De Incarnatione Verbi
- 17.3.1
Ψυχῆς μὲν οὖν ἔργον ἐστι, θεωρεῖν μὲν καὶ τὰ ἔξω τοῦ ἰδίου σώματος τοῖς λογισμοῖς, οὐ μὴν καὶ ἔξωθεν τοῦ ἰδίου σώματος ἐνεργεῖν, ἢ τὰ τούτου μακρὰν τῇ παρουσίᾳ κινεῖν. οὐδέποτε γοῦν ἄνθρωπος διανοούμενος τὰ μακράν, ἤδη καὶ ταῦτα κινεῖ καὶ μεταφέρει· οὐδὲ εἰ ἐπὶ τῆς ἰδίας οἰκίας καθέζοιτό τις καὶ λογίζοιτο τὰ ἐν οὐρανῷ, ἤδη καὶ τὸν ἥλιον κινεῖ, καὶ τὸν οὐρανὸν περιστρέφει. ἀλλ’ ὁρᾷ μὲν αὐτὰ κινούμενα καὶ γεγονότα, οὐ μὴν ὥστε ἐργάζεσθαι αὐτὰ δυνατὸς τυγχάνει.
- 17.4.1
Οὐ δὴ τοιοῦτος ἦν ὁ τοῦ Θεοῦ Λόγος ἐν τῷ Ἀνθρώπῳ· οὐ γὰρ συνεδέδετο τῷ σώματι, ἀλλὰ μᾶλλον αὐτὸς ἐκράτει τοῦτο, ὥστε καὶ ἐν τούτῳ ἦν καὶ ἐν τοῖς πᾶσιν ἐτύγχανε, καὶ ἔξω τῶν ὄντων ἦν, καὶ ἐν μόνῳ τῷ Πατρὶ ἀνεπαύετο.
- 17.5.1
Καὶ τὸ θαυμαστὸν τοῦτο ἦν, ὅτι καὶ ὡς ἄνθρωπος ἐπολιτεύετο, καὶ ὡς Λόγος τὰ πάντα ἐζωογόνει, καὶ ὡς ἱὸς τῷ Πατρὶ συνῆν. ὅθεν οὐδὲ τῆς Παρθένου τικτούσης ἔπασχεν αὐτός, οὐδὲ ἐν σώματι ὧν ἐμολύνετο· ἀλλὰ μᾶλλον καὶ τὸ σῶμα ἡγίαζεν.
- 17.6.1
Οὐδὲ γὰρ ἐν τοῖς πᾶσιν ὥν, τῶν πάντων μεταλαμβάνει, ἀλλὰ πάντα μᾶλλον ὑπ’ αὐτοῦ ζωογονεῖται καὶ τρέφεται.
- 17.7.1
Εἰ γὰρ καὶ ἥλιος ὁ ὑπ’ αὐτοῦ γενόμενος καὶ ὑφ’ ἡμῶν ὁρώμενος, περιπολῶν ἐν οὐρανῷ, οὐ ῥυπαίνεται τῶν ἐπὶ γῆς σωμάτων ἁπτόμενος, οὐδὲ ὑπὸ σκότους ἀφανίζεται, ἀλλὰ μᾶλλον αὐτὸς καὶ ταῦτα φωτίζει καὶ καθαρίζει· πολλῷ πλέον ὁ πανάγιος τοῦ Θεοῦ Λόγος, ὁ καὶ τοῦ ἡλίου ποιητὴς καὶ Κύριος, ἐν σώματι γνωριζόμνος οὐκ ἐῤῥυπαίνετο· ἀλλὰ μᾶλλον ἄφθαρτος ὥν, καὶ τὸ σῶμα θνητὸν τυγχάνρν ἐζωοποίει καὶ ἐκαθάριζεν. Ὅς ἁμαρτίαν γάρ φησιν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ.
- 18.1.1
Ὅταν τοίνυν ἐσθίοντα καὶ πίνοντα καὶ τικτόμενον αὐτὸν λέγωσιν οἱ περὶ τούτου θεολόγοι, γίνωσκε ὅτι τὸ μὲν σῶμα, ὡς σῶμα, ἐτίκτετο καὶ καταλήλοις ἐτρέφετο τροφαῖς, αὐτὸς δὲ ὁ συνὼν τῷ σώματι Θεὸς Λόγος τὰ πάντα διακοσμῶν, καὶ δι’ ὦν εἰργάζετο ἐν τῷ σώματι οὐκ ἄνθρωπον ἑαυτόν, ἀλλὰ Θεὸν Λόγον ἐγνώριζεν. λέγεται δὲ περὶ αὐτοῦ ταῦτα, ἐπειδὴ καὶ τὸ σῶμα ἐσθίον καὶ τικτόμενον καὶ πάσχον, οὐχ ἑτέρου τινός, ἀλλὰ τοῦ Κυρίου ἦν· καὶ ὅτι ἀνθρώπου γενομένου, ἔπρεπε καὶ ταῦτα ὡς περὶ ἀνθρώπου λέγεσθαι, ἵνα ἀληθείᾳ καὶ μὴ φαντασίᾳ σῶμα ἔχων φαίνηται.
- 18.2.1
Ἀλλ’ ὥσπερ ἐκ τούτων ἐγινώσκετο σωματικῶς παρών, οὕτως ἐκ τῶν ἔργων ὧν ἐποίει διὰ τοῦ σώματος, Υἱὸν Θεοῦ ἑαυτὸν ἐγνώριζεν. ὅθεν καὶ πρὸς τοὺς ἀπίστους Ἰουδαίους ἐβόα λέγων· εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύητέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις μου πιστεύσατε· ἵνα γνῶτε καὶ γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ κἀγὼ ἐν τῷ Πατρί.
- 18.3.1
Ὡς γὰρ ἀόρατος ὤν, ἀπὸ τῶν τῆς κτίσεως ἔργων γινώσκεται· οὕτως ἄνθρωπος γενόμενος, καὶ ἐν σώματι μὴ ὁρώμενος, ἐκ τῶν ἔργων ἂν γνωσθείη, ὅτι οὐκ ἄνθρωπος ἀλλὰ Θεοῦ δύναμις καὶ Λόγος ἐστὶν ὁ ταῦτα ἐργαζόμενος.
- 18.4.1
Τὸ γὰρ ἐπιτάσσειν αὐτὸν τοῖς δαίμοσι, κἀκείνους ἀπελαύνεσθαι, οὐκ ἀνθρώπινον ἀλλὰ θεῖόν ἐστι τὸ ἔργον. ἢ τίς ἰδὼν αὐτὸν τὰς νόσους ἰώμενον, ἐν αἷς ὑπόκειται τὸ τῶν ἀνθρώπων γένος, ἔτι ἄνθρωπον καὶ οὐ Θεὸν ἡγεῖτο; λεπροὺς γὰρ ἐκαθάριζε, χωλοὺς περιπατεῖν ἐποίει, κωφῶν τὴν ἀκοὴν ἤνοιγε, τυφλοὺς ἀναβλέπειν ἐποίει, καὶ πάσας ἀπλῶς νόσους καὶ πᾶσαν μαλακίαν ἀπήλαυνεν ἀπὸ τῶν ἀνθρώπων, ἀφ’ ὧν ἦν αὐτοῦ καὶ τὸν τυχόντα τὴν θεότητα θεωρεῖν. τίς γὰρ ἰδὼν αὐτὸν ἀποδιδόντα τὸ λεῖπον, οἷς ἡ γένεσις ἐνέλειψε, καὶ τοῦ ἐκ γενετῆς τυφλοῦ τοὺς ὀφθαλμοὺς ἀνοίγοντα, οὐκ ἂν ἐνενόησε τὴν ἀνθρώπων ὑποκειμένην αὐτῷ γένεσιν, καὶ ταύτης εἶναι τοῦτον δημιουργὸν καὶ ποιητήν; ὁ γὰρ τὸ μὴ ὃ ἐκ γενέσεως ἔσχεν ὁ ἄνθρωπος ἀποδιδούς, δῆλος ἄν εἴη πάντως, ὅτι Κύριος οὗτός ἐστι καὶ τῆς γενέσεως τῶν ἀνθρώπων.
- 18.5.1
Διὰ τοῦτο καὶ ἐν ἀρχὴ κατερχόμενος πρὸς ἡμᾶς, ἐκ παρθένου πλάττει ἑαυτῷ τὸ σῶμα, ἵνα μὴ μικρὸν τῆς θεότητος αὐτοῦ γνώρισμα πᾶσι παράσχῃ, ὅτι ὁ τοῦτο πλάσας αὐτός ἐστι καὶ τῶν ἄλλων ποιητής. τίς γὰρ ἰδὼν χωρὶς ἀνδρὸς ἐκ παρθένου μόνης χόμενον σῶμα, οὐκ ἐνθυμεῖται τὸν ἐν τούτῳ φαινόμενον εἶναι καὶ τῶν ἄλλῶν σωμάτων ποιητὴν καὶ Κύριον;
- 18.6.1
Τίς δὲ δὸν καὶ τὴν ὑδάτων ἀλλασσομένην οὐσίαν, καὶ εἰς οἶνον μεταβαλοῦσαν, οὐκ ἐννοεῖ τὸν τοῦτο ποιήσαντα Κύριον εἶναι καὶ κτίστην τῆς τῶν ὅλων ὑδάτων οὐσίας; διὰ τοῦτο γὰρ ὡς δεσπότης ἐπέβαινε καὶ τῇ θαλάσσῃ, καὶ περιεπάτει ὡς ἐπὶ γῆς, γνώρισμα τῆς ἐπὶ πάντα δεσποτείας αὐτοῦ τοῖς ὁρῶσι παρέχων. τρέφων δὲ καὶ ἐξ ὀλίγων τοσοῦτον πλῆθος, καὶ ἐξ ἀπόρων εὐπορῶν αὐτός, ὥστε ἀπὸ πέντε ἄρτων πεντακισχιλίους κορεσθῆναι, καὶ ἄλλο τοσοῦτο καταλεῖψαι, οὐδὲν ἕτερον ἢ αὐτὸν εἶναι καὶ τὸν τῆς ὅλων προνοίας Κύριον ἐγνώρζε;
- 19.1.1
Ταῦτα δὲ πάντα ποιεῖν τῷ Σωτῆρι καλῶς ἔχειν ἐδόκει· ἵν' ἐπειδὴ τὴν ἐν τοῖς πᾶσιν αὐτοῦ πρόνοιαν ἠγνόησαν οἱ ἄνθρωποι, καὶ οὐ κατενόησαν τὴν διὰ τῆς κτίσεως αὐτοῦ θεότητα, κἂν ἐκ τῶν διὰ τοῦ σώματος ἔργων αὐτοῦ ἀναβλέψωσι, καὶ ἔννοιαν λάβωσι δι’ αὐτοῦ τῆς εἰς τὸν Πατέρα γνώσεως, ἐκ τῶν κατὰ μέρος τὴν εἰς τὰ ὅλα αὐτοῦ πρόνοιαν, ὡς προεῖπον, ἀναλογιζόμενοι
- 19.2.1
Τίς γὰρ ἰδὼν αὐτοῦ τὴν κατὰ δαιμόνων ἐξουσίαν, ἢ τίς δῶν τοὺς δαίμονας ὁμολογοῦντας εἶναι τούτων αὐτὸν Κύριον, ἔτι τὴν διάνοιαν ἀμφίβολον ἕξει, εἰ οὗτός ἐστιν ὁ τοῦ Θεοῦ ἱὸς καὶ ἡ Σοφία, καὶ ἡ Δύναμις.
