Ancient Texts

← Library

Constantini imperatoris oratio ad coetum sanctorum

First Thousand Years of Greek · First Thousand Years of Greek · 156 sections

  1. 15.3.1

    τοιαύτῃ δὴ καὶ τοσαύτῃ πείρᾳ δοκιμάσας τὴν πίστιν τῶν ὑπηκόων δήμων παρ- εσκεύαζεν αὐτοὺς οὐ μόνον τῶν δεινῶν τε καὶ φοβερῶν καταφρο- νητάς, ἀλλὰ καὶ τῆς εἰς αὐτὸν ἐλπίλος γνησιωτάτους μαθητάς. καὶ δή ποτε λίαν εἴξαντα θυμῷ τινα τῶν ἑταίρων καθαπτόμενος λόγοις κατέστειλεν· ἐτύγχανε δ’ ἐκεῖνος ξεφήρη τινὰ ἐπιφοιτῶντα ἑαυτῷ ξίφει πειρύμενος ἀμύνεσθαι, ὡς μὴ παρούσης αὐτῷ τῆς τοῦ σω- τῆρος ἐπικουρίας· τοῦτον δὴ μένειν κατὰ σχολὴν ἐκέλευσε καὶ μεθ- ιέναι τὸ ξίφος, ἐγκαλῶν ὡς ἀπελπίσαντι τῆς πρὸς αὐτὸν κατα- φυγῆς, νομοεθετῶν δὲ διαρρήδην πάντα τὸν ἀδίκων χειρῶν κατ- άρξαντα ἢ πρὸς τὸν καταρξάμενον ἀδικεῖν ἐπιχειρήσαντα ξίφει τε χρηςάμενον ἐπολεῖσθαι βιαίως.

  2. 15.4.1

    ἥδε ἐστὶν ὡς ἀληθῶς ἡ οὐράνιος σοξία αἱρεῖσθαι τὸ ἀδικεῖσθαι πρὸ τοῦ ἀδικεῖν, καὶ γενομένης ἀ- τάγκης ἑτοίμως ἔχειν κακῶς πάσχειν μᾶλλον ἢ ποιεῖν· μεγέστου γὰρ ὄντος τοῦ ἀδικεῖν κακοῦ, οὐχ ὁ ἀδικούμενος ἀλλ’ ὁ ἀδικῶν τῇ μεγέστῃ περιβέβληται τιμωρίᾳ. τῷ δ’ ὑπηκόῳ τοῦ θεοῦ ἐξῆν μήτε ἀδικεῖν μήτε ἀδικεῖσθαι, θαρρήσαντι τῇ προσταςίᾳ τοῦ παρόντος καὶ ἐπικουροῦντος ἀεὶ θεοῦ πρὸς τὸ μηδένα τῶν ὑπηκόων αὐτοῦ βλα- βῆναι. πῶς δ’ἂν αὐτὸς ἑαυτῷ τὰ κάλλιστα συνεβούλευσεν, ἢ οἶον παραιτηςάμενος τὴν τοῦ θεοῦ βοήθειαν ᾠήθη δεῖν αὐτὸς ἑαυτῷ βοηθεῖν; μάχη δ’ ἦν μεταξὺ δυοῖν καὶ ἀμφίβολον τὸ τῆς νίκης· οὐδεὶς δ’ εὖ φρονῶν τὰ ἀμφίβολα πρὸ τῶν ἀραρότων προαιρεῖται. πῶς δὲ ἔμελλε περὶ τῆς τοῦ θεοῦ παρουςίας καὶ βοηθείας ἀμφιβάλ- λειν ὁ τοσούτων μὲν ἐν πείρᾳ γενόμενος κινδύνων ἀεὶ δ’ εὐκερῶς ῥυσθεὶς ἀπὸ τῶν δεινῶν μόνῳ θεοῦ νεύματι, ὁ διὰ θαλάσσης ὁδοιπορήσας παραγγέλματι τοῦ σωτῆρος καταστορεσθείσης καὶ στερεᾶν παρασχομένης ὁδὸν τοῖς διαποντίοις δήμοις; αὕτη γὰρ οἶμαι προφανὴς ὑποβάθρα πίστεως καὶ θεμέλιος οὗτος πεποιθήσεως, ἡνίκα ἂν τὰ θαυμαστὰ ταῦτα καὶ ἄπιστα γινόμενα καὶ ἐπιτελούμενα ἱστορῶμεν τῇ τοῦ προνοοῦντος κελεύσει. ἐντεῦθεν δὲ καὶ τὸ μὴ μεταμέλειν ἐπὶ τῇ πίστει παραγίνεται, ἡνίκα ἄν τις προσπίπτῃ πείρᾳ κακῶν, καὶ τὸ ἄτρεπτον ἔχειν τὴν πρὸς τὸν θεὸν ἐλπίδα· ταύτης γὰρ τῆς ἕξεως ἐγγενομένης τῇ ψυχῇ, ἵδρυται κατὰ τὴν διάνοιαν ὁ θεός· ἀήττητος δ’ οὗτος, οὐδὲ ἡ ψυχὴ ἂρα τὸ ἀήττητον ἒχουσα κατὰ τὴν ἑαυτῆς διάνοιαν ὑπὸ τῶν περιεστώτων κακῶν κρατηθήσεται. πείρᾳ δὲ τοῦτο μεμαθήκαμεν ἐκ τῆς τοῦ θεοῦ νίκης, ὃς τὴν ὑπὲρ τῶν πάντων πρόνοιαν ποιούμενος ὑπὸ τῆς τῶν ἀσεβῶν ἀδικίας ἐμπαροινηθείας, μηδεμίαν ἐκ τοῦ παθήματος καρπωςάμενος βλάβην, μέγιστα νικητήρια καὶ ἀίδιόν τινα στέφανον κατὰ τῆς πονηρίας ἀνεδήσατο, ἐπὶ τέλος μὲν ἀγαγὼν τὴν προςίρεσιν τῆς αὐτοῦ προνοίας καὶθ στοργῆς τῆς περὶ τοὺς δικαίους, συντρίψας δὲ τὴν τῶν ἀδίκων τε καὶ ἀσεβῶν ὠμότητα.

  3. 16.1.1

    Ἀλλὰ τὸ μὲν πάθημα ἐκείνου ὑπὸ τῶν προφητῶν ἤδη προκεκήρυκτο, προκεκήρυκτο δὲ καὶ ἡ σωματικὴ γένεσις αὐτοῦ, προείρητο δὲ καὶ ὁ καιρὸς τῆς ἐνσωματώσεως, φανερὰ δ’ ἦν καὶ ἡ αἰτία τῆς σαρκώσεως αὐτοῦ, ὅπως τὰ ἐκ τῆς ἀδικίας τε καὶ ἀκολαςίας ἐκφύοντα γεννήματα, λαυμαινόμενα τοῖς δικαίοις ἔργοις καὶ τρόποις, ἀναιρεθείη, πᾶσα δὲ ἡ οἰκουμένη φρονήσεώς τε καὶ σωφροςύνης μετάσχοι, ἐπικρατήσαντος σχεδὸν ἐν ταῖς πάντων φυχαπῖς τοῦ θεσπισθέντος ὑπὸ τοῦ σωτῆρος νόμου, καὶ θεοσεβείας μὲν ῥωσθείσης, δεισιδαιμονίας δὲ ἐξαλειφθείσης, δι’ ἣν οὐ μόνον ἀλόγων ζώων σφαγαί, ἀλλὰ καὶ ἀνθρωπίνων ἱερευμάτων θυσίαι καὶ ἐναγῆ μιάσματα βωμῶν ἐπενοήθη, κατὰ τε Αἰγυπτίους καὶ Ἀσσυρίους νόμους χαλκηλάτοις ἢ καὶ πλαστοῖς ἰνδάλμασιν σφαγιαζόντων ψυχὰς δικαίας.

  4. 16.2.1

    τοιγάρτοι καρπὸς ἄραντο τὸν προςήκοντα τῇ τοιαύτῃ θρησκείᾳ Μέμφις καὶ Βαβυλών, ἐρημωθεῖσαι καὶ ἀοίκητοι καταλείφθεῖσαι μετὰ τῶν πατρῴων θεῶν. καὶ ταῦτα οὐκ ἐξ ἀκοῆς λέγω, ἀλλ’ αὐτός τε παρὼν καὶ ἱστορήσας ἐπόπτης τε γενόμενος τῆς οἰκτρᾶς τῶν πόλεων τύχης. Μέμφις ἔρημος, ἐν ᾗ Μωϋσῆς κατὰ τὴν θείαν πρόσταξιν τὴν τοῦ δυνατωτάτου τότε Φαραῶνος ὑπεροψίαν κατέθραυσε, τόν τε στρατὸν αὐτοῦ πολλῶν καὶ μεγίστων ἐθνῶν νικηφόρον πεφραγμένως τε καθωπλισμένον οὐ βελῶν τοξεύμασιν οὐδ’ ἀκοντίων ῥιπαῖς μόνῃ δ’ ὁσίᾳ προσευχῇ καὶ ἡμέρῳ λιτανείᾳ καθεῖλεν.

