Ancient Texts

← Library

Christus patiens [Dub.] (fort. auctore Constantino Manasse)

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,643 sections

  1. pr.1

    Ἐπείδ’ ἀκούσας εὐσεβῶς ποιημάτων

  2. pr.2

    ποιητικῶς νῦν εὐσεβῆ κλύειν θέλεις,

  3. pr.3

    πρόφρων ἄκουε· νῦν τε κατ’ Εὐριπίδην

  4. pr.4

    τὸ κοσμοσωτήριον ἐξερῶ πάθος,

  5. pr.5

    ὅθεν μαθήσῃ πλεῖστα μυστικῶν λόγων,

  6. pr.6

    ὡς ἐκ στόματος μητροπαρθένου κόρης

  7. pr.7

    μύστου πεφιλμένου τε τῷ Διδασκάλῳ.

  8. pr.8

    Πρώτην γὰρ αὐτὴν νῦν παραστήσει λόγος

  9. pr.9

    μητροπρεπῶς θρηνοῦσαν ἐν καιρῷ πάθους

  10. pr.10

    πότμου τε τὴν πρόφασιν ἀρχῆς ἀπ’ ἄκρης

  11. pr.11

    στένουσαν, ὡς φανεῖσαν ὄντως αἰτίαν

  12. pr.12

    τοῦ μητέρ’ αὐτὴν τοῦ Λόγου χρηματίσαι

  13. pr.13

    καὶ νῦν ἰδεῖν πάσχοντα τοῦτον ἀδίκως·

  14. pr.14

    εἰ μὴ γὰρ ἐσφάλημεν ἀπροσεξίᾳ,

  15. pr.15

    οὐκ ἂν κατεκρίθημεν ἀρχῆθεν μόρον·

  16. pr.16

    κἂν μὴ διεφθάρημεν ἑρπετοῦ δόλῳ,

  17. pr.17

    μηδ’ ἡ φθορά τ’ εἰσῆλθε θηρὸς ἀπάτῃ,

  18. pr.18

    καὶ πότμον ὑπέστημεν ἐνδίκῳ κρίσει,

  19. pr.19

    ὡς μὴ τὸ κακὸν ἀδιάφθορον μένῃ,

  20. pr.20

    οὐκ ἦν βροτωθῆναί τε καὶ τλῆσαι μόρον

  21. pr.21

    τὸν ζωοποιὸν Δεσπότην, Θεὸν Λόγον,

  22. pr.22

    ἀφθαρτίσοντα τὸ φθαρὲν φιλαγάθως

  23. pr.23

    καὶ ζωοποιήσοντα τὸ βροτῶν γένος·

  24. pr.24

    μένοντος αὐτοῦ δ’ ἀκενώτου τοῦ Λόγου

  25. pr.25

    ἥδ’ οὐκ ἂν ἐκπέφηνε μήτηρ Δεσπότου

  26. pr.26

    καὶ τόνδε νῦν ὁρῶσα πάσχοντ’ ἀδίκως

  27. pr.27

    θρηνοῦσ’ ἀνηλάλαζε τετρυχωμένη.

  28. pr.28

    Πρόσωπα γοῦν δράματός εἰσί μοι τάδε·

  29. pr.29

    μήτηρ πάναγνος, παρθένος μύστης, κόραι

  30. pr.30

    αἱ συμπαροῦσαι μητρὶ τῇ τοῦ Δεσπότου.

  31. pr.30+1

    (Τὰ τοῦ δράματος πρόσωπα· Θεοτόκος χορὸς παρθένων ὁ ἄγγελος ἡμιχόριον ἕτερον ᾐμιχόριον ὁ Χριστός ὁ θεόλογός ὁ Ἰωσήφ ὁ Νικόδημος ἡ Μαγδαληνή [ὁ νεανίσκος] ἡ κουστωδία συναγωγὴ ἀρχιερέων καὶ ὁ Πιλᾶτος. Προλογίζει ἡ μητροπάρθενος.)