- 19.3.1
Οὐδὲ γὰρ τὴν κτίσιν αὐτὴν σιωπῆσαι πεποίηκεν, ἀλλὰ τό γε θαυμαστόν, καὶ ἐν τῷ θανάτῳ, μᾶλλον δὲ ἐν αὐτῷ τῷ κατὰ τοῦ θανάτου τροπαίῳ, λέγω δὴ τῷ σταυρῷ, πᾶσα ἡ κτίσις ὡμολόγει τὸν ἐν τῷ σώματι γνωριζόμενον καὶ πάσχοντα οὐχ ἁπλῶς εἶναι ἄνθρωπον, ἀλλὰ Θεοῦ Υἱὸν καὶ Σωτῆρα πάντων. ὅ τε γὰρ ἥλιος ἀπεστράφη, καὶ ἡ γῆ ἐσείετο, καὶ τὰ ὄρη ἐῤῥήγνυτο, πάντες κατέπτησσον. ταῦτα δὲ τὸν μὲν ἐν τῷ σταυρῷ Χριστὸν Θεὸν ἐδείκνυον, τὴν δὲ κτίσιν πᾶσαν τούτου δούλην εἶναι, καὶ μαρτυροῦσαν τῷ φόβῳ τὴν τοῦ δεσπότου παρουσίαν.
- 19.4.1
Οὕτω μὲν οὖν ὁ Θεὸς Λόγος διὰ τῶν ἔργων ἑαυτὸν ἐνεφάνιζε τοῖς ἀνθρώποις. ἀκόλουθον δ’ ἂν εἴη καὶ τὸ τέλος τῆς ἐν σώματι διαγωγῆς καὶ περιπολήσεως αὐτοῦ διηγήσασθαι, καὶ εἰπεῖν καὶ ὁποῖος γέγονεν ὁ τοῦ σώματος θάνατος· μάλιστα ὅτι τὸ κεφάλαιον τῆς πίστεως ἡμῶν ἐστὶ τοῦτο, καὶ πάντες ἁπλῶς ἄνθρωποι περὶ τούτου θρυλλοῦσιν· ἵνα γνῷς ὅτι καὶ ἐκ τούτου μᾶλλον οὐδὲν ἧττον γινώσκεται Θεὸς ὁ Χριστὸς καὶ τοῦ Θεοῦ Υίός.
- 20.1.1
Τὴν μὲν οὖν αἰτίαν τῆς σωματικῆς ἐπιφανείας αὐτοῦ, ὡς οἷόν τε ἦν, ἐκ μέρους, καὶ ὡς ἡμεῖς ἠδυνήθημεν νοῆσαι, προείπομεν, ὅτι οὐκ ἄλλου ἦν τὸ φθαρτὸν εἰς ἀφθαρσίαν μεταβαλεῖν, εἰ μὴ αὐτοῦ τοῦ Σωτῆρος, τοῦ καὶ τὴν ἀρχὴν ἐξ οὐκ ὄντων πεποιηκότος τὰ ὅλα· καὶ οὐκ ἄλλου ἦν, τὸ κατ’ εἰκόνα πάλιν ἀνακτίσαι τοῖς ἀνθρώποις, εἰ μὴ τῆς Εἰκόνος τοῦ Πατρός· καὶ οὐκ ἄλλου ἦν τὸ θνητὸν ἀθάνατον παραστῆσαι, εἰ μὴ τῆς Αὐτοζωῆς οὔσης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· καὶ οὐκ ἄλλου ἦν περὶ Πατρὸς διδάξαι, καὶ τὴν εἰδώλων καθαιρῆσαι θρησκείαν, εἰ μὴ τοῦ τὰ πάντα διακοσμοῦντος Λόγου, καὶ μόνου τοῦ Πατρὸς ὄντος Υἱοῦ μονογενοῦς ἀληθινοῦ.
- 20.2.1
Ἐπειδὴ δὲ καὶ τὸ ὀφειλόμενον παρὰ πάντων ἔδει λοιπὸν ἀποδοθῆναι· ὠφείλετο γὰρ πάντας, ὡς προεῖπον, ἀποθανεῖν, δ’ ὃ μάλιστα καὶ ἐπεδήμησε· τούτου ἕνεκεν μετὰ τὰς περὶ θεότητος αὐτοῦ ἐκ τῶν ἔργων ἀποδείξεις, ἤδη λοιπὸν καὶ ὑπὲρ πάντων τὴν θυσίαν ἀνέφερεν, ἀντὶ πάντων τὸν ἑαυτοῦ ναὸν εἰς θάνατον παραδιδούς, ἵνα τοὺς μὲν πάντας ἀνυπευθύνους καὶ ἐλευθέρους τῆς ἀρχαίας παραβάσεως ποιήσῃ· δείξη δὲ ἑαυτὸν καὶ θανάτου κρείττονα, ἀπαρχὴν τῆς τῶν ὅλων ἀναστάσεως τὸ ἴδιον σῶμα ἄφθαρτον ἐπιδεικνύμενος.
- 20.3.1
Καὶ μήτοι θαυμάσῃς εἰ πολλάκις τὰ αὐτὰ περὶ τῶν αὐτῶν λέγομεν. ἐπειδὴ γὰρ περὶ τῆς εὐδοκίας τοῦ Θεοῦ λαλοῦμεν, μὰ τοῦτο τὸν αὐτὸν εἰς δᾶ πλειόνων ἑρμηνεύομεν, μὴ ἅρα τι παραλιμπάνειν δόξωμεν, καὶ ἔγκλημα γένηται ὡς ἐνδεῶς εἰρηκόσι· καὶ γὰρ βέλτιον ταὐτολογίας μέμψιν ὑποστῆναι, ἡ παραλεῖψαί τι τῶν ὀφειλόντων γραφῆναι.
- 20.4.1
Τὸ μὲν οὖν σῶμα, ὡς καὶ αὐτὸ κοινὴν ἔχον τοῖς πᾶσι τὴν οὐσίαν· σῶμα γὰρ ἦν ἀνθρώπινον· εἰ καὶ καινοτέρῳ θαύματι συνέστη ἐκ παρθένου μόνης, ὅμως θνητὸν ὃν κατὰ ἀκολουθίαν τῶν ὁμοίων καὶ ἀπέθνησκε· τῇ δὲ τοῦ Λόγου εἰς αὐτὸ ἐπιβάσει, οὐκέτι κατὰ τὴν δᾴαν φύσιν ἐφθείρετο· ἀλλὰ διὰ τὸν ἐνοικήσαντα τοῦ Θεοῦ Λόγον, ἐκτὸς ἐγίνετο φθορᾶς.
- 20.5.1
Καὶ συνέβαινεν ἀμφότερα ἐν ταὐτῷ γενέσθαι παραδόξως· ὅτι τε ὁ πάντων θάνατος ἐν τῷ Κυριακῷ σώματι ἐπληροῦτο, καὶ ὁ θάνατος καὶ ἡ φθορὰ δία τὸν συνόντα Λόγον ἐξηφανίζετο. θανάτου γὰρ ἦν χρεία, καὶ θάνατον ὑπὲρ πάντων ἔδει γενέσθαι, [νᾷ τὸ παρὰ πάντων ὀφειλόμενον γένηται.
- 20.6.1
Ὅθεν, ὡς προεῖπον, ὁ Λόγος, ἐπεὶ οὐχ οἷόν τε ἦν αὐτὸν ἀποθανεῖν· ἀθάνατος γὰρ ἦν· ἔλαβεν ἑαυτῷ σῶμα τὸ δυνάμενον ἀποθανεῖν, ἵνα ὡς ἴδιον ἀντὶ πάντων αὐτὸ προσενέγκῃ, καὶ ὡς αὐτὸς ὑπὲρ πάντων πάσχων, διὰ τὴν πρὸς αὐτὸ ἐπίβασιν, καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον· καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.
- 21.1.1
Ἀμέλει τοῦ κοινοῦ πάντων Σωτῆρος θανόντος ὑπὲρ ἡμῶν, οὐκέτι νῦν ὥσπερ πάλαι κατὰ τὴν τοῦ νόμου ἀπειλὴν θανάτῳ ἀποθνήσκομεν οἱ ἐν Χριστῷ πιστοί· πέπαυται γὰρ ἡ τοιαύτη καταδίκη· ἀλλὰ τῆς φθορᾶς παυομένης καὶ ἀφανιζομένης ἐν τῇ τῆς ἀναστάσεως χάριτι, λοιπὸν κατὰ τὸ τοῦ σώματος θνητὸν διαλυόμεθα μόνον τῷ χρόνῳ ὃν ἑκάστῳ ὁ Θεὸς ὥρισεν, ἵνᾷ κρείττονος ἀναστάσεως τυχεῖν δυνηθῶμεν.
- 21.2.1
Δίκην γὰρ τῶν ἐν τῇ γῇ καταβαλλομένων σπερμάτων, οὐκ ἀπολλύμεθα διαλυόμενοι, ἀλλ’ ὡς σπειρόμενοι ἀναστησόμεθα, καταργηθέντος τοῦ θανάτου κατὰ τὴν τοῦ Σωτῆρος χάριν. διὰ τοῦτο γοῦν καὶ ὁ μακάριος Παῦλος ἐγγυητὴς τῆς ἀναστάσεως πᾶσι γενόμενός φησι· δεῖ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν τοῦτο ἐνδύσασθαι ἀθανασίαν· ὅταν δὲ τὸ θνητὸν τοῦτο ἐνδύσηται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος· κατεπόθη ὁ θάνατος εἰς νῖκος. ποῦ σοῦ, θάνατε, τὸ κέντρον;
- 21.3.1
Διὰ τί οὖν, ἄν τις εἴποι, εἴπερ ἀναγκαῖον ἦν ἀντὶ πάντων αὐτὸν παραδοῦναι τὸ σῶμα θανάτῳ, οὐχ ὡς ἄνθρωπος ἰδίως ἀπέθετο τοῦτο, ἀλλὰ καὶ μέχρι τοῦ σταυρωθῆναι παρῆλθεν; ἐντίμως γὰρ μᾶλλον αὐτὸν ἔπρεπεν ἀποθέσθαι τὸ σῶμα, ἤπερ μεθ’ ὕβρεως τὸν τοιοῦτον θάνατον ὑπομεῖναι.
- 21.4.1
Θέα δὴ πάλιν εἰ μὴ ἡ τοιαύτη ἀντίθεσίς ἐστιν ἀνθρωπίνη· τὸ δὲ ὑπὸ τοῦ Σωτῆρος γενόμενον, θεῖον ἀληθῶς καὶ ἄξιον τῆς αὐτοῦ θεότητος διὰ πολλά. Πρῶτον μέν, ὅτι ὁ συμβαίνων τοῖς ἀνθρώποις θάνατος κατὰ ἀσθένειαν τῆς αὐτῶν φύσεως αὐτοῖς παραγίνεται· οὐ δυνάμενοι γὰρ ἐπὶ πολὺ διαμένειν, τῷ χρόνῳ διαλύονται. διὰ τοῦτο γὰρ καὶ νόσοι τούτοις συμβαίνουσι, καὶ ἐξασθενήσαντες ἀποθνήσκουσιν. ὁ δὲ Κύρος οὐκ ἀσθενής, ἀλλὰ Θεοῦ Δύναμις, καὶ Θεοῦ Λόγος ἐστῆ, καὶ Αὐτοζωή.
- 21.5.1
Εἰ μὲν οὖν ἦν ἰδίᾳ που, καὶ κατὰ τὴν συνήθειαν τῶν ἀνθρώπων ἀποθέμενος τὸ σῶμα ἐν κλίνῃ, ἐνομίσθη ἄν καὶ αὐτὸς κατὰ τὴν τῆς φύσεως ἀσθένειαν τοῦτο παθών, καὶ μηδὲν ἔχων πλέον τῶν ἄλλων ἀνθρώπων. ἐπειδὴ δὲ καὶ Ζωὴ ἦν, καὶ Φεοῦ Λόγος, καὶ ἔδει τὸν ὑπὲρ πάντων γενέσθαι θάνατον, διὰ τοῦτο ὡς μὲν [ωὴ καὶ δύναμις ὡν συνίσχυεν ἐν αὐτῷ τὸ σῶμα·
- 21.6.1
ὡς δὲ ὀφεῖλοντος γενέσθαι τοῦ θανάτου, οὐχ ἑαυτῷ, ἀλλὰ παρ’ ἑτέρων ἐλάμβανε τὴν πρόφασιν τοῦ τελειῶσαι τὴν θυσίαν· ἐπεὶ μηδὲ νοσεῖν ἔδει τὸν Κύριον, τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα. ἀλλ’ οὐδὲ ἐξασθενθσαι δεῖ πόλν τὸ τέμα, ἐν καὶ τὰς τῶν ἄλλων ἀσθενείας ἰσχυροποίει.
- 21.7.1
Διὰ τί οὖν καὶ τὸν θάνατον ὥσπερ καὶ τὸ νοσεῖν οὐκ ἐκώλυσεν; ὅτι διὰ τοῦτον ἔσχε τὸ σῶμα, καὶ ἀπρεπὲς ἦν κωλῦσαι· ἵνα μὴ καὶ ἡ ἀνάστασις ἐμποδισθῇ· προηγήσασθαι μέντοι τοῦ θανάτου νόσον, ἀπρεπὲς πάλιν ἦν, ἵνα μὴ ἀσθένεια τοῦ ἐν τῷ σώματι νομισθῇ, οὐκ ἐπείνασεν οὖν; ναὶ ἐπεῖνασε διὰ τὸ ἴδιον τοῦ σώματος· ἀλλ’ οὐ λιμῷ διεφθάρη, διὰ τὸν φοροῦντα αὐτὸ Κύριον. διὰ τοῦτο εἰ καὶ ἀπέθανε διὰ τὸ ὑπὲρ πάντων λύτρον, ἀλλ’ οὐκ εἶδε διαφθοράν. ὁλόκληρον γὰρ ἀνέστη· ἐπεὶ μηδὲ ἄλλου τινός, ἀλλ’ αὐτῆς τῆς Ζωῆς ἦν τὸ σῶμα.
- 22.1.1
Ἀλλ’ ἔδει, φήσειεν ἄν τις, κρυβῆναι τὴν ἐπιβουλὴν τῶν Ἰουδαίων, ἵνα καθόλου τὸ ἑαυτοῦ σῶμα ἀθάνατον φυλάξῃ. ἀκουέτω δὴ ὁ τοιοῦτος, ὅτι καὶ τοῦτο ἀπρεπὲς ἦν τῷ Κυρίῳ· ὡς γὰρ οὐκ ἔπρεπε τῷ τοῦ Θεοῦ Λόγῳ, ζωῇ ὄντι, τῷ σώματι ἑαυτοῦ θάνατον παρ’ ἑαυτοῦ διδόναι· οὕτως οὐχ ἥρμοζεν οὐδὲ τὸν παρ’ ἑτέρων διδόμενον φεύγειν· ἀλλὰ καὶ μᾶλλον διώκειν αὐτὸν εἰς ἀναίρεσιν, ὅθεν εἰκότως οὔτε ἑαυτῷ ἀπέθετο τὸ σῶμα, οὔτε πάλιν ἐπιβουλεύοντας τοὺς Ιουδαίους ἔφυγε.
- 22.2.1
Τὸ δὲ τοιοῦτον οὐκ ἀσθένειαν ἐδείκνυε τοῦ Λόγου, ἀλλὰ μᾶλλον καὶ Σωτῆρα καὶ Ζωὴν αὐτὸν ἐγνώριζεν· ὅτι καὶ τὸν θάνατον εἰς ἀναίρεσιν περιέμενε, καὶ τὸν διδόμενον θάνατον ὑπὲρ τῆς πάντων σωτηρίας ἔσπευδε τελειῶσαι.
- 22.3.1
Καὶ ἄλλως δέ, οὐ τὸν ἑαυτοῦ θάνατον ἀλλὰ τὸν τῶν ἀνθρώπων ἦλθε τελειῶσαι ὁ Σωτήρ· ὅθεν οὐκ ἰδίῳ θανάτῳ, οὐκ εἶχε γὰρ Ζωὴ ὤν, ἀπετίθετο τὸ σῶμα· ἀλλὰ τὸν παρὰ τῶν ἀνθρώπων ἐδέχετο, ἵνα καὶ τοῦτον ἐν τῷ ἑαυτοῦ σώματι προσελθόντα τέλεον ἐξαφανίσῃ.
- 22.4.1
Ἔπειτα καὶ ἐκ τούτων ἄν τις εὐλόγως ἴδοι τὸ τοιοῦτον τέλος ἐσχηκέναι τὸ Κυριακὸν σῶμα. Ἔμελε τῷ Κυρίῳ μάλιστα περὶ ἧς ἔμελλε ποιεῖν ἀναστάσεως τοῦ σώματος· τοῦτο γὰρ ἦν κατὰ τοῦ θανάτου τρόπαιον ταύτην ἐπιδείξασθαι πᾶσι, καὶ πάντας πιστώσασθαι τὴν παρ’ αὐτοῦ γενομένην τῆς φθορᾶς ἀπόλειψιν, καὶ λοιπὸν τὴν τῶν σωμάτων ἀφθαρσίαν, ἧς πᾶσιν ὥσπερ ἐνέχυρον καὶ γνώρισμα τῆς ἐπὶ πάντων ἐσομένης ἀναστάσεως τετήρηκεν ἄφθαρτον τὸ ἑαυτοῦ σῶμα.
- 22.5.1
Εἰ μὲν οὐκ ἦν πάλιν νοσῆσαν τὸ σῶμα, καὶ ἐπ’ ὄψει πάντων διαλυθεὶς ἀπ’ αὐτοῦ ὁ Λόγος, ἀπρεπὲς μὲν ἦν τὸν τῶν ἄλλων τὰς νόσους θεραπεύοντα, παρορᾶν τὸ ἴδιον ὄργανον ἐν νόσοις τηκόμενον πῶς γὰρ ἂν ἐπιστεύθη τὰς ἄλλων ἀπελάσας ἀσθενείας, ἀσθενοῦντος ἐν αὐτῷ τοῦ ἰδίου ναοῦ; ἢ γὰρ ὡς οὐ δυνάμενος ἀπελάσαι νόσον ἐγελάσθη· ἢ δυνάμενος, καὶ μὴ ποιῶν, ἀφιλάνθρωπος καὶ πρὸς τοὺς ἄλλους ἐνομίζετο.
- 23.1.1
Εἰ δὲ καὶ χωρίς τινος νόσου καὶ χωρίς τινος ἀλγηδόνος, ἰδίᾳ που καὶ καθ’ ἑαυτὸν ἐν γωνίᾳ, ἢ ἐν ἐρήμῳ τόπῳ, ἢ κατ’ οἰκίαν, ἢ ὅπου δήποτε τὸ σῶμα κρύψας ἦν, καὶ μετὰ ταῦτα πάλιν ἐξαίφνης φανείς, ἔλεγεν ἑαυτὸν ἐκ νεκρῶν ἐγηγέρθαι· μύθους μὲν ἂν ἔδοξε λέγειν παρὰ πᾶσιν, ἠπιστήθη δὲ πολλῷ πλέον καὶ περὶ τῆς ἀναστάσεως λέγων, οὐκ ὄντος ὅλως τοῦ μαρτυροῦντος περὶ τοῦ θανάτου αὐτοῦ. τῆς δὲ ἀναστάσεως προηγεῖσθαι δεῖ θάνατον, ἐπεὶ οὐκ ἂν εἵη ἀνάστασις μὴ προηγουμένου θανάτου· ὅθεν εἰ κρύφα που ἐγεγόνει τοῦ σώματος ὁ θάνατος, οὐ φαινομένου τοῦ θανάτου, οὐδὲ ἐπὶ μαρτύρων γενομένου, ἀφανὴς ἦν καὶ ἀμάρτυρος καὶ ἡ τούτου ἀνάστασις.
- 23.2.1
Ἢ διὰ τί τὴν μὲν ἀνάστασιν ἐκήρυττεν ἀναστάς, τὸν δὲ θάνατον ἀφανῶς ἐποίει γενέσθαι; ἢ διὰ τί τοὺς μὲν δαίμονας ἐπ’ ὅψει πάντων ἀπήλαυνες, τόν τε ἐκ γενετῆς τυφλὸν ἀναβλέπειν ἐποίει, καὶ τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν, ἵνα δι’ αὐτῶν πιστευθῇ Λόγος Θεοῦ· τὸ δὲ θνητὸν οὐκ ἐπ’ ὄψει πάντων ἄφθαρτον ἐδείκνυεν, ἵνα πιστευθῇ αὐτὸς ὢν ἡ Ζωή;
- 23.3.1
Πῶς δὲ καὶ οἱ τούτου μαθηταὶ παῤῥησίαν εἶχον περὶ τοῦ τῆς ἀναστάσεως λόγου, οὐκ ἔχοντες εἰπεῖν, ὅτι πρῶτον ἀπέθανεν; ἢ πῶς ἂν ἐπιστεύθησαν λέγοντες γεγονέναι πρῶτον θάνατον, εἶτα τὴν ἀνάστασιν, εἰ μὴ παρ’ οἷς ἐπαῤῥησιάζοντο, εἶχον τούτους μάρτυρας τοῦ θανάτου; εἰ γὰρ καὶ οὕτως ἐπ’ ὄψει πάντων γενομένων τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως οὐκ ἠθέλησαν οἱ τότε Φαρισαῖοι πιστεύειν, ἀλλὰ καὶ τοὺς ἑωρακότας τὴν ἀνάστασιν ἠνάγκασαν ἀρνήσασθαι ταύτην· πάντως εἰ κεκρυμμένως ἐγεγόνει ταῦτα, πόσας ἂν προφάσεις ἐπενόουν ἀπιστίας;
- 23.4.1
Πῶς δὲ ἄρα τὸ τοῦ θανάτου τέλος ἐδείκνυτο, καὶ ἡ κατὰ τούτου. νίκη, εἰ μὴ ἐπ’ ὄψει πάντων προσκαλεσάμενος αὐτὸν ἤλεγξε νεκρόν, κενωθέντα λοιπὸν τῇ τοῦ σώματος ἀφθαρσίᾳ;
- 24.1.1
Τὰ δὲ καὶ παρ’ ἑτέρων ἂν λεχθέντα, ταῦτα προλαβεῖν ἡμᾶς ἀναγκαῖον ταῖς ἀπολογίαις. τάχα γὰρ ἄν τις εἴποι καὶ τοῦτο· Εἰ ἐπ’ ὄψει πάντων καὶ ἐμμάρτυρον ἔδει γενέσθαι τὸν τούτου θάνατον, ἵνα καὶ ὁ τῆς ἀναστάσεως πιστευθῇ λόγος, ἔδει κἂν αὐτὸν ἑαυτῷ ἔνδοξον ἐπινοῆσαι θάνατον, ἵνα μόνον τὴν ἀτιμίαν τοῦ σταυροῦ φύγῃ.
- 24.2.1
Ἀλλ’ εἰ καὶ τοῦτο ποιήσας ἦν, ὑπόνοιαν καθ’ ἑαυτοῦ παρεῖχεν, ὡς οὐ κατὰ παντὸς θανάτου δυνάμενος, ἀλλὰ μόνου τοῦ περὶ αὐτοῦ ἐπινοηθέντος· καὶ οὐδὲν ἧττον πάλιν ἦν ἡ πρόφασις τῆς περὶ τῆς ἀναστάσεως ἀπιστίας, ὅθεν οὐ παρ’ αὐτοῦ, ἀλλ’ ἐξ ἐπιβουλῆς ἐγένετο τῷ σώματι ὁ θάνατος· ἵνα ὃν αὐτοὶ προσαγάγωσι τῷ Σωτῆρι θάνατον τοῦτον αὐτὸς ἐξαφανίσῃ.
- 24.3.1
Καὶ ὥσπερ γενναῖος παλαιστής, μέγας ὢν τῇ συνέσει καὶ τῇ ἀνδρία, οὐκ αὐτὸς ἑαυτῷ τοὺς ἀντιπάλους ἐκλέγεται, ἵνα μὴ ὑπόνοιαν τῆς πρός τινας δειλίας παράσχῃ· ἀλλὰ τῇ τῶν θεωρούντων δίδωσιν ἐξουσία, καὶ μάλιστα κἂν ἐχθροὶ τυγχάνωσιν, ἵνα πρὸς ὃν ἐὰν συμβάλλωσιν αὐτοὶ, τοῦτον αὐτὸς καταρράξας, κρείττων τῶν πάντων πιστευθῇ· οὕτως καὶ ἡ τῶν πάντων Ζωὴ ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν ὁ Χριστὸς οὐχ ἑαυτῷ θάνατον ἐπενόει τῷ σώματι, ἵνα μὴ ὡς ἕτερον δειλιῶν φανῇ ἀλλὰ τὸν παρ’ ἑτέρων, καὶ μάλιστα τὸν παρὰ τῶν ἐχθρῶν ὃν ἐνόμιζον εἶναι δεινὸν ἐκεῖνοι καὶ ἄτιμον καὶ φευκτόν, τοῦτον αὐτὸς ἐν σταυρῷ δεχόμενος ἠνείχετο· ἵνα καὶ τούτου καταλυθέντος, αὐτὸς μὲν ὧν ἡ ζωὴ πιστευθῇ, τοῦ δὲ θανάτου τὸ κράτος τέλεον καταργηθῇ.
- 24.4.1
Γέγονε γοῦν τι θαυμαστὸν καὶ παράδοξον ὃν γὰρ ἐνόμιζον ἄτιμον ἐπιφέρειν θάνατον, οὗτος ἦν τρόπαιον κατ’ αὐτοῦ τοῦ θανάτου· διὸ οὐδὲ τὸν Ἰωάννου θάνατον ὑπέμεινε, διαιρουμένης τῆς κεφαλῆς, οὐδὲ ὡς Ἠσαίας ἐπρίσθη, ἵνα καὶ τῷ θανάτῳ ἀδιαίρετον καὶ ὁλόκληρον τὸ σῶμα φυλάξῃ, καὶ μὴ πρόφασις τοῖς βουλομένοις διαιρεῖν τὴν Ἐκκλησίαν γένηται.
- 25.1.1
Καὶ ταῦτα μὲν πρὸς τοὺς ἔξωθεν ἑαυτοῖς λογισμοὺς ἐπισωρεύοντας· ἂν δὲ καὶ τῶν ἐξ ἡμῶν τις μὴ ὡς φιλόνεικος, ἀλλ’ ὡς φιλομαθής ζητῇ· διὰ τί μὴ ἑτέρως, ἀλλὰ σταυρὸν ὑπέμεινεν; ἀκουέτω καὶ οὗτος ὅτι οὐκ ἄλλως ἢ οὕτως ἡμῖν συνέφερε· καὶ τοῦτο δι’ ἡμᾶς καλῶς ὑπέμεινεν ὁ Κύριος.
- 25.2.1
Εἰ γὰρ τὴν καθ’ ἡμῶν γενομένην κατάραν ἦλθεν αὐτὸς βαστάσαι, πῶς ἂν ἄλλως ἐγένετο κατάρα, εἰ μὴ τὸν ἐπὶ κατάρᾳ γενόμενον θάνατον ἐδέξατο; ἔστι δὲ οὗτος, ὁ σταυρός. οὕτω γὰρ καὶ γέγραπται· ἐπικατάρατος ὁ κρεμάμενος ἐπὶ ξύλου.
- 25.3.1
Ἔπειτα, εἰ ὁ θάνατος τοῦ Κυρίου λύτρον ἐστὶ πάντων, καὶ τῷ θανάτῳ τούτου τὸ μεσότοιχον τοῦ φραγμοῦ λύεται, καὶ γίνεται τῶν ἐθνῶν ἡ κλῆσις· πῶς ἂν ἡμᾶς προσεκαλέσατο, εἰ μὴ ἐσταύρωτο; ἐν μόνῳ γὰρ τῷ σταυρῷ ἐκτεταμέναις χερσί τις ἀποθνήσκει. διὸ καὶ τοῦτο ἔπρεπεν ὑπομεῖναι τὸν Κύριον, καὶ τὰς χεῖρας ἐκτεῖναι, ἵνα τῇ μὲν τὸν παλαιὸν λαόν, τῇ δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν ἑλκύσῃ, καὶ ἀμφοτέρους ἐν ἑαυτῷ συνάψῃ.
- 25.4.1
Τοῦτο γὰρ καὶ αὐτὸς εἴρηκε, σημαίνων ποίῳ θανάτῳ ἔμελλε λυτροῦσθαι τοὺς πάντας· ὅταν ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν
- 25.5.1
Καὶ πάλιν εἰ ὁ ἐχθρὸς τοῦ γένους ἡμῶν διάβολος, ἐκπεσὼν ἀπὸ τοῦ οὐρανοῦ, περὶ τὸν ἀέρα τὸν ὧδε κάτω πλανᾶται, κἀκεῖ τῶν σὺν αὐτῷ διαμόνων ὡς ὁμοίων ἐν τῇ ἀπειθεία ἐξουσιάζων, φαντασίας μὲν δ’ αὐτῶν ἐνεργεῖ τοῖς ἀπατωμένοις ἐπιχειρεῖ δὲ τοῖς ἀνερχομένοις ἐμποδίζειν· καὶ περὶ τούτου φησὶν ὁ ἀπόστολος· κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· ἦλθε δὲ ὁ Κύριος ἵνα τὸν μὲν διάβολον καταβάλῃ, τὸν δὲ ἀέρα καθαρίσῃ, καὶ ὁδοποιήσῃ ἡμῖν τὴν εἰς οὐρανοὺς ἄνοδον, ὡς εἶπεν ὁ ἀπόστολος, διὰ τοῦ καταπετάσματος, τουτέστι τῆς σαρκὸς αὐτοῦ· τοῦτο δὲ ἔδει γενέσθαι διὰ τοῦ θανάτου· ποίῳ δ’ ἂν ἄλλῳ θανάτῳ ἐγεγόνει ταῦτα, ἢ τῷ ἐν ἀέρι γενομένῳ, φημὶ δὴ τῷ σταυρῷ; μόνος γὰρ ἐν τῷ ἀέρι τις ἀποθνήσκει, ὁ σταυρῷ τελειούμενος. διὸ καὶ εἰκότως τοῦτον ὑπέμεινεν ὁ Κύριος.
- 25.6.1
Οὕτω γὰρ ὑψωθείς, τὸν μὲν ἀέρα ἐκαθάριζεν ἀπό τε τῆς διαβολικῆς καὶ πάσης τῶν δαιμόνων ἐπιβουλῆς λέγων Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν πεσόντα· τὴν δὲ εἰς οὐρανοὺς ἄνοδον ὁδοποιῶν ἐνεκαίνιζε λέγων πάλιν· Ἄρατε πύλας οἱ ἄρχοντες ὑμῶν καὶ ἐπάρθητε πύλαι αἰώνιοι. οὐ γὰρ αὐτὸς ὁ Λόγος ἦν ὁ χρῄζων ἀνοίξεως τῶν πυλῶν, πάντων Κύριος ὥν· οὐδὲ κεκλεισμένον ἦν τι τῶν ποιημάτων τῷ ποιητῇ· ἀλλ’ ἡμεῖς ἦμεν οἱ χρῄζοντες, οὕς ἀνέφερεν αὐτὸς δᾶ τοῦ ἰδίου σώματος αὐτοῦ. Ὡς γὰρ ὑπὲρ πάντων αὐτὸ προσήνεγκε τῷ θανάτῳ· οὕτως δέ’ αὐτοῦ πάλιν ὡδοποίησε τὴν εἰς οὐρανοὺς ἄνοδον.
- 26.1.1
Πρέπων οὖν ἄρα καὶ ἁρμόζων ὁ ἐν τῶ σταυρῷ γέγονε θάνατος ὑπὲρ ἡμῶν· καὶ ἡ αἰτία τούτου εὔλογος ἐφάνη κατὰ πάντα, καὶ δικαίους ἔχει τοὺς λογισμούς, ὅτι μὴ ἄλλως, ἀλλὰ διὰ τοῦ σταυροῦ ἔδει γενέσθαι τὴν σωτηρίαν πάντων. καὶ γὰρ οὐδ’ οὕτως ἀφανῇ ἑαυτὸν οὐδὲ ἐν τῷ σταυρῷ ἀφῆκεν· ἀλλὰ κατὰ περιττὸν τὴν μὲν κτίσιν ἐποίει? μαρτυρεῖν τὴν τοῦ ἑαυτῆς δημιουργοῦ παρουσίαν, τὸν δὲ ἑαυτοῦ ναὸν τὸ σῶμα οὐκ ἐπὶ πολὺ μένειν ἀνασχόμενος, ἀλλὰ μόνον δεῖξας νεκρὸν τῇ τοῦ θανάτου πρὸς αὐτὸ συμπλοκῇ, τριταῖον εὐθέως ἀνέστησε, τρόπαια καὶ νίκας κατὰ τοῦ θανάτου φέρων τὴν ἐν τῷ σώματι γενομένην ἀφθαρσίαν καὶ ἀπάθειαν.
- 26.2.1
Ἡδύνατο μὲν γὰρ καὶ παρ’ αὐτὰ? τοῦ θανάτου τὸ σῶμα διεγεῖραι ι καὶ πάλιν δεῖξαι ζῶν ἀλλὰ καὶ τοῦτο καλῶς προϊδὼν ὁ Σωτὴρ οὐ πεποίηκεν. εἶπε γὰρ ἄν τις μηδόλως αὐτὸ τεθνηκέναι, ἢ μηδὲ τέλεον αὐτοῦ τὸν θάνατον ἐψαυκέναι, εἰ παρ’ αὐτὰ τὴν ἀνάστασιν ἦν ἐπιδείξας.
- 26.3.1
Τάχα δὲ καὶ ἐν ἴσῳ τοῦ διαστήματος ὄντος τοῦ τε θανάτου καὶ τῆς ἀναστάσεως, ἄδηλον ἐγίνετο τὸ περὶ τῆς ἀφθαρσίας κλέος. ὅθεν, ἵνα δειχθῇ νεκρὸν τὸ σῶμα, καὶ μίαν ὑπέμεινε μέσην ὁ Λόγος, καὶ τριταῖον τοῦτο πᾶσιν ἔδειξεν ἄφθαρτον.
- 26.4.1
Ἕνεκα μὲν οὖν τοῦ δειχθῆναι τὸν θάνατον ἐν τῷ σώματι, τριταῖον ἀνέστησε τοῦτο.
- 26.5.1
Ἵνα δὲ μὴ ἐπὶ πολὺ διαμεῖναν καὶ φθαρὲν τέλεον ὕστερον ἀναστήσας ἀπιστηθῇ ὡς οὐκ αὐτὸ ἀλλ’ ἕτερον σῶμα φέρων· ἔμελλε γὰρ ἄν τις καὶ διὰ τὸν χρόνον ἀπιστεῖν τῷ φαινομένῳ, καὶ ἐπιλανθάνεσθαι τῶν γενομένων· διὰ τοῦτο οὐ πλείω τῶν τριῶν ἡμερῶν ἠνέσχετο, οὐδὲ ἐπὶ πολὺ τοὺς ἀκούσαντας αὐτοῦ περὶ τῆς ἀναστάσεως παρείλκυσεν·
- 26.6.1
ἀλλ’ ἔτι τῶν ἀκοῶν αὐτῶν ἔναυλον ἐχόντων τὸν λόγον, καὶ ἔτι τῶν ὀφθαλμῶν αὐτῶν ἐκδεχομένων, καὶ τῆς διανοίας αὐτῶν ἠρτημένης, καὶ ζώντων ἐπὶ γῆς ἔτι καὶ ἐπὶ τόπων ὄντων τῶν θανατωσάντων, καὶ μαρτύρων τοῦ θανάτου τοῦ Κυριακοῦ σώματος, αὐτὸς ὁ τοῦ Θεοῦ Υἱὸς ἐν τριταίῳ διαστήματι τὸ γενόμενον νεκρὸν σῶμα ἔδειξεν ἀθάνατον καὶ ἄφθαρτον· καὶ ἀνεδείχθη πᾶσιν, ὅτι οὐκ ἀσθενείᾳ φύσεως τοῦ ἐνοικοῦντος Λόγου τέυνηκεν τὸ σῶμα, αλλ' ἐπὶ τῷ τὸν θάνατον ἐξαφανισθῆναι ἐν αὐτῷ τῇ δυνάμει τοῦ Σωτῆρος.
- 27.1.1
Τοῦ μὲν γὰρ καταλελύσθαι τὸν θάνατον, καὶ νίκην κατ’ αὐτοῦ γεγενῆσθαι τὸν σταυρόν, καὶ μηκέτι λοιπὸν ἰσχύειν, ἀλλ’ εἶναι νεκρὸν αὐτὸν ἀληθώς, γνώρισμα οὐκ ὀλίγον καὶ πίστις ἐναργής, τὸ παρὰ πάντων τῶν τοῦ Χριστοῦ μαθητῶν αὐτὸν καταφρονεῖσθαι, καὶ πάντας ἐπιβαίνειν κατ’ αὐτοῦ, καὶ μηκέτι φοβεῖσθαι τοῦτον, ἀλλὰ τῷ σημείῳ τοῦ σταυροῦ καὶ τῇ εἰς Χριστὸν πίστει καταπατεῖν αὐτὸν ὡς νεκρόν.
- 27.2.1
Πάλαι μὲν γὰρ πρὶν τὴν θείαν ἐπιδημίαν γενέσθαι τοῦ Σωτῆρος, φοβερὸς ἦν καὶ αὐτοῖς τοῖς ἀγίοις ὁ θάνατος, καὶ πάντες τοὺς ἀποθνήσκοντας ὡς φθειρομένους ἐθρήνουν. ἄρτι δὲ τοῦ Σωτῆρος ἀναστήσαντος τὸ σῶμα, οὐκέτι μὲν ὁ θάνατός ἐστι φοβερός, πάντες δὲ οἱ τῷ Χριστῷ πιστεύοντες ὡς οὐδὲν αὐτὸν ὄντα πατοῦσι, καὶ μᾶλλον ἀποθνήσκειν αἱροῦνται ἢ ἀρνήσασθαι τὴν εἰς Χριστὸν πίστιν. ἴσασι γὰρ ὄντως, ὅτι ἀποθνήσκοντες οὐκ ἀπόλλυνται, ἀλλὰ καὶ ζῶσι, καὶ ἄφθαρτοι διὰ τῆς ἀναστάσεως γίνονται.
- 27.3.1
Ἐκεῖνος δὲ ὁ πάλαι τῷ θανάτῳ πονηρῶς ἐναλλόμενος διάβολος. λυθεισῶν αὐτοῦ τῶν ὠδίνων, ἔμεινε μόνος ἀληθῶς νεκρός. καὶ τούτου τεκμήριον, ὅτι πρὶν πιστεύσωσιν οἱ ἄνθρωποι τῷ Χριστῷ, φοβερὸν τὸν θάνατον ὁρῶσι καὶ δειλιῶσιν αὐτόν· ἐπειδὰν δὲ εἰς τὴν ἐκείνου πίστιν καὶ διδασκαλίαν μετελθῶσι, τοσοῦτον καταφρονοῦσι τοῦ θανάτου, ὡς καὶ προθύμως ἐπ’ αὐτὸν ὁρμᾶν καὶ μάρτυρας γίνεσθαι τῆς κατ’ αὐτοῦ παρὰ τοῦ Σωτῆρος γενομένης ἀναστάσεως. καὶ γὰρ ἔτι νήπιοι ὄντες τὴν ἡλικίαν σπεύδουσιν ἀποθνήσκειν, καὶ μελετῶσι κατ’ αὐτοῦ ταῖς ἀσκήσεσιν οὐ μόνον ἄνδρες, ἀλλὰ καὶ γυναῖκες. οὕτως ἀσθενὴς γέγονεν, ὡς καὶ γυναῖκας τὰς ἀπατηθείσας τὸ πρὶν παρ’ αὐτοῦ, νῦν παίζειν αὐτὸν ὡς νεκρὸν καὶ παρειμένον.
- 27.4.1
Ὡς γὰρ τυράννου καταπολεμηθέντος ὑπὸ γνησίου βασιλέως καὶ δεθέντος τοὺς πόδας καὶ τὰς χεῖρας, πάντες λοιπὸν οἱ διαβαίνοντες καταπαίζουσιν αὐτοῦ, τύπτοντες καὶ διασύροντες, οὐκ ἔτι φοβούμενοι τὴν μανίαν αὐτοῦ καὶ τὴν ἀγριότητα, διὰ τὸν νικήσαντα βασιλέα· οὕτω καὶ τοῦ θανάτου νικηθέντος καὶ στηλιτευθέντος ὑπὸ τοῦ Σωτῆρος ἐν τῷ σταυρῷ, καὶ δεδεμένου τὰς χεῖρας καὶ τοὺς πόδας, πάντες οἱ ἐν Χριστῷ διαβαίνοντες αὐτὸν καταπατοῦσι, καὶ μαρτυροῦντες τῷ Χριστῷ χλευάζουσι τὸν θάνατον, ἐπικερτομοῦντες αὐτῷ καὶ τὰ ἄνωθεν κατ’ αὐτοῦ γεγραμμένα λέγοντες, Ποῦ σου, θάνατε τὸ νῖκος; ποῦ σου, ᾅδη, τὸ κέντρον;
- 28.1.1
Ἀρ’ οὖν τοῦτο μικρὸς ἔλεγχός ἐστι τῆς τοῦ θανάτου ἀσθενείας; ἢ μικρά ἐστιν ἀπόδειξις τῆς κατ’ αὐτοῦ γενομένης νίκης παρὰ τοῦ Σωτῆρος, ὅταν οἱ ἐν Χριστῷ παῖδες καὶ νέαι κόραι παρορῶσι τὸν ἐνταῦθα βίον καὶ ἀποθανεῖν μελετῶσιν;
- 28.2.1
Ἔστι μὲν γὰρ κατὰ φύσιν ὁ ἄνθρωπος δειλιῶν τὸν θάνατον καὶ τὴν τοῦ σώματος διάλυσιν· τὸ δὲ παραδοξότατον τοῦτό ἐστιν, ὅτι τὴν τοῦ σταυροῦ πίστιν ἐνδυσάμενος καταφρονεῖ καὶ τῶν κατὰ φύσιν, καὶ τὸν θάνατον οὐ δειλιᾷ διὰ τὸν Χριστόν.
- 28.3.1
Καὶ ὥσπερ τοῦ πυρὸς ἔχοντος κατὰ φύσιν τὸ καίειν, εἰ λέγοι τις εἶναί τι τὸ μὴ δειλιῶν αὐτοῦ τὴν καῦσιν, ἀλλὰ καὶ μᾶλλον ἀσθενὲς αὐτὸ δεικνύον, οἷον δὴ λέγεται τὸ παρὰ Ἰνδοῖς ἀμίαντον· εἶτα ὁ τῷ λεγομένῳ μὴ πιστεύων εἰ πεῖραν θελήσειε λαβεῖν τοῦ λεγομένου, πάντως τὸ ἄκαυστον ἐνδυσάμενος καὶ προσβαλὼν πυρί, πιστοῦται λοιπὸν τὴν κατὰ τοῦ πυρὸς ἀσθένειαν·
- 28.4.1
ἢ ὡς εἴ τις τὸν τύραννον δεδεμένον ἰδεῖν θελήσειε, πάντως εἰς τὴν τῶν νικησάντων χώραν καὶ ἀρχὴν παρελθών, ὁρᾷ τὸν ἄλλοις φοβερὸν ἀσθενῆ γενόμενον· οὕτως εἴ τις ἐστὶν ἄπιστος, καὶ ἀκμὴν μετὰ τοσαῦτα, καὶ, μετὰ τοὺς τοσούτους ἐν Χριστῷ γενομένους μάρτυρας, μετὰ τὴν καθ’ ἡμέραν γινομένην κατὰ τοῦ θανάτου χλεύην παρὰ τῶν ἐν Χριστῷ διαπρεπόντων· ὅμως εἰ ἔτι τὴν διάνοιαν ἀμφίβολον ἔχει περὶ τοῦ κατηργῆσθαι τὸν θάνατον καὶ τέλος ἐσχηκέναι, καλῶς μὲν ποιεῖ θαυμάζων περὶ τοῦ τηλικούτου· πλὴν μὴ σκληρὸς εἰς ἀπιστίαν, μηδὲ ἀναιδὴς πρὸς τὰ οὕτως ἐναργῆ γινέσθω.
