Ancient Textssearch the texts themselves, not just their titles

← Library

De Incarnatione Verbi

First Thousand Years of Greek · First Thousand Years of Greek · 331 sections

  1. 35.8.1

    Τίνος δὲ τῆς γενέσεως προέδραμεν ἀστὴρ ἐν οὐρανοῖς, καὶ τὸν γενηθεντα ἐσήμανε τῇ οἰκουμένῃ; Μωϋσῆς μὲν γὰρ γεννώμενος, ἐκρύπτετο ὑπὸ τῶν γονέων· Δαβὶδ δὲ οὐδὲ τοῖς ἐκ γειτόνων ἠκούσθη, ὅπουγε οὐδὲ ὁ μέγας Σαμουὴλ αὐτὸν ἐγίνωσκεν, ἀλλ’ ἐπυνθάνετο, εἰ ἔτι ἄλλος ἐστὶν υἱὸς τῷ Ἰεσσαί; Ἁβραὰμ δὲ λοιπὸν γεγονὼς μέγας ἐγνώσθη τοῖς ἐγγύς. τῆς δὲ τοῦ Χριστοῦ γενέσεως μάρτυς οὐκ ἄνθρωπος, ἀλλ’ ἀστὴρ φαινόμενος ἦν ἐν οὐρανῷ, ὅθεν καὶ κατέβαινεν.

  2. 36.1.1

    Τίς δὲ πώποτε τῶν γενομένων βασιλέων πρὶν ἰσχῦσαι καλεῖν πατέρα ἢ μητέρα ἐβασίλευσε καὶ τρόπαια κατὰ τῶν ἐχθρῶν εἴληφεν; Οὐ Δαβὶδ τριακονταετὴς ἐβασίλευσε, καὶ Σολομὼν νέος γεγονὼς ἐβασίλευσεν; Οὐκ Ἰωὰς ἐτῶν ἑπτὰ γενόμενος ἐπὶ τὴν βασιλείαν παρῆλθε, καὶ ὁ ἔτι κατωτέρω Ἰωσίας περὶ ἔτη γεγονὼς ἑπτὰ τῆς ἀρχῆς ἀντελάβετο; ἀλλὰ καὶ ὅμως οὗτοι ταύτην ἄγοντες τὴν ἡλικίαν, ἴσχυον καλεῖν πατέρα ἢ μητέρα.

  3. 36.2.1

    Τίς οὖν ἄρα ἐστὶν ὁ σχεδὸν πρὶν γενέσεως βασιλεύων, καὶ σκυλεύων τοὺς ἐχθρούς; τίς δὲ τοιοῦτος γέγονε βασιλεὺς ἐν τῷ Ἰσραήλ, καὶ ἐν τῷ Ἰούδᾳ, λεγέτωσαν οἱ Ἰουδαῖοι διερευνήσαντες, ἐφ’ ὃν τὰ ἔθνη πάντα τὴν ἐλπίδα τέθεινται καὶ εἰρήνην ἔσχε; καὶ οὐ μᾶλλον ἠναντιοῦντο πανταχόθεν αὐτοῖς;

  4. 36.3.1

    Ἕως γὰρ συνειστήκει Ἰερουσαλὴμ, πόλεμος ἦν ἄσπονδος αὐτοῖς, καὶ ἐμάχοντο πάντες πρὸς τὸν Ἰσραήλ, Ἀσσύριοι μὲν θλίβοντες, Αἰγύπτιοι δὲ διώκοντες, Βαβυλώνιοι δὲ ἐπιβαίνοντες· καὶ τό γε θαυμαστόν, ὅτι καὶ Σύρους τοὺς ἐκ γειτόνων ἀντιπολεμοῦντας εἶχον αὐτοῖς. ἢ οὐχὶ Δαβὶδ τοὺς ἐν Μωὰβ ἐπολέμει, καὶ τοὺς Σύρους ἐξέκοπτεν, Ἰωσίας τοὺς πλησίον ἐφυλάττετο, καὶ Ἑζεκίας ἐδειλία τὴν ἀλαζονείαν τοῦ Σεναχηρείμ, καὶ Μωϋσεῖ ὁ Ἀμαλὴκ ἐστρατεύετο, καὶ οἱ Ἀμορραῖοι ἠναντιοῦντο, Ἰησοῦ τῷ τοῦ Ναυὴ οἱ τὴν Ἱεριχὼ κατοικοῦντες ἀντιπαρετάσσοντο; καὶ ὅλως ἄσπονδα ἦν τοῖς ἔθνεσι πρὸς τὸν Ἱσραὴλ τὰ τῆς φιλίας; τίς οὖν ἐστὶν εἰς ὃν τὰ ἔθνη τὴν ἐλπίδα τίθεται, ἄξιον ἰδεῖν· εἶναι γὰρ δεῖ, ἐπεὶ καὶ τὸν προφήτην ἀδύνατον ψεύσασθαι.

  5. 36.4.1

    Τίνος δὲ τῶν ἀγίων προφητῶν ἢ τῶν ἄνωθεν πατριαρχῶν ὁ θάνατος ἐν σταυρῷ γέγονεν ὑπὲρ τῆς πάντων σωτηρίας; ἢ τίς ἐτραυματίσθη καὶ ἀνῃρέθη ὑπὲρ τῆς πάντων ὑγείας; τίς δὲ τῶν δικαίων, ἢ τῶν Βασιλέων κατῆλθεν εἰς Αἴγυπτον, καὶ τῇ τούτου καθόδῳ τὰ τῶν Αἰγυπτίων εἴδωλα πέπαυται; Ἀβραὰμ μὲν γὰρ κατῆλθε, καὶ πάλιν ἡ εἰδωλατρία κατὰ πάντων. Μωθσῆς ἐκεῖ γεγένηται, καὶ οὐδὲν ἦττον ἦν ἐκεῖ ἡ τῶν πεπλανημένων θρησκεία.

  6. 37.1.1

    Τίς δὲ τῶν ἐν τῇ γραφῇ μαρτυρουμένων διωρύχθη τὰς χεῖρας καὶ τοὺς πόδας, ἢ ὅλως ἐπὶ ξύλου κεκρέμασται καὶ σταυρῷ τετελείωται ὑπὲρ τῆς πάντων σωτηρίας; Ἀβραὰμ μὲν γὰρ ἐπὶ κλίνης ἐκλείπων ἀπέθανεν· Ἰσαὰκ δὲ καὶ Ἰακὼβ καὶ αὐτοὶ ἐξάραντες τοὺς πόδας ἐπὶ κλίνης ἀπέθανον. Μωυσῆς καὶ Ἀαρὼν ἐν τῷ ὄρει, Δαβὶδ ἐν τῷ οἴκῳ τετελεύτηκεν, οὐδεμίαν ἐπιβουλὴν ὑπὸ τῶν λαῶν παθών. εἰ δὲ καὶ ζητηθῇ ὑπὸ τοῦ Σαούλ, ἀλλὰ ἀβλαβὴς ἐσώζετο. Ἡσαΐας ἐπρίπθη μέν, ἀλλ’ οὐκ ἐπὶ ξύλου κεκρέμασται· Ἱερεμίας ὑβρίσθη ἀλλ’ οὐ κατακριθεὶς ἀπέθανεν· Ἰεζεκιὴλ ἔπασχεν, ἀλλ’ οὐχ ὑπὲρ τοῦ λαοῦ, ἀλλὰ τὰ ἐσόμενα κατὰ τοῦ λαοῦ σημαίνων.

  7. 37.2.1

    Ἔπειτα οὗτοι καὶ πάσχοντες, ἄνθρωποι ἦσαν, ὁποῖοι καὶ πάντες κατὰ τὴν τῆς φύσεως ὁμοιότητα, ὁ δὲ σημαινόμενος ἐκ τῶν γραφῶν ὑπὲρ πάντων πάσχειν, οὐκ ἁπλῶς ἄνθρωπος, ἀλλὰ ζωὴ πάντων λέγεται, κἂν ὅμοιος κατὰ τὴν φύσιν τοῖς ἀνθρώποις. Ὄψεσθε γάρ, φησι, τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὠφθαλμῶν ὑμῶν, καὶ Τῆν γενεὰν αὐτοῦ τίς διηγήσεται; πάντων μὲν γὰρ τῶν ἁγίων τὴν γενεάν τις δύναται μαθὼν ἄνωθεν διηγήσασθαι τίς καὶ πόθεν ἕκαστος γέγονε· τοῦ δὲ τυγχάνοντος ζωῆς ἀδιήγητον τὴν γενεὰν οἱ θεῖοι σημαίνουσι λόγοι.

  8. 37.3.1

    Τίς οὖν ἐστι, περὶ οὗ ταῦτα λέγουσιν αἱ θεῖαι γραφαί; ἢ τίς τηλικοῦτος, ὡς καὶ τοὺς προφήτας περὶ αὐτοῦ τοσαῦτα προκαταγγέλλειν; ἀλλὰ γὰρ οὐδεὶς ἄλλος ἐν ταῖς γραφαῖς εὑρίσκεται, πλὴν τοῦ κοινοῦ πάντων Σωτῆρος τοῦ Θεοῦ Λόγου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. οὗτος γάρ ἐστιν ὁ ἐκ παρθένου προελθὼν καὶ ἄνθρωπος ἐπὶ γῆς φανείς, καὶ ἀδιήγητον ἔχων τὴν κατὰ σάρκα γενεάν. οὐ γάρ ἐστιν ὃς δύναται τὸν κατὰ σάρκα πατέρα τούτου λέγειν, οὐκ ὄντος τοῦ σώματος αὐτοῦ ἐξ ἀνδρός, ἀλλ’ ἐκ παρθένου μόνης.

  9. 37.4.1

    Ὥσπερ οὖν τοῦ Δαβίδ, καὶ Μωϋσέως, καὶ πάντων τῶν πατριαρχῶν τοὺς πατέρας τις γενεαλογεῖν δύναται· οὕτως οὐδεὶς δύναται τὴν κατὰ σάρκα γενεὰν τοῦ Σωτῆρος ἐξ ἀνδρὸς διηγήσασθαι. οὗτός ἐστιν ὁ καὶ τὸν ἀστέρα σημαίνειν τὴν τοῦ σώματος γένεσιν ποιήσας· ἔδει γὰρ ἀπὸ οὐρανοῦ κατερχόμενον τὸν Λόγον, ἐξ οὐρανοῦ καὶ τὴν σημασίαν ἔχειν· καὶ ἔδει τὸν τῆς κτίσεως βασιλέα προερχόμενον, ἐμφανῶς ὑπὸ πάσης τῆς οἰκουμένης γινώσκεσθαι.

