De Ecclesiastica Theologia (Book 3 only)
- 3.5.22.1
οὐκ ἄλλως τοῦ σωτῆρος τοῖς ἀποστόλοις αὐτοῦ διαταξαμένου τὸ μυστήριον τῆς αὐτοῦ παλιγγενεσίας πᾶσιν τοῖς ἐξ ἐθνῶν εἰς αὐτὸν πιστεύουσιν παραδιδόναι ἢ βαπτίζοντας »αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«. τοῦ μὲν πατρὸς αὐθεντοῦντος καὶ δωρουμένου τὴν χάριν, τοῦ δὲ υἱοῦ ταύτῃ διακονουμένου »ἡ« γὰρ »χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο«), τοῦ δὲ ἁγίου πνεύματος, δηλαδὴ τοῦ παρακλήτου, αὐτοῦ ὄντος τοῦ χορηγουμένου κατὰ τὰς ἐν αὐτῷ διαιρέσεις τῶν χαρισμάτων, »ᾡ μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις ἐν τῷ αὐτῷ πνεύματί« καὶ τὰ τούτοις κατηριθμημένα ὁμοίως.
- 3.6.1.1
τὸ μὲν οὖν ἅγιον πνεῦμα μόνοις ἁγίοις ἐμφιλοχωρεῖν πέφυκεν, διὰ τοῦ υἱοῦ χορηγούμενον οἷς ἂν ὁ πατὴρ κρίνειεν. καὶ τοῦτ’ ἂν εἴη ἔργον αὐτοῦ τὸ πάντας αγιαζειν, οἶς ἂν ἑνός τινος ἢ καὶ πλειονων μεταδιδῷ τῶν ἐν αὐτῷ χαρισμάτων, ὡς καὶ προφήτας καὶ ἀπο- στόλους καὶ πᾶσαν θεοφιλῆ ψυχήν, εἰκὸς δὲ καὶ τὰς κρείττους καὶ θείας δυνάμεις, τῆς ἐξ αὐτοῦ μεταλαμβάνειν ἁγιότητος. ὁ δὲ υἱὸς μόνος πατρικῇ θεότητι τετιμημένος, ποιητικὸς ἂν εἴη καὶ δημιουργικὸς τῆς τῶν γενητῶν ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων, καὶ δὴ καὶ αὐτῆς τῆς τοῦ παρακλήτου πνεύματος ὑπάρξεως· »πάντα« γὰρ »δι᾿ αὐτοῦ ἐγένετο,
- 3.6.2.1
καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν« καὶ »ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα«. ὁ δ’ ἐπέκεινα τῶν ὅλων θεὸς καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἄρρητόν τι ὢν ἀγαθὸν καὶ παντὸς λογισμοῦ καὶ διανοίας φωνῆς τε πάσης καὶ ἐνθυμήσεως κρείττονι ὁμοῦ τῶν πάντων ὅσα ποτὲ ὄντα καὶ ὁποῖα τυγχάνει, αὐτοῦ τε τοῦ ἁγίου πνεύματος προσέτι δὲ καὶ τοῦ μονογενοῦς υἱοῦ καθηγούμενος, μόνος εἰκότως ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν θεὸς ἀνείρηται παρὰ τῴ ἀποστόλῳ φάντι »εἷς κύριος, μία πίστις, ἓν βάπτισμα· εἶς θεὸς πατὴρ πάντων, ὁ ἐπὶ πάντων καὶ διὰ πάντων καὶ ἐν πᾶσιν«.
- 3.6.3.1
καὶ μόνος μὲν αὐτὸς »εἷς θεὸς καὶ πατὴρ« »τοῦ κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ« χρηματίζοι ἄν, ὁ δὲ υἱὸς »μονογενὴς θεὸς ὁ ἐὸν εἰς τὸν κόλπον τοῦ πατρός«· τὸ δὲ παράκλητον πνεῦμα οὔτε θεὸς οὔτε υἱός, ἐπεὶ μὴ ἐκ τοῦ πατρὸς ὁμοίως τῷ υἱῷ καὶ αὐτὸ τὴν γένεσιν εἴληφεν, ἒν δέ τι τῶν διὰ τοῦ υἱοῦ γενομένων τυγχάνει, ὅτι δὴ πάντα ὄι αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἔνι ταῦτα μὲν οὑν τῇ ἁγίᾳ καὶ καθολικῇ
- 3.6.4.1
ἐκκλησίᾳ ὧδέ πη διὰ τῶν θείων φωνῶν παραδίδοται τὰ μυστήρια· Μάρκελλος δὲ πάντα φύρας, ποτὲ μὲν εἰς αὐτὸν ὅλον τὸν Σαβελλίου βυθὸν χωρεῖ, ποτὲ δὲ Παύλου τοῦ Σαμοσατέως ἀνανεοῦσθαι πειρᾶται τὴν αἵρεσιν, ποτὲ δὲ Ἰουδαῖος ὢν ἄντικρυς ἀπελέγχεται· μίαν γὰρ ὑπόστασιν τριπρόσωπον ὥσπερ καὶ τριώνυμον εἰσάγει, τὸν αὐτὸν εἶναι λέγων τὸν θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον καὶ τὸ ἅγιον πνεῦμα.
- 3.6.5.1
εἶτ’ ἐντεῦθεν μεταβὰς ἐπὶ τὰς ἀποστολικὰς περὶ τοῦ Χριστοῦ θεολογίας, πάλιν διαστρόφοις κέχρηται ἑρμηνείαις. τοῦ γὰρ θείου ἀποστόλου θεολογοῦντος διαρρήδην τὸν υἱὸν τοῦ θεοῦ καὶ λέγοντος »ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τά τε ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· πάντα δι’ αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν«,
- 3.7.1.1
ὁ θαυμαστὸς οὗτος αὖθις ἐπὶ τὴν σάρκα καταπεσὼν εἶναι ἀποφαίνεται τὴν εἰκόνα του ἀοράτου θεοῦ, οὐκ ἀκούων ὡς ἀρσενικῷ χαρακτῆρι ἐξενήνεκται τὸ »ὅς ἐστιν εἰκών«. τὸ γὰρ »ὃς« οὐκ οἶδ' ὅπως ἐφαρμόσας τῇ σαρκί, ταύτην ἔφη δηλοῦσθαι ὡς αὐτῆς οὔσης τῆς εἰκόνος »τοῦ θεοῦ τοῦ ἀοράτου«. καὶ πάλιν τὸ »αὐτός ἐστιν πρὸ πάντων« περὶ τῆς σαρκός φησιν εἰρῆσθαι, οὐκ αἰὁούμενος τὸ »αὐτὸς« ἐπὶ τῆς σαρκὸς ἐκλαμβάνειν.
- 3.7.2.1
καὶ τὸν »πρωτότοκον πάσης κτίσεως« διὰ τὴν σάρκα κεκλῆσθαι λέγει, ἐπιμένει τε ἀδιατρέπτος ἐν τῇ σαρκὶ φάσκων »τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς« ἐκτίσθαι, »τά τε ὁρατὰ καὶ τὰ ἀόρατά«, οὐδὲ διατρέπεται θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας διὰ τῆς σαρκὸς τοῦ σωτῆρος λέγων τῆς ἐν Χριοτᾥ κτίσεως ἠξιῶσθαι. ἤδη δὲ διὰ τῆς πρὸ τούτου γραφῆς τὰς περὶ τούτων τοῦ Ναρκέλλου φωνὰς παραθέμενος, λόγου συμμετρίας φειδό μένος, τῇ αὐτῶν ἐκείνω ν ἀρκεσθήσομαι μαρτυρίᾳ. ὡς δὲ διάστροφος καὶ βεβιασμένη ἡ τοιαύτη τυγχάνει τῆς ἀποοτο- λικῆς λέξεως διήγησις, οὐ μοι δεῖν ἡγοῦμαι κατασκευῆς πλείονος, διὰ τὸ καὶ παντί τῳ κατάφωρον εἶναι τὸ ἀναιδὲς τῆς ἑρμηνείας.
