De Incarnatione Verbi
- 51.4.1
Πάλαι μὲν γὰρ εἰδωλολατροῦντες, Ἕλληνες καὶ βάρβαροι κατ’ ἀλλήλων ἐπολέμουν, καὶ ὠμοὶ πρὸς τοὺς συγγενεῖς ἐτύγχανον. οὐκ ἦν γάρ τινα τὸ σύνολον οὔτε τὴν γῆν οὕτε τὴν θάλασσαν διαβῆναι χωρὶς τοῦ τὴν χεῖρα ξίφεσιν ὁπλίσαι, ἕνεκα τῆς πρὸς ἀλλήλους ἀκαταλάκτου μάχης.
- 51.5.1
Καὶ γὰρ καὶ ἡ πᾶσα τοῦ ζῆν αὐτοῖς διαγωγὴ δι’ ὅπλων ἐγίνετο, καὶ ξίφος ἦν αὐτοῖς ἀντὶ βακτηρίας, καὶ παντὸς βοηθήματος ἔρεισμα· καίτοι, ὡς προεῖπον, εἰδώλοις ἐλάτρευον, καὶ δαίμοσιν ἔσπενδον θυσίας, καὶ ὅμως οὐδὲν ἐκ τῆς εἰδώλων δεισιδαιμονίας ἠδυνήθησαν οἱ τοιαῦτα φρονοῦντες μεταπαιδευθῆναι.
- 51.6.1
Ὅτε δὲ εἰς τὴν τοῦ Χριστοῦ διδασκαλίαν μεταβεβήκασι, τότε δὴ παραδόξως τῷ ὄντι κατὰ διάνοιαν κατανυγέντες, τὴν μὲν ὠμότητα τῶν φόνων ἀπέθεντο, καὶ οὐκ ἔτι πολέμια φρονοῦσι, πάντα δὲ αὐτοῖς εἰρηναῖα, καὶ τὰ πρὸς φιλίαν καταθύμια λοιπόν ἐστι.
- 52.1.1
Τίς οὖν ὁ ταῦτα ποιήσας, ἢ τίς ὁ τοὺς μισοῦντας ἀλλήλους εἰς εἰρήνην συνάψας, εἰ μὴ ὁ ἀγαπητὸς τοῦ Πατρὸς Υἱός, ὁ κοινὸς πάντων Σωτὴρ Ἰησοῦς Χριστός, ὃς τῇ ἑαυτοῦ ἀγάπῃ πάντα ὑπὲρ τῆς ἡμῶν σωτηρίας ὑπέστη; καὶ γὰρ καὶ ἄνωθεν ἦν προφητευόμενον περὶ τῆς παρ’ αὐτοῦ πρυτανευομένης εἰρήνης, λεγούσης τῆς γραφῆς· Συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔθνος ἐπ’ ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.
- 52.2.1
Καὶ οὐκ ἄπιστόν γε τὸ τοιοῦτον, ὅπου καὶ νῦν οἱ τὸ ἄγριον τῶν τρόπων ἔμφυτον ἔχοντες βάρβαροι, ἔτι μὲν θύοντες παρ’ αὐτοῖς τοῖς εἰδώλοις, μαίνονται κατ’ ἀλλήλων, καὶ χωρὶς ξίφους οὐδεμίαν ὥραν ἀνέχονται μένειν
- 52.3.1
Ὅτε δὲ τῆς Χριστοῦ διδασκαλίας ἀκούουσιν, εὐθέως ἀντὶ μὲν πολέμων, εἰς γεωργίαν τρέπονται· ἀντὶ δὲ τοῦ ξίφεσι τὰς χεῖρας ὁπλίζειν, εἰς εὐχὰς ἐκτείνουσι. καὶ ὅλως, ἀντὶ τοῦ πολεμεῖν πρὸς ἑαυτούς, λοιπὸν κατὰ διαβόλου καὶ κατὰ δαιμόνων ὁπλίζονται, σωφροσύνῃ καὶ ψυχῆς ἀρετῇ τούτους καταπολεμοῦντες.
