάτῳ ἀδελφῷ Ὑπατίῳ, ὃν οὐκ αὐτὸ δὴ τοῦτο εὐφημίας ἕνεκεν ἀδελφὸν ἔχω προσαγορεύειν, ἀλλὰ διὰ τὴν προσοῦσαν ἡμῖν ἐκ φύσεως οἰκειότητα· αἵματος γάρ ἐσμεν τοῦ αὐτοῦ.

  26. 31.2

    Ὃς ὁποῖα μὲν κάμνει, οὐδὲ τὴν σὴν ἔλαθε τιμιότητα. λυπεῖ δὲ ἡμᾶς ὅτι πᾶσα παραμυθίας ἐλπὶς ἐπʼ αὐτῷ περικέκοπται, τῶν ἐχόντων τὰ τῆς ἰάσεως χαρίσματα οὐδὲν ἐπʼ αὐτοῦ τῶν συνήθων ἐνεργῆσαι συγχωρηθέντων. διὸ πάλιν τῶν σῶν προσευχῶν τὴν βοήθειαν ἐπικαλεῖται. σὺ δὲ τὰ συνήθη προστῆναι, καὶ διὰ τὴν σεαυτοῦ περὶ τοὺς κάμνοντας εὐσπλαγχνίαν, καὶ δι’ ἡμᾶς τοὺς ὑπὲρ αὐτοῦ πρεσβεύοντας, παρακλήθητι, καί, εἰ μὲν οἷόν τε, πρὸς ἑαυτὸν μεταστεῖλαι τοὺς εὐλαβεστάτους τῶν ἀδελφῶν, ὥστε ὑπὸ ταῖς σαῖς ὄψεσι προσαχθῆναι αὐτῷ τὴν ἐπιμέλειαν· εἰ δὲ τοῦτο ἀδύνατον, μετὰ γραμμάτων αὐτὸν προπέμψαι καὶ συστῆσαι τοῖς ἔμπροσθεν καταξίωσον.

  27. 32.1

    Ἀπολαύει τοῦ καιροῦ καὶ ὁ θεοφιλέστατος ἀδελφὸς ἡμῶν Γρηγόριος ὁ ἐπίσκοπος· ὀδυνᾶται γὰρ μετὰ πάντων καὶ αὐτὸς ἐπηρείαις ἀλλεπαλλήλοις, ὥσπερ τισὶ πληγαῖς ἀπροσδοκήτοις, τυπτόμενος. ἄνθρωποι γὰρ μὴ φοβούμενοι τὸν Θεόν, τάχα που καὶ ὑπὸ τοῦ μεγέθους τῶν κακῶν βιαζόμενοι, ἐπηρεάζουσιν αὐτῷ ὡς χρήματα Καισαρίου παρʼ αὐτῶν εἰληφότος.

  28. 32.2

    Καὶ οὐ τὸ τῆς ζημίας βαρύ, πάλαι γὰρ ἔμαθε χρημάτων ὑπερορᾷν· ἀλλʼ ὅτι μικρὰ παντελῶς δεξάμενοι τῶν ἐκείνου, διὰ τὸ ἐπὶ οἰκέταις αὐτοῦ γενέσθαι τὸν βίον καὶ ἀνθρώποις οὐδὲν οἰκετῶν αἱρετωτέροις τὸν τρόπον, οἱ κατὰ πολλὴν ἄδειαν τὰ πλείστου ἄξια διανειμάμενοι ἐλάχιστα παντελῶς ἀπέσωσαν τούτοις· ἃ νομίζοντες μηδενὶ ὑποκεῖσθαι, εὐθὺς ἀνάλωσαν εἰς τοὺς δεομένους, καὶ διὰ τὴν ἑαυτῶν προαίρεσιν καὶ διὰ τὴν φωνὴν τοῦ κατοιχομένου. λέγεται γὰρ τοῦτο εἰπεῖν ἀποθνήσκων, ὅτι τὰ ἐμὰ πάντα βούλομαι γενέσθαι τῶν πτωχῶν. ὡς οὖν διάκονοι τῆς ἐντολῆς τοῦ Καισαρίου, εὐθὺς αὐτὰ ᾠκονόμησαν συμφερόντως. καὶ νῦν περιέστηκε πενία μὲν Χριστιανοῦ, πολυπραγμοσύνη δὲ τῶν ἀγοραίων ἑνός. διὸ ἐπῆλθε τῇ πάντα ἐπαινετῇ σου καλοκἀγαθίᾳ δηλῶσαι, ἵνα καὶ τὸν ἄνδρα τιμῶν, ὃν ἐκ παλαιοῦ γνωρίζεις, καὶ τὸν κύριον δοξάζων τὸν εἰς ἑαυτὸν ἀναδεχόμενον τὰ τοῖς δούλοις αὐτοῦ γινόμενα, καὶ ἡμᾶς τιμῶν τοὺς ἐξαιρέτους σεαυτοῦ, καὶ διαλεχθῇς τῷ Κόμητι τῶν θησαυρῶν περὶ αὐτοῦ τὰ εἰκότα, καὶ τρόπον ἐπινοήσῃς, τῇ μεγάλῃ σαυτοῦ συνέσει, ἀπαλλαγῆς τῶν ἐφυβρίστων τούτων καὶ ἀφορήτων ὀχλήσεων.

  29. 32.3

    Πάντως δὲ οὐδεὶς οὕτως ἀγνοεῖ τὸν ἄνδρα, ὥστε περὶ αὐτοῦ τι τῶν ἀπρεπῶν ὑπολαβεῖν, ὡς ἄρα τῶν χρημάτων περιεχόμενος σχηματίζεται τὰ τοιαῦτα. ἐγγύθεν γὰρ τῆς ἐλευθεριότητος αὐτοῦ ἡ ἀπόδειξις· ἡδέως ἐξίσταται τῶν λειψάνων τῆς οὐσίας αὐτοῦ τῷ ταμιείῳ· ὥστε ὑποδεχθῆναι μὲν αὐτοῦ τὴν οὐσίαν, τὸν δὲ συνήγορον τοῦ ταμιείου λέγοντα πρὸς τοὺς ἐπιφυομένους καὶ ἀπαιτεῖν τὰς ἀποδείξεις, διὰ τὸ ἡμέτερον πρὸς τὰ τοιαῦτα ἀνεπιτήδειον. ἔξεστι γὰρ μαθεῖν τῇ τελειότητί σου, ὅτι ἕως ἐξῆν, οὐδεὶς ἀπῆλθεν ἀποτυχὼν ὧν ἐβούλετο, ἀλλὰ τὸ ἐπιζητούμενον ἀπονητὶ ἕκαστος ἐκομίσατο, ὥστε καὶ μεταμέλειν τοῖς πολλοῖς διότι μὴ πλέον ᾔτησαν ἀπʼ ἀρχῆς. ὃ καὶ μάλιστα πολλοὺς ἐποίησε τοὺς ἐπηρεαστάς· πρὸς γὰρ τὸ τῶν προλαβόντων ὑπόδειγμα ἀφορῶντες, ἄλλος ἄλλον διαδέχεται συκοφαντῶν.

  30. 32.4

    Πρὸς οὖν ταῦτα πάντα τὴν σὴν σεμνότητα παρακαλοῦμεν στῆναι, καὶ ὥσπερ τι ῥεῦμα ἐπισχεῖν καὶ διακόψαι τῶν κακῶν τὴν συνέχειαν. οἶδας δὲ ὅπως βοηθήσεις τῷ πράγματι, ὥστε μὴ ἀναμένειν παρʼ ἡμῶν διδαχθῆναι τὸν τρόπον, οἳ δι’ ἀπειρίαν τῶν τοῦ βίου πραγμάτων, καὶ αὐτὸ τοῦτο ἀγνοοῦμεν, πῶς ἂν γένοιτο ἡμῖν τῆς ἀπαλλαγῆς τυχεῖν. καὶ σύμβουλος οὖν καὶ προστάτης αὐτὸς γενοῦ, τὸ εἶδος τῆς βοηθείας διὰ τῆς μεγάλης σεαυτοῦ φρονήσεως ἐξευρών.

  31. 33.1

    Καὶ τίς οὕτω παλαιὰν ἑταιρείαν οἶδε τιμᾷν, καὶ ἀρετὴν αἰδεῖσθαι, καὶ κάμνουσι συναλγεῖν, ὡς αὐτὸς σύ; ἐπεὶ οὖν τὸν θεοφιλέστατον ἀδελφὸν ἡμῶν Γρηγόριον τὸν ἐπίσκοπον κατέλαβε πράγματα, οὔτε ἄλλως φορητὰ καὶ μάλιστα τῷ ἤθει αὐτοῦ ὑπεναντία, ἔδοξεν ἡμῖν κράτιστον εἶναι ἐπὶ τὴν σὴν καταφυγεῖν προστασίαν καὶ παρὰ σοῦ τινὰ πειραθῆναι εὑρέσθαι λύσιν τῶν συμφορῶν. συμφορὰ γάρ ἐστιν ἀφόρητος πράγματα ἀναγκάζεσθαι λέγειν τὸν μὴ πεφυκότα μηδὲ βουλόμενον, καὶ χρήματα ἀπαιτεῖσθαι τὸν πένητα, καὶ ἕλκεσθαι εἰς τὸ μέσον καὶ δημοκοπεῖσθαι τὸν πάλαι δι’ ἡσυχίας τὸν βίον παρελθεῖν κρίναντα. εἴτε οὖν τῷ Κόμητι τῶν θησαυρῶν διαλεχθῆναι χρήσιμον εἶναι κρίνεις εἴτε τισὶν ἑτέροις, τῆς σῆς ἂν εἴη συνέσεως.

  32. 34.1

    Πῶς ἂν σιωπήσαιμεν ἐπὶ τοῖς παροῦσιν; ἤ, τοῦτο καρτερεῖν μὴ δυνάμενοι, ἄξιόν τινα λόγον τῶν γινομένων εὕροιμεν, ὥστε μὴ στεναγμῷ προσεοικέναι τὴν φωνὴν ἡμῶν, ἀλλὰ θρήνῳ τοῦ κακοῦ τὸ βάρος ἀρκούντως διασημαίνοντι; οἴχεται ἡμῖν καὶ ἡ Ταρσός. καὶ οὐ τοῦτο μόνον δεινόν, καίπερ ἀφόρητον ὄν· ἔστι γὰρ τούτου χαλεπώτερον πόλιν τοσαύτην, οὕτως ἔχουσαν εὐκαιρίας, ὥστε Ἰσαύρους καὶ Κίλικας, Καππαδόκας τε καὶ Σύρους δι’ ἑαυτῆς συνάπτειν, ἑνὸς ἢ δυοῖν ἀπονοίας ἀνθρώπων ὀλέθρου γενέσθαι πάρεργον, μελλόντων ὑμῶν καὶ βουλευομένων καὶ πρὸς ἀλλήλους ἀποσκοπούντων. κράτιστον οὖν, κατὰ τὴν τῶν ἰατρῶν ἐπίνοιαν (πάντως δέ μοι πολλὴ ἀφθονία, διὰ τὴν σύνοικον ἀῤῥωστίαν, τῶν τοιούτων παραδειγμάτων), οἳ ἐπειδὰν τὸ τῆς ὀδύνης μέγεθος ὑπερβάλῃ, ἀναισθησίαν τῶν πόνων ἐπιτεχνῶνται τῷ κάμνοντι, καὶ ταῖς ἡμετέραις αὐτῶν ψυχαῖς, ὡς μὴ ταῖς φορήτοις ὀδύναις συνέχεσθαι, ἀναλγησίαν τῶν κακῶν συνεύξασθαι. οὐ μὴν ἀλλὰ καίπερ οὕτως ἀθλίως ἔχοντες, μιᾷ παραμυθίᾳ κεχρήμεθα, πρὸς τὴν σὴν ἀπιδεῖν ἡμερότητα, καὶ ἐκ τῆς σῆς ἐννοίας καὶ μνήμης πραῧναι τῆς ψυχῆς τὸ λυπούμενον. ὥσπερ γὰρ τοῖς ὀφθαλμοῖς, ἐπειδάν ποτε συντόνως τὰ λαμπρὰ καταβλέψωσι, φέρει τινὰ ῥᾳστώνην πρὸς τὰ κυανὰ καὶ χλοάζοντα τῶν χρωμάτων ἐπανελθεῖν, οὕτω καὶ ταῖς ἡμετέραις ψυχαῖς, οἷον πραεῖά τις ἐπαφὴ τὸ ὀδυνηρὸν ἐξαιροῦσα, ἡ μνήμη τῆς σῆς πραότητος καὶ ἐμμελείας ἐστί· καὶ μάλιστα ὅταν ἐνθυμηθῶμεν ὅτι τὸ κατὰ σεαυτὸν ἅπαν ἐπλήρωσας. ἐξ ὧν ἱκανῶς καὶ ἡμῖν τοῖς ἀνθρώποις, ἐὰν εὐγνωμόνως τὰ πράγματα κρίνωμεν, ὡς οὐδὲν ἐκ τῆς σῆς αἰτίας ἀπόλωλεν ἐνεδείξω, καὶ παρὰ Θεῷ τῆς τῶν καλῶν προθυμίας μέγαν σεαυτῷ τὸν μισθὸν κατεκτήσω. χαρίσαιτο δέ σε ἡμῖν καὶ ταῖς ἑαυτοῦ ἐκκλησίαις ὁ Κύριος, ἐπʼ ὠφελείᾳ τοῦ βίου καὶ διορθώσει τῶν ψυχῶν ἡμῶν, καὶ καταξιώσειε πάλιν τῆς ἐπωφελοῦς συντυχίας σου.

  33. 35.1

    Περὶ πολλῶν μὲν ὡς διαφερόντων μοι ἐπέστειλά σοι, περὶ πλειόνων δὲ καὶ ἐπιστελῶ. οὔτε γὰρ τοὺς δεομένους ἐπιλιπεῖν δυνατόν, οὔτε ἡμᾶς ἀρνεῖσθαι τὴν χάριν οἷόν τε. οὐ μήν ἐστί τις οἰκειότερός μοι, οὔτε μᾶλλον ἀναπαῦσαί με ἐφʼ οἷς ἂν εὖ τι πάθοι δυνάμενος, τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Λεοντίου. οὗ τὴν οἰκίαν οὕτω διάθες, ὡς ἂν εἰ αὐτὸν ἐμὲ καταλάβοις, μὴ ἐν τῇ πενίᾳ ταύτῃ, ἐν ᾗ νῦν εἰμὶ σὺν Θεῷ, ἀλλʼ εὐπορίας τινὸς ἐπειλημμένον καὶ ἀγροὺς κεκτημένον. δῆλον γὰρ ὅτι οὐκ ἂν ἐποίησάς με πένητα, ἀλλʼ ἐφύλαξας ἂν τὰ παρόντα, ἢ ἐπέτεινας τὴν εὐπορίαν. τοῦτο οὖν ποιῆσαί σε καὶ ἐν τῇ προειρημένῃ μοι οἰκίᾳ τοῦ ἀνδρὸς παρακαλοῦμεν. μισθὸς δέ σοι ὑπὲρ πάντων ὁ συνήθης παρʼ ἐμοῦ, εὐχὴ πρὸς τὸν ἅγιον Θεὸν ὑπὲρ ὧν κάμνεις, καλός τε καὶ ἀγαθὸς ὢν καὶ προλαμβάνων τὰς αἰτήσεις τῶν δεομένων.

  34. 36.1

    Ὁ πρεσβύτερος τοῦ χωρίου τοῦδε, οἶμαι, ὅτι πάλαι ἔγνωσται τῇ εὐγενείᾳ σου, ὅτι ἐστὶν ἐμοὶ σύντροφος. τί οὖν ἄλλο δεῖ με εἰπεῖν πρὸς τὸ δυσωπῆσαί σου τὴν χρηστότητα, οἰκείως αὐτὸν ἰδεῖν καὶ βοηθῆσαι αὐτῷ εἰς τὰ πράγματα; εἰ μὲν γὰρ ἐμὲ ἀγαπᾷς, ὥσπερ οὖν ἀγαπᾷς, δηλονότι καὶ οὓς ἀντʼ ἐμαυτοῦ ἔχω ἀναπαῦσαι πάσῃ δυνάμει προαιρῇ. τί οὖν ἐστὶν ὃ παρακαλῶ; φυλαχθῆναι αὐτῷ τὴν παλαιὰν ἀπογραφήν. καὶ γὰρ καὶ κάμνει οὐ μετρίως ἡμῖν ὑπηρετῶν πρὸς τὸν βίον διὰ τὸ ἡμᾶς, ὡς αὐτὸς ἐπίστασαι, μηδὲν κεκτῆσθαι ἴδιον, ἀλλὰ τοῖς τῶν φίλων καὶ συγγενῶν ἀρκεῖσθαι. ὡς οὖν ἐμὸν οἶκον, μᾶλλον δὲ ὡς ἑαυτοῦ, οὕτω θέασαι τὸν τοῦ ἀδελφοῦ τοῦδε· καὶ ἀντὶ τῆς εἰς αὐτὸν εὐποιίας παρέξει Θεὸς καὶ σοί, καὶ οἴκῳ, καὶ γένει παντί σου τὴν συνήθη βοήθειαν. γίνωσκε δέ μοι πάνυ ἐπιμελὲς εἶναι μηδὲν ἐκ τῆς ἐξισώσεως ἐπηρεασθῆναι τὸν ἄνθρωπον.

  35. 37.1

    Ὑφορῶμαι λοιπὸν τῶν ἐπιστολῶν τὸ πλῆθος. βιαίως μέν, καὶ μὴ φέρων τὴν ἐπάχθειαν τῶν ἀπαιτούντων ἡμᾶς, ἐκφωνεῖν ἀναγκάζομαι· γράφω δʼ οὖν ὅμως, ἄλλον ἀπαλλαγῆς τρόπον ἐπινοεῖν οὐκ ἔχων, ἢ διδοὺς αὐτοῖς τὰς ἐπιστολὰς αἰτοῦσιν ἑκάστοτε παρʼ ἡμῶν. φοβοῦμαι τοίνυν μή, ἐπειδὴ πολλοὶ προσκομίζουσι γράμματα, εἶς τῶν πολλῶν νομισθῇ καὶ ὁ ἀδελφὸς ὁ δεῖνα. ἐγὼ γὰρ πολλοὺς φίλους καὶ συγγενεῖς ἔχειν ἐπὶ τῆς πατρίδος ὁμολογῶ, καὶ αὐτὸς εἰς τὴν πατρικὴν τάξιν τετάχθαι, διὰ τὸ σχῆμα τοῦτο εἰς ὃ ἔταξεν ἡμᾶς ὁ Κύριος. σύντροφον δὲ τῆς θρεψαμένης με υἱὸν τοῦτον ἔχω ἕνα, καὶ εὔχομαι τὸν οἶκον ἐν ᾧ ἀνετράφην ἐπὶ τῆς ὁμοίας καταστάσεως διαμεῖναι, ἵνα μή τι ἡ πάντας εὐεργετοῦσα ἐπιδημία τῆς σῆς κοσμιότητος ἀφορμὴ πρὸς λύπην τῷ ἀνδρὶ γένηται. ἀλλʼ ἐπειδὴ ἔτι καὶ νῦν ἐκ τοῦ αὐτοῦ διατρέφομαι οἴκου, οὐδὲν ἔχων τῶν ἐμαυτοῦ, ἀρκούμενος δὲ τοῖς τῶν ἀγαπητῶν, παρακαλῶ οὕτω φείσασθαι τῆς οἰκίας ᾗ ἐνετράφην, ὡς ἐμοὶ τῆς τροφῆς τὴν χορηγίαν διασώζοντα. καί σε ὁ Θεὸς ἀντὶ τούτων τῆς αἰωνίου ἀναπαύσεως ἀξιώσειεν.