  5. 17.1.1

    Οὐδεὶς δ’ ἂν ἐκείνου τοῦ δήμου μακαριώτερος γεγόνει πώποτε ἢ γένοιτο, εἰς μὴ τὰς ψυχὰς αὐτῶν ἑκόντες τοῦ ἁγίου πνεύματος ἀπεκήρυξαν. τί δ’ ἂν εἲποι τις ἂξιον περὶ Μωϋςέως; ὃς ἂτακτον δῆμον εἰς τάξιν ἀγαγών, πειθοῖ τε καὶ αἰδοῖ τὰς ψυχὰς αὐτῶν κατακοσμήσας, ἀντὶ μὲν αἰχμαλωςίας ἐλευθερίαν αὐτοῖς περιεποιεῖτο, ἀντὶ δὲ σκυθρωπότητος φαιδροὺς ἐποίει, καὶ εἰς τοσοῦτον τὴν ψυχὴν αὐτῶν προηγάγετο, ὥστε τῇ λίαν ἐπὶ τἀναντία μεταβολῇ τῇ τε τῶν καταορθωμάτων εὐτυχίᾳ ἀλαζοέστερον τῶν ἀνδρῶν τὸ φρόνημα γενέσθαι· ὃς τοσοῦτον ὑπερῆρε σοφίᾳ τοὺς πρὸ αὐτοῦ, ὥστε καὶ τοὺς ἐπαινουμένους ὑπὸ τῶν ἐθνῶν ἤτοι σοφοὺς καὶ φιλοςόφους ζηλωτὰς τῆς ἐκείνου σοφίας γενέσθαι.

  6. 17.2.1

    Πυθαγόρας γὰρ τὴν ἐκείνου σουφίαν μιμηςάμενος εἰς τοσοῦτον ἐπὶ σωφροσύνῃ διαβεβόηται, ὥστε καὶ τῷ σωφρονεστάτῳ Πλάτωνι παράδειγμα τὴν ἑαυτοῦ ἐγκράτειαν καταστῆσαι. Δανιὴλ δὲ ὁ θεσπίσας τὰ μέλλοντα καὶ τῆς ἐξοχωτάτης μεγαλοψυχίας ἐργάτης ἠθῶν τε καὶ παντὸς βίου κάλλει διαπρέψας πόσην τινὰ καὶ πῶς τραχεῖαν κατηγωνίσατο δυσχέρειαν τοῦ κατ’ Ἀσσυρίαν τότε τυράννου;

  7. 17.3.1

    ὄνομα δ’ ἐκείνῳ Ναβουχοδονόσορ ἦν, οὗ πάσης τῆς γενεᾶς ἀξαλειφθείσης ἡ σεμνὴ καὶ ὑπερμεγέθης ἐκείνη δύναμις πρὸς τοὺς Πέρσας διῆλθε. διαβόητος γὰρ ἦν καὶ ἄχρι νῦν ἐστὶν ὁ πλοῦτος τοῦ τυράννου, καὶ ἡ ἄκαιρος περὶ τὴν μὴ δέουσαν θρησκείαν ἐπιμέλεια, μετάλλων τε παντοδαπῶν εἰς τὴν τῶν θεῶν κατασκευὴν δαψίλεια καὶ ναῶν οὐρανομήκη ὑψώματα, φρικτοί τε καὶ πρὸς ὠμότητα οἱ τῆς θρησκείας συντεθέντες νόμοι· ὧν πάντων ὁ Δανιὴλ καταφρονήσας διὰ τὴν ἂχραντον πρὸς τὸν ὂντως θεὸν εὐσέβειαν, τὴν ἂκαιρον τοῦ τυράννου σπουδὴν μεγάλου τινὸς κακοῦ ἐσομένην αἰτίαν ἐμαντεύετο. ἀλλ’ οὐκ ἔπειθε τὸν τύραννον· ὁ γὰρ ἂφθονος πλοῦτος ἐμπόδιον πρὸς τὸ καλῶς φρονεῖν ὑπάρχει. τέλος γοῦν τὸ ἂγριον τῆς ἑαυτοῦ διανοίας ὁ δυνάστης ἑξέφηνε, θηρςὶν ἀγρίοις διαλυμανθῆναι τὸν δίκαιον κελεύσας.

  8. 17.4.1

    γενναία γε μὴν καὶ ἡ τῶν ἀδελφῶν ἐν τῷ μαρτυρεῖν ὁμοδοξία· οὓς οἱ μετὰ ταῦτα ζηλώσαντες ὑπερμεγέθη δόξαν τῆς πρὸς τὸν σωτῆρα πίστεως ἢραντο, πυρὶ καὶ καμίνῳ καὶ τοῖς εἰς τὸ φαγεῖν αὐτοὺς τεταγμένοις δεινοῖς ἀδῄωτοι, ἁγνῇ τε σωμάτων προσβολῇ τὸ ἐμπεριεχόμενον τῇ καμίνῳ πῦρ ἀπωθούμενοι Δανιὴλ δὲ μετὰ τὴν κατάλυσιν τῆς Ἀσσυρίων βασιλείας, ἀναιρεθείσης καεραυνῶν βολαῖς, ἐπὶ Καμβύσην τῶν Περσῶν βασιλέα μετῆλθεν ἐκ θείας προνοίας, φθόνος δὲ κἀνταῦθα, καὶ πρός γε τῷ φθόνῳ ὀλέθριοι μάγων ἐπιβουλαί, διαδοχαί τε κινδύνων μεγάλων τε καὶ πολλῶν, ἐξ ὧν πάντων συναιρομένης τῆς Χριστοῦ προνοίας σωθεῖς εὐχερῶς παντοίας ἀρετῆς πείρᾳ διέπρεψεν.

  9. 17.5.1

    οἱ γὰρ τοι μάγοι, τρὶς τῆς ἡμέρας εὐχομένου τοῦ ἀνδρὸς μεγάλας τε καῖ ἐξαιςίους ἀρετὰς ἀξιομνημονεύτων ἔργων κατορθοῦντος, αὐτὴν τὴν τῶν εὐχῶν ἐπίτευξιν φθόνῳ διέβαλλον, ἐπικίνδυνον σφόδρα τὴν τοσαύτην αὐτοῦ δύναμιν διαβάλλοντες πρὸς τὸν δυνάστην ἔπεισαν αὐτόν, τοσούτων ἀγαθῶν δημοσίᾳ παραίτιον τοῖς Πέρσαις γενόμενον, λεόντων ἀγρίων θοίνῃ κατακριθῆναι. καθεῖρκτο δὲ κατακριθεὶς ουκ εἰς ὄλεθρον ἀλλ’ αἰώνιον εὐδοξίαν ὁ Δανιήλ, καὶ ἐν μέσοις τοῖς θηρσὶν ἐξεταζόμενος ἠπίων καὶ ἡμερωτέρων τῶν θηρίων ἢ τῶν καθειρξάντων ἐπειρᾶτο· πάντας γὰρ εὐχὴ κοσμιότητος καὶ σωφροςύνης ἀρετῇ συναιρομένη τιθασοὺς ἀπειργάζετο τοὺς λυσσώδεις τῇ φύσει.

  10. 17.6.1

    γνωσθέντων δὲ τούτων τῷ Καμβύσῃ (οὐδὲ γὰρ δυνατὸν ἦν τοσαύτης οὕτω τε θείας δυνάμεως κατορθώματα ἐπισκιάζεσθαι), ὑπερεκπέπληκτο μὲν αὐτὸς τῷ θαύματι τῶν ἀγγελλομένων, μετεγίνωσκε δὲ ἐπὶ τῷ πεισθῆναι ταῖς διαβολαῖς τῶν ΄μάγων εὐχερῶς· ὅμως γοῦν ἐτόλμησε τῆς θέας ἐκείνης ἐπόπτης γενέσθαι καὶ ἰδεῖν τὸν ἄνδρα ἑκατέρας τῆς χειρὸς ὑψώματι τὸν Χριστὸν ὑμνοῦντα, τοὺς δὲ λέοντας ὑποβεβλημένους καὶ οἱονεὶ τὰ ἴχνη τοῦ ἀνδρὸς προσκυνοῦντας, καὶ παραχῆμα τοὺς ἀναπείσαντας αὐτὸν μάγους τῇ αὐτῇ ζημίᾳ κατέδκρινε, καθεῖρξέ τε τῇ τῶν λεόντων αὐλῇ τοὺς μάγους, οἱ δὲ θῆρες οι τὸν μικρῷ πρόσθεν κολακεύσαντες ἐπεφοίτων τοῖς μάγοις καὶ πάντας αὐτοὺς κατὰ τὴν ἑαυτῶν φύσιν ἐλυμήναντο.

  11. 18.1.1

    Παρίσταται δέ μοι καὶ τῶν ἀλλοδαπῶν τι μαρτυριῶν τῆς τοῦ Χριστοῦ θεότητος ἀπομνημονεῦσαι· ἐκ γὰρ τοι τούτων δηλονότι καὶ ἡ τῶν βλασφημούντων αὐτὸν διάνοια οἶδεν αὐτὸν θεὸν ὄντα καὶ θεοῦ παῖδα, εἴπερ γοῦν τοῖς ἑαυτῶν λόγοις πιστεύουσιν.

  12. 18.2.1

    ἡ τοίνυν Ἐρυθραία Σίβυλλα, φάσκουσα ἑαυτὴν ἕκτῃ γενεᾷ μετὰ τὸν κατακλυσμὲν γενέσθαι, ἱέρεια ἦν τοῦ Ἀπόλλωνος, διάδημα ἐπ’ ἴσης τῷ θρησκευομένῳ ὑπ’ αὐτῆς θεῷ φοροῦσα, καὶ τὸν τρίποδα περὶ ὃν ὁ ὄφις εἱλεῖτο περιέπουσα, ἀποφοιβάζουσά τε τοῖς χρωμένοις αὐτῇ, ἀλιθιότητι τῶν γονέων ἐπιδεδωκότων αὐτὴν τοιαύτῃ λατρείᾳ, δι’ ἣν ἀσχήμονες θυμοὶ καὶ οὐδὲν σεμνὸν ἐπιγίνεται, κατὰ τὰ αὐτὰ τοῖς ἱστορουμένοις περὶ τῆς Δάφνης.

  13. 18.3.1

    αὕτη τοίνυν εἴσω τῶν ἀδύτων ποτὲ τῆς ἀκαίρου δεισιδαιμονίας προαχθεῖσα καὶ θείας ἐπιπνοίας ὄντως γενομένη μεστή, δι’ ἐπῶν περὶ τοῦ θεοῦ τὰ μέλλοντα προεθέσπισεν, σαφῶς ταῖς προτάξεσι τῶν πρώτων γραμμάτων, ἤτις ἀκροστχὶς λέγεται, δηλοῦσα τὴν ἱστορίαν τῆς τοῦ Ἰησοῦ κατελεύσεως. δρώσει γὰρ χθών, κρίσεως σημεῖον ὅτ’ ἔσται· Ηξει δ’ οὐρανόθεν βασιλεὺς αἰῶσιν ὁ μέλλων Σάρκα παρὼν πᾶσαν κρῖναι καὶ κόσμον ἄπαντα. Οψονται δὲ θεὸν μέροπες πιστοὶ καὶ ἄπιστοι Υψιστον μετὰ τῶν ἁγίων ἐπὶ τέρμα χρόνοιο, Σαρκοφόρων ψυχὰς δ’ ἀνδρῶν ἐπὶ βήματι κρίνει. Χέρσος ὅταν ποτε κόσμος ὅλος καὶ ἂκανθαγένηται, Ρίψωσίν τ’ εἴδωλα βροτοὶ καὶ πλοῦτον ἅπαντα, Εκκαύσῃ δὲ τὸ πῦρ γῆν οὐρανὸν ἠδὲ θάλασσαν, Ιχνεῦον ῥήξῃ τε πύλας εἱρκτῆς ἀίδαο.

  14. 18.4.1

    Σὰρξ τότε πᾶσα νεκρῶν ἐς ἐλευθέριον φάος ἥξει, Τοὺς ἁγίους ἀνόμους τε τὸ πῦρ αἰῶσιν ἐλέγξει, Οππόσα τις πράξας ἔλαθεν, τότε πάντα λαλήσει. Στήθεα γὰρ ζοφόεντα θεὸς φωστῆρσιν ἀνοίξει, Θρῆνος τ’ ἐκ πάντων ἔσται καὶ βρυγμὸς ὀδόντων. Εκλείψει σέλας ἠελίου ἄστρων τε χορεῖαι, Οὐρανὸν εἱλίξει, μήνης δέ τε φέγγος ὀλεῖται. Υψώσει δὲ φάραγγας, ὁλεῖ δ’ ὑψώματα βουνῶν. Υγος δ’ οὐκ ἔτι λυγρὸς ἐν ἀνθρώποισι φανεῖται, Ισά τ’ ὂρη πεδίοις ἔσται, καὶ πᾶσα θάλασσα Οὐκ εἰς πλοῦ εἴξει· γῆ γὰρ φρυχθεῖσα κεραυνῷ, Σὺν πηγαῖς ποταμοί τε καχλάζοντες λείψουσιν, Σάλπιγξ δ’ οὐρανόθεν φωνῆν πολύθρηνον ἀφήσει, Ωρύουσα μέσος μέλεον καὶ πήματα κόσμου. Ταρταρόεν δὲ χάος δείξει τότε γαῖα χανοῦσα, Ηξουσιν δ’ ἐπὶ βῆμα θεοῦ βασιλῆες ἅπαντες. Ρεύσει δ’ οὐρανόθεν ποταμὸς πυρὸς ἠδὲ θεείου, Σῆμα δέ τοι τότε πᾶσι βροτοῖς ἀριδείκετον, οἷον Τὸ ξύλον ἐν πιστοῖς, τὸ κέρας τὸ ποθούμενον ἔσται· Ανδρῶν εὐσεβέων ζωή, πρόσκομμά τε κόσμου, Υδασι φωτίζον κλητοὺς ἐν δώδεκα πηγαῖς· Ράβδος ποιμαίνουσα σιδηρείη γε κρατήσει. Οὗτος ὁ νῦν προγραφεὶς ἐν ἀκροστιχίοις θεὸς ἡμῶν Σωτὴρ ἀθάνατος βασιλεὺς ὁ παθὼν ἕνεχ’ ἡμῶν.

  15. 18.5.1

    Καὶ ταῦτα τῇ παρθένῳ δηλαδὴ θεόθεν ἐπέστη προκηρύξαι. μακαρίαν δ’ αὐτὴν ἔγωγε κρίνω, ἣν ὁ σωτὴρ ἐξελέξατο προφῆτιν τῆς ἑαυτοῦ περὶ ἡμῶν προμηθείας.

  16. 19.1.1

    Ἀλλ’ οἱ πολλοὶ τῶν ἀνθρώπων ἀπιστοῦσιν, καὶ ταῦτα ὁμολογῦντες Ἐρυθραίαν γεγενῆσθαι Σίβυλλαν μάντιν, ὑποπτεύουσι δέ τινα τῶν τῆς ἡμετέρας θρησκείας ποιητικῆς μούσης οὐκ ἄμοιρον τὰ ἔπη ταῦτα πεποιηκέναι, νοθεύεσθαί τε αὐτὰ καὶ Σιβύλλης θεσπίσματα εἶναι λέγεσθαι, ἔχοντα βιβφελεῖς γνώμας τὴν πολλὴν τῶν ἡδονῶν περικοπτούσας ἐξουςίαν καὶ ἐπὶ τὸν σώφρονά τε καὶ κόσμιον βίον ὁδηγούσας.

  17. 19.2.1

    ἐν προφανεῖ δ’ ἀλήθεια, τῆς τῶν ἡμετέρων ἀνδρῶν ἐπιμελείας συλλεξάσης τοὺς χρόνους ἀκριβέστερον, ὡς πρὸς τὸ μηδένα τοπάζειν μετὰ τὴν τοῦ Χριστοῦ κάθοδον καὶ κρίσιν γεγενἠσθαι τὸ ποίημα καὶ ὡς πάλαι προλεχθέντων ὑπὸ Σιβύλλης τῶν ἐπῶν ψεῦδος διαφημίζεσθαι.

  18. 19.3.1

    ὡμολόγηται γὰρ Κικέρωνα ἐντετυχηκότα τῷ ποιήματι μετενεγκεῖν τε αὐτὸ εἰς τὴν Ῥωμαίων διάλεκτον καὶ ἐντάξαι αὐτὸ τοῖς ἑαυτοῦ συντάγμασιν, τοῦτον δ’ ἀνῃρῆσθαι κρατήσαντος Ἀντωνίου· Ἀντωνίου δ’ αὖ πάλιν Αὔγουστον περιγεγενῆσθαι, ὃς ἕξ καὶ πεντήκοντα ἔτεσιν ἐβασίλευσε. τοῦτον Τιβέριος διεδέξατο, καθ’ ὃν χρόνον ἡ τοῦ σωτῆρος ἐξέλαμψε παρουσία, καὶ τὸ τῆς ἁγιωτάτης θρησκείας ἐπεκράτησε μυστήριον ἥ τε νέα τοῦ δήμου διαδοχὴ συνέστη, περὶ ἧς οἶμαι λέγειν

  19. 19.4.1

    τὸν ἐξοχώτατον τῶν κατὰ Ἰταλίαν ποιητῶν· Ἔνθεν ἔπειτα νέα πληθὺς ἀνδρῶν ἐφάάνθη. καὶ πάλιν ἐν ἑτέρῳ τινὶ τῶν Βουκολικῶν τόπῳ· Σικελίδες Μοῦσαι, μεγάλην φάτιν ὑμνήσωμεν. τί τούτου φανερώτερον; προστίθησι γάρ· Ἤλυθε Κθμαίου μαντεύματος εἰς τέλος ὀμφή, Κυμαίαν αἰνιττόμενος δηλαδὴ τὴν Σίβυλλαν.