  32. 1.1

    Εἴθ᾿ ὤφελ’ ἐν λειμῶνι μηδ’ ἕρπειν ὄφις,

  33. 1.2

    μηδ’ ἐν νάπαισι τοῦδ’ ὑφεδρεύειν δράκων

  34. 1.3

    ἀγκυλομήτης· οὐ γὰρ ἂν πλευρᾶς φῦμα,

  35. 1.4

    μήτηρ γένους δύστηνος ἠπατημένη,

  36. 1.5

    τόλμημα τολμᾶν παντάτολμον ἀνέτλη,

  37. 1.6

    ἔρνους ἔρωτι θυμὸν ἐκπεπληγμένη,

  38. 1.7

    θεώσεως πεισθεῖσα τυχεῖν αὐτόθεν,

  39. 1.8

    οὐδ’ ἂν φαγεῖν πείσασα καρποῦ τὸν πόσιν

  40. 1.9

    τοῦ μηδὲ συμφέροντος αὐτίκα σφίσι

  41. 1.10

    λειμῶνος ἐξῴκιστο τοῦ πανολβίου,

  42. 1.11

    λύμην κατακριθεῖσα καὶ λυγρὸν μόρον,

  43. 1.12

    μήτηρ τέκνων τ’ ἤκουσεν ἐκ δυσκοιτίας

  44. 1.13

    μογοστοκοῦσ’ ὠδῖσί τ’ ἐμπαρειμένη

  45. 1.14

    ἱδρῶτ’ ἂν ᾤκει τήνδε γῆν ὀλεθρίαν

  46. 1.15

    σὺν ἀνδρὶ καὶ τέκνοισιν ἀρᾶς ὑστάτης,

  47. 1.16

    ἅπερ τεκεῖν ὥριστο λύπαις καὶ στόνοις,

  48. 1.17

    διαδοχάς τε παραπέμπειν τῷ βίῳ

  49. 1.18

    διαλλαγάς τ’ ἐντεῦθεν εὑρεῖν ἐξόχους,

  50. 1.19

    οὐδ’ ἂν γένος τ’ ὄλωλεν ἀνθρώπων ἅπαν,

  51. 1.20

    καὶ τὸν Δυνατὸν ἀλθανεῖν ἔπεισέ πως

  52. 1.21

    ἀγαθότητι δαπέδῳ κατιέναι

  53. 1.22

    καινῶς βροτωθῆναί τε καὶ τλῆσαι πάθος,

  54. 1.23

    οὐδ’ ἂν ἐγὼ πέφυκα μήτηρ παρθένος

  55. 1.24

    καὶ νῦν ἔκλυον Υἱὸν ἕλκεσθαι κρίσει,

  56. 1.25

    οὐράνιον, γήϊνον, ἀκραιφνῆ γοναῖς,

  57. 1.26

    ἰδεῖν τ’ ἔφριττον τόνδε καθυβρισμένον,

  58. 1.27

    ἄτερ δαλῶν φέρουσα, φεῦ, δεινὴν φλόγα,

  59. 1.28

    ἣ σφόδρα μαιμάσσει με καὶ δονεῖ κέαρ

  60. 1.29

    καὶ καρδίαν δίεισιν ὡς ῥόπτρον μέγα,

  61. 1.30

    ὡς νητρεκῶς ἤυσε Συμεὼν γέρων,

  62. 1.31

    τηλεσκόποις ὄμμασι πάντως προβλέπων.

  63. 1.32

    Ἠ που μεγέστη γίνεται σωτηρία,

  64. 1.33

    ὅταν γυνὴ πρὸς ἄνδρα μὴ διχοστατῇ,

  65. 1.34

    τὰ πάντα συμφέρουσα τῷδ’, ὥσπερ θέμις,

  66. 1.35

    μηδὲ πρὸς ἄλλου πάρφασίν τινα κλύῃ,

  67. 1.36

    ἀλλ’ ἐστι συμφρονοῦσα γνησίῳ πόσει.