  36. 37.2

    Ἐκεῖνό γε μὴν πάντων ἀληθέστατον γινώσκειν σου τὴν κοσμιότητα βούλομαι, ὅτι τῶν ἀνδραπόδων τὰ πλεῖστα παρʼ ἡμῶν ὑπῆρξεν αὐτῷ μισθὸς τῆς τροφῆς ἡμῶν, τῶν γονέων ἡμῶν παρασχομένων. ὁ δὲ μισθὸς οὐ παντελής ἐστι δωρεά, ἀλλὰ χρῆσις διὰ βίου. ὥστε ἐάν τι βαρὺ περὶ αὐτὰ γένηται, ἔξεστιν αὐτῷ πρὸς ἡμᾶς ἀποπέμψαι, καὶ ἐσόμεθα ἡμεῖς δι’ ἑτέρας ὁδοῦ ὑπεύθυνοι τελέσμασι καὶ ἀπαιτηταῖς πάλιν γινόμενοι.

  37. 38.1

    Ἐπειδὴ πολλοί, τὸ κοινὸν τῆς οὐσίας ἐπὶ τῶν μυστικῶν δογμάτων μὴ διακρίνοντες ἀπὸ τοῦ τῶν ὑποστάσεων λόγου, ταῖς αὐταῖς συνεμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέρειν μηδὲν οὐσίαν ἢ ὑπόστασιν λέγειν (ὅθεν καὶ ἤρεσέ τισι τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν, οὕτω καὶ μίαν ὑπόστασιν λέγειν· καὶ τὸ ἔμπαλιν, οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι καὶ τὴν τῶν οὐσίων διαίρεσιν, κατὰ τὸν ἴσον ἀριθμόν, ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν)· διὰ τοῦτο ὡς ἂν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον ἐποιησάμην. ἔστι τοίνυν, ὡς ἐν ὀλίγῳ παραστῆσαι, τοιαύτη τῶν λεγομένων ἡ ἔννοια.

  38. 38.2

    Πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων λεγόμενα πραγμάτων καθολικωτέραν τινὰ τὴν σημασίαν ἔχει, οἷον ἄνθρωπος. ὁ γὰρ τοῦτο εἰπών, τὴν κοινὴν φύσιν διὰ τοῦ ὀνόματος δείξας, οὐ περιέγραψε τῇ φωνῇ τόν τινα ἄνθρωπον, τὸν ἰδίως ὑπὸ τοῦ ὀνόματος γνωριζόμενον. οὐ γὰρ μᾶλλον Πέτρος ἄνθρωπός ἐστιν, ἢ καὶ Ἀνδρέας, καὶ Ἰωάννης, καὶ Ἰάκωβος. ἡ οὖν κοινότης τοῦ σημαινομένου, ὁμοίως ἐπὶ πάντας τοὺς ὑπὸ τὸ αὐτὸ ὄνομα τεταγμένους χωροῦσα, χρείαν ἔχει τῆς ὑποδιαστολῆς, δι’ ἧς οὐ τὸν καθόλου ἄνθρωπον, ἀλλὰ τὸν Πέτρον ἢ τὸν Ἰωάννην ἐπιγνωσόμεθα.

  39. 38.3

    Τὰ δὲ τῶν ὀνομάτων ἰδικωτέραν ἔχει τὴν ἔνδειξιν, δι’ ἧς οὐχ ἡ κοινότης τῆς φύσεως ἐνθεωρεῖται τῷ σημαινομένῳ, ἀλλὰ πράγματός τινος περιγραφή, μηδεμίαν ἔχουσα πρὸς τὸ ὁμογενές, κατὰ τὸ ἰδίαζον, τὴν κοινωνίαν, οἷον ὁ Παῦλος, ἢ ὁ Τιμόθεος. οὐκέτι γὰρ ἡ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασα τῆς περιληπτικῆς σημασίας, περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν ὀνομάτων παρίστησιν. ὅταν οὖν δύο ἢ καὶ πλειόνων κατὰ τὸ αὐτὸ ὄντων, οἷον Παύλου καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητῆται λόγος, οὐκ ἄλλον τις ἀποδώσει τῆς οὐσίας ἐπὶ τοῦ Παύλου λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ, καὶ ἄλλον ἐπὶ τοῦ Τιμοθέου· ἀλλὰ δι’ ὧν ἂν λόγων ἡ οὐσία τοῦ Παύλου δειχθῇ, οὗτοι καὶ τοῖς ἄλλοις ἐφαρμόσουσι· καί εἰσιν ἀλλήλοις ὁμοούσιοι οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενοι. ἐπειδὰν δέ τις, τὸ κοινὸν μαθών, ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν, δι’ ὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ὁ ἑκάστου γνωριστικὸς λόγος τῷ περὶ τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων.

  40. 38.4

    Τοῦτο τοίνυν φαμέν· τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι. ὁ γὰρ ἄνθρωπον εἰπὼν ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας τῇ ἀκοῇ ἐνεποίησεν, ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὼς καὶ δηλούμενον ἰδίως ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι. ὁ δὲ Παῦλον εἰπὼν ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν τὴν φύσιν.

  41. 38.5

    Τοῦτο οὖν ἐστὶν ἡ ὑπόστασις, οὐχ ἡ ἀόριστος τῆς οὐσίας ἔννοια, μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλʼ ἡ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα· ὡς καὶ τῇ Γραφῇ σύνηθες τὸ τοιοῦτον ποιεῖν, ἐν ἄλλοις τε πολλοῖς, καὶ ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. ἐπειδὴ γὰρ ἔμελλε τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον τοῦ κοινοῦ μνημονεύσασα, καὶ εἰποῦσα ἄνθρωπος, εὐθὺς ἀποτέμνει τῷ ἰδιάζοντι ἐν τῇ προσθήκῃ τοῦ τις. ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφήν, ὡς οὐδὲν φέρουσαν κέρδος πρὸς τὸν προκείμενον τοῦ λόγου σκοπόν, ἐσιώπησε· τὸν δέ τινα διὰ τῶν οἰκείων γνωρισμάτων χαρακτηρίζει, καὶ τόπον λέγουσα καὶ τὰ τοῦ ἤθους γνωρίσματα, καὶ ὅσα τῶν ἔξωθεν συμπαραληφθέντα χωρίζειν αὐτὸν καὶ ἀφιστᾷν ἔμελλε τῆς κοινῆς σημασίας· ὥστε διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφήν, ἐκ τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων, ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν θεωρουμένων. εἰ δὲ τὸν τῆς οὐσίας ἐδίδου λόγον, οὐδεμία ἂν ἐγένετο τῶν εἰρημένων ἐν τῇ τῆς φύσεως ἑρμηνείᾳ μνήμη· ὁ γὰρ αὐτὸς ἂν ἦν λόγος, ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ τοῦ Σαυχίτου καὶ Σοφὰρ τοῦ Μινναίου καὶ ἐφʼ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων ἀνθρώπων.

  42. 38.6

    Ὃν τοίνυν ἐν τοῖς καθʼ ἡμᾶς ἔγνως διαφορᾶς λόγον ἐπί τε τῆς οὐσίας καὶ τῆς ὑποστάσεως, τοῦτον μετατιθεὶς καὶ ἐπὶ τῶν θείων δογμάτων, οὐχ ἁμαρτήσεις. πῶς τὸ εἶναι τοῦ Πατρός, ὅ τί ποτε ὑποτίθεταί σου ἡ ἔννοια (πρὸς οὐδὲν γάρ ἐστιν ἀποτεταγμένον νόημα τὴν ψυχὴν ἐπερείδειν, διὰ τὸ πεπεῖσθαι αὐτὸ ὑπὲρ πᾶν εἶναι νόημα), τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ νοήσεις, τοῦτο ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ ἁγίου. ὁ γὰρ τοῦ ἀκτίστου καὶ τοῦ ἀκαταλήπτου λόγος, εἷς καὶ ὁ αὐτὸς ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματός ἐστιν. οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτόν τε καὶ ἄκτιστον, τὸ δὲ ἧττον. ἐπεὶ δὲ χρὴ διὰ τῶν ἰδιαζόντων σημείων ἀσύγχυτον ἐπὶ τῆς Τριάδος τὴν διάκρισιν ἔχειν, τὸ μὲν κοινῶς ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, ἢ τὸ ὑπὲρ πᾶσαν κατάληψιν, ἢ εἴ τι τοιοῦτον, οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν, ἐπιζητήσομεν δὲ μόνον, δι’ ὧν ἡ περὶ ἑκάστου ἔννοια τηλαυγῶς καὶ ἀμίκτως τῆς συνθεωρουμένης ἀφορισθήσεται.

  43. 38.7

    Καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον. πᾶν ὅπερ ἂν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσῃ, τῆς πάντα ἐν πᾶσιν ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν· καθώς φησιν ὁ ἀπόστολος, ὅτι Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα, διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται. ζητοῦντες δὲ εἰ ἐκ μόνου τοῦ ἁγίου Πνεύματος ἡ τῶν ἀγαθῶν χορηγία τὴν ἀρχὴν λαβοῦσα οὕτω παραγίνεται τοῖς ἀξίοις, πάλιν ὑπὸ τῆς Γραφῆς ὁδηγούμεθα εἰς τὸ τῆς χορηγίας τῶν ἀγαθῶν τῶν διὰ τοῦ Πνεύματος ἡμῖν ἐνεργουμένων ἀρχηγὸν καὶ αἴτιον τὸν μονογενῆ Θεὸν εἶναι πιστεύειν. πάντα γὰρ δι’ αὐτοῦ γεγενῆσθαι, καὶ ἐν αὐτῷ συνεστάναι, παρὰ τῆς ἁγίας Γραφῆς ἐδιδάχθημεν. ὅταν τοίνυν καὶ πρὸς ἐκείνην ὑψωθῶμεν τὴν ἔννοιαν, πάλιν ὑπὸ τῆς θεοπνεύστου χειραγωγίας ἀναγόμενοι διδασκόμεθα, ὅτι δι’ ἐκείνης μὲν πάντα τῆς δυνάμεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται· οὐ μὴν οὐδὲ ἐξ ἐκείνης ἀνάρχως· ἀλλά τίς ἐστι δύναμις ἀγεννήτως καὶ ἀνάρχως ὑφεστῶσα, ἥτις ἐστὶν αἰτία τῆς ἁπάντων τῶν ὄντων αἰτίας. ἐκ γὰρ τοῦ Πατρὸς ὁ Υἱός, δι’ οὗ τὰ πάντα, ᾧ πάντοτε τὸ Πνεῦμα τὸ ἅγιον ἀχωρίστως συνεπινοεῖται. οὐ γὰρ ἔστιν ἐν περινοίᾳ τοῦ Υἱοῦ γενέσθαι, μὴ προκαταυγασθέντα τῷ Πνεύματι. ἐπειδὴ τοίνυν τὸ ἅγιον Πνεῦμα, ἀφʼ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται, ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται· τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται· τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι, καὶ τὸ ἐκ τοῦ Πατρὸς ὑφεστάναι.

  44. 38.8

    Ὁ δὲ Υἱός, ὁ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα δι’ ἑαυτοῦ καὶ μεθʼ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν, κατὰ τὸ ἰδίαζον τῶν γνωρισμάτων, τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα ἢ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνος γνωρίζεται. ὁ δὲ ἐπὶ πάντων Θεός, ἐξαίρετόν τι γνώρισμα τῆς ἑαυτοῦ ὑποστάσεως, τὸ Πατὴρ εἶναι, καὶ ἐκ μηδεμιᾶς αἰτίας ὑποστῆναι, μόνος ἔχει· καὶ διὰ τούτου πάλιν τοῦ σημείου καὶ αὐτὸς ἰδιαζόντως ἐπιγινώσκεται. τούτου ἕνεκεν ἐν τῇ τῆς οὐσίας κοινότητι ἀσύμβατά φαμεν εἶναι καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ Τριάδι γνωρίσματα, δι’ ὧν ἡ ἰδιότης παρίσταται τῶν ἐν τῇ πίστει παραδεδομένων προσώπων, ἑκάστου τοῖς ἰδίοις γνωρίσμασι διακεκριμένως καταλαμβανομένου· ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξευρεθῆναι· κατὰ δὲ τὸ ἄπειρον, καὶ ἀκατάληπτον, καὶ τὸ ἀκτίστως εἶναι, καὶ μηδενὶ τόπῳ περιειλῆφθαι, καὶ πᾶσι τοῖς τοιούτοις, μηδεμίαν εἶναι παραλλαγὴν ἐν τῇ ζωοποιῷ φύσει, ἐπὶ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου· ἀλλά τινα συνεχῆ καὶ ἀδιάσπαστον κοινωνίαν ἐν αὐτοῖς θεωρεῖσθαι. καὶ δι’ ὧν ἄν τις νοημάτων τὸ μεγαλεῖον ἑνός τινος τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων κατανοήσειε, διὰ τῶν αὐτῶν προσελεύσεται, ἀπαραλλάκτως, ἐπὶ Πατρός, καὶ Υἱοῦ, καὶ Πνεύματος ἁγίου τὴν δόξαν βλέπων, ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος τῆς διανοίας κενεμβατούσης. διότι οὐδέν ἐστι τὸ διὰ μέσου τούτων παρενειρόμενον, οὔτε πρᾶγμα ὑφεστὼς ἄλλο τι παρὰ τὴν θείαν φύσιν, ὡς καταμερίζειν αὐτὴν πρὸς ἑαυτὴν διὰ τῆς τοῦ ἀλλοτρίου παρεμπτώσεως δύνασθαι, οὔτε διαστήματός τινος ἀνυποστάτου κενότης, ἥτις κεχηνέναι ποιεῖ τῆς θείας οὐσίας τὴν πρὸς ἑαυτὴν ἁρμονίαν, τῇ παρενθήκῃ τοῦ κενοῦ τὸ συνεχὲς διαστέλλουσα. ἀλλʼ ὁ τὸν Πατέρα νοήσας, αὐτόν τε ἐφʼ ἑαυτοῦ ἐνόησε, καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο· ὁ δὲ τοῦτον λαβὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἀπεμέρισεν, ἀλλʼ ἀκολούθως μέν, κατὰ τὴν τάξιν, συνημμένως δέ, κατὰ τὴν φύσιν, τῶν τριῶν κατὰ ταὐτὸν συγκεκραμένην ἐν ἑαυτῷ τὴν πίστιν ἀνετυπώσατο. καὶ ὁ τὸ Πνεῦμα μόνον εἰπὼν συμπεριέλαβε τῇ ὁμολογίᾳ ταύτῃ καὶ τὸν οὗ ἐστὶ τὸ Πνεῦμα. καὶ ἐπειδὴ τοῦ Χριστοῦ ἐστὶ τὸ Πνεῦμα, καὶ ἐκ τοῦ Θεοῦ, καθώς φησιν ὁ Παῦλος, ὥσπερ ἐξ ἁλύσεως ὁ τοῦ ἑνὸς ἄκρου ἁψάμενος καὶ τὸ ἕτερον ἄκρον συνεπεσπάσατο, οὕτως ὁ τὸ Πνεῦμα ἑλκύσας, καθώς φησιν ὁ προφήτης, δι’ αὐτοῦ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα συνεφειλκύσατο. καὶ εἰ τὸν Υἱὸν ἀληθινῶς τις λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν, πῆ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῆ δὲ τὸ ἴδιον Πνεῦμα συνεπαγόμενον. οὔτε γὰρ τοῦ Πατρὸς ὁ ἀεὶ ἐν τῷ Πατρὶ ὢν ἀποτμηθῆναι δυνήσεται, οὔτε τοῦ Πνεύματός ποτε διαζευχθήσεται τοῦ ἰδίου ὁ πάντα ἐν αὐτῷ ἐνεργῶν. ὡσαύτως δὲ καὶ ὁ τὸν Πατέρα δεξάμενος καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συμπαρεδέξατο τῇ δυνάμει. οὐ γὰρ ἔστιν ἐπινοῆσαι τομὴν ἢ διαίρεσιν κατʼ οὐδένα τρόπον, ὡς ἢ Υἱὸν χωρὶς Πατρὸς νοηθῆναι, ἢ τὸ Πνεῦμα τοῦ Υἱοῦ διαζευχθῆναι· ἀλλά τις ἄῤῥητος καὶ ἀκατανόητος ἐν τούτοις καταλαμβάνεται καὶ ἡ κοινωνία καὶ ἡ διάκρισις, οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ τῆς φύσεως συνεχὲς διασπώσης, οὔτε τῆς κατὰ τὴν οὐσίαν κοινότητος τὸ ἰδίαζον τῶν γνωρισμάτων ἀναχεούσης. μὴ θαυμάσῃς δὲ εἰ τὸ αὐτὸ καὶ συνημμένον καὶ διακεκριμένον εἶναί φαμεν, καί τινα ἐπινοοῦμεν, ὥσπερ ἐν αἰνίγματι, καινὴν καὶ παράδοξον διάκρισίν τε συνημμένην καὶ διακεκριμένην συνάφειαν. εἰ γὰρ μή τις ἐριστικῶς καὶ πρὸς ἐπήρειαν ἀκούοι τοῦ λόγου, καὶ ἐν τοῖς αἰσθητοῖς δυνατόν ἐστι τὸ τοιοῦτον εὑρεῖν.