  10. 37.5.1

    Ἀμέλει ἐν Ἰουδαίᾳ ἐγεννᾶτο, καὶ οἱ ἀπὸ Περσίδος ἤρχοντο προσκυνῆσαι αὐτῷ. οὗτός ἐστιν ὁ καὶ πρὶν τῆς σωματικῆς ἐπιφανείας λαβὼν τὴν κατὰ τῶν ἀντιἀντικειμένων δαιμόνων νίκην, καὶ κατὰ τῆς εἰδωλολατρίας τρόπαια. πάντες γοῦν πανταχόθεν οἱ ἀπὸ τῶν ἐθνῶν, ἐξομνύμενοι τὴν πάτριον συνήθειαν καὶ τὴν εἰδώλων ἀθεότητα, πρὸς Χριστὸν λοιπὸν τὴν ἐλπίδα τίθενται, καὶ αὐτῷ καταγράφουσιν ἑαυτούς, ὡς καὶ τοῖς ὀφθαλμοῖς ἔξεστιν ἰδεῖν τὸ τοιοῦτον.

  11. 37.6.1

    Οὐδὲ γὰρ ἄλλοτε ἡ τῶν Αἰγυπτίων ἀθεότης πέπαυται, εἰ μὴ ὅτε ὁ Κύριος τοῦ παντός, ὡς ἐπὶ νεφέλης ἐποχούμενος, τῷ σώματι κατῆλθεν ἐκεῖ, καὶ τὴν τῶν εἰδώλων κατήργησε πλάνην, πάντας δὲ εἰς ἑαυτὸν καὶ δι’ ἑαυτοῦ πρὸς τὸν Πατέρα μετήνεγκεν.

  12. 37.7.1

    Οὗτός ἐστιν ὁ σταυρωθεὶς ἐπὶ μάρτυρι τῷ ἡλίῳ καὶ τῇ κτίσει καὶ τοῖς αὐτῷ τὸν θάνατον προσαγαγοῦσι· καὶ τῷ τούτου θανάτῳ ἡ σωτηρία πᾶσι γέγονε, καὶ ἡ κτίσις πᾶσα λελύτρωται. οὗτός ἐστιν ἡ πάντων ζωή, καὶ ὁ ὡς πρόβατον ὑπὲρ τῆς πάντων σωτηρίας ἀντίψυχον τὸ ἑαυτοῦ σῶμα εἰς θάνατον παραδούς, κἂν Ἰουδαῖοι μὴ πιστεύωσιν.

  13. 38.1.1

    Εἰ γὰρ μὴ αὐτάρκη νομίζουσι ταῦτα, κἂν ἐξ ἑτέρων πειθέσθωσαν ἀφ’ ὧν αὐτοὶ πάλιν ἔχουσι λογίων. περὶ τίνος γὰρ λέγουσιν οἱ προφῆπροφῆται, Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εἶπα ἰδού εἰμι τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα· ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα;

  14. 38.2.1

    Τίς οὖν ἐστὶν ὁ ἐμφανὴς γενόμενος; εἴποι τις πρὸς Ἰουδαίους· εἰ μὲν γὰρ ὁ προφήτης ἐστί, λεγέτωσαν πότε ἐκρύπτετο, ἵνα καὶ ὕστερον φανῇ; ποῖος δὲ οὗτός ἐστιν ὁ προφήτης ὁ καὶ ἐμφανὴς ἐξ ἀφανῶν γενόμενος, καὶ τὰς χεῖρας ἐκπετάσας ἐπὶ σταυροῦ; τῶν μὲν οὖν δικαίων οὐδείς, μόνος δὲ ὁ τοῦ Θεοῦ Λόγος, ὁ ἀσώματος ὢν τὴν φύσιν καὶ δι’ ἡμᾶς σώματι φανεὶς καὶ ὑπὲρ ἡμῶν παθών.

  15. 38.3.1

    Ἢ εἰ μηδὲ τοῦτο αὔταρκες αὐτοῖς, κἂν ἐξ ἑτέρων δυσωπείσθωσαν, οὕτως ἐναργῆ τὸν ἔλεγχον ὁρῶντες· φησὶ γὰρ ἡ γραφή· Ἰσχύσατε χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε οἱ ὀλιγόπιστοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ Θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται· τότε ἀλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογγιλάλων.

  16. 38.4.1

    Τί τοίνυν καὶ περὶ τούτου δύνανται λέγειν, ἢ πῶς ὅλως καὶ πρὸς τοῦτο τολμῶσιν ἀντιβλέπειν; ἡ μὲν γὰρ προφητεία Θεὸν ἐπιδημεῖν σημαίνει, τὰ δὲ σημεῖα καὶ τὸν χρόνον τῆς παρουσίας γνωρίζει· τό τε γὰρ τυφλοὺς ἀναβλέπειν, καὶ χωλοὺς περιπατεῖν, καὶ κωφοὺς ἀκούειν. καὶ τρανοῦσθαι μογγιλάλων τὴν γλῶσσαν, ἐπὶ τῇ γενομένη θείᾳ παρουσίᾳ λέγουσι. πότε τοίνυν γέγονε τοιαῦτα σημεῖα ἐν τῷ Ἰσραήλ; ἢ ποῦ τοιοῦτόν τι γέγονεν ἐν τῇ Ἰουδαίᾳ, λεγέτωσαν.

  17. 38.5.1

    Λεπρὸς ἐκαθαρίσθη Ναιμάν ἀλλ’ οὐ κωφὸς ἤκουσεν, οὐδὲ χωλὸς περιεπάτησε. νεκρὸν ἤγειρεν Ἡλίας καὶ Ἐλισσαῖος· ἀλλ’ οὐκ ἐκ γενετῆς ἀνέβλεψε τυφλός. μέγα μὲν γὰρ καὶ τὸ ἐγεῖραι νεκρὸν ἀληθῶς, ἀλλ’ οὐ τοιοῦτον, ὁποῖον τὸ παρὰ τοῦ Σωτῆρος θαῦμα. πλὴν εἰ τὸ περὶ τοῦ λεπροῦ καὶ τοῦ νεκροῦ τῆς χήρας οὐ σεσιώπηκεν ἡ γραφή, πάντως εἰ ἐγεγόνει καὶ χωλὸν περιπατεῖν καὶ τυφλὸν ἀναβλέπειν, οὐκ ἂν παρῆκε τοῦ δηλῶσαι καὶ ταῦτα ὁ λόγος. ἐπειδὴ δὲ σεσιώπηται ἐν ταῖς γραφαῖς, δῆλόν ἐστι μὴ γεγενῆσθαι ταῦτα πρότερον.

  18. 38.6.1

    Πότε οὖν γέγονε ταῦτα, εἰ μὴ ὅτε αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος ἐν σώματι παραγέγονε; πότε δὲ παραγέγονεν, εἰ μὴ ὅτε χωλοὶ περιεπάτησαν, καὶ μογγιλάλοι ἐτρανώθησαν, καὶ κωφοὶ ἤκουσαν, καὶ τυφλοὶ ἐκ γενετῆς ἀνέβλεψαν; καὶ τοῦτο γὰρ καὶ οἱ τότε θεωροῦντες Ἰουδαῖοι ἔλεγον, ὡς οὐκ ἄλλοτε ταῦτα γενόμενα ἀκούσαντες· Ἔκ τοῦ αἰῶνος οὐκ ἠκούσθη, ὅτι ἀνέωξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγενγεγεννημένου εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.

  19. 39.1.1

    Ἀλλ’ ἴσως καὶ αὐτοὶ μὴ δυνάμενοι πρὸς τὰ φανερὰ διαμάχεσθαι, οὐκ ἀρνήσονται μὲν τὰ γεγραμμένα, προσδοκᾶν δὲ ταῦτα καὶ μηδέπω γεγενῆσθαι τὸν Θεὸν Λόγον διαβεβαιώσονται. τοῦτο γὰρ ἄνω καὶ κάτω θρυλλοῦντες, οὐκ ἐρυθριῶσιν ἀναιδευόμενοι πρὸς τὰ φαινόμενα.

  20. 39.2.1

    Ἀλλὰ περὶ τούτου καὶ πρὸ πάντων μᾶλλον ἐλεγχθήσονται, οὐ παρ’ ἡμῶν, ἀλλὰ παρὰ τοῦ σοφωτάτου Δανιὴλ σημαίνοντος καὶ τὸν παρόντα καιρόν, καὶ τὴν θείαν τοῦ Σωτῆρος ἐπιδημίαν, καὶ λέγοντος· Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγισθῆναι ἁμαρτίας, καὶ ἀπαλεῖψαι τὰς ἀδικίας, καὶ τοῦ ἐξιλάσασθαι τὰς ἀδικίας, καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτην, καὶ τοῦ χρίσαι ἅγιον ἀγίων· καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἰερουσαλήμ, ἕως Χριστοῦ ἡγουμένου.

  21. 39.3.1

    Ἴσως ἐπὶ τοῖς ἄλλοις κἂν προφάσεις εὑρίσκειν δύνανται, καὶ εἰς μέλλοντα χρόνον ἀναβάλλεσθαι τὰ γεγραμμένα. τί δὲ πρὸς ταῦτα λέγειν ἢ ὅλως ἀντωπῆσαι δύνανται; ὅπουγε καὶ ὁ Χριστὸς σημαίνεται, καὶ ὁ χριόμενος οὐκ ἄνθρωπος ἁπλῶς, ἀλλ’ ἅγιος ἁγίων εἶναι καταγγέλλεται, καὶ ἕως τῆς παρουσίας αὐτοῦ Ἰερουσαλὴμ συνίσταται, καὶ λοιπὸν παύεται προφήτης καὶ ὅρασις ἐν τῷ Ἰσραήλ.

  22. 39.4.1

    Ἐχρίσθη πάλαι Δαβίδ, καὶ Σολομών, καὶ Ἐζεκίας, ἀλλὰ καὶ πάλιν Ἰερουσαλὴμ καὶ ὁ τόπος συνειστήκει, καὶ προφῆται προεφήτευον, Γάδ, καὶ Ἀσάφ, καὶ Νάθαν, καὶ μετ’ αὐτοὺς Ἡσαΐας, καὶ Ὠσήε, καὶ Ἀμώς, καὶ ἄλλοι. ἔπειτα καὶ αὐτοὶ οἱ χρισθέντες ἄνθρωποι ἅγιοι ἐκλήθησαν, καὶ οὐχ ἅγιοι ἁγίων.. Ἀλλ’ ἐὰν τὴν αἰχμαλωσίαν προβάλωνται, καὶ δι' αὐτὴν μὴ εἶναι λέγωσι τὴν Ἰερουσαλήμ· τί καὶ περὶ τῶν προφητῶν ἂν εἴποιεν; καὶ γὰρ πάλαι καταβαίνοντος τοῦ λαοῦ εἰς Βαβυλῶνα, ἦσαν ἐκεῖ Δανιὴλ καὶ Ἱερεμίας· προεφήτευον δὲ Ἰεζεκιὴλ καὶ Ἀγγαῖος καὶ Ζαχαρίας.

