Ancient Texts

← Library

Constantini imperatoris oratio ad coetum sanctorum

First Thousand Years of Greek · First Thousand Years of Greek · 156 sections

  1. TOC.1

    α΄. Τὸ προοίμιον τοῦ πάσχα μέμνηται, καὶ οἷα ὁ τοῦ θεοῦ λόγος ὠφελήσας σύμπαντας διαφόρως παρὰ τῶν ὠφελουμένων ἐπεβουλεύετο.

  2. TOC.2

    β΄. Προσφώνησις τῇ ἐκκληςίᾳ καὶ τοῖς ἀκροαταῖς συγγινώσκειν καὶ διορθοῦσθαι τὰ πταίσματα.

  3. TOC.3

    γ΄. Ὅτι καὶ τοὺ λόγου πατὴρ ὁ θεὸς καὶ τῆς κτίσεως ὁ αὐτὸς δημιουργός, καὶ οὐκ ἂν ἠδύνατο συνεστάναι τὰ ὄντα, εἰ διάφορα ἦν αὐτῶν τὰ αἴτια.

  4. TOC.4

    δ΄. Περὶ τῆς κατὰ τὰ εἴδωλα πλάνης.

  5. TOC.5

    ε΄. Ὅτι Χριστὸς ὁ τοῦ θεοῦ υἱὸς πάντα τὰ ὄντα ἐδημιούργησεν καὶ τοῦ εἶναι τὸ ποςὸν ἐν ἑκάστῳ διωρίσατο.

  6. TOC.6

    ς΄. Περὶ τῆς εἱμαρμένης, ὅτι ψευδὴς ὁ περὶ αὐτῆς λόγος δείκνυται ἔκ τε τῶν παρὰ ἀνθρώποις νόμων καὶ τῶν κατὰ τὴν κτίσιν, ἅτινα οὐκ ἀτάκτως ἀλλὰ κατὰ τάξιν κινεῖται τοῦ δημιουργοῦ τὸν ὅρον διὰ τῆς τάξεως ἐπιδεικνύμενα.

  7. TOC.7

    ς΄. Ὅτι περὶ τῶν ἀκαταλήπτων τοῦ δημιουργοῦ χρὴ τὴν σοφίαν δοξάξειν, καὶ οὐκ ἄλλον οὐδ’ αὐτόματον αἰτιπασθαι φοράν.

  8. TOC.8

    η΄. Ὅτι τὰ μὲν χρειώδη ἀφθόνως τοῖς ἀνθρώποις ὁ θεὸς χορηγεῖ, τὰ δὲ πρὸς τέρψιν μετρίως, συμφερόντως ἑκατέρον τοῖς ἀπολαύουσιν.

  9. TOC.9

    θ΄. Περὶ τῶν φιλοςόφων, οἵ διὰ τὸ πάντα βούλεσθαι εἰδέναι καὶ περὶ τὰς δόξας ἐσφάλησαν, καὶ κινδύνοις ἔνιοι προσωμίλησαν, καὶ περὶ τῶν Πλάτωνος δογμάτων.

  10. TOC.10

    ι΄. Περὶ τῶν μὴ μόνον τὰ γραφικὰ δόγματα ἀλλὰ καὶ τὰ φιλόσοφα Διαπτυόντων, καὶ περὶ τοῦ δεῖν ἤ πάντα πιστεύειν τοῖς ποιηταῖς ἤ πάντα ἀπιστγεῖν.

  11. TOC.11

    Ια΄.Περὶ τῆς κατὰ σάρκα τοῦ κυρίου παρουςίας, τίς καὶ ἐπὶ τίσιε γεγένηται.

  12. TOC.12

    ιβ΄. Περὶ τῶν μὴ γνόντων γὸ μυστήριον, καὶ ὄτι ἐκόντες ἠγνόησαν, Καὶ ὅσα τοὺς γνόντας ἀγαθὰ μένει, καὶ μάλιστα τοὺς δι’ ὁμολογίας Τελειωθέντας.

  13. TOC.13

    Ιγ’. Ὅτι ἀναγκαία τῶν τῆς κτίσεως μερῶν ἡ διαφορά, καὶ ὅτι πρὸς Τὸ καλὸν καὶ κακὸν ὀρπὴ τῶν ἀνθρώπων γνώμης ἐστίν, ὅθεν καὶ ἡ κρίσις ἀναγκαία καὶ εὔλογος.

  14. TOC.14

    Ιδ’. Ὅτι ἀπείρως ἡ κτιστὴ φύσις ἀπὸ τῆς ἀκτίστου οὐσίας ἀφέστηκεν, Πληςίον δὲ αὐτῆς τῷ κατ’ ἀρετὴν βίῳ ὁ ἄνθρωπος γίνεται.

  15. TOC.15

    Ιε’. ὅσα ὁ σωτὴρ ἐδίδαξε καὶ ἐθαυματούργησε καὶ τοὺς ἀνασχομένους ὠφέλησεν.

  16. TOC.16

    ις΄. Τὴν χριστοῦ παρουςίαν προειρῆσθαι μὲν τοῖς προφήταις, ἐπὶ Καταστροψῇ δὲ τῶν εἰδώλων καὶ τῶν εἰδωλικῶν γενέσθαι πόλεων.

  17. TOC.17

    Ις΄. Περὶ τῆς Μωϋςέως σοφίας ζηλωθείσης παρὰ τῶν ἔξωθεν σοφῶν, Καὶ περὶ Δανιὴλ κὰι τῶν τριῶν παίδων.

  18. TOC.18

    Ιη΄. Περὶ Σιβύλλης τῆς Ἐρυθραίας ἐν ἀκροστιχίδι τῶν τῆς μαντείας ἐπῶν τὸν κύριον καὶ τὸ πάθος δηλούσης· ἔστι δὲ ἠ ἀκροστιχίς· Ἰησοῦς Χριστὸς θεοῦ υἱὸς σωτὴρ σταυρός.

  19. TOC.19

    Ιθ΄. Ὅτι ἡ περὶ τοῦ σωτγῆρος μαντεία παρ’ οὐδενὸς τῶν τῆς ἐκκλησαιας Πέπλασται, ἀλλὰ τῆς Ἐρυθραίας Σιβύλλης ἐστίν, ἧς τὰς Βίβλους Κικέρων ὀ πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ ῥωμαϊστὶ μετέρφασε, καὶ ὅτι Βεργίλιος μέμνηται αὐτῆς καὶ τοῦ παρθενικοῦ Τόκου, δι’ αἰνιμάτων ψόβῳ τῶν κρατούντων ὑμνήσας τὸ μυστήριον.

  20. TOC.20

    Κ΄. Βεργιλίου Μάρωνος ἕτερα περὶ Χριστοῦ ἔπη καὶ ἡ τούτων ἑρμηνεία, ἐφ’ οἷς δείκνυται δι’ αἰνιγμάτων ὡς παρὰ ποιητοῦ μηνυθὲν τὸ μυστήριον.

  21. TOC.21

    Κα΄. ὅτι οὐ δυνατον περὶ ψιλοῦ ἀνθρώπου ταῦτα λέγεσθαι, καὶ ὅτι Οἱ ἀπιστοῦντες ἀγνοίᾳ θεοσεβείας καὶ τὸ εἶναι ὄθεν αὐτοῖς ἀγνοοῦσιν.

  22. TOC.22

    Χβ΄. Εὐχαριστία Χριστῷ τὰς νίκας καὶ τὰ λαοιπὰ ἀγαθὰ τοῦ βασιλέως ἐπιγράφουσα, καὶ ἔλεγχος τοῦ κατ’ αὐτῶν τυράννου Μαξιμίνου τῷ μεγέθει τοῦ διωγμοῦ μείζονα δόξαν τῇ εὐσεβείᾳ περιποιήσαντος.

  23. TOC.23

    κγ΄. Περὶ τῆς τῶν χριστιανῶν πολιτείας, καὶ ὅτι χαίρει τοῖς ἐν ἀρετῇ Βιοῦσι τὸ θεῖον, καὶ χρὴ κρίσιν προσδοκᾶν καὶ ἀναταπόδοσιν.

  24. TOC.24

    Κδ΄. Περὶ Δεκίου καὶ Οὐαλεριανοῦ κὰι Αὐρηλιανοῦ ἀθλίως τὸν βίον Καταστρεψύντων διὰ τὸν τῆς ἐκκληςίας διωγμόν.

  25. TOC.25

    Κέ. Περὶ Διοκλητιανοῦ μετ’ αἰσχύνης τὴν βασιλείαν παραιτησαμένου καὶ διὰ τὸν διωγμὸν τὴς ἐκκληστίας κεραυνωθέντος.

  26. TOC.26

    Σς΄. Ὅτι τῆς τοῦ βασιλέως εὐσεβείας ὁ θεὸς αἴτιος, καὶ ὅτι τὰ μὲν Καταορθώματα παρὰ θεοῦ χρὴ ζητεῖν καῖ αὐτῷ λογίζεσθαι, ῥᾳθυμίᾳ δὲ ἡμετέρᾳ ἐπιγράφειν τὰ πτρίασματ.

  27. 1.1.1

    Κωνσταντῖνος Σεβαστὸς τῷ τῶν ἁγίων συλλόγῳ.

  28. 1.1.2

    Τὸ τηλαυγέστερον ἠμέρας τε καὶ Ἡλίου φέγγος, προοίμιον μὲν ἀναστάσεως, ἀρμογὴ δὲ νέα τῶν πονηςάντων ποτὲ σωμάτων, ἕρμα θ’ὑποσχέσεως, καὶ ἀτραπὸς ἐπὶ τὴν αἰωνίαν ζωὴν ἄγουσα, ἡ τοῦ παθήματος ἡμέρα πάρεστιν, ὧ προσφιλέστατοι καθηγηταί, ψίλοι Θ’οἱ λοιποὶ ξύμπαντες ἄνδρες, μακαριώτερα πολλῷ πλήθει τε τυγχάνει Τῶν θρησκευόντων καὶ αὐτῷ τῷ τῆς θρησκείας θεῷ διὰ τῶν ἐντὸς αἰσθήσεων τῆς ἐκάστου δι’ ἐκφωνητηρίων ἀδιαλείπτως ὑμνούντων θεσπίσμασι προσαγορευόμενος.

  29. 1.2.1

    σὺ δ’, ὦ παμμήτειρα φύσις, τί τοιοῦτον τῷ κόσμῳ συντετέλεκας πώποιτε; Ποῖον δ’ ὅλως σὸν δμηιούργημα, Εἴπερ ὁ τῶν πάντων αἴτοις καὶ τῆς σῆς οὐσίας; Οὖτος γάρ σε ἐκόσμησεν, ἐπὲι κόαμος φύσεως ἠ κατὰ φύσιν ζωή. ἐπικεκράτηκε γὰρ οὐ μετρίως ἄ παρὰ φύσιν τὸν τῶν πάντων θεὸν κατ’ἀξίαν σέβειν μηδένα, νομίζεσθαί τε μὴ ἐκ προνοίας ἀλλ’ὠς ἔτυχον ἐτάκτως τε καὶ πλημθείας τὰ πάντα συνεστάναι

  30. 1.3.1

    καὶ ταῦτα ἐξαγγελλούσης καθ’ ἕκαστα Θείας ἐπιπνοίας διὰ προφητῶν, οἶς, δόν πείθεσθαι, ἀνθίστατο παντοίαται Μηχαναῖς ἀδικία δυσσβής, διαβεβλημένη μὲν πρὸς τὸ τῆς ἀληθείας Φῶς, ἀσπαζομένη δὲ τὸ δυςέλεγκτον τοῦ σκότους. ἀλλ’ οὐδὲ τοῦτο χωρὶς βίας καὶ ὠμότητος, ἐξαιρέετως ὅτι τῇ τῶν χυδαίων δήμων ἀπροόπτῳ φορᾷ ἡ τῶν δυναστευόντων γνώμη συνελάμβανε, μᾶλλον δὲ τῆς ἀκαίρου μανίας αὕτη καθηγείτο. διὸ δὴ πολλαῖς γενεαῖς ὁ τοιοῦτος βίος κρατυνθεὶς μεγίστων γέγονε τοῖς τότε κακῶν αἴτιος. 4ἐπιλαμφάσης δὲ παραυτγίκα τῆς τοῦ σωτῆρος ἐπιδημίας, δίκη μὲν ἐξ ἀδίκων Ἕργων, ἐκ δὲ παντοδαποῦ κλύσωνος γαλήνη συνίστατο, καὶ πάνθ’ ὅσα Διὰ προφητῶν προείρητο ἐπληροῦτο. τοιγάρτοι μετάρσιος εἰς τὴν πατρῴαν ἁστίαν ἀρθείς, αἰδοῦς καὶ σωφροςύνης ἀγλαἵσμασι τὴν οἰκουμένην περιστήσας, ἱερόν τινα νεὼν ἀρετῆς τὴν ἐκκληςίαν ἐπὶ τῆς γῆς ἰδρύσατο, ἀίδιον, ἄφθαρτον, ἐν ᾧ τά τε τῷ ἐξοχωτάτῳ πατρὶ Θεῷ δέοντα τά θ’ ἑαυτῷ καθήκοντα ἐτελεῖετο μετ’εὐσεβείας.