- 3.8.1.1
πλὴν τοσαῦτα περὶ τῆς σαρκὸς τοῦ σωτῆρος εἰπὼν οὐβ αὐτὴν ἡμῖν φυλάττει σώαν· ὡς εἴθε γὰρ κἂν εἰς αὐτὴν τὸν εὐοεβη διετήρει λογισμόν. νυνὶ δὲ μετὰ πάντα τὰ περὶ αὐτῆς αὐτώ, λελεγμένα ἐπὶ συντελείᾳ τῶν αἰώνων καταλείπεσθαι ἀυτὴν ἔρημον τοῦ λόγου ἀποφαίνεται γράφων οὕτως
- 3.8.1.2
εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦοαν συνεἷναι τῷ λόγω;
- 3.9.1.1
καὶ δευτεροῖ τὸ αὐτὸ ἐν ἑτέρῳ φάσκων
- 3.9.1.2
εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως ἁπάντων καὶ αὐτὴν τὴν κτίσιν ἐκ τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβληθήσεσθαι ὁ Παῦλος ἔφη (λέγει γὰρ »ὁτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσῖται ἀπὸ τῆς δουλείας τῆς φθορὰς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ«), πὥἐ ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν Ι ὁ λόγος, μορφὴν οὖσαν δούλου, όυνεἷναι τῷ λόγῳ δι’ αὐτὴν γένοιτ' ἂν δυνατόν;
- 3.10.1.1
ὁρᾷς ὁποίας προέσθαι φωνὰς κατὰ τῆς σαρκὸς τοῦ σωτηρὸς ἡμῶν τετόλμηκεν, οὐκ ἐπιστήσας ὡς καὶ πρὸ τῆς εἰς οὐρανοὺς ἀναλήψεως ἔτι οὖσαν αὐτὴν ἐπὶ γῆς πρὸ τοῦ πάθους οὕτως ἐδόξασεν ἐν τῶ ὄρει τρισὶν τοῖς ἐκκρίτοις αὐτοῦ μαθηταῖς μόνοις εἰκόνα δεικνὺς τῆς βασιλείας αὐτοῦ , ὡς ἐξαστράψαι τὸ πρόσωπον αὐτοῦ, καὶ φωτὸς μαρμαρυγὰς ἐκλάμψαι
- 3.10.2.1
(»ἐγένετο« γάρ φησιν ἡ θεία γραφὴ »τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς«), ἀλλ’ οὐδὲ συνεὶς ὁποῖον σῶμα δόξης Χριστου ὁ θεῖος ἀποστολος ἔλεγεν καὶ ὡς καὶ τὰ ἡμέτερα σώματα σύμμορφα ἔσεσθαι ἐκείνῳ τῷ σώματι ἐδίδασκεν λέγων »ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ«, ἀλλ’ οὐδὲ νοήσας τίνι τρόπῳ καταποθήσεσθαι τὸ θνητὸν ὑπὸ τῆς ζωῆς ἔγραφεν φάσκων »ἐφ’ ᾦ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι. ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«· τούτων ἀμαθῶς ἔχων τὸ μὲν λόγον διαβεβαιοῦται ἓν καὶ ταὐτὸν μέλλειν γίγνεσθαι τῷ θεῶ ὥσπερ καὶ πρότερον ἦν, τὴν δὲ σάρκα καταλειφθεῖσαν ὑπὸ τοῦ λόγου οὐκ οἶδ’ ὅ τι ποτὲ γενήσεσθαι,
- 3.10.3.1
ἐπάκουσον δ’ οὖν ὅπως ταῦτά φησιν
- 3.10.3.2
εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῷ λόγῳ ἀθανάτου γεγονυίας πυνθάνοιτο, τί φαμεν πρὸς αὐτόν; ὅτι δογματίζειν μὲν ἡμεῖς περὶ ὧν μὴ ἀκριβῶς παρὰ τῶν θείων μεμαθηκαμεν γραφῶν οὐκ ἀσφαλὲς εἶναι νομίζομεν. πῶς γὰρ τοῦτο πράττειν δυνατὸν τοῖς καὶ τὰ ἑτέρων ἀνατρέπουσιν δόγματα;
- 3.10.4.1
ἀλλ’ ἐροῦμεν πρὸς τοὺς τὸν ἀκριβῆ περὶ τούτου μαθεῖν παρ’ ἡμῶν βουλομένους λόγον, ὅτι πειθόμενοι τῴ ἱερῶ, ἀποστόλῳ ἴσμεν ὅτι οὕτως ἡμᾶς ὁρᾶν τὰ ἀποκεκρυμμένα μυστήρια προσήκει, ὡς αὐτὸς ἔφη· »βλέπομεν γὰρ ἄρτι« φησὶν »δι᾿ ἐσόπτρου ἐν αἰνίγματι, δὲ πρόσωπον πρὸς πρόσωπον« καὶ τὰ ἑξῆς. ὥστε μή μου πυνθάνου περὶ ὡν σαφῶς παρὰ τῆς θείας γραφῆς μὴ μεμάθηκα· διὰ τοῦτο τοίνυν οὐδὲ περὶ τῆς θείας γραφῆς ἐκείνης τῆς τῷ λόγῳ κοινωνησάσης σαρκὸς σαφῶς εἰπεῖν δυνήσομαι.
- 3.10.4.2
εἶθ’ ὁ μηδὲν λέγειν δύνασθαι ὁμολογῶν μηδὲ μεμαθηκέναι τι ἀπὸ τῆς γραφὴς.
- 3.10.5.1
τοιαῦτα περὶ τῆς σαρκὸς ἀπεφήνατο, οὔτ’ ἀπὸ τῆς γραφὴς λαβὼν οὔτε ἀφ’ ἑτέρων παραλαβὼν οὔτε ἀπὸ τῆς ἐκκλησίας μαθών, ἑαυτῷ δὲ ἀναπλάσας καὶ τῆς οἰκείας ἐνθυμήσεως ἐπινοήσας ξένον καὶ τῆς ἀληθείας ἀλλότριον γέννημα, μηδὲ ἐν νῷ λαβὼν τὴν λέγουσαν γραφὴν »μὴ προσθῇς τοῖς λόγοις αὐτοῦ, μή ποτε ἐλέγξῃ σε, καὶ ψευδὴς γένῃ« καὶ »οὐαὶ τοῖς προφητεύουσιν ἀπὸ καρδίας αὐτῶν«. ὅρα δ’ οὖν ὅσῃ δυσσεβείᾳ περιπέπτωκεν.
- 3.10.6.1
ὁ γὰρ τὴν πᾶσαν περὶ τοῦ προυπάρχοντος μονογενοῦς υἱοῦ θεολογίαν ἐπὶ τὴν σάρκα καταβαλὼν αὐτοῖς τε ῥήμασιν νίκης στέφανον αὐτὴν ἀναγορεύσας (οὕτως γὰρ ἔφη
- 3.10.6.2
τὸν τοῦ θεοῦ λόγον τὴν ἀνθρωπίνην σάρκα διὰ τῆς ἀναστάσεως ἀθάνατον γενέσθαι παρεσκευακέναι καὶ ὥσπερ τινὰ νίκης στέφανον ἀναδησάμενον ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεσθαι)
- 3.10.6.3
οὕτος αὐτός φησιν αὐτὴν ἔρημον ἔσεσθαι καὶ ὀρφανὴν ἐν τῷ τοῦ παντὸς τέλει, ἑνῶν μὲν τὸν λόγον τῷ θεῷ τὴν δὲ σάρκα χωρίζων τῆς τοῦ λόγου ἐνεργείας καὶ καταλιπὼν αὐτὴν οὐκ οἶδ’ ὅπως ἀθάνατον μὲν καὶ ἄφθαρτον ἄψυχον δὲ καὶ ἀνενέργητον ὑπὸ τοῦ λόγου.
- 3.10.7.1
καὶ ταῦτα δὲ πάλιν ἐκ τῶν θείων ἀναγνωσμάτων, ἃ μὴ νενόηκεν, συνιστὰν πειρᾶται. τοῦ γὰρ σωτῆρος ἡμῶν πρὸς τοὺς μὴ συνιέντας τὰς περὶ τῆς σαρκὸς καὶ τοῦ αἵματος αὐτοῦ διδασκαλίας εἰρηκότος »τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἃ ἐγὼ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«,
- 3.11.1.1
οὐκ ἐπιστήσας τῇ διανοίᾳ τοῦ λόγου ὑπέλαβεν αὐτὸν ἀθετεῖν τὴν σάρκα ἣν ἀνείληφεν ἐκ τῆς ἁγίας παρθένου. εἴτ’ ἐκ τούτου πειρᾶται κατασκευάζειν ὡς μετὰ τὴν συντέλειαν τοῦ παντὸς ἔρημον τῆς ἑαυτοῦ ἐνεργείας ὁ ἐν τῷ θεῷ λόγος καταλείψει τὴν σάρκα. γοῦν αὐτοῖς ῥήμασιν ζειν εφη
- 3.11.1.2
περὶ γὰρ τῆς σαρκός, ἣν ἔχων ὡμίλει τοῖς μαθηταῖς, τοῦ σωτῆοὕτω λέγει »τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ρος καὶ ἀνθρώπου ἀπιόντα ὅπου ἢν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, λεῖν. ἡ σὰρξ οὐδὲν ὠφελεῖ«. εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν τῷ λόγῳ;
- 3.11.1.3
ὁρᾷς ὅσῃ κέχρηται τοῦ εὐαγγελικοῦ λόγου διαστροφῇ διὰ τὸ μὴ συνιέναι τοῦ λόγου τὴν σωτήριον φωνήν, ὅπως εἴρηται καὶ διὰ ποίαν αἰτίαν.
- 3.12.1.1
ἀλλὰ σύ γε ἀναλαβὼν τὴν εὐαγγελικὴν γραφήν , θέα τὴν πᾶσαν τοῦ σωτῆρος ἠμῶν διδασκαλίαν ὅπως οὐ περὶ ἦς ἀνείληφεν σαρκὸς διελέγετο, περὶ δὲ του μυστικου σώματος τε καὶ αἵματος. ἐπειδὴ γὰρ τοῖς πέντε ἄρτοις ἔθρεψεν τὰ πλήθη, μέγα δὲ θαῦμα τοῦτο παρέσχεν τοῖς ἑωρακόσιν, Ἰουδαίων δὲ οἱ πλεῖστοι ἐξευτελίζοντες τὸ γεγονὸς ἔλεγον αὐτῷ »τι οὑν ποιεῖς σὺ σημεῖον, ἵνα ἴδωμεν καὶ πιστεύσωμεν«, εἶτα παρέβαλλον τὸ μάννα τὸ ἐν τῇ ἐρήμῳ λέγοντες »οἱ πατέρες ἡμῶν τὸ μάννα ἔφαγον ἐν τῇ ἐρήμῳ, καθώς ἐστιν γεγραμμένον· ἄρτον ἐκ τοῦ οὐρανοῦ ἔδωκεν αὐτοῖς φαγεῖν«, πρὸς ταῦτα ὁ σωτὴρ ἀπεκρίνατο »ἀμὴν ἀμὴν λέγω ὑμῖν ,
- 3.12.2.1
οὐ Μωσῆς δέδωκεν ὑμῖν τὸν ἄρτον ἐκ τοῦ οὐρανοῦ, ἀλλ’ ὁ πατήρ μου δίδωσιν ὑμῖν τὸν ἄρτον τὸν ἀληθινὸν ἐκ τοῦ οὐρανοῦ«. εἶτ’ ἐπιφέρει »ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς« καὶ πάλιν »ἐγώ εἰμι ὁ ἄρτος ὁ καταβὰς ἐκ τοῦ οὐρανοῦ« καὶ αὖθις »ὁ δὲ ἄρτος ὃν ἐγὼ δώσω τὸ σῶμά μού ἐστιν«. καὶ πάλιν προστίθησιν »ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ τὴν σάρκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου καὶ πίητε αὐτοῦ τὸ αἷμα, οὐκ ἔχετε ζωὴν ἐν ἑαυτοῖς.