- 52.4.1
Τοῦτο δὲ τῆς μὲν θειότητος τοῦ Σωτῆρός ἐστι γνώρισμα· ὅτι ὃ μὴ δεδύνηνται ἐν εἰδώλοις μαθεῖν οἱ ἄνθρωποι, τοῦτο παρ’ αὐτοῦ μεμαθήκασι· τῆς δὲ δαιμόνων καὶ τῆς εἰδώλων ἀσθενείας καὶ οὐθενείας ἔλεγχος οὐκ ὀλίγος ἐστὶν οὗτος. εἰδότες γὰρ ἑαυτῶν δαίμονες τὴν ἀσθένειαν, διὰ τοῦτο συνέβαλον πάλαι τοὺς ἀνθρώπους καθ’ ἑαυτῶν πολεμεῖν, ἵνα μὴ παυσάμενοι τῆς κατ’ ἀλλήλων ἔριδος, εἰς τὴν κατὰ δαιμόνων μάχην ἐπιστρέψωσιν.
- 52.5.1
Ἀμέλει μὴ πολεμοῦντες πρὸς ἑαυτοὺς οἱ Χριστῷ μαθητευόμενοι, κατὰ δαιμόνων τοῖς τρόποις καὶ ταῖς κατ’ ἀρετὴν πράξεσιν ἀντιπαρατάσσονται, καὶ τούτους μὲν διώκουσι, τὸν δὲ τούτων ἀρχηγὸν Διάβολον καταπαίζουσιν, ὥστε ἐν νεότητι μὲν σωφρονεῖν, ἐν πειρασμοῖς δὲ ὑπομένειν, ἐν πόνοις δὲ καρτερεῖν, καὶ ὑβριζομένους μὲν ἀνέχεσθαι, ἀποστερουμένους δὲ καταφρονεῖν· καὶ τό γε θαυμαστόν, ὅτι καὶ θανάτου καταφρονοῦσι, καὶ γίνονται μάρτυρες Χριστοῦ.
- 53.1.1
Καὶ ἵνα ἓν ὃ καὶ πάνυ θαυμαστόν ἐστι γνώρισμα τῆς θειότητος τοῦ Σωτῆρος εἴπω· τίς πώποτε ἄνθρωπος ἀπλῶς ἢ μάγος, ἢ τύραννος, ἢ βασιλεύς, ἐφ’ ἑαυτοῦ τοσοῦτον ἠδυνήθη βαλεῖν καὶ καθ’ ὅλης τῆς εἰδωλολατρίας καὶ πάσης δαιμονικῆς στρατίας, καὶ πάσης μαγείας, καὶ πάσης σοφίας Ἕλλήνων, τοσοῦτον ἰσχυόντων καὶ ἔτι ἀκμαζόντων καὶ ἐκπληττόντων πάντας, ἀντιμάχεσθαι καὶ μιᾷ ῥοπῇ κατὰ πάντων ἀντιστῆναι, ὡς ὁ ἡμέτερος Κύριος, ὁ τοῦ Θεοῦ ἀληθὴς Λόγος, ὃς ἀοράτως ἑκάστου τὴν πλάνην ἐλέγχων, μόνος παρὰ πάντων τοὺς πάντας ἀνθρώπους σκυλεύει, ὥστε τοὺς μὲν τὰ εἴδωλα προσκυνοῦντας λοιπὸν αὐτὰ καταπατεῖν· τοὺς δὲ μαγείαις θαυμασθέντας τὰς βίβλους κατακαίειν· τοὺς δὲ σοφοὺς τὴν τῶν Εὐαγγελίων προκρίνειν πάντων ἑρμηνείαν.