  23. 40.1.1

    Οὐκοῦν μυθολογοῦσιν Ἰουδαῖοι, καὶ παρόντα τὸν νῦν καιρὸν ὑπερτίθενται. πότε γὰρ ἐπαύσατο προφήτης ἢ ὅρασις ἀπὸ τοῦ Ἰσραήλ, εἰ μὴ νῦν ὅτε ὁ ἅγιος τῶν ἁγίων Χριστὸς παρεγένετο; σημεῖον γὰρ καὶ μέγα γνώρισμα τῆς τοῦ Θεοῦ Λόγου παρουσίας, τὸ μηκέτι μήτε τὴν Ἱερουσαλὴμ ἑστάναι, μήτε προφήτην ἐγερθῆναι, μήτε ὅρασιν ἀποκαλύπτεσθαι τούτοις, καὶ μάλα εἰκότως.

  24. 40.2.1

    Ἐλθόντος γὰρ τοῦ σημαινομένου, τίς ἔτι χρεία τῶν σημαινόντων ἦν; καὶ παρούσης τῆς ἀληθείας , τίς ἔτι χρεία τῆς σκιᾶς ἦν; διὰ τοῦτο γὰρ καὶ προεφήτευον ἕως ἂν ἔλθῃ ἡ αὐτοδικαιοσύνη καὶ ὁ λυτρούμενος τὰς πάντων ἁμαρτίας. διὰ τοῦτο καὶ Ἰερουσαλὴμ ἐπὶ τοσοῦτον συνειστήκει, ἵν’ ἐκεῖ προμελετῶσι τῆς ἀληθείας τοὺς τύπους.

  25. 40.3.1

    Παρόντος τοίνυν τοῦ ἁγίου τῶν ἀγίων, εἰκότως ἐσφραγίσθη καὶ ὅρασις καὶ προφητεία, καὶ ἡ τῆς Ἰερουσαλὴμ βασιλεία πέπαυται. ἐπὶ τοσοῦτον γὰρ ἐχρίοντο παρ’ αὐτοῖς βασιλεῖς, ἕως ἄν ἐχρίσθη ὁ ἄγιος τῶν ἀγίων καὶ Μωυσῆς ἕως αὐτοῦ τὴν Ἰουδαίων ἵστασθαι βασιλείαν προφητεύει λέγων Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν

  26. 40.4.1

    Ὅθεν καὶ αὐτὸς ὁ Σωτὴρ ἐβόα λέγων Ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν . εἰ μὲν οὖν ἐστὶ παρὰ Ἰουδαίοις νῦν βασιλεύς, ἢ προφήτης, ἢ ὅρασις, καλῶς ἀρνοῦνται τὸν ἐλθόντα Χριστόν. εἰ δὲ μήτε βασιλεύς, μήτε ὅρασις ἀλλ’ ἐσφράγισται λοιπὸν καὶ πᾶσα προφητεία, καὶ ἡ πόλις καὶ ὁ ναὸς ἑάλω· τί τοσοῦτον ἀσεβοῦσι, καὶ παραβαίνουσιν, ὡς τὰ μὲν γενόμενα ὁρᾶν, τὸν δὲ ταῦτα πεποιηκότα Χριστὸν ἀρνεῖσθαι; τί δὲ καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν θεωροῦντες καταλιμπάνοντας τὰ εἴδωλα, καὶ ἐπὶ τὸν Θεὸν Ἰσραὴλ διὰ τοῦ Χριστοῦ ἔχοντας τὴν ἐλπίδα, ἀρνοῦνται τὸν ἐκ τῆς ῥίζης Ἰεσσαὶ κατὰ σάρκα γενόμενον Χριστὸν καὶ βασιλεύοντα λοιπόν; εἰ μὲν γὰρ ἄλλον ἐθρήσκευον τὰ ἔθνη θεὸν ἀλλὰ μὴ τὸν Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καὶ Μωϋσέως ὡμολόγουν· καλῶς ἂν πάλιν προεφασίζοντο μὴ ἐληλυθέναι τὸν Θεόν.

  27. 40.5.1

    Εἰ δὲ τὸν Μωϋσῇ δεδωκότα τὸν νόμον, καὶ τῷ Ἁβραὰμ ἐπαγγειλάμενον Θεόν, καὶ οὗ τὸν λόγον ἠτίμασαν Ἰουδαῖοι, τοῦτον τὰ ἔθνη σέβουσι, διὰ τί μὴ γινώσκουσι, μᾶλλον δὲ διὰ τί ἑκόντες παρορῶσιν, ὅτι ὁ προφητευόμενος ὑπὸ τῶν γραφῶν Κύριος ἐπέλαμψε τῇ οἰκουμένῃ καὶ ἐπεφάνη σωματικῶς αὐτῇ, καθὼς εἶπεν ἡ γραφή· Κύριος ὁ Θεὸς ἐπέφανεν ἡμῖν· καὶ πάλιν· Ἐξαπέστειλε τὸν Λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς· καὶ πάλιν· Οὐ πρέσβυς, οὐκ ἄγγελος, ἀλλ’ αὐτὸς ὁ Κύριος ἔσωσεν αὐτούς.

  28. 40.6.1

    Ὅμοιον δὲ πάσχουσιν, ὡς εἴ τις παραπεπληγὼς τὴν διάνοιαν, τὴν μὲν γῆν φωτιζομένην ὑπὸ τοῦ ἡλίου βλέπει, τὸν δὲ ταύτην φωτίζοντα ἥλιον ἀρνεῖται. τί γὰρ καὶ πλεῖον ἐλθὼν ὁ προσδοκώμενος παρ' αὐτοῖς ἔχει ποιῆσαι; καλέσαι τὰ ἔθνη; ἀλλ’ ἔφθασαν κληθῆναι. ἀλλὰ παῦσαι προφήτην, καὶ βασιλέα, καὶ ὅρασιν; γέγονεν ἤδη καὶ τοῦτο. τὴν εἰδώλων ἀθεότητα διελέγξαι; διηλέγχθη ἤδη καὶ κατεγνώσθη. ἀλλὰ τὸν θάνατον καταργῆσαι; κατήργηται ἤδη.

  29. 40.7.1

    Τί τοίνυν οὐ γέγονεν, ὃ δεῖ τὸν Χριστὸν ποιῆσαι; ἢ τί περιλείπεται, ὃ μὴ πεπλήρωται, ἵνα νῦν χαίρωσιν Ἰουδαῖοι καὶ ἀπιστῶσιν; εἰ γὰρ δή, ὥσπερ οὖν ὁρῶμεν, οὔτε βασιλεύς, οὔτε προφήτης, οὔτε Ἰερουσαλήμ, οὔτε θυσία, οὔτε ὅρασίς ἐστι παρ’ αὐτοῖς· ἀλλὰ καὶ πᾶσα πεπλήρωται ἡ γῆ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ οἱ ἀπὸ τῶν ἐθνῶν καταλιμπάνοντες τες τὴν ἀθεότητα, λοιπὸν πρὸς τὸν Θεὸν Ἀβραὰμ καταφεύγουσι διὰ τοῦ Λόγου, τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· δῆλον ἄν εἴη καὶ τοῖς λίαν ἀναισχυντοῦσιν ἐληλυθέναι τὸν Χριστόν, καὶ αὐτὸν πάντας ἀπλῶς τῷ ἑαυτοῦ φωτὶ καταλάμψαντα, καὶ διδάξαντα περὶ τοῦ ἑαυτοῦ Πατρὸς τὴν ἀληθῆ καὶ θείαν διδασκαλίαν

  30. 40.8.1

    Ιουδαίους μὲν οὖν ἐκ τούτων καὶ τῶν πλειόνων, παρὰ τῶν θείων γραφῶν εἰκότως ἄν τις ἐλέγξειεν.

  31. 41.1.1

    Ἕλληνας δὲ καὶ πάνυ τις θαυμάσειε γελῶντας μὲν τὰ ἀχλεύαστα, πεπηρωμένους δὲ ἐπὶ τῇ ἑαυτῶν αἰσχύνῃ, ἣν ἐν λίθοις καὶ ξύλοις ἀναθέντες οὐχ ὁρῶσι.

  32. 41.2.1

    Πλὴν οὐκ ἀποροῦντος ἐν ἀποδείξεσι τοῦ παρ’ ἡμῖν λόγου, φέρε καὶ τούτους ἐκ τῶν εὐλόγων δυσωπήσωμεν, μάλιστα ἀφ’ ὧν καὶ αὐτοὶ ἡμεῖς ὁρῶμεν. τί γὰρ ἄτοπον, ἢ τί χλεύης παρ’ ἡμῖν ἄξιον; ἢ πάντως ὅτι τὸν Λόγον ἐν σώματι πεφανερῶσθαι λέγομεν; ἀλλὰ τοῦτο καὶ αὐτοὶ συνομολογήσουσι μὴ ἀτόπως γεγενῆσθαι, ἐάνπερ τῆς ἀληθείας γένωνται φίλοι.

  33. 41.3.1

    Εἰ μὲν οὖν ὅλως ἀρνοῦνται Λόγον εἶναι Θεοῦ, περιττῶς ποιοῦσι, περὶ οὗ μὴ ἴσασι χλευάζοντες.

  34. 41.4.1

    Εἰ δὲ ὁμολογοῦσιν εἶναι Λόγον Θεοῦ, καὶ τοῦτον ἡγεμόνα τοῦ παντός, καὶ ἐν αὐτῷ τὸν Πατέρα δεδημιουργηκέναι τὴν κτίσιν, καὶ τῇ τούτου προνοία τὰ ὅλα φωτίζεσθαι καὶ ζωογονεῖσθαι καὶ εἶναι, καὶ ἐπὶ πάντων αὐτὸν βασιλεύειν, ὡς ἐκ τῶν ἔργων τῆς προνοίας γινώσκεσθαι αὐτὸν καὶ δι’ αὐτοῦ τὸν Πατέρα· σκόπει, παρακαλῶ, εἰ μὴ τὴν χλεύην καθ’ ἑαυτῶν κινοῦντες ἀγνοοῦσι.

  35. 41.5.1

    Τὸν κόσμον σῶμα μέγα φασὶν εἶναι οἱ τῶν Ἐλλήνων φιλόσοφοι, καὶ ἀληθεύουσι λέγοντες. Ὁρῶμεν γὰρ αὐτὸν καὶ τὰ τούτου μέρη ταῖς αἰσθήσεσιν ὑποπίπτοντα. εἰ τοίνυν ἐν τῷ κόσμῳ σώματι ὄντι ὁ τοῦ Θεοῦ Λόγος ἐστί, καὶ ἐν ὅλοις καὶ τοῖς κατὰ μέρος αὐτοῦ πᾶσιν ἐπιβέβηκε· τί θαυμαστὸν ἢ τί ἄτοπον, εἰ καὶ ἐν ἀνθρώπῳ φαμὲν αὐτὸν ἐπιβεβηκέναι;

  36. 41.6.1

    Εἰ γὰρ ἄτοπον ὅλως ἐν σώματι αὐτὸν γενέσθαι· ἄτοπον ἂν εἴη καὶ ἐν τῷ παντὶ τοῦτον ἐπιβεβηκέναι, καὶ τὰ πάντα τῇ προνοίᾳ ἑαυτοῦ φωτίζειν καὶ κινεῖν· σῶμα γάρ ἐστι καὶ τὸ ὅλον.