- 3.12.3.1
ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἔχει ζωὴν αἰώνιον, κἀγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. ἡ γὰρ σάρξ μου ἀληθής ἐστιν βρῶσις, καὶ τὸ αἷμά μου ἀληθής ἐστιν πόσις.
- 3.12.4.1
ὁ τρώγων μου τὴν σάρκα καὶ πίνων μου τὸ αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ«. ταῦτα καὶ τὰ τοιαῦτα μεστικώτερον αὐτοῦ διεξιόντος τινὲς τῶν αὐτοῦ μαθητῶν εἶπον »σκληρός ἐστιν ὁ λόγος, τίς δύναται αὐτοῦ ἀκούειν;« πρὸς οὓς ἀπεκρίνατο ὁ σωτὴρ λέγων »τοῦτο ὑμὰς σκανδαλίζει; ἐὰν οὗν θεωρῆτε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον;
- 3.12.5.1
τὸ πνεῦμά ἐστιν τὸ ζωοποιοῦν, ἡ σὰρξ οὐκ ὠφελεῖ οὐδέν· τὰ ῥήματα ἁ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«. δι’ ὧν ἐπαίδευεν αὐτοὺς πνευματικῶς ἀκούειν τῶν περὶ τῆς σαρκὸς καὶ τοῦ αἵματος αὐτοῦ λελεγμένων· μένων· μὴ γὰρ τὴν σάρκα , φησίν, ἣν περίκειμαι νομίσητέ με λέγειν, ὡς δέον αὐτὴν ἐσθίειν, μηδὲ τὸ αἰσθητὸν καὶ σωματικὸν αἷμα πίνειν ὑπολαμβάνετέ με προστάττειν, ἀλλ’ εὖ ἴστε ὅτι »τὰ ῥήματά μου ἃ λελάληκα ὑμῖν πνεῦμά ἐστιν καὶ ζωή ἐστιν«, ὥστε αὐτὰ εἶναι τὰ ῥήματα καὶ τοὺς λόγους αὐτοὺς τὴν σάρκα καὶ τὸ αἷμα, ὤν ὁ μετέχων ἀεὶ ὡσανεὶ ἄρτῳ οὐρανίω τρεφόμενος τῆς οὐρανίου μεθέξει ζωῆς.
- 3.12.6.1
μὴ δὴ οὖν, φησίν, σκανδαλιζέτω ὑμᾶς τοῦτο, ὃ περὶ βρώσεως τῆς ἐμῆς σαρκὸς καὶ περὶ πόματος τοῦ ἐμοῦ αἵματος εἴρηκα, μηδὲ ταραττέτω ὑμὰς ἡ πρόχειρος ἀκοὴ τῶν περὶ τῆς σαρκὸς καὶ αἵματος εἰρημένων μοι· ταῦτα γὰρ »οὐδὲν ὠφελει« αἰσθητῶς ἀκουόμενα, τὸ δὲ πνεῦμά ἐστιν τὸ ξωοποιοῦν τοὺς πνευματικῶς ἀκούειν δυναμένους.
- 3.12.7.1
ἀλλ’ ὁ καινὸς ἐξηγητὴς τῶν εὐαγγελικῶν μαθημάτων μηδὲν τούτων συνείς, ἐπάκουσον ὅπως γράφει λέγων αὐταῖς συλλαβαῖς
- 3.12.7.2
τοῦ ἀνθρωπίνου ἁψάμενος σώματος καὶ δείξας αὐτὸ τοῖς ὁρῶσιν »τοῦτο ὑμᾶς σκανδαλίξει;« ἔφη »ἐὰν οὑν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀνιόντα, ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ξωοποιεἷ, ἡ σὰρξ οὐδὲν ὠφελεἷ«.
- 3.12.7.3
πρὸς ὃν ἢν εἰπεῖν·
- 3.12.8.1
καὶ πόθεν σοι, ὢ γενναῖε, ἡ προοθήκη τῶν μὴ φερομένων ἐν τῇ εὐαγγελικᾑ τραφῇ; τὸ γὰρ τοῦ ἀνθρωπίνου σώματος ἁψάμενον τὸν σωτῆρα καὶ δείξαντα αὐτὸ τοῖς ὁρὥοιν εἰρηκέναι »τοῦτο ὑμᾶς σκανδαλίξει« παρὰ σαυτοῦ πλάττεις καὶ τὴν προσθήκην ἀπὸ σαυτοῦ ποιεῖσθαι τολμᾷς. ὃ δὴ τόλμημα παρ’ ἑαυτοῦ λαβὼν ἐντεῦθεν οἴεται παρασκευάζειν, ἔρημον τῆς ἐνεργείας τοῦ λόγου τὴν σάρκα τοῦ σωτῆρος καταλειφθήσεσθαι, λέγων
- 3.12.8.2
εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μἐλλουοιν αἰὥοιν ὡς αὐτῷ λυσιτελοῦσαν ουνεἷναι τῷ λόγῳ;
- 3.12.8.3
οὕτω μὲν οὖν ἀμαθῶς καὶ ἀνεπιστημόνως τὴν εὐαγγελικὴν παρερμηνεῦσαι φωνὴν ὡρμήθη. καὶ τῶν ἀποοτολικὥν δὲ ὁμοίως ῥημάτων διαστρόφους ἐξηγήσεις ἐποιεῖτο.
- 3.13.1.1
αὐτίκα γοῦν ἐν ταῖς Πράξεσιν τῶν a̓ποότόλων τοῦ Πέτρου περὶ τοῦ σωτῆρος ἡμῶν εἰρηκότος »ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως« , μὴ νοήσας τὴν τοῦ λόγου διάνοιαν ἐντεῦθὲν τὴν βασιλείαν τοῦ Χριστοῦ περιγράφειν πειρᾶται, ὅρον τινὰ φάσκων καὶ προθεομίαν τῆς βασιλείας αὐτοῦ δηλοῦσθαι ὁιὰ τὸ λέγεσθαι »ἄχρι χρόνων ἀποκαταστάσεως«.
- 3.13.2.1
τὸ αὐτὸ δὲ τοῦτο συνίστασθαί φησιν καὶ διὰ τοῦ φάσκοντος Ψαλμοῦ »κάθου ἐν δεξιῶν μου ἕως ἀν’ θὼ τοὺς ἐχθροὺς σου ὑποπόδιον τῶν πόδων ὁοῦ«, καὶ Παῦλον δὲ τὸν ἀπόστολον διὰ τοῦτο εἰρηκέναι τὸ »δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ« τὸ γὰρ »ἕως« καὶ τὸ »ἄχρι« περιωρισμένου χρόνου σημαντικὸν εἶναι ὑπέλαβεν. ἐπάκουσον γοῦν ὅπως κατὰ λέξιν γράφει λέγων
- 3.13.2.2
διὰ τοῦτο γάρ μοι δοκεῖ καὶ ὁ παντοκράτωρ θεός, ὁ δεσπότης πρὸς αὐτὸν λέγειν »κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«. ἐνεργείᾳ μόνῃ διὰ τὴν ἀνθρωπίνην σάρκα χωρίζειν αὐτὸν δοκῶν καὶ ὥσπερ ῥητόν τινα χρόνον ὁρίζων αὐτῷ τῆς ἐν δεξιᾷ καθέδρας οὕτω φησὶν πρὸς αὐτὸν »ἓως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου«.
- 3.13.3.1
τοῦτο δὲ τὸ προφητικὸν τοῦ Δαυὶδ ῥητὸν σαφέστερον ἡμῖν ἑρμηνεύων ὁ ἱερὸς ἀπόστολος οὕτω πὼς ἔφη »δεῖ γὰρ αὐτὸν βασιλεύειν ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ«. οὐκοῦν ὅρον τινὰ ἔχειν δοκεῖ ἡ κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομία τε καὶ βασιλεία.
- 3.13.3.2
καὶ μεθ’ ἕτερα ἐπιλέγει
- 3.13.3.3
καὶ διὰ τοῦτο αἱ Πραξεῖς τῶν ἀποστόλων περὶ τοῦ ἀνθρώπου τούτου, ὃν ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος καὶ ἀνειληφὼς ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεται, οὕτως διδάσκουσιν λέγουσαι »ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως«, καὶ ἀυτᾶι ὥσπερ ὄρον τινὰ καὶ προθεσμίαν ὁρίζουσαι.
- 3.13.4.1
οἶς μεθ’ ἕτερα ἐπιλέγει
- 3.13.4.2
πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεἷναι τῷ λόγῳ δι᾿ αὐτοῦ δυνατὸν γένοιτ’ ἀν; σαφῶς γοῦν καὶ διαρρήδην ἐν βραχεῖ τινι χρόνῳ τῶν τε παρεληλυθότων καὶ τῶν μελλόντων αἰώνων τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ λόγου δι’ ἡμᾶς γεγενῆσθαι συμβεβηκέναι καὶ ταύτην ὥσπερ ἀρχὴν οὕτω καὶ τέλος ἔχειν ὁ θεσπέσιος εἴρηκεν Παῦλος, οὕτω πὼς εἰπὼν εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρίε.