- 53.2.1
Οὕς μὲν γὰρ πρότερον προσεκύνουν, τούτους καταλιμπάνουσιν ὃν δὲ ἐχλεύαζον ἐσταυρωμένον, τοῦτον προσκυνοῦσι Χριστόν, Θεὸν αὐτὸν ὁμολογοῦντες. καὶ οἱ μὲν παρ’ αὐτοῖς λεγόμενοι θεοὶ τῷ σημείῳ τοῦ σταυροῦ διώκονται· ὁ δὲ σταυρωθεὶς Σωτὴρ ἐν πάσῃ τῇ οἰκουμένῃ Θεὸς ἀναγορεύεται καὶ Θεοῦ Υἱός. καὶ οἱ μὲν παρ’ Ἕλλησι προσκυνούμενοι θεοί. ὡς αἰσχροὶ διαβάλλονται παρ’ αὐτῶν οἱ δὲ τὴν Χριστοῦ λαμβάνοντες διδασκαλίαν, σωφρονέστερον ἐκείνων ἔχουσι τὸν βίον.
- 53.3.1
Ταῦτα οὖν, καὶ τὰ τοιαῦτα, εἰ μὲν ἀνθρώπινά ἐστι, δεικνύτω τις ὁ βουλόμενος καὶ τὰ τῶν προτέρων τοιαῦτα, καὶ πειθέτω. εἰ δὲ μὴ ἀνθρώπων ἀλλὰ Θεοῦ ἔργα ταῦτα φαίνεται καὶ εἴσι, διὰ τί τοσοῦτον ἀσεβοῦσιν οἱ ἄπιστοι, μὴ ἐπιγινώσκοντες τὸν ταῦτα ἐργασάμενον Δεσπότην;
- 53.4.1
Ὅμοιον γὰρ πάσχουσιν, ὡς εἴ τις ἐκ τῶν ἔργων τῆς κτίσεως μὴ γινώσκοι τὸν τούτων δημιουργὸν Θεόν. εἰ γὰρ ἐκ τῆς εἰς τὰ ὅλα αὐτοῦ δυνάμεως ἐγίνωσκον αὐτοῦ τὴν θεότητα, ἔγνωσαν ἂν ὅτι καὶ τὰ διὰ τοῦ σώματος ἔργα τοῦ Χριστοῦ οὐκ ἀνθρώπινα, ἀλλὰ τοῦ πάντων Σωτῆρός ἐστι τοῦ Θεοῦ Λόγου. γινώσκοντες δὲ οὕτως, καθάπερ εἶπεν ὁ Παῦλος, οὐκ ἂν τὸν Κύριον τῆς δοξης ἐσταύρωσαν.
- 54.1.1
Ὥσπερ οὖν εἴ τις ἀόρατον ὄντα τῇ φύσει τὸν Θεὸν καὶ μηδόλως ὁρώμενον ἐθέλοι ὁρᾶν, ἐκ τῶν ἔργων αὐτὸν καταλαμβάνει καὶ γινώσκει· οὕτως ὁ μὴ ὁρῶν τῇ διανοίᾳ τὸν Χριστόν, κἂν ἐκ τῶν ἔργων τοῦ σώματος καταμανθανέτω τοῦτον, καὶ δοκιμαζέτω εἰ ἀωθρώπινά Θεοῦ;
- 54.2.1
Καὶ ἐὰν μὲν ἀνθρώπια ᾖ, χλευαζέτω· εἰ δὲ μὴ ἀνθρώπινά ἐστιν ἀλλὰ Θεοῦ γινώσκεται, μὴ γελάτω τὰ ἀχλεύαστα· ἀλλὰ μᾶλλον θαυμαζέτω, ὅτι διὰ τοιούτου πράγματος εὐτελοῦς, τὰ θεῖα ἡμῖν πεφανέρωται, καὶ διὰ τοῦ θανάτου ἡ ἀθανασία εἰς πάντας ἔφθασε, καὶ διὰ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου ἡ τῶν πάντων ἐγνώσθη πρόνοια, καὶ ὁ ταύτης χορηγὸς καὶ δημιουργὸς αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος.
- 54.3.1
Αὐτὸς γὰρ ἐνηνθρώπησεν, ἵνα ἡμεῖς θεοποιηθῶμεν· καὶ αὐτὸς ἐφανέρωσεν ἑαυτὸν διὰ σώματος, ἵνα ἡμεῖς τοῦ ἀοράτου Πατρὸς ἔννοιαν λάβωμεν· καὶ αὐτὸς ὑπέμεινε τὴν παρ’ ἀνθρώπων ὕβριν, ἵνα ἡμεῖς ἀφθαρσίαν κληρονομήσωμεν. ἐβλάπτετο μὲν γὰρ αὐτὸς οὐδέν, ἀπαθὴς καὶ ἄφθαρτος καὶ Αὐτολόγος ὢν καὶ Θεός· τοὺς δὲ πάσχοντας ἀνθρώπους, δι’ οὕς καὶ ταῦτα ὑπέμεινεν, ἐν τῇ ἑαυτοῦ ἀπαθείᾳ ἐτήρει καὶ διέσωζε.
- 54.4.1
Καὶ ὅλος τὰ κατορθώματα τοῦ Σωτῆρος τὰ διὰ τῆς ἐνανθρωπήσεως αὐτοῦ γενόμενα, τοιαῦτα καὶ τοσαῦτά ἐστιν, ἃ εἰ διηγήσασθαί τις ἐθελήσειεν, ἔοικεν τοῖς ἀφορῶσιν εἰς τὸ πέλαγος τῆς θαλάσσης, καὶ θέλουσιν ἀριθμεῖν τὰ κύματα ταύτης. ὡς γὰρ οὐ δύναται τοῖς ὀφθαλμοῖς περιλαβεῖν τὰ ὅλα κύματα, τῶν ἐπερχομένων παριόντων τὴν αἴσθησιν τοῦ πειράζοντος· οὕτω καὶ τῷ βουλομένῳ πάντα τὰ ἐν σώματι τοῦ Χριστοῦ κατορθώματα περιλαβεῖν, ἀδύνατον τὰ ὅλα κἂν τῷ λογισμῷ δέξασθαι, πλειόνων ὄντων τῶν παριόντων αὐτοῦ τὴν ἐνθύμησιν, ὧν αὐτὸς νομίζει περιειληφέναι.
- 54.5.1
Κάλλιον οὖν μὴ πρὸς τὰ ὅλα ἀφορῶντα λέγειν, ὧν οὐδὲ μέρος ἐξειπεῖν τις δύναται, ἀλλ’ ἔτι ἑνὸς μνημονεῦσαι καὶ σοὶ καταλιπεῖν τὰ ὅλα θαυμάζειν. πάντα γὰρ ἐπίσης ἔχει τὸ θαῦμα, καὶ ὅποι δ’ ἄν τις ἀποβλέψῃ, ἐκεῖθεν τοῦ Λόγου τὴν θειότητα βλέπων ὑπερεκπλήττεται.
- 55.1.1
Τοῦτο οὖν μετὰ τὰ προειρημένα καταμαθεῖν σε ἄξιόν ἐστιν καὶ ὡς ἀρχὴν τῶν μὴ λεχθέντων θέσθαι, καὶ θαυμάσαι λίαν, ὅτι τοῦ Σωτῆρος ἐπιδημήσαντος, οὐκ ἔτι μὲν ηὔξησεν ἡ εἰδωλολατρία, καὶ ἡ οὖσα δὲ ἐλαττοῦται, καὶ κατ’ ὀλίγον παύεται· καὶ οὐκ ἔτι μὲν ἡ Ἑλλήνων σοφία προκόπτει, καὶ ἡ οὖσα δὲ λοιπὸν ἀφανίζεται· καὶ δαίμονες μὲν οὐκ ἔτι φαντασίαις καὶ μαντείαις καὶ μαγείαις ἀπατῶσι, μόνον δὲ τολμῶντες καὶ ἐπιχειροῦντες καταισχύνονται τῷ σημείῳ τοῦ σταυροῦ.