  31. 1.4.1

    τί δὴ μετὰ ταῦτα ἡ ἄφρων τῶν ἐθνῶν ἐμηχανᾶτο πονηρία;

  32. 1.5.1

    ἐπετήδευε τὰς Τοῦ χριστοῦ χάριτας ἐκβάλλουσα καὶ τὴν ἐπὶ σωτηρίᾳ τῶν πάντων Συσταθεῖσαν ἐκκληςίαν πορθοῦσα, ἀνέτρεπε δὲ τὴν οἰκείαν δεισιδαιμονίαν, ὅπως αὖθις στάσεις, πόλεμοι, μάχαι, δυστράπελος βίου Παρασκενή, χρημάτων ἔρως, (ὅ καὶ οὐ φυσικῶς ἴδιον πονηρίας,) Ποτὲ μὲν ἀλπίσι κακαλλωπισμέναις θέλγοι, ποτὲ δὲ φόβῳ καταπλήττοι. ἀλλ’ αὕτη μὲν χαμαὶ κείσθῳ ἡ ττηθεῖσα ὑπ’ ἀρετῆς, ᾗ θέμις, διαρρηγνυμένη σπαρττομένη τε ὑπὸ μεταμελείας. ἡμῖν νῦν τὰ προσστκοντα τῷ θείῳ λόγῳ ῥητέον.

  33. 2.1.1

    Ἄκουε τοίνυν, ἁγνείας παρθενίας τ’ ἐπήβολε ναύκληρε, ἐκκληςία, ἀώρου τε καὶ ἀδαοῦς ἡλικίας τιθήνη, ᾗ μέλει μὲν ἀληθείας, μέλει δὲ φιλανθρωπίας, ἐξ ἧς ἀενάου πηγῆς ἀποστάζει σωτήριον πόμα. ἀκούιτε δ’ ἄν καὶ ὑμεῖς εὐφήμως οἱ τὸν θεὸν εἰλικρινῶς σέβοντες (διὸ καὶ μεμέλησθε αὐτῷ), προςέχοντες, τὸν νοῦν μὴ τῇ φράσει μᾶλλον ἢ τῇ τῶν λεγομένων ἀληθείᾳ, μηδ’ἐμοὶ τῷ λέγοντι, ἀλλὰ τῇ τῆς καθοσιώσεως εὐσεβείᾳ.

  34. 2.2.1

    τίς γὰρ ἂν εἴη λόγων χάρις, ἀνεξετάστου καταλειπομένης τῆς τοῦ λέγοντος διαθέσεως; τολμῶ δ’οὖν ἴσως μεγάλα, τῆς δὲ τόλμης τὴν πρὸς τὸ θεῖον στοργὴν ἔμφυτον αἰτιῶμαι. αὕτη γὰρ καὶ τὴν αἰδῶ βιάζεται. διὸ μάλιστα τοὺς ἐπιστήμονας τῶν θείων μυστηρίων βοηθοὺς ἐμαυτῷ συνάπτω, ἵν’ἐάν τι πταῖσμα συμβαίνῃ περὶ τοὺς λόγους, συμπαρομαρτοῦντες διορθῶσθε, τὴν μὲν ἄκραν παιδείαν μὴ ἐπιποθοῦντες, τὸ δὲ πιστὸν τῆς ἐπιχειρήσεως ἀποδεχόμενοι. 3ἐπίπνοια δ’ἡμῖν μεγίστη τοῦ πατρὸς παιδός τε ἀγαθοεργοῦ παρείη φθεγγομένῳ ταῦτα, ἅπερ ἂν αὐτὴ φράσῃ καὶ διανοίᾳ προσάψῃ. εἰ γάρ τις ἄνευ θεοῦ ῥητορικὴν ἢ ἄλλην τινὰ μετιὼν ἐπιστήμην ἀκριβοῦν τὸ ἔργον ἱκανῶς ὑπείληθεν, ἀτελὴς αὐτὸς τε καὶ τὸ σπουδαζόμενον ἐφωράθη. οὐ μὴν κατοκνητέον οὐδὲ μελλητέον τοῖς εὐτυχήσασι πώποτε τῆς θείας ἐπιπνοίας. διὸ καὶ ἡμεῖς τὸμῆκος τῆς ἀναβολῆς παραιτησάμενοι πειρώμεθα τοῦ σκοποῦ τὸ τέλειον.

  35. 3.1.1

    Ἀγαθὸν οὖ πάντα ἐφίεται, ὁ ὑπὲρ τὴν οὐσίαν θεὸς ἂν ἀεί, γένεσιν οὐκ ἔχει, οὐκοῦν οὐδ’ἀρχήν· τῶν γὰρ ἐν γενέσει πάντων αὐτὸς ἀρχή. ὁ δὲ ἐξ ἐκείνου ἔχων τὴν ἀναφορὰν εἰς ἐκεῖνον ἑνοῦται πάλιν, ἐκείνῳ τῆς διαστάσεως συγκρίσεώς τε οὐ τοπικῶς ἀλλὰνοερῶς γινομένης· οὐ γάρ ζημίᾳ τινὶ τῶν πατρᾠων σπλάγχνων συνέστη τὸ γεννηθέν, ὥσπερ ἀμέλει τὰ ἐκ σπερμάτων, ἀλλὰ διατάξει προνοίας ἐπιστάτην σωτῆρα τῷ τε αἰσθητῷ κόσμῳ καὶ τοῖς ἐν αὐτῷ μηχανωμένης. τοιγάρτοι πᾶσιν, ὅσα περιείληπται ὑπὸ τοῦ κόσμου, ἡ αἰτία τοῦ εἶναι καὶ ζῆν ἐκεῖθεν· ἐκεῖθεν δὲ καὶ ψυχὴ καὶ πᾶσα αἴσθησις καὶ τὰ ὄργανα, δι’ὦν τὰ σημαινόμενα ὑπὸ τῶν αἰσθήσεων ἀποτελεῖται.

  36. 3.2.1

    τί οὖν δηλοῖ ὁ λόγος; τῶν ὄντων ἁπάντων ἕνα εἶναι προστάτην, καὶ πάνθ’ὑποτετάχθαι τῇ ἐκείνου δεσποτείᾳ μόνου, τά τ’οὐράνια τά τ’ἐπίγεια καὶ τὰ φυσικὰ καὶ ὀργανικὰ σώματα. εἰ γὰρ ἡ τούτων ἀναριθμήτων ὄντων κυρία οὐχ ἑνὸς ἀλλὰ πολλῶν οὖσα ἐτύγχανεν, κλῆροι ἂν καὶ στοιχείων διανεμήσεις καὶ σαντα τὴν ἐναρμόνιον τῶν ππων πάντων ὁμόνοιαν διεσάλευε, πολλῶν διαφόρως τὴν λελογχυῖαν ἑκάστῳ μοῖραν διοικονομουμένων,

  37. 3.3.1

    τοῦ δὲ ἀεὶ κατὰ τὰ αὐτά τε καὶ ὡσαύτως ἔχειν τὸν σύμπαντα κόσμον ἀμεδὲ καὶ λιτανεῖαν πρὸς τίνα πρῶτον ἢ τελευταῖον; τίνα δὲ θεραπεύων ἐξαιρέτως οὐκ ἂν περὶ τοὺς λοιποὺς ἠσέβησα; ἢ τάχα δ’ ἂν καὶ δεόμενος τῶν βιωτικῶν τινος τῷ μὲν συναραμένῳ χάριν ἔγνων, τῷ δ’ ἀντιπράξαντι ἐμεμψάμην. τίνι δὲ προσευξάμενος τὴν αἰτίαν ἄν τῆς περιστάσεως γνῶναι τῆς τ’ἀπαλλαγῆς τυχεῖν ἠξίουν;

  38. 3.4.1

    θῶμεν δὴ λογίοις καὶ χρησμοῖς Ἡμῖν ἀποκεκρίσθαι, μὴ εἶναι δὲ τῆς ἑαυτῶν ἐξουσίας ἄλλῳ τε ταῦτα ἀνήκειν θεῷ· τίς οὖν ἔλεος, ποία δὲ θεοῦ εἰς ἄνθρωπον πρόνοια; εἰ μὴ ἄρα βιαίως ὁ φιλανθρωπότερον πρὸς τὸν μηδεμίαν ἔχοντα σχέσιν διατεθεὶς ἐπεκούρησεν. ὀργὴ δὲ καὶ στάσις καὶ ὄνειδος, ὡς μὴ ἰδιοπραγούντων μηδ’ἀρκουμένων τοῖς ἐπιβάλλουσι διὰ πλεονεξίαν, καὶ τὸ τελευταῖον ἡ πάντων σύγχυσις ἐπηκολούθησεν ἄν.

  39. 3.5.1

    τί οὖν τὰ μετὰ ταῦτα; δῆλον ὡς ἡ τῶν οὐρανίων στάσις τὰ ὑὸ τὸν οὐρανὸν καὶ τὰ ἐπίγεια διελυμήνατο ἄν, ἀφανισθείσης μὲν τῆς τῶν ὡρῶν διατάξεως καιρῶν τε μεταβολῆς καὶ τῆς κατὰ τοὺς καιροὺς τῶν φυομένων καρπῶν τε μεταβολῆς καὶ νισθείσης δ’ἡμέρας καὶ τῆς διαδεχομένης αὐτὴν νυκτερινῆς ἀνα΄αύσεως. καὶ τούτων μὲν ἅλις, πάλιν δ’ἐπὶ τὸν ἀνεξέλεγκτον ἐπανήκωμεν λόγον.

  40. 4.1.1

    Πᾶν τὸ ἀρχὴν ἔχον καὶ τέλος ἔχει· ἡ δὲ κατὰ χρόνον ἀρχὴ γένεσις καλεῖται· τὰ δ’ἐκ γενέσεως φθαρτὰ πάντα, μορφὴν δὲ χρόνος ἀμαυροῖ. πῶς οὖν ἂν οἱ ἐκ γενέσεως φθαρτῆς εἶεν ἀθάνατοι; δόξα δὲ τῶν ἀλογίστων δήμων τοιαύτη τις διαπεφοίτηκεν, ὡς παρὰ τοῖς θεοῖς γάμοι παιδοσπορίαι τε ἐνομίσθησαν. εἰ δ’ἀθάνατοι οἱ γεννώμενοι, γεννῶνται δὲ ἀεί, πλημμυρεῖν ἀννάγκη τὸ γένος. προσθήκης δ’ἐπιγενομένης, τίς ἂν οὐρανός, ποία δὲ γῆ τοσοπυτον σμῆνος ἐπιγιγνόμενον θεῶν ἐχώρησεν; τί δ’ἂν εἴποι τις περὶ ἀνδρῶν οὐρανίους ἀδελφοὺς εἰς γάμου κοινωνίαν συναπτόντων μοιχείας τε καὶ ἀκολασίας ἐγκαλούντων; λέγωμεν δὴ τεθαρρηκότως καὶ τὰς τιμὰς αὐτῶν τά τε παρ’ἀνθρώπων εἰς αὐτοὺς γέρα ὕβρεσι καὶ ἀσελγείαις μεμῖχθαι.

  41. 4.2.1

    ἤδη γάρ τις ἐν λόγοις ἐξετασθεὶς ὕμνους ἐμμέτρους ἢ καὶ ἄνευ μέτρου συνθεὶς ἀγαλματοποιός τε μορφήν τινα διανοίᾳ προλαβὼν ἔντεχνον τεκταίνεται παιδιάν, καὶ μεταξὺ οἶα δὴ λήθης ἐμπεσούσης τὸ ἴδιον πλάσμα κολακεύει σέβων ὡς θεὸν ἀθάνατον, ὁμολογῶν ἑαυτὸν πατέρα καὶ δημιουργὸν τοῦ ἀγάλματος θνητὸν εἶναι.

  42. 4.3.1

    τῶν δ’ ἀφθάρτων ἐκείνων τάφους τε καὶ θήκας ἐπιδεικνύουσιν αὐτοί, κατοιχομένους τε τιμαῖς ἀθανάτοις γεραίρουσιν, ἀγνοοῦντες τὸ ἀληθῶς μακάριον καὶ ἄφθαρτον ἀνενδεὲς ὑπάρχον τῆς παρὰ τῶν φθαρτῶν ἐπιτιμίας. τὸ γάρ τοι νῷ θεατὸν καὶ διανοίᾳ περιληπτὸν οὔτε μορφὴν ἐπιποτύπου. ταῦτα δὲ πάντα γίγνεται πρὸς χάριν τῶν κατοιχομένων· ἄνθρωποι γὰρ ἦσαν, ἡνίκα ἔζων σώματος μέτοχοι ὄντες.

  43. 5.1.1

    Τί δὲ χραίνω τὴν γλῶτταν λόγοις μεμιασμένοις, μέλλων ὑμνεῖν τὸν ὄντως θεόν; βούλομαι δὴ πρότερον ἁγνῷ πόματι ὥσπερ ἁλμυρὸν ἀποκλύσασθαι στόμα· τὸ δ’ ἁγνὸν πόμα χεῖται διὰ πηγῆς ἀενάου τῶν ἀρετῶν τοῦ ὑμνουμένου πρὸς ἡμῶν θεοῦ, ἐμόν τ’ ἴδιον ἔργον τὸν Χριστὸν ὑμνεῖν διὰ βίου καὶ τῆς ὀφειλομένης αὐτῷ πρὸς ἡμῶν ἀντὶ πολλῶν καὶ μεγάλων εὐεργεσιῶν εὐχαριστίας.