  37. 41.7.1

    Εἰ δὲ τῷ κόσμῳ τοῦτον ἐπιβαίνειν καὶ ἐν ὅλῳ αὐτὸν γνωρίζεσθαι πρέπει, πρέποι ἂν καὶ ἐν ἀνθρωπίνῳ σώματι αὐτὸν ἐπιφαίνεσθαι, καὶ ὑπ’ αὐτοῦ τοῦτο φωτίζεσθαι καὶ ἐνεργεῖν. μέρος γὰρ τοῦ παντὸς καὶ τὸ τῶν ἀνθρώπων ἐστὶ γένος. καὶ εἰ τὸ μέρος ἀπρεπές ἐστιν ὄργανον αὐτοῦ γίνεσθαι πρὸς τὴν τῆς θεότητος γνῶσιν ἀτοπώτατον ἂν εἴη καὶ δι’ ὅλου τοῦ κόσμου γνωρίζεσθαι τοῦτον.

  38. 42.1.1

    Ὥσπερ γὰρ ὅλου τοῦ σώματος ὑπὸ τοῦ ἀνθρώπου ἐνεργουμένου, καὶ φωτιζομένου, εἴ τις λέγοι ἄτοπον εἶναι καὶ ἐν τῷ δακτύλῳ τοῦ ποδὸς τὴν δύναμιν εἶναι τοῦ ἀνθρώπου, ἀνόητος ἂν νομισθείη, ὅτι διδοὺς ἐν τῷ ὅλῳ αὐτὸν διικνεῖσθαι καὶ ἐνεργεῖν, κωλύει καὶ ἐν τῷ μέρει αὐτὸν εἶναι· οὕτως ὁ διδοὺς καὶ πιστεύων τὸν τοῦ Θεοῦ Λόγον ἐν τῷ παντὶ εἶναι, καὶ τὸ πᾶν ὑπ’ αὐτοῦ φωτίζεσθαι καὶ κινεῖσθαι, οὐκ ἄτοπον ἂν ἡγήσηται, καὶ σῶμα ἓν ἀνθρώπινον ὑπ’ αὐτοῦ κινεῖσθαι καὶ φωτίζεσθαι.

  39. 42.2.1

    Εἰ δὲ ὅτι γενητόν ἐστι, καὶ ἐξ οὐκ ὄντων γέγονε τὸ ἀνθρώπινον γένος διᾶ τοῦτο οὐκ εὐπρεπῆ νομίζουσιν ἡμᾶς λέγειν τὴν ἐν ἀνθρώπῳ τοῦ Σωτῆρος ἐπιφάνειαν· ὥρα καὶ τῆς κτίσεως αὐτοὺς αὐτὸν ἐκβάλλειν· καὶ γὰρ καὶ αὕτη ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τοῦ Λόγου γέγονεν.

  40. 42.3.1

    Εἰ δὲ καὶ γενητῆς οὔσης τῆς κτίσεως, οὐκ ἄτοπον ἐν αὐτῇ τὸν Λόγον εἶναι, οὐκ ἄρα οὐδὲ ἐν ἀνθρώπῳ αὐτὸν εἶναι ἄτοπον. ὁποῖα γὰρ ἂν περὶ τοῦ ὅλου νοήσειαν, τοιαῦτα ἀνάγκη καὶ περὶ τοῦ μέρους αὐτοὺς ἐνθυμεῖσθαι. μέρος γὰρ, ὡς προεῖπον, τοῦ ὅλου καὶ ὁ ἄνθρωπός ἐστιν.

  41. 42.4.1

    Οὐκοῦν ὅλως οὐκ ἀπρεπὲς τὸ ἐν ἀνθρώπῳ εἶναι τὸν Λόγον, καὶ πάντα ὑπ’ αὐτοῦ καὶ ἐν αὐτῷ φωτίζεσθαι, καὶ κινεῖσθαι, καὶ ἦν, καθὼς καὶ οἱ παρ’ αὐτοῖς συγγραφεῖς φασιν· ὅτι ἐν αὐτῇ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμέν.

  42. 42.5.1

    Τί λοιπὸν χλεύης ἄξιον λέγομεν, εἰ ἐν ᾧ ἔστιν ὁ Λόγος, τούτῳ πρὸς φανέρωσιν ὡς ὀργάνῳ κέχρηται ὁ Λόγος; εἰ μὲν γὰρ οὐκ ἦν ἐν αὐτῷ, οὐδὲ χρήσασθαι ἂν ἠδυνήθη τούτῳ. εἰ δὲ προαποδεδώκαμεν ἐν τῷ παντὶ καὶ ἐν τοῖς κατὰ μέρος εἶναι τοῦτον, τί ἄπιστον εἰ ἐν οἷς ἔστιν ἐν τούτοις ἑαυτὸν καὶ ἐπιφαίνει;

  43. 42.6.1

    Ὥσπερ γὰρ ταῖς ἑαυτοῦ δυνάμεσιν ὅλος ἐν ἑκάστῳ καὶ πᾶσιν ἐπιβαίνων, καὶ πάντα διακοσμῶν ἀφθόνως, εἰ ἤθελε, διὰ ἡλίου, ἢ σελήνης, ἢ οὐρανοῦ, ἢ γῆς, ἢ ὑδάτων, ἢ πυρός, οὐκ ἄν τις ἀτόπως αὐτὸν? φωνῇ χρήσασθαι καὶ γνωρίσαι ἑαυτὸν καὶ τὸν αὐτοῦ Πατέρα ἔφησεν [πεποιηκέναι] ἅπαξ πάντα αὐτοῦ συνέχοντος καὶ μετὰ πάντων καὶ ἐν αὐτῷ τῷ μέρει τυγχάνοντος καὶ ἀοράτως ἑαυτὸν δεικνύντος· οὕτως οὐκ ἄτοπον ἂν εἴη διακοσμοῦντα αὐτὸν τὰ πάντα καὶ τὰ ὅλα ζωοποιοῦντα, καὶ θελήσαντα δι’ ἀνθρώπων γνωρίσαι, εἰ ὀργάνῳ κέχρηται ἀνθρώπου σώματι πρὸς φανέρωσιν ἀληθείας καὶ γνῶσιν τοῦ Πατρός. μέρος γὰρ τοῦ ὅλου καὶ ἡ ἀνθρωπότης τυγχάνει.

  44. 42.7.1

    Καὶ ὥσπερ ὁ νοῦς δι’ ὅλου τοῦ ἀνθρώπου ὤν, ἀπὸ μέρους τοῦ σώματος, τῆς γλώττης λέγω, σημαίνεται, καὶ οὐ δήπου τις ἐλαττοῦσθαι τὴν οὐσίαν τοῦ νοῦ διὰ τοῦτο λέγει· οὕτως ὁ Λόγος διὰ πάντων ὤν, εἰ ἀνθρωπίνῳ κέχρηται ὀργάνῳ, οὐκ ἀπρεπὲς ἂν φαίνοιτο τοῦτο. εἰ γὰρ, ὡς προεῖπον, ἀπρεπὲς ὀργάνῳ χρήσασθαι σώματι, ἀπρεπὲς καὶ ἐν τῷ ὅλῳ αὐτὸν εἶναι.

  45. 43.1.1

    Διατί οὖν, ἐὰν λέγωσιν, οὐχὶ δι' ἄλλων μερῶν καλλίονων τῆς κτίσεως ἐφάνη, καὶ καλλίονι ὀργάνῳ, οἷον ἡλίῳ, ἢ σελήνῃ, ἢ ἄστροις, ἢ πυρί, ἢ αἰθέρι οὐ κέχρηται, ἀλλὰ ἀνθρώπῳ μόνον; γινωσκέτωσαν, ὅτι οὐκ ἐπιδείξασθαι ἦλθεν ὁ Κύριος, ἀλλὰ θεραπεῦσαι καὶ διδάξαι τοὺς πάσχοντας.

  46. 43.2.1

    Ἐπιδεικνυμένου μὲν γὰρ ἦν μόνον ἐπιφανῆναι καὶ καταπλῆξαι τοὺς ὁρῶντας· θεραπεύοντος δὲ καὶ διδάσκοντός ἐστι, μὴ ἁπλῶς ἐπιδημῆσαι, ἀλλ’ ἐπ’ ὠφελείᾳ τῶν δεομένων γενέσθαι, καὶ ὡς οἱ χρῄζοντες φέρουσιν ἐπιφανῆναι, ἵνα μὴ τῷ ὑπερβάλλοντι τὴν χρείαν τῶν πασχόντων αὐτοὺς τοὺς δεομένους ταράξῃ, καὶ ἀνωφελὴς τούτοις ἡ ἐπιφάνεια τοῦ θείου γένηται.

  47. 43.3.1

    Οὐδὲν τοίνυν τῶν ἐν τῇ κτίσει πεπλανημένον ἦν εἰς τὰς περὶ Θεοῦ ἐννοίας, εἰ μὴ μόνος ὁ ἄνθρωπος. ἀμέλει, οὐχ ἥλιος, οὐ σελήνη, οὐκ οὐρανός, οὐ τὰ ἄστρα, οὐχ ὕδωρ, οὐκ αἰθὴρ παρήλλαξαν τὴν τάξιν, ἀλλ’ εἰδότες τὸν ἑαυτῶν δημιουργὸν καὶ βασιλέα Λόγον μένουσιν ὡς γεγόνασιν· ἄνθρωποι δὲ μόνοι ἀποστραφέντες τὸ καλόν, λοιπὸν τὰ οὐκ ὄντα ἀντὶ τῆς ἀληθείας ἐπλάσαντο, καὶ τὴν εἰς Θεὸν τιμὴν καὶ τὴν περὶ αὐτοῦ γνῶσιν δαίμοσι καὶ ἀνθρώποις ἐν λίθοις ἀνατεθείκασιν.