- 55.2.1
Καὶ συλλήβδην εἰπεῖν, θεώρει πῶς ἡ μὲν τοῦ Σωτῆρος διδασκαλία πανταχοῦ αὔξει· πᾶσα δὲ εἰδωλολατρία καὶ πάντα τὰ ἐναντιούμενα τῇ Χριστοῦ πίστει καθ’ ἡμέραν ἐλαττοῦται καὶ ἐξασθενεῖ καὶ πίπτει. οὕτω δὲ θεωρῶν προσκύνει μὲν τὸν ἐπὶ πάντων Σωτῆρα καὶ δυνατὸν Θεὸν Λόγον· καταγίνωσκε δὲ τῶν ἐλαττουμένων καὶ ἀφανιζομένων ὑπ’ αὐτοῦ.
- 55.3.1
Ὡς γὰρ ἡλίου παρόντος οὐκ ἔτι τὸ σκότος ἰσχύει, ἀλλὰ καὶ εἴ πού ἐστι περιλειπόμενον ἀπελαύνεται· οὕτως ἐλθούσης τῆς θείας ἐπιφανείας τοῦ Θεοῦ Λόγου, οὐκ ἔτι μὲν ἰσχύει τὸ τῶν εἰδώλων σκότος, πάντα δὲ τὰ πανταχοῦ τῆς οἰκουμένης μέρη τῇ τούτου διδασκαλίᾳ καταλάμπεται.
- 55.4.1
Καὶ ὥσπερ βασιλεύοντός τινος καὶ μὴ φαινομένου ἔν τινι χώρᾳ, ἀλλ’ ἔνδον ὄντος ἐν τῷ ἑαυτοῦ οἴκῳ, πολλάκις τινὲς ἄτακτοι καταχρώμενοι τῇ τούτου ἀναχωρήσει ἑαυτοὺς ἀναγορεύουσι, καὶ ἕκαστος κατασχηματισάμενος τοὺς ἀκεραίους φαντασιοκοπεῖ ὡς βασιλεύς, καὶ οὕτως πλανῶνται οἱ ἄνθρωποι τῷ ὀνόματι, ἀκούοντες μὲν εἶναι βασιλέα, οὐχ ὁρῶντες δὲ αὐτόν, διὰ τὸ μάλιστα μηδὲ δύνασθαι αὐτοὺς ἔσω τοῦ οἴκου χωρῆσαι· ἐπειδὰν δὲ ὁ ἀληθῶς βασιλεὺς προέλθῃ καὶ φανῇ, τότε οἱ μὲν ἀπατῶντες ἄτακτοι ἐλέγχονται τῇ τούτου παρουσία, οἱ δὲ ἄνθρωποι ὁρῶντες τὸν ἀληθῶς βασιλέα, καταλιμπάνουσι τοὺς πάλαι πλανῶντας αὐτούς·
- 55.5.1
οὕτως καὶ πάλαι μὲν ἠπάτων οἱ δαίμονές τε καὶ ἄνθρωποι, Θεοῦ τιμὴν ἑαυτοῖς περιτιθέντες· ὅτε δὲ ἐπεφάνη ὁ τοῦ Θεοῦ Λόγος ἐν σώματι, καὶ ἐγνώρισεν ἡμῖν τὸν ἑαυτοῦ Πατέρα, τότε δὴ ἡ μὲν τῶν δαιμόνων ἀπάτη ἀφανίζεται καὶ παύεται· οἱ δὲ ἄνθρωποι ἀφορῶντες εἰς τὸν ἀληθινὸν τοῦ Πατρὸς θεὸν Λόγον καταλιμπάνουσι τὰ εἴδωλα, καὶ λοιπὸν ἐπιγινώσκουσι τὸν ἀληθινὸν Θεόν.