  44. 5.2.1

    φημὶ δὴ τοῦτον τὰς ἀρχὰς στηρίξαι τοῦδε τοῦ παντὸς ὑπόθεσίν τε ἀνθρώπων ἀνευρεῖν λόγῳ νομοθετήσαντα, καὶ παραχρῆμα μὲν εἰς μακάριόν τινα καὶ εὐανθῆ καρπῶν τε διαφόρων βρίθοντα χῶρον ἀποικίσαι τοὺς νεωστὶ τεχθέντας, ἀδαεῖς τ’ αὐτοὺς κατ’ ἀρχὰς ἀγαθῶν καὶ κακῶν εἶναι θελῆσαι, τέλος δ’ ἀπονεῖμαι μόνην λογικῷ ζώῳ πρέπουσαν τὴν ἐπὶ γῆς ἕδραν, καὶ τότε ἤδη οἷα δὴ τότε δὴ καὶ τὸγ ένος αὔξειν ἐκέλευσεν, ὡς ἂν ποτε τὸ ὅλον ὑπὸ τῆς τοῦ ὠκεανοῦ περινοστήσεως διοριζόμενον οἰκοῖτο.

  45. 5.3.1

    πληθύνοντος δ’ οὕτω τοῦ τῶν ἀνθρώπων γένους, τέχναι τε τῷ βίῳ χρησιμεύουσαι ἀνηυρίσκοντο, πληθύει τ’ οὐδὲν ἧττον καὶ ἡ τῶν ἀλόγων ζώων γενεά, ἐφ’ ἑκάστου γένους ἐξαιρέτου τινὸς φυσικῆς δυνάμεως εὑρισκομένης· ἡμέρων ζώων τὸ πρᾶσον καὶ ἐπιπειθὲς ἀνθρώπῳ, ἀγρίων δὲ ῥώμη καὶ ταχυτὴς καὶ τῆς ἐκ τῶν κινδύνων σωτηρίας φυσική τις πρόνοια.

  46. 5.4.1

    καὶ πάντων μὲν ἡμέρων κηδεμονίαν τινὰ τοῖς ἀνθρώποις ἐπέταξε, πρὸς δὲ τὰ ἄγρια ἅμιλλάν τινα, νομοθετήσας. μετὰ δὲ ταῦτα τὴν τῶν πεπτεινῶν γενεὰν συνεστήσατο, πολλὴν μὲν ἀριθμῷ φύσει δὲ καὶ ἔθεσι διάφορον, ἐκπρεπῆ μὲν χρωμάτων ποικιλίᾳ μουσικῆς δ’ ἁρμονίας ἐμφύτου μέτοχον, ἄλλα τε πάντα ὅσα κόσμος περιλαβὼν συνέχει διευκρινησάμενος, καὶ τούτοις πᾶσιν εἱμαρμένον τοῦ βίου θεσμὸν ὁρίσας, τὴν τελειοτάτην τῶν ὅλων συμπλήρωσιν κατεκόσμησεν.

  47. 6.1.1

    Οἱ δὲ πλεῖστοι τῶν ἀνθρώπων ἄφρονες ὄντες τῆς τῶν πάντων διακοσμήσεως τὴν φύσιν αἰτιῶνται, οἱ δέ τινες αὐτῶν τὴν εἱμαρμένην ἢ τὸ αὐτόματον. τὴν τούτων ἐξουσίαν τῇ εἱμαρμένῃ λογιζόμενοι οὐδὲ συνιᾶσιν, ὅταν τὴν εἱμαρμένην προσαγορεύωσιν, ὄνομα μὲν φθεγγόμενοι, πρᾶξιν δ’ οὐδεμίαν οὐδ’ ὑποκειμένην τινὰ δηλοῦντες οὐσίαν. τίς γὰρ ἂν εἴη αὐτὴ καθ’ ἑαυτὴν ἡ εἱμαρμένη, τῆς φύσεως γεννησάσης τὰ πάντα; ἢ τί ἂν εἶναι ἡ φύσις νομίζοιτο, εἴπερ ὁ τῆς εἱμαρμένης θεσμὸς ἀπαράβατος ὑπάρχει; ἀλλὰ καὶ τὸ λέγειν εἱμαρμένον τινὰ θεσμὸν εἶναι δηλοῖ ὅτι θεσμὸς πᾶς ἔργον ἐστὶ τοῦ θεσμοθετήσαντος. ἣ τοίνυν ἡ εἱμαρμένη, εἴπερ ἐστὶ θεσμός, θεοῦ ἂν εὕρημα εἴη· πάντ’ ἄρα ὑποτέτακται τῷ θεῷ, καὶ οὐδὲν ἄμοιρον τῆς ἐκείνου δυνάμεως.

  48. 6.2.1

    καὶ τήν γε εἱμαρμένην θεοῦ εἶναι καὶ νομίζεσθαι προαίρεσιν ἀποδεχόμεθα· ἀλλὰ πῶς ἡ δικαιοσύνη καὶ ἡ σωμφοσύνη καὶ αἱ λοιπαὶ ἀρεταὶ καθ’ εἱμαρμένην; πόθεν δὲ τὰ ταύταις ὑπεναντία, ἥ τε ἀδικία καὶ ἡ ἀκολασία; ἥ τε γὰρ παονηρία ἐκ φύσεως ἀλλ’ οὐχ εἱμαρμένης, ἥ τε ἀρετὴ ἤθους καὶ τρόπων ἐστὶ κατορθώματα. τὰ δὲ τῆς ἀγαθῆς καὶ ὀρθῆς προαιρέσεως ἤτοι πταίσματα ἢ αὖ πάλιν κατορθώματα, ἄλλοτε ἄλλως ἀποβαίνοντα ἢ κατὰ τύχην ἢ κατὰ εἱμαρμένην, πᾶν τε τὸ δίκαιον καὶ τὸ κατ’ ἀξίαν ἀπονεμόμενον ἑκάστῳ πῶς καθ’ εἱμαρμένην;

  49. 6.3.1

    νόμοι δὲ καὶ προτροποαὶ ψόφοι τιμωρίαι τε καὶ πάνθ’ ὅσα παρακαλεῖ μὲν ἐπὶ ἀρετὴν ἀπάγει δ’ ἀπὸ πονηρίας, πῶς οὐκ ἐκ δικαιοσύνης, ἥτις ἐστὶν ἰδία θεοῦ προνοουμένου, ἀλλ’ ἐκ τύχης ἢ τοῦ αὐτομάτου συστῆναι λέγεται; διὰ γὰρ τὸν ποιὸν τῶν ἀνθρώπων βίον καὶ τὸ κατ’ ἀξίαν ἐπαρτᾷ, λοιμῶν ἔσθ’ ὅτε καὶ στάσεων ἀφορίας τε καὶ εὐφορίας ἐπακολουθούντων φανερῶς τε καὶ διαρρήδην μόνον οὐχὶ φωνὴν ἀφιέντων, ὅτι πάντα τὰ τοιαῦτα τοῖς ἡμετέροις βίοις ἐφήρμοσται.

  50. 6.4.1

    ἡ γάρ τοι οὐσία χαίρει μὲν εὐδικίαις ἀποστρέφεται δὲ πᾶσαν δυσσέβειαν, καὶ τὸ μέτριον φρόνημα δεξιοῦται, μισεῖ δὲ τόλμαν καὶ τὴν ὑπὲρ τὸ ζῶον ἐπηρμένην ἀλαζονείαν· ὧν εἰ καὶ τὰ μάλιστα σαφεῖς καὶ πρὸ ὀφθαλμῶν κείμεναί εἰσιν αἱ ἀποδείξεις, τηνικαῦτα μέντοι φανερώτερον ἐκλάμπουσιν, ὁσάκις ἄν, συναγείραντες εἰς ἑαυτοὺς καὶ οἱονεὶ συστείλαντες τὸν νοῦν, τὴν αἰτίαν αὐτῶν παρ’ ἑαυτοῖς λογιζώμεθα. διὸ χρῆναί φημι ζῆν μετρίως τε καὶ προσηνῶς, μὴ ὑπὲρ τὴν φύσιν τὸ φρόνημα ἐγείροντας, καὶ ἐννοίας λαμβάνοντας ἀεὶ παρεῖναι ἡμῖν τὸν ἐπόπτην τῶν πρασσομένων θεόν.

  51. 6.5.1

    ἔτι δὲ καὶ οὕτω βασανιστέον εἰ τὸ λεγόμενον ἀληθές ἐστιν, ὡς ἡ πάντων παραγμάτων διάταξις ἐκ τύχης καὶ τοῦ αὐτομάτου συνέστη· ἆρ’ οὖν καὶ τὰ οὐράνια καὶ τὰ ἄστρα, γῆ τε καὶ θάλασσα, καὶ πῦρ καὶ ἄνεμοι, ὕδωρ τε καὶ ἀήρ, καὶ ἡ τῶν καιρῶν παραλλαγή, θέρους τε καὶ χειμῶνος ὧραι, ταῦτα πάντα ἀλογίστως καὶ ὡς ἔτυχε συμβεβηκέναι μᾶλλον ἢ δημιουργηθῆναι πείθεσθαι χρή;

  52. 6.6.1

    τὸν νοῦν γὰρ οὐκ ἔχοντές φασί τινες τὰ πλεῖστα τῶν τοιούτων διὰ τὴν ἑατῶν χρείαν τοὺς ἀνθρώπους ἐπινενοηκέναι, ἀφθόνως τῆς φύσεως πάντα χρήματα χορηγούσης. ἔστω περὶ τῶν ἐπιγείων καὶ φθαρτῶν τὴν δόξαν ταύτην λόγου τινὸς μετειληφέναι· ἆρ’ οὖν καὶ τὰ ἀθάνατα καὶ τὰ ἀναλλοίωτα τῶν ἀνθρώπων ἐστὶν εὑρήματα; τούτων γὰρ καὶ τῶν τοιούτων ἁπάντων, ὅσα τῆς ἡμετέρας αἰσθήσεως κεχώρισται, νῷ δὲ μόνῳ καταληπτὰ τυγχάνει ὄντα, οὐκ ἔνυλον ζῶον, ἄνθρωπος, ἀλλὰ νοητὴ καὶ αἰώνιος οὐσία θεοῦ γεννήτριά ἐστιν.

  53. 6.7.1

    ἀλλὰ μὴν καὶ ὁ λόγος τῆς διατάξεως ἔργον προνοίας· τὸ τὴν ἡμέραν ἐκλάμπειν καταυγαζομένην ὑπὸ τοῦ ἡλίου, τὸ τὴν νύκτα διαδέχεσθαι δύνοντος αὐτοῦ καὶ διαδεξαμένην μὴ ἀμαυρὸν ὅλως αὐτὴν καταλείπεσθαι διὰ τὴν τῶν ἄστρων χορείαν. τί δ’ ἂν εἴποι τις περὶ τῆς σελήνης, πληρουμένης μὲν ἐκ τῆς καταντικρὺ πρὸς τὸν ἥλιον ἀποστάσεως, λεπτυνομένης δὲ διὰ τὴν ἐκ τοῦ σύνεγγυς πρὸς αὐτὸν ὁμιλίαν; ταῦτ’ οὐχὶ λόγον ἐνδιάθετον καὶ ἀγχίνοιαν δηλοῖ θεοῦ;

  54. 6.8.1

    τὸ τ’ ἐπιτήδειον τῆς ἡλιακῆς φλογὸς τοὺς καρ- ποὺς πεπαινούσης, ἀνέμων τε πνεύματα εὐετηρίαν παρασκευάζοντα, ὄμβρων τε παραψυχή, καὶ ἡ τούτων ἀρμονία ἁπάντων, καθ’ ἣν εὐλόγως τε καὶ εὐτάκτως διοικεῖται τὰ πάντα, τό τ’ ἀίδιον τῆς διατάξεως, εἰς τὸν αὐτὸν ἀποκαθισταμένων τόπον τοῖς δέουσι καὶ νομιζομένοις καιροῖς τῶν πλανητῶν, οὐχὶ φανερὰ τοῦ θεοῦ πρόσταξις, καὶ τῶν ἀστέρων ἐντελὴς διακονία πειθομένη τῷ θείῳ νόμῳ;

  55. 6.9.1

    ὕψη δ’ ὀρῶν καὶ κοῖλα βάθη χωρίων ὁμαλότης τ’ ἀναπεπταμένων πεδίων ἄνευ θεοῦ προνοίας εἶναι δοκεῖ; ὧν οὐ μόνον ἐπιτερπὴς ἡ θέα ἀλλὰ καὶ ἡ χρῆσις ἐπιτερπής. ὕδατος δὲ καὶ γῆς μέτρα καὶ διαστάσεις, ἱκαναὶ πρός τε γεωργίαν καὶ τὴν ἐκ τῆς ἀλλοδαπῆς τῶν ἐν χρείᾳ παρακομιδήν, τὴν ἀκριβῆ τοῦ θεοῦ καὶ ἔμμετρον προμήθειαν πῶς οὐ φανερῶς ἀποδεικνύουσιν; ὄρη μὲν γὰρ ὕδωρ ἔχει, διαδεξαμένη δὲ τοῦτο ὁμαλότης καὶ ἀρδευσαμένη τὸ ἱκανὸν πρὸς ἀνάκτησιν τῆς γῆς ἐξωθεῖ τὸ λοιπὸν εἰς τὴν θάλασσαν, ἡ δ’ αὖ θάλασσα τῷ ὠκεανῷ παραδίδωσι.

