Ancient Texts

← Library

De Ecclesiastica Theologia (Book 3 only)

First Thousand Years of Greek · First Thousand Years of Greek · 301 sections

  1. 3.3.18.1

    ἔγνω δ’ ἂν ὅπως εἴρηται καὶ τὸ »ἄβυσσος ἄβυσσον ἐπικαλεῖται εἰς φωνὴν τῶν καταρρακτῶν σου« καὶ αὖθις »ἐταράχθησαν αβυσσοι, πλῆθος ἤχους ὕδατος« καὶ πάλιν »ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ«.

  2. 3.3.19.1

    ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ διηκρίβωσεν ἄν, εἴ τις ἦν αὐτῷ φροντὶς τῆς τούτων καταλήψεως. νῦν δὲ προχείρως χείρως οὕτως καὶ διαλελυμένως τὰς τῶν ἁγίων καρδίας τὰς ἀβύσσους εἶναι ἀποφηνάμενος, οὐδ’ οὕτως συνῆκεν ὡς πρὸ τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν τῶν ἐξ αἰῶνος γενομένων ἑαυτὸν ὑπάρχειν ἐδίδαξεν ὁ εἰπὼν »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι«· ὡς πανταχόθεν μὴ δύνασθαι τῇ σαρκὶ τοῦ σωτῆρος ἐφαρμόζειν τὰς προκειμένας λέξεις.

  3. 3.3.20.1

    ὁ δὲ ἐφ’ ἑτέραν μεταβὰς ῥῆσιν τῆς αὐτῆς γραφῆς, καὶ ταύτην οὕτως ἑρμηνεύει λέγων

  4. 3.3.20.2

    τί τοίνυν ἔστιν καὶ τουτὶ τὸ κεφάλαιον »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα,

  5. 3.3.21.1

    δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται.

  6. 3.3.21.2

    καὶ ταῦτα λέγων οὐ συνίησιν ὡς καὶ τοῦ Ἰσραὴλ δώδεκα ἠσαν φυλαὶ καὶ δώδεκα οἱ τούτων πατριάρχαι μία τε βίβλος ἡ τῶν δώδεκα προφητῶν, ἀλλὰ καὶ δώδεκα τῆς ἡμέρας ὥραι καὶ μῆνες τοῦ παντὸς ἔτους δώδεκα.

  7. 3.3.22.1

    τί οὖν μᾶλλον τοῖς ἀποστόλοις ἢ ἐκείνοις ἅπασιν ὁ τῶν δώδεκα διέφερεν ἀριθμός, εἰ δὴ τοῦ ποσοῦ τις ἀριθμὸς τὴν αἰτίαν αὐτῷ τῆς τοιασδὶ τοῦ λόγου παρεῖχεν ἑρμηνείας; χρῆν δὲ συνιδεῖν ὡς καὶ οἱ τοῦ θεοῦ προφῆται, καθ’ ὃ τοῦ αὐτοῦ μετέσχον πνεύματος ἁγίου, οὐκ ἦσαν ἀλλότριοι τῶν πηγῶν. διὸ λέλεκται περὶ αὐτῶν ἐν »ἐν ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ«.

  8. 3.3.23.1

    ὥστε καὶ πρὸ ἐκείνων τῶν πηγῶν ἀναγκαῖον ὁμολογεῖν τὸν υἱὸν εἶναι τοῦ θεοῦ τὸν λέγοντα »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«. ὁ δὲ ἐπάκουσον ὅπως ἑρμηνεύει, λέγων

  9. 3.3.23.2

    εἰκότως οὖν περὶ τῆς κατὰ σάρκα γενέσεως ὁ δεσπότης διὰ τοῦ προφήτου Σολομῶνος λέγων »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων« ἔφη.

  10. 3.3.24.1

    καὶ ἐπιφέρει

  11. 3.3.24.2

    οὕτω γὰρ ὁ σωτὴρ πρὸς τὰς ἱερὰς πηγὰς ἔφη »πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη«.

  12. 3.3.24.3

    εἶθ’ ὥσπερ συναγαγὼν τὸν λόγον, τὸ συμπέρασμα ἐπάγει τῇ ἑαυτοῦ διηγήσει λέγων

  13. 3.3.24.4

    πανταχόθεν δῆλόν ἐστιν τοὺς ἱεροὺς ἀποστόλους καὶ πηγὰς τροπικῶς ὠνομάσθαι ὑπὸ τοῦ προφήτου.

  14. 3.3.24.5

    καὶ τοὺς μὲν ἀποστόλους τὰς πηγὰς εἶναι βούλεται, οὐκ ἀρέσκουσιν δὲ αὐτῷ οἱ προφῆται·

  15. 3.3.25.1

    διατί, ἀλλ’ ἢ ὅτι μὴ ἐδύνατο τὴν σάρκα τοῦ σωτῆρος πρὸ ἐκείνων διδόναι; καίτοι καὶ πρὸ τῶν κατὰ φύσιν αἰσθητῶν πηγῶν, ὦν καὶ Μώσης ἐμνημόνευσεν ἐν τῇ κοσμοποιίᾳ εἰπὼν »πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς, καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς« καὶ αὖθις »ποταμὸς δὲ ἐκπορεύεται ἐξ Ἐδὲμ ποτίζειν τὸν παράδεισον«, προϋπῆρχεν ὁ τοῦ θεοῦ υἱὸς ὁ ταῦτα ἐν Παροιμίαις περὶ ἑαυτοῦ διδάσκων. ὁ δὲ τῷ τῷ χρηματίζων καὶ πηγῶν θαλάσσης μνημονεύει λέγων »ἠλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας«;

  16. 3.3.26.1

    ἐπεὶ δὲ καὶ ὑπεράνω τῶν οὐρανῶν ὕδατά τινα εἶναι ἡ γραφὴ διδάσκει ἡ λέγουσα »αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν«, ἀκόλουθόν ἐστιν κἀκείνων τῶν ὑδάτων (ὁποῖα δ’ τὴν φύσιν) νοῆσαί τινας εἶναι πηγάς, ὅπως κἀκείνων πρεσβύτερος ἀποδειχθῇ ὁ εἰρηκὼς ἑαυτὸν προυπάρχειν »πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων«.

  17. 3.3.27.1

    ὁ δὲ μηδενὶ τούτων ἐπιστήσας τὸν νοῦν μηδὲ πονεῖν ἐθέλων, τοῖς αὐτοῖς ἐπιμένει, ἐπεὶ καὶ ταῦτα φάσκων

  18. 3.3.27.2

    »πρὸ τοῦ ὄρη ἐδρασθῆναι« φησὶν »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«. ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ’ αὐτῶν δικαίαν πολιτείαν παροιμιωδῶς σημήνῃ.

  19. 3.3.28.1

    οὐκοῦν οἱ αὐτοὶ ἤσαν καὶ αἱ πηγαί, οἱ αὐτοὶ καὶ τὰ ὄρη, οἱ αὐτοὶ καὶ οἱ βουνοί. ἀλλ’ ὥσπερ οὐκ ἔχει φύσιν ἐπὶ τῶν θεωρουμένων πηγῶν τε καὶ ὀρῶν τὰ αὐτὰ φάσκειν εἶναι (οὐδὲν γὰρ κοινὸν ὡς ἐν ποιότητος λόγῳ πηγαῖς ὑδάτων πρὸς τὰ τῶν ὀρῶν ἀναστήματα), τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἀλληγορικῶς κατὰ διάνοιαν θεωρουμένων παραστῆσαι χρὴ διαφορὰν τῶν κατὰ τὴν θεωρίαν νοουμένων πηγῶν τε καὶ ὀρῶν καὶ βουνῶν. ἀλλ’ ὁ μηδὲν βεβασανισμένον ἐπιστάμενος, τὰ πάντα φύρων δι’ εὐχέρειαν, τοὺς αὐτοὺς εἶναι ἀποπέφανται καὶ πηγὰς ὑδάτων καὶ ὄρη καὶ βουνούς, φησίν τε πάντα ταῦτα εἶναι τοὺς ἀποστόλους, οὐ διαστειλάμενος τὸν τῆς διαφορᾶς τρόπον.

  20. 3.3.29.1

    τί οὑν οὐχὶ καὶ πρὸ τῆς σαρκὸς τοῦ σωτῆρος ἡμῶν ἐν δικαιοσύνῃ καὶ θεοσεβείᾳ τελειωθέντας ὄρη καὶ βουνοὺς ὁμοίως ἐπεκάλει, κάλει, ἀλλ ἢ ὅτι μὴ πρὸ ἐκείνων τἷός τε ἦν τὴν σάρκα τοῦ ρος ὑφίστασθαι; οὐκοῦν βίαιος καὶ κατηναγκασμένη τῶν προκειμένων λέξεων ἡ ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἀναφορά. πῶς δὲ καὶ τὸ »γεννᾷ με« ἐφαρμόσειεν αν τῆ σαρκί; πρὸ γὰρ τῶν πηγῶν καὶ πρὸ τῶν ὀρῶν καὶ πρὸ τῶν βουνῶν γεγεννῆσθαι ἐ̓φηοεν ἑαυτὸν εἰπὼν »κύριος ὲ́κτιοέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με«.

  21. 3.3.30.1

    εἰ δὴ οὑν ἡ σὰρξ ταῦτα φάσκοι, ὡς Ναρκέλλῳ δοκεῖ πῶς τὸ »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με« εἴποι ἂν ἡ σάρξ; ἔστω γὰρ πρὸ τῶν ἀποστόλων ἡ οάρξ· ἀλλὰ πῶς αὐτὴ ὑπὸ τοῦ θεοῦ γεγεννῆσθαί φησιν ἑαυτήν; τὸ μὲν γὰρ ἐκτίσθαι μὴ οὖσαν πρότερον τὴν σάρκα ἐδόκει Μαρκέλλῳ λέγειν.

  22. 3.3.31.1

    ἔφη γὰρ

  23. 3.3.31.2

    ἔκτισεν ἀληθῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν ὁ θεός οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος, ἀλλὰ μὴ οὖσαν ἐκτιοεν.

  24. 3.3.31.3

    τὸ μὲν οὑν ἐκτίσθαι ἔγνωμεν, τὸ δὲ καὶ γεγεννῆσθαι αὐτὴν ὑπὸ τοῦ θεοῦ πῶς ἂν ἀποδοθείη . τοῦ σωτῆρος ἡμῶν λέγοντος sτὸ γεγεννη- μένον ἐκ τῆς σαρκὸς σάρξ ἐοτινῦ, καὶ ὁ ἀπόστολος δέ φησιν »γενόμενός ἐκ γυναικός, γενόμενος ὑπὸ νόμον«.

  25. 3.3.32.1

    πώς οὖν ἡ οὰρξ εἶπεν ἂν περὶ τοῦ θεοῦ τῶν ὅλων τὸ »πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«; ταῦτα μὲν οὑν ὡς βεβιασμένην ἔχει τὴν ἑρμηνείαν οἶμαι παντί τῳ καταφανὲς εἶναι. ἀβιάστως δ’ ἂν εἴποι τις τὸν υἱὸν τοῦ θεοῦ καὶ δίχα παντὸς ἀλληγορικοῦ τρόπου ταῦτα ἐπαληθεύειν , ἐπεὶ καὶ τῆς γῆς προὐπῆρχεν, ἢν τε καὶ προῆν πρὸ τοῦ προελθεῖν τἃς σωμα- τικὰς πηγὰς τῶν ὑδάτων καὶ πρὸ τῶν αἰοθητὥς λεγομένων ἀβύσσων καὶ πρὸ τοῦ ουοτῆναι τὸ τῆς γῆς ὄχημά ἐν τοῖς τῶν ὀρῶν καὶ τῶν βουνῶν ἀναστήμασιν· »πάντα« γὰρ »δι’ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν«.

  26. 3.3.33.1

    εἰ ὁ’ ἐρωτήσειέν τις, διατί μὴ πρὸ τῶν οὐρανῶν μηδὲ πρὸ τῶν ἐν οὐρανοῖς ἢ τῶν ἐπέκεινα θείων καὶ ὑπερκοσμίων δυνάμεων τε καὶ πνευμάτων ἑαυτὸν εἶναι ἐδίδασκεν λελέξεται αὐτῷ ὅτι τούτων τέως {ουκ) ἐμνημόνευσεν ὁ λόγος, ἐπειδὴ παιδαγωγίαν τινὰ διὰ τῶν Παροιμιῶν τοῖς τὰς ψυχὰς νηπίοις παρε- δίδου.

  27. 3.3.34.1

    ὃ καὶ δῆλον τυγχάνει ἐκ τοῦ ποτὲ λέγεσθαι θἄκουε, υἱέ, παι- δείαν πατρός σου, καὶ μὴ ἀπώσῃ θεσμοὺς μητρός οουe, ποτὲ δὲ ιυἱέ, ἐμοῖς νόμοις πρόσεχε, τοῖς δ’ ἐμοῖς ῥήμασιν παράβαλε σὸν οὖςῦ καὶ αὖθις »υῖέ, μὴ ὀλιγώρει παιδείας κυρίου, καὶ μὴ ἐκλύου ὑπ’ αὐτοῦ ἐλεγχόμενος« καὶ »θἱέ, ἐὰν καλῶς γένῃ σεαυτῷ,

  28. 3.3.35.1

    καλὸς ἔσῃ καὶ τοῖς πληίον· ἐὰν δὲ κακὸς ἀποβῇς, μόνος ἀντλήσεις τὰ κακά«. μυρία δ’ ἂν καὶ αὐτὸς τούτοις ὅμοια καθ’ ἑαυτὸν ἀπὸ τῆς βίβλου τῶν Παροιμιῶν ἀναλέξαις, δι’ ὧν ὁ λόγος φαίνεται νηπίοις τὰς ψυχὰς πρόσδιαλεγόμενος.

  29. 3.3.36.1

    οὕτω καὶ Μώσης παιδαγωγὸς τῶν ἀτελῶν τὰς φρένας ὑπάρχων, οὐρανοῦ καὶ γῆς καὶ τῆς τῶν ὁρατῶν δημιουργίας ἐμνημόνευσεν, οὐ μὴν καὶ κτίσεως ἀγγέλων οὐδὲ θείων δυνάμεων οὐδὲ πνευμάτων ἁγίων, τῷ μὴ χωρεῖν πω τὴν τούτων διδασκαλίαν τοὺς αὐτῷ μαθητευομένους.

  30. 3.3.37.1

    εἰκότως τοιγαροῦν καὶ ὁ ἐν ταῖς Παροιμίαις λόγος ὡς τοιούτοις ἀπὸ τῶν περὶ γῆν ὀρῶν τε καὶ βουνῶν καὶ πηγῶν ὡς ἀπὸ γνωριμωτέρων τὴν διδασκαλίαν ἐποιεῖτο, ὡς ἐξ ὑποβάθρας ἀρξάμενος ἐπὶ τὰ κρείττω χειραγωγήσειεν τοὺς παιδαγωγουμένους, ἀπό τε τῶν σμικροτέρων ἐπὶ τὰ θειότερα διαβαίνειν παρασκευάσειεν.

  31. 3.3.38.1

    ταῦτα μὲν οὖν, εἰ μηδέν τις πέρα τῆς λέξεως περιεργάζοιτο· εἰ δὲ βαθύτερόν τις καὶ ταῦτα νοεῖν ἐθέλοι, οὐ μᾶλλον ἐπὶ τοὺς ἀποστόλους ἢ ἐπὶ πάντας τοὺς πώποτε γενομένους δικαίους καὶ θεοφιλεῖς ἄνδρας αὐτὰ ἐκδέξεται, διαβήσεται δὲ ἐνθένδε καὶ ἐπὶ τὰς θείας καὶ ἀγγελικὰς δυνάμεις, ὄρη λέγων καὶ βουνοὺς αἰνίττεσθαι ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πνευμάτων θείων διαφοράς, θρόνους τε καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας,

  32. 3.3.39.1

    ὅτι δὴ καὶ ταῦτα »πάντα τὰ δι’ αὐτοῦ καὶ εἰς αὐτὸν« ἐκτίσθαι καὶ »πρὸ πάντων« αὐτὸν τούτων ὁ θεῖος ἐδίδαξεν ἀπόστολος, ἔνθεν ὡς εἰκὸς ὁρμώμενος, διὰ τὸ λέγεσθαι ἐν τούτοις ