Ancient Textssearch the texts themselves, not just their titles

← Library

De Ecclesiastica Theologia (Book 3 only)

First Thousand Years of Greek · First Thousand Years of Greek · 301 sections

  1. 3.21.2.1

    ταῦτα μὲν οὖν προθεμένοις ἡμῖν σκοπὸν τὴν βραχυλογίαν ὡς ἐν ἐπιτομῇ γεγυμνάσθω. πλείστης δὲ ὅσης ἐξεργασίας δέο μένων τῶν κατὰ τὸν τόπον ὅτῳ μέλει τῆς τούτων ἀκριβοῦς καταλήψεως τοῖς εὐαγγελικοἶς καὶ ἀποστολικοῖς ἀναγνώσμασιν τὴν διάνοιαν ἐπερείσας τὸν πάντα νοῦν ἐξ αὐτῶν ἐπὶ σχολῆς ἀναλέξεται μυρίων γε μὴν καὶ ἄλλων ἀσυναρτήτως ἐν τῷ Ναρκέλλου ουγγράμματι συμπεφορη- μένων, πλείστων τε ὅσων ἐναντίως τῷ βουλήματι τῆς γραφῆς εἰρη- μένων ἑτέρων τε βεβιασμένων καὶ μηδεμίαν σωσάντων ἀκολουθίαν, κοινὸν τὸν ἔλεγχον κατάφωρον γεγονέναι παρὰ τοῖς εὖ φρονοῦσιν διὰ τῶν ἡμῖν ἐξητασμένων ἡγούμενος, τούτοις ἀρκεσθήσομαι.

← Previous — showing 301301 of 301

First Thousand Years of Greek. CTS URN tlg2018.tlg009.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.