  20. 19.5.1

    καὶ οὐκ ἠρκέσθη Τούτοις, ἀλλὰ περαιτέρω προεχώρησεν, ὡς τῆς χρείας τὴν αὐτοῦ Μαρτυρίαν ἐπιποθούσης· τί λέγων αὖθις; Αὖθις ἄρ’ αἰώνων ἱερὸς στίχος ὄρνυται ἡμῖν· Ἥκει παρθένος αὖθις ἄγους’ ἐρατὸν βασιλῆα.

  21. 19.6.1

    τίς οὖν ἂν εἴη παρθένος ἡ ἐπανήκουσα; ἆρ’ οὐχ ἡ πλήρης τε καὶ ἔγκυος γενομένη τοῦ θείους πνεύματος; Καὶ τί τὸ κωλῦον τὴν ἔγκυον τοῦ θείου πνεύματος κόρην εἶναι ἀεὶ καὶ διαμένειν παρθένον; ἐπαν- ήξει δὲ ἐκ δευτέρου, ὅταν καὶ ὁ θεὸς ἐκ δευτέρου τὴν οἰκουμένην παραγενόμενος ἐπικουφίσῃ. καὶ προστίθησιν ὁ ποιητής·

  22. 19.7.1

    Τὸν δὲ νεωστὶ πάϊν τεχθέντα, φαεσφόρε μήνη, Ἀντὶ σιδηρείης χρυςῆν γενεὴν ὀπάσαντα, Προσκύνει. Τοῦδε γὰρ ἄρχοντος τὰ μὲν ἕλκεα πάντα βρότεια Ἴαται, στοναχαὶ δὲ κατευνάζονται ἀλιτρῶν.

  23. 19.8.1

    συνίεμεν δὴ φανερῶς τε ἅμα καὶ ἀποκρύψως δι’ ἀλληγορῶν τα ῦτα Λεχθέντα, τοῖς μὲν βαθύτερον ἐξετάζουσι τὴν τῶν ἐπῶν δύναμιν ὑπ’ ὄψιν ἀγομένης τῆς τοῦ Χριστοῦ θεότητος,

  24. 19.9.1

    ὅτως δὲ μή τις τῶν δυναστευόντων ἐν τῇ βασιλευούσῃ πόλει ἐγκαλεῖν ἔχῃ τῷ ποιητῇ, ὡς παρὰ τοὺς πατρῴους νόμους συγγράφοντι ἐκβάλλοντί τε τὰ Πάλαι ὑπὸ τῶν προγόνων περὶ τῶν θεῶν νομιζόμενα, ἐπικαλύπτεται Τὴν ἀλήθειαν. ἠπίστατο γὰρ οἶμαι τὴν μακαρίαν καὶ ἐπώνυμον Τοῦ σωτῆρος τελετήν, ἵνα δὲ τὸ ἄγριον τῆς ὠμότητος ἐκκλίνοι, ἤγαγε τὰς διανοίας τῶν ἀκουόντων πρὸς τὴν ἑαυτῶν συνήσειαν, καί φησι χρῆναι βωμοὺς ἱδρύσθαι καὶ νεὼς κατασκευάζειν θυςίας τ’ ἐπιτελεῖσθαι τῷ νεωστὶ τεχθέντι. ἀκολούθως δὲ καὶ τὰ λοιπὰ ἐπήγαγε τοῖς φρονοῦσι. Φηςὶ γάρ·

  25. 20.1.1

    Αήψεται ἀφθάρτοιο θεοῦ βίοτον καὶ ἀθρήσει Ἥρωας σὺν ἐκείνῳ ἀολλέας· ἀδὲ καὶ αὐτὸς δηλαδὴ τοὺς δικαίους. Πατρίδι καὶ μακάρεσσιν ἐελδομένοισι φανετιται, Πατροδότοις ἀφετῇσι κυβερνῶν ἡνία κόσμου. Σοὶ δ’ ἄρα, παῖ, πρῶτιστα ψύει δωρήματα γαῖα Κριθὴν ἠδὲ κύπειρον, ὁμοῦ καλακάσςἰ ἀκάνθῳ.

  26. 20.2.1

    θαυμαστὸς ἀνὴρ καὶ πάσῃ παιδείᾳ κεκοσμήμένος, ὅς ἀκριβῶς ἐπι- Στάμενος τὴν τῶν τότε παρόντων καιρῶν ὠμότητα· Σοὶ δ’ αἶγες θαλεραί, Φηςίν, Μαστοῖς καταβεβριθυῖαι, Αὐτόματοι γλυκὺ νᾶμα συνεκτελέουσι γάλακτος, Οὐδὲ δέμις ταρβεῖν βλοσυροὺς ἀγέλῃσι λέοντας. ἀληθῆ λέγων· ἡ γὰρ πίστις τῆς βασιλικῆς αὐλῆς τοῦς δυνάστας Οὐ φοβηθήσεται. Φύσει δ’ εὐώδη τὰ σπάργανα σεῖό γε ποίην Ὄλλυται ἰοβόλου φύσις ἑφπετοῦ, ὅλλυται. . . Λοίγιος, Ἀσςύριον δύλλει κατὰ τέμπε’ ἄμωμον.

  27. 20.3.1

    τούτων οὐδὲν ἀληθέστερον οὐδὲ τῆς τοῦ σωτήρος ἀρετῆς οἰκειό- Τερον εἴποι τις ἔν· αὐτὰ γὰρ τὰ τοῦ θεοῦ σπάργανα, πνεύματος ἁγίου δύναμις, εὐώδη τινὰ ἄνθη νεολαίᾳ ὥπασε γέννᾳ. ὁ δὲ ὄφις ἀπόλλυται, καὶ ὁ ἰὸς τοῦ ὄφεως ἐκείνου, ὅς τοὺς πρωτοπλάστους Πρῶτος ἐξηπάτα, παράγων τὰς διανοιάς αὐτῶν ἀπὸ τῆς ἐμφύτου σωφροςύνης ἐπὶ τὴν τῶν ἠδονῶν ἀπόλαυσιν, ὅπως γνοῖεν τὸν ἐπηρτημένον αὐτοῖς ὄλεθρον.

  28. 20.4.1

    πρὸ γάρ τοι τῆς κατελεύσεως τοῦ σωτῆρος τῆς ἀθαναςίας τῶν δικαίων ἀγνοίᾳ τὰς ψυχὰς τῶν ἀν- θρώπων ἀπὶ μηδεμιᾷ χρηστῇ ἐλπίδι ἐρειδομένας ἔθραυε, παθόντος Δὲ α’τοῦ καὶ πρὸς καιρὸν τοῦ περιτεθέντος σώματος χωρισθέντος ἐκ τῆς κοινωνίας τοῦ ἁγίου πνεύματος, ἀπεκαλύφθη τοῖς ἀνθρώ- ποις τὸ δυνατὸν τῆς ἀναστάσεως, καὶ εἴ τις ἰλὺς ἀνθρωπίνων ἀδι- κημάτων κατελείπετο, αὕτη πᾶσα λουτροῖς ἁγίοις ἐσμήχετο. Τότε δὴ παρακελεύεται τοῖς ὑπηκόοις θαρρεῖν, καὶ ἐκ τῆς αὐτοῦ σεμνῆς Διαςήμου τε ἀναστάσεως τὰ ὅμοια ἀλπίζειν ἐκέλευσεν.

  29. 20.5.1

    οὐκοῦν δι- Καίως ἐτελεύτα πᾶσα ἡ τῶν ἰοβόλων φύσις, ἐτελεύτα δὲ καὶ θάνα- Τος, ἐπεσφραγίσθη δὲ ἡ ἀνάστασις, ἀπώλετο δὲ καὶ τὸ τῶν Ἀσσυρίων Γένος, ὃ παραίτιον ἐγένετο τῆς πίστεως τοῦ θεοῦ, φύεσθαι δὲ ἀνέδην καὶ πανταχοῦ φάσκων τὸ ἄμωμον πλῆδος τῶν θρηδκευόντων προσ- Αγορεύει· οἷον γὰρ ἐκ μιᾶς ῥίζης πλῆθος κλάδων εὐώδεσι δάλλον ἄνθεσιν, ἀρδόμενον συμμετρίᾳ δρόσου, βλαστάνει.