- 28.5.1
Ἄλλ’ ὥσπερ ὁ τὸ ἀμίαντον λαβὼν γινώσκει τὸ ἄψαυστον τοῦ πυρὸς πρὸς αὐτό, καὶ ὁ τὸν τύραννον δεδεμένον θέλων ὁρᾶν, εἰς τὴν τοῦ νικήσαντος ἀρχὴν παρέρχεται·? οὕτως καὶ ὁ ἀπιστῶν περὶ τῆς τοῦ θανάτου νίκης λαμβανέτω τὴν πίστιν τοῦ Χριστοῦ, καὶ εἰς τὴν τούτου διδασκαλίαν λίαν παρερχέσθω· καὶ ὅψεται τοῦ θανάτου τὴν ἀσθένειαν, καὶ τὴν κατ’ αὐτοῦ νίκην. πολλοὶ γὰρ πρότερρον ἀπιστοῦντες καὶ χλευάζοντες, ὕστερον πιστεύσαντες , οὕτως κατεφρόνησαν τοῦ θανάτου, ὡς καὶ μάρτυρας αὐτοὺς γενέσθαι τοῦ Χριστοῦ.
- 29.1.1
Εἰ δὲ τῷ σημείῳ τοῦ σταυροῦ, καὶ τῇ πίστει τῇ εἰς Χριστὸν καταπατεῖται ὁ θάνατος, δῆλον ἂν εἴη παρὰ ἀληθείᾳ δικαζούσῃ, μὴ ἄλλον εἶναι, ἀλλ’ ἢ αὐτὸν τὸν Χριστόν, τὸν κατὰ τοῦ θανάτου τρόπαια καὶ νίκας ἐπιδειξάμενον, κἀκεῖνον ἐξασθενῆσαι ποιήσαντα.
- 29.2.1
Καὶ εἰ πρότερον μὲν ἴσχυεν ὁ θάνατος, καὶ διὰ τοῦτο φοβερὸς ἦν, ἄρτι δὲ μετὰ τὴν ἐπιδημίαν τοῦ Σωτῆρος καὶ τὸν τοῦ σώματος αὐτοῦ θάνατον καὶ ἀνάστασιν καταφρονεῖται, φανερὸν ἄν εἴη παρ’ αὐτοῦ τοῦ ἐπὶ τὸν σταυρὸν ἀναβάντος Χριστοῦ κατηργῆσθαι καὶ νενικῆσθαι τὸν θάνατον.
- 29.3.1
Ὡς γὰρ ἐὰν μετὰ νύκτα γένηται ἥλιος, καὶ πᾶς ὁ περίγειος τόπος καταλάμπηται ὑπ’ αὐτοῦ, πάντως οὐκ ἔστιν ἀμφίβολον, ὅτι ὁ τὸ φῶς ἐφαπλώσας ἥλιος πανταχοῦ, αὐτός ἐστιν ὁ καὶ τὸ σκότος ἀπελάσας, καὶ τὰ πάντα φωτίσας· οὕτως τοῦ θανάτου καταφρονηθέντος καὶ καταπατηθέντος ἀφ’ οὗ γέγονεν ἡ τοῦ Σωτῆρος ἐν σώματι σωτήριος ἐπιφάνεια καὶ τὸ τελος τοῦ σταυροῦ, πρόδηλον ἂν εἴη, ὅτι αὐτός ἐστιν ὁ Σωτὴρ ὁ καὶ ἐν σώματι φανείς, ὁ τὸν θάνατον καταργήσας, καὶ κατ’ αὐτοῦ τρόπαια καθ’ ἡμέραν ἐν τοῖς ἑαυτοῦ μαθηταῖς ἐπιδεικνύμενος.
- 29.4.1
Ὅταν γὰρ ἴδή τις ἀνθρώπους ἀσθενεῖς ὄντας τῇ φύσει, προπηδῶντας εἰς τὸν θάνατον, καὶ μὴ καταπτήσσοντας αὐτοῦ τὴν φθοράν, μηδὲ τὰς ἐν ᾅδου καθόδους δειλιῶντας, ἀλλὰ προθύμῳ ψυχῇ προκαλουμένους αὐτόν, καὶ μὴ πτήσσοντας βασάνους, ἀλλὰ μᾶλλον τῆς ἐνταῦθα ζωῆς προκρίνοντας διὰ τὸν Χριστὸν τὴν εἰς τὸν θάνατον ὁρμήν· ἢ καὶ ἐὰν θεωρός τις γένηται ἀνδρῶν καὶ θηλειῶν καὶ παίδων νέων ὁρμώντων καὶ ἐπιπηδώντων εἰς τὸν θάνατον διὰ τὴν εἰς Χριστὸν εὐσέβειαν, τίς οὕτος ἐστιν εὐήθης ἢ τίς οὕτως ἐστὶν ἄπιστος, τίς δὲ οὕτω τὴν διάνοιαν πεπήρωται, ὡς μὴ νοεῖν καὶ λογίζεσθαι, ὅτι ὁ Χριστός, εἰς ὃν μαρτυροῦσιν οἱ ἄνθρωποι, αὐτὸς τὴν κατὰ τοῦ θανάτου νίκην ἑκάστῳ παρέχει καὶ δίδωσιν, ἐξασθενεῖν αὐτὸν ποιῶν ἐν ἑκάστῳ τῶν αὐτοῦ τὴν πίστιν ἐχόντων, καὶ τὸ σημεῖον τοῦ σταυροῦ φορούντων.
- 29.5.1
Καὶ γὰρ ὁ τὸν ὄφιν βλέπων καταπατούμενον, εἰδὼς αὐτοῦ μάλιστα τὴν προτέραν ἀγριότητα, οὐκ ἀμφιβάλλει λοιπὸν ὅτι νεκρός ἐστι καὶ τέλεον ἐξησθένησεν, ἐκτὸς εἰ μὴ τὴν διάνοιαν ἀπεστράφη, καὶ οὐδὲ τὰς τοῦ σώματος αἰσθήσεις ὑγιαινούσας ἔχει. τίς γὰρ καὶ λέοντα παιζόμενον ὑπὸ παιδίων ὁρῶν, ἀγνοεῖ τοῦτον ἢ νεκρὸν γενόμενον ἡ πᾶσαν ἀπολέσαντα τὴν ἑαυτοῦ δύναμιν;
- 29.6.1
Ὥσπερ οὖν ταῦτα ἀληθῇ εἶναι τοῖς ὀφθαλμοῖς ἔξεστιν ὁρᾶν, οὕτως παιζομένου καὶ καταφρονουμένου τοῦ θανάτου ὑπὸ τῶν εἰς Χριστὸν πιστευόντων, μηκέτι μηδεὶς ἀμφιβαλλέτω, μηδὲ γινέσθω τις ἅπιστος, ὅτι ὑπὸ Χριστοῦ κατήργηται ὁ θάνατος, καὶ ἡ τούτου φθορὰ διαλέλυται καὶ πέπαυται.
- 30.1.1
Τοῦ μὲν οὖν κατηργῆσθαι τὸν θάνατον, καὶ τρόπαιον εἶναι κατ’ αὐτοῦ τὸν Κυριακὸν σταυρόν, οὐ μικρὸς ἔλεγχος τὰ προειρημένα. τῆς δὲ γενομένης λοιπὸν ἀθανάτου ἀναστάσεως τοῦ σώματος παρὰ τοῦ κοινοῦ πάντων Σωτῆρος καὶ Ζωῆς ὄντως Χριστοῦ, ἐναργεστέρα τῶν λόγων ἡ διὰ τῶν φαινομένων ἀπόδειξίς ἐστι τοῖς τὸν ὀφθαλμὸν τῆς διανοίας ἔχουσιν ὑγιαίνοντα.
- 30.2.1
Εἰ γὰρ κατήργηται ὁ θάνατος, ὡς ὁ λόγος ἔδειξε, καὶ διὰ τὸν Κύριον πάντες αὐτὸν καταπατοῦσι, πολλῷ πλέον αὐτὸς αὐτὸν πρῶτος κατεπάτησε τῷ ἰδίῳ σώματι καὶ κατήργησεν αὐτόν. τοῦ δὲ θανάτου νεκρωθέντος ὑπ’ αὐτοῦ. τί ἔδει γενέσθαι ἢ τὸ σῶμα ἀναστῆναι, καὶ τοῦτο δειχθῆναι κατ’ αὐτοῦ τρόπαιον; Ἡ πῶς γὰρ ἂν ἐφάνη καταργηθεὶς ὁ θάνατος, εἰ μὴ τὸ σῶμα τὸ Κυριακὸν ἦν ἀναστάν; εἰ δέ τῳ μὴ αὐτάρκης ἡ ἀπόδειξις αὕτη περὶ τῆς ἀναστάσεως αὐτοῦ, κἂν ἐκ τῶν ἐν ὅψει γενομένων πιστούσθω τὸ λεγόμενον.
- 30.3.1
Εἰ γὰρ δὴ νεκρός τις γενόμενος οὐδὲν ἐνεργεῖν δύναται, ἀλλὰ μέχρι τοῦ μνήματός ἐστιν αὐτῷ ἡ χάρις, καὶ πέπαυται λοιπόν μόνων δὲ τῶν ζώντων εἰσὶν αἱ πράξεις καὶ αἱ πρὸς τοὺς ἀνθρώπους ἐνέργειαι· ὁράτω δὴ ὁ βουλόμενος καὶ γενέσθω δικαστὴς ἐκ τῶν ὁρωμένων τὴν ἀλήθειαν ὁμολογῶν.
- 30.4.1
Τοσαῦτα γὰρ τοῦ Σωτῆρος ἐνεργοῦντος ἐν ἀνθρώποις, καὶ καθ’ ἡμέραν πανταχόθεν ἀπό τε τῶν τὴν Ἑλλάδα καὶ τὴν βάρβαρον οἰκούντων τοσοῦτον πλῆθος ἀοράτως πείθοντος εἰς τὴν ἑαυτοῦ πίστιν παρελθεῖν, καὶ πάντας ὑπακούειν τῇ αὐτοῦ διδασκαλίᾳ· ἆρ’ ἔτι τις διάνοιαν ἀμφίβολον ἕξει εἰ γέγονεν ἀνάστασις ὑπὸ τοῦ Σωτῆρος, καὶ ζῇ ὁ Χριστός, μᾶλλον δὲ αὐτὸς ἐστιν ἡ Ζοή;
- 30.5.1
Ἆρα δὲ νεκροῦ ἐστι τὰς μὲν διανοίας τῶν ἀνθρώπων κατανύττειν, ὥστε τοὺς πατρικοὺς ἀρνεῖσθαι νόμους, τὴν δὲ Χριστοῦ διδασκαλίαν προσκυνεῖν; ἢ πῶς, εἴπερ οὐκ ἔστιν ἐνεργῶν, νεκροῦ γὰρ ἴδιόν ἐστι τοῦτο, αὐτὸς τοὺς ἐνεργοῦντας καὶ ζῶντας τῆς ἐνεργείας παύει, ὥστε τὸν μὲν μοιχὸν μηκέτι μοιχεύειν, τὸν δὲ ἀνδροφόνον μηκέτι φονεύειν, τὸν δὲ ἀδικοῦντα μηκέτι πλεονεκτεῖν, καὶ τὸν ἀσεβῆ λοιπὸν εὐσεβεῖν; πῶς δὲ εἰ μὴ ἀνέστη, ἀλλὰ νεκρός ἐστι, τοὺς λεγομένους ὑπὸ τῶν ἀπίστων ζῆν ψευδοθέους καὶ θρησκευομένους δαίμονας αὐτὸς ἀπελαύνει, καὶ διώκει, καὶ καταβάλλει;
- 30.6.1
Ἔνθα γὰρ ὀνομάζεται Χριστὸς καὶ ἡ τούτου πίστις, ἐκεῖθεν πᾶσα μὲν εἰδωλολατρία καθαιρεῖται, πᾶσα δὲ δαιμόνων ἀπάτη ἐλέγχεται, πᾶς δὲ δαίμων οὐδὲ τὸ ὄνομα ὑποφέρει· ἀλλὰ καὶ μόνον ἀκούσας φυγὰς οἴχεται. τοῦτο δὲ οὐ νεκροῦ τὸ ἔργον, ἀλλὰ ζῶντος καὶ μάλιστα Θεοῦ.