  68. 1.37

    Νῦν δ’ ἐχθρὰ πάντα, καὶ νοσεῖ τὰ καίρια,

  69. 1.38

    αὐτῆς προδούσης ἄνδρα καὶ κράτους κλέος.

  70. 1.39

    Φιλεῖ γὰρ ὕβρις ἡ πάλαι τίκτειν νέαν·

  71. 1.40

    ἐκ δακρύων δάκρυα καταλείβεται,

  72. 1.41

    ὧν οὔτε μέτρον οὔτ’ ἀριθμός ἐστί τις·

  73. 1.42

    κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται.

  74. 1.43

    Ὅθεν πότνια φύσις ἠτιμωμένη

  75. 1.44

    στένει κλάουσα συμφορὰς πεφυρμένας

  76. 1.45

    διαδοχάς τε τῶν ἀφερτάτων πόνων,

  77. 1.46

    τὸν πάντα συντήκουσα δακρύοις χρόνον,

  78. 1.47

    ἐπεὶ πρὸς ἐχθροῖς ᾔσθετ’ ἠδικημένη

  79. 1.48

    καὶ μητρὸς αὐτῆς πρωτοπήμονος βλάβῃ

  80. 1.49

    πατρός θ’ ὑποκλίναντος οὖας μητέρι,

  81. 1.50

    ὧν πάντες ἐσμὲν οἱ κατὰ χθόν’ ἔκγονοι.

  82. 1.51

    βοᾷ μὲν ὅρκους, ἀνακαλεῖ δεξιὰς,

  83. 1.52

    πίστιν μεγίστην, καὶ Θεὸν μαρτύρεται·

  84. 1.53

    ἔγνω γὰρ ἡ τάλαινα συμφορῶν ὕπο,

  85. 1.54

    οἱον πατρῴαν μὴ λιπεῖν ἐσθλὸν χθόνα·

  86. 1.55

    στυγεῖ δὲ κόσμον οὐδ’ ὁρῶσ’ εὐφραίνεται.

  87. 1.56

    Εἰς τοῦτο γὰρ νῦν ἐκβέβηκ’ ἀλγηδόνος,

  88. 1.57

    ὥσθ’ ἵμερός μ’ ὑπῆλθε γῇ τε καὶ πόλῳ

  89. 1.58

    λέξαι μολοῦσαν δεῦρο φύσεως βλάβας.

  90. 1.59

    Οὔπω γὰρ ἡ τάλαινα παύεται γόων,

  91. 1.60

    τίκτουσα μὴ τίκτουσα, φεύγουσ’ αὖ τόκους.

  92. 1.61

    Δύστην’· ἐμαυτὴν γὰρ λέγω, λέγουσα σὲ,

  93. 1.62

    τίκτουσαν οὐ τίκτουσαν, ὡς ὑπὲρ λόγον.

  94. 1.63

    τόκον γὰρ ἔγνων ἄτοκον, τί γὰρ φράσω;

  95. 1.64

    πόνους φυγοῦσα καὶ φθορὰν νῦν καὶ πάλαι.

  96. 1.65

    Οὐκ οἶδα τέρψιν οὐδ’ ἐπίψογον φάτιν

  97. 1.66

    τινὸς πρὸς ἀνδρὸς μᾶλλον ἢ χαλκοῦ βαφάς·

  98. 1.67

    οὐ γὰρ κορείης ἅμμα διέφθειρέ τις.

  99. 1.68

    Καὶ παῖδα πῶς ἔτικτον; ὦ θάμβος μέγα·

  100. 1.69

    ὑβρισμένον δὲ τανῦν πῶς οἴσω βλέπειν;

Next → — showing 1100 of 2,643

First Thousand Years of Greek. CTS URN tlg2022.tlg003.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.