  48. 43.4.1

    Ὅθεν εἰκότως, ἐπειδὴ παριδεῖν τὸ τηλικοῦτον οὐκ ἄξιον ἦν τῆς τοῦ Θεοῦ ἀγαθότητος, ἀλλὰ καὶ ἐν τῷ ὅλῳ αὐτὸν διέποντα καὶ ἡγεμονεύοντα οὐκ ἠδυνήθησαν αὐτὸν γνῶναι οἱ ἄνθρωποι, μέρος τοῦ ὅλου λαμβάνει ἑαυτῷ ὄργανον τὸ ἀνθρώπινον σῶμα, καὶ ἐπιβαίνει τούτῳ, ἵν’ ἐπειδὴ ἐν τῷ ὅλῳ αὐτὸν οὐκ ἠδυνήθησαν γνῶναι, κἂν ἐν τῷ μέρει μὴ ἀγνοήσωσιν αὐτόν· καὶ ἐπειδὴ ἀναβλέψαι οὐκ ἠδυνήθησαν εἰς τὴν ἀόρατον αὐτοῦ δύναμιν, κἂν ἐκ τῶν ὁμοίων λογίσασθαι καὶ θεωρῆσαι δυνηθῶσιν αὐτόν.

  49. 43.5.1

    Ἄνθρωποι γὰρ ὄντες, διὰ τοῦ καταλλήλου σώματος καὶ τῶν δι’ αὐτοῦ θείων ἔργων, ταχύτερον καὶ ἐγγύτερον τὸν τούτου Πατέρα γινώσκειν δυνήσονται, συγκρίνοντες ὡς οὐκ ἀνθρώπινα, ἀλλὰ Θεοῦ ἔργα ἐστὶ τὰ ὑπ’ αὐτοῦ γινόμενα.

  50. 43.6.1

    Καὶ ἐὰν ἄτοπον ἦν κατ’ αὐτοὺς διὰ τῶν τοῦ σώματος ἔργων τὸν Λόγον γνωρίζεσθαι· πάλιν ἂν εἴη ἄτοπον ἐκ τῶν ἔργων τοῦ παντὸς γινώσκεσθαι τοῦτον. ὥσπερ γὰρ ἐν τῇ κτίσει ὥν, οὐδέν τι τῆς κτίσεως μεταλαμβάνει, ἀλλὰ μᾶλλον πάντα τῆς αὐτοῦ δυνάμεως μεταλαμβάνει· οὕτως καὶ τῷ σώματι ὀργάνῳ χρώμενος, οὐδενὸς τῶν τοῦ σώματος μετεῖχεν, ἀλλὰ μᾶλλον αὐτὸς ἡγίαζε τὸ σῶμα.

  51. 43.7.1

    Εἰ γὰρ δὴ καὶ ὁ παρὰ τοῖς Ἕλλησι θαυμαζόμενος Πλάτων φησίν, ὅτι ὁρῶν τὸν κόσμον ὁ γεννήσας αὐτὸν χειμαζόμενον καὶ κινδυνεύοντα εἰς τὸν τῆς ἀνομοιότητος δύνειν τόπον, καθίσας ἐπὶ τοὺς οἴακας τῆς ψυχῆς βοηθεῖ, καὶ πάντα τὰ πταίσματα διορθοῦται· τί ἄπιστον λέγεται παρ’ ἡμῖν, εἰ πλανωμένης τῆς ἀνθρωπότητος ἐκάθισεν ὁ Λόγος ἐπὶ ταύτην, καὶ ἄνθρωπος ἐπεφάνη ἵνα χειμαζομένην αὐτὴν περισώσῃ διὰ τῆς κυβερνήσεως αὐτοῦ καὶ ἀγαθότητος;

  52. 44.1.1

    Ἀλλ’ ἴσως συγκαταθήσονται μὲν τούτοις αἰσχυνόμενοι, θελήσουσι δὲ λέγειν, ὅτι ἔδει τὸν Θεόν, παιδεῦσαι καὶ σῶσαι θέλοντα τοὺς ἀνθρώπους, νεύματι μόνον ποιῆσαι, καὶ μὴ σώματος ἅψασθαι τὸν τούτου Λόγον, ὥσπερ οὖν καὶ πάλαι πεποίηκεν, ὅτε ἐκ τοῦ μὴ ὄντος αὐτὰ συνίστη.

  53. 44.2.1

    Πρὸς δὲ ταύτην αὐτῶν τὴν ἀντίθεσιν εἰκότως ἂν λεχθείη ταῦτα, ὅτι πάλαι μὲν οὐδενὸς οὐδαμοῦ ὑπάρχοντος, νεύματος γέγονε χρεία καὶ βουλήσεως μόνης εἰς τὴν τοῦ παντὸς δημιουργίαν. ὅτε δὲ γέγονεν ὁ ἄνθρωπος, καὶ χρεία ἀπῄτησεν οὐ τὰ μὴ ὄντα ἀλλὰ τὰ γενόμενα θεραπεῦσαι, ἀκόλουθον ἦν ἐν τοῖς ἤδη γενομένοις τὸν ἰατρὸν καὶ Σωτῆρα παραγενέσθαι, ἵνα καὶ τὰ ὄντα θεραπεύσῃ. γέγονε δὲ ἄνθρωπος διὰ τοῦτο, καὶ ἀνθρωπείῳ ὀργάνῳ κέχρηται τῷ σώματι.

  54. 44.3.1

    Ἐπεὶ εἰ μὴ τοῦτον γενέσθαι ἔδει τὸν τρόπον, πῶς ἔδει τὸν Λόγον, ὀργάνῳ θέλοντα χρήσασθαι, παραγενέσθαι: ἢ πόθεν ἔδει τοῦτο λαβεῖν αὐτόν, εἰ μὴ ἐκ τῶν ἤδη γενομένων καὶ χρῃζόντων τῆς αὐτοῦ θειότητος διὰ τοῦ ὁμοίου; οὐδὲ γὰρ τὰ οὐκ ὄντα ἔχρῃζε σωτηρίας, ἵνα καὶ προστάξει μόνον ἀρκεσθῇ, ἀλλ’ ὁ ἤδη γενόμενος ἄνθρωπος ἐφθείρετο καὶ παραπώλλυτο. ὅθεν εἰκότως ἀνθρωπίνῳ κέχρηται καλῶς ὀργάνῳ, καὶ εἰς πάντα ἑαυτὸν ἥπλωσεν ὁ Λόγος.

  55. 44.4.1

    Ἔπειτα καὶ τοῦτο ἰστέον, ὅτι ἡ γενομένη φθορὰ οὐκ ἔξωθεν ἦν τοῦ σώματος, ἀλλ’ αὐτῷ προσεγεγόνει, καὶ ἀνάγκη ἦν ἀντὶ τῆς φθορᾶς ζωὴν αὐτῷ προσπλακῆναι, ἵνα ὥσπερ ἐν τῷ σώματι γέγονεν ὁ θάνατος, οὕτως ἐν αὐτῷ γένηται καὶ ἡ ζωή.

  56. 44.5.1

    Εἰ μὲν οὖν ἔξωθεν ἦν ὁ θάνατος τοῦ σώματος· ἔξωθεν ἔδει καὶ τὴν ζωὴν αὐτοῦ γεγονέναι. εἰ δὲ ἐν τῷ σώματι συνεπλάκη ὁ θάνατος, καὶ ὡς συνὼν αὐτῷ κατεκράτει τούτου· ἀνάγκη καὶ τὴν ζωὴν συμπλακῆναι τῷ σώματι, ἵνα ἀντενδυθὲν τὸ σῶμα τὴν ζωήν, ἀποβάλῃ τὴν φθοράν. ἄλλως τε εἰ καὶ ἐγεγόνει ἕξω τοῦ σώματος ὁ Λόγος, καὶ μὴ ἐν αὐτῷ, ὁ μὲν θάνατος ἡττᾶτο ὑπ’ αὐτοῦ φυσικώτατα, ἄτε δὴ μὴ ἰσχύοντος τοῦ θανάτου κατὰ τῆς ζωῆς, οὐδὲν ἦττον δὲ ἔμενεν ἐν τῷ σώματι ἡ προσγενομένη φθορά.

  57. 44.6.1

    Διὰ τοῦτο εἰκότως ἐνεδύσατο σῶμα ὁ Σωτήρ, ἵνα συμπλακέντος τοῦ σώματος τῇ ζωῇ, μηκέτι ὡς θνητὸν ἀπομείνῃ ἐν τῷ θανάτῳ· ἀλλ’ ὡς ἐνδυσάμενον τὴν ἀθανασίαν, λοιπὸν ἀναστὰν ἀθάνατον διαμείνῃ. ἅπαξ γὰρ ἐνδυσάμενον φθορὰν οὐκ ἂν ἀνέστη, εἰ μὴ ἐνεδύσατο τὴν ζωήν· καὶ πάλιν θάνατος καθ’ ἑαυτὸν οὐκ ἂν φανείη, εἰ μὴ ἐν τῷ σώματι· διὰ τοῦτο ἐνεδύσατο σῶμα, ἵνα τὸν θάνατον ἐν τῷ σώματι εὑρὼν ἀπαἀπαλείψῃ. πῶς γὰρ ἂν ὅλως ὁ Κύριος ἐδείχθη ζωή, εἰ μὴ τὸ θνητὸν ἐζωοποίησε;

  58. 44.7.1

    Καὶ ὥσπερ τῆς καλάμης ὑπὸ πυρὸς φύσει φθειρομένης, εἰ κωλύει τις τὸ πῦρ ἀπὸ τῆς καλάμης· οὐ καίεται μὲν ἡ καλάμη, μένει δὲ ὅλως πάλιν καλάμη ἡ καλάμη ὑποπτεύουσα τὴν τοῦ πυρὸς ἀπειλήν· φύσει γὰρ ἀναλωτικόν ἐστιν αὐτῆς τὸ πῦρ· εἰ δέ τις ἐνδιδύσκοι τὴν καλάμην ἀμιάντῳ πολλῷ, δὴ λέγεται ἀντιπαθὲς εἶναι τοῦ πυρός, οὐκ ἔτι τὸ πῦρ φοβεῖται ἡ καλάμη, ἔχουσα τὴν ἀσφάλειαν ἐκ τοῦ ἐνδύματος τοῦ ἀκαύστου·

  59. 44.8.1

    τὸν αὐτὸν δὴ τρόπον καὶ ἐπὶ τοῦ σώματος καὶ ἐπὶ τοῦ θανάτου ἄν τις εἴποι· ὅτι εἰ προστάξει μόνον κωλυθεὶς ἦν ὁ θάνατος ὑπ’ αὐτοῦ, οὐδὲν ἦττον πάλιν ἦν θνητὸν καὶ φθαρτὸν κατὰ τὸν τῶν σωμάτων λόγον. ἀλλ’ ἵνα μὴ τοῦτο γένηται, ἐνεδύσατο τὸν ἀσώματον τοῦ Θεοῦ Λόγον· καὶ οὕτως οὐκ ἔτι τὸν θάνατον οὐδὲ τὴν φθορὰν φοβεῖται, ἔχον ἔνδυμα τὴν ζωήν, καὶ ἐν αὐτῷ ἀφανιζομένης τῆς φθορᾶς.