  45. 38.9

    Καί μου δέξασθε τὸν λόγον ὡς ὑπόδειγμα καὶ σκιὰν ἀληθείας, οὐχ ὡς αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν· οὐ γὰρ δυνατόν ἐστι διὰ πάντων ἐφαρμοσθῆναι τὸ ἐν τοῖς ὑποδείγμασι θεωρούμενον τοῖς πρὸς ἃ ἡ τῶν ὑποδειγμάτων χρεία παραλαμβάνεται. πόθεν οὖν φαμὲν τὸ διακεκριμένον ἅμα καὶ συναφὲς ἐκ τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν προφαινομένων ἀναλογίζεσθαι; ἤδη ποτὲ τοῦ ἐν τῇ νεφέλῃ τόξου τὴν λαμπηδόνα κατὰ τὸ ἔαρ τεθέασαι, ἐκεῖνο λέγω τὸ τόξον, ὅπερ ὁ κοινὸς λόγος ἴριν εἴωθεν ἐπονομάζειν· ὅ φασιν οἱ περὶ ταῦτα δεινοὶ τότε συνίστασθαι, ὅταν ἀνακεκραμένη τις ᾖ πρὸς τὸν ἀέρα νοτίς, τῆς τῶν πνευμάτων βίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν καὶ παχύ, νεφῶδες ἤδη γενόμενον, εἰς ὑετὸν ἀποθλιβούσης. συνίστασθαι δὲ λέγουσιν οὕτως. ἐπειδὰν ἡ τοῦ ἡλίου ἀκτίς, κατὰ τὸ πλάγιον ὑποδραμοῦσα τὸ πυκνόν τε καὶ συνηρεφὲς τῆς νεφώσεως, εἶτα κατὰ τὸ εὐθὺ νέφει τινὶ τὸν ἴδιον κύκλον ἐναπερείσηται, οἷόν τις καμπὴ καὶ ἐπάνοδος τοῦ φωτὸς πρὸς ἑαυτὸ γίνεται, τῆς αὐγῆς πρὸς τὸ ἔμπαλιν ἀπὸ τοῦ ὑγροῦ τε καὶ στίλβοντος ἀναλυούσης. ἐπειδὴ γὰρ φύσις ἐστὶ ταῖς φλογώδεσι μαρμαρυγαῖς, εἴ τινι λείῳ προσπέσοιεν, πρὸς ἑαυτὰς πάλιν ἐπανακλᾶσθαι, κυκλοτερὲς δὲ τοῦ ἡλίου τὸ σχῆμα, τὸ διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον, ἐξ ἀνάγκης κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου καὶ ὁ παρακείμενος τῷ νέφει ἀὴρ διὰ τῆς ἀποστιλβούσης αὐγῆς περιγράφεται. αὕτη τοίνυν ἡ αὐγὴ καὶ συνεχής ἐστι πρὸς ἑαυτὴν καὶ διῄρηται. πολύχροος γάρ τις οὖσα καὶ πολυειδής, ἀφανῶς τοῖς ποικίλοις ἄνθεσι τῆς βαφῆς πρὸς ἑαυτὴν κατακιρνᾶται τῶν ἑτεροχροούντων τὴν πρὸς ἄλληλα συμβολὴν ἐκ τῶν ὄψεων ἡμῶν κατὰ τὸ λεληθὸς ὑποκλέπτουσα· ὡς μὴ ἂν ἐπιγνωσθῆναι τοῦ γλαυκοῦ πρὸς τὸ πυραυγὲς τὸν διὰ μέσου τόπον τὸν μιγνύοντα δι’ ἑαυτοῦ καὶ χωρίζοντα τὴν τῶν χροῶν ἑτερότητα, ἢ τοῦ πυραυγοῦς πρὸς τὸ πορφύρεον, ἢ ἐκείνου πρὸς τὸ ἠλέκτρινον. πάντων γὰρ αἱ αὐγαὶ κατὰ ταὐτὸν ὁρώμεναι καὶ τηλαυγεῖς εἰσί, καὶ τῆς πρὸς ἀλλήλας συναφείας τὰ σημεῖα κλέπτουσαι, τοὺς ἐλέγχους ἐκφεύγουσιν, ὡς ἀμήχανον ἐξευρεῖν μέχρι τίνος ἕστηκε τὸ πυρῶδες ἢ τὸ σμαράγδιζον τῆς αἴγλης, καὶ ἀπὸ τίνος ἄρχεται μηκέτι τοιοῦτον εἶναι, οἷον ἐν τῷ τηλαυγεῖ καθορᾶται.

  46. 38.10

    Ὥσπερ τοίνυν ἐν τῷ ὑποδείγματι καὶ τὰς τῶν χρωμάτων διαφορὰς φανερῶς διαγινώσκομεν, καὶ διάστασιν ἑτέρου πρὸς τὸ ἕτερον οὐκ ἔστι τῇ αἰσθήσει καταλαβεῖν, οὕτω μοι λόγισαι δυνατὸν εἶναι καὶ περὶ τῶν θείων δογμάτων ἀναλογίσασθαι· τὰς μὲν τῶν ὑποστάσεων ἰδιότητας, ὥσπερ τι ἄνθος τῶν κατὰ τὴν ἴριν φαινομένων, ἐπαστράπτειν ἑκάστῳ τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων· τῆς δὲ κατὰ τὴν φύσιν ἰδιότητος μηδεμίαν ἑτέρου πρὸς τὸ ἕτερον ἐπινοεῖσθαι διαφοράν, ἀλλʼ ἐν τῇ κοινότητι τῆς οὐσίας τὰς γνωριστικὰς ἰδιότητας ἐπιλάμπειν ἑκάστῳ. καὶ γὰρ κἀκεῖ ἐν τῷ ὑποδείγματι ἡ ἀπαυγάζουσα τὴν πολύχροον ἐκείνην αὐγὴν μία οὐσία ἦν, ἡ διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀνακλωμένη· τὸ δὲ ἄνθος τοῦ φαινομένου πολυειδές· παιδεύοντος ἡμᾶς τοῦ λόγου καὶ διὰ τῆς κτίσεως μὴ ξενοπαθεῖν τοῖς περὶ τοῦ δόγματος λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες πρὸς τὴν τῶν λεγομένων συγκατάθεσιν ἰλιγγιάσωμεν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων κρείττων ἐφάνη τοῦ λόγου τῆς αἰτίας ἡ πεῖρα, οὕτω καὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἐστὶ τῆς διὰ λογισμῶν καταλήψεως ἡ πίστις, καὶ τὸ κεχωρισμένον ἐν ὑποστάσει καὶ τὸ συνημμένον ἐν τῇ οὐσίᾳ διδάσκουσα. ἐπεὶ οὖν τὸ μέν τι κοινὸν ἐν τῇ ἁγίᾳ Τριάδι τὸ δὲ ἰδίαζον ὁ λόγος ἐνεθεώρησεν, ὁ μὲν τῆς κοινότητος λόγος εἰς τὴν οὐσίαν ἀνάγεται, ἡ δὲ ὑπόστασις τὸ ἰδίαζον ἑκάστου σημεῖόν ἐστιν.

  47. 38.11

    Ἀλλʼ ἴσως οἴεταί τις μὴ συμβαίνειν τὸν ἀποδοθέντα περὶ τῆς ὑποστάσεως λόγον τῇ διανοίᾳ τῆς τοῦ ἀποστόλου γραφῆς, ἐν οἷς φησὶ περὶ τοῦ Κυρίου, ὅτι Ἀπαύγασμα τῆς δόξης αὐτοῦ, καὶ χαρακτὴρ τῆς ὑποστάσεως. εἰ γὰρ ὑπόστασιν ἀποδεδώκαμεν εἶναι τὴν συνδρομὴν τῶν περὶ ἕκαστον ἰδιωμάτων, ὁμολογεῖται δέ, ὥσπερ ἐπὶ τοῦ Πατρός, εἶναί τι τὸ ἰδιαζόντως ἐπιθεωρούμενον, δι’ οὗ μόνος ἐπιγινώσκεται, κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ Μονογενοῦς τὸ ἴσον πιστεύεται· πῶς ἐνταῦθα τὸ τῆς ὑποστάσεως ὄνομα τῷ Πατρὶ μόνῳ προσμαρτυρεῖ ἡ Γραφή, τὸν δὲ Υἱὸν μορφὴν λέγει τῆς ὑποστάσεως, οὐκ ἐν ἰδίοις, ἀλλʼ ἐν τοῖς τοῦ Πατρὸς γνωρίσμασι χαρακτηριζόμενον; εἰ γὰρ ἡ ὑπόστασις τὸ ἰδίαζον τῆς ἑκάστου ὑπάρξεως σημεῖόν ἐστι, τοῦ δὲ Πατρὸς ἴδιον τὸ ἀγεννήτως εἶναι ὁμολογεῖται, μεμόρφωται δὲ ὁ Υἱὸς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν, ἄρα οὐκέτι διαμένει τῷ Πατρὶ κατʼ ἐξαίρετον ἐπʼ αὐτοῦ μόνου τὸ ἀγέννητον λέγεσθαι, εἴπερ τῷ ἰδιάζοντι τοῦ Πατρὸς ἡ τοῦ Μονογενοῦς χαρακτηρίζεται ὕπαρξις.

  48. 38.12

    Ἀλλʼ ἡμεῖς τοῦτό φαμεν, ὅτι ἕτερον πληροῖ σκοπὸν ἐνταῦθα τῷ ἀποστόλῳ ὁ λόγος, πρὸς ὃν βλέπων ταύταις ἐχρήσατο ταῖς φωναῖς· δόξης ἀπαύγασμα λέγων, καὶ χαρακτῆρα τῆς ὑποστάσεως· ὅνπερ ὁ ἀκριβῶς νοήσας οὐδὲν εὑρήσει τοῖς παρʼ ἡμῶν εἰρημένοις μαχόμενον, ἀλλʼ ἐπί τινος ἰδιαζούσης ἐννοίας τὸν λόγον διεξαγόμενον. οὐ γὰρ ὅπως διακριθεῖεν ἀπʼ ἀλλήλων αἱ ὑποστάσεις διὰ τῶν ἐπιφαινομένων σημείων ὁ ἀποστολικὸς πραγματεύεται λόγος, ἀλλʼ ὅπως τὸ γνήσιόν τε καὶ ἀδιάστατον καὶ συνημμένον τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σχέσεως νοηθείη. καὶ γὰρ οὐκ εἶπεν, Ὃς ὢν δόξα τοῦ Πατρός, καίτοιγε τὸ ἀληθὲς οὕτως ἔχει, ἀλλὰ τοῦτο παραλιπὼν ὡς ὁμολογούμενον, τὸ μὴ ἄλλο τι δόξης εἶδος ἐπὶ τοῦ Πατρὸς καὶ ἕτερον ἐπὶ τοῦ Υἱοῦ νοεῖν διδάσκων, αὐτῆς τῆς τοῦ Πατρὸς δόξης ἀπαύγασμα τὴν τοῦ Μονογενοῦς διορίζεται δόξαν, τὸ ἀδιαστάτως συνεπινοεῖσθαι τῷ Πατρὶ τὸν Υἱὸν κατασκευάζων ἐκ τοῦ κατὰ τὸ φῶς ὑποδείγματος. ὡς γὰρ ἐκ τῆς φλογὸς μὲν ἡ αὐγή, οὐ μὴν ὑστέρα μετὰ τὴν φλόγα ἐστὶν ἡ αὐγή, ἀλλʼ ὁμοῦ τε ἡ φλὸξ ἀνέλαμψε, καὶ συναπηυγάσθη τὸ φῶς· οὕτω βούλεται καὶ ἐκ τοῦ Πατρὸς μὲν τὸν Υἱὸν νοεῖσθαι, οὐ μὴν παρατάσει τινὶ διαστηματικῇ τῆς τοῦ Πατρὸς ὑπάρξεως τὸν Μονογενῆ διορίζεσθαι, ἀλλʼ ἀεὶ τῷ αἰτίῳ τὸ ἐξ αὐτοῦ συνυπολαμβάνειν.

  49. 38.13

    Κατὰ τὸν αὐτὸν οὖν τρόπον, ὥσπερ ἐφερμηνεύων τὸν προαποδοθέντα νοῦν, καὶ ὑποστάσεως χαρακτῆρά φησι, τοῖς σωματικοῖς ἡμᾶς ὑποδείγμασι πρὸς τὴν τῶν ἀοράτων χειραγωγῶν κατανόησιν. ὡς γὰρ τὸ σῶμα πάντως ἐστὶν ἐν σχήματι, ἀλλʼ ἕτερος μὲν ὁ τοῦ σχήματος, ἕτερος δὲ ὁ τοῦ σώματος λόγος, καὶ οὐκ ἄν τις ἀποδιδοὺς τὸν ἑκατέρου τούτων ὁρισμὸν συνενεχθείη τῷ περὶ τοῦ ἑτέρου· πλὴν ἀλλὰ κἂν λόγῳ διακρίνῃς τὸ σχῆμα τοῦ σώματος, ἡ φύσις οὐ παραδέχεται τὴν διάκρισιν, ἀλλὰ συνημμένως νοεῖται μετὰ τοῦ ἑτέρου τὸ ἕτερον· οὕτως οἴεται δεῖν ὁ ἀπόστολος, κἂν ὁ τῆς πίστεως λόγος ἀσύγχυτον καὶ διῃρημένην τὴν τῶν ὑποστάσεων διδάσκῃ διαφοράν, ἀλλὰ καὶ τὸ προσεχὲς καὶ οἱονεὶ συμφυὲς τοῦ Μονογενοῦς πρὸς τὸν Πατέρα διὰ τῶν εἰρημένων παριστάναι, οὐχ ὡς οὐκ ὄντος ἐν ὑποστάσει καὶ τοῦ Μονογενοῦς, ἀλλʼ ὡς οὐ παραδεχομένου μεσότητά τινα τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα ἑνώσεως· ὥστε τὸν τῷ χαρακτῆρι τοῦ Μονογενοῦς διὰ τῶν τῆς ψυχῆς ὀμμάτων ἐνατενίσαντα καὶ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἐν περινοίᾳ γενέσθαι, οὐκ ἐπαλλασσομένης οὐδὲ συναναμιγνυμένης τῆς ἐπιθεωρουμένης αὐτοῖς ἰδιότητος, ὡς ἢ τῷ Πατρὶ τὴν γέννησιν, ἢ τῷ Υἱῷ τὴν ἀγεννησίαν ἐπιμορφάζειν, ἀλλʼ ὡς οὐκ ἐνδεχόμενον τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντας, ἐφʼ ἑαυτοῦ μόνου καταλαβεῖν τὸ λειπόμενον. οὐδὲ γάρ ἐστι δυνατόν, Υἱὸν ὀνομάσαντα, μὴ καὶ Πατρὸς ἐν περινοίᾳ γενέσθαι, σχετικῶς τῆς προσηγορίας ταύτης καὶ τὸν Πατέρα συνεμφαινούσης.

  50. 38.14

    Ἐπειδὴ τοίνυν ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα, καθώς φησιν ἐν εὐαγγελίοις ὁ Κύριος, διὰ τοῦτο χαρακτῆρά φησιν εἶναι τὸν Μονογενῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως. καὶ ὡς ἂν μᾶλλον ἐπιγνωσθείη τὸ νόημα, καὶ ἄλλας συμπαραληψόμεθα τοῦ ἀποστόλου φωνάς, ἐν αἷς εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου, καὶ τῆς ἀγαθότητος αὐτοῦ πάλιν εἰκόνα φησίν, οὐχὶ τῷ διαφέρειν τοῦ ἀρχετύπου τὴν εἰκόνα κατὰ τὸν τῆς ἀορασίας καὶ τῆς ἀγαθότητος λόγον, ἀλλʼ ἵνα δειχθῇ ὅτι ταὐτὸν τῷ πρωτοτύπῳ ἐστί, κἂν ἕτερον ᾖ. οὐ γὰρ ἂν ὁ τῆς εἰκόνος διασωθείη λόγος, εἰ μὴ διὰ πάντων τὸ ἐναργὲς ἔχοι καὶ ἀπαράλλακτον. οὐκοῦν ὁ τὸ τῆς εἰκόνος κατανοήσας κάλλος ἐν περινοίᾳ τοῦ ἀρχετύπου γίνεται. καὶ ὁ τοῦ Υἱοῦ τὴν οἱονεὶ μορφὴν τῇ διανοίᾳ λαβὼν τῆς πατρικῆς ὑποστάσεως τὸν χαρακτῆρα ἀνετυπώσατο, βλέπων διὰ τούτου ἐκεῖνον, οὐ τὴν ἀγεννησίαν τοῦ Πατρὸς ἐν τῷ ἀπεικονίσματι βλέπων (ἦ γὰρ ἂν δι’ ὅλου ταὐτὸν ἦν καὶ οὐχ ἕτερον), ἀλλὰ τὸ ἀγέννητον κάλλος ἐν τῷ γεννητῷ κατοπτεύσας. ὥσπερ γὰρ ὁ ἐν τῷ καθαρῷ κατόπτρῳ τὴν γενομένην τῆς μορφῆς ἔμφασιν κατανοήσας, ἐναργῆ τοῦ ἀπεικονισθέντος προσώπου τὴν γνῶσιν ἔσχεν, οὕτως ὁ τὸν Υἱὸν ἐπιγνοὺς τὸν χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως, διὰ τῆς τοῦ Υἱοῦ γνώσεως, ἐν τῇ καρδίᾳ ἐδέξατο. πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ καθορᾶται, καὶ πάντα τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστιν, ἐπειδὴ καὶ ὅλος ὁ Υἱὸς ἐν τῷ Πατρὶ μένει καὶ ὅλον ἔχει πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα. ὥστε ἡ τοῦ Υἱοῦ ὑπόστασις οἱονεὶ μορφὴ καὶ πρόσωπον γίνεται τῆς τοῦ Πατρὸς ἐπιγνώσεως· καὶ ἡ τοῦ Πατρὸς ὑπόστασις ἐν τῇ τοῦ Υἱοῦ μορφῇ ἐπιγινώσκεται, μενούσης αὐτοῖς τῆς ἐπιθεωρουμένης ἰδιότητος εἰς διάκρισιν ἐναργῆ τῶν ὑποστάσεων.

  51. 39.1

    Ἡ μὲν παροιμία φησίν, Οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας, Ὦ χρυσὸν ἀγγείλας ἐπῶν. ἴθι οὖν, ἔργοις αὐτὸ δεῖξον, καὶ σπεῦδε παρʼ ἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλον.

  52. 39.2

    Ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς πάρεργον αὐτὸ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοί, καὶ πάντως ἱκανοὶ πρὸς πάντα. δίδωμι οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως μόνης, ἧς οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθʼ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος, ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλους ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων. ἔνθεν ἔξεστιν ἡμῖν (ἀπείη δὲ φθόνος) ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς, ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἑαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα.

  53. 39.3

    Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες (ἐπῄνεσα γὰρ ἐμαυτόν, ὥσπερ Ἀστυδάμας), ἀλλʼ ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν, ἅτε ἀνδρὸς ἔμφρονος, ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ, ταῦτα ἐπέστειλα. σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησόμενος δρόμῳ. συνδιατρίψας δὲ ἡμῖν ἐφʼ ὅσου σοι φίλον, οἷπερ ἂν θέλῃς ὑφʼ ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιῇ.

  54. 40.1

    Τὸ ἔμφυτόν μοι ἐκ παιδόθεν γαληνὸν καὶ φιλάνθρωπον μέχρι τοῦ παρόντος ἐπιδεικνύμενος, πάντας ὑπηκόους ἐκομίσαμεν τοὺς οἰκοῦντας τὴν ὑφʼ ἥλιον. ἰδοὺ γὰρ πᾶν γένος βαρβάρων μέχρις ὁρίων Ὠκεανοῦ δῶρά μοι κόμιζον ἧκε παρὰ ποσὶ τοῖς ἐμοῖς. ὁμοίως δὲ καὶ Σαγάδαρες οἱ παρὰ τὸν Δάνουβιν ἐκτραφέντες, οἱ εὐμορφοποικιλοκανθαρόμορφοι , οἷς οὐκ ἔστι θέα ὁμοιοειδὴς ἀνθρώπων, ἀλλὰ μορφὴ ἀγριαίνουσα, οὗτοι κατὰ τὴν ἐνεστῶσαν προκαλινδοῦνται ἴχνεσι τοῖς ἐμοῖς, ὑπισχνούμενοί μοι ποιεῖν ἐκεῖνα ἅπερ τῇ ἐμῇ πρέπειβασιλείᾳ. οὐχὶ δὲ ἐν τούτῳ μόνῳ ἕλκομαι, ἀλλὰ δεῖ με σὺν πολλῷ τῷ τάχει καταλαβεῖν τὴν Περσῶν καὶ τροπώσασθαι Σάπωριν ἐκεῖνον τὸν ἀπόγονον Δαρείου γεγονότα, ἄχρις οὗ ὑπόφορος καὶ ὑποτελής μοι γένηται· ἐν ταὐτῷ δὲ καὶ τὴν Ἰνδῶν καὶ τὴν Σαρακηνῶν περιοικίδα ἐκπορθῆσαι, ἄχρις οὗτοι πάντες ἐν δευτέρᾳ τάξει τῆς ἐμῆς γένωνται ὑπόφοροι καὶ ὑποτελεῖς.