- 3.14.1.1
διὰ τοσούτων Μάρκελλος καὶ τὸ σῶμα »τῆς δόξης« τοῦ υἱοῦ ἠγνόησεν καὶ τὴν ἀτελεύτητον αὐτοῦ βασιλείαν ἀρνεῖται, οὐκ ἐπιστησας ὡς κάτα τινα συνήθειαν τῆς γράφης ἰδιάξουσαν τὸ παραλαμβάνεσθαι εἴωθεν. οὕτω γοῦν ὁ σωτὴρ τοῖς μαθηταῖς »ισου ἐγὼ μεθ’ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, οὐκ ἀναιρῶν τὸ συνέσεσθαι αὐτοῖς καὶ μετὰ τὴν συντέλειαν, διδάσκων δ᾿ ὅτι καὶ νῦν μὲν ἔσται σὺν αὐτοῖς »ἕως τῆς συντελείας« ἐπισκοπῶν καὶ φυλάττων πάντας τοὺς αὐτῷ μαθητευο- μένους, καὶ μετὰ τὴν συντέλειαν δὲ κρειττόνως αὐτοῖς συνέσται κοινωνοὺς αὐτοὺς ἀποφαίνων τῆς αὐτοῦ βασιλείας.
- 3.14.2.1
οὕτως οὖν καὶ τὸ »κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σοὺ« καὶ τὸ »ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως« οὐχ ὡς μηκέτ’ ἐσομένου μετὰ ταῦτα λέλεκται, ἀλλ’ ὡς μέλλοντος κατὰ τὸν τῆς συντελείας καιρὸν διανίστασθαι ἀπὸ τοῦ θρόνου τοῦ πατρικοῦ καὶ δευτέραν ποιεἰσθαι κάθοδον ἐκ τοῦ οὐρανοῦ, περὶ ἦς ὁ ἀπόστολος διδάσκει λέγων »ὅτι αὐτὸς ὁ κύριος ἐν κελεύσματι, ἐν φωνῇ ἀρχαγγέλου καὶ ἐν σάλπιγγι θεοῦ, καταβήσεται ἀπ’ οὐρανοῦ, καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται Πρῶτοι. ἔπειτα ἡμεῖς οἱ ζῶντες οἱ περιλειπόμενοι ἅμα σὺν αὐτοῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρας καὶ οὕτω πάντοτε σὺν κυρίῳ ἐσόμεθα«. δεῖ τοίνυν τὸν σωτῆρα μένειν ἐν οὐρανῷ καὶ καθέζεσθαι ἐν δεξιᾷ τοῦ πατρὸς »ἕως τῆς συντελείας«, κατὰ δὲ αὐτὴν τὴν συντέλειαν τοῦ παντὸς τὴν ἔνδοξον καὶ δευτέραν αὐτοῦ παρουσίαν ποιησάμενος τοὺς ἁγίους αὐτοῦ παραλήψεται εἰς τὸ πάντοτε αὐτῷ συνεἷναι, οὐχὶ μέχρι τινὸς χρόνου ἀλλ’ εἰς ἄπειρον αἰῶνα·
- 3.14.3.1
»οὕτω« γάρ φησιν »πάντοτε οὑν κυρίῳ ἐσόμεθα«. οὐκοῦν οἱ ἅγιοι πάντοτε συνεσόμενοι αὐτῷ τῆς αὐτοῦ βασιλείας ἀπολαύσουσιν ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ. ἀλλ’ ὁ γενναῖος ταῦτα μὴ συνείς, τοῦ θείου ἀποστόλου περὶ τοῦ σωτῆρος ἡμῶν εἰρηκότος τὸ »δεῖ γὰρ αὐτὸν βασιλεύειν ἄχρι οὗ θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος« καὶ πάλιν »ὅταν δὲ αὐτῷ ὑποταγῇ
- 3.14.4.1
τὰ πάντα, τότε καὶ αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἴνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν«, τῇ συνηθείᾳ ταύτῃ χρησάμενος καὶ ταῦτα παρερμηνεύει, οὐκ οἶδ’ ὅπως τὸ ὑποταγήσεσθαι τῴ πατρὶ τὸν υἱὸν ἀντὶ τοῦ ἑνωθήσεσθαι τῷ θεῷ τὸν λόγον ἐξακούων. καὶ πότε γὰρ αὐτῷ οὐκ ἦν ἡνωμένος, εἰ δὴ λόγος ἢν ἀιδίως ὑπάρχων ἐν τῷ θεῷ; πῶς οὖν »τότε« φησὶν »ὑποταγήσεται« »τῷ θεῷ καὶ πατρί«;
- 3.15.1.1
χρὴ δὲ ἐπιστῆσαι τὸν νοῦν ὡς καὶ αὐτῷ τῷ υἱῷ τὰ πάντα ὑποταγήσεσθαι ὁ ἀπόστολος ἔφη, καὶ ὡς τῇ αὐτῇ ὑποταγῇ καὶ αὐτὸν ὑποταγήσεσθαι τῴ πατρὶ διδάσκει λέγων »ὅταν δὲ τὰ πάντα αὐτῷ 1 πατρί. ὑποταγῇ, τότε καὶ αὐτὸς ο υἷος ὑποταγήσεται τῳ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν«.
- 3.15.2.1
εἶτα τοῦ μὲν »πάντα ἐν πᾶσιν« οὐκ ἀκούει· οὐ γὰρ ἐν τῷ υἱῷ φησιν »τὰ πἀντα« ἐσεσθαι τὸν θεόν, ἀλλ’ »ἐν πᾶσιν«· ὅπερ μᾶλλον ἔδοξεν ἂν συνάφειάν τινα πάντων καὶ ἕνωσιν σημαίνειν, εἰ πάντα μέλλοι ὁ θεὸς ἐν πᾶσιν εἶναι. τὴν δ’ ὑποταγὴν τοῦ υἱοῦ ἕνωσιν ἑρμηνεύει τοῦ λόγου, ἓν καὶ ταὐτὸν γενησομένου τῷ πατρὶ καθ’ ἃ καὶ πρότερον ἦν, ὡς αὐτὸς ἔφη.
- 3.15.3.1
εἰ τοίνυν ἕνωσιν εἶναι τὴν ὑποταγὴν τὴν πρὸς τὸν πατέρα ὁρίζεται, ἀκόλουθον ἂν εἴη καὶ τὴν πάντων πρὸς τὸν υἱὸν ὑποταγὴν τὴν αὐτὴν πρὸς αὐτὸν ἕνωσιν σημαίνειν, ὡς μηκέτ’ εἶναι τὸν υἱὸν καθ’ ἑαυτὸν μηδὲ τὰ ὑποταγησόμενα αὐτῷ πλήθη τῶν σῳζομένων ἰδίαν ζήσεσθαι ζωήν, συναλοιφὴν δέ τινα καὶ σύγχυσιν γίγνεσθαι τῶν ὅλων, ὲν καὶ ταὐτὸν γενησομένων τοῦ υἱοῦ καὶ τῶν λοιπῶν ἁπάντων, καὶ οὐ μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ θεοῦ.
- 3.15.4.1
εἰ γὰρ τὰ μὲν πάντα τῷ υἱῷ, ὁ δὲ υἱὸς τῷ πατρὶ ἐν τῷ ὑποτάττεσθαι ἑνοῦται, ὅρα τί συμβαίνει ἐκ τοῦ λόγου.
- 3.15.5.1
ἀλλ’ ὥσπερ οὐχ ἕνωσιν ὁ ἀπόστολος ἐδήλου λέγων ὑποταγήσεσθαι τῷ υἱῷ τὰ πάντας, ἀλλὰ τὴν ἐξ αὐθεκουσίου προαιρέσεως ὑπακοὴν καὶ τὴν δόξαν καὶ τὴν τιμὴ ἣν ἀποδώσει αὐτῷ τὰ πάντα οἶα σωτῆρι καὶ βασιλεῖ τῶν ὅλων, τὸν αὐτὸν τρόπον καὶ τὸ αὐτὸν ὑποταγήσεσθαι τῷ πατρὶ οὐδὲν ἕτερον σημαίνοι ἂν ἢ τὴν δόξαν καὶ τὴν τιμὴν καὶ τὸ σέβας τήν τε μεγαλοπρέπειαν τήν τε αὐθεκούσιον ὑπακοήν, ἣν καὶ αὐτὸς ἀποδώσει »τῷ θεῷ καὶ πατρί«, ἐπειδὰν τοὺς πάντας ἀξίους τῆς πατρικῆς θεότητος εἶναι παρασκευάσῃ.
- 3.15.6.1
τέως μὲν γάρ, ὡς ὅτε οὐκ ἄξιοι ταύτης εἰσίν, προλαβὼν αὐτὸς οἷά τις κοινὸς ἁπάντων σωτὴρ διορθωτικὴν τῶν ἀτελῶν καὶ θεραπευτικὴν τῶν θεραπείας δεομένων βασιλείαν βασιλεύει τοὺς τῆς βασιλείας ἐχθροὺς ὑπάγων τοῖς αὐτοῦ ποσίν· ὃ δὴ παρίστησιν ὁ φάσκων Ψαλμὸς »εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σοῦ«, ὅτε δὲ τοὺς μὲν ἐχθροὺς ὑπὸ πόδας θήσει,
- 3.15.7.1
τοὺς δὲ τῆς αὐτοῦ βασιλείας ἀξίους ἐν ἀτελευτήτῳ ζωῇ καταστήσει, τηνικαῦτα γὰρ] καὶ ὁ πάντων ἐχθρὸς θάνατος »ἔσχατος« καταργηθήσεται· μηδενὸς γὰρ θνῄσκοντος ἔτι, ἐν αἰωνίῳ δὲ ζωῇ ζησομένων τότε τῶν τῆς βασιλείας ἀξίων, τὸν θάνατον ἀργήσειν εἰκὸς μηκέτ’ ἔχοντα οὓς θανατώσειεν.