  30. 20.6.1

    πεπαιδευμένων δέ, ὦ σοφώτατε ποιητὰ Μάρων, καὶ τὰ ἑξῆς ἅπαντα ἀκολού- θως ἔχει· Αὐτίκα δ’ ἡρώων ἀρετὰς πατρὸς τε μεγίστου Ἔργ’ ὑπερηνορίῃσι κεκασμένα πάντα μαθήσῃ. Τοὺς μὲν τῶν ἡρώων ἐπαίνους τὰ τῶν δικαίων ἀνδρῶν ἔργα ση- Μαίνων, τὰς δὲ ἀρετὰς τοῦ πατρὸς τὴν τοῦ κόσμου σύνταξιν καὶ Τὴν εἰς αἰώνιον διαμονὴν ἀπεργαςίαν λέγων, ἴσως δὲ καὶ τοὺς νό- μους, οἷς ἡ θεοφιλὴς ἐκκληςία χρῆται ἐπιτηδεύουσα τὸν μετὰ δι- Καιοςύνης τε καὶ σωφροςύνης βίον.

  31. 20.7.1

    θαυμαστὴ δὲ καὶ ἡ τοῦ μεταξὺ Τῶν τε ἀγαθῶν καὶ τῶν κακῶν βίου ἐπὶ τὸ ἀνηγμένον παραύξησις, Τὸ ἀθρόον τῆς αἰφνιδίου μεταβολῆς παραιτουμένου· Πρῶτα μὲν ἀνθερίκων ξανθῶν ἤγοντο ἀλωαί· (τουτέστιν, ὁ καρπὸς τοῦ θείου νόμου ἤγετο εἰς χρείαν.) Ἐ δ’ ἐρυθροῖσι βάτοισι παρήορος ἤλδανε βότρυς, (ἅπερ οὐκ ἦν κατὰ τὸν ἄθεσμον βίον,) Σκληρῶν δ’ ἐκ πεύκης λαγόνων μέλιτος ῥέε νᾶμα·

  32. 20.8.1

    τὴν ἀλιθιότητα τῶν τότε ἀνθρώπων καὶ τὸ κατεσκληκὸς ὑπογρά- φων ὖθος· ἔσως δὲ καὶ τοὺς τὸν τοῦ θεοῦ πόνον ἀσκοῦντας τῆς ἑαυτῶν καρτερίας γλυκύν τινα καρπὸν λήφεσθαι διδάσκων. Παῦρα δ’ ὅμως ἴχνη προτέρας περιλείπεται ἄτης· Πόντον ἐπαΐξαι περὶ τ’ ἄστεα τείχεσι κλεῖσαι, Ῥῆξαί τ’ εἰλιπόδων ἑλκύσμασι τέλσον ἀρούρης· Ἄλλος ἔπειτ’ ἔσται Τῖφυς, καὶ Θεσσαλὶς Ἀργώ, Ἀνδράσιν ἡρώεσσιν ἐγαλλομένη, πολέμου δὲ Τρώων καὶ Δαναῶν πειρήσεται αὖθις Ἀχιλλεύς. εὖγ’, ὦ σοφώτατε ποιητά· τὴν γὰρ ποιητικὴν ἐξουςίαν μέχρι τοῦ Προςήκοντος ἐταμιεύσω. Οὐ γὰρ ἦν σοί προκείμενον ἀποδεσπίσαι μὴ ὄντι γε προφήτῃ, ἐκώλυεν δέ τις οἶμαι καὶ κίνδυνος τοῖς ἐλέγχουσι Τὰ ὑπὸ τῶν προγόνων νομισθέντα ἐπηστημένος.

  33. 20.9.1

    πεφραγμένωνς δὴ Καὶ ἀκινδύνως κατὰ τὸ δυνατὸν τοῖς συνιέναι δυναμένοις παραστήσας Τὴν ἀλήθειαν, πύργους καὶ πόλεμον αἰτιαςάμενος, ἅπερ ἀληθῶς ἔτι Καὶ νῦν ἐξετάξεται κατὰ τὸν τῶν ἀνθρώπων βίον, τὸν μὲν Ἀχιλλέα χαρακτηρίζει τὸν σωτῆρα ὁρμῶντα ἐπὶ τὸν Τρωικὸν πόλεμον, τὴν Δὲ Τροίαν τὴν οἰκουμένην πᾶσαν. ἐπολέμησε γοῦν ἄντικρυς τῆς ἀντικειμένης δυνάμεως πονηρᾶς, πεμφθεὶς ἐξ οἰκείας τε προνοίας καὶ παραγγελίας μεγίστου πατρός.

  34. 20.10.1

    τί δὴ μετὰ ταῦτα ὁ ποιη- τὴς λέγει; Ἀλλ’ ὅταν ἠνορέης ὥρη καὶ καρπὸς ἵκηται, (τουτέστιν, ἐπειδὰν ἀνδρωθεὶς τὰ περιέχοντα τὸν βίον τῶν ἀνθρώ- Πων ῥιζόθεν ἐξέλῃ τήν τε ξύμπασαν γῆς εἰρήνῃ κατακοσμήσῃ,) Οὐχ ὅσιον ναύτῃσιν ἁλιτρύτοισιν ἀλᾶσθαι, Φυομένων ἄμυδις γαίης ἄπο πίονι μέτρῳ, Αὐτὴ δ’ ἄσπαρτος καὶ ἀνήροτος · οὐδὲ μὲν ἀκμὴν Ὀτραλέου δρεπάνοιο ποθηςέμεν ἄμπελον οἶμαι. Οὐδ’ ἐρίου δεύοιτο βροτὸς πόκον, αὐτόματος δὲ Ἀρνειὸς Τυρίῃσι περιπρέφει λίβάλεσσι, Σάνδυκι πορφυρέῳ λάχνην ῥυπόεσσαν ἀμέίβων. Ἀλλ’ ἄγε τιμῆεν σκῆπτρον βασιλήϊδος ἀρχῆς Δεξιτερῆς ἀπὸ πατρὸς ἐριβρεμέταο δέδεξο. Κόσμου κητώεντος ὁρῶν εὔπηκτα θέμεθλα, Χαρμοςύνην γαίης τε καὶ οὐρανοῦ ἠδὲ θαλάσσης, Γηθόσυόν τ’ αἰῶνος ἀπειρεςίου λάσιον κῆρ. Εἴθε με γηραλέον δώῃ πότε νήδυμος ἰσχὺς Σὴν ἀρετὴν κελαδεῖν, ἐφ’ ὅσον δύναμίς γε παρείη· Οὐκ ἄν μ’ ἐκπλήξειεν ὁ Θρᾳκῶν δῖος ἀοιδός, Οὐ Λίνος, οὐ Πὰν αὐτός, ὃν Ἀρκαδίη τέκετο χθών· Ἀλλ’ οὐδ’ αὐτὸς ὁ Πὰν ἀνθέξεται εἵνεκα νίκης. Κόσμου κητώεντος ὅρα, φηςί, καὶ τῶν στοιχείων ἁπάντων χαράν.

  35. 21.1.1

    Ταῦτα δόξειεν ἄν τις τῶν οὐκ εὖ φρονούντων περὶ γενεᾶς ἀνθρώπου λέγεσθαι. Παιδὸς δὲ τεχθέντος ἀνθρώπου, ποῖον δὴ ἔχει Λόγον γῆν ἄσπαρτον καὶ ἀνήροτον καὶ τήν γε ἄμπελον μὴ ἐπιποθεῖν Τὴν δρεπάνου ἀκμὴν μηδὲ τὴν ἄλλην ἐπιμέλειαν; Πῶς ἂν νογθείη Λεχθὲν ἐπὶ γενεᾶς ἀνθρωπίνης; ἡ γάρ τοι φύσις θείας ἐστὶ προσ- Τάξεως διάκονος, οὐκ ἀνθρωπίνης κελεύσεως ἐργάτις. ἀλλὰ καὶ στοιχείων χαρὰ θεοῦ κάθοδον, οὐκ ἀνθρώπου τινὸς χαρακτηρίζει Κύησιν, τό τε εὔχεσθαι τὸν ποιητὴν τοῦ βίου τέλος αὐτῷ μηκύνεσθαι Θείας ἐπικλήσεως σύμβολον· παρὰ θεοῦ γὰρ τὸν βίον καὶ τὸ σώζεσθαι ἀξιοῦν εἰθίσμεθα, οὐ πρὸς ἀνθρώπου.

  36. 21.2.1

    ἡ γοῦν Ἐρυθραία πρὸς τὸν θεόν· τί δή μοι, φηςίν, ὦ δέσποτα, τὴν τῆς μαντείας ἐπισκήπτεις ἀνάγκην, καὶ οὐχὶ μᾶλλον ἀπὸ τῆς γὴς μετέωρον ἀρθεῖσαν διαφυ- λάττεις ἄχρι τῆς μακαριωτάτης σῆς ἐλεύσεως ἠμέρας; ὁ δὲ Μάρων πρὸς τοῖς εἰρημένοις ἐπιφέρει καὶ τάδε· Ἄρχεο μειδιόωσαν ὁρῶν τὴν μήτέρα κεδνὴν Γνωρίζειν· ἡ γάρ σε φέρεν πολλοὺς λυκάβαντας. Σοὶ δὲ γονεῖς οὐ πάμπαν ἐφημερίῳ γ΄ ἐγέλασσαν, Οὐδ’ ἥψω λεχέων, οὐδ΄ ἔγνως δαῖτα δάλειαν.