  55. 40.2

    Ἀλλʼ αὐτὸς ἐπέκεινα τῆς τούτων δυνάμεως πεφρόνηκας, εὐλάβειαν λέγων ἐνδεδύσθαι, ἀναίδειαν δὲ προβαλλόμενος· καὶ πανταχοῦ διαφημίζων ἀνάξιόν με τῆς τῶν Ῥωμαίων βασιλείας γεγονέναι. ἦ οὐκ οἶσθα αὐτὸς ὡς Κωνσταντίου τοῦ κρατίστου ἀπόγονος γέγονα; καὶ τούτων οὕτω γνωσθέντων ἡμῖν σοῦ εἵνεκα, οὐδὲ τῆς προτέρας ἐξέστημεν διαθέσεως, ἧς ἔτι νέοι ὄντες τῇ ἡλικίᾳ ἐγώ τε καὶ σὺ μετεσχήκαμεν. ἀλλὰ γαληνῷ τῷ φρονήματι θεσπίζω δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί μοι παρὰ σοῦ ἐν τῇ παρόδῳ μου τῇ κατὰ τὴν Καίσαρος, ἔτι μου κατὰ τὴν λεωφόρον ὑπάρχοντος, σὺν πολλῷ τῷ τάχει ἀφικνουμένου μου ἐπὶ τὸν Περσικὸν πόλεμον· ἑτοίμου ὄντος μου, εἰ μὴ τοῦτο ποιήσεις, πάντα τόπον ἀνασκευάσαι τῆςΚαίσαρος, καὶ τὰ πάλαι αὐτῆς ἐγηγερμένα καλλιουργήματα καταστρέψαι, καὶ κατὰ τόπον ναούς τε καὶ ἀγάλματα ἀναστῆσαι, ὥστε με πείσειν πάντας εἴκειν βασιλεῖ Ῥωμαίων, καὶ μὴ ὑπεραίρεσθαι. τὸ οὖν ἐξονομασθὲν χρυσίον ἐξαριθμοζυγοκαμπανοτρυτανίσας καὶ διαμετρήσας, ἀσφαλῶς ἐξαπόστειλόν μοι δι’ οἰκείου πιστοῦ σοι ὄντος, δακτυλίῳ τῷ σῷ σφραγισάμενος, ὥστε με ἐπεγνωκότα κἂν ὀψέ ποτε τοῦ καιροῦ τὸ ἀπαραίτητον, γαληνόν σοι γενέσθαι περὶ τὰ ἐπταισμένα. ἃ δὲ ἀνέγνων, ἔγνων καὶ κατέγνων.

  56. 41.1

    Μικρά σου τὰ τῆς παρούσης τύχης ἀνδραγαθήματα, καὶ φαῦλα τὰ τῆς ἀριστείας, ἧς αὐτὸς ἠρίστευσας καθʼ ἡμῶν, οὐχὶ δὲ καθʼ ἡμῶν, ἀλλὰ καθʼ ἑαυτοῦ. ἐγὼ δὲ τρόμῳ συνέχομαι ὅταν λάβω κατὰ νοῦν πορφυρίδα σε περιβεβλῆσθαι, στεφάνῳ δὲ τὴν ἄτιμον κεκοσμῆσθαί σου κεφαλήν, ὅπερ δίχα εὐσεβείας οὐκ ἔντιμον, ἀλλʼ ἄτιμον καθίστησί σου τὴν βασιλείαν, ἀλλʼ αὐτός, ἐπανελθὼν καὶ ὑπερμεγέθης γενόμενος, ὥς γε φαῦλοι καὶ μισόκαλοι δαίμονες εἵλκυσάν σε εἰς τοῦτο, οὐ μόνον ὑπὲρ πᾶσαν φύσιν ἀνθρώπων φρονεῖν ἤρξω, ἀλλὰ καὶ εἰς Θεὸν ὑπεραίρεσθαι, καὶ τὴν πάντων μητέρα καὶ τιθηνὸν Ἐκκλησίαν ἐνυβρίζειν, μηνύσει χρησάμενος πρός με τὸν εὐτελέστατον χιλιάδα χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι παρʼ ἐμοῦ.

  57. 41.2

    Καὶ ἡ μὲν τοῦ χρυσίου ὁλκὴ οὐκ ἐθάμβησέ μου τὴν διάνοιαν, εἰ καὶ μάλα πολλὴ καθέστηκεν, ἀλλὰ δακρῦσαί με πικρῶς παρεσκεύασεν ἐπὶ τῇ τοιαύτῃ ταχίστῃ σου ἀπωλείᾳ. ἐντεθύμημαι γὰρ καθʼ ἑαυτὸν ὡς ἐγώ τε αὐτὸς καὶ ἡ σὴ καλοκἀγαθία κοινῶς μεμαθήκαμεν τὰ ἱερὰ καὶ βέλτιστα γράμματα. ἑκάτεροι δὲ διεξήλθομεν τὰς ἁγίας καὶ θεοπνεύστους Γραφάς, καὶ ἐλάνθανε μέν σε τότε οὐδέν, ἐπὶ δὲ τοῦ παρόντος ἀκόσμητος καθέστηκας, ὑπὸ τοιούτου φρονήματος στρατοπεδευθείς. ᾔδεις ἡμᾶς πρὸ τῆς χθές, γαληνότατε, ἐπʼ ἀπληστίᾳ χρημάτων μὴ πολιτεύεσθαι· νῦν δὲ κατὰ τὴν ἐνεστῶσαν δέκα ἑκατοντάδας χρυσίου λιτρῶν ἐξαποσταλῆναί σοι ἐπεζήτησας παρʼ ἡμῶν. φείσασθαι ἡμῶν τοίνυν θέλησον, γαληνότατε, τοσαῦτα κεκτημένων ὅσα, ἂν τήμερον θελήσωμεν φαγεῖν, οὐκ ἐξαρκέσει ἡμῖν. ἀργεῖ γὰρ ὡς εἰκὸς παρʼ ἡμῖν μαγείρων τέχνη, μάχαιρα δὲ αὐτῶν αἵμασιν οὐ προσομιλεῖ. τὰ μέγιστα τῶν παρʼ ἡμῖν βρωμάτων, ἐν οἷς ἡ δαψίλεια, χόρτων φύλλα σὺν ἄρτῳ τραχυτάτῳ καὶ τῷ ἐξεστηκότι οἴνῳ· ὥστε μὴ ἐκθαμβούμενα ἡμῶν τὰ αἰσθητήρια ὑπὸ τῆς γαστριμαργίας ἐπʼ ἀφροσύνῃ πολιτεύεσθαι.

  58. 41.3

    Ἀπήγγειλε δέ μοι καὶ τοῦτο Λαῦσος ὁ σὸς περίβλεπτος τριβοῦνος, ὁ γνήσιός σοι περὶ τὰ ἐσπουδασμένα, ὡς γυνή τις προσέλευσιν ἐποιήσατο ἐπὶ τῆς σῆς γαληνότητος ἐπʼ ἀπωλείᾳ παιδὸς αὐτῆς φαρμακευθέντος, καὶ ὡς κέκριται παρʼ ὑμῶν φαρμακοὺς μὲν μηδαμοῦ εἶναι, ὄντας δὲ ἀναιρεῖσθαι, ἢ ἐκείνους μόνους περιποιεῖσθαι οἷς ἡ μάχη πρὸς τὰ θηρία. καὶ τοῦτο, ὀρθῶς κριθὲν παρʼ ὑμῶν, ξένον μοι πέφηνε. παντὸς γὰρ γέλωτος ἀνάμεστον τυγχάνει, πῶς τὰ μεγάλα ἄλγη τῶν τραυμάτων μικροῖς φαρμάκοις ἐπιχειρεῖς θεραπεύειν. Θεὸν γὰρ ἐνυβρίσας, χηρῶν καὶ ὀρφανῶν μάτην πρόνοιαν ποιῇ. τὸ μὲν γὰρ μανικὸν καὶ ἐπικίνδυνον, τὸ δὲ φιλοικτίρμονος καὶ συμπαθοῦς.

  59. 41.4

    Ἐπαχθὲς ἡμῖν λέγειν πρὸς βασιλέα, ἰδιώτας ὄντας, ἐπαχθέστερον δέ σοι φανήσεται τὸ λέγειν πρὸς Θεόν. οὐδεὶς γὰρ μεσίτης Θεοῦ καὶ ἀνθρώπων φανήσεται. ἃ μέντοι ἀνέγνως, οὐκ ἔγνως· εἰ γὰρ ἔγνως, οὐκ ἂν κατέγνως,

  60. 42.1

    Σωτηρίου πράγματος αἴτιος γενήσομαί σοι, ὦ γνήσιε ἀδελφέ, εἰ ἡδέως συμβουλευθείης παρʼ ἡμῶν τὰ πρακτέα, μάλιστα περὶ ὧν ἡμᾶς αὐτὸς παρεκάλεσας συμβουλεῦσαί σοι. τὸ μὲν γὰρ κατάρξασθαι τοῦ μονήρους βίου πολλοῖς ἴσως τετόλμηται, τὸ δὲ ἀξίως ἐπιτελέσαι ὀλίγοις τάχα που πεπόνηται. καὶ πάντως οὐκ ἐν προθέσει μόνον τὸ τέλος ὑπάρχει, ἀλλʼ ἐν τῷ τέλει τὸ κέρδος τῶν πεπονημένων. οὐκοῦν οὐδὲν ὄφελος τοῖς μὴ πρὸς τὸ τοῦ σκοποῦ τέλος ἐπειγομένοις, ἄχρι δὲ τῆς ἀρχῆς μόνης ἱστῶσι τὸν τῶν μοναχῶν βίον· οὐ μὴν ἀλλὰ καὶ καταγέλαστον καταλιμπάνουσι τὴν ἑαυτῶν πρόθεσιν, ἀνανδρίας καὶ ἀβουλίας παρὰ τῶν ἔξωθεν ἐγκαλούμενοι. φησὶ γὰρ καὶ ὁ Κύριος περὶ τῶν τοιούτων· Τίς βουλομενος οἶκον οἰκοδομῆσαι οὐχὶ πρῶτον καθίσας ψηφίζει τὴν δαπάνην, εἰ ἔχει τὰ πρὸς ἀπαρτισμόν; μή ποτε θέντος αὐτοῦ θεμέλιον καὶ μὴ ἰσχύοντος ἐκτελέσαι, ἄρξωνται ἐμπαίζειν αὐτῷ οἱ παραπορευόμενοι λέγοντες, ὅτι ὁ ἄνθρωπος οὗτος θεμέλιον ἔθηκε, καὶ οὐκ ἴσχυσεν ἐκτελέσαι. ἡ οὖν ἀρχὴ ἐχέτω τὴν προκοπὴν προθύμως ἐπὶ τῷ κατορθώματι. καὶ γὰρ ὁ γενναιότατος ἀθλητὴς Παῦλος, βουλόμενος ἡμᾶς μὴ ἐπαμεριμνεῖν τοῖς προβεβιωμένοις ἀγαθοῖς, ἀλλʼ ὁσημέραι εἰς τὸ πρόσω προκόπτειν, λέγει· Τῶν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατὰ σκοπὸν διώκω ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. τοιοῦτος γὰρ ὑπάρχει ὅλος ὁ τῶν ἀνθρώπων βίος, μὴ ἀρκούμενος τοῖς φθάσασιν, ἀλλὰ τρεφόμενος οὐ τοῖς φθάσασι μᾶλλον, ἀλλὰ τοῖς μέλλουσι. τί γὰρ ὠφελεῖ ἄνθρωπον ὁ χθιζὸς τῆς γαστρὸς κόρος, σήμερον τῆς ἐμφύτου πείνης τὴν οἰκείαν τῆς βρώσεως παραμυθίαν μὴ εὑρισκούσης; οὕτως οὖν οὐδὲ ψυχῆς κέρδος τοῦ χθεσινοῦ κατορθώματος, τῆς σημερινῆς ἀπολιμπανομένου δικαιοπραγίας. οἷον γὰρ εὕρω σε, φησί, τοιοῦτόν σε κρινῶ.

  61. 42.2

    Οὐκοῦν μάταιος μὲν τοῦ δικαίου ὁ κόπος, ἀνέγκλητος δὲ καὶ τοῦ ἁμαρτωλοῦ ὁ τρόπος, ἐπιγενομένης ἐναλλαγῆς, τῷ μὲν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον, τῷ δὲ ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον μεταβληθέντι. ταῦτα καὶ τοῦ Ἰεζεκιὴλ ὡς ἐκ προσώπου τοῦ Κυρίου δογματίζοντος ἔστιν ἀκοῦσαι. Ἐὰν γάρ, φησίν, ἐκκλίνας ὁ δίκαιος πλημμελήσῃ, οὐ μὴ μνησθῶ τῶν δικαιοσυνῶν ὧν ἐποίησεν ἔμπροσθεν, ἀλλʼ ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται. τὸ δὲ αὐτό φησι καὶ περὶ τοῦ ἁμαρτωλοῦ· Ἐὰν ἐπιστρέψας ποιήσῃ δικαιοσύνην, ζωὴν ζήσεται ἐν αὐτῇ. ποῦ γὰρ οἱ τοσοῦτοι Μωσῆ τοῦ θεράποντος πόνοι, τῆς ἐν στιγμῇ ἀντιλογίας παραγραψαμένης αὐτοῦ τὴν εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἴσοδον; ποῦ δὲ καὶ ἡ τοῦ Γιεζῆ συναναστροφὴ πρὸς τὸν Ἐλισσαῖον, φιλοχρηματίας χάριν λέπραν ἐπισπασαμένου; τί δὲ καὶ τοῦ πλήθους τῆς σοφίας τῷ Σολομῶντι ὄφελος, καὶ ἡ προλαβοῦσα τοιαύτη ἔννοια εἰς Θεόν, ὕστερον ἐκ τῆς γυναικομανίας εἰς εἰδωλολατρίαν αὐτοῦ ἐκπεπτωκότος; ἀλλʼ οὐδὲ τὸν μακάριον Δαβὶδ ὁ μετεωρισμὸς ἀφῆκεν ἀνέγκλητον, διὰ τὴν εἰς τὴν τοῦ Οὐρίου πλημμέλειαν. ἤρκει δὲ καὶ ἡ τοῦ Ἰούδα ἀπὸ τοῦ κρείττονος εἰς τὸ χεῖρον μετάπτωσις πρὸς ἀσφάλειαν τοῦ κατὰ Θεὸν πολιτευομένου, ὃς ἐν τοσούτοις χρόνοις μαθητευθεὶς τῷ Χριστῷ ὕστερον μικρῷ λήμματι τὸν διδάσκαλον ἀπεμπολήσας, ἑαυτῷ ἀγχόνην ἐπραγματεύσατο. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ὁ καλῶς ἀρχόμενος, οὗτος τέλειος, ἀλλʼ ὁ καλῶς ἀποτιθέμενος, οὗτος δόκιμος παρὰ Θεῷ.

  62. 42.3

    Μὴ οὖν δῷς ὕπνον τοῖς ὀφθαλμοῖς, ἀδελφέ, μηδὲ νυσταγμὸν σοῖς βλεφάροις, ἵνα σωθῇς ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. βλέπε γὰρ ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις, καὶ ἐπάνω τείχους ὑψηλοῦ περιπατεῖς, ὅθεν οὐκ ἀκίνδυνον τῷ καταπεσόντι τὸ πτῶμα. μὴ οὖν εὐθέως εἰς ἀκρότητα ἀσκήσεως ἐκτείνῃς σεαυτόν· μάλιστα μηδὲ θαῤῥήσῃς σεαυτῷ, ἵνα μὴ ἐξ ἀπειρίας ἀφʼ ὕψους τῆς ἀσκήσεως πέσῃς. κρεῖσσον γὰρ ἡ κατʼ ὀλίγον προκοπή. κατὰ μικρὸν οὖν κλέπτε τὰς ἡδονὰς τοῦ βίου, ἐξαφανίζων σεαυτοῦ πᾶσαν συνήθειαν, μήποτε ἀθρόως πάσας ὁμοῦ ἐρεθίσας τὰς ἡδονὰς ὄχλον πειρασμῶν σεαυτῷ ἐπαγάγῃς. ἡνίκα δʼ ἂν τοῦ ἑνὸς πάθους τῆς ἡδονῆς κατὰ κράτος περιγένῃ, πρὸς τὴν ἑτέραν ἡδονὴν παράταξαι, καὶ οὕτω πασῶν τῶν ἡδονῶν εὐκαίρως περιγενήσῃ. ἡδονῆς γὰρ ὄνομα μὲν ἕν, πράγματα δὲ διάφορα. τοίνυν, ἀδελφέ, ἔσο πρῶτον μὲν ὑπομονητικὸς πρὸς πάντα πειρασμόν. πειρασμοῖς δὲ ποταποῖς δοκιμάζεται ὁ πιστός; ζημίαις κοσμικαῖς, ἐγκλήμασι, καταψεύσμασιν, ἀπειθείαις, καταλαλιαῖς, διωγμοῖς. εἰς ταῦτα καὶ τὰ τοιαῦτα δοκιμάζεται ὁ πιστός.

  63. 42.4

    Ἔπειτα δὲ καὶ ἡσύχιος ἔσο, μὴ προπετὴς ἐν λόγῳ, μὴ ἐριστικός, μὴ φιλόνεικος, μὴ κενόδοξος, μὴ ἐξηγητικός, ἀλλὰ φιλόπιστος, μὴ ἐν λόγῳ πολύς, ἕτοιμος δὲ ἴσθι ἀεί, μὴ πρὸς διδασκαλίαν, ἀλλὰ πρὸς μάθησιν. μὴ περιεργάζου βίους κοσμικούς, ὅθεν οὐδέν σοι προσγένηται ὄφελος. φησὶ γάρ· Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων. ὁ γὰρ ἡδέως λαλῶν τὰ τῶν ἁμαρτωλῶν, ἑτοίμως καθʼ ἑαυτοῦ ἐξυπνίζει τὰς ἡδονάς. μᾶλλον δὲ πολυπραγμόνει τὸν τῶν δικαίων βίον· οὕτω γὰρ ἂν εὑρήσεις ἑαυτῷ ὄφελος. μὴ ἔσο φιλενδείκτης, περιάγων τὰς κώμας ἢ τὰς οἰκίας, φεῦγε δὲ ταύτας ὡς ψυχῶν παγίδας. εἰ δέ τις διὰ πολλὴν εὐλάβειαν προτρέπεταί σε εἰς τὸν ἑαυτοῦ οἶκον, πολλῶν προφάσεων ἕνεκα, μανθανέτω ὁ τοιοῦτος ἀκολουθεῖν τῇ πίστει τοῦ ἑκατοντάρχου, ὃς τοῦ Ἰησοῦ θεραπείας χάριν πρὸς αὐτὸν ἐπειγομένου παρῃτήσατο λέγων· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγον, καὶ ἰαθήσεται ὁ παῖς μου. τοῦ δὲ Ἰησοῦ εἰπόντος αὐτῷ· Ὕπαγε, ὡς ἐπίστευσας, γενηθήτω σοι· ἰάθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. τοῦτο οὖν γνωστόν σοι ἔστω, ἀδελφέ, ὅτι οὐχ ἡ τοῦ Χριστοῦ παρουσία ἀλλʼ ἡ πίστις τοῦ αἰτοῦντος ἠλευθέρωσε τὸν κάμνοντα. οὕτω καὶ νῦν, σοῦ εὐχομένου ἐν ᾧ ᾖς τόπῳ, καὶ τοῦ κάμνοντος πιστεύοντος ὅτι ταῖς σαῖς εὐχαῖς βοηθηθήσεται, ἀποβήσεται αὐτῷ πάντα καταθυμίως.