  56. 6.10.1

    καὶ ἔτι τολμῶμεν λέγειν ταῦτα πάντα αὐτομάτως καὶ ὡς ἔτυχε γίγνεσθαι; οὐ δηλοῦντες ἐν ποίῳ τινὶ σχήματι καὶ μορφῇ χαρακτηρίζεται τὸ αὐτόματον, ὑπόστασιν οὐδεμίαν ἔχον οὔτε νοερῶς οὔτ’ αἰσθητῶς, μόνον δ’ ὅτι ἦχος ὀνόματος ἀνυποστάτου περὶ τὰ ὦτα βομβεῖ.

  57. 7.1.1

    Ἔστι γὰρ ὡς ἀληθῶς ἐπίφθεγμα τὸ αὐτόματον ἀνθρώπων ὡς ἔτυχε καὶ ἀλογίστως φρονούντων καὶ τὸν μὲν λόγον αὐτῶν μὴ καταλαμβανόντων, διὰ δὲ τὴν ἀσθένειαν τῆς καταλήψεως ἀλόγως οἰομένων διατετάχθαι ταῦτα ὧν τὸν λόγον εἰπεῖν οὐκ ἔχουσιν. ἔστι δ’ ὅμως τινά, ὧν ἡ ἀληθὴς κατάληψις τῆς ἀληθείας ἐν βάθει κεῖται, θαυμαστῆς τινος φύσεως τετυχηκότα, ὁποία καὶ ἡ τῶν θερμῶν ὑδάτων φύσις τυγχάνει οὖσα. τὴν μὲν γὰρ αἰτίαν τοῦ τοσούτου πυρὸς οὐδεὶς ἂν ἔχοι προχείρως λέγειν, θαυμαστὸν δ’ ὅτι ψυχρῷ ὕδατι περιστοιχιζόμενον κύκλῳ οὐκ ἔτι ἐξίσταται τῆς ἐμφύτου θερμότητος.

  58. 7.2.1

    ταῦτά τοι σπάνιόν, ἵν’, ὡς ἐμαυτὸν πείθω, ἡ τῆς προνοίας δύναμις εὐδιάγνωστος παρὰ τοῖς ἀνθρώποις γενέσθαι δύνηται, δύο φύσεις ἐναντιωτάτας, θερμότητα καὶ ψυχρότητα, ἐκ τῆς αὐτῆς καὶ μιᾶς ῥίζης διηθεῖσθαι θεσπίζουσα.

  59. 7.3.1

    πολλὰ μὲν οὖν καὶ ἀναρίθμητα εἰς παραμυθίαν καὶ ἀπόλαυσιν τοῖς ἀνθρώποις παρὰ τοῦ κρείττονος δεδώρη- ται, ἐξαιρέτως δ’ ὁ καρπὸς ἐλαίας τε καὶ ἀμπέλου, τὸ μὲν ἀνακτήσεως ψυῆς καὶ φαιδρότητος ἐπέχον λόγον, τὸ δ’ ἕτερον πρὸς τῇ ἀπολαύσει καὶ θεραπείᾳ τῶν σωμάτων κατάλληλον. θαῦμα δ’ ἐξαίσιον καὶ ἡ ἐνδελεχὴς καὶ ἀδιάλειπτος ποταμῶν φορὰ νύκτωρ τε καὶ μεθ’ ἡμέραν, σύμβολον ἀενάου καὶ ἀδιαλείπτου βίου· ἰσοδυναμεῖ δὲ καὶ νυκτερινὴ διαδοχή.

  60. 8.1.1

    Πάντα δὲ ταῦθ’ ἡμῖν εἰρήσθω πρὸς πίστωσιν τοῦ μηδὲν ἀλόγως μηδ’ ἀνοήτως γενέσθαι, τὸν δὲ λόγον καὶ τὴν πρόνοιαν εἶναι θεόν· ὃς καὶ τὴν τῶν μετάλλων εὐχρηστίαν ἐπικουρεῖν ταῖς ἐνδείαις κελεύσας, τὴν χρυσοῦ τε καὶ χαλκοῦ καὶ τῶν ὑπολοίπων φύσιν ἐταμιεύσατο μέτρῳ τῷ προσήκοντι, τὰ μέν, ὧν ἡ χρεία πολλὴ τε καὶ παντοδαπὴ ἤμελλεν ἔσεσθαι, ἀφθόνως κελεύσας χορηγεῖσθαι, τὰ δὲ πρὸς τέρψιν κόσμου καὶ ἀφθονίαν μόνην μεγαλοψύχως τε καὶ πεφεισμένως, μεταξὺ φειδωλίας τε καὶ εὐδωρίας.

  61. 8.2.1

    εἰ γὰρ καὶ τῶν πρὸς κόσμον πεποινημένων ἡ αὐτὴ ἀφθονία συνεχωρεῖτο, διὸ πλεονεξίαν οἱ μεταλλεύοντες τοῦ μὲν εὐχρήστου πρὸς γεωργίαν οἰκοδομήν τε καὶ ναῶν παρασκευήν, οἶον σιδήρου καὶ χαλκοῦ, καταφρονήσαντες τῆς συναθροίσεως αὐτῶν κατημέλουν, τῶν πρὸς τρυφὴν δὲ καὶ ἄρχηστον τε καὶ ἀργύρου εὕρεσιν καὶ μείζονος καμάτου τῶν ἄλλων ἁπάντων μετάλλων φασὶν εἶναι, ὅπως τῷ σφοδρῷ τῆς ἐπιθυμίας τὸ τοῦ καμάτου σφοδρὸν ἀντιτάσσηται.

  62. 8.3.1

    πόσα δ’ ἄλλα τῆς θείας προνοίας ἔργα ἔστι καταριθμήσασθαι ἐπὶ πᾶσιν, οἷς ἀφθόνως ἡμῖν ἐδωρήσατο, τὸν τῶν ἀνθρώπων βίον πρὸς σωφροσύνην τε καὶ τὰς ἄλλας πάσας ἀρετὰς προτεπομένης διαρρήδην, ἀπαγούσης δ’ ἀπὸ τῆς ἀκαίρου πλεονεξίας. ὧν πάντων ἐξιχνεύειν τὸν λόγον μεῖζον ἔργον ἐστὶν ἢ κατὰ ἄνθρωπον. πῶς γὰρ ἂν τῆς κατὰ ἀκρίβειαν ἀληθείας ἐφίκοιτο ἡ φθαρτοῦ τε καὶ ἀσθενοῦς ζώου διάνοια; πῶς ἂν τὴν ἐξ ἀρχῆς εἰλικρινῆ τοῦ θεοῦ βούλησιν κατανοήσειεν;

  63. 9.1.1

    Διὸ χρὴ τοῖς δυνατοῖς ἐγχειρεῖν καὶ τοῖς κατὰ τὴν ἡμετέραν φύσιν. τὸ γάρ τοι πιθανὸν τῶν ἐν τοῖς διαλόγοις γινομένων ζητήσεων ἀπάγει τὸ πλεῖστον ἡμῶν ἀπὸ τῆς τῶν ὄντων ἀληθείας, ὃ δὴ καὶ πολλοῖς τῶν φιλοσόφων συμβέβηκεν ἀδολεσχοῦσι περὶ τοὺς λόφους καὶ τὴν τῆς φύσεως τῶν ὄντων ἐξέτασιν. ὁσάκις γὰρ ἄν τὸ μέγεθος τῶν πραγμάτων τῆς ἐξετάσεως αὐτῶν ἐπικρατήσῃ, διαστρόφοις τισὶ μεθόδοις τὸ ἀληθὲς ἀποκρύπτονται· συμβαίνει δὴ αὐτοῖς ἐναντία δοξάζειν καὶ μάχεσθαι τοῖς ἀλλήλων δόγμασι, καὶ ταῦτα σοφοῖς εἶναι προσποιουμένοις.

  64. 9.2.1

    ὄθεν στάσεις τε δήμων καὶ δυναστευόντων χαλεπαὶ κρίσεις οἰομένων τὸ πατρὼον ἐθος διαφθείρεσθαι· καὶ αὐτῶν ἐκείνων ὄλεθρος πολλάκις ἐπηκολούθησε. Σωκράτης γὰρ ὑπὸ διαλεκτικῆς ἐπαρθεὶς καὶ τοὺς χείρονας λόφους βελτίους ποιῶν, καὶ παίζων παρ’ ἔκαστα περὶ τοὺς ἀντιλογικοὺς λόγους, ὑπὸ τῆς τῶν ὁμοφύλων τε καὶ πολιτῶν βασκανίας ἀνῄρηται. οὐ μὴν ἀλλὰ καὶ Πυθαγόρας σωφροσύνην ἀσκεῖν προσποιούμενος ἐξαιρέτως καὶ σιωπὴν καταψευσάμενος ἑάλω· τὰ γὰρ ὑπὸ τῶν προφητῶν πάλαι ποτὲ προλεχθέντα, ἐπιδημήσας τῇ Αἰγύπτῳ, ὡς ἴδιαά γε αὐτῷ ὑπὸ θεοῦ ἀναπετασθέντα τοῖς Ἰταλιώταις προηγόρευεν.

  65. 9.3.1

    αὐτός τε ὁ ὑπὲρ πάντας τοὺς ἄλλους ἠπιώτατος Πλάτων, καὶ τὰς διανοίας τῶν ἀνθρώπων πρῶτος ἀπὸ τῶν αἰσθήσεων ἐπὶ τὰ νοητὰ καὶ ἀεὶ ὡσαύτως ἔχοντα ἐθίσας ἀνακύψαι ἀναβλέψαι τ’ἐπὶ τὰ μετάρσια διδάξας, πρῶτον μὲν θεὸν ὑφηγήσατο τὸν ὑπὲρ τὴν οὐσίαν, καλῶς ποιῶν, ὑπέταξε δὲ τούτῳ καὶ δεύτερον, καὶ δύο οὐσίας τῷ ἀριθμῷ διεῖλε, μιᾶς οὔσης τῆς ἀμφοτέρων τελειότητος, τῆς τε οὐσίας τοῦ δευτέρου θεοῦ τὴν ὔπαρξιν ἐχούσης ἐκ τοῦ πρώτου· αὐτὸς γάρ ἐστιν ὁ δημιουργὸς καὶ διοικητὴς τῶν ὄλων δηλονότι ὑπεραναβεβηκώς, ὁ δὲ μετ’ἐκεῖνον ταῖς ἐκείνου προστάξεσιν ὑπουργήσας τὴν αἰτίαν τῆς τῶν πάντων συστάσεως εἰς ἐκεῖνον ἀναπέμπει.

  66. 9.4.1

    εἶς ἄν οὖν εἴη κατὰ τὸν ἀκριβῆ λόγον ὁ τὴν πάντων ἐπιμέλειαν ποιούμενος προνοούμενός τε αὐτῶν θεός λόγῳ κατακοσμήσας τὰ πάντα· ὁ δὲ λόγος αὐτὸς θεὸς ὤν αὐτὸς τυγχάνει καὶ θεοῦ παῖς· ποῖον γὰρ ἄν τις ἄλλο ὄνομα αὐτῷ περιτιθεὶς παρὰ τὴν προσηγορίαν τοῦ παιδὸς οὐκ ἄν τὰ μέγιστα ἐξαμαρτάνοι; ὁ γάρ τοι τῶν πάντων πατὴρ καὶ τοῦ ἰδίου λόγου δικαίως ἄν πατὴρ νομίζοιτ. μίζοιτο.

  67. 9.5.1

    μέχρι μὲν οὖν τούτου Πλάτων σώφρων ἦν· ἐν δὲ τοῖς ἑξῆς εὑρίσκεται διαμαρτάνων τῆς ἀληθείας, πλῆθός τε θεῶν εἰσάγων καὶ ἑκάστοις ἐπιτιθεὶς μορφάς, ὅπερ καὶ παραίτιον ἐγένετο τῆς μείζο- νος πλάνης παρὰ τοῖς ἀλογίστοις τπων ἀνθρώπων, πρὸς πρὸς τὴν πρόνοιαν τοῦ ὑ ψίστου θεοῦ μὴ ἀφορώντων, τὰς δ’ εἰκόνας αὐτῶν ἀνθρωπείοις τε καὶ ἑγτέρων ζώων τύποις μεταμορφουμένας σεβόντων. συμβέβηκε δὲ μεγίστην τινὰ ψεγάλου τ’ ἐπαίνου ἀξίαν φύσιν τε καῖ παιδείαν τοιοῖσδέ τιδι μεμιγμένην πταίσμασιν ἀκαθάρτως τε καὶ μὴ εἰλιχρινῶς ἔχειν.