  37. 21.3.1

    πῶς γὰρ ἂν πρὸς τοῦτον οἱ γονεῖς ἐμειδίασαν; ὁ μὲν γὰρ αὐτπῶν Θεός, ἄποιος δύναμις, καὶ ἀσχημάτιστος μέν, ἐν περιγραφῇ δὲ ἄλλων, Οὐκ ἀνθρωπίνου δὲ σώματος. Λέκτρων δὲ ἄπειρον τίς οὐκ οἶδεν ὂν Τὸ ἅγιον πνεῦμα; Ποία δὲ ἐπιθυμία ἄφεςίς τε ἐν τῇ τοῦ ἀγαθοῦ Διαθέσει, οὗ πάντα ἐφίενται; Τί δ’ ὅλως κοινὸν σοφίᾳ τε καὶ ἠδονῇ; ἀλλὰ ταῦτα ἐφείσθω λέγειν τοῖς ἀνθρωπίνην τινὰ καὶ ἀχλοχαρῆ Παιδείαν μετερχομένοις, παιδείας δὲ θείας ἀπείροις· οἱ μὲν γὰρ ἐπι- Δείξεως καὶ δόξης ἕνεκα ἀλαζονεύονται, οἱ δὲ τὴν ψυχὴν αὐτῶν κα- Θαρεύειν ἀπὸ παντὸς κακοῦ ἔργου τε καὶ ῥήματος παρασκευάζουσιν.

  38. 21.4.1

    ἐπικαλοῦμαι δὲ δὲ αὐτὴν σύμμαχον τοῖς λεγομένοις, ὦ θεοςέβεια, ἁγνόν τινα νόμον ὑπάρχουσαν, πάντων τε ἀγαθῶν εὐκταιοτάτην ἐλπίδα, ὁσιότητος διδάσκαλον, ἀθαναςίας ὑπάσχεσιν ἀκίβδηλον· δὲ μέν, εὐσέβεια καὶ φιλανθρωπία, προσκυνῶ, σαῖς δὲ θεραπείαις χάριν ἀΐδιον ὀφείλομεν οἱ ἰαθέντες. ὁ δὲ ἄπειρος ὄχλος τῆς σῆς ἐπι- κουρίας διὰ τὴν ἔμφυτον πρὸς σὲ ἀπέχθειαν καὶ τὸν θεὸν ἀπο- στρέφεται, οὐδὲ οἶδεν τὴν αἰτίαν ὅλως τοῦ ζῆν καὶ εἶναι, αὐτόν τε Καὶ τοὺς λοιποὺς δυσσεβεῖς ἐκ τοῦ πρὸς τὸ κρεῖσσον καθήκοντος ἠρτῆσθαι· πᾶς γὰρ ὁ κόσμος ἐκείνου κτῆμα καὶ ὅσα ἐστὶν ἐν κόσμῳ.

  39. 22.1.1

    Εγὼ γὲν τῆς εὐτυχίας τῆς ἐμαυτοῦ καὶ τῶν ἐμῶν πάντων Αἰτιῶμαι τὴν σὴν εὐμένειαν. Μαρτυρεῖ δὲ καὶ ἡ ἔκβασις τῶν κατ’ εὐχὰς ἁπάντων, ἀνδραγαθίαι, νῖκαι, κατὰ τῶν πλεμίων τρόπαια, σύνοιδεν δὲ καὶ μετ´ εὐφημίας ἐπαινεῖ καὶ ἡ μεγάλη πόλις, βούλεται δὲ καὶ ὁ δῆμος τῆς φιλτάτης πόλεως, εἰ καὶ πρὸς ταῖς σφαλεραῖς ἐλπίσιν ἐξαπατηθεὶς ἀνάξιον ἑαυτῆς προείλετο προστάτην, ὃς παραχρῆμα ἑάλω προσηκόντως τε καὶ ἀξίως τοῖς ἑαυτῷ τετολμημένοις, ὧν οὐ θέμις ἀπομνημονεῦσαι, μάλιστα ἐμοὶ τῷ διαλεγομένῳ πρὸς σὲ καὶ πᾶσαν ἐπιμέλειαν ποιουμένῳ, πῶς ἂν ἁγναῖς καὶ εὐφήμοις διαλέξεσι προσείποιμί σε.

  40. 22.2.1

    ἐρῶ δέ τι ἴσως οὐκ ἄσχημον οὐδὲ ἀπρεπές. ὑπερβάλλων μέντοι μανίᾳ καὶ ὠμότητι προκεκήρυκτό σοί ποτε, ὦ θεοσέβεια, καὶ πάσαις ταῖς ἁγιωτάταις σου ἐκκληςίαις ὑπὸ τυράννων πόλεμος ἄσπονδος, καὶ οὐκ ἐπέλειψάν τινες τῶν ἐν τῇ Ῥώμῃ τηλικούτοις ἐπιχαίροντες δημοςίοις κακοῖς, παρεσκεύαστο δὲ καὶ πεδίον τῇ μάχῃ. σὺ δὲ προσελθοῦσα ἐπέδωκας σεαυτὴν ἐπερειδομένη τῇ πρὸς θεὸν πίστει· θνητὼν δὲ δυσσεβῶν ὠμότης δίκην πυρὸς ἀκαταπαύστως ἐπινεμησαμένη θαυμαστὴν καὶ διὰ παντὸς ἀοἰδιμον εὐδοξίαν προσῆψέ σοι· σέβας γὰρ διὰ ταῦτα εἶχε τοὺς θεωμένους,

  41. 22.3.1

    τοὺς μὲν αὐτοὺς οὖν δημίους καὶ στρεβλοῦντας τὰ τῶν εὐσεβῶν σώματα κάμνοντας καὶ δυσπετοῦντας πρὸς τὰ δεινά, παρειμένους δὲ τοὺς δεσμοὺς καὶ τάς γε βασάνους αὐτὰς ἐκλύτους καὶ τὰς προσφερομένας καύσεις ἀμαυρουμένας, τῶν δὲ ὀπαδῶν τοῦ θεοῦ δυστρέπτων μὲν τὴν πρὸς τοὺς πόνους στερρότητα καὶ οὐδὲ πρὸς ὀλίγον ὀκλαζόντων τὴν παρρηςίαν.

  42. 22.4.1

    τί οὖν ταῦτα τολμῶν ὤνησας, ὦ δυσσεβέστατε; τί δὲ τὸ αἴτιον τῆς ἐκστάσεως τῶν φρενῶν; ἐρεῖς ὅτι διὰ τὴν πρὸς τοὺς θεοὺς τιμήν· τίνας τούτους; ἢ ποίαν τινὰ ἀξίαν τῆς θείας φύσεως λαμβάνεις ἔννοιαν; ὀργίλους ἡγῇ κατὰ σὲ τοὺς θεοὺς εἶναι; εἰ δ´ οὖν ἦσαν τοιοῦτοι, ἐχρῆν θαυμάζειν αὐτῶν τὴν Προαίρεσιν, οὐ πειλθαρχεῖν τοῖς ἀναιδέσι προστάγμασι, δικαίων ἀνδρῶν σφαγὰς ἀδίκως ἐπαράντων.

  43. 22.5.1

    ἐρεῖς ἴσως διὰ τὰ ὑπὸ τῶν προγόνων νομισθέντα καὶ τὴν τῶν ἀνθρώπων ὑπόληψιν· συγχωρῶ. καὶ γάρ ἐστι παραπλήσια τοῖς δρωμένοις τὰ νομιζόμενα μιᾶς τε καὶ τῆς αὐτῆς ἀφρπσύνης· ᾠήθης ἴσως εἶναι τινὰ δύναμιν ἐξαίρετον ἐν τοῖς ὑπὸ τεκτόνων καὶ δημιουργῶν ἐσκευασμένοις ἀνθρωπομόρφοις· τοιγάρτοι περιεῖπες αὐτὰ πᾶσαν ποιούμενος ἐπιμέλειαν, ὅπως μή ποτε ῥυπωθεῖεν, μεγίστων καὶ ἐξαιρέτων θεῶν ἀνθρωπίνης δεομένων ἐπιμελείας

  44. 23.1.1

    Ἀντεξέταζε τὴν ἡμετέραν θρησκείαν πρὸς τὰ ὑμέτερα. οὐκ ἐνταῦθα μὲν ὁμόνοια γνησία καὶ διαρκὴς φιλανθρωπία, ἔλεγχος δὲ πταίσματος νουθεσίαν οὐκ ὄλεθρον φέρων, θεραπεία δὲ οὐκ ὠμότητος ἀλλὰ σωτηρίας, καὶ πίστις εἰλικρινὴς πρῶτον μὲν πρὸς τὸν θεόν, ἔπειτα δὲ καὶ πρὸς τὴν φυσικὴν τῶν ἀνθρώπων κοινωνίαν, ἔλεος δὲ τῶν οὕς ἐπολέμησεν ἡ τύχη, ἁπλοῦς δὲ βίος καὶ οὐ ποικίλῃ τινὶ πανουργίᾳ τὴν πονηρίαν ἐπικαλυπτόμενος, τοῦ τε ὄντως θεοῦ καὶ τῆς μοναρχίας γνῶσις;