  64. 42.5

    Πλέον δὲ τοῦ Κυρίου τοὺς οἰκείους σου μὴ ἀγαπήσεις. ὁ γὰρ ἀγαπῶν, φησί, πατέρα ἢ μητέρα ἢ ἀδελφοὺς ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος. τί δὲ βούλεται ἡ τοῦ Κυρίου ἐντολή; Εἴ τις, φησίν, οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ μοι, οὐ δύναταί μου εἶναι μαθητής. εἰ συναπέθανες τῷ Χριστῷ ἀπὸ τῶν συγγενῶν σου τῶν κατὰ σάρκα, τί πάλιν ἐν αὐτοῖς ἀναστρέφεσθαι θέλεις; εἰ δὲ ἃ κατέλυσας διὰ Χριστόν, πάλιν ταῦτα οἰκοδομεῖς διὰ τοὺς σνγγενεῖς σου, παραβάτην σεαυτὸν καθιστᾷς. μὴ οὖν διὰ χρέος τῶν συγγενῶν σου ἀναχωρήσῃς τοῦ τόπου σου· ἀναχωρῶν γὰρ ἐκ τοῦ τόπου σου, ἴσως ἀναχωρήσεις ἐκ τοῦ τρόπου σου. μὴ ἔσο ὀχλοχαρής· μὴ φιλόχωρος, μὴ φιλοπολίτης. ἀλλὰ φιλέρημος, ἐφʼ ἑαυτῷ μένων ἀεὶ ἀμετεωρίστως, τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἔργον ἡγούμενος.

  65. 42.6

    Μηδὲ τῶν ἀναγνωσμάτων κατολιγωρήσῃς, μάλιστα τῆς Νέας Διαθήκης, διὰ τὸ ἐκ τῆς Παλαιᾶς Διαθήκης πολλάκις βλάβην ἐγγίνεσθαι, καὶ οὐχ ὅτι ἐγράφη βλαβερά, ἀλλʼ ὅτι ἡ τῶν βλαπτομένων διάνοια ἀσθενής. πᾶς γὰρ ἄρτος τρόφιμος, ἀλλὰ τοῖς ἀσθενοῦσιν ἐπιβλαβής· οὕτως οὖν πᾶσα Γραφὴ θεόπνευστος καὶ ὠφέλιμος, καὶ οὐδὲν κοινὸν δι’ αὐτῆς, εἰ μὴ τῷ λογιζομένῳ κοινὸν εἶναι, ἐκείνῳ κοινόν. Πάντα δὲ δοκίμαζε· τὸ καλὸν κάτεχε· ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχου. Πάντα γὰρ ἔξεστιν, ἀλλʼ οὐ πάντα συμφέρει. ἔσο οὖν τοῖς συντυγχάνουσί σοι ἐν πᾶσιν ἀπρόσκοπος, προσχαρής, φιλάδελφος, ἡδύς, ταπεινόφρων μὴ ἐκπίπτων τοῦ σκοποῦ τῆς φιλοξενίας διὰ βρωμάτων πολυτελείας, ἀρκούμενος δὲ τοῖς παροῦσι, τῆς καθημερινῆς χρείας τοῦ μονήρους βίου μηδὲν πλέον ἀπό τινος λάβῃς· καὶ μάλιστα φύγε τὸν χρυσὸν ὡς ψυχῆς ἐπίβουλον καὶ ἁμαρτίας πατέρα, ὑπουργὸν δὲ τοῦ διαβόλου. μὴ προφάσει τῆς εἰς τοὺς πένητας διακονίας σεαυτὸν ὑπόδικον φιλοχρηματίας καταστήσῃς. εἰ δέ τις πτωχῶν ἕνεκα κομίσει σοι χρήματα, γνῷς δέ τινας εἶναι λειπομένους, αὐτῷ ἐκείνῳ, ᾧ ὑπάρχει τὰ χρήματα, ἀποκομίσαι τοῖς ὑστερουμένοις ἀδελφοῖς συμβούλευσον, μή ποτε μολύνῃ σου τὴν συνείδησιν ἡ τῶν χρημάτων ὑποδοχή.

  66. 42.7

    Τὰς ἡδονὰς φεῦγε· τὴν ἐγκράτειαν δίωκε· καὶ τὸ μὲν σῶμα τοῖς πόνοις ἄσκει, τὴν δὲ ψυχὴν τοῖς πειρασμοῖς ἔθιζε. τὴν σώματος καὶ ψυχῆς ἀνάλυσιν ἀπαλλαγὴν παντὸς κακοῦ τιθέμενος, ἐκδέχου τῶν αἰωνίων ἀγαθῶν τὴν ἀπόλαυσιν, ἧς πάντες οἱ ἅγιοι μέτοχοι γεγόνασι. σὺ δὲ ἀδιαλείπτως ζυγοστατῶν ἀντιπαρατίθεσο τῇ διαβολικῇ ἐννοίᾳ τὸν εὐσεβῆ λογισμόν, ὥσπερ ἐπὶ τρυτάνης, τῇ ῥοπῇ τῆς πλάστιγγος τούτῳ παραχωρῶν. καὶ μάλιστα ὅταν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια λέγῃ· Τί σοι τὸ ὄφελος τῆς ἐν τῷ τόπῳ τούτῳ διαγωγῆς; τί σοι τὸ κέρδος τῆς ἀναχωρήσεως τῆς ἀπὸ τῶν ἀνθρώπων συνηθείας; ἢ οὐκ ἔγνως τοὺς παρὰ τοῦ Θεοῦ τεταγμένους ἐπισκόπους τῶν τοῦ Θεοῦ ἐκκλησιῶν τοῖς ἀνδράσι συνήθως συνδιαζῶντας καὶ τὰς πνευματικὰς ἀδιαλείπτως ἐπιτελοῦντας πανηγύρεις, ἐν αἷς μάλιστά που τοῖς παραγενομένοις γίνεται ὄφελος; ἐκεῖ γὰρ ἀποκαλύψεις παροιμιακῶν αἰνιγμάτων, λύσεις ἀποστολικῶν διδαγμάτων, εὐαγγελικῶν νοημάτων ἔκθεσις, θεολογίας ἀκρόασις, ἀδελφῶν πνευματικῶν συντυχίαι μεγάλην τοῖς ἐντυγχάνουσιν ἐκ τῆς θέας τοῦ προσώπου τὴν ὠφέλειαν παρεχόντων. σὺ δὲ τοσούτων ἀγαθῶν ἀλλότριον σεαυτὸν καταστήσας κάθησαι ἐνθάδε ἐξηγριωμένος ἴσως τοῖς θηρσίν. ὁρᾷς γὰρ ἐνταῦθα ἠρεμίαν πολλήν, ἀπανθρωπίαν οὐκ ὀλίγην, ἀπορίαν διδασκαλίας, ἀδελφῶν ἀλλοτρίωσιν, καὶ τὸ πνεῦμα περὶ τὴν ἐντολὴν τοῦ Θεοῦ ἀργίαν ἔχον πολλήν.

  67. 42.8

    Ὅταν οὖν τοιαύταις καὶ τοσαύταις εὐλογοφανέσι προφάσεσιν ἐπαναστᾶσα ἡ πονηρὰ ἔννοια καταῤῥῆξαί σε θέλῃ, ἀντιπαράθες αὐτῇ διὰ τοῦ εὐσεβοῦς λογισμοῦ τὴν πεῖραν τοῦ πράγματος, λέγων· Ἐπειδὴ σὺ λέγεις μοι καλὰ τὰ ἐν τῷ κόσμῳ εἶναι, διὰ τοῦτο ἐγὼ ἐνταῦθα μετῴκησα, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν. παραμέμικται γὰρ τοῖς τοῦ κόσμου καλοῖς τὰ κακά, καὶ μᾶλλον ὑπεραίρει τὰ κακά. παραγενόμενος γάρ ποτε ἐν ταῖς πνευματικαῖς πανηγύρεσιν ἑνὶ μὲν ἀδελφῷ μόλις ποτὲ περιέτυχον, τὸ μὲν δοκεῖν, φοβουμένῳ τὸν Κύριον, κρατουμένῳ δὲ ὑπὸ τοῦ διαβόλου, καὶ ἤκουσα παρʼ αὐτοῦ λόγους κομψοὺς καὶ μύθους πεπλασμένους εἰς ἀπάτην τῶν ἐντυγχανόντων. πολλοῖς δὲ μετʼ αὐτὸν συνέτυχον κλέπταις, ἅρπαξι, τυράννοις. εἶδον μεθυόντων σχῆμα ἄσχημον, τὰ αἵματα τῶν καταπονουμένων. εἶδον δὲ καὶ κάλλος γυναικῶν, βασάνιζόν μου τὴν σωφροσύνην· καὶ τὸ μὲν τῆς πορνείας ἔργον διέφυγον· τὴν δὲ ἐμαυτοῦ παρθενίαν ἐμόλυνα κατὰ διάνοιαν καρδίας. καὶ πολλῶν μὲν ἀκήκοα λόγων ψυχωφελῶν, πλὴν παρʼ οὐδενὶ τῶν διδασκάλων εὗρον ἀξίαν τῶν λόγων τὴν ἀρετήν. μετὰ δὲ τοῦτο πάλιν μυρίων ἤκουσα τραγῳδημάτων, μέλεσι τεθρυμμένοις ἐνδεδυμένων. πάλιν ἀκήκοα κιθάρας ἡδὺ ἠχούσης, τῶν κρότων τῶν ἁλλομένων, τῆς φωνῆς τῶν γελοιαστῶν, μωρίας πολλῆς καὶ εὐτραπελίας, ὄχλου ἀμυθήτου βοήν. εἶδον τὰ δάκρυα τῶν συληθέντων, τὰς ὀδύνας τῶν ἀπαγομένων ὑπὸ τῆς τυραννίδος, τὴν οἰμωγὴν τῶν βασανιζομένων. καὶ εἶδον καὶ ἰδοὺ οὐκ ἦν πανήγυρις πνευματική, ἀλλὰ θάλασσα ἀνεμιζομένη καὶ ταραττομένη, πάντας ὁμοῦ τοῖς αὐτῆς κύμασι καλύψαι σπουδάζουσα.

  68. 42.9

    Λέγε μοι, ὦ κακὴ ἔννοια, καὶ ὁ τῆς προσκαίρου ἡδυπαθείας τε καὶ κενοδοξίας δαίμων, τί μοι τὸ ὄφελος τῆς τούτων θεωρίας τε καὶ ἀκροάσεως, μηδενὶ τῶν ἀδικουμένων βοηθῆσαι ἰσχύοντι, μήτε δὲ τοῖς ἀδυνάτοις ἐπαμῦναι μήτε τοὺς σφαλλομένους διορθώσασθαι συγχωρουμένῳ, τάχα δὲ μέλλοντι καὶ ἐμαυτὸν προσαπολλύειν; ὥσπερ γὰρ ὀλίγον ὕδωρ καθαρὸν ὑπὸ πολλῆς ζάλης ἀνέμου καὶ κονιορτοῦ ἀφανίζεται, οὕτως ἃ νομίζομεν καλὰ ἐν τῷ βίῳ ποιεῖν ὑπὸ τοῦ πλήθους τῶν κακῶν καλύπτεται. αἱ μὲν γὰρ τραγῳδίαι ὥσπερ σκόλοπες τοῖς κατὰ τὸν βίον δι’ εὐθυμίας καὶ χαρᾶς ἐν ταῖς καρδίαις αὐτῶν ἐμπήσσονται, ἵνα τῆς ψαλμῳδίας ἐπισκοτίσῃ τὸ καθαρόν. αἱ δὲ οἰμωγαὶ καὶ ὁ ὀδυρμὸς τῶν ἀδικουμένων ἀνθρώπων παρὰ τῶν ὁμοφύλων ἐπάγονται, ἵνα δειχθῇ τῶν πενήτων ἡ ὑπομονή. τίς οὖν ὠφέλεια ἐμοί, ἢ δηλονότι τῆς ψυχῆς ἡ βλάβη;

  69. 42.10

    Διὰ τοῦτο οὖν ἐγὼ μεταναστεύω ἐπὶ τὰ ὄρη ὡς στρουθίον· ὡς στρουθίον γὰρ ἐῤῥύσθην ἐκ τῆς παγίδος τῶν θηρευόντων. καὶ γὰρ ἐν ταύτῃ τῇ ἐρήμῳ διάγω, ὦ κακὴ ἔννοια, ἐν ᾗ ὁ Κύριος διέτριβεν. ἐνταῦθα ἡ δρῦς ἡ Μαμβρή· ἐνταῦθα ἡ οὐρανοφόρος κλῖμαξ, καὶ αἱ τῶν ἀγγέλων παρεμβολαὶ αἱ τῷ Ἰακὼβ ὀφθεῖσαι· ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ λαὸς ἁγνισθεὶς ἐνομοθετήθη, καὶ οὕτως εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσελθὼν εἶδε Θεόν. ἐνταῦθα τὸ ὄρος τὸ Καρμήλιον ἐν ᾧ Ἠλίας αὐλιζόμενος τῷ Θεῷ εὐηρέστησεν. ἐνταῦθα τὸ πεδίον ἐν ᾧ ἀναχωρήσας Ἔσδρας πάσας τὰς θεοπνεύστους βίβλους προστάγματι Θεοῦ ἐξηρεύξατο. ἐνταῦθα ἡ ἔρημος ἐν ᾗ ὁ μακάριος Ἰωάννης ἀκριδοφαγῶν μετάνοιαν τοῖς ἀνθρώποις ἐκήρυξεν. ἐνταῦθα τὸ ὄρος τῶν ἐλαιῶν εἰς ὃ ὁ Χριστὸς ἀνερχόμενος προσηύχετο, ἡμᾶς διδάσκων προσεύχεσθαι. ἐνταῦθα ὁ Χριστὸς ὁ τῆς ἐρήμου φίλος· φησὶ γάρ· Ὅπου εἰσὶ δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν. ἐνταῦθα ἡ στενὴ καὶ τεθλιμμένη ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν. ἐνταῦθα διδάσκαλοι καὶ προφῆται οἱ ἐν ἐρημίαις πλανώμενοι, καὶ ὄρεσι, καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς. ἐνταῦθα ἀπόστολοι καὶ εὐαγγελισταί, καὶ ὁ τῶν μοναχῶν ἐρημοπολίτης βίος.

  70. 42.11

    Ταῦτα τοίνυν ἑκουσίως καταδέδεγμαι, ἵνα λάβω ἅπερ τοῖς μάρτυσι τοῦ Χριστοῦ καὶ τοῖς ἄλλοις πᾶσιν ἁγίοις ἐπήγγελται· ἵνα ἀψευδῶς λέγω· Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ἔγνων γὰρ τὸν μὲν θεοφιλῆ Ἀβραὰμ τῇ τοῦ Θεοῦ φωνῇ πειθόμενον καὶ εἰς τὴν ἔρημον μετοικοῦντα, καὶ Ἰσαὰκ καταδυναστευόμενον, καὶ Ἰακὼβ τὸν πατριάρχην ξενιτεύοντα, Ἰωσὴφ τὸν σώφρονα διαπιπρασκόμενον, τοὺς τῆς ἐγκρατείας εὑρετὰς τρεῖς παῖδας πυρομαχοῦντας, Δανιὴλ δεύτερον εἰς λάκκον λεόντων παραβαλλόμενον, τὸν παῤῥησιαστὴν Ἱερεμίαν εἰς λάκκον βορβόρου καταδικαζόμενον· Ἡσαΐαν τὸν τῶν ἀποκρύφων θεατὴν πριζόμενον· τὸν Ἰσραὴλ αἰχμαλωτιζόμενον· Ἰωάννην τὸν τῆς μοιχείας ἔλεγχον ἀποτεμνόμενον· ἀναιρουμένους τοὺς Χριστοῦ μάρτυρας. καὶ ἵνα τί μακρολογῶ; ὅπου γε καὶ αὐτὸς ὁ Σωτὴρ ἐσταυρώθη ὑπὲρ ἡμῶν, ἵνα τῷ ἑαυτοῦ θανάτῳ ἡμᾶς ζωοποιήσῃ, καὶ πάντας ἡμᾶς πρὸς τὴν ὑπομονὴν ἀλείψῃ καὶ ἑλκύσῃ. πρὸς τοῦτον ἐπείγομαι, καὶ πρὸς τὸν Πατέρα, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. γνήσιος εὑρεθῆναι ἀγωνίζομαι, ἀνάξιον ἐμαυτὸν κρίνας τῶν τοῦ κόσμου καλῶν—πλὴν ἀλλʼ οὐδὲ ἐγὼ διὰ τὸν κόσμον, ἀλλʼ ὁ κόσμος δι’ ἐμέ.

  71. 42.12

    Ταῦτα οὖν ἐν ἑαυτῷ ἐπιλογιζόμενος, καὶ τελῶν αὐτὰ σπουδαίως κατὰ τὸ εἰρημένον σοι, ἀγώνισαι ὑπὲρ τῆς ἀληθείας ἕως θανάτου. καὶ γὰρ ὁ Χριστὸς ὑπήκοος γέγονε μέχρι θανάτου. ἀλλὰ καὶ ὁ ἀπόστολός φησι· Βλέπετε μή ποτε ἔσται ἔν τινι ὑμῶν καρδία πονηρά, εἰς τὸ ἀποστῆναι ἀπὸ Θεοῦ ζῶντος· ἀλλὰ ἀλλήλους παρακαλεῖτε, καὶ εἷς τὸν ἕνα οἰκοδομεῖτε, ἄχρις οὗ τὸ σήμερον λέγεται. τὸ γὰρ σήμερον σημαίνει ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν. οὕτως οὖν πολιτευόμενος, ἀδελφέ, καὶ σεαυτὸν σώσεις, καὶ ἡμᾶς εὐφρανεῖς, καὶ τὸν Θεὸν δοξάσεις εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

  72. 43.1

    Μάθε σὺ ὁ μονάζων καὶ πιστὸς ἄνθρωπος, καὶ τῆς εὐσεβείας ἐργάτης, καὶ διδάχθητι εὐαγγελικὴν πολιτείαν, σώματος δουλαγωγίαν, φρόνημα ταπεινόν, ἐννοίας καθαρότητα, ὀργῆς ἀφανισμόν. ἀγγαρευόμενος, προστίθει διὰ τὸν Κύριον· ἀποστερούμενος, μὴ δικάζου· μισούμενος, ἀγάπα· διωκόμενος, ἀνέχου· βλασφημούμενος, παρακάλει. νεκρώθητι τῇ ἁμαρτίᾳ, σταυρώθητι τῷ Θεῷ· ὅλην τὴν μέριμναν μετάθες ἐπὶ τὸν Κύριον, ἵνα εὑρεθῇς ὅπου ἀγγέλων μυριάδες, πρωτοτόκων πανηγύρεις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι, σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. ἐκείνοις σεαυτὸν τοῖς δικαίοις ἐπιθύμησον συναριθμηθῆναι, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν. αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

  73. 44.1

    Χαίρειν οὐ λέγομεν, ὅτι οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν. ἔτι γὰρ ἀπιστία με περιέχει, καὶ οὐκ ἐπέρχεταί μου εἰς τὴν καρδίαν τὸ τηλικοῦτον ἀτόπημα καὶ τὸ ἐπιχείρημα τὸ μέγα ὃ ἔπραξας, εἴ γε κατὰ τὸ φαινόμενον ἤδη πᾶσιν οὕτως ἔχει. θαυμάζω γὰρ πῶς ἡ τοσαύτη σοφία κατεπόθη, πῶς ἡ τοσαύτη ἀκρίβεια διελύθη, πόθεν ἡ τοσαύτη τύφλωσις περιεχύθη, πῶς μηδὲν τὸ σύνολον ἐννοήσας τοιαύτην καὶ τοσαύτην ἀπώλειαν ψυχῶν εἰργάσω. εἰ γὰρ ἀληθὲς τοῦτο, παραδέδωκας καὶ τὴν σαυτοῦ ψυχὴν τῷ βυθῷ, καὶ πάντων τῶν ἀκουόντων τὴν ἀσέβειαν ταύτην τὸν τόνον παρέλυσας. τὴν πίστιν ἠθέτησας, τοῦ ἀγῶνος τοῦ καλοῦ ἠστόχησας. διὸ ἀλγῶ ἐπὶ σοί. ποῖος γὰρ ἱερεὺς ἀκούων οὐ θρηνήσει; ποῖος ἐκκλησιαστικὸς οὐ κόπτεται; ποῖος λαϊκὸς οὐ σκυθρωπάζει; ποῖος ἀσκητὴς οὐ πενθεῖ; τάχα καὶ ὁ ἥλιος ἐσκότασεν ἐπὶ τῷ σῷ πτώματι, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν ἐσαλεύθησαν ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐδάκρυσαν καὶ οἱ ἀναίσθητοι λίθοι ἐπὶ τῇ σῇ μανίᾳ, ἔκλαυσαν δὲ καὶ οἱ ἐχθροὶ διὰ τὴν ὑπερβολὴν τῆς ἀνομίας σου.