- 30.7.1
Ἄλλως τε καὶ γελοῖον ἂν εἴη, τοὺς μὲν διωκομένους ὑπ’ αὐτοῦ δαίμονας, καὶ τὰ καταργούμενα εἴδωλα λέγειν ζῶντας εἶναι, τὸν δὲ ἀπελαύνοντα καὶ τῇ ἑαυτοῦ δυνάμει μηδὲ φανῆναι ποιοῦντα τούτους, ἀλλὰ καὶ ὁμολογούμενον ὑπὸ πάντων εἶναι Θεοῦ Υίόν, τοῦτον λέγειν εἶναι νεκρόν.
- 31.1.1
Μέγαν δὲ καὶ καθ’ ἑαυτῶν τὸν ἔλεγχον οἱ ἀπιστοῦντες τῇ ἀναστάσει προβάλλονται, εἰ τὸν Χριστὸν τὸν λεγόμενον παρ’ αὐτῶν νεκρὸν οἱ πάντες δαίμονες καὶ οἱ προσκυνούμενοι παρ’ αὐτῶν θεοὶ οὐ διώκουσιν· ἀλλὰ μᾶλλον ὁ Χριστὸς τοὺς πάντας ἐλέγχει νεκρούς.
- 31.2.1
Εἰ γὰρ ἀληθὲς τὸν νεκρὸν μηδὲν ἐνεργεῖν, ἐργάζεται δὲ τοσαῦτα καθ’ ἡμέραν ὁ Σωτήρ, ἕλκων εἰς εὐσέβειαν, πείθων εἰς ἀρετήν, διδάσκων περὶ ἀθανασίας, εἰς πόθον τῶν οὐρανίων ἀνάγων, ἀποκαλύπτων τὴν περὶ Πατρὸς γνῶσιν, τὴν κατὰ τοῦ θανάτου δύναμιν ἐμπνέων, ἑκάστῳ δεικνύων ἑαυἑαυτόν, καὶ τὴν εἰδώλων ἀθεότητα καθαιρῶν· τούτων δὲ οὐδὲν δύνανται οἱ παρὰ τοῖς ἀπίστοις θεοὶ καὶ δαίμονες· ἀλλὰ μᾶλλον τῇ Χριστοῦ παρουσίᾳ νεκροὶ γίνονται, ἀργὴν ἔχοντες καὶ κενὴν τὴν φαντασίαν· τῷ δὲ σημείῳ τοῦ σταυροῦ πᾶσα μὲν μαγεία παύεται, πᾶσα δὲ φαρμακεία καταργεῖται, καὶ πάντα μὲν τὰ εἴδωλα ἐρημοῦται καὶ καταλιμπάνεται, πᾶσα δὲ ἄλογος ἡδονὴ παύεται, καὶ πίστις ἀπὸ γῆς εἰς οὐρανὸν ἀναβλέπει· τίνα ἄν τις εἴποι νεκρόν : τὸν τοστοσαῦτα ἐργαζόμενον Χριστόν; ἀλλ’ οὐκ ἴδιον νεκροῦ τὸ ἐργάζεσθαι· ἢ τὸν μηδ’ ὅλως ἐνεργοῦντα, ἀλλ’ ὡς ἄψυχον κείμενον, ὅπερ ἴδιον τῶν δαιμόνων καὶ εἰδώλων ὡς νεκρῶν ὑπάρχει.
- 31.3.1
Ὁ μὲν γὰρ τοῦ Θεοῦ ἰὸς ζῶν καὶ ἐνεργὴς ὤν καθ’ ἡμέραν ἐργάἐργάζεται καὶ ἐνεργεῖ τὴν πάντων σωρτηρίαν. Ὁ δὲ θάνατος ἐλέγχεται καθ’ ἡμέραν αὐτὸς ἐξασθενήσας, καὶ τὰ εἴδωλα καὶ οἱ δαίμονες μᾶλλον νεκροὶ τυγχάνοντες, ὡς ἐκ τούτου μηδένα διστάζειν ἔτι περὶ τῆς τοῦ σώματος ἀναστάσεως αὐτοῦ.
- 31.4.1
Ἔοικε δὲ ὁ περὶ τῆς ἀναστάσεως τοῦ Κυριακοῦ σώματος ἀπιστῶν ἀγνοεῖν δύναμιν Θεοῦ Λόγου καὶ Σοφίας. εἰ γὰρ ὅλως ἔλαβεν ἑαυτῷ σῶμα, καὶ τοῦτο ἰδιοποιήσατο κατὰ τὴν εὔλογον ἀκολουθίαν, ὡς ὁ λόγος ἔδειξε· τί ἔδει τὸν Κύριον ποιεῖν περὶ τούτου; ἢ ποῖον ἔδει τελος γενέσθαι τοῦ σώματος, ἅπαξ ἐπιβάντος αὐτῷ τοῦ Λόγου; μὴ ἀποθανεῖν μὲν γὰρ οὐκ ἠδύνατο, ἅτε δὴ θνητὸν ὄν, καὶ ὑπὲρ πάντων προσφερόμενον εἰς τὸν θάνατον· οὗ χάριν καὶ ὁ Σωτὴρ αὐτὸ κατεσκεύασεν ἑαυτῷ. μεῖναι δὲ νεκρὸν οὐχ οἷόν τε ἦν, διὰ τὸ Ζωὴς αὐτὸ ναὸν γεγενῆσθαι. ὅθεν ἀπέθανε μὲν ὡς θνητόν· ἀνέζησε δὲ διὰ τὴν ἐν αὐτῷ ζωήν, καὶ τῆς ἀναστάσεως ἐστι γνώρισμα τὰ ἔργα.
- 32.1.1
Εἰ δ’ ὅτι μὴ ὁρᾶται, ἀπιστεῖται καὶ ἐγηγέρθαι, ὥρα καὶ τὸ κατὰ φύσιν ἀρνεῖσθαι τοὺς ἀπιστοῦντας. Θεοῦ γὰρ ἴδιον μὴ ὁρᾶσθαι μέν, ἐκ δὲ τῶν ἔργων γινώσκεσθαι, καθάπερ καὶ ἐπάνω λέλεκται.
- 32.2.1
Εἰ μὲν οὖν τὰ ἔργα μή ἐστι, καλῶς τῷ μὴ φαινομένῳ ἀπιστοῦσιν, εἰ δὲ τὰ ἔργα βοᾷ καὶ δείκνυσιν ἐναργῶς, διὰ τί ἑκόντες ἀρνοῦνται τὴν τῆς ἀναστάσεως οὕτως φανερῶς ζωήν εἰ γὰρ καὶ τὴν διάνοιαν ἐπηρώθησαν, ἀλλὰ κἂν ταῖς ἔξωθεν αἰσθήσεσιν ὁρᾶν ἐστὶ τὴν ἀναντίῤῥητον τοῦ Χριστοῦ δύναμιν καὶ θεότητα.
- 32.3.1
Ἐπεὶ καὶ τυφλὸς ἐὰν μὴ βλέπῃ τὸν ἥλιον, ἀλλὰ καὶ τῆς ὑπ’ αὐτοῦ γενομένης θέρμης ἀντιλαμβανόμενος, οἶδεν ὅτι ἥλιος ὑπὲρ γῆς ἐστίν. οὕτως καὶ οἱ ἀντιλέγοντες εἰ καὶ μήπω πιστεύουσιν, ἀκμὴν τυφλώττοντες περὶ τὴν ἀλήθειαν, ἀλλὰ κἂν ἑτέρων πιστευόντων γινώσκοντες τὴν δύναμιν, μὴ ἀρνείσθωσαν τὴν τοῦ Χριστοῦ θεότητα, καὶ τὴν ὑπ’ αὐτοῦ γενομένην ἀνάστασιν.
- 32.4.1
Δῆλον γὰρ ὅτι εἰ νεκρός ἐστιν ὁ Χριστός, οὐκ ἂν τοὺς δαίμονας ἐδίωκε, καὶ τὰ εἴδωλα ἐσκύλευε· νεκρῷ γὰρ οὐκ ἄν ὑπήκουὑπήκουσαν οἱ δαίμονες. εἰ δὲ διώκονται φανερῶς τῇ τούτου ὀνομασία, δῆλον ἂν εἴη μὴ εἶναι τοῦτον νεκρόν, μάμάλιστα ὅτι δαίμονες, καὶ τὰ μὴ βλεπόμενα τοῖς ἀνθρώποις ὁρῶντες, ἠδύναντο γινώσκειν εἰ νεκρός ἐστιν ὁ Χριστός, καὶ μηδόλως ὑπακούειν αὐτῶ.
- 32.5.1
Νῦν δὲ ὅ μὴ πιστεύουσιν ἀσεβεῖς ὁρῶσιν οἱ δαίμονες, ὅτι Θεός ἐστι, καὶ διὰ τοῦτο φεύγουσι καὶ προσπίπτουσιν αὐτῷ λέγοντες, ἃ καὶ ὅτε ἦν ἐν σώματι ἐφθέγξαντο, Οἴδαμέν σε τίς εἶ· σύ εἶ ὁ ἄγιος τοῦ Θεοῦ καὶ Ἔα, τί σοι καὶ ἡμῖν, Υἱὲ τοῦ Θεοῦ; δέομαί σου, μή με βασανίσῃς,
- 32.6.1
Δαιμόνων τοίνυν ὁμολογούντων καὶ τῶν ἔργων ὁσημέραι μαρτυρούντων, φανερὸν ἄν εἴη, καὶ μηδεὶς ἀναιδευέσθω πρὸς τὴν ἀλήθειαν, ὅτι τε ἀνέστησε τὸ ἑαυτοῦ σῶμα ὁ Σωτήρ, καὶ ὅτι Θεοῦ Υἱός ἐστιν ἀληθινός, ἐξ αὐτοῦ οἷα δὴ ἐκ Πατρὸς ἴδιος Λόγος καὶ Σοφία καὶ Δύναμις ὑπάρχων, ὃς χρόνοις ὕστερον ἐπὶ σωτηρίᾳ τῶν πάντων ἔλαβε σῶμα, καὶ τὴν μὲν οἰκουμένην περὶ Πατρὸς ἐδίδαξε, τὸν δὲ θάνατον κατήργησε, πᾶσι δὲ τὴν ἀφθαρσίαν ἐχαρίἐχαρίσατο διὰ τῆς ἐπαγγελίας τῆς ἀναστάσεως, ἀπαρχὴν ταύτης τὸ ἴδιον ἐγείρας σῶμα, καὶ τρόπαιον αὐτὸ κατὰ τοῦ θανάτου καὶ τῆς τούτου φθορᾶς ἐπιδειξάμενος τῷ σημείῳ τοῦ σταυροῦ,
- 33.1.1
Τούτων δὲ οὕτως ἐχόντων, καὶ φανερᾶς οὔσης τῆς ἀποδείξεως περὶ τῆς ἀναστάσεως τοῦ σώματος καὶ τῆς κατὰ τοῦ θανάτου γενομένης ὑπὸ τοῦ Σωτῆρος νίκης· φέρε, καὶ τὴν ἀπιστίαν τῶν Ἰουδαίων καὶ τὴν τῶν Ἑλλήνων χλεύην διελέγξωμεν.