  60. 45.1.1

    Οὐκοῦν ἀκολούθως ὁ τοῦ Θεοῦ Λόγος σῶμα ἀνέλαβε, καὶ ἀνθρωπίνῳ ὀργάνῳ κέχρηται, ἵνα καὶ ζωοποιήσῃ τὸ σῶμα, καὶ ἵν’, ὥσπερ ἐν τῇ κτίσει διὰ τῶν ἔργον γνωρίζεται, οὕτως καὶ ἐν ἀνθρώπῳ ἐργάσηται, καὶ δείξῃ ἑαυτὸν πανταχοῦ, μηδὲν ἔρημον τῆς ἑαυτοῦ θειότητος καὶ γνώσεως καταλιμπάνων.

  61. 45.2.1

    Πάλιν γὰρ τὸ αὐτό φημι τοῖς πρότερον ἐπαναλαβών· ὅτι τοῦτο πεποίηκεν ὁ Σωτήρ, ἵνα ὥσπερ τὰ πάντα πανταχόθεν πληροῖ παρών, οὕτως καὶ τὰ πάντα τῆς περὶ αὐτοῦ γνώσεως πληρώσῃ, ᾗ φησι καὶ ἡ θεία γραφή· Ἐπληρώθη ἡ σύμπασα τοῦ γνῶναι τὸν Κύριον.

  62. 45.3.1

    Είτε γάρ τις ἀναβλέπειν εἰς τὸν οὐρανὸν βούλεται· ὁρᾷ τὴν τούτου διακόσμησιν· εἴτε οὐ δύναται μὲν εἰς τὸν οὐρανόν, εἰς ἀνθρώπους δὲ μόνον ἀνακύπτει· ὁρᾷ διὰ τῶν ἔργων τὴν ἀσύγκριτον αὐτοῦ πρὸς ἀνθρώπους δύναμιν, καὶ γινώσκει τοῦτον ἐν ἀνθρώποις μόνον Θεὸν Λόγον. εἴτε ἐν δαίμοσί τις ἀπεστράφη, καὶ περὶ τούτου ἐπτόηται· ὁρᾷ τοῦτον ἐλαύνοντα τούτους, καὶ κρίνει τοῦτον αὐτῶν εἶναι δεσπότην. εἴτε εἰς τὴν ὑδάτων βεβύθισται φύσιν, καὶ νομίζει ταῦτα Θεὸν εἶναι· ὥσπερ Αἰγύπτιοι σέβουσι τὸ ὕδωρ· ὁρᾷ ταύτην μεταβαλλομένην ὑπ’ αὐτοῦ, καὶ γινώσκει τούτων εἶναι κτίστην τὸν Κύριον.

  63. 45.4.1

    Εἰ δὲ καὶ εἰς ᾅδην τις κατέβη, καὶ πρὸς τοὺς ἐκεῖ κατελθόντας ἥρωας ἐπτόηται ὡς θεούς· ἀλλ’ ὁρᾷ τὴν τούτου γενομένην ἀνάστασιν, καὶ τὴν κατὰ τοῦ θανάτου νίκην, καὶ λογίζεται ἐν ἐκείνοις μόνον εἶναι τὸν Χριστὸν ἀληθινὸν Κύριον καὶ Θεόν.

  64. 45.5.1

    Πάντων γὰρ τῶν τῆς κτίσεως μερῶν ἥψατο ὁ Κύριος, καὶ τὰ πάντα πάσης ἀπάτης ἠλευθέρωσε καὶ ἤλεγξεν, ὡς Παῦλός φησιν· ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐθριάμβευσεν ἐν τῷ σταυρῷ, ἵνα μηκέτι τις ἀπατηἀπαταθῆναι δυνήθῃ, ἀλλὰ πανταχοῦ τὸν ἀληθινὸν τοῦ Θεοῦ Λόγον εὕρῃ.

  65. 45.6.1

    Οὕτω γὰρ λοιπὸν πανταχόθεν συγσυγκλειόμενος ὁ ἄνθρωπος καὶ πανταχοῦ, τουτέστιν ἐν οὐρανῷ, ἐν ᾅδῃ, ἐν ἀνθρώπῳ, ἐπὶ γῆς ἡπλωμένην τὴν τοῦ Λόγου θειότητα βλέπων, οὐκ ἔτι μὲν ἀπατᾶται περὶ Θεοῦ, μόνον δὲ τοῦτον προσκυνεῖ, καὶ δι’ αὐτοῦ καλῶς τὸν Πατέρα γινώσκει.

  66. 45.7.1

    Τούτοις μὲν οὖν καὶ Ἕλληνες εἰκότως δυσωπηθήσονται παρ’ ἡμῶν ἐκ τῶν εὐλόγων. εἰ δὲ μὴ αὐτάρκεις εἶναι τοὺς λόγους ἡγοῦνται πρὸς αἰσχύνην αὐτῶν, κἂν ἐκ τῶν ἐπ’ ὅψεσι πάντων φαινομένων πιστούσθωσαν τὰ λεγόμενα.

  67. 46.1.1

    Πότε τὴν τῶν εἰδώλων θρησκείαν ἤρξαντο καταλιμπάνειν οἱ ἄνθρωποι, εἰ μὴ ἀφ’ οὗ γέγονεν ὁ ἀληθινὸς τοῦ Θεοῦ Λόγος ἐν ἀνθρώποις; πότε δὲ τὰ παρ’ Ἕλλησι καὶ πανταχοῦ μαντεῖα πέπαυται καὶ κεκένωται, εἰ μὴ ὅτε μέχρι γῆς πεφανέρωκεν ἑαυτὸν ὁ Σωτήρ;

  68. 46.2.1

    Πότε δὲ καταγινώσκεσθαι ἤρξαντο οἱ παρὰ ποιηταῖς λεγόμενοι θεοὶ καὶ ἥρωες, ὡς μόνον ὄντες ἄνθρωποι θνητοί, εἰ μὴ ἀφ’ οὖ ὁ Κύριος τὸ κατὰ τοῦ θανάτου τρόπαιον εἰργάσατο, καὶ ὅπερ ἔλαβε σῶμα τετήρηκεν ἄφθαρτον, ἀναστήσας αὐτὸ ἐκ τῶν νεκρῶν;

  69. 46.3.1

    Πότε δὲ ἡ δαιμόνων ἀπάτη καὶ μανία κατεφρονήθη, εἰ μὴ ὅτε ἡ τοῦ Θεοῦ Δίναμις ὁ Λόγος, ὁ πάντων καὶ τούτων δεσπότης, διὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν συγκαταβάς, ἐπὶ γῆς ἐφάνη; πότε δὲ τῆς μαγείας ἡ τέχνη καὶ τὰ διδασκαλεῖα ἤρξαντο καταπατεῖσθαι, εἰ μὴ ὅτε τὰ θεοφάνια τοῦ Λόγου γέγονεν ἐν ἀνθρώποις;

  70. 46.4.1

    Καὶ ὅλως, πότε τῶν Ἑλλήνων ἡ σοφία μεμώραται, εἰ μὴ ὅτε ἡ ἀληθὴς τοῦ Θεοῦ Σοφία ἐπὶ γῆς ἑαυτὴν ἐφανέρωσε; πάλαι μὲν γὰρ πᾶσα ἡ οἰκουμένη καὶ πᾶς τόπος τῇ θρησκείᾳ τῶν εἰδώλων ἐπλανᾶτο, καὶ οὐδὲν ἄλλο ἡ τὰ εἴδωλα θεοὺς ἐνόμιζον οἱ ἄνθρωποι. νῦν δὲ κατὰ πᾶσαν τὴν οἰκουμένην, τὴν μὲν τῶν εἰδώλων δεισιδαιμονίαν καταλιμπάνουσιν οἱ ἄνθρωποι, ἐπὶ δὲ τὸν Χριστὸν καταφεύγουσι, καὶ Θεὸν αὐτὸν προσκυνοῦντες, δι’ αὐτοῦ καὶ ὃν οὐκ ᾔδεισαν Πατέρα γινώσκουσι.

  71. 46.5.1

    Καὶ τό γε θαυμαστόν, διαφόρων ὄντων καὶ μυρίων σεβασμάτων, καὶ ἑκάστου τόπου τὸ ἴδιον ἔχοντος εἴδωλον, καὶ μὴ ἰσχυόντος τοῦ παρ’ αὐτοῖς λεγομένου θεοῦ τὸν πλησίον ὑπερβῆναι τόπον, ὥστε καὶ τοὺς ἐκ γειτόνων πεῖσαι σέβειν αὐτόν, ἀλλὰ μόλις καὶ ἐν τοῖς ἰδίοις θρησκευομένου· οὐδεὶς γὰρ ἄλλος τὸν τοῦ γείτονος ἐσέβετο θεόν ἀλλ’ ἕκαστος τὸ ἴδιον ἐφύλαττεν εἴδωλον, νομίζων τῶν πάντων αὐτὸ κύριον εἶναι· μόνος ὁ Χριστὸς παρὰ πᾶσιν εἷς καὶ πανταχοῦ ὁ αὐτὸς προσκυνεῖται· καὶ ὃ μὴ δεδύνηται τῶν εἰδώλων ἡ ἀσθένεια ποιῆσαι, ὥστε κἂν τοὺς πλησίον οἰκοῦντας πεῖσαι, τοῦτο ὁ Χριστὸς πεποίηκεν, οὐ μόνον τοὺς πλησίον ἀλλὰ καὶ πᾶσαν ἁπλῶς τὴν οἰκουμένην πείσας ἕνα καὶ τὸν αὐτὸν Κύριον σέβειν, καὶ δι’ αὐτοῦ τὸν Θεὸν τὸν αὐτοῦ Πατέρα.

  72. 47.1.1

    Καὶ πάλαι μὲν τὰ πανταχοῦ τῆς ἀπάτης τῶν μαντειῶν ἐπεπλήρωτο, καὶ τὰ ἐν Δελφοῖς καὶ Δωδώνῃ καὶ Βοιωτία καὶ Λυκίᾳ καὶ Λιβύῃ καὶ Αἰγύπτῳ καὶ Καβίροις μαντεύματα καὶ ἡ Πυθία ἐθαυμάζοντο τῇ φαντασία παρὰ τῶν ἀνθρώπων. νῦν δὲ ἀφ’ οὗ Χριστὸς καταγγέλλεται πανταχοῦ, πέπαυται καὶ τούτων ἡ μανία, καὶ οὐκ ἔστιν ἔτι λοιπὸν ἐν αὐτοῖς ὁ μαντευόμενος.