  68. 9.6.1

    δοχεῖ δέ μοι ὁ αὐτὸς ἐπιλαμβανόμενος ἐαυτοῦ διοροῦν τὸ ἁμάρτημα, ἐν οἶς ανερῶς διαβεβαιοῦται τὸν θεὸν ἡμῖν ἐμπνεῦσαι τὸν ἑαυτοῦ λόγον, τὸ πνεῦμα τοῦ θεοῦ σαφῶς δηλῶν λογικὴν ψθχὴν ὑπάρχειν, διϊστῶν δὲ τὰ πάντα εἰς δύο εἴδη, νοητόν τε καὶ αἰσθητόν, τὸ μὲν . . . . ., τὸ δὲ συγκείμενον ἐκ σώματος ἁρμογῆς καὶ τὸ μὲν νῷ καταληπτόν, τὸ δὲ δόξῃ μετ’ αἰσθήσεως δοξαστόν· Ωστε τὸ μὲν τοῦ ἁγίου πνεύματος μετέχον, ἄτε δὴ ἀσύνθετον καὶ ἄλυτον, αἰώνιόν τε εἶναι καὶ τὴν ἀίδιον ζωὴν λελογχέναι, τὸ δὲ αἰσθητόν, πάντη διαλυόμεενον καθ’ ὅν καὶ συνέστη λόγον, ἄμοιρον εἶναι τῆς ἀιδίου ζωῆς.

  69. 9.7.1

    θαυμαστῶς δὲ καὶ ἐν τοῖς ἐξῆς διδάσκει, τοὺς μὲν εὖ βιώσαντας, ψυχὰς δηλαδὴ τῶν ὁσίων τε καὶ ἀγαθῶν ἀνδρῶν, μετὰ τὴν ἀπὸ τοῦ σώματος ἀναχώρησιν ἐν τοῖς καλλίστοις τοῦ οὐρανοῦ καθιεροῦσθαι. ἀλλὰ καὶ βιωφελῶς· τίς γὰρ οὐκ ἄν πεισθεὶς αὐτῷ καὶ τὴν εὐτυχίαν ταύτην προσδοκήσας, τὸν ἄριστον βίον, δικαιοσύνην καὶ σωφροσύνην, ἀσκήσει, τὴν δὲ κακίαν ἀποστραφήσετα; ἀκολούθως δὲ τούτοις ἐπήνεγκεν τὰς πῶν πονηρῶν ψυκὰς Ἀχέροντός τε καὶ Πυφιφλεγέθοντος ῥεύμασι ναυαγίων τρόπον φερομένας πλανᾶςσθαι.

  70. 10.1.1

    Εἰσὶ μέντοι γέ τινες ἐπὶ τοσοῦτον τὴν διάνοιαν βελαμμένοι, ὥστε ὅταν τούτοις αὐτοῖς ἐντυγχάωνσι, μήτ’ ἐπιστρέφεσθαι μήτε δεδοικέναι, καταφρονεῖν δὲ καὶ ἐγγελᾶν ὡς πεπλασμένων τινῶν μύθων ἀκούοντες· καὶ τὸ μὲν ποικίλον τῆς εὐγλωττίας ἐγκωμιάζουσι, τὸ δὲ στερεὸν τοῦ δόγματος ἀποστρέφονται, μύθοις τε πιστεύουδι ποιητικοῖς, καὶ πᾶσαν μὲν Ἑλλάδα πᾶσαν δὲ βάρβαρον ἐώλοις τε καὶ ψευδέδι φήμαις διαβῶσιν.

  71. 10.2.1

    οἱ γάρ τοι ποιηταὶ παῖδας θεοῦ, ἀνθρώπους, μετὰ τὴν τελευτὴν φασὶ κρίνειν τὰς φυχάς, κρίσεις τε καὶ δικαιωτήρια ὑμνοῦντες καὶ τῶν κατοιχομένων ἐπόπτας ἐφιστάντες, Οἱ δὲ αὐτοὶ ποιηταὶ μάχας δδαιμόνων καὶ πολεμικούς τινας ἐξαγγέλλουσι νόμους, 'ἱμαρμένας τε αὐτῶν διαφημίξουσι, καὶ τοῦς μέν τινας φύσει πιχρούς, τοὺς δὲ τῆς τῶν ἀνθρώπων ἐπιμελείας ἀλλοτρίους, τοῦς δέ τινας δυσχερεῖς ἀποφαίνονται. εἰσάγουσι δὲ καὶ ὁδυρομένους τὰς τῶν ἰδίων παίδων σφαγάς, ὡς μὴ δυνατὸν αὐτοῖς οὐχ ὄτι γ’ ἀλλοτρίοις ἀλλὰ μηδὲ τοῖς φιλτάτοις ἐπαρκεεῖν, ἀνθρωποπαθεῖς τ’ αὐτοῦς εἰσάγουσι, πολέμους καὶ τρώσεισ χαράς τε καὶ τρώσεις χαράς τε καὶ ὁδυρμοὺς ᾄδοντες.

  72. 10.3.1

    καὶ εἰσὶν ἀξιόπιστοι λέγοντες. εἰ γὰρ ἐπιπνοίῳ θείᾳ μετἐρχονται τὴν ποιητικήν, πιστεύειν αὐτοῖς καὶ πείθεσθαι προσήκει περὶ ὦν λέγουσιν ἐνθουσιάζοντες· λέγουσι δὲ παθήματα θεῶν τε καὶ δαιμόνων. τὰ ἄρα παθήματα τούτων πάντως ἀληθείας ἐφῆπται. ἀλλ’ ἐρεῖ τις ἐξεῖναι ποιηταῖς ψεύδεσθαι· θέλγειν γὰρ τὰς τὰρ τὰς τῶν ἀκουόντων ψυχὰς ἴδιον εῑναι ποιητικῆς, τὸ δ’ ἀληθὲς εῖναι, ἡνίκα ἄν τὰ λεγόμενα μὴ ἄλλως ἔχῃ ἤ ὡς λέγεται.

  73. 10.4.1

    ἔστω τοῦτ’ ἴδιον ποιήσεως τὸ τὴν ἀλήθειαν ἄλήθειαν ἔσθ’ ὅτε ἀφαρπάζειν· ἀλλ’ οἱ τὰ ψευδὴ λέγοντες οὐ μάτην ψεύδονται· ἤ γὰρ κέρδους καὶ ὠφελείας χάριν τοῦτο ποιοῦσιν, ἤ καχήν τινα πρᾶξιν συνειδότες ἐαυτοῖς διὰ τὸν ἐφεστηκότα ἐκ τῶν νόμων κίνδυνον ἐπιχαλύπτονται. ἦν γὰρ δυνατόν, οἶμαι, μηδὲν παρὰ τὴν ἀλήθειαν πεερὶ τῆς τῆς χρείττονος φύσεως ἱστροῦτντας φεύδεσθαι μηδὲ δυσσεβεῖν.

  74. 11.1.1

    Οὐκοῦν εἴ τίς ἐστιν ἀνάζιος χρηστοῦ βίου σύνοιδέν τε ἐαυτῷ πλημμελῶς καὶ ἀτάχτως τὸν βίον βεβιωκότι, ἐὰν μετάθηται καὶ πρὸς τὸ θεῖον ἀπίδῃ τῷ τῆς ψυχῆς ὄμματι καθαρθεὶς καὶ ἀλλότριος γενόμενος τῆς πάλαι κακίστης διαίτης θεραπείας τε τυχὼν τῆς ἐκ θεοῦ, εἰς τὸν πάντα αἰῶνα ζήσεται. εὐχαριστεῖν δὲ προσήκει διὰ τοῦτο τῷ ἐκεῖνον τε σύσαντι καὶ σώζοντι πάντας θεῷ. σώζοιντο δ’ ἄν εὐμαρέστερον, εἰ μετὰ καθαρᾶς πίστεως τῆν θεραπείαν τῆς ψυχῆς δέχοιντο καὶ μὴ ἐπαμφοτερίζοιεν, ὤσπερ οἱ ποτὲ μὲν καταπιστεύοντες ἐαυτοῦς τοῖς ἰάμασι ποτὲ δὲ ἀποτρέχοντες, ἀλλὰ καρτερικῶς τε καὶ γενναίως ὑφιστάμενοι τὸ δικαιοσύνης καὶ σωφροσύνης καὶ τῶν λοιπῶν ἄκος. ἡμεῖς γοῦν κατὰ τὸ δυνατὸν ἁμιλλώμεθα τοὺς ἀμυητοῦς τῶν τοιούτων λόγων ἐλπίδος ἀγαθῆς ἐμπλῆσαι, βοηθὸν ἡμῖν πρὸς τὸ ἐπιτήδευμα προσκαλεσάμενοι τὸν θεόν· οὐδὲ γὰρ μέτριον ἔργον τὰς διανοίας τῶν ὑπηκόων ἡμῖν, εἰ μὲν ἀγαθαὶ τυγχάνοιεν οὖσαι, προτρέψασθαι ἐπὶ τὴν θεοδέβειαν εἰ δὲ καχαὶ καὶ ἀγνώμονες, εἰς τοὐναντίον μεταγαγεῖν, ἀντὶ ἀχρήστων χρησίμους ἐπιτελοῦντας. τούτοις γοῦν αὐτοῖς τε χαίρων τοῖς ἐπιτηδεήμασιν ἀγαθοῦ τ’ ἀνδρὸς ἔργον εἶναι νομίζων ὔμνεῖν τὸν σωτῆρα, ἀποπέμπομαι πάνθ’ ἄσα ἡ χείρων τῆς τύχης κατάστασις ἀλόγως ἐπέσχηψεν ἀγνοίας συμπτώματι, μεγίστην σωτηρίαν ἡγησάμενος τὴν μεταμέλειαν· ηὺζάμην δ’ ἄν πάλαι τήνδε μοι τὴν ἀποκάλυψφιν δεδωρῆσθαι, εἴ που μακάριος ὁ ἐκ νέων σθσταιεὶς καὶ τῇ γνώσεει τῶν θείων καὶ τῷς ἀρετῆς κάλλει κατευφρανθείς. καὶ ταῦτα μὲν ἡμῖν μετρίως εἰρήσθω· εἰ γὰρ καὶ μὴ ἀπὸ πρώτης τῆς ἡλικίας μηδ’ ἐκ σπαργάνων, ὡς φασίν, οἱ χρηστοὶ τῶν ἀνθρώπων σοφοὶ γίγνονται, ἀλλ’ ὅμως ἀγαπητόν, εἰ κἄν ἐν τῇ τῆς ἀκμῆς ἡ λικίᾳ τὴν σοφίαν εὐτυχῶσιν.

  75. 11.2.1

    ἡμῖν δὲ παιδεία μὲν ἡ ἐξ ἀνθρώπων οὐδεμία πώποτε συνήρατο, θεοῦ δέ ἐστιν ἄπαντα τὰ δωρή ματα, ἄσα ἐν ἥθεδι καὶ τρόποις εὐδοκιμεῖ παρὰ τοῖς νοῦν ἔχουσιν. ἔχω δὲ καὶ οἶον προβέβλημαι δηλητηρίου παντὸς ἄντικρθς, ὁπόσα τεκταίνεται ὁ πονηρός, οὑ μετρίαν ἀσπίδα τὴντὸς ἄντιχρυς, ὁπόσα τεκταίνεται ὁ πονηρός, οὐ μετρίαν ἀσπίδα τὴν γνῶσιν τῶν ἀρεσκόντων τῷ θθεῷ, ἐξ ἦς τὰ πρὸς τὸν προκείμνον λόγον χρήσιμα ἐκλεχάμενος ὑμνήσω τὸν πατέρα τῶν πάντων.

  76. 11.3.1

    αὐτός τε συναιρόμενος τῇ τῆς καθοσιώσεως σπουδῇ πάριθι, Χριστὲ σῶτερ ἁπάντων, καὶ τὸν περὶ τῆς σῆς ἀρετῆς κατακόσμει λόγον, τὸν τρόπον τῆς σεμνολογίας ὑφηγούμενος. καὶ μηδεὶς προσδοκάτω κομψείᾳ τινὶ κεκαλλωπιδμένων ὀνομάτων τε καὶ ῥημάτων ἀκούσεσθαι· οἶδα γὰρ ἀκριβῶς τὴν ἔκλυτον καὶ πρὸς ἡδονὴν ἀπειργασμένην δημηγορίαν τοῖς εὖ φρονοῦσιν ἀπαρέσκειν, ὅταν οἱ λέγοντες κρότου μᾶλλον ἢ σώφρονος διαλέξεως ἐπιμελῶνται.