- 3.15.8.1
ὡν ὧδε εὐτρεπισθέντων τῷ υἱῷ τοῦ θεοῦ σωτήριον ὑποταγὴν πάντες οἱ ἅγιοι ὑποταγήσονται· αὐτῷ ζωῇ μὲν ὄντι ζησόμενοι αἰωνίως, σοφίᾳ δὲ ὄντι σοφοὶ γενόμενοι, λόγῳ δὲ ὄντι λόγιοι ἀπεργασθέντες. οὕτω δὲ καὶ χριστοὶ γενήσονται πνεύματι τῆς αὐτοῦ εὐωδίας χρισθέντες, φωστῆρές τε ἀναδειχθήσονται τοῦ νέου αἰῶνος ἐξ αὐτοῦ τὰ φῶτα χορηγούμενοι, καὶ υἱοὶ δὲ θεοῦ ἔσονται τώ τῆς υἱοθεσίας πνεύματι κοσμηθέντες, καὶ τῶν λοιπῶν ἐν αὐτῷ δυνάμεων μεθέξουσιν οἱ αὐτῷ ὑποταγησόμενοι, ὡς καὶ δικαίους γενέσθαι ἐκ τῆς αὐτοῦ δικαιοσύνης καὶ ἁγίους ἐκ τῆς αὐτοῦ ἁγιωσύνης. ἐπεὶ δὲ
- 3.15.9.1
καὶ »θεὸς ἦν ὁ λόγος«, οὐδὲ τῆς θεότητος αὐτοῖς φθονήσει, ὥστε ἐπαληθεῦσαι τὸν ἀπόστολον »κληρονόμους μὲν θεοῦ, συγκληρονόμους δὲ Χριστοῦ« γενήσεσθαι τοὺς ἁγίους προφήσαντα. ναὶ μὴν καὶ σώμασιν οὐρανίοις ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις χρήσονται παραπλησίοις, καὶ ἐν τούτῳ τῆς αὐτοῦ μεταληψόμενοι δόξης·
- 3.15.10.1
ὃ δὴ παρίστη ὁ αὐτὸς φήσας »ἐξ οὗ καὶ σωτῆρα ἀπεκδεχόμεθα κύριον Ἰησοῦν Χριστόν, ὃς μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι αὐτὸν καὶ ὑποτάξαι αὑτῷ τὰ πάντα. ὁρᾷς ὅπως τῷ δύνασθαι αὐτὸν ὑπο- τάξαι αὐτώ τὰ πάντα καὶ τοῦ σώματος τοῦ ἡμετέρου μετασχηματισμὸν ποιήσει εἰς τὸ σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ« καὶ τὸ ἡμέτερον ἀπεργάσασθαι.
- 3.15.11.1
εἰ δὲ τὸ ἡμέτερον σύμμορφον ἔσται »τῷ σώματι τῆς δόξης αὐτοῦ«, πῶς οὐχὶ καὶ πολὺ πρότερον τὸ τῆς αὐτοῦ δόξης σῶμα τῆς αὐτοῦ κοινωνὸν ἔσται βασιλείας; καὶ εἰ τὸ ἡμέτερον καταποθήσεται ὑπὸ τῆς ζωῆς, ὡς ὁ ἀπόστολος ἐμαρτύρησε φήσας »ἐφ᾿ ᾧ οὐ θέλομεν ἐκδύσασθαι ἀλλ’ ἐπενδύσασθαι, ἵνα καταποθῇ τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«, πῶς οὐχὶ πολὺ πρότερον τὸ αὐτοῦ σῶμα ὡς ἂν ἐξυπηρετησάμενον τῇ αὐτοῦ θεότητι καταποθήσεται οὐχ ὑπὸ μόνης τῆς ζωῆς ὁμοίως τῴ ἡμετέρῳ ἀλλὰ καὶ ὑπὸ τῆς αὐτοῦ θεότητος; μὴ δὴ οὖν πυνθανέσθω μηδ’ ἀπορείτω τις πρὸς ἑαυτόν, τί δὴ προσήκει λογίζεσθαι περὶ τοῦ σωτηρίου σώματος, τρανῶς Παύλου λέγοντος ἀκούων, δεῖν κατ’ ἀποθήσεσθαι »τὸ θνητὸν ὑπὸ τῆς ζωῆς«, καὶ τὸ ἡμέτερον σῶμα σύμμορφον ἔσεσθαι »τῷ σώαὐτὸν τῆς δόξης τοῦ Χριστοῦ κατὰ τὴν ἐνέργειαν τοῦ δύνασθαι καὶ ὑποτάξαι ἑαυτῷ τὰ πάντα«.
- 3.15.12.1
ἄρ’ οὖν ὑποτάξει ἑαυτῷ τὰ πάντα· καὶ τοιαύτην τινα τὴν σωτήριον ὑποταγὴν χρὴ νοεῖν, καθ’ ἢν καὶ αὐτὸς ὁ υἱὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἄλεκτόν τινα καὶ ἄρρητον καὶ μόνῳ αὐτῷ πρέπουσαν ὑποταγὴν ποιησόμενος, ὅτε τοὺς ὐπ’ αὐτοῦ πάντας χοροῦ δίκην περιστοιχισάμενος »τῷ θεῷ καὶ πατρὶ« προσάξει, τὴν δόξαν αὐτῷ καὶ τὴν τιμὴν καὶ τὸ σέβας καὶ τὴν μεγαλωσύνην ἅτε δὴ πάντων τῶν ἀγαθῶν αἰτίῳ προσοίσων,
- 3.16.1.1
ὅτε καὶ τὸ συμπέρασμα τῆς ἀποστολικῆς διδασκαλίας τέλους φῆσαν »ῖνα ᾖ ὁ θεὸς τὰ πάντα ἐν πασιν«. ὃ δὴ καὶ αὐτὸ ἀποστόλω νοήσομεν ἐξ ἑτέρας ἐπαγγελίας, δι’ ἦς ἐξ αὐτοῦ εἴρηται τοῦ θεοῦ τὸ »ἐνοικήσω ἐν αὐτοῖς, καὶ ἐμπεριπατήσω ἐν αὐτοῖς· καὶ ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονταί μου λαός«. ἀλλὰ νῦν μὲν κατὰ τὸν παρόντα αἰῶνα εἰς βραχεῖς μόνους τοὺς ἀξίους καὶ »ἐκ μέρους ἡ ἐπαγγελία προχωρεῖ κατὰ τὸ ἐκ μέρους γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν«· μετὰ δὲ τὴν συντέλειαν τοῦ παντὸς ἐπιστάντος τοῦ νέου αἰῶνος, οὐκέτ’ ἐν βραχέσιν τισὶν ἐνοικήσει, ἀλλ’ ἐν ἅπασιν τοῖς τότε τῆς τῶν οὐρανῶν βασιλείας ἀξίοις.
- 3.16.2.1
οὕτως οὖν ἔσται »πάντα ἐν πᾶσιν«, δηλαδὴ »ἐνοικῶν ἐν αὐτοῖς καὶ ἐμπεριπατῶν ἐν αὐτοῖς« καὶ »θεὸς αὐτῶν« οὐκ ἀπαξιῶν εἶναι λαόν τε αὐτοῦ τοὺς πάντας οἰκειούμενος. οὕτω μὲν οὑν ἔσται ἐν αὐτοῖς ὡς καὶ ἐν αὐτῷ λέγεται εἶναι τῷ υἱῷ, καθὼς διδάσκει λέγων αὐτὸς »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ πατρί«. καὶ »πἀντα« δὲ ἔσται ἐν αὐτοῖς τῷ πᾶσιν ἑαυτὸν παρέχειν, καθ’ ὃ ἡ ἑκάστου δύναμις χωρεῖ τῆς αὐτοῦ θεότητος μεταλαγχάνειν· τῆς τρισμακαρίας ῥὶς μακαρίας ἐλπίδος καὶ τῆς ἀτελευτήτου καὶ ἀφθάρτου ζωῆς ἐν τούτῳ καταστησομένης τῷ τέλει, ἐν ᾧ ὁ μὲν θεὸς ἔσται »πάντα ἐν πᾶσιν« ταῖς τῆς θεότητος αὐτοῦ μαρμαρυγαῖς ἀλέκτου φωτὸς ἐμπιπλῶν τοὺς πάντας, ὁ δὲ υἱὸς ἐναγαλλόμενος καὶ χαίρων τῷ κατορθώματι στεφάνου δίκην περιθέμενος τοὺς δι’ αὐτοῦ τῆς μακαριότητος ἠξιωμένους ὑπὸ ἐφόρῳ τῆ πατρὶ τὴν ἀγήρω καὶ ἀτελεύτητον διατελέσει βασιλείαν, τῶν περὶ αὐτοῦ λογίων τηνικαῦτα πληρωθησομένων τῶν τε ἄλλων, ἀτὰρ δὴ καὶ τῶν τοῦ ἀγγέλου Γαβριὴλ πρὸς τὴν παναγίαν παρθένον εἰρημένων περὶ τοῦ ἐξ αὐτῆς τεχθησομένου, ὡς ἄρα »βασιλεύσει εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τἐλος«.