  74. 44.2

    Ὢ πολλῆς πωρώσεως, ὢ δεινῆς ὠμότητος. οὐ Θεὸν ἐφοβήθης, οὐκ ἀνθρώπους ᾐδέσθης, οὐ φίλους ἐνετράπης· ἀλλʼ ὁμοῦ πάντα ἐναυάγησας, ὁμοῦ πάντα ἐσυλήθης. διὸ πάλιν ἀλγῶ ἐπὶ σοί, ἄθλιε. ὁ τῆς βασιλείας πᾶσι τὸν τόνον ἀπαγγέλλων τῆς βασιλείας ἐξέπεσες. ὁ τῆς διδασκαλίας τὸν φόβον πᾶσιν ἐμποιῶν οὐκ ἔσχες φόβον Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν σου. ὁ ἁγιωσύνην κηρύσσων ἐναγὴς εὑρίσκῃ. ὁ ἐπὶ ἀκτημοσύνῃ σεμνυνόμενος συλοχρηματῶν ἐφευρίσκῃ. ὁ τὴν τοῦ Θεοῦ κόλασιν ἐπιδεικνύμενος διὰ τῆς ὑφηγήσεως αὐτὸς κόλασιν σεαυτῷ προεξένησας. πῶς σε θρηνήσω; πῶς ἀλγήσω ἐπὶ σοί; πῶς ἐξέπεσεν ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων καὶ συνετρίβη ἐπὶ τῆς γῆς; παντὸς ἀκούοντος ἠχήσει τὰ ἀμφότερα ὦτα. πῶς ὁ Ναζιραῖος ὁ ἐκλάμπων ὑπὲρ χρυσίον ἐσκότασεν ὑπὲρ ἀσβόλην; υἱὸς Σιὼν ὁ τίμιος πῶς ἐγένετο σκεῦος ἄχρηστον; οὗ ἡ μνήμη τῶν θείων Γραφῶν ὑπὸ πάντων ἐλαλεῖτο, σήμερον ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετʼ ἤχου. ὁ ὀξύνους ὀξέως ἀπώλετο. ὁ πολύνους πολύπλοκον ἁμαρτίαν εἰργάσατο. οἱ γὰρ ὠφελημένοι ὑπὸ τῆς σῆς διδασκαλίας ἐβλάβησαν ὑπὸ τῆς σῆς ἀπωλείας. οἱ τὰς ἀκοὰς παρατιθέντες ἐπὶ τῇ σῇ ὁμιλίᾳ ἔφραξαν τὰ ὦτα ἐπὶ τῇ σῇ ἀπωλείᾳ. ἐγὼ δὲ θρηνῶν καὶ σκυθρωπάζων, καὶ παρειμένος πάντοθεν, καὶ σποδὸν ὡσεὶ ἄρτον ἐσθίων, καὶ σάκκον ἐπὶ τῇ πληγῇ μου ἐπιῤῥίψας, τοιαῦτά σοι ἐγκώμια διεξέρχομαι· μᾶλλον δὲ ἐπιταφίους λόγους συντάσσων, ἀπαράκλητος καὶ ἀθεράπευτος διατελῶ· ὅτι παράκλησις κέκρυπται ἀπὸ τῶν ὀφθαλμῶν μου, καὶ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους· ἔστι γὰρ ἡ πληγή μου ὀδυνηρά. πόθεν ἰαθήσομαι;

  75. 44.3

    Εἴ τις οὖν ἔτι ἐλπὶς ὑπολείπεταί σοι σωτηρίας, εἴ τις βραχεῖα μνήμη περὶ τὸν Θεόν, εἴ τις πόθος τῶν μελλόντων ἀγαθῶν, εἴ τις φόβος τῶν τεθησαυρισμένων κολάσεων τοῖς ἀμετανοήτοις, ἀνάνηψον ταχέως, ἐπᾶρον τοὺς ὀφθαλμούς σου εἰς τὸν οὐρανόν, ἐλθὲ εἰς συναίσθησιν, παῦσαι ἀπὸ τῆς πονηρίας σου, ἀπόσεισαι τὴν περιχυθεῖσάν σοι μέθην, ἐπανάστα τῷ καταβαλόντι σε. ἴσχυσον ἐκ γῆς ἐπαναστῆναι. μνήσθητι τοῦ ἀγαθοῦ ποιμένος, ὅτι καταδιώκων ἐξελεῖταί σε. κἂν ᾖ δύο σκέλη, ἢ λοβὸς ὠτίου, ἀποπήδησον ἀπὸ τοῦ τραυματίσαντός σε. μνήσθητι τῶν οἰκτιρμῶν τοῦ Θεοῦ, ὅτι θεραπεύει ἐλαίῳ καὶ οἴνῳ. μὴ ἀπελπίσῃς τὴν σωτηρίαν. ἀνάλαβε τὴν μνήμην τῶν γεγραμμένων, ὅτι ὁ πίπτων ἀνίσταται, καὶ ὁ ἀποστρέφων ἐπιστρέφει· ὁ πεπληγὼς θεραπεύεται, ὁ θηριάλωτος περιγίνεται, ὁ ἐξομολογούμενος οὐκ ἀποβάλλεται. οὐ θέλει γὰρ ὁ Κύριος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν. μὴ ὡς εἰς βάθος κακῶν ἐμπεσὼν καταφρονήσῃς.

  76. 44.4

    Καιρὸς ἀνοχῆς ἐστί, καιρὸς μακροθυμίας, καιρὸς ἰάσεως, καιρὸς διορθώσεως. ὠλίσθησας; ἐξεγείρου. ἥμαρτες; ἡσύχασον. μὴ στῇς ἐν ὁδῷ ἁμαρτωλῶν, ἀλλὰ ἀποπήδησον. ὅταν γὰρ ἐπιστραφεὶς στενάξῃς, τότε σωθήσῃ. ἔστι γὰρ ἐκ πόνων ὑγεία, καὶ ἐξ ἱδρώτων σωτηρία. ὅρα οὖν μή ποτε, συνθήκας βουλόμενός τινων φυλάττειν, παραβῇς τὰς πρὸς τὸν Θεὸν συνθήκας, ἃς ὡμολόγησας ἐπὶ πολλῶν μαρτύρων. μὴ οὖν διά τινας λογισμοὺς ἀνθρωπίνους ὀκνήσῃς ἐλθεῖν πρός με. ἐγὼ γὰρ ἀναλαβὼν τὸν νεκρόν μου θρηνήσω, ἐγὼ θεραπεύσω, ἐγὼ πικρῶς κλαύσομαι ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου. πάντες σε δέχονται, πάντες σοι συμπονήσουσι. μὴ ἀναπέσῃς· μνήσθητι ἡμερῶν ἀρχαίων. ἔστι σωτηρία, ἔστι διόρθωσις. θάρσει, μὴ ἀπελπίσῃς. οὐκ ἔστι νόμος καταδικάζων τὸν χωρὶς οἰκτιρμῶν θάνατον, ἀλλὰ χάρις ὑπερτιθεμένη τὴν κόλασιν, ἐκδεχομένη τὴν διόρθωσιν. οὔπω ἐκλείσθησαν αἱ θύραι· ἀκούει ὁ νυμφίος· οὐ κυριεύει ἁμαρτία. ἀναπάλαισον πάλιν· μὴ κατοκνήσῃς· καὶ σεαυτὸν οἰκτείρησον καὶ πάντας ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

  77. 45.1

    Διττός μοι φόβος ἐνέσκηψε τοῖς τῆς διανοίας κόλποις ἐκ τῆς περὶ σὲ ὑποθέσεως. ἢ γάρ τις ἀσυμπαθὴς τρόπος προκαταρξάμενος εἰς μισανθρωπίας ἔγκλημά με ῥίπτει, ἢ αὖθις συμπαθεῖν ἐθέλοντα καὶ πρὸς τὰ πάθη καταμαλακίζεσθαι, κακῶς μετατίθησι. διόπερ καὶ διαχαράττειν μέλλων τουτί μου τὸ γράμμα, τὴν μὲν χεῖρα ναρκῶσαν τοῖς λογισμοῖς ἐνεύρωσα, τὸ δὲ πρόσωπον, ἠπορημένον ἐκ τῆς ἐπὶ σοὶ κατηφείας, ἀλλοιῶσαι οὐκ ἴσχυσα, τοσαύτης μοι ἐπὶ σοὶ κεχυμένης αἰσχύνης, ὡς καὶ τὴν τοῦ στόματος σύμπτυξιν παραχρῆμα πίπτειν, τῶν χειλέων μου εἰς κλαυθμὸν ἐκτρεπομένων. οἴμοι, τί γράψω, ἢ τί λογίσομαι ἐν τριόδῳ ἀπειλημμένος;

  78. 45.2

    Ἐὰν ἔλθω εἰς μνήμην τῆς προτέρας σου ματαίας ἀναστροφῆς, ὅτε σε περιέῤῥει πλοῦτος καὶ τὸ χαμερπὲς δοξάριον, φρίττω· ἡνίκα εἵπετό σοι κολάκων πλῆθος καὶ τρυφῆς ἀπόλαυσις πρόσκαιρος μετὰ προφανοῦς κινδύνου καὶ ἀδίκων πόρων· καὶ πῆ μὲν ἀρχοντικοὶ φόβοι διεῤῥίπιζόν σου τὴν τῆς σωτηρίας ὑπόνοιαν, πῆ δὲ δημοσίων θόρυβοι διεσάλευόν σου τὴν ἑστίαν, ἥ τε συνοχὴ τῶν κακῶν ἀπεσφαίριζέ σου τὸν νοῦν πρὸς τὸν δυνάμενόν σοι βοηθεῖν· ἡνίκα κατὰ μικρὸν ἐμελέτας περιβλέπεσθαι τὸν Σωτῆρα, φέροντα μὲν πρὸς ὠφέλειαν τοὺς φόβους, ῥυόμενον δέ σε καὶ σκέποντα, παίζοντα κατʼ αὐτοῦ ἐν ταῖς ἀδείαις· ἡνίκα ἐγυμνάζου πρὸς μεταβολὴν σεμνοῦ τρόπου, σκυβαλίζων μέν σου τὴν πολυκίνδυνον περιουσίαν οἴκου τε θεραπείαν καὶ συνοίκου ὁμιλίαν ἀπαρνούμενος. ὅλος δὲ μετάρσιος, ὥσπερ ξένος καὶ ἀλήτης, ἀγροὺς καὶ πόλεις ἐξαμείβων, κατέδραμες ἐπὶ τὰ Ἱεροσόλυμα, ἔνθα σοι καὶ αὐτὸς συνδιατρίβων ἐμακάριζον τῶν ἀθλητικῶν πόνων, ὅτε ἑβδοματικοῖς κύκλοις νῆστις διατελῶν Θεῷ προσεφιλοσόφεις, ὁμοῦ καὶ τὰς τῶν ἀνθρώπων συντυχίας λόγῳ τροπῆς ὑποφεύγων, ἡσυχίαν δὲ καὶ μονοτροπίαν ἑαυτῷ ἐφαρμόσας, τοὺς πολιτικοὺς θορύβους ἐξέκλινας. σάκκῳ δὲ τραχεῖ τὸ σῶμά σου διανύττων, καὶ ζώνῃ σκληρᾷ τὴν ὀσφύν σου περισφίγγων, καρτερικῶς τὰ ὀστᾶ σου διέθλιβες. λαγόνας δὲ ταῖς ἐνδείαις κοιλαίνων μέχρι τῶν νωτιαίων μερῶν ὑπεχαύνωσας· καὶ φασκίας μὲν ἁπαλῆς τὴν χρῆσιν ἀπηρνήσω, ἔνδοθεν δὲ τὰς λαπάρας, σικύας δίκην, ὑφελκύσας τοῖς νεφριτικοῖς χωρίοις προσκολλᾶσθαι ἐβιάζου· ὅλην δὲ τὴν τῆς σαρκὸς πιμελὴν ἐκκενώσας, τοὺς τῶν ὑπογαστρίων ὀχετοὺς γενναίως ἐξήρανας, γαστέρα τε αὐτὴν ταῖς ἀσιτίαις συμπτύξας, τὰ πλευριτικὰ μέρη, ὥσπερ τινὰ στέγης ἐξοχήν, τοῖς τοῦ ὀμφαλοῦ μέλεσιν ἐπεσκίαζες, καὶ συνεσταλμένῳ ὅλῳ τῷ ὀργάνῳ, κατὰ τὰς νυκτερινὰς ὥρας ἀνθομολογούμενος τῷ Θεῷ, τοῖς τῶν δακρύων ὀχετοῖς τὴν γενειάδα ἔμβροχον καθωμάλιζες. καὶ τί με δεῖ καταλέγειν ἕκαστα; μνήσθητι ὅσα ἁγίων στόματα φιλήματι κατησπάσω, ὅσα ἱερὰ σώματα περιεπτύξω, ὅσοι σου τὰς χεῖρας ὡς ἀχράντους περιέθαλπον, ὅσοι δοῦλοι Θεοῦ, ὥσπερ λάτρεις, ὑπέδραμον τοῖς γόνασί σου περιπλεκόμενοι.

  79. 45.3

    Καὶ τούτων τὸ τέλος τί; μοιχικῆς φήμης διαβολή, βέλους ὀξύτερον διιπταμένη, τιτρώσκει ἡμῶν τὰς ἀκοάς, ἀκμαιοτέρῳ κέντρῳ τὰ σπλάγχνα ἡμῶν διανύττουσα. τίς ἡ τοῦ γόητος τοσαύτη ἔντεχνος ποικιλία εἰς τοσοῦτόν σε περιήγαγεν ὀλέθριον σκέλισμα; ποῖα πολύπλοκα τοῦ διαβόλου δίκτυα περισφίγξαντά σε, τὰς τῆς ἀρετῆς ἐνεργείας ἀκινήτους ἀπήλεγξε; ποῦ μοι τὰ διηγήματα τῶν σῶν πόνων; οἴχεται. ἆρα γὰρ ἀπιστῆσαι ἄξιον; καὶ πῶς οὐχὶ ἐκ τῶν ἐναργῶν καὶ τὰ τέως ἀφανῆ εἰς πίστιν δεξόμεθα; εἰ τὰς τῷ Θεῷ προσφυγούσας ψυχὰς φρικτοῖς ὅρκοις κατέκλεισας· ὁπότε παρατετηρημένως τοῦ ναὶ καὶ τοῦ οὒ τὸ περιττὸν τῷ διαβόλῳ προσνενέμηται.

  80. 45.4

    Ὁμοῦ τοίνυν καὶ παρορκίας ὀλεθρίου γέγονας ἔγγυος, καὶ φαυλίσας τῆς ἀσκήσεως τὸν χαρακτῆρα μέχρι τῶν ἀποστόλων καὶ αὐτοῦ τοῦ Κυρίου ἀνέπεμψας τὸ αἶσχος. κατῄσχυνας τὸ τῆς ἁγνείας καύχημα, ἐμωμήσω τῆς σωφροσύνης τὸ ἐπάγγελμα· ἐγενόμεθα αἰχμαλώτων τραγῳδία, Ἰουδαίοις καὶ Ἕλλησι δραματουργεῖται τὰ ἡμέτερα. διέτεμες φρόνημα μοναχῶν· τοὺς ἀκριβεστέρους εἰς φόβον καὶ δειλίαν ἤγαγες, θαυμάζοντας ἔτι τοῦ διαβόλου τὴν δύναμιν, τοὺς ἀδιαφόρους εἰς ἀκολασίας ζῆλον μετέθηκας ἔλυσας, ὅσον ἐπὶ σοί, τὸ τοῦ Χριστοῦ καύχημα, Θαῤῥεῖτε, λέγοντος, ἐγὼ νενίκηκα τὸν κόσμον καὶ τὸν τούτου ἄρχοντα, ἐκέρασας τῇ πατρίδι κρατῆρα δυσφημίας. ὄντως εἰς ἔργον ἤγαγες τὸ τῆς Παροιμίας· Ὡς ἔλαφος τοξευθεὶς εἰς τὸ ἧπαρ.

  81. 45.5

    Ἀλλὰ τί νῦν; οὐ πέπτωκεν ὁ τῆς ἰσχύος πύργος, ἀδελφέ, οὐκ ἐμωμήθη τὰ τῆς ἐπιστροφῆς φάρμακα· οὐκ ἀπεκλείσθη τοῦ καταφευκτηρίου ἡ πόλις. μὴ τῷ βάθει τῶν κακῶν ἐναπομείνῃς. μὴ χρήσῃς σεαυτὸν τῷ ἀνθρωποκτόνῳ. οἶδεν ἀνορθοῦν κατεῤῥαγμένους ὁ Κύριος. φεῦγε μὴ μακράν, ἀλλὰ πρὸς ἡμᾶς ἀνάδραμε. ἀνάλαβε πάλιν νεανικοὺς πόνους, δευτέροις κατορθώμασι διαλύων τὴν χαμαίζηλον καὶ γλοιώδη ἡδονήν. ἀνάνευσον εἰς τὴν τοῦ τέλους ἡμέραν, οὕτω προσεγγίσασαν τῇ ζωῇ ἡμῶν· καὶ γνῶθι πῶς λοιπὸν Ἰουδαίων καὶ Ἑλλήνων παῖδες συνελαύνονται πρὸς θεοσέβειαν· καὶ μὴ ἁπαξαπλῶς ἀπαρνήσῃτὸν τοῦ κόσμου Σωτῆρα, μή σε ἡ φρικωδεστάτη ἐκείνη καταλάβῃ ἀπόφασις, ὅτι Οὐκ οἶδα ὑμᾶς, τίνες ἐστέ.