- 55.6.1
Τοῦτο δὲ γνώρισμα τοῦ εἶναι τὸν Χριστὸν Θεὸν Λόγον καὶ Θεοῦ Δύναμίν ἐστι. τῶν γὰρ ἀνθρωπίνων παυομένων, καὶ μένοντος τοῦ ῥήματος τοῦ Χριστοῦ, δῆλόν ἐστι παρὰ πᾶσι, τὰ μὲν παυόμενα εἶναι πρόσκαιρα, τὸν δὲ μένοντα εἶναι Θεὸν καὶ Θεοῦ Υἱὸν ἀληθινὸν μονογενῆ Λόγον.
- 56.1.1
Ταῦτα μέν σοι παρ’ ἡμῶν δι’ ὀλίγων, ὅσον πρὸς στοιχείωσιν καὶ χαρακτῆρα τῆς κατὰ Χριστὸν πίστεως καὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας ἀνατεθείσθω, ὦ φιλόχριστε ἄνθρωπε. σὺ δὲ τὴν πρόφασιν ἐκ τούτων λαβών, εἰ ἐντυγχάνοις τοῖς τῶν γραφῶν γράμμασι, γνησίως αὐτοῖς ἐφιστάνων τὸν νοῦν, γνώσῃ παρ’ αὐτῶν τελειότερον μὲν καὶ τρανότερον τῶν λεχθέντων τὴν ἀκρίβειαν.
- 56.2.1
Ἐκεῖναι μὲν γὰρ διὰ θεολόγων ἀνδρῶν παρὰ Θεοῦ λαλήθησαν καὶ ἐγράφησαν. ἡμεῖς δὲ παρὰ τῶν αὐταῖς ἐντυγχανόντων θεοπνεύστων διδασκάλων, οἵ καὶ μάρτυρες τῆς Χριστοῦ θεότητος γεγόνασι, μαθόντες μεταδίδομεν καὶ τῇ σῇ φιλομαθεία.
- 56.3.1
Γνώσῃ δὲ καὶ τὴν δευτέραν αὐτοῦ πάλιν πρὸς ἡμᾶς ἔνδοξον καὶ θείαν ἀληθῶς ἐπιφάνειαν, ὅτε οὐκ ἔτι μετὰ ταπεινότητος, ἀλλ’ ἐν τῇ ἰδίᾳ δόξῃ· ὅτε οὐκ ἔτι μετ’ εὐτελείας, ἀλλ’ ἐν τῇ ἰδίᾳ μεγαλειότητι· ὅτε οὐκ ἔτι παθεῖν, ἀλλὰ λοιπὸν τοῦ ἰδίου σταυροῦ τὸν καρπὸν ἀποδοῦναι πᾶσιν ἔρχεται· φημὶ δὴ τὴν ἀνάστασιν καὶ τὴν ἀφθαρσίαν· καὶ οὐκ ἔτι μὲν κρίνεται, κρινεῖ δὲ τοὺς πάντας, πρὸς ἃ ἕκαστος ἔπραξε διὰ τοῦ σώματος, εἴτε ἀγαθὰ, εἴτε φαῦλα· ἔνθα τοῖς μὲν ἀγαθοῖς ἀπόκειται βασιλεία οὐρανῶν, τοῖς δὲ τὰ φαῦλα πράξασι, πῦρ αἰώνιον καὶ σκότος ἐξώτερον.
- 56.4.1
Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριός φησι· λέγω ὑμῖν, ἀπ’ ἄρτι ὄψεσθε τὸν Υίὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ἐν τῇ δόξῃ τοῦ Πατρός.
- 56.5.1
Διὸ δὴ καὶ σωτήριός ἐστι λόγος εὐτρεπίζων ἡμᾶς εἰς ἐκείνην τὴν ἡμέραν καὶ λέγων· γίνεσθε ἕτοιμοι καὶ γρηγορεῖτε, ὅτι ᾗ ὥρᾳ οὐκ οἴδατε ἔρχεται. κατὰ γὰρ τὸν μακάριον Παῦλον, τοὺς πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος, πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε ἀγαθόν, εἴτε φαῦλον.
- 57.1.1
Ἀλλὰ πρὸς τὴν ἐκ τῶν γραφῶν ἔρευναν καὶ γνῶσιν ἀληθῆ, χρεία βίου καλοῦ καὶ ψυχῆς καθαρᾶς καὶ τῆς κατὰ Χριστὸν ἀρετῆς, ἵνα δι’ αὐτῆς ὁδεύσας ὁ νοῦς, τυχεῖν ὧν ὀρέγεται καὶ καταλαβεῖν δυνηθῇ, καθ’ ὅσον ἐφικτόν ἐστι τῇ ἀνθρώπων φύσει περὶ τοῦ Θεοῦ Λόγου μανθάνειν.
- 57.2.1
Ἄνευ γὰρ καθαρᾶς διανοίας, καὶ τῆς πρὸς τοὺς ἁγίους τοῦ βίου μιμήσεως, οὐκ ἄν τις καταλαβεῖν δυνηθείη τοὺς τῶν ἁγίων λόγους.
- 57.3.1
Ὥσπερ γὰρ εἴ τις ἐθελήσειεν ἰδεῖν τὸ τοῦ ἡλίου φῶς, πάντως τὸν ὀφθαλμὸν ἀποσμήχει καὶ λαμπρύνει, σχεδὸν ὅμοιον τῷ ποθουμένῳ ἑαυτὸν διακαθαίρων, ἵνα οὕτως φῶς γενόμενος ὁ ὀφθαλμὸς τὸ τοῦ ἡλίου φῶς ἴδῃ, ἢ ὡς εἴ τις θελήσειεν ἰδεῖν πόλιν ἢ χώραν, πάντως ἐπὶ τὸν τόπον ἀφικνεῖται τῆς θέας ἕνεκεν· οὕτως ὁ θέλων τῶν θεολόγων τὴν διάνοιαν καταλαβεῖν, προαπονίψαι καὶ προαποπλῦναι τῷ βίῳ τὴν ψυχὴν ὀφείλει, καὶ πρὸς αὐτοὺς τοὺς ἁγίους ἀφικέσθαι τῇ ὁμοιότητι τῶν πράξεων αὐτῶν ἵνα σὺν αὐτοῖς τῇ ἀγωγῇ τῆς συζήσεως γενόμενος, τὰ καὶ αὐτοῖς ἀποκαλυφθέντα παρὰ Θεοῦ κατανοήσῃ, καὶ λοιπὸν ὡς ἐκείνοις συναφθεὶς ἐκφύγῃ μὲν τὸν τῶν ἁμαρτωλῶν κίνδυνον καὶ τὸ τούτων πῦρ ἐν τῇ ἡμέρα τῆς κρίσεως, ἀπολάβῃ δὲ τὰ τοῖς ἀγίοις ἀποκείμενα ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ἃ ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ οὖς ἤκουσεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπων ἀνέβη, ὅσα ἡτοίμασται τοῖς κατ’ ἀρετὴν βιοῦσι, καὶ ἀγαπῶσι τὸν Θεὸν καὶ Πατέρα, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ καὶ μεθ’ οὖ αὐτῷ τῷ Πατρὶ σὺν αὐτῷ τῷ Υἱῷ ἐν ἁγίῳ Πνεύματι, τιμὴ καὶ κράτος καὶ δόξα ἐς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
← Previous — showing 301–331 of 331
First Thousand Years of Greek. CTS URN tlg2035.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.