- 33.2.1
Ἐπὶ τούτοις γὰρ ἴσως Ἰουδαῖοι μὲν ἀπιστοῦσιν, Ἕλληνες δὲ γελῶσι, τὸ ἀπρεπὲς τοῦ σταυροῦ καὶ τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου διασύροντες· ἀλλὰ κατὰ ἀμφοτέρων ὁ λόγος οὐκ ὀκνήσει χωρῆσαι, μάλιστα κατ’ αὐτῶν τὰς ἀποδείξεις ἐναργεῖς ἔχων.
- 33.3.1
Ἰουδαῖοι μὲν ἀπιστοῦντες ἔχουσιν ἀφ’ ὧν ἀναγινώσκουσι καὶ αὐτοὶ γραφῶν τὸν ἔλεγχον· ἄνω καὶ κάτω, καὶ πάσης ἁπλῶς θεοπνεύστου βίβλου περὶ τούτων διδασκούσης, ὡς καὶ αὐτὰ τὰ ῥήματα πρόδηλα. προφῆται μὲν γὰρ ἄνωθεν περὶ τοῦ κατὰ τὴν Παρθένον θαύματος καὶ τῆς ἐξ αὐτῆς γενομένης γεννήσεως προεμήνυον, λέγοντες· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ’ ἡμῶν ὁ Θεός.
- 33.4.1
Μωσῆς δὲ ὁ τῷ ὄντι μέγας, καὶ παρ’ αὐτοῖς πιστευόμενος ἀληθής, περὶ τῆς ἐνανθρωπήσεως τοῦ Σωτῆρος ἀντὶ μεγάλου τὸ ῥητὸν δοκιμάσας καὶ ἀληθὲς ἐπιγνοὺς ἔθηκε λέγων· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ. καὶ πάλιν ὡς καλοί σου οἱ οἶκοι Ἰακώβ, αἱ σκηναί σου Ἰσραήλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν, καὶ ὡσεὶ σκηναὶ ἃς ἔπηξεν ὁ Κύριος, ὡσεὶ κέδροι παρ’ ὕδατα. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν καὶ πάλιν Ἡσαΐας· Πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα, ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκύλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων.
- 33.5.1
Ὅτι μὲν οὖν ἄνθρωπος φανήσεται, διὰ τούτων προκαταγγέλλεται. ὅτι δὲ Κύριος πάντων ἐστὶν ὁ ἐρχόμενος, πάλιν προμηνύουσι λέγοντες· Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἤξει εἰς Αἴγυπτον, καὶ σεισεισθήσεται τὰ χειροποίητα Αἰγύπτου. καὶ γὰρ κἀ κἀκεῖθεν αὐτὸν ὁ Πατὴρ ἀνακαλεῖ λέγων Ἐξ Ἀἰγύπτου ἐκάλεσα τὸν υἱόν μου.
- 34.1.1
Οὐ σεσιώπηται δὲ οὐδὲ ὁ τούτου θάναθάνατος· ἀλλὰ καὶ λίαν τηλαυγῶς ἐν ταῖς θείαις σημαίνεσημαίνεται γραφαῖς. Καὶ γὰρ καὶ τὴν αἰτίαν τοῦ θανάτου, ὅτι μὴ δι’ ἑαυτόν, ἀλλ’ ὑπὲρ τῆς πάντων ἀθανασίας καὶ σωτηρίας ὑπομένει, καὶ τὴν Ἰουδαίων ἐπιβουλήν, καὶ τὰς εἰς αὐτὸν γινομένας παρ’ αὐτῶν ὕβρεις οὐκ ἐφοβήθησαν εἰπεῖν πρὸς τὸ μηδένα αὐτῶν τῶν γινογινομένων ἀνήκοον εἶναι καὶ πλανηθῆναι.
- 34.2.1
Φασὶ τοίνυν· Ἄνθρωπος ἐν πληγῇ ὥν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ· ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη. αὐτὸς τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει· αὐτὸς δὲ ἐτραυματίσθη διὰ τὰς ἁρμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· παιδεία εἰρήνης ἡμῶν ἐπ’ αὐτόν, τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. θαύμαζε τὴν τοῦ Λόγου φιλανθρωπίαν, ὅτι δι’ ἡμᾶς ἀτιμάζεται, ἵνα ἡμεῖς ἔντιμοι γενώμεθα. Πάντες γάρ, φησιν ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῶ αὐτοῦ ἐπλανήθη· καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν· καὶ αὐτὸς διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ· ἐν τῇ ταπεινώσει αὐτοῦ ἡ κρίσις αὐτοῦ ἤρθη.
- 34.3.1
Εἶτα, ἵνᾷ μή τις αὐτὸν κοινὸν ἄνθρωπον ἐκ τοῦ πάθους ὑπολάβῃ. προλαμβάνει τὰς ὑπονοίας τῶν ἀνθρώπων, καὶ τὴν ὑπὲρ αὐτοῦ δύναμιν, καὶ τὸ πρὸς ἡμᾶς ἀνόμοιον τῆς φύσεως διηγεῖται ἡ γραφὴ λέγουσα· Τῆν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ. ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ ἤχθη εἰς θάνατον. καὶ δώσω τοὺς πονηροὺς ἀντὶ τῆς ταφῆς αὐτοῦ, καὶ τοὺς πλουσίους ἀντὶ τοῦ θανάτου αὐτοῦ· ὅτι ἀνομίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Καὶ Κύριος βούλεται καθαρίσαι αὐτὸν ἀπὸ τῆς πληγῆς.
- 35.1.1
Ἀλλ’ ἴσως περὶ μὲν τῆς τοῦ θανάτου προφητείας ἀκούσας, ζητεῖς καὶ τὰ περὶ τοῦ σταυροῦ σημαινόμενα μαθεῖν. οὐδὲ γὰρ οὐδὲ τοῦτο σεσιώπηται· δεδήλωται δὲ καὶ λίαν τηλαυγῶς ἀπὸ τῶν ἁγίων.
- 35.2.1
Μωϋσῆς γὰρ πρῶτος μεγάλῃ τῇ φωνῇ προαπαγγέλλει λέγων· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν, καὶ οὐ μὴ πιστεύσητε.
- 35.3.1
Καὶ οἱ μετ’ αὐτὸν δὲ προφῆται πάλιν περὶ τούτου μαρτυροῦσι λέγοντες· Ἐγὼ δὲ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι, οὐκ ἔγνων· ἐπ’ ἐμὲ ἐλογίσαντο πονηρὸν λέγοντες· δεῦτε, καὶ ἐμβάλωμεν ξύλον εἰς τὸν ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων
- 35.4.1
Καὶ πάλιν, Ὠρυξαν χεῖράς μου καὶ πόδας μου ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου, διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς, καὶ ἐπὶ τὸν ἱματισμόν μου ἔβαλον κλῆρον
- 35.5.1
Θάνατος δὲ μετέωρος, καὶ ἐν ξύλῳ γινόμενος, οὐκ ἄλλος ἂν εἴη, εἰ μὴ ὁ σταυρός· καὶ ἐν οὐδενὶ δὲ πάλιν θανάτῳ διορύσσονται χεῖρες καὶ πόδες, εἰ μὴ ἐν μόνῳ τῷ σταυρῷ.
- 35.6.1
Ἐπειδὴ δὲ τῇ τοῦ Σωτῆρος ἐπιδημίᾳ καὶ πάντα τὰ ἔθνη πανταχόθεν ἐπιγινώσκειν τὸν Θεὸν ἤρξαντο, οὐδὲ τοῦτο ἀπαρασήμαντον κατέλειψαν· ἀλλ’ ἔστι καὶ περὶ τούτων μνήμη ἐν τοῖς ἀγίοις γράμμασιν Ἔσται γάρ, φησιν, ἡ ῥίζα τοῦ Ἰεσσαί καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ’ αὐτῷ ἔθνη ἐλπιοῦσι. ταῦτα μὲν ὀλίγα πρὸς ἀπόδειξιν τῶν γενομένων.
- 35.7.1
Πᾶσα δὲ γραφὴ πεπλήρωται διελέγχουσα τὴν Ἰουδαίων ἀπιστίαν. τίς γὰρ πώποτε τῶν ἐν ταῖς θείαις γραφαῖς ἱστορηἱστορηθέντων δικαίων, καὶ ἀγίων προφητῶν, καὶ πατριαρχῶν, ἐκ παρθένου μόνης ἔσχε τὴν τοῦ σώματος γένεσιν; ἥ τίς γυνὴ χωρὶς ἀνδρὸς αὐτάρκης γέγονε πρὸς σύστασιν ἀνθρώπων; οὐκ Ἅβελ μὲν ἐξ Ἀδὰμ γονεν Ἑνὼχ δὲ ἐκ τοῦ Ἰάρεδ, Νῶε ἐκ Λάμεχ, καὶ Ἀβραὶμ μὲν ἐκ Θάφφα, Ἰσαὰκ δὲ ἐξ Ἀβραάμ, καὶ Ἰακὼβ ἐξ Ισαάκ; οὐχὶ Ιούδας ἐξ Ἰακώβ, καὶ Μωϋσῆς καὶ Ἀαρὼν ἐξ Ἀμεράμ οὐ Σαμοιὴλ τοῦ Ἐλκανᾶ γέγονεν, οὐ Δαβὶδ τοῦ Ἰεσσαί, οὐ Σολομὼν τοῦ Δαβίδ, οὐκ Ἐζεκίας τοῦ Ἄχαζ, οὐκ Ἰωσίας τοῦ Ἀμώς, οὐχ Ἡσαΐας τοῦ Ἀμώς, οὐχ Ἱερεμίας τοῦ Χελκίου, οὐκ Ἰεζεκιὴλ τοῦ Βουζί; οὐχ ἕκαστος ἔσχε τὸν πατέρα τῆς γενέσεως ἀρχηγόν; τίς οὖν ὁ ἐκ παρθένου μόνης γεγονώς; ὅτι καὶ λίαν ἐμέλησε τῷ προφήτῃ περὶ τῆς τούτου σημασίας.
← Previous · Next → — showing 101–200 of 331
First Thousand Years of Greek. CTS URN tlg2035.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.