  82. 46.1

    Νῦν καιρὸς ἐκβοῆσαι τὸ προφητικὸν ἐκεῖνο, καὶ εἰπεῖν· Τίς δώσει τῇ κεφαλῇ μου ὕδωρ, καὶ τοῖς ὀφθαλμοῖς μου πηγὴν δακρύων, καὶ κλαύσομαι τοὺς τετραυματισμένους θυγατρὸς λαοῦ μου; εἰ γὰρ καὶ τούτους βαθεῖα περιέχει σιγή, καὶ κεῖνται ἅπαξ κεκαρωμένοι τῷ δεινῷ καὶ τῷ καιρίῳ τῆς πληγῆς ἀφῃρημένοι καὶ αὐτὴν ἤδη τοῦ πάθους τὴν αἴσθησιν, ἀλλʼ οὐχ ἡμᾶς γε παριέναι ἀδακρυτὶ τοσοῦτον πτῶμα χρή. εἰ γὰρ Ἱερεμίας τοὺς ἐν πολέμῳ τὰ σώματα πεπληγότας μυρίων θρήνων ἀξίους ἔκρινε, τί ἄν τις εἴποι πρὸς τηλικαύτην ψυχῶνσυμφοράν; Οἱ τραυματίαι σου, φησίν, οὐ τραυματίαι ῥομφαίας, καὶ οἱ νεκροί σου οὐ νεκροὶ πολέμου. ἀλλὰ τὸ κέντρον τοῦ ὄντως θανάτου, τὴν χαλεπὴν ἁμαρτίαν ὀδύρομαι, καὶ τὰ πεπυρωμένα τοῦ πονηροῦ βέλη, ψυχὰς ὁμοῦ μετὰ σωμάτων βαρβαρικῶς καταφλέξαντα.

  83. 46.2

    Ἦ μεγάλα ἂν στενάξειαν οἱ τοῦ Θεοῦ νόμοι, τηλικοῦτον ἄγος ἐπὶ γῆς ἐπιβλέποντες, οἵ γε ἀπαγορεύοντες ἀεὶ καὶ βοῶντες, πάλαι μέν· Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, διὰ δὲ τῶν ἁγίων εὐαγγελίων ὅτι· Πᾶς ὁ ἐμβλέπων γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς, ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. νῦν δὲ ἐφορῶσιν αὐτὴν ἀδεῶς μοιχευομένην τοῦ Δεσπότου τὴν νύμφην, ἧς ἡ κεφαλὴ ὁ Χριστός. στενάξειε δʼ ἂν καὶ αὐτὰ τῶν ἁγίων τὰ πνεύματα· Φινεὲς μὲν ὁ ζηλωτής, ὅτι μὴ καὶ νῦν ἔξεστιν αὐτῷ τὸν σειρομάστην μετὰ χεῖρας λαβόντι, σωματικῶς ἐκδικῆσαι τὸ μύσος· ὁ δὲ βαπτιστὴς Ἰωάννης, ὅτι μὴ δύναται καταλιπὼν τὰς ἄνω διατριβάς, καθάπερ τότε τὴν ἔρημον, ἐπὶ τὸν ἔλεγχον τῆς παρανομίας δραμεῖν, καὶ εἰ παθεῖν τι δέοι τὴν κεφαλὴν ἀποθέσθαι μᾶλλον ἢ τὴν παῤῥησίαν· τάχα δὲ μᾶλλον, εἴπερ καὶ ἡμῖν, κατὰ τὸν μακάριον Ἄβελ, καὶ αὐτὸς ἀποθανὼν ἔτι λαλεῖ, καὶ νῦν βοᾷ καὶ κέκραγε μεῖζον ὁ Ἰωάννης ἢ περὶ τῆς Ἡρωδιάδος τότε· Οὐκ ἔξεστί σοι ἔχειν αὐτήν. καὶ γάρ, εἰ τὸ σῶμα Ἰωάννου, κατὰ τὸ ἀναγκαῖον τῇ φύσει, τὸν θεῖον ὅρον ἐδέξατο καὶ ἡ γλῶσσα σιγᾷ, ἀλλʼ Ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. ὁ γάρ, ἐπειδὴ συνδούλου γάμος ἠθετεῖτο, μέχρι θανάτου τὴν παῤῥησίαν προαγαγών, τί ἂν πάθοι τηλικαύτην ἐφορῶν ὕβριν περὶ τὸν ἅγιον τοῦ Κυρίου νυμφῶνα;

  84. 46.3

    Ἀλλὰ σὺ τῆς θείας ἐκείνης συναφείας τὸν ζυγὸν ἀποῤῥίψασα, καὶ τὸν μὲν ἄχραντον τοῦ ἀληθινοῦ βασιλέως ἀποδρᾶσα νυμφῶνα, πρὸς δὲ τὴν ἄτιμον ταύτην καὶ ἀσεβῆ φθορὰν αἰσχρῶς πεσοῦσα, ἐπεὶ οὐκ ἔχεις πῶς τὴν πικρὰν ταύτην κατηγορίαν ἐκφύγῃς, οὐδέ τίς ἐστί σοι τρόπος οὐδὲ μηχανὴ τὸ δεινὸν τοῦτο συγκαλύψαι, ὁμόσε τῇ τόλμῃ χωρεῖς. καὶ ἐπειδήπερ ἀσεβής, ἐμπεσὼν εἰς βάθος κακῶν, λοιπὸν καταφρονεῖ, αὐτὰς ἀπαρνῇ τὰς πρὸς τὸν ἀληθινὸν νυμφίον συνθήκας, οὔτε εἶναι παρθένος, οὔτε ὑποσχέσθαι ποτὲ βοῶσα, ἣ πολλὰ μὲν ἐδέξω, πολλὰ δὲ ἐπεδείξω παρθενίας συνθήματα.

  85. 46.4

    Μνήσθητι τῆς καλῆς ὁμολογίας, ἣν ὡμολόγησας ἐνώπιον Θεοῦ καὶ ἀγγέλων καὶ ἀνθρώπων. μνήσθητι τῆς σεμνῆς συνοδίας, καὶ ἱεροῦ παρθένων χοροῦ, καὶ συναγωγῆς Κυρίου, καὶ Ἐκκλησίας ὁσίων· καὶ γηραλέας ἐν Χριστῷ μάμμης νεαζούσης ἔτι καὶ ἀκμαζούσης τὴν ἀρετήν, καὶ μητρὸς ἐν Κυρίῳ πρὸς ἐκείνην ἁμιλλωμένης, καὶ ξένοις τισὶ καὶ ἀήθεσι πόνοις καταλύειν φιλονεικούσης τὰ τῆς συνηθείας· καὶ ἀδελφῆς ὁμοίως τὰ μὲν ἐκείνας μιμουμένης, τὰ δὲ καὶ ὑπερβαίνειν φιλοτιμουμένης, καὶ τοῖς παρθενικοῖς πλεονεκτήμασιν ὑπερακοντιζούσης τὰ προγονικὰ κατορθώματα, καί σε τὴν ἀδελφήν, ὡς ᾤετο, πρὸς τὴν τῶν ἴσων ἅμιλλαν καὶ λόγῳ καὶ βίῳ φιλοπόνως ἐκκαλουμένης. μνήσθητι τούτων, καὶ ἀγγελικῆς περὶ τὸν Θεὸν μετʼ ἐκείνων χορείας, καὶ πνευματικῆς ἐν σαρκὶ ζωῆς, καὶ οὐρανίου ἐπὶ γῆς πολιτεύματος· μνήσθητι ἡμερῶν ἀθορύβων, καὶ νυκτῶν πεφωτισμένων, καὶ ᾠδῶν πνευματικῶν, καὶ ψαλμῳδίας εὐήχου, καὶ προσευχῶν ἁγίων, καὶ ἁγνῆς καὶ ἀμιάντου κοίτης, καὶ παρθενικῆς προόδου, καὶ ἐγκρατοῦς τραπέζης, καὶ καλῶς εὐχομένης τὴν παρθενίαν σοι ἄφθορον τηρηθῆναι.

  86. 46.5

    Ποῦ δὲ σοι τὸ σεμνὸν ἐκεῖνο σχῆμα, ποῦ δὲ τὸ κόσμιον ὴθος, καὶ ἐσθὴς λιτὴ παρθένῳ πρέπουσα, καὶ καλὸν μὲν τὸ ἐξ αἰδοῦς ἐρύθημα, εὐπρεπὴς δὲ ἡ ἐξ ἐγκρατείας καὶ ἀγρυπνίας ἐπανθοῦσα ὠχρότης, καὶ πάσης εὐχροίας χαριέστερον ἐπιλάμπουσα; ποσάκις ἐν προσευχαῖς ὑπὲρ τοῦ τηρῆσαι τὴν παρθενίαν ἄσπιλον ἴσως ἐξέχεας δάκρυα; πόσα δὲ γράμματα πρὸς τοὺς ἁγίους ἐχάραξας, δι’ ὧν ἠξίους ὑπερεύχεσθαί σου, οὐχ ἵνα γάμου ἀνθρωπίνου, μᾶλλον δὲ τῆς ἀτίμου ταύτης φθορᾶς, ἐπιτύχῃς, ἀλλʼ ἵνα τοῦ Κυρίου Ἰησοῦ μὴ ἐκπέσῃς; ποσάκις δὲ δῶρα τοῦ νυμφίου ἐδέξω; τί δεῖ καὶ λέγειν τὰς δι’ ἐκεῖνον παρὰ τῶν ἐκείνου τιμάς; τὰς μετὰ παρθένων συμβιώσεις; τὰς σὺν ἐκείναις προόδους; τὰς παρὰ παρθένων δεξιώσεις; τὰ ἐπὶ παρθενίᾳ ἐγκώμια; τὰς παρθενικὰς εὐλογίας; τὰ ὡς πρὸς παρθένον γράμματα; ἀλλὰ νῦν ὀλίγην αὔραν δεξαμένη τοῦ ἀερίου πνεύματος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας, πάντων ἐκείνων ἔξαρνος γέγονας, καὶ τὸ τίμιον ἐκεῖνο καὶ περιμάχητον κτῆμα βραχείας ἡδονῆς ἀντικατηλλάξω, ἣ πρὸς καιρὸν μὲν λιπαίνει σὸν φάρυγγα, ὕστερον δὲ πικρότερον χολῆς εὑρήσεις.

  87. 46.6

    Ἐπὶ τούτοις τίς οὐκ ἂν πενθήσας εἴποι· Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών; πῶς δὲ οὐκ ἂν αὐτὸς ὁ Κύριος ἀποφθέγξαιτο πρός τινα τῶν νῦν ἐν πνεύματι Ἱερεμίου περιπατούντων· Εἶδες ἃ ἐποίησέ μοι ἡ παρθένος τοῦ Ἰσραήλ; ἐγὼ ἐμνηστευσάμην αὐτὴν ἐμαυτῷ ἐν πίστει καὶ ἀφθαρσίᾳ, ἐν δικαιοσύνῃ, καὶ ἐν κρίματι, καὶ ἐν ἐλέει καὶ οἰκτιρμοῖς, καθὼς καὶ διὰ Ὠσηὲ τοῦ προφήτου αὐτῇ ἐπηγγειλάμην. αὐτὴ δὲ ἠγαπήκει ἀλλοτρίους, καὶ ζῶντος ἐμοῦ τοῦ ἀνδρός, μοιχαλὶς χρηματίζει, καὶ οὐ φοβεῖται γενομένη ἀνδρὶ ἑτέρῳ. τί δὲ ἄρα ὁ νυμφαγωγός, ὁ θεῖος καὶ μακάριος Παῦλος, ὅ τε ἀρχαῖος ἐκεῖνος, καὶ ὁ νέος οὗτος ὑφʼ ᾧ μεσίτῃ καὶ διδασκάλῳ τὸν πατρῷον οἶκον καταλιποῦσα τῷ Κυρίῳ συνήφθης; ἆρα οὐκ ἂν εἴποι τῷ τοσούτῳ κακῷ περιπαθήσας ἑκάτερος; Φόβος γὰρ ὃν ἐφοβούμην ἦλθέ μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέ μοι. ἐγὼ μὲν γάρ σε ἡρμοσάμην ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ, καὶ ἐφοβούμην ἀεὶ μή πως, ὡς ὁ ὄφις ἐξηπάτησεν Εὔαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, οὕτω φθαρῇ ποτὲ τὰ νοήματά σου. διά τοι τοῦτο μυρίαις μὲν ἐπῳδαῖς ἐπειρώμην ἀεὶ καταστέλλειν τῶν παθῶν τὸν τάραχον, μυρίαις δὲ φυλακαῖς συντηρεῖν τοῦ Κυρίου τὴν νύμφην, καὶ τὸν βίον ἀεὶ τῆς ἀγάμου διεξῄειν, ὅτι δὴ μόνη ἡ ἄγαμος μεριμνᾷ τὰ τοῦ Κυρίου, ἵνʼ ᾖ ἁγία τῷ σώματι καὶ τῷ πνεύματι. καὶ τὸ ἀξίωμα τῆς παρθενίας ὑφηγούμην, καὶ ναόν σε Θεοῦ προσαγορεύων, οἱονεὶ πτερὸν ἐδίδουν τῇ προθυμίᾳ, πρὸς Ἰησοῦν ἀνακουφίζων, καὶ τῷ φόβῳ τοῦ δεινοῦ πρὸς τὸ μὴ πεσεῖν ἐβοήθουν, λέγων, Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός. καὶ δὴ καὶ τὴν ἐκ τῶν προσευχῶν μου προσετίθουν ἀσφάλειαν, εἴ πως ὁλόκληρόν σου τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τηρηθείη. ἀλλὰ γὰρ εἰκῆ ταῦτα πάντα κεκοπίακα εἰς σέ, καί μοι πικρὸν ἐξέβη τῶν γλυκέων ἐκείνων πόνων τὸ πέρας· καὶ στένειν ἀνάγκη πάλιν ἐφʼ ᾗ ἔδει με χαίρειν. ἰδοὺ γὰρ ἠπάτησαι μὲν ὑπὸ τοῦ ὄφεως, τῆς Εὔας πικρότερον. ἔφθαρται δέ σοι οὐ τὰ νοήματα μόνον, ἀλλὰ γὰρ σὺν ἐκείνοις καὶ αὐτὸ τὸ σῶμα· καὶ τὸ φρικῶδες ἐκεῖνο, ὃ καὶ εἰπεῖν ὀκνῶ, καὶ σιωπᾷν οὐ δύναμαι (ἔστι γὰρ ὡς πῦρ καιόμενον καὶ φλεγόμενον ἐν τοῖς ὀστέοις μου, καὶ παρεῖμαι πάντοθεν, καὶ οὐ δύναμαι φέρειν), ἄρασα τὰ μέλη τοῦ Χριστοῦ πεποίηκας μέλη πόρνης.

  88. 46.7

    Τοῦτο μόνον ἐν πᾶσι κακὸν ἀσύγκριτον· τοῦτο καινὸν ἐν βίῳ τὸ τόλμημα. Ὅτι διέλθετε, φησί, νήσους Χεττιείμ, καὶ ἴδετε· καὶ εἰς Κηδὰρ ἀποστείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. ἡ δὲ παρθένος ἠλλάξατο τὴν δόξαν αὐτῆς, καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῆς. ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφριξεν ἡ γῆ ἐπὶ πλεῖον σφόδρα. λέγει καὶ νῦν ὁ Κύριος, ὅτι δύο καὶ πονηρὰ ἐποίησεν ἡ παρθένος· ἐμὲ ἐγκατέλιπε τὸν ἀληθινὸν τὸν ἅγιον ψυχῶν ἁγίων νυμφίον, καὶ ἀπέδρα πρὸς ἀσεβῆ καὶ παράνομον ψυχῆς ὁμοῦ καὶ σώματος φθορέα. ἀπέστη ἀπὸ Θεοῦ σωτῆρος αὐτῆς, καὶ παρέστησε τὰ μέλη αὐτῆς δοῦλα τῇ ἀκαθαρσίᾳ καὶ τῇ ἀνομίᾳ. ἐμοῦ δὲ ἐπελάθετο, καὶ ὀπίσω τοῦ ἐραστοῦ αὐτῆς ἐπορεύετο, ἐξ οὗ οὐκ ὀφελεθήσεται.

  89. 46.8

    Συνέφερεν αὐτῷ εἰ μύλος ὀνικὸς περιέκειτο περὶ τὸν τράχηλον αὐτοῦ, καὶ ἔῤῥιπτο εἰς τὴν θάλασσαν, ἢ ὅτι ἐσκανδάλισε τὴν παρθένον Κυρίου τις. δοῦλος αὐθάδης εἰς τοσοῦτον ἐμάνη, ὡς δεσποτικῇ κοίτῃ ἑαυτὸν ἐπιῤῥῖψαι; ἢ ποῖος λῃστὴς ἐπὶ τοσοῦτον ἀπονοίας προήχθη, ὡς αὐτῶν ἐφάψασθαι τῶν τοῦ Θεοῦ ἀναθημάτων, οὐ σκευῶν ἀψύχων, ἀλλὰ σωμάτων ζώντων καὶ ψυχὴν ἔνοικον ἐχόντων κατʼ εἰκόνα Θεοῦ πεποιημένην; τίς ἀπʼ αἰῶνος ἤκουσται ἐν μέσῃ πόλει καὶ σταθερᾷ μεσημβρίᾳ εἰκόνι βασιλικῇ χοίρων μορφὰς ἀκαθάρτων ἐπιγράψαι τολμήσας; ἀθετήσας τις γάμον ἀνθρώπου, χωρὶς οἰκτιρμῶν, ἐπὶ δυσὶν ἢ τρισὶ μάρτυσιν, ἀποθνήσκει· πόσῳ, δοκεῖτε, χείρονος ἀξιωθήσεται τιμωρίας ὁ τὸν Υἱὸν τοῦ Θεοῦ καταπατήσας, καὶ τὴν αὐτῷ καθομολογηθεῖσαν νύμφην νοθεύσας, καὶ τὸ πνεῦμα τῆς παρθενίας καθυβρίσας; ἀλλʼ ἐβούλετο, φησίν, ἐκείνη· καὶ οὐκ ἄκουσαν ἐβιασάμην αὐτήν. καὶ γὰρ ἡ δέσποινα ἡ ἄσωτος ἡ Αἰγυπτία αὐτὴ τῷ καλῷ Ἰωσὴφ ἐπεμάνη, ἀλλʼ οὐκ ἐνίκησε τὴν ἀρετὴν τοῦ σώφρονος ἡ μανία τῆς ἀκολάστου, οὐδὲ χερσὶν αὐτῆς βιαζομένης πρὸς τὴν παρανομίαν ἐκεῖνος ἐβιάσθη. ἀλλʼ ἐκέκριτο ἐκείνῃ τοῦτο, φησίν, καὶ οὐκέτι ἦν παρθένος· καὶ εἰ ἐγὼ μὴ ἐβουλόμην, πρὸς ἄλλον ἂν ἐφθάρη. καὶ γὰρ τὸν Υἱὸν τοῦ ἀνθρώπου, φησίν, ἔδει παραδοθῆναι, ἀλλʼ οὐαὶ δι’ οὗ παρεδόθη· καὶ τὰ σκάνδαλα ἐλθεῖν ἀνάγκη, ἀλλʼ οὐαὶ δι’ οὗ ἔρχεται.