  73. 47.2.1

    Καὶ πάλαι μὲν δαίμονες ἐφαντασιοκόπουν τοὺς ἀνθρώπους, προκαταλαμβάνοντες πηγὰς ἢ ποταμοὺς ἢ ξύλα ἢ λίθους, καὶ οὕτως ταῖς μαγγανείαις ἐξέπληττον τοὺς ἄφρονας. νῦν δὲ τῆς θείας ἐπιφανείας τοῦ Λόγου γεγενημένης πέπαυται τούτων ἡ φαντασία. τῷ γὰρ σημείῳ τοῦ σταυροῦ καὶ μόνον ὁ ἄνθρωπος χρώμενος, ἀπελαύνει τούτων τὰς ἀπάτας.

  74. 47.3.1

    Καὶ πάλαι μὲν τοὺς παρὰ ποιηταῖς λεγομένους θεοὺς Δία καὶ Κρόνον καὶ Ἀπόλλωνα καὶ ἥρωας ἐνόμιζον οἱ ἄνθρωποι θεούς, καὶ τούτους ἐπλανῶντο σέβοντες. ἄρτι δὲ τοῦ Σωτῆρος ἐν ἀνθρώποις φανέντος, ἐκεῖνοι μὲν ἐγυμνώθησαν ὄντες ἄνθρωποι θνητοί, μόνος δὲ ὁ Χριστὸς ἐν ἀνθρώποις ἐγνωρίσθη Θεὸς ἀληθινὸς Θεοῦ Θεὸς Λόγος.

  75. 47.4.1

    Τί δὲ περὶ τῆς θαυμαζομένης παρ’ αὐτοῖς μαγείας ἄν τις εἴποι; ὅτι πρὶν μὲν ἐπιδημῆσαι τὸν Λόγον, ἴσχυε καὶ ἐνήργει παρ’ Αἰγυπτίοις καὶ Χαλδαίοις καὶ Ἰνδοῖς αὕτη καὶ ἐξέπληττε τοὺς ὁρῶντας· τῇ δὲ παρουσία τῆς ἀληθείας, καὶ τῇ ἐπιφανεία τοῦ Λόγου διηλέγχθη καὶ αὕτη, καὶ κατηργήθη παντελῶς.

  76. 47.5.1

    Περὶ δὲ τῆς Ἑλληνικῆς σοφίας καὶ τῆς τῶν Φιλοσόφων μεγαλοφωνίας, νομίζω μηδένα τοῦ παρ’ ἡμῶν δεῖσθαι λόγου, ἐπ’ ὄλψει πάντων ὄντος τοῦ θαύματος, ὅτι τοσαῦτα γραψάντων τῶν παρ’ Ἕλλησι σοφῶν καὶ μὴ δυνηθέντων πεῖσαι κἄν ὀλίγους ἐκ τῶν πλησίον τόπων περὶ ἀθανασίας καὶ τοῦ κατ’ ἀρετὴν βίου, μόνος ὁ Χριστὸς δι’ εὐτελῶν ῥημάτων, καὶ δ’ ἀνθρώπων οὐ κατὰ τὴν γλῶτταν σοφῶν, κατὰ πᾶσαν τὴν οἰκουμένην παμπληθεῖς ἐκκλησίας ἔπεισεν ἀνθρώπων καταφρονεῖν μὲν θανάτου, φρονεῖν δὲ ἀθάνατα, καὶ τὰ μὲν πρόσκαιρα παρορᾶν, εἰς δὲ τὰ αἰώνια ἀποβλέπειν, καὶ μηδὲν ἡγεῖσθαι τὴν ἐπὶ γῆς δόξαν, μόνης δὲ τῆς ἀθανασίας ἀντιποιεῖσθαι.

  77. 48.1.1

    Ταῦτα δὲ τὰ λεγόμενα παρ’ ἡμῶν οὐκ ἄχρι λόγων ἐστίν, ἀλλὰ καὶ ἐξ αὐτῆς τῆς πείρας ἔχει τὴν τῆς ἀληθείας μαρτυρίαν.

  78. 48.2.1

    Παρίτω γὰρ ὁ βουλόμενος καὶ θεωρείτω τῆς μὲν ἀρετῆς τὸ γνώρισμα ἐν ταῖς Χριστοῦ παρθένοις καὶ ἐν τοῖς σωφροσύνην ἁγνεύουσι νεωτέροις, τῆς δὲ ἀθανασίας τὴν πίστιν ἐν τῷ τοσούτῳ τῶν μαρτύρων χορῷ.

  79. 48.3.1

    Ἡκέτω δὲ ὁ πεῖραν τῶν προλεχθέντων βουλόμενος λαβεῖν, καὶ ἐπ’ αὐτῆς τῆς φαντασίας τῶν δαιμόνων, καὶ τῆς τῶν μαντειῶν ἀπάτης, καὶ τῶν τῆς μαγείας θαυμάτων, χρησάσθω τῷ σημείῳ τοῦ γελωμένου παρ’ αὐτοῖς σταυροῦ, τὸν Χριστὸν ὀνομάσας μόνον, καὶ ὄψεται πῶς δι' αὐτοῦ δαίμονες μὲν φεύγουσι, μαντεῖα δὲ παύεται, μαγεία δὲ πᾶσα καὶ φαρμακεία κατήργηται.

  80. 48.4.1

    Τίς οὖν ἄρα καὶ πηλίκος ἐστὶν οὗτος ὁ Χριστός, ὁ τῇ ἑαυτοῦ ὀνομασίᾳ καὶ παρουσίᾳ τὰ πάντα πανταχόθεν ἐπισκιάσας καὶ καταργήσας, καὶ μόνος κατὰ πάντων ἰσχύων, καὶ πᾶσαν τὴν οἰκουμένην τῆς ἑαυτοῦ διδασκαλίας πληρώσας; λεγέτωσαν οἱ πάνυ γελῶντες καὶ οὐκ ἐρυθριῶντες Ἕλληνες.

  81. 48.5.1

    Εἰ μὲν γὰρ ἄνθρωπός ἐστι· καὶ πῶς εἷς ἄνθρωπος τὴν πάντων τῶν παρ' αὐτοῖς θεῶν δύναμιν ὑπερῆρε, καὶ οὐδὲν ἐκείνους ὄντας τῇ ἑαυτοῦ δυνάμει διήλεγξεν; εἰ δὲ μάγον αὐτὸν λέγουσι· πῶς οἷόν τε ἐστὶν ὑπὸ μάγου καταργεῖσθαι πᾶσαν τὴν μαγείαν, καὶ μὴ μᾶλλον συνίστασθαι; εἰ μὲν γὰρ ἀνθρώπους μάγους ἐνίκα, ἢ καθ’ ἑνὸς ἴσχυε μόνου, καλῶς ἂν ἐνομίσθη παρ’ αὐτοῖς κρείττονι τέχνῃ τὴν τῶν ἄλλων ὑπερβάλλων.

  82. 48.6.1

    Εἰ δὲ κατὰ πάσης ἀπλῶς μαγείας καὶ αὐτοῦ τοῦ ὀνόματος αὐτῆς ἤρατο τὴν νίκην ὁ τούτου σταυρός· δῆλον ἂν εἴη μὴ εἶναι μάγον τὸν Σωτῆρα, ὃν καὶ οἱ παρὰ τῶν ἄλλων μάγων ἐπικαλούμενοι δαίμονες ὡς δεσπότην φεύγουσι.

  83. 48.7.1

    Τίς οὖν ἄρα ἐστὶ λεγέτωσαν οἱ μόνον ἐν τῷ χλευάζειν ἔχοντες τὴν σπουδὴν Ἕλληνες. ἴσως ἂν φήσαιεν δαίμονα καὶ αὐτὸν γεγενῆσθαι, καὶ οὕτως ἰσχύειν. τοῦτο δὲ καὶ πάνυ λέγοντες ὀφλήσουσι χλεύην, πάλιν ταῖς προτέραις ἀποδείξεσι δυσωπεῖσθαι δυνάμενοι. πῶς γὰρ οἷόν τέ ἐστι δαίμονα εἶναι τὸν τοὺς δαίμονας ἀπελαύνοντα;

  84. 48.8.1

    Εἰ μὲν γὰρ ἀπλῶς δαίμονας ἤλαυνε, καλῶς ἂν ἐνομίσθη τῷ ἄρχοντι τῶν δαιμονίων ἰσχύειν αὐτὸν κατὰ τῶν ἐλαττόνων, ὁποῖα καὶ οἱ Ἰουδαῖοι θέλοντες αὐτὸν ὑβρίζειν ἔλεγον αὐτῷ. εἰ δὲ πᾶσα τῶν δαιμόνων μανία ἐξίσταται τῇ τούτου ὀνομασία καὶ διώκεται· φανερὸν ἂν εἴη καὶ ἐν τούτῳ πλανᾶσθαι αὐτούς, καὶ μὴ εἶναι ὡς νομίζουσι δαιμονκήν τινα δύναμιν τὸν Κύριον ἡμῶν καὶ Σωτῆρα Χριστόν.

  85. 48.9.1

    Οὐκοῦν εἰ μήτε ἄνθρωπος ἁπλῶς, μήτε μάγος μήτε δαίμων τις ἐστιν ὁ Σωτήρ, ἀλλὰ καὶ τὴν παρὰ ποιηταῖς ὑπόνοιαν καὶ δαιμόνων φαντασίαν καὶ Ἕλλήνων σοφίαν τῇ αὐτοῦ θειότητι κατήργησε καὶ ἐπεσκίασε· φανερὸν ἂν εἴη καὶ παρὰ πᾶσιν ὁμολογηθήσεται, ὅτι οὗτος ἀληθῶς Θεοῦ Υἱός ἐστι, Λόγος καὶ Σοφία, καὶ Δύναμις τοῦ Πατρὸς ὑπάρχων. διὰ τοῦτο γὰρ οὐδὲ ἀνθρώπινά ἐστιν αὐτοῦ τὰ ἔργα, ἀλλ’ ὑπὲρ ἄνθρωπον, καὶ Θεοῦ τῷ ὄντι γινώσκεται ταῦτα, καὶ ἀπ’ αὐτῶν τῶν φαινομένων, καὶ ἀπὸ τῆς πρὸς ἀνθρώπους συγκρίσεως.

  86. 49.1.1

    Τίς γὰρ τῶν πώποτε γενομένων ἀνθρώπων ἐκ παρθένου μόνης ἑαυτῷ συνεστήσατο σῶμα; ἢ τίς πώποτε ἀνθρώπων τοιαύτας νόσους ἐθεράπευσεν, οἷας ὁ κοινὸς πάντων Κύριος; τίς δὲ τὸ τῇ γενέσει ἐλλεῖπον ἀποδέδωκε, καὶ ἐκ γενετῆς τυφλὸν ἐποίησε βλέπειν;

  87. 49.2.1

    Ἀσκληπιὸς ἐθεοποιήθη παρ' αὐτοῖς, ὅτι τὴν ἰατρικὴν ἤσκησε, καὶ βοτάνας πρὸς τὰ πάσχοντα τῶν σωμάτων ἐπενόει, οὐκ αὐτὸς ταύτας πλάττων ἀπὸ γῆς, ἀλλὰ τῇ ἐκ φύσεως ἐπιστήμῃ ταύτας ἐφευρίσκων. τί δὲ πρὸς τὸ ὑπὸ τοῦ Σωτῆρος γενόμενον, ὅτι οὐ τραῦμα ἐθεράπευσεν, ἀλλὰ γένεσιν ἔπλασε καὶ ἀποκατέστησε τὸ πλᾶσμα;

  88. 49.3.1

    Ἡρακλῆς ὡς θεὸς προςκυνεῖται παρ’ Ἕλλησιν, ὅτι πρὸς ἴσους ἀνθρώπους ἀντεμαχέσατο, καὶ θηρία δόλοις ἀνεῖλε. τί πρὸς τὰ ὑπὸ τοῦ Λόγου γενόμενα, ὅτι νόσους καὶ δαίμονας, καὶ τὸν θάνατον αὐτὸν ἀπήλαυνε τῶν ἀνθρώπων; Διόνυσος θρησκεύεται παρ’ αὐτοῖς, ὅτι μέθης γέγονε διδάσκαλος τοῖς ἀνθρώποις. ὁ δὲ Σωτὴρ τῷ ὄντι καὶ Κύριος τοῦ παντός, σωφροσύνην διδάξας, χλευάζεται παρ’ ἐκείνων.

  89. 49.4.1

    Ἀλλ’ ἔστω ταῦτα. Τί καὶ πρὸς τὰ ἕτερα θαύματα τῆς θεότητος αὐτοῦ; τίνος ἀποθνήσκοντος ἀνθρώπου, ὁ μὲν ἥλιος ἐσκοτίσθη, ἡ δὲ γῆ ἐσείετο; ἰδοὺ μέχρι νῦν ἀποθνήσκουσι καὶ ἀπέθανον ἔτι ἄνθρωποι· πότε τι τοιοῦτον ἐπ’ αὐτοῖς γέγονε θαῦμα;

  90. 49.5.1

    Ἢ ἵνα τὰς διὰ τοῦ σώματος αὐτοῦ πράξεις παραλίπω, καὶ τὰς μετὰ τὴν ἀνάστασιν αὐτοῦ μνημονεύσω· τίνος πώποτε τῶν γενομένων ἀνθρώπων ἡ διδασκαλία, ἀπὸ περάτων γῆς ἕως περάτων μία καὶ ἡ αὐτὴ δι’ ὅλων ἴσχυσεν, ὥστε διὰ πάσης γῆς τὸ σέβας αὐτοῦ διαπτῆναι;

  91. 49.6.1

    Ἢ διὰ τί, εἴπερ ἄνθρωπός ἐστιν ὁ Χριστὸς καὶ οὐ Θεὸς Λόγος κατ’ αὐτούς, οὐ κωλύεται ὑπὸ τῶν παρ’ αὐτοῖς θεῶν εἰς τὴν αὐτὴν χώραν, ἔνθα εἰσί, τὸ τούτου σέβας διαβῆναι· ἀλλὰ μᾶλλον αὐτὸς ὁ Λόγος ἐπιδημῶν, τῇ διδασκαλία ἑαυτοῦ τὴν ἐκείνων θρησκείαν παύει, καὶ τὴν φαντασίαν αὐτῶν καταισχύνει;

  92. 50.1.1

    Πολλοὶ πρὸ τούτου γεγόνασι βασιλεῖς καὶ τύρρανοι γῆς, πολλοὶ παρὰ Χαλδαίοις ἱστοροῦνται καὶ παρ’ Αἰγυπτίοις καὶ Ἰνδοῖς γενόμενοι σοφοὶ καὶ μάγοι· τίς τούτων ποτέ, οὐ λέγω μετὰ θάνατον, ἀλλὰ καὶ ἔτι ζῶν ἠδυνήθη τοσοῦτον ἰσχῦσαι, ὥστε τὴν σύμπασαν αὐτὸν γῆν πληρῶσαι τῆς αὐτοῦ διδασκαλίας, καὶ τοσοῦτον πλῆθος παιδεῦσαι ἀπὸ τῆς τῶν εἰδώλων δεισιδαιμονίας, ὅσους ὁ ἡμέτερος Σωτὴρ εἰς ἑαυτὸν ἀπὸ τῶν εἰδώλων μετήνεγκεν;

  93. 50.2.1

    Ἐλλήνων οἱ φιλόσοφοι μετὰ πιθανότητος καὶ τέχνης λόγων πολλὰ συνέγραψαν· τί οὖν τοσοῦτον ὅσον ὁ τοῦ Χριστοῦ σταυρὸς ἐπεδείξαντο; ἄχρι γὰρ τελευτῆς αὐτῶν τὰ παρ’ αὐτῶν σοφίσματα τὸ πιθανὸν ἔσχεν· ἀλλὰ καὶ ὃ ἔδοξαν ζῶντες ἰσχύειν ἐν ἀλλήλοις ἔσχον τὴν ἅμιλλαν καὶ κατ’ ἀλλήλων μελετῶντες ἐφιλονείκουν.

  94. 50.3.1

    Ὁ δὲ τοῦ Θεοῦ Λόγος, τὸ παραδοξότατον, πτωχοτέραις ταῖς λέξεσι διδάξας, τοὺς πάνυ σοφιστὰς ἐπεσκίασε, καὶ τὰς μὲν ἐκείνων διδασκαλίας κατήργησε, πάντας ἕλκων πρὸς ἑαυτόν, τὰς δὲ ἑαυτοῦ ἐκκλησίας πεπλήρωκε· καὶ τό γε θαυμαστόν, ὅτι ὡς ἄνθρωπος εἰς τὸν θάνατον καταβάς, τὴν τῶν σοφῶν μεγαλοφωνίαν περὶ εἰδώλων κατήργησε.

  95. 50.4.1

    Τίνος γάρ ποτε θάνατος ἀπήλασε δαίμονας; ἢ τίνος ποτὲ θάνατον ἐφοβήθησαν δαίμονες ὡς τὸν Χριστοῦ; ἔνθα γὰρ ὀνομάζεται τὸ ὄνομα τοῦ Σωτῆρος, ἐκεῖθεν πᾶς δαίμων ἀπελαύνεται. τίς δὲ οὕτως τὰ ψυχικὰ πάθη περιεῖλε τῶν ἀνθρώπων, ὥστε τοὺς μὲν πόρνους σωφρονεῖν, τοὺς δὲ ἀνδροφόνους μηκέτι ξίφος κρατεῖν, τοὺς δὲ δειλίᾳ προκατεχομένους ἀνδρίζεσθαι;

  96. 50.5.1

    Καὶ ὅλως, τίς τοὺς παρὰ βαρβάροις καὶ τοὺς κατὰ τόπον τῶν ἐθνῶν ἀνθρώπους ἔπεισεν ἀποθέσθαι μὲν τὴν μανίαν, εἰρηναῖα δὲ φρονεῖν, εἰ μὴ ἡ τοῦ Χριστοῦ πίστις, καὶ τὸ τοῦ σταυροῦ σημεῖον; τίς δὲ ἄλλος περὶ ἀθανασίας οὕτως ἐπιστώσατο τοὺς ἀνθρώπους, ὡς ὁ τοῦ Χριστοῦ σταυρός, καὶ ἡ τοῦ σώματος ἀνάστασις αὐτοῦ;

  97. 50.6.1

    Καίπερ γὰρ πάντα ψευσάμενοι Ἕλληνες, ὅμως οὐκ ἠδυνήθησαν ἀνάστασιν τῶν ἑαυτῶν εἰδώλων πλάσασθαι, οὐκ ἐνθυμούμενοι τὸ σύνολον, εἰ ὅλως δυνατὸν μετὰ θάνατον εἶναι πάλιν τὸ σῶμα· ἐφ’ ᾧ καὶ μάλιστα ἄν τις αὐτοὺς ἀποδέξηται, ὅτι τοιαῦτα λογισάμενοι τὴν μὲν ἀσθένειαν τῆς ἑαυτῶν εἰδωλολατρίας ἤλεγξαν, τὸ δὲ δυνατὸν τῷ Χριστῷ παρεχώρησαν, ἵνα καὶ ἐκ τούτου γνωσθῇ παρὰ πᾶσι τοῦ Θεοῦ Υἱός.

  98. 51.1.1

    Τίς οὖν ἀνθρώπων μετὰ θάνατον ἢ ὅλως ζῶν περὶ παρθενίας ἐδίδαξε, καὶ οὐκ ἐνόμισεν ἀδύνατον εἶναι τὴν ἀρετὴν ταύτην ἐν ἀνθρώποις; ἀλλ’ ὁ ἡμέτερος Σωτὴρ καὶ τῶν πάντων Βασιλεὺς Χριστὸς τοσοῦτον ἴσχυσεν ἐν τῇ περὶ ταύτης διδασκαλίᾳ, ὡς παιδία μήπω τῆς νομίμης ἡλικίας ἐπιβάντα τὴν ὑπὲρ τὸν νόμον ἐπαγγέλλεσθαι παρθενίαν.

  99. 51.2.1

    Τίς πώποτε ἀνθρώπων ἠδυνήθη διαβῆναι τοσοῦτον, καὶ εἰς Σκύθας, καὶ Αἰθίοπας, ἢ Πέρσας, Ἀρμενίους, ἢ Γότθους, ἢ τοὺς ἐπέκεινα τοῦ Ὠκεανοῦ λεγομένους, ἢ τοὺς ὑπὲρ Ὑρκανίαν ὄντας, ἢ ὅλως τοὺς Αἰγυπτίους καὶ Χαλδαίους παρελθεῖν, τοὺς φρονοῦντας μὲν μαγικά, δεισιδαίμονας δὲ ὑπὲρ τὴν φύσιν καὶ ἀγρίους τοῖς τρόποις, καὶ ὅλως κηρύξαι περὶ ἀρετῆς καὶ σωφροσύνης καὶ κατὰ τῆς εἰδώλων θρησκείας, ὡς ὁ πάντων Κύριος, ἡ τοῦ Θεοῦ Δύναμις, ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός;

  100. 51.3.1

    Ὅς οὐ μόνον ἐκήρυξε διὰ τῶν ἑαυυτοῦ μαθητῶν, ἀλλὰ γὰρ καὶ ἔπεισεν αὐτοὺς κατὰ διάνοιαν, τὴν μὲν τῶν τρόπων ἀγριότητα μεταθέσθαι, μηκέτι δὲ τοὺς πατρίους σέβειν θεούς, ἀλλ’ αὐτὸν ἐπιγινώσκειν, καὶ δι’ αὐτοῦ τὸν Πατέρα θρησκεύειν.

← Previous · Next → — showing 201300 of 331

First Thousand Years of Greek. CTS URN tlg2035.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.