  77. 11.4.1

    φασὶ δή τινες ἀνόητοι καὶ δυσσεβεῖς ἄνθρωποι, δικαιωθῆναι τὸν Χριστὸν ἡμῶν καὶ τὸν παραίτιον τοῦ βίου τοῖς ζῶσιν αὐτὸν τοῦ ζῆν ἐστερῆσθαι ... τοὺς ἀσεβεῖν ἅπαξ τολμήσαντας καὶ μήτε δεδιέναι μήτε ἐγκαλύπτεσθαι τὴν ἑαυτῶν πονηρίαν οὐδὲν θαυμαστόν, ἐκεῖνο δὲ πᾶσαν ὑπερβέβηκεν εὐήθειαν τὸ δοκεῖν πεπεικέναι ἑαυτοὺς ὑπ᾽ ἀνθρώπου θεὸν ἄφθαρτον βεβιάσθαι, ἢ τὴν ὠμότητα ἐπικρατῆ γεγενῆσθαι τῆς φιλανθρωπίας, μηδ᾽ ἐννοεῖν ὅτι τὸ μεγαλόψυχον καὶ ἀνεξίκακον οὔθ’ ὑπὸ ὕβρεως διατρέπεται, οὔθ’ ὐπὶ προπηλακισμοῦ τῆς τῆς φυσικηῆς στερότητος ἐξίσταται, ἀλλ’ ἀεὶ . . . γίγνεται τῶν ἐπεμβαι8 νόντων τὴν ἀγριότητα λογισμοῦ τε καὶ μεγαλοψυχ΄’ιας φρονήματι θραύουσα.

  78. 11.5.1

    προῄρητο γὰρ ἡ τοῦ θεοῦ φιλανθρωπία ἀλικίαν μὲν ἐξαλεῖψαι κοσμιότητα δὲ καὶ δίκην ἐπᾶραι· διὸ καὶ τοῦς σοφωτάτους τῶν ἀνδρῶν συναθροίσας, καλλίστην καὶ βιωφελεστάτην διδασκαλίαν συνεστήσατο, ξηλῶσαι τοὺς ἀγαθούς τε καὶ εὐδαίμονας τὴν ἑαυτοῦ περὶ τὰ καοσμικὰ πρόνοιαν· οὖ μεὶζον ἀγαθον τί ἄν τις εἴποι, θεοῦ δικαιοσύνηυν βραβεύοντος καὶ ἐζομοιοῦντος, ἐαυτῷ τοῦς ἀξίους τῆς αὐτοῦ παιδεύσεως, ὅπως διαδοθείσης εἰς πάντας τῆς ἀγαθότητος τὸ εὐτυχεῖν τοῖς ἀνθρώποις εἰς ἄπαντα τὸν αἰῶνα περιγέηνται;

  79. 11.6.1

    αὕτη ἐστὶν ἡ σεμνὴ νίκη, τόδ’ ἀληθὲς κράτος, τόδε μέγιστον ἔργον καὶ ἀρμόζων τῶν συμπάντων δήμων σωφρονισμός. καὶ τούτων μέν πάντων σοι τὰ νικητήρια δίδομεν εὐφημοῦτες, ὦ σῶτερ τῶν ὄλων, σὺ δ’, ὦ πονηρὰ καὶ ἐπονείδιστε βλασφημία, ψεύδεσιν ἐπαιρομένη φήμαις τε καὶ διαβοήσεσιν ἐξαπατᾷσς μὲν νέους, πείθεις δὲ μειράκια καὶ τῶν ἀνδρῶν τοὺς μειρακιώδη τινὰ τρόπον ἔχοντας, ἀπ΄΄αγουσα μὲν αὐτοὺς ἀπὸ τῆς θρησκείας τοῦ ὄντως θεοῦ, συνιστάνουσα δ’ ἀγαλμάτων πλάσματα, οἶς εὔχοιντο καὶ προσκυνοπιεν, ὤστε ἐ\ξαπατηθέντας μένειν τὰ ἐπίχειρα τῆς αὐτῶν ἀναιθησίας.

  80. 11.7.1

    αὐτιπῶνται γὰρ τὸν τῶν ἀυαθῶν παραίτιον πάντων, Χριστόν, θεόν τε καὶ θεοῦ παῖδα. ἆρ’ οὖτος ὁ θεὸς κατ’ ἀξίαν σέβεται, παντοίας μὲν δυνάμεως ἐπείλημένος ππασαν δ’ ἀγαθότητα ὑπερκύπτων, ἐξ οὖ καὶ ὀ ἔπαινος μείζων καὶ τὸ θαῦμα ἐξαίσιον, ὅτι τῷ τῆς δυνάμεως μεγέθει πρὸς τὴν ἐκδικίαν τῆς ὕβρες οὐκ ἀπεχρήσατο, ἀλλὰ τοῖς ἀνθρώποις ἠλίθια φρανοῦσι συνέγνω, ἴδιον ἀνθρώπων τὴν μωρίαν ἡγησάμενος καὶ τὸ ἐξαμαρτεῖν, αὐτὸς δ’ ἐν τῇ οἰκείᾳ προαιρέσει μένων, οὐδοτιου τῆς ἐμφύτου φιλανθρωπίας ἐμείωσεν. ἄπιτε δή, δυσσεβεπις, (ἐρἒῖται γὰρ ὑμῖν διὰ τὴν ἀτιμώρητον ἁμαρτίαν) ἐπὶ τὰς τῶν ἱερείων σφαγὰς θοίνας τε καὶ ἐορτὰς καὶ μέθας, προσποιούμενοι μὲν θρησκείαν ἐπιτηδεύοντες δὲ ἠδονὰς καὶ ἀκολασίας, καὶ θυσίας μὲν ἐπιτελεῖν σκητόμενοι ταῖς δ’ ἐαυτῶν ἡδοναῖς δουλεύοντες. οὐ γὰρ ἴστε ἀγαθὸν οὐδὲν οὐδὲ τὸ πρῶτον τοῦ μεγάλου θεοῦ πρόσταγμα, διατάσσοντός τε τῷ τῶν ἀνθρώπων γένει καὶ ἐεπισκήπτοντος τῷ παιδὶ τὸν τούτων διακυβερνᾶν βίον, ὅπως οἱ δεξιῶς καὶ σωφρόνως βιώσαντες κατὰ τὴν τοῦ παιδὸς κρίσιν εεύτερον βίον μακάριόν τε καὶ εὐδαίμονα λαγχάνωσιν.

  81. 11.8.1

    ἐγὼ μὲν οὖν τὸ τοῦ θεοὺ δόγμα περὶ πῦς τῶν ἀνθρώπων βίώσεως διεξῆλθον, οὐ μὴν ἀγνοῦ, καθάπερ οἱ πολλού, οὐδὲ ἐξ εἰκασίας παιδός, ποία δὲ γέμεσος. εἴπερ εἶς μόνος ὤν θεὸς τυγχάνει, πάσης δὲ μίξεως οὖτός ἐστιν ἀλλότριος; ἀλλὰ τὴν γένεσιν διπλῆν τινα τινα νοεῖσθαι χρή, τὴν ἐξ ἀποχυήσεως τὴν συνεγνωσμένην ταύτην, ταύτην, ἐπέραν δὲ τὴν ἐζὰ ἀιδίου αἰτίας, ἦς τὸν λόγον θεοῦ προνοἴᾳ θεᾶται καὶ ἀνδρῶν ὅς ἐκείνῳ φίλος ὑπάρχει· σοφὸς γάρ τις τὴν αἰτίαν τῆς τῶν τῶν ὄλων διακοσμήσεως εἴσεται. ὅτος τοίνυν ἀναιτόυ μηδενός, προϋπάρχειν τῶν ὄντων τὴν αἰτίαν αὐτῶν ἀνάγκη. ὄντος ἄρα κόσμου καὶ τῶν ἐν αὐτῷ οὔσης τε αὐτῶν σωπηρίας, τὸν σωτῆρα τῶν πάντων προυπάρχειν ἀνάγκη· ὡς εἶναι τὸν μὲν Χριστὸν τὴν τῆς σωτηρίας αἰτίαν, τὴν δὲ σωτηρίαν τῶν ὄντων τὸ αἰτιατόν, καθάπερ αἰτία μὲν υἱοῦ ὁ πατήρ, αἰτιατὸν δ’ ὁ υἰός.

  82. 11.9.1

    καὶ τὸ μὲν προϋπάρχειν αὐτὸν ἱκανῶς οἶμαι δεδήλωται. πῶς δ’ εἰς ἀνθρώπους καὶ γῆν κατῆλθεν; ἡ μὲν προαίρεσις τῆς καθόδου, καθὼς οἱ προφῆται προεθέσπισάν, κηδεμονία τῶν ὅλων ἐστίν· ἀνάγκη γὰρ τὸν δημιουργὸν τῶν ἔργν αὐτοῦ κήδεσθαι. ἐπεὶ δὲ δὴ σώματικοσμικῷ πλησιάζειν ἔν τε γῇ χρονίζειν ἔμελλεν, τῆς χρείας τοῦτο ἀπαιτούσης νόξην τινὰ γένεσιν ἑαυτοῦ ἐμηχανήσατο· χωρὶς γάρ τοι γάμου σύλληψις, καὶ ἁγνῆς παρθενίας εἰλείθυια καὶ θεοῦ μήτηρ κόρη, καὶ αἰωνίου φύσεως ἀρχὴ χρόνιος καὶ νοητῆν καὶ τὰ λοιπὰ τοῦ φάσματος· αἰγλήεσσα περιστερὰ ἐκ τῆς Νῶε λάρνακος ἀποπταμένη ἐπὶ τοῦς τῆς παρθένου κόλπους κατῆρεν.

  83. 11.10.1

    ἀκόλουθα δὲ καὶ τὰ μετὰ τὸν ἀναφῆ πάσης τε ἁγνείας καθαρώτερον καὶ αὐτῆς ἐγκρατείας κρείσσονα ὑμέναιον, ἡ ἐκ σπαργάνων σοφία τοῦ θεοῦ, ἐντρεπόμενός τε αὐτὸν μετὰ αἰδοῦς ὁ τῶν λουτρῶν πάροχος Ἰορδάνης,

  84. 11.11.1

    πρὸς τούτῶ τε βασιλικὸν χρίσμα ὁμόψυχον τῆς πάντων συνέσεως, παιδεία δὲ καὶ δύναμις παράδοζα κατορθοῦσα καὶ τὰ ἀνίατα ἰωμέην, καὶ εὐχῶν ἀνθρωπίνων ταχεῖα καὶ ἀνεμπόδιστος βεβαίωσις, καὶ ὅλως ὁ σύμπας ὐπὲρ ἀνθρώπων βίος, διδασκαλία τε οὐ φρόνησιν ἀλλὰ σοφίαν διδάσχουσα, τῶν φοιτητῶν οὐ τὰς πολιτικὰς λεγομέενας ἀρετὰς μανθανόντων ἀλλὰ τὰς εἰς τὸν νοητὸν κόσμον ἀτραποῦς ἀγούσας, τήν τε τοῦ ἀεὶ κατὰ τὰ αὐτὰ ἔχοντος γένους ἐποπτείαν πονούντων καὶ τὴν τοῦ μεγίστου πατρὸς ἔννοιαν ἀσκουμένων.

  85. 11.12.1

    τὰ γέ τοι τῶν εὐεργετημάτων οὐ μέτρια· ἀντὶ μὲν τῆς πηρώσεως ὅρασις, ἀντὶ δὲ παρέσεως εὐεζία, ἀντὶ δὲ θανάτου πάλιν εἰς τὸ ζῆν ἀποχατάστασις. παρίημι γὰρ ἄφθονον τῶν ἀναγκαίων παρασκευὴν ἐν ἐρημίᾳ καὶ ἐν ὀλίγοις ἐδέσμασι παντοδαπὴν μεγάλοις πλήθεσι πολλοῦ χρόνου περιουσίαν.

  86. 11.13.1

    ταύτην σοι τὴν εὐχαριστίαν κατὰ τὸ δυνατὸν ἀποδίδομεν, Χριστὲ ὁ θεὸς καὶ σωτήρ, μεγάλου πατρὸς μεγίστη πρόνοια, σώζοντί τ’ ἐκ τῶν κακῶν καὶ τὴν μαχαριωτάτην διδασκαλίαν διδάσχοντι. οὐ γὰρ ἐγκωμιάζων ταῦτ’ ἀλλ’ εὐχαμὲν ριστῶν λέγω.

  87. 11.14.1

    τίς γὰρ ἄν δε κατ’ἀξίαν ὑμνήσειεν ἄνθρωπος; δὲ μὲν γὰρ λόγος ἐζοὐκ ὄντων τὰ ὄντα γεννῆσαι, σὲ δὲ γῶς αὐτοῖς ἀνάψαι καὶ τὴν ἄταχτον τῶν στοιχείων σύγχυσιν κατακοσμῆσαι τάξει καὶ μέετρῳ. τὸ δὲ τὴς φιλανθρωπίας ἐξαίρετον ἐν τῷ τοὺς εὖ πεφυκότας τῶν ἀνθρώπων θείου καὶ μακαρίου ζηλωτὰς ποιῆσαι βίου, κατανοεῖν θ’ ὅπως τῶν ὄντως ἀγαθῶν ἔμποροι γεγενημένοι πλείοσι τῆς ἐαυτῶν σοφίας τε καὶ συντυχίας μεταδιδοῖεν αὐτοί τ’ ἀρετῆς καρπὸν αἰώνιον κομίζοιντο, ἀπηλλαγμένοι μὲν ἄκολασίας μετέχοντες δὲ φιλανθρωπίας, οἶκτον μὲν πρὸ ὀφθαλμῶν ἔχοντες πίστεως δὲ προασπίζοντες, αἰδὼ δὲ καὶ παντοίαν ἀρετὴν ἀσπαζόμενοι, ἥν ὁ πρὸ τοῦ βίος ἀνθρωπίνων ἠθῶν ἐκβεβλήκει, ἥτις ποτε γέγονεν αἰτία μάλλον δὲ ἀνάγκη σωτῆρι καθόδου τὴν ὑπὲρ πάντων ποιουμένῳ πρόνοιαν· οὐδεὶς γὰρ ἄν τῶν τοσούτων κακῶν καὶ τῆς ἐπικρατησάσης κατ’ ἐκεῖνον τὸν βίον ἀδικίας ἰδικίας ἰατρὸς ἀξιόχρεως εὑρέθη.