  90. 46.9

    Ἐπὶ τούτοις, Μὴ ὁ πίπτων οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; διὰ τί ἀπέστρεψεν ἡ παρθένος ἀποστροφὴν ἀναιδῆ, καίτοιγε ἀκούσασα Χριστοῦ τοῦ νυμφίου διὰ Ἱερεμίου λέγοντος· Καὶ εἶπα μετὰ τὸ πορνεῦσαι αὐτὴν ταῦτα πάντα· πρός με ἀνάστρεψον· καὶ οὐκ ἀνέστρεψε. Μὴ ῥητίνη οὐκ ἔστιν ἐν Γαλαάδ; ἢ ἰατρὸς οὐκ ἔστιν ἐκεῖ; διὰ τί οὐκ ἀνέβη ἴασις θυγατρὸς λαοῦ μου; ἦ καὶ πολλὰ μὲν ἂν εὕροις ἐν τῇ θείᾳ Γραφῇ τοῦ κακοῦ ἀλεξήματα, πολλὰ δὲ ἐξ ἀπωλείας εἰς σωτηρίαν φάρμακα· τὰ περὶ θανάτου καὶ ἀναστάσεως μυστήρια, τὰ περὶ κρίσεως φοβερᾶς καὶ αἰωνίου κολάσεως ῥήματα, τὰ περὶ μετανοίας καὶ ἀφέσεως ἁμαρτημάτων δόγματα, τὰ μυρία ἐκεῖνα τῆς ἐπιστροφῆς ὑποδείγματα, τὴν δραχμήν, τὸ πρόβατον, τὸν υἱὸν τὸν καταφαγόντα τὸν βίον μετὰ τῶν πορνῶν, τὸν ἀπολωλότα καὶ εὑρεθέντα, τὸν νεκρὸν καὶ πάλιν ἀναζήσαντα. τούτοις χρησώμεθα τοῦ κακοῦ ἀλεξήμασι, διὰ τούτων τὴν ψυχὴν ἑαυτῶν ἰασώμεθα.

  91. 46.10

    Λάβε δὲ εἰς ἔννοιαν τὴν ἐσχάτην ἡμέραν (οὐ γὰρ δὴ μόνη σὺ τὸν αἰῶνα βιώσεις), καὶ συνοχήν, καὶ πνιγμόν, καὶ θανάτου ὥραν, καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν, καὶ ἀγγέλους ἐπισπεύδοντας, καὶ ψυχὴν ἐν τούτοις δεινῶς θορυβουμένην καὶ ἁμαρτωλῷ συνειδότι πικρῶς μαστιγουμένην, καὶ πρὸς τὰ τῇδε ἐλεεινῶς ἐπιστρέφουσαν, καὶ ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην. διάγραψόν μοι τῇ διανοίᾳ τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφήν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. ἥξει γὰρ καὶ οὐ παρασιωπήσεται· ὅταν ἔλθῃ κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ· ὅταν ἡ σάλπιγξ ἐκείνη μέγα τι καὶ φοβερὸν ἠχήσασα, τοὺς ἀπʼ αἰῶνος ἐξυπνίσῃ καθεύδοντας, καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. μνήσθητι τῆς τοῦ Δανιὴλ θεοπτίας, ὅπως ἡμῖν ὑπʼ ὄψιν ἄγει τὴν κρίσιν. Ἐθεώρουν, φησίν, ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν, οἱ τροχοὶ αὐτοῦ, πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. κριτήριον ἐκάθισε, καὶ βίβλοι ἀνεῴχθησαν, τὰ καλά, τὰ φαῦλα, τὰ φανερά, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, τὰ πάντα ἀθρόως εἰς ἐξάκουστον τοῖς πᾶσι καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύπτουσαι. πρὸς ταῦτα ποταποὺς εἶναι ἀνάγκη τοὺς κακῶς βεβιωκότας; ποῦ ἄρα ἡ ψυχὴ ἐκείνη καταδύσεται, ἡ ἐν ὄψεσι τοσούτων θεατῶν ἐξαίφνης ὀφθεῖσα αἰσχύνης ἀνάπλεως; ποίῳ δὲ σώματι τὰς ἀπεράντους ἐκείνας καὶ ἀνυποίστους ὑποστήσεται μάστιγας, ὅπου πῦρ ἄσβεστον, καὶ σκώληξ ἀθάνατα κολάζων, καὶ πυθμὴν ᾄδου σκοτεινὸς καὶ φρικώδης, καὶ οἰμωγαὶ πικραί, καὶ ὀλολυγμὸς ἐξαίσιος, καὶ κλαυθμὸς καὶ βρυγμὸς ὀδόντων, καὶ πέρας οὐκ ἔχει τὰ δεινά; τούτων οὐκ ἔστιν ἀπαλλαγὴ μετὰ θάνατον, οὐδέ τις ἐπίνοια, οὐδὲ μηχανὴ τοῦ διεκδῦναι τὰ πικρὰ κολαστήρια.

  92. 46.11

    Ταῦτα φεύγειν ἔξεστι νῦν. ἕως ἔξεστιν, ἑαυτοὺς ἀπὸ τοῦ πτώματος ἀναλάβωμεν, μηδὲ ἀπελπίσωμεν ἑαυτῶν, ἐὰν ἀναλύσωμεν ἀπὸ τῶν κακῶν. Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῷσαι. δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ κλαύσωμεν ἐναντίον αὐτοῦ. ἡμᾶς ἐπὶ μετάνοιαν καλῶν ὁ Λόγος βοᾷ καὶ κέκραγε· Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. ἔστιν οὖν ὁδὸς σωτηρίας, ἐὰν θέλωμεν. κατέπιεν ὁ θάνατος ἰσχύσας, ἀλλʼ εὖ ἴσθι ὅτι πάλιν ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου τῶν μετανοούντων. Πιστὸς Κύριος ἐν πᾶσι τοῖς λόγοις αὐτοῦ. οὐ ψεύδεται εἰπών· Ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ· ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡσεὶ ἔριον λευκανῶ. ἕτοιμός ἐστιν ὁ μέγας τῶν ψυχῶν ἰατρὸς ἰάσασθαί σου τὸ πάθος, ὃς οὐδὲ μονωτάτης, ἀλλὰ πάντων τῶν δεδουλωμένων τῇ ἁμαρτίᾳ ἐστὶν ἕτοιμος ἐλευθερωτής. ἐκείνου ῥήματά ἐστιν, ἐκεῖνο τὸ γλυκὺ καὶ σωτήριον στόμα εἶπεν· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες. οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. τίς οὖν ἐστί σοι πρόφασις, ἤ τινι ἄλλῳ, ταῦτα αὐτοῦ βοῶντος; βούλεται Κύριος καθαρίσαι σε ἀπὸ τοῦ πόνου τῆς πληγῆς, καὶ δεῖξαί σοι φῶς ἀπὸ σκότους. σὲ ζητεῖ ὁ ποιμὴν ὁ καλός, ὁ καταλιπὼν τὰ μὴ πεπλανημένα. ἐὰν ἐπιδῷς σεαυτήν, οὐκ ὀκνήσει, οὐδʼ ἀπαξιώσει σε ὁ φιλάνθρωπος ἐπὶ τῶν ὤμων βαστάσαι τῶν ἰδίων, χαίρων ὅτι εὗρεν αὐτοῦ τὸ πρόβατον τὸ ἀπολωλός.

  93. 46.12

    Ἕστηκεν ὁ Πατὴρ καὶ ἀναμένει τὴν σὴν ἀπὸ τῆς πλάνης ἐπάνοδον. μόνον ἀνάλυσον, καὶ ἔτι σου μακρὰν οὔσης προσδραμὼν ἐπιπεσεῖται ἐπὶ τὸν τράχηλόν σου, καὶ φιλικοῖς ἀσπασμοῖς περιπτύξεται τὴν ὑπὸ τῆς μετανοίας ἤδη κεκαθαρμένην. καὶ στολὴν ἐνδύσει, τὴν πρώτην, ψυχὴν ἀπεκδυσαμένην τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς αὐτοῦ πράξεσι· καὶ περιθήσει δακτύλιον χερσὶν ἀποπλυναμέναις τοῦ θανάτου τὸ αἷμα, καὶ ὑποδήσει πόδας ἀποστρέψαντας ἀπὸ ὁδοῦ κακῆς πρὸς τὸν δρόμον τοῦ εὐαγγελίου τῆς εἰρήνης. καὶ εὐφροσύνης καὶ χαρᾶς ἡμέραν καταγγελεῖ τοῖς ἰδίοις καὶ ἀγγέλοις καὶ ἀνθρώποις. καὶ παντὶ τρόπῳ τὴν σὴν ἑορτάσει σωτηρίαν. Ἀμὴν γὰρ λέγω, φησίν, ὑμῖν, ὅτι χαρὰ γίνεται ἐν οὐρανῷ ἐνώπιον τοῦ Θεοῦ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. κἂν ἐγκαλέσῃ τις τῶν ἑστάναι δοκούντων, ὅτι ταχὺ προσελήφθης, αὐτὸς ὁ ἀγαθὸς Πατὴρ ὑπὲρ σοῦ ἀπολογήσεται λέγων, Εὐφρανθῆναι δεῖ καὶ χαρῆναι, ὅτι αὕτη ἡ θυγάτηρ μου νεκρὰ ἦν καὶ ἀνέζησε, καὶ ἀπολωλυῖα καὶ εὑρέθη.

  94. 47.1

    Τίς δώσει μοι πτέρυγας ὡσεὶ περιστερᾶς, ἢ πῶς ἀνακαινισθῇ μου τὸ γῆρας, ὥστε με δυνηθῆναι διαβῆναι πρὸς τὴν ὑμετέραν ἀγάπην, καὶ τόν τε πόθον ὃν ἔχω ἐφʼ ὑμῖν ἀναπαῦσαι καὶ τὰ λυπηρὰ τῆς ψυχῆς διηγήσασθαι, καὶ δι’ ὑμῶν εὑρέσθαι τινὰ παραμυθίαν τῶν θλίψεων; ἐπὶ γὰρ τῇ κοιμήσει τοῦ μακαρίου Εὐσεβίου τοῦ ἐπισκόπου φόβος ἡμᾶς κατέλαβεν οὐ μικρός, μή ποτε οἵ ποτε ἐφεδρεύοντες τῇ ἐκκλησίᾳ τῆς μητροπόλεως ἡμῶν καὶ βουλόμενοι αὐτὴν αἱρετικῶν ζιζανίων πληρῶσαι, καιροῦ νῦν λαβόμενοι, τὴν πολλῷ καμάτῳ κατασπαρεῖσαν ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων εὐσέβειαν ταῖς παρʼ ἑαυτῶν πονηραῖς διδασκαλίαις ἐκριζώσωσι, καὶ ταύτης τὴν ἑνότητα κατατέμωσιν, ὅπερ καὶ ἐπὶ πολλῶν ἐκκλησίων πεποιήκασιν. ἐπειδὴ δὲ καὶ γράμματα πρὸς ἡμᾶς ἀφίκετο τοῦ κλήρου, παρακαλοῦντα μὴ παροφθῆναι ἐν καιρῷ τοιούτῳ, περιβλεψάμενος ἐν κύκλῳ ἐμνήσθην τῆς ὑμετέρας ἀγάπης, καὶ τῆς ὀρθῆς πίστεως, καὶ τοῦ ζήλου ὃν ἔχετε ἀεὶ ὑπὲρ τῶν ἐκκλησίων τοῦ Θεοῦ.

  95. 47.2

    Καὶ τούτου ἕνεκεν ἀπέστειλα τὸν ἀγαπητὸν Εὐστάθιον τὸν συνδιάκονον, παρακαλέσαι ὑμῶν τὴν σεμνοπρέπειαν καὶ δυσωπῆσαι πᾶσι τοῖς ὑπὲρ τῶν ἐκκλησίων καμάτοις καὶ τὸν παρόντα ἐπιθεῖναι, κἀμοῦ τε τὸ γῆρας τῇ συντυχίᾳ ἀναπαῦσαι, καὶ τῇ ὀρθῇ ἐκκλησίᾳ τὴν περιβόητον εὐσέβειαν διορθώσασθαι, δόντας αὐτῇ μεθʼ ἡμῶν (εἰ ἄρα καταξιωθείημεν συναντιλαβέσθαι ὑμῖν τοῦ ἀγαθοῦ ἔργου) ποιμένα κατὰ τὸ βούλημα τοῦ Κυρίου, δυνάμενον διευθῦναι τὸν λαὸν αὐτοῦ. ἔχομεν γὰρ πρὸ ὀφθαλμῶν ἄνδρα ὃν οὐδὲ αὐτοὶ ἀγνοεῖτε· οὗ εἰ καταξιωθείημεν ἐπιτυχεῖν, οἶδα ὅτι μεγάλην παῤῥησίαν πρὸς τὸν Θεὸν κτησόμεθα, καὶ τῷ ἐπικαλεσαμένῳ ἡμᾶς λαῷ μεγίστην εὐεργεσίαν καταθησόμεθα. ἀλλὰ παρακαλῶ καὶ πάλιν καὶ πολλάκις, πάντα ὄκνον ὑπερθεμένους ἀπαντῆσαι καὶ προλαβεῖν τὰ ἐκ τοῦ χειμῶνος δυσχερῆ.

  96. 48.1

    Μόλις ἡμῖν ὑπῆρξεν ἐπιτυχεῖν διακόνου γραμμάτων πρὸς τὴν σὴν θεοσέβειαν, ἐπεὶ οἵ γε παρʼ ἡμῖν οὕτω κατέπτηξαν τὸν χειμῶνα, ὡς μηδὲ τὸ μικρότατον προκύπτειν τῶν δωματίων ἀνέχεσθαι. καὶ γὰρ τοσούτῳ πλήθει χιόνων κατενίφημεν, ὡς αὐτοῖς οἴκοις καταχωσθέντας δύο μῆνας ἤδη ταῖς καταδύσεσιν ἐμφωλεύειν. συγγνώσῃ οὖν πάντως ἡμῖν, τό τε ἄτολμον τῶν Καππαδοκικῶν ἠθῶν καὶ τὸ τῶν σωμάτων δυσκίνητον ἐπιστάμενος, εἰ μὴ θᾶττον ἐπεστείλαμεν, μηδʼ εἰς γνῶσιν ἠγάγομεν τῇ τιμιότητί σου τὰ ἀπὸ τῆς Ἀντιοχείας, ἃ πάντως μὲν γνωρίζειν σοι ἕωλόν ἐστι καὶ ψυχρόν, πάλαι μεμαθηκότι, ὡς τὸ εἰκός. πλὴν ἀλλʼ οὐδὲν ἡγούμενοι πρᾶγμα καὶ τὰ ἐγνωσμένα σημαίνειν, ἀπεστείλαμεν τὰς διὰ τοῦ ἀναγνώστου κομισθείσας ἐπιστολάς. καὶ ταῦτα μὲν εἰς τοσοῦτον.

  97. 48.2

    Ἡ δὲ Κωνσταντινούπολις ἔχει τὸν Δημόφιλον πολὺν ἤδη χρόνον, ὡς καὶ αὐτοὶ οὗτοι ἀπαγγελοῦσι καὶ προκεκήρυκται πάντως τῇ ὁσιότητί σου. καί τι περὶ αὐτὸν πλάσμα ὀρθότητος καὶ εὐλαβείας παρὰ πάντων συμφώνως τῶν ἀφικνουμένων θρυλλεῖται, ὡς καὶ τὰ διεστῶτα τῆς πόλεως μέρη εἰς ταὐτὸν συνελθεῖν, καὶ τῶν πλησιοχώρων τινὰς ἐπισκόπων τὴν ἕνωσιν καταδέξασθαι. οἱ δὲ ἡμέτεροι οὐδὲν ἀμείνους ἐφάνησαν τῶν ἐλπίδων· ἐπιστάντες γὰρ εὐθὺς κατὰ πόδας τῆς ὑμετέρας ἐξόδου, πολλὰ μὲν εἶπον λυπηρά, πολλὰ δὲ ἐποίησαν, καὶ τέλος ἀνεχώρησαν, βεβαιώσαντες ἡμῖν τὸ σχίσμα. εἰ μὲν οὖν τι γενήσεται βέλτιον, καὶ εἰ παύσονται τῆς κακίας, ἄδηλον παντὶ πλὴν ἢ τῷ Θεῷ. τὰ μὲν οὖν παρόντα τοιαῦτα.

  98. 48.3

    Ἡ δὲ λοιπὴ ἐκκλησία εὐσταθεῖ τῇ τοῦ Θεοῦ χάριτι, καὶ εὔχεται ὁμοῦ τῷ ἦρι ἰδεῖν σε πάλιν ἐπὶ τῆς ἡμετέρας, καὶ ἀνανεωθῆναι διὰ τῆς ἀγαθῆς σου διδασκαλίας. κἀμοὶ δὲ τὸ σῶμα οὐδὲν ἄμεινον τῆς συνηθείας ἔχει.

  99. 49.1

    Ηὐχαρίστησα τῷ ἁγίῳ Θεῷ, γράμμασιν ἐντυχὼν τῆς εὐλαβείας ὑμῶν, καὶ εὔχομαι αὐτός τε τῆς ἐλπίδος, ἣν ἔχετε ἐφʼ ἡμῖν, ἄξιος εἶναι, καὶ ὑμᾶς τὸν ἐπὶ τῇ τιμῇ ἡμῶν, ἣν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ τιμᾶτε ἡμᾶς, μισθὸν τέλειον κομίσασθαι. ὑπερήσθημεν δέ, ὅτι καὶ μέριμναν πρέπουσαν Χριστιανῷ ἀναλαβόντες, εἰς δόξαν τοῦ ὀνόματος τοῦ Χριστοῦ οἶκον ἠγείρατε, καὶ ἠγαπήσατε τῷ ὄντι, κατὰ τὸ γεγραμμένον, Εὑπρέπειαν οίκου Κυρίου, εὐτρεπίσαντες ἑαυτοῖς τὴν οὐράνιον μονὴν τὴν ἡτοιμασμένην ἐν τῇ ἀναπαύσει τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ Χριστοῦ. ἐὰν δὲ δυνηθῶμεν περινοῆσαι λείψανα μαρτύρων, εὐχόμεθα καὶ αὐτοὶ συμβαλέσθαι ὑμῶν τῇ σπουδῇ. εἰ γὰρ εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, κοινωνοὶ ἐσόμεθα, δηλονότι, τῆς ἀγαθῆς μνήμης τῆς δοθησομένης ὑμῖν παρὰ τοῦ ἁγίου.

  100. 50.1

    Καὶ τίνι ἄλλῳ ἔπρεπε καὶ δειλοῖς θάρσος ἐμποιεῖν καὶ καθεύδοντας διυπνίζειν ἢ τῇ σῇ τοῦ ἡμετέρου Δεσπότου θεοσεβείᾳ, ὃς τὴν ἐν πᾶσι σεαυτοῦ τελειότητα καὶ ἐν τούτῳ ἐγνώρισας, τῷ καταδέξασθαι καὶ ἡμῖν τοῖς ταπεινοῖς συγκαταβῆναι, ὡς ἀληθινὸς μαθητὴς τοῦ εἰπόντος ὅτι Ἐκεῖ εἰμὶ ἐν μέσῳ ὑμῶν, οὐχ ὡς ὁ ἀνακείμενος, ἀλλʼ Ὡς ὁ διακονῶν; κατηξίωσας γὰρ καὶ αὐτὸς διακονῆσαι ἡμῖν τὴν σὴν πνευματικὴν εὐφροσύνην, καὶ τοῖς τιμίοις ἑαυτοῦ γράμμασιν ἀναλαβεῖν ἡμῶν τὰς ψυχάς, καὶ ὥσπερ παίδων νηπιότητα τῷ ἑαυτοῦ μεγέθει προσαγκαλίσασθαι.

← Previous · Next → — showing 101200 of 1,035

Perseus Greek. CTS URN tlg2040.tlg004.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.