  45. 23.2.1

    ἥδε ἐστὶν ἀληθῶς θεοσέβεια, ἥδε εἰλικρινὴς θρησκεία ἡ παντελῶς ἄχραντος, οὗτος ἔμφρων βίος, ὃν οἱ μετιόντες ὡς διὰ λεωφόρου σεμνῆν τινος ἐπὶ τὸν ἀέναον πορεύονται βίον· οὐδεὶς γὰρ ὅλως τελευτᾷ ὁ τὸν τοιοῦτον ἐνστησάμενος βίον καθαρεύων τε τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, πληροῖ δὲ μᾶλλον τὴν προσταχθεῖσαν αὐτῷ θεόθεν λειτουργίαν ἢ ἀποθνήσκει· ὁ γάρ τοι τὸν θεὸν ὁμολογήσας οὐ γίνεται πάρεργον ὕβρεως οὐδὲ θεμοῦ, ἀλλ´ εὐγενῶς τὴν ἀνάγκην ὑποστὰς τὴν τῆς καρτερίας Πεῖραν ἐφόδιον ἔχει τῆς πρὸς τοῦ θεοῦ εὐμενείας.

  46. 23.3.1

    οὐδὲν γὰρ ἀμφίβολον τὴν τῶν ἀνθρώπων ἀρετὴν ἀσπάζεσθαι τὸ θεῖον· καὶ γὰρ ἄν εἴη τῶν ἀτοπωτάτων τοὺς μὲν ἀνθρώπους, ὅταν τυγχάνωσιν εὐεργετούμενοι, ἤτοι ὑπὸ τῶν τῆς αὐτῆς ἐξουςίας ἐπειλημμένων ἢ καὶ ὑποδεεστέρων, ἃ θεραπεύοντες τυγχάνοιεν οἱ εὐεργετοῦντες αὐτούς εὐχαρίστως κατατίθεσθαι καὶ ἀντευεργετεῖν, τὸν δὲ ὑπὲρ πάντας ἀρχηγόν τε τῶν πάντων καὶ τὸ ἀγαθὸν αὐτὸ καταμελῖν τῆς ἀμοιβῆς, ὃ συμπαρομαρτεῖ μὲν ἡμῶν τῷ παντὶ βίῳ καὶ πάρεστιν ἡμῖν τηνικαῦτα, ὁσάκις ἀγαθόν τι ποιῶμεν, καὶ παραχρῆμα μὲν ἀποδεχόμενον τῆς ἀνδρείας καὶ εὐδικίας εὐεργετεῖ, τὴν δὲ συμπλήρωσιν τῆς ἀμοιβῆς εἰς τὴν τοῦ βίου συμπλήρωσιν ἡμῶν ὑπερτίθεται· πᾶσα γὰρ ἡ τοῦ βίου ψῆφος τηνικαῦτα λογοθετεῖται, ἐν ᾧ χρόνῳ τὸ σῶμα ὑπὸ τῆς ψυχῆς καταλείπεται, αὐτὴ δὲ ἡ ψυχὴ καθαρὰ καὶ ἄχραντος καθαρῷ καὶ ἀχράντῳ τῷ θείῳ πελάζει. ἥδε μὲν οὖν ἡ τοῦ θείου δικαιοσύνη, καὶ οὗτος μὲν ὁ τῶν δικαίων ἐξετασμός, πείρας γενο- μένης κατὰ τὸν βίον πίστεως τε καὶ ἐγκρατείας, καὶ ἐπειδὰν ταῦτα καλῶς ἔχῃ, ὁ μισθὸς ἐπακολουθεῖ τῆς αἰωνίου ζωῆς, μετέρχεται δὲ καὶ τοὺς πονηροὺς ἡ προσήκουσα τιμωρία.

  47. 24.1.1

    Σὲ δὲ νῦν τὸν Δέκιον ἐρωτῶ, τὸν ἐπεμβαίνοντά ποτε τοῖς τῶν δικαίων πόνοις, τὸν τὴν ἐκκλησίαν μισήσαντα, τὸν ἐπιθέντα Τιμωρίαν τοῖς ὁσίως βεβιωκόσι· τί δὴ νῦν πράσσεις μετὰ τὸν βίον; ποίαις δὲ καὶ πῶς δυστραπέλοις συνέχῃ περιστάσεσιν; ἔδειξε δὲ καὶ ὁ μεταξὺ τοῦ βίου καὶ τῆς τελευτῆς χρόνος τὴν σὴν εὐτυχίαν, ἡνίκα ἐν τοῖς Σκυθικοῖς πεδίοις πανστρατι ᾷ πεσὼν τὸ περιβόητον Ῥωμαίων κράτος ἦγες τοῖς Γέταις εἰς καταφρόνησιν.

  48. 24.2.1

    ἀλλὰ σύγε, Οὐαλεριανέ, τὴν αὐτὴν μιαιφονίαν ἐνδειξάμενος τοῖς ὑπηκόοις τοῦ θεοῦ, τὴν ὁσιαν κρίσιν ἐξέφηνας ἁλοὺς αἰχμάλωτός τε καὶ δέσμιος ἀχθεὶς σὺν αὐτ ῇ πορφυρίδι καὶ τ ῷ λοιπ ῷ βασιλικ ῷ κόσμῳ, τέλος δὲ ὑπὸ Σαπώρου τοῦ Περσῶν βασιλέως ἐκδαρῆναι κελευσθεὶς καὶ ταριχευθεὶς τρόπαιον τῆς σαυτοῦ δυστυχίας ἔστησας αἰώνιον.

  49. 24.3.1

    καὶ σὺ δέ, Αὐρηλιανέ, φλὸξ πάντων ἀδικημάτων, πῶς ἐπιφανῶς, διατρέχων ἐμμανῶς τὴν Θρ ᾴκην, κοπεὶς ἐν μέσῃ λεωφόρῳ τοὺς αὔλακας τῆς ὁδοῦ ἀσεβεῖ αἵματι ἐπλήρωσας.

  50. 25.1.1

    Διοκλητιανὸς δὲ μετὰ τὴν μιαιφονίαν τοῦ διωγμοῦ αὐτὸς ἑαυτοῦ καταψηφισάμενος, λέληθεν ἀποκηρύξας μὲν ἑαυτὸν τῆς ἀρχῆς ὡς ἄχρηστον, ὁμολογήσας δὲ τὴν τῆς ἀφροσύνης βλάβην μιᾶς εὐκαταφρονήτου οἰκήσεως καθειργμ ῷ.

  51. 25.2.1

    τί δὴ τούτῳ συνήνεγκε πρὸς τὸν θεὸν ἡμῶν τὸν πόλεμον ἐνστήσασθαι; ἵν´ οἶμαι τὴν τοῦ κεραυνοῦ βολὴν δεδιὼς διαγάγοι τὸν ἐπίλοιπον βίον. λαλεῖ Νικομήδεια, οὐ σιωπῶσι δὲ καὶ οἱ ἱστορήσαντες, ὧν καὶ αὐτὸς ὤν τυγχάνω. εἶδον γάρ, ἡνίκα εὐτελὴς τὸ φρόνημα καὶ πᾶσαν μὲν πρόσοψιν παντοῖον δὲ ψόφον δεδιὼς ἐποτνιᾶτο τῶν περιεστώτων κακῶν αἰτίαν γεγενῆσθαι τὴν ἀφροσύνην ἑαυτοῦ προκαλεσαμένου καθ´ ἑαυτοῦ τὴν θείαν τοῖς δικαίοις ἐπικουρίαν. ἐδῃοῦτο μέντοι τὰ βαςίλεια καὶ ὁ οἶκος αὐτοῦ, ἐπινεμομένου σκηπτοῦ νεμομένης τε οὐρανίας φλογός. καὶ προείρητό γε ἡ τούτων ἔκβασις ὑπὸ τῶν εὖ φρονούντων· οὐδὲ γὰρ ἐσιώπων οὐδὲ τὴν οἰμωγὴν τῶν ἀναξίως γιγνομένων ἐπεκαλύπτοντο, φανερῶς δὲ καὶ δημοσίᾳ παρρησιαζόμενοι πρὸς ἀλλήλους διελέγοντο.

  52. 25.3.1

    „τίς ἡ τοσαύτη μανία; πόση δὲ ἡ τῆς δυναστείας ἀλαζονεία τὸ τολμᾶν πολεμεῖν θεῷ ὄντας ἀνθρώπους, ἁγνοτάτῃ δὲ καὶ δικαιοτάτῃ θρησκείᾳ θέλειν ἐμπαροινεῖν, τοσούτου δὲ δήμου καὶ ἀνθ ρώπων δικαίων ὄλεθρον μηδεμιᾶς προϋπαρχούσης πλημμελείας μηχανήσασθαι, καὶ ταῦτα εὐκαιρίας τε οὔσης ἰδίᾳ τε καὶ δημοσίᾳ, δεξιῶς φερομένων πάντων πραγμάτων, ὁμονοίας τε τῶν δυναστευόντων βεβαίας μενούσης. ἔσται τούτων τίσις, ἔσται τοῦ ἀδίκως αἵματος ἐκχυθέντος ἐκδικία, καὶ ἴσως γε τούς τε αἰτίους καὶ τοὺς ἀναιτίους ἡ αὐτὴ περιλήψεται συμφορά. νεμεσᾴ γὰρ δικαίως πρὸς τοὺς πονηροὺς τὸ θεῖον”. καὶ ταῦτα ἔλεγον οὐκ ἀπεικότως τεκμαιρόμενοι· ἑώρων γὰρ μεγίστην τινὰ καὶ ὑπερορίαν ὠμότητα. πάντων γὰρ ἀναλωθέντων ὅσα πέρυκεν ἐπινοεῖν ὠμότης, ἐπὶ ἀσχήμονας τιμωρίας μετῆλθεν ἡ δυσσέβεια. ἁγνὰς γὰρ παρθένους καὶ σώφρονας γυναῖκας ὁ προειρημένος βασιλεὺς εἰς λύμην ἀσελγείας κατέκρινεν, αἰσχροῖς ψηφίσμασιν ἐπὶ τὰς ἡδονὰς παρακαλῶν τοὺς νέους· ἐν ᾧ κρείσσων εὑρέθη τῶν χυδαίων ἡ ἐγκράτεια τῆς ἀκολαςίας τοῦ τυράννου. οὐδεὶς γὰρ ἑαυτὸν καθῆκεν εἰς ἀνόσιον θυμηδίαν, καὶ τὸ ψήφισμα τοῦ βασιλέως τὴν τοῦ δήμου σωφροσύνην οὐκ ἴσχυσεν ἀναχαιτίσαι. ὢ νόμων ἐπιμελητὴν ἄριστον, ὢ τῆς τῶν πάντων ὑπηκόων σωφροσύνης διδάσκαλον, ὢ κηδεμονίας στρατοῦ πρὸς τοὺς ἑαυτῶν πολίτας. ἐτίτρωσκον τὰ στέρνα τῶν ὁμοφύλων οἱ μηδέποτε τὰ τῶν πολεμίων ἐν παρατάξει μετάφρενα θεασάμενοι.

  53. 25.4.1

    τέλος γοῦν τὴν τῶν ἀνοσίων ἔργων ἐκδικίαν ἡ θεία πρόνοια μετῆλθεν, οὐ μὴν ἄνευ δημοσίας βλάβης. τοσαῦται γοῦν ἐγένοντο σφαγαί, ὅσαι εἰ κατὰ βαρβάρων ἐγένοντο, ἱκανὰς εἶναι πρὸς αἰωνίαν εἰρήνην. πᾶν γὰρ τὸ τοῦ προειρημένου βασιλέως στράτευμα, ὑποταχθὲν ἐξουσίᾳ τινὸς ἀχρήστου βίᾳ τε τὴν Ῥωμαίων ἀρχὴν ἁρπάσαντος, προνοίας θεοῦ τὴν μεγάλην πόλιν ἐλευθερούσης, πολλοῖς καὶ παντοδαποῖς πολέμοις ἀνήλωται.

  54. 25.5.1

    ἀλλὰ τίς ἄν προκομισθείη σαφεστέρα καὶ ἐναργεστέρα τῆς τοῦ θεοῦ κρίσεως ἀπόδειξις; βοᾷ μὲν ὁ κόσμος αὐτός, λαμπροτέρα δὲ καὶ ἐναργεστέρα ἡ τῶν ἄστρων πομπὴ καταφαίνεται, γεγηθότων οἶμαι διὰ τὴν τῶν ἀνοσίων ἔργων προσήκουσαν ἐκδικίαν, καὶ αὐτοὶ δὲ οἱ διαδεξάμενοι τὸν ἄγριον καὶ ἀπάνθρωπον βίον καιροὶ χαίρειν ἐπὶ τῇ σφῶν αὐτῶν εὐμοιρίᾳ νομίζονται τὴν τε τοῦ θεοῦ πρὸς τοὺς ἀνθρώπους δηλοῦσιν εὐμένειαν. ἀλλὰ μὴν καὶ αἱ πρὸς τὸν θεὸν ἐκφωνήσεις τῶν πιεζομένων καὶ τὴν ἔμφυτον ἐλευθερίαν ποθούντων, καὶ οἱ μετὰ τὴν ἀπαλλαγὴν τῶν κακῶν τῆς εὐχαριστίας πρὸς τὸν θεὸν ἔπαινοι, ἀποδοθείσης τῆς ἐλευθερίας αὐτοῖς καὶ τῶν μετὰ δικαιοσύνης συμβολαίων, πῶς οὐ παντὶ τρόπῳ τὴν τοῦ θεοῦ πρόνοιαν καὶ τὴν πρὸς τοὺς ἀνθρώπους στοργὴν χαρακτηρίζουσιν;

  55. 26.1.1

    Ὅταν δὲ τὴν ἐμὴν ὑπηρεσίαν ἐπαινῶσιν, ἐξ ἐπιπνοίας θεοῦ τὴν ἀρχὴν ἔχουσαν, ἀφ´ οὐ τῆς ἐμῆς ἀνδραγαθίας τὸν θεὸν αἴτιον εἶναι διαβεβαιοῦνται; πάντων γε μάλιστα· ἔστι γὰρ θεοῦ ἔδιον τὸ τὰ ἄριστα προστάττειν, ἀνθρώπων δὲ τὸ τῷ θεῷ πείθεσθαι. ἔστι δὲ οἶμαι διακονία καλλίστη τε καὶ ἀρίστη, εἴ τις πρὸ τῆς ἐγχειρήσεως προκατασκευάζει τὴν τῶν πραχθησομένων ἀσφάλειαν.

  56. 26.2.1

    καὶ ἐπίστανταί γε πάντες ἄνθρωποι τὴν τῶνδε τῶν χειρῶν ἁγιωτάτην λατρείαν ὀφείλεσθαι τῷ θεῷ πίστει καθαρᾷ καὶ εἰλικρινεστάτῃ, καὶ σύν γε ταῖς χερσὶν εὐχαῖς τε καὶ λιτανείας πᾶν, ὅσον ἤνυσται ὑπὲρ Συμφέροντος, κατορθοῦσθαι, προσγενομένης ὠφελείας ἰδίᾳ τε καὶ δημοσίᾳ τοσαύτης, ὅσην ἄν ἕκαστος αὐτῷ τε καὶ τοῖς φιλτάτοις ηὔξατο. ἱστόρησαν δὲ καὶ τὰς μάχας, καὶ ἐθεάσαντο καὶ τὸν πόλεμον, τῆς τοῦ θεοῦ προνοίας τῆν νίκην τῷ δήμῳ βραβευούσης, καὶ εἶδον τὸν θεὸν ταῖς ἡμετέρας εὐχαῖς συναρόμενον· ἀνίκητον γὰρ χρῆμα ἡ δικαία προσευχή, καὶ οὐδεὶς ὁσίως λιτανεύων ἀποτυγχάνει τοῦ σκοποῦ· οὐδὲ γὰρ περιλείπεται τόπος ἀποτεύγματι, εἰ μὴ μόνον ἔνθα ἄν τὸ τῆς πίστεως ὀκλάζῃ· ὁ γάρ τοι θεὸς ἀεὶ πάρεστιν εὐμενὴς τὴν τῶν ἀνθρώπων προσδεχόμενος καλοκἀγαθίαν· διὸ ἀνθρώπινον μὲν πταῖσαί ποτε, ὁ δὲ θεὸς ἀναίτιος τῶν ἀνθρπωπίνω πταισμάτων· χρὴ Τοίνυν πάντας τοὺς τὴν εὐσέβειαν καταδιώκοντας χάριν ὁμολογεῖν τῷ σωτῆρι τῶν πάντων ἕνεκεν τῆς ἡμετέρας αὐτῶν σωτηρίας καὶ τῆς τῶν δημοσίων πραγμάτων εὐμοιρίας, ὁσίαις τε εὐχαῖς καὶ λιτανείαις ἐπαλλήλοις ἐξιλεοῦσθαι τὸν Χριστὸν ἡμῖν, ὅπως τὰς εὐεργεσίας αὐτοῦ διαφυλάττοι· οὗτος γάρ ἐστιν ἀήττητος σύμμαχος καὶ ὑπερασπιστὴς τῶν δικαίων, ὁ δὲ αὐτὸς κριτὴς ἄριστος, ἀθανασίας ἡγεμών, ἀιδίου ζωῆς χορηγός.

← Previous — showing 101156 of 156

First Thousand Years of Greek. CTS URN tlg2018.tlg021.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.