- 3.16.3.1
βασιλεύων δὴ τότε ὁ υἱὸς τοῦ θεοῦ τοὺς ὑπ’ αὐτῷ βασιλευομένους πάντας τῷ αὐτοῦ παραδώσει πατρί, οὐ παυσόμενος τῆς βασιλείας οὐδ’ ἀναχωρῶν αὐτῆς, οὐδὲ γὰρ παύσεσθαι αὐτὸν τῆς βασιλείας ὁ θεῖος ἀπόστολος ἔφη (ἦ γὰρ ἂν τἀναντία ἔγραφεν τῷ Γαβριὴλ θεσπίσαντι πρὸς τὴν παρθένον βασιλεύσειν αὐτὸν »εἰς τοὺς αἰῶνας καὶ τῆς βασιλείας αὐτοῦ« μὴ »τέλος«), ἀλλὰ παραδώσειν »τὴν βασιλείαν«, δηλαδὴ τοὺς ὑπ’ αὐτῷ βασιλευομένους, »τῷ θεῷ καὶ πατρί«.
- 3.16.4.1
τελειωθέντας γὰρ ὑπ’ αὐτῷ τοὺς πάντας ὡσανεὶ φαιδρυνόμενος τῷ τελειωθέντας παραδώσει τώ πατρὶ οἶά τινα παραθήκην ἀποδεδεγμένος· ὃ δὴ διδάσκει λέγων αὐτὸς »πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου«. διὸ ἀκολούθως οἷα φύλαξ ἀγαθὸς σώαν καὶ κατὰ πάντα ἐρρωμένην τὴν παραθήκην φέρων παραδώσει τώ θεῷ, ἀρχιερέως δίκην τοὺς ὑπ’ αὐτῷ ἱερουμέ- νους πάντας λευχείμονας καὶ ὡσπερεὶ λαμπροτάταις στολαῖς τοῖς τῆς ἀναστάσεως ἀφθάρτοις σώμασιν ἐξαστράπτοντας ῥάπτοντας παριστῶν αὐτῷ, ἵνα μὴ μόνης τῆς ὑπ’ αὐτῷ βασιλείας ἀπολαύωσιν ἀλλὰ καὶ τῶν τοῦ πατρὸς ἀρρήτων ἀγαθῶν ἐμπιπλῶνται.
- 3.16.5.1
οὕτω γὰρ ἔσται κατὰ τὸν άπόστολον »ὸ θεὸς πάντα ἐν πᾶσιν«, τοῦ υἱοῦ τοὺς βασιλευομένους προσάγοντος αὐτῷ, ἵν ὅλον τοῦτο γένηται, λέγω δὲ τὸ »πάντα ἐν πᾶσιν« εἷναι τὸν πατέρα. ὡς γὰρ ἢν πρότερον ἐν τῷ υἱῷ κατὰ τὸ »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῷ ὥ πατρί«, οὕτως ἔσται τότε καὶ ἐν πᾶσιν τοῖς ὑπὸ τῷ υἱῷ τελειωθεῖσιν.
- 3.16.6.1
οὐ γὰρ παύσεσθαι μὲν τῆς βασιλείας τὸν υἱὸν τὸν δὲ θεὸν βασιλεύσειν ἔφη ὁ ἀπόστολος, ἀλλὰ τὸν μὲν υἱὸν »τῷ θεῷ καὶ πατρὶ τὴν βασιλείαν« παραδώσειν, σώαν τὴν περαθήκην καὶ πρὸς τὴν τοῦ πατρὸς λατρείαν τε καὶ ἱερωσύνην έπαρκοῦσαν ἐνδεικνύμενον, τὸν δὲ θεὸν ἔσεσθαι »πάντα ἐν πᾶσιν« ὡς θεὸν ἐνοικοῦντα καὶ ἐμπεριπατοῦντα »ἐν αὐτοῖς« καὶ πάντα αὐτοῖς γινόμενον. τῶν μὲν γὰρ ἔσται δεσπότης, τῶν δὲ βασιλεύς, τῶν δὲ ἕτερόν τι· πάντων δὲ ἀθρόως θεός, ταῖς ἐν αὐτῷ θεικαῖς ἀρεταῖς τε καὶ δυνάμεσιν τὰ πάντα αὐτοῖς γιγνόμενος. Ι τοῦτο τέλος τῆς τρισμακαρίας 7 ἐλπίδος ὑπέγραψεν ὁ μέγας ἀπόστολος εἰπὼν »ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν«. ἀλλ’ ἐν μὲν τοῖς πᾶσιν πάντα ἔσται ἀναλόγως τῇ ἑκάστου δυνάμει τὰς τῆς αὐτοῦ θεότητος διαφόρους ἐπινοίας χορηγῶν τοῖς πᾶσιν, μόνῳ δὲ τῷ μονογενεῖ αὐτοῦ υἱῷ τὴν ἐξαίρετον καὶ πατρικὴν τοῖς τε λοιποῖς ἅπασιν ἀκοινώνητον δόξαν καὶ τιμὴν καὶ βασιλείαν φυλάξει.
- 3.17.1.1
εἰ δὲ χρὴ ταῦτα ἐπισφραγίσασθαι προφητικῇ σφραγῖδι, εἰς βεβαίαν πίστωσιν τῶν εἰρημένων μάρτυρι χρήσομαι προφητικῷ πνεύματι δι' ᾿Εζεκιὴλ του προφήτου δὴ δὴ] ταύτα τοιαύταις θεσπίζοντι φωναῖς »τάδε λέγει κύριος κύριος· ἰδοὺ ἐγὼ ζητήσω τὰ πρόβατά μου καὶ ἐπισκέψομαι αύτά. ὡσπερ ζητεῖ ο ποιμην το ποίμνιον αυτου ἐν ἡμέρᾳ ὅταν ᾖ γνόφος καὶ νεφέλη ἐν μέσῳ προβάτων διακεχωρισμένων, οὕτως ἐκζητήσω τὰ πρόβατα μου.« καὶ μεθ᾿ ἕτερα »καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομήν, καὶ κρινῶ ἀνὰ μέσον κριοῦ πρὸς κριόν.
- 3.17.2.1
καὶ ἀναστήσω ἐπ' αὐτοὺς ποιμένα καὶ ποιμανεῖ αὐτούς, τὸν δοῦλόν μου Δαυίδ, καὶ ἔσται αὐτῶν ποιμήν· καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θέον, καὶ Δαυὶδ ὲν μέσῳ αὐτώ ἄρχων· ἐγὼ κύριος ἐλάλησα, καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην«. καὶ μεθ’ ἕτερα δευτεροῖ τὴν αὐτὴν προφητείαν λέγων »καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν ὢν ἡμάρτοσαν ἐν αὐταῖς, καὶ καθαριῶ αὐτούς καὶ ἔσονταί μοι εἰς λαόν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς θεόν· καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· καὶ ποιμὴν ἔσται πάντων αὐτῶν«.
- 3.17.3.1
καὶ αὖθις ἐπιλέγει »καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα«. θέα δὲ ἐν πᾶσιν τούτοις ὡς ὁ μὲν θεὸς οὐ ποιμὴν οὐδὲ ἄρχων ἀλλὰ θεὸς ἔσεσθαι τῶν τοῦ μακαρίου τέλους καταξιωθησομένων λέγεται· τῶν δὲ αὐτῶν τούτων προφητεύεται ἄρχων καὶ ποιμὴν γενήσεσθαι ὁ Δαυίδ, ἐπικεκαλυμμένως ἐνταῦθα τοῦ Δαυὶδ τὸν Χριστὸν αἰνιττομένου διὰ τὸ »ἐκ σπέρματος« αὐτοῦ γεγονέναι.
- 3.17.4.1
τοῦτο δὲ δῆλον ἐκ τοῦ προτεθνηκέναι τὸν Δαυὶδ τοῦ χρόνου καθ’ ὃν ταῦτ’ ἐλέγετο. σαφέστερον δὲ ταῦτα καὶ Δανιὴλ ὁ προφήτης θεσπίζει τὸν Χριστὸν τοῦ θεοῦ υἱὸν ἀνθρώπου ὀνομάζων λευκώς οὕτως, ὥσπερ οὖν καὶ ἡ τῶν ἱερῶν Εὐαγγελίων εἴωθεν αὐτὸν ἀποκαλεῖν γραφή. λέγει δὲ τοῦτον τὸν τρόπον· »ἐθεώρουν ἐν ὁράματι τῆς νυκτός, καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ προσηνέχθη αὐτῷ. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτώ δουλεύσουσιν·
- 3.17.5.1
ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται«. συνορᾷς ὡς καὶ ἐν τούτοις ἄφθαρτον καὶ ἀγήρω καί ἀτελεύτητον οὐ τοῦ λόγου τοῦ ἐν τῷ θεῷ τὴν βασιλείαν ἔσεσθαι, ἀλλὰ τοῦ υἱοῦ τοῦ ἀνθρώπου παρίστησιν ὁ προφήτης, ἕτερόν τε παρὰ τὸν παλαιὸν τῶν ἡμερῶν σαφῶς διδάσκει τὸν υἱὸν εἶναι τοῦ ἀνθρώπου τὸν τὴν ἄφθαρτον βασιλείαν παρὰ τοῦ παλαιοῦ τῶν ἡμερῶν, δηλαδὴ παρὰ τοῦ αὐτοῦ πατρός, ὑποδεξάμενον.
- 3.17.6.1
ἀλλὰ Μάρκελλος ἕνα καὶ τὸν αὐτὸν εἷναι ὁρίζεται, καὶ μίαν ὑπόστασιν δυσὶν ὀνόμασιν ὑποκειμένην· ἔτι μὴν καὶ τὴν βασιλείαν αὐτοῦ περιγράφειν τολμᾷ καὶ τέλος ἔσεσθαι τῆς Χριστοῦ βασιλείας ἀναιδῶς οὕτως ἀποφαίνεται μετὰ τὸν τῆς κρίσεως καιρόν, τοῦτον γράφων τὸν τρόπον
- 3.17.6.2
μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακα- λύπτει, τέλος μὲν ἔσεσθαι φάσκων τῆς Χριστοῦ βασιλείας·
- 3.17.7.1
τέλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ.