  88. 11.15.1

    ἡ γοῦν πρόνοια μέχρι τῶν τῇδε διήκουσα πάνθ’ ὅσα ὑφ’ ὕβρεως καὶ ἀκο- λαςίας ἀκόσμητα ἦν κατεκόσμησε ῥᾷστα. καὶ οὐδὲ τοῦτο ἀποκρύφως. ᾔδει γὰρ τοῦς μὲν τῶν ἀνθρώπων φρονήσει καὶ ωῷ τὴν ἐαυτοῦ δύναμιν θεωροῦντας, τοὺς δὲ ἅτε τοῖς ἀλόγοις τῶν ζώων ἀπεικασ- μένους τὴν φύσιν μάλλον ταῖς αἰσθήσεσιν ἐπιβάλλοντας· διὸ φανερῶς, ἵνα μηδεὶς ἀμφιβάλλοι μὴ σπουδαῖος μὴ ξαῦλος, τὴν εὐδαίμονα καὶ θαυμαστὴν θεραπείαν ὑπ’ ὄψιν ἦηεν, τοῖς μὲν παυσαμένοις τοῦ βίου ἀποκαθιστὰς τὸ ζῆν ἐκ δευτέρου, τοὺς δὲ ἐστερημένους τῶν αἰσθή- σεων ὑγιῶς κελεύων πάλιν αἰσθάνεσθαι. στηρίξαι δὲ θάλασσαν καὶ νηνεμίαν ἐκ χειμῶνος ἐπιτάζαι, καὶ τέλος θαυμαστοῖς ἔργοις ἐπιχει- ρήσαντα καὶ ἐξ ἀπιστίας τοῦς ἀνθρώπους εἰς πίστιν ἰσχυρὰν προσκα- λεςάμενον εἰς οὐρανὸν ἀναπτῆναι, τίνος ἄλλου πλὴν τοῦ θεοῦ τῆς τε ἐξοχωτάτης δυνάμεως ἔργον τοῦτο;

  89. 11.16.1

    οὐ μὴν οὐδὲ ὁ προσεχὴς τοῦ παθήματος καιρὸς τῶν θαυμαστῶν ἐκείνων θεαμάτων ἀλλότ ριος ἦν, ἡνίκα νύκτες ἡμερινὸν φῶς ἐπικαλύπτουσαι τὸν ἥλιον ἠξάνιζον· κατειλήξει γὰρ δέος τοὺς πανταχοῦ δήμους τὴν τῶν ἁπάντων πραγ- μάτων συντέλειαν ἥκειν, καὶ χάος αὖθις οἶον τὸ πρὸ τῆς τοῦ κόσ- μου διατάξεως ἐπικρατήσειν. ἐζητεῖτο δὲ καὶ τὸ αἴτιον τοῦ τηλικού- του κακοῦ, καὶ εἴ τι πλημμελὲς ὑπὸ τῶν ἀνθρώπων εἰς τὸ θεῖον γένοιτο, ἕως ὅτε ἡπίῳ μεγαλοψυχίᾳ τῆς τῶν ἀσεβῶν ὕβρεως ὑπερφρο- νήσας ἀποκαθίστησι τὸν οὐρανὸν σύμπαντα τῇ τῶν ἄστρων κα- τακοσμῶν χορείᾳ. τοιγάρτοι ποςῶς καὶ ἡ τοῦ κόσμου πρόσοψις σκυ- θρωπῶσα εἰς, τὴν οἰκείαν αὖθις ἀποκαθίστατο ξαισρότητα.

  90. 12.1.1

    Ἀλλ’ ἐρεῖ τις, ᾦ φίλον ἐστὶ βλασφημεῖν, θεὸν ὄντα δε- δυνῆσθαι κρείσσονα καὶ ἠπιωτέραν τὴν προαίρεσιν τῶν ἀνθρώ- πων ἀπεργάσασθαι. τίς οὖν κρείσσων μέθοδος ποία δ’ ἐπιχείρησις ἀνυτικωτέρα πρὸς τὸ τοῦς κακοὺς σωφρονισθῆναι τῆς ἑαυτοῦ προσρήσεως; οὐκ αὐτὸς παρὼν καὶ ὁρώμενος ἐσίδασκε τὸν κόσμιον βίον; εἰ οὖν ἡ τοῦ θεοῦ παραγγελία παρόντος οὐδὲν ἤνυσεν, τί ἂν ἀπόντος καὶ μὴ ἀκουομένου ὠφέλησεν;

  91. 12.2.1

    τί οὖν ἐγένετο ἐμπόδιον τῆς μακαριωτάτης διδασκαλίας; ἡ τῶν ἀνθρώπων σκαιότης· ὅταν γὰρ τὰ καλῶς τε καὶ προσηκόντως παραγγελλόμενα πρὸς ὀργὴν λαμβάνω- μεν, τηνικάδε τὸ νῆφον τῆς διανοίας ἀμαυροῦται. τί δὲ ὅτι προσφιλὲς ἦν ἐκείνοις ἀμελεῖν τῶν προστάζεων καὶ ἀνορέκτους παρέχειν τὰς ἀκοὰς τῷ τεθέντι νόμῳ; εἰ γὰρ μὴ κατημέλουν, ἔσχον ἂν ἄξια τὰ ἐπίχειρα τῆς ἀκροάσεως οὐ μόνον εἰς τὸ παραχρῆμα ἀλλ’ εἰς τὸν μετέπειτα βίον, ὅς ἐστιν ὠς ἀληθῶς βίος· ὁ γάρ τοι μεσθὸς τοῦ τῷ θεῷ πείθεσθαι ὁ ἄξθαρτος καὶ ἀίδιος βίος, οὖ δυνατὸν ἀντιποιεῖσθαι τοῖς εἰδόσι τὸν θεὸν καὶ τοῖς τὸν ἑαυτῶν βίον ζηλωτὸν παρεχομέ- νοις καὶ οἶον παράδειγμα αἰώνιον τοῖς πρὸς ἅμιλλαν ζῆν προῃρη- μένοις.

  92. 12.3.1

    διὰ τοῦτο οὖν ἡ διδασκαλία παρεδόθη τοῖς σοξοῖς, ἵν’ ὅπερ ἂν ἐκεῖνοι παραγγέλλωσι, τοῦτο μετ’ ἐπιμελείας ὑπὸ τῶν ὑπηκόων παραφυλάσσηται καθαρᾷ ψυχῇ ἀληθήσ τε ᾖ καὶ βεβαία ἡ φυλακὴ τῆς κελεύσεως τοῦ θεοῦ. ἐκ γάρ τοι αὐτῆς καὶ τὸ πρὸς τὸν θάνατον ἀδεὲς ὐπὸ καθαρᾶς πίστεως καὶ εἰλικρινοῦς περὶ τὸν θεὸν καθοσιώσεως φύεται, ἀνθίσταται δὲ ζάλαις κοσμικαῖς, ἀνανταγωνίστῳ θείας ἀρετῆς… πεφραγμένη πρὸς τὸ μαρτύριον· νικήσασα γοῦν ὑπὸ μεγαλοψυχίας τοὺς μεγίστους φόβους ἀξιοῦται στεφάνου παρ’ ἀὐτοῦ, ᾦ γενναίως ἐμαρτύρησε.

  93. 12.4.1

    καὶ οὐδὲν σεμνύνεται· ἐπέσταται γὰρ οἶμαι καὶ τοῦτο θεόθεν δεδόσθαι πρὸς τὸ ὑποστῆναι καὶ πληρῶσαι προθύμως τὰ θεῖα προστάγματα. διαδέχεται δὴ τόνδε τὸν βίον μνήμη διαρκὴς καὶ αἰώ- νιος δόξα μάλα εἰκότως, εἴπερ ὅ τε βίος σώφρων τοῦ μάρτυρος καὶ τῶν παραγγελμάτων μνήμων, ἥ τε τελευτὴ πλήρης εὑρίσκεται μεγαλοψυδίας τε καὶ εὐγενείας. ὕμνοι δὴ μετὰ ταῦτα καὶ ψαλτήρια καὶ εὐφημίαι καὶ πρὸς τὸν πάντων ἐπόπτην ἔπαινος.

  94. 12.5.1

    καὶ τοιαύτη τις εὐχαριστίας θθςία τοῖς ἀνδράσιν ἀποτελείται, ἁγνὴ μὲν αἵματος ἁγνὴ δὲ πάσης βίας, οὐδὲ μὴν ὀσμὴ λιβάνων ἐπιποθεῖται οὐδὲ πυρκαϊά, καθαρὸν δὲ φῶς ὅσον ἐξαρκέσαι τοῖς εὐχομένοις πρὸς ἔκλαμψιν, σωφρονέστατα δὲ πολλῶν καὶ τὰ συμπόσια πρὸς ἔλεον καὶ ἀνάκτησιν τῶν δεομένων ποιούμενα καὶ πρὸς βοήθειαν τῶν ἐκπεςόντων. ἅπερ ἄν τις φορτικὰ εἶναι νομίζῃ, οὐ κατὰ τὴν θείαν καὶ μακαρίαν διδασκαλίαν φρονεῖ.

  95. 13.1.1

    Ἤδη δέ τινες καὶ ἐν τῷ μέμφεσθαι τὸν θεὸν νεανιεύον- ται. τί δή ποτε βουληθεὶς οὐ μίαν καὶ τὴν αὐτὴν τῶν ὄντων φύσιν ἐτεκτήνατο, ἀλλὰ διάξορα καὶ τὰ πλεῖστα ἐναντία τὴν φύσιν ἐκέ- λευσεν ἀπογεννᾶν; ὅθεν καὶ ἡ διαφορὰ τῶν ἡμετέρων ἠθῶν τε καὶ προαιρέσεων. ἦν γὰρ ἴσως ἄμεινον, καὶ πρὸς τὸ πειθαρχεῖν τοῖς κελεύσμασι τοῦ θεοῦ καὶ πρὸς τὴν ἀκριβῆ κατάληψιν αὐτοῦ καὶ πρὸς τὸ βεβαιοῦσθαι τὴν καθ’ ἑκάστου πίστιν, ὁμοτρόπους εἶναι πάντας ἀνθρώπους. δυνατὴ δὲ καὶ ἡ πρᾶξις ἅτε δὴ θεοῦ. οἱ ταῦτα λέηον- τες ἐοίκασι μέμφεσθαι τῇ διακοσμήσει τῶν ὅλων καὶ τήν τε νυκ- τερινὴν διαδοχὴν μὴ προσδέχεσθαι, βούλεσθαι δὲ ἀεὶ τὸ ἡμερινὸν φῶς διαρκεῖν, καὶ ταῦτα τῆς ἀναπαύσεως οὔσης ἀναγκαίας, ἀγανακ- τεῖν τε πρὸς τοῦς ὠκεανοῦ καὶ γῆς ὅρους, μέμφεσθαί τε τὴν γῆν τοσαῦτα πρὸς χρῆσιν τῶν ἐπιγείων δωρουμένην, ἀλλὰ καὶ τὴν θάλασσαν ἀἰτιᾶσθαι παντοδαπὴν τοῖς πλέουσι παρεχομένην πο- ρείαν, καὶ καθάπαξ πάντας μιᾶς μορξῆς ἀξιοῦν εἶναι, ὕλας δὲ καὶ ὄρη τὸ συνόλον μηδ’ ἀξιοῦν ξαίνεσθαι, καὶ ὅλως πάντα τὰ διάφορα τῆς φύσεως ἀποτελέσματα σὺν ταῖς προσηγορίαις αὐτῶν ἀναιρεῖν. καὶ ταῦτα μὲν φανερῶς ἕωλα, τὸ δὲ τοῦς ἀνθρώπους πάντας ὁμοιο- τρόπους εἶναι ἀξιοῦν, κομιδῇ γελοῖον, μηδὲ ἐννοεῖν, ὅτι οὐχ ἥπερ ἡ τοῦ κόσμου διάταξις αὕτη καὶ τῶν κοσμικῶν, οὐδὲ τὰ ξυσικὰ τοῖς ἠθικοῖς ὁμοούσια, οὐδὲ τὰ τοῦ σώματος παθήματα τοῖς τῆς ψυχῆς πάθεσι τὰ αὐτά; τὸν μὲν γὰρ σύμπαντα κόσμον ἐκ δια- φόρων στοιχείων ὁ θεὸς ἐτεκτήνατο. διαφορῶν γὰρ οὐσῶν τῶν σωματικῶν δυνάμεων διάξορα καὶ παντοδαπὰ πρὸς τὴν χρῆσιν τοῦ κόσμου ἐπορίζετο ἐξ ἀνάγκης, εἴπερ πολλὰ καὶ ἀναρίθμητα τῇ φύσει, . . . πολλὰ δ’ ὑπὸ θαλάσσης καὶ ἀέρος συντελεῖται. τὸν δὲ ἄνθρω- πον λογικὸν ἐποίησεν ζῶον γνῶσιν τ’ αὐτῷ κακῶν καὶ ἀγαθῶν ἐδωρήσατο, ὅπως τὰ μὲν φύγοι τὰ δὲ μεταδιώκοι, δούς τ’ αὐτῷ τοιαύτης τινὸς σοφίας ἐπιτηδειότητα αὐτεξούσιον αὐτὸν εἴασεν καὶ τὴν κρίσιν τῆς διατυπώσεως ἐπέτρεψεν τοῦ καθ’ αὐτὸν βίου, καὶ ταπυτα ἔξ ἴσης ππασιν ἀνθρώποις. πόθεν οὖν τὸ διάξορον τῶν τρό- πων; ὅταν οἶμαι τοῦ δωρηθέντος ἡμῖν ὑπὸ τῆς προνοίας ἀγαθοῦ καταμελῶμεν, θυμῷ δὲ εἴξαντες ἢ ἐπιθυμίᾳ ἀντὶ τῶν βελτιόνων τὰ χείρονα αἰρώμεθα. ἐρεθίζει γὰρ οὐ μικρῶς ὁ θυμός, βιάζεται δὲ καὶ ἡ ἐπιθυμία, καὶ τοὺς ἄφρονας ἐκτραχηλιάζουσιν, ὅταν τοῦ λόγου περιγένωνται. ἐπικρατήσαντος δ’ ἐκείνου πᾶς ὁ βίος μέτριος ἐπαίνου τε ἄξιος. συγκροτεῖται δ’ οὖν, ἡνίκα δίκην ἀγαθοῦ τινος ἡνιόχου σπάσῃ τὰς ἡνίας τῆς ἀτάκτου καὶ μανιώδους συνωρίδος, ἐνθένδε ἡ πίστις, καὶ ἡ πρὸς τὸν θεὸν εὐσέβεια δικαιοςύνη τε καὶ σωφροςύνη καὶ παντοίας ἀρετῆς εὐδαιμονία συνέστη. ταῦτα δὴ καὶ τὰ τοιαῦτα τὰ τῶν ψυχῶν κατορθώματα ἄγει πρὸς τὸν ὅσιον δικαστὴν αὐτὰς οὐ κριθησομένας οὐδ’ ἐπὶ τὸν τῶν ἁμαρτημάτων ἔλεγχον ἀχθησομένας ἀλλ’ ἐπὶ τὰς τιμάς, ἃς αὐτὸς ταῖς ἄριστα βεβιωκυίαις προϋπέσχετο. τὰς δ’ ἀκαθάρτους καὶ σωματικῶν ἡδονῶν ἐμφορηθείσας ὠθεῖ βίᾳ ὀδυρομένας ἐπὶ τὴν προςήκουσαν δίκην ἡ πιμωρία ἐπὶ τέλος ἄγουσα καὶ ἐκδικάζουσα τὴν δικαίαν τοῦ θεοῦ ἀπόφασιν. ἔνθα μένει μὲν αὐτὰς ἀσβεστόν τι καὶ ἀκατάπαυστον πῦρ, μένει δὲ ἀπόκρημνόν τε καὶ κατηρεφὲς βάραθρον. ἀσεβὲς δὲ καὶ τὸ ἐνθύμημα τῶν πρὸς τὴν διαφορὰν τῶν ὄντων ἀπεχθανομένων, μίαν τε κανῖ τὴν αὐτὴν ἀφίαν πάντων χρημάτων εἶναι θελόντων. ἄλικον ἄρα τοῖς δυσσεβέσιν εἶναι δοκεῖ τὰ τίμια τῶν ὑποδεεστέρων προτιμᾶσθαι καὶ τὴν ἀθάνατον φύσιν πλεονεκτεῖν τῶν φθαρτῶν καὶ ἐπιγείων ζώων μακαριότητι, ὅσῳ σεμνοτέρα τε καὶ θειοτέρα τυγχάνει οὖσα. καὶ τῆς θείας ἀγαθό- τητος οὐκ ἄμοιρον τὸ τῶν ἀνθώπων γένος, ἀλλ’ οὐκ ἁπλῶς πάν- των οὐδ’ὡς ἔτυχε, μόνων δὲ τῶν τὴν θείαν φύσιν ἐξιχνευςάντων καὶ τὸ προηγούμενον ἐπιτήδευμα τοῦ βίου προελομένων, τὴν τῶν θείων ἐπίγνωσιν.

  96. 14.1.1

    Τά γε μὴν ἐκ γενεᾶς τοῖς ἀιδίοις συγκρίνειν μανία ἐστὶν ὡς ἀληθῶς ἡ τελεωτάτη. τῶν μὲν γὰρ οὔτε ἀρχὴ οὔτε τέλος, τὰ θ’, ἅτε φύντα καὶ γενόμενα καὶ τὴν ἀρχὴν τοῦ τε εἶναι καὶ ζῆν ἐν χρόνῳ τινὶ λαβόντα, ἀκολούθως καὶ τελευτὴν ἐξ ἀνάγκης ἔχει· τὰ δὲ γενόμενα τῷ κελεύσαντι γεννηθῆναι αὐτὰ πῶς ἂν ἐξιςάζοιτο; εἰ γὰρ ὅμοια ταῦτα ἐκείνῳ, οὐδὲ πρόσταξις τοῦ γεννᾶσθαι προσ- ηκόντως ἂν ἐκείνου νομίζοιτο. ἀλλ’ ἐκείνῳ μὲν οὐδ’ ἂν τὰ οὐρά- νια συγκριθείη, ὥσπερ οὐδ’ ὁ αἰσθητὸς κόσμος τῷ νοητῷ οὐδ’ αἱ εἰκόνες τοῖς παραδείγμασιν.

  97. 14.2.1

    ἡ δὲ σύγχυσις τῶν πάντων πῶς οὐ γελοῖον, ἀποκρυπτομένης τῆς τοῦ θείου τιμιότητος τῇ πρὸς τοὺς ἀνθρώπους καὶ τά γε θηρία συγκρίσει; ἔφεσις δὲ δυναστείας ἀντιρρό- που θεοῦ δυναστείᾳ πῶς οὐ μαινομένων ἐστὶν ἀνθρώπων ἀπεστραμ- μένων τε τὸν σώφρονα καὶ ἐνάρετον βίον; εἰ γὰρ ὅλως τῆς θείας εὐτυχίας ἀντιποιούμεθα, χρὴ τὸν βίον διάγειν κατὰ τὴν τοῦ θεοῦ κέλευσιν. οὕτω γὰρ ἐν μοναῖς ἀθανάτοις καὶ ἀγήροσι κρείσσους πάσης εἱμαρμένης διάζομεν τὸν βίον, κατὰ τὸν ὑπὸ θεοῦ νόμον ὁρισθέντα βιύσαντες.

  98. 14.3.1

    μόνη γὰρ ἀντίρροπος θεοῦ δυνάμεως ἀνθρω- πίνη δύναμις ἡ εἰλικρινὴς καὶ ἄδολος πρὸς τὸν θεὸν λατρεία καὶ ἡ εἰς αὐτὸν ἐπιστροφή, θεωρία τε καὶ μάθησις τῶν ἀρεσκόντων τῷ κρείττονι, καὶ τὸ μὴ εἰς γῆν νενευκέναι ἀλλ’, ὅση. δύναμις, τὴν διά- νοιαν ἐπὶ τὰ ἄρθιά τε καὶ ὑψηλὰ ἀναβιβάζειν· ἐκ γάρ τοι τῆς ἐπιτη- δεύσεως ταύτης τὸ νικᾶν ἀντὶ πολλῶν ἀγαθῶν, φηςί, περιγίγνεται. ἡ τοίνυν αἰτία τῆς τῶν ὄντων διαφορᾶς κατά τε τὴν ἀξίαν καὶ ἐν τῇ τοῦ δύνασθαι παραλλαγῇ τοῦτον ἔχει τὸν λόγον, ᾦ πείθονται μὲν οἱ εὖ φρονοῦντες καὶ εὐχαριστοῦσιν ἐξαιςίως, οἱ δ’ ἀχαριστοῦντες ἠλίθιοι τὴν ἀξίαν τῆς ὑπερηφανίας κομίζονται τιμωρίαν.

  99. 15.1.1

    Kαὶ μὴν ὁ τοῦ θεοῦ παρακαλεῖ παῖς πρὸς τὴν ἀρετὴν ἄπαντας, διδάσκαλον ἑαυτὸν τοῖς εὖ φρονοῦσιν τῶν τοῦ πατρὸς παραγγελμάτων καθιστάς· εἰ μὴ ἄρα λανθάνομεν ἑαυτοὺς κακῶς ἀγνοοῦντες, ὅτι διὰ τὸ ἡμῖν συμφέφον τουτέστιν διὰ τὴν τῶν ἀνθρώ- πων μακαριότητα τὴν ηῆν περιενόστησε, καὶ καλέσας ὡς ἑαυτὸν τοὺς ἀρίστους τῶν τηνικαὐτα βιωφελῆ παιδείαν ἐπαίδευσε, σώφρονος τοῦ ἐκ τῆς ἀντικειμένης φύσεως φθόνου, ᾦ δελεάζειν καὶ ἐξαπατᾶν τοὺς ἀπείρους προσφιλές.

  100. 15.2.1

    τοιγαροῦν νοσοῦντας μὲν ἐπεσκέπτετο, ἀρρύστους δὲ τῶν περιεχόντων κακῶν ἐκούφιζε, παρεμυθεῖτο δὲ καὶ τοὺς εἰς τοὔσχατον πενίας τε καὶ ἀπορίας προβεβηκότας, ἐπῄνει δὲ τὸ μετὰ λόηου τῆς φρονήσεως μέτριον, φέρειν τε γενναίως καὶ ἀνεξεκάκως παντοίαν μὲν ὕβριν παντοίαν δὲ καταφρόνησιν προςέ- ταξε, διδάσκων ἐπίσκεψίν τινα τοῦ πατρὸς εἶναι τοιαύτην, ὥστε ἀεὶ νικᾶν τοὺς μεγαλοψύχως φέροντας τὰ προσπίπτοντα. ταύτην γὰρ ὑπερφυῶς ἐξοχωτάτην ἰσχὺν εἶναι διεβεβαιοῦτο, στερρότητα διανοίας μετὰ φιλοσοφίας, ἥτις ἐστὶ τοῦ ἀληθοῦς καὶ τοῦ ἀγαθοῦ γνῶσις, ἐθίζουσα καὶ τοὺς μετὰ δικαιοςύνης πλουτοῦντας κοινωνεῖω τῶν παρόντων τοῖς πενιχροτέροις φιλανθρώπῳ διανεμήσει, δυναστείαν παντὶ τρόπῳ κωλύων, δεικνύς τε ὅτι, ὥσπερ μετρίοις προςῆλθεν, οὕτω μετρίους καταλείψει τοὺς ἀφέντας χαριζόμενος, καὶ ὅτι τῷ τῶν ἀνθρώπων γένει τὸ προοίμιον τοῦ ζῆν ἀπό τε ἐνδείας καὶ γυμ- νότητος, καὶ ἡ τελευτὴ ὡσαύτως εἰς ἔνδειαν ἀποτελευτᾷ καὶ γυμνό- τητα, μόνην φάσκων εἶναι πάσης ἀξίαν ἐπιμελείας τὴν ἀρετήν. ταύ- την οὖν χρῆναι παρήγγειλε τιμᾶν, ὡς τὴν σωτηρίαν τῆς ψυχῆς ἐν τῷ τῆς ἀρίστης ἀρετῆς οἴακι καθιδρυμένην, ἀσκεῖν δ’ ἐξαιρέτως εὐσέ- βειαν καὶ σωφροςύνην καὶ ἡμερότητα. ταύτην γὰρ εἶναι τὴν μέθοδον ἀντιτεταγμένην παντὶ τῷ κατὰ τὸν βίον ἡμῶν κλύδωνι. τοιγάρτοι τού- τοις αὐτοῖς καὶ τούτων παραπλγςίοις πλείοσι παραγγέλμασι τὰς ψυχὰς τῶν μαθητῶν κατηχήσας, ἵνα μὴ μόνον παραγγελίαις ῥηταῖς ἀλλὰ καὶ ἔργῳ τὴν ὠφελιμωτάτην ἐπιτήδευσιν μεθέλθοιεν, ἦγεν αὐτοὺς ἡγεμονεύων διὰ μακρᾶς τινος καὶ ἀοικήτου πορείας ἀνύδρου τε καὶ διακεκαυμένης ψάμμου. ἡγεῖτο δὲ καὶ διὰ κυμάτων μαινομένης θαλάττης ὑπό τε ἀνέμων ἀγριωθείσης καὶ ἀντεῖχε τὰ κύματα φέροντα ἀντιτύπως θεοῦ τε καὶ δικαίων ἀνδρῶν πορευομένων ἴχνη,

Next → — showing 1100 of 156

First Thousand Years of Greek. CTS URN tlg2018.tlg021.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.