- 3.17.7.2
καὶ ἐπεξεργάζεται τὸν λόγον ὧδέ πη λέγων
- 3.17.7.3
ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γραφῶν ἀποδείξεσιν χρώμενοι.
- 3.17.7.4
καὶ ἐπιλέγει
- 3.17.7.5
καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι, ὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διὰ τοῦ λόγου.
- 3.17.8.1
εἰ οὖν εἴληφεν ἀρχὴν βασιλείας πρὸ ἐτῶν ὅλων οὐ πλειόνων ἢ τετρακοσίων, οὐδὲν παράδοξον εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολος φησιν παραδώσειν τὴν βασιλείαν τῷ θεῷ.
- 3.17.9.1
καὶ προστίθησιν μεθ’ ἕτερα λέγων
- 3.17.9.2
τί τοίνυν μανθάνομεν περὶ τῆς ἀνθρωπίνης σαρκός, ἣν δί’ ἡμᾶς ἀνείληφεν ὁ λόγος πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν πότερόν ποτε ταύτην καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὁ λόγος ἕξει ἢ ἄχρι μόνου τοῦ τῆς κρίσεως καιροῦ;
- 3.17.9.3
Μάρκελλος μὲν οὖν τοιαῦτα λέγειν ἐτόλμα· οἱ δέ γε τοῦ θεοῦ προφῆται ἀτελεύτητον τοῦ Χριστοῦ τὴν βασιλείαν βασιλείαν μετὰ τὸν τῆς κρίσεως καιρὸν τοῦ νέου αἰῶνος τὴν ἀρχὴν καθέξειν αὐτόν φασιν. θέα γὰρ ὡς ὁ προφήτης Ἐξεκιὴλ κριτήριον τῶν τοῦ θεοῦ προβάτων ὑποθέμενος μετὰ τὴν τούτων κρίσιν τὸν Δαυὶδ αὐτοῖς ἐφίστησιν ποιμένα καὶ τὸν αὐτὸν ἄρχοντα αὐτῶν ἔσεσθαι θεσπίξει.
- 3.17.10.1
ὁ δὲ Δανιὴλ προειπὼν »ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· ὁ θρόνος αὐτοῦ φλὸξ πυρός, οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ· χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ· κριτήριον ἐκάθισεν, καὶ βίβλοι ἠνεῴχθησαν«, ταῦτα προθεασάμενος ἑξῆς τὸν υἱὸν τοῦ ἀνθρώπου θεωρεῖ ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ προσιόντα τῷ παλαιῷ τῶν ἡμερῶν καὶ τὴν ἀφθαρτρν βασιλείαν ὑποδεχόμενον. οὐκοῦν καὶ τότε διαφερόντως καὶ κρειττόνως ἢ νῦν ἀρχὴν ἔξει τοῦ βασιλεύειν τῶν τῆς μακαριότητος ἀξίων.
- 3.17.11.1
τούτοις μαρτυρεῖ τὸ Εὐαγγέλιον, ἐν οἶς αὐτὸς ἐπισφραυίζεται ὁ σωτὴρ τὰς προφητικὰς λέξεις, τοὺς περὶ συντελείας λόγους παραδιδοὺς τοῖς ἑαυτοῦ μαθηταῖς δι’ ὧν ταῦτ’ ἐδίδασκεν λέγων »ὅταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ’ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπ’ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.« ὅπως δὲ ταῦτα συνᾴδει τοῖς ἐν τῇ προφητείᾳ περὶ προβάτων καὶ περὶ κριῶν κρίσεως εἰρημένοις τήρει, καὶ ὅπως βασιλεὺς μὲν ὁ υἱὸς τοῦ ἀνθρώπου μετὰ τὴν τῶν προβάτων κρίσιν εἰσῆκται, πατὴρ δὲ αὐτοῦ ὁ θεός.
- 3.17.12.1
τοῦτο γὰρ καὶ αὐτὸς ἐδίδασκεν εἰπὼν »τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου,« ἀναλόγως τῷ ἐν τῇ προφητείᾳ ὠνομασμένῳ Δαυίδ, ὃν ποιμένα καὶ ἄρχοντα ἔσεσθαι τῶν προβάτων ὁ λόγος διδάσκει ὑπὸ ἐφόρῳ τῷ θεῷ μέλλοντα ποιμαίνειν καὶ ἄρχειν τῶν τοῦ θεοῦ θρεμ- μάτων.
- 3.17.13.1
καὶ ἐκείνῳ δὲ ἀναγκαῖον ἐπιστῆσαι τὸν νοῦν ὡς τὸ παρὰ τῷ ἀποστόλῳ λελεγμένον ἐν τῷ »ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν« ᾐνίξατο ἡ προφητεία φήσασα »καὶ ἀφανιῶ θηρία πονηρὰ ἀπὸ τῆς γῆς.«
- 3.17.14.1
τίνα γὰρ ἂν γένοιτο τὰ θηρία τὰ πάλαι πρότερον τοῖς προβάτοις διενοχλοῦντα ἢ αἱ ἀντικείμεναι δυνάμεις; ὢν ἐκποδὼν ἀρθεισῶν, πάσης κακίας καθαρθεὶς ὁ νέος καὶ καινὸς αἰὼν βασιλέα μὲν ἔξει τὸν υἱὸν τοῦ ἀνθρώπου (ἢ κατὰ τὴν προφητείαν ἐπικεκρυμμένως αἰνιττομένην ποιμένα καὶ ἄρχοντα τὸν Δαυίδ, διὰ τὸ »ἐκ σπέρματος« αὐτὸν γεγονέναι Δαυίδ), τὸν δὲ θεὸν οὐ ποιμένα οὐδὲ ἄρχοντα λέγεται κτήσεσθαι, ἀλλ’ αὐτόθεον, ἐπινοία κρείττονι ἢ κατὰ ποιμένα καὶ ἄρχοντα καὶ βασιλέα τῇ τῆς θεικῆς δυνάβεως μεγαλοπρεπείᾳ οὐ τῶν προβάτων μόνον ἀλλὰ καὶ αὐτοῦ τοῦ ποιμένος ἡγησόμενον »ἐ̓σταἱ« γὰρ »αὐτοῖς« φησὶν »ὁ δοῦλός μου Δαυὶδ ποιμήν· καὶ ἐγὼ κύριος ἔσομαι αὐτοῖς εἰς θεόν«· δοῦλον δὲ καλεἷ τὸν Δαυὶδ δι’ ἣν »ἐκ σπέρματος Δαυὶδ« ἀνείληφεν »μορφὴν δούλου« ὁ σωτὴρ καὶ κύριος ἡμῶν.
- 3.18.1.1
καὶ τοῦτ’ ἦν τὸ τρισμακάριον τέλος, καθ’ ὃ τὴν ἐπηγγελμένην τῶν οὐρανῶν βασιλείαν τοῖς ταύτης ἀξίοις τοῦ σωτῆρος ἡμῶν πι- στουμένου, ὁ ἐπὶ πάντων θεὸς καὶ πατὴρ αὐτοῦ, τὸ πάντων ἀνώ- τατὸν ἀγαθόν, αὐτὸς ἑαυτὸν τοῖς ὑπὸ τῷ υἱῷ βασιλευομένοις δωρή- σεται, »παντα ἐν πασιν« γιγνόμενος. ο δὴ παρίστη πάλιν αὐτὸς ο σωτὴρ καὶ κύριος ἡμῶν, τὴν μεγάλην εὐχὴν ὑπὲρ τῶν αὐτοῦ γνω- ρίμων ἀναπέμπων »τῷ θεῷ καὶ πατρί«, δι’ ης ἐξαιτεῖται λέγων »ῖνα πάντες ἒν ὦσιν, καθὼς σύ. πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ἓν ὦσιν, ἵνα ὁ κόσμος πιστεύῃ ὅτι σύ με ἀπέστειλας.
- 3.18.2.1
κἀγὼ τὴν δόξαν ἣν δέδωκάς μοι δέδωκα αὐτοῖς. ἵνα ὦσιν ἒν καθὼς ἡμεῖς ἕν ἐσμεν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὦσιν τετελειωμένοι εἰς τὸ ἕν, ἵνα rινώοκῃ ὁ κόσμος ὅτι σύ με ἀπέστειλας καὶ ἠγάπησας αὐτοὺς καθὼς ἐμὲ ἠγάπησας.
- 3.18.3.1
πάτερ, οὓς δέὁωκάς μοι, θέλω ἵνα ὅπου εἰμὶ ἐγὼ χἀκεἷνοι ὦσιν μετ’ ἐμοῦ, ἵνα θεωρῶσιν τὴν δόξαν ἣν δέδωκάς μοὶ«. αὕτη ἡ μεγάλη τοῦ σωτῆρος ἡμῶν ὑπὲρ ἡμῶν πρε- σβεία, ἱν ὦμεν σὺν αὐτῷ ὅπου ἂν ᾖ αὐτὸς καὶ ἵνα θεωρῶμεν τὴν δόξαν τὴν αὐτοῦ καὶ ἵνα ἀγαπήσῃ ἡμᾶς καθὼς αὐτὸν ἠγάπηοεν ὁ αὐτοῦ πατήρ, (κίά) ὅπερ αὐτῷ ἐδωρήσατο τοῦτο δῷ καὶ ἡμῖν, καὶ τὴν δόξαν ἣν αὐτῷ ἔδωκεν ταύτην δῷ καὶ ἡμῖν· ποιῶν ἡμᾶς ἓν τοὺς πάντας, ἵνα μηκέτι ὦμεν πολλοὶ ἀλλ’ οἱ πάντες εἶς, ἑνωθέντες αὐτοῦ τῇ θεότητι καὶ τῇ δόξῃ τῆς βασιλείας, οὐ κατὰ συναλοιφὴν μιᾶς οὐσίας κατὰ δὲ τελείωσιν τῆς εἰς ἄκρον ἀρετῆς.
- 3.18.4.1
τοῦτο γὰρ ἐδίδαξεν εἰπών »ἵνα ὦσιν τετελειωμένοι«. οὕτω γὰρ ὑπ’ αὐτοῦ σοφίᾳ καὶ φρονήσει καὶ δικαιοσύνῃ καὶ εὐσεβείᾳ καὶ ἀρετῇ πάσῃ τέλειοι κατεργασθέντες τῷ πατρικῆς θεότητος ἀλέκτῳ φωτὶ συναφθησόμεθα φῶτα καὶ αὐτοὶ ἐκ τῆς πρὸς αὐτὸν ουναφείας γενησόμενοι, καὶ υἱοὶ θεοῦ κατὰ μετοχὴν τῆς τοῦ μονογενοῦς αὐτοῦ κοινωνίας ἀποτελε- σθέντες μετουσίᾳ τῶν τῆς θεότητος αὐτοῦ μαρμαρυγῶν.
- 3.19.1.1
καὶ δὴ κατὰ τοῦτον τὸν τρόπον ἱν πρὸς τὸν πατέρα καὶ τὸν υἱὸν οἱ πάντες γενησόμεθα. ὥσπερ γὰρ αὐτὸς ἑαυτόν τε καὶ πατέρα ἓν εἶναι ἔλεγεν φάσκων »ἐγὼ καὶ ὁ πατὴρ ἒν ἐσμεν«, οὕτω καὶ πάντας ἧμας κάτα τὴν αυτου μίμησιν της ἑνότητος τῆς αὐτῆς μετασχεῖν εὔχεται· οὐ κατὰ Μάρκελλον τοῦ λόγου ἑνουμένου τώ θεῶ καὶ τῇ οὐσίᾳ συναφθησομένου, καθως δὲ ἐμαρτύρησεν ἡ αληθεια, ὁ σωτὴρ αὐτὸς εἰπών »τὴν δόξαν ἣν ἔδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν· ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἴνα ὦσιν τετελειωμένοι εἰς τὸ ἕν«· οὕτω γὰρ καὶ τότε καὶ τὸ ἀποστολικὸν λόγιον τέλους τεύξεται τὸ φῆσαν »ἵνα ᾖ ὁ θεὸς πάντα ἐν πᾶσιν«.
- 3.19.2.1
καὶ ἐπειδὴ τρισὶν ῥητοῖς Μάρκελλος καὶ οἱ τὸν ὅμοιον αὐτῷ τρόπον Σαβελλίζοντες χρῆσθαι εἰώθασιν τὸν πατέρα καὶ τὸν υἱὸν ἓν εἶναι πειρώμενοι δεικνύναι, ποτὲ μὲν τὸ »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« θρυλοῦντες, ποτὲ δὲ τὸ »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τῴ πατρί« καὶ τὸ »ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα«, πρὸς μὲν τὸ »ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν« τὰ προκείμενα αὐτοῖς προσακτέον δι’ ὢν ὑπερεύχεται τῶν αὐτοῦ μαθητῶν, ἵνα καὶ πάντες αὐτοὶ τῆς αὐτῆς ἑνώσεως τύχωσι, λέγει δ’ οὑν »ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἕν·
- 3.19.3.1
ἐγὼ ἐν αὐτοῖς καὶ σὺ ἐν ἐμοί, ἵνα ὠσιν τετελειωμένοι εἰς τὸ ἓν«. πρὸς δὲ τὸ »ὁ πατὴρ ἐν ἐμοὶ κἀγὼ ἐν τώ πατρὶ« παραθήσομεν τὴν αὐτοῦ πάλιν φωνὴν δι’ ἧς ὑπερευχόμενος αὐτῶν ἔλεγεν »καθὼς οὐ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν, κἀγὼ τὴν δόξαν, ἣν δέδωκάς μοι, δέδωκα αὐτοῖς«· δι’ ὣν σαφῶς παρίστησιν οὕτως εἶναι ἐν αὐτώ τὸν πατέρα καθὼς καὶ ἐν ἡμῖν εἶναι βούλεται· οὐχ ὅτι καθ’ ὑπόστασιν μίαν εἶς ὢν τυγχάνει αὐτὸς καὶ ὁ πατήρ, ἀλλ’ ὅτι τοῦ πατρὸς μεταδεδωκότος αὐτῷ τῆς οἰκείας δόξης, καὶ αὐτὸς ὁμοίως τοῖς οἰκείοις, τὸν πατέρα μιμούμενος, μεταδίδωσιν.
- 3.19.4.1
διό φησιν, »κἀγὼ τὴν δόξαν ἣν ἔδωκάς μοι δέδωκα αὐτοῖς, ἵνα ὦσιν ἓν καθὼς ἡμεῖς ἓν.« »καθὼς σύ, πάτερ, ἐν ἐμοὶ κἀγὼ ἐν σοί, ἵνα καὶ αὐτοὶ ἐν ἡμῖν ὦσιν.« οὕτως οὖν ἕν εἰσιν ὁ πατὴρ καὶ ὁ υἱὸς κατὰ τὴν κοινωνίαν τῆς δόξης, ἧς τοῖς αὐτοῦ μαθηταῖς μεταδιδοὺς τῆς αὐτῆς ἑνώσεως καὶ αὐτοὺς ἠξίου.
- 3.20.1.1
καὶ πάλιν οὕτως ἢν ὁ πατὴρ ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῶ πατρί, ὡς ὁ θεῖος ἀπόστολος καὶ ἶερι πάντων διδάσκει τῶν τῆς ἐπουρανίου βασιλείας ἀξίων λέγων· »τότε ἔοται ὁ θεὸς πάντα ἐν πᾶσιν«, ὡς καὶ τὸ »ἐνοικήσω ἐν αὐτοῖς καὶ ἐμπεριπατήσω« λέλεκται, ἀλλὰ καὶ ἡμεῖς δ »ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν« καὶ ταῦτα πάντα περὶ ἡμῶν λέλεκται, τῶν κατ’ ἰδίαν ὑπόστασιν ὑφεστώτων καὶ ξώντων καὶ μηδὲν ἐχόντων κοινὸν πρὸς τὴν πατρκην θεότητα.
- 3.20.2.1
τί δὴ οὑν χρὴ θαυμάξειν, εἰ καὶ ἐπὶ τοῦ υἱοῦ αἱ παραπλήσιοι φέρονται φωναί, οὐκ ἀναιροῦσαι μὲν αὐτοῦ τὴν ὑπόοταοιν οὐδ’ αὐτὸν εἶναι πατέρα καὶ υἱὸν διδάσκουσαι, τὴν δὲ τοῦ πατρὸς πρὸς αὐτὸν ἰδιάζουσαν καὶ ἐξαίρετον τιμὴν καὶ δόξαν τῆς μονογενοῦς καὶ θεικῆς κοινωνίας παρ- παριστῶσαί;
- 3.21.1.1
οὕτως οὑν καὶ »ὁ ἑωρακὼς« αὐτὸν »ἑώρακεν τὸν πατέρα«. τῷ μόνον αὐτὸν καὶ μηδένα ἄλλον εἰκόνα εἶναι »τοῦ θεοῦ τοῦ ἀοράτου« καὶ »ἀπαύγασμα τῆc δόξης καὶ χαρακτῆρα τῆς ὑποστάσεως αὐτοῦ« »ἐν μορφῇ« τε »θεοῦ« ὑπάρχειν κατὰ τὰς ἀποστολικὰς δι- δασκαλίας. ὡς γὰρ καὶ ὁ τὴν βασιλικὴν εἰκόνα τὴν ἐπ’ ἀκριβὲς ἀφωμοιωμένην αὐτῷ τεθεαμένος τοὺς τῆς μορφῆς τύπους διὰ τῆς γραφῆς ἀποματτόμενος φαντασιοῦται τὸν βασιλέα, τὸν αὐτὸν τρόπον μᾶλλον δ ὑπὲρ πάντα λόγον παντός τε ἐπέκεινα παραδείγματος ὁ νῷ διαυγεῖ καὶ ψυχῆς κεκαθαρμένοις ἁγίῳ τε πνεύματι πεφωτιομέ- νοῖς ὄμμασιν τῷ τε μεγέθει τῆς τοῦ μονογενοῦς υἱοῦ καὶ γυρίου δυνάμεως ἐνατενίσας καὶ ἐννοήσας, ὅπως »ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα« πατρικῆς »θεότητος« καὶ ὡς τὰ σύμπαντα »δι αὐτοῦ ἐγένετο« καὶ »ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς τῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα« λογισάμενός τε ὡς μόνον αὐτὸν υἱὸν μονογενῆ ἐγέννα ὁ πατὴρ κατὰ πάντα ἀφωμοιωμένον αὐτῷ. δυνάμει καὶ αὐτὸν ὄψεται τὸν πατέρα διὰ τοῦ υἱοῦ, θεωρούμενον τοῖς τὴν διάνοιαν κεκαθαρμένοις περὶ ὧν εἴρηται τὸ »μακάριοι οἱ καθαροὶ τῆ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψοντα«.
← Previous · Next → — showing 201–300 of 301
First Thousand Years of Greek. CTS URN tlg2018.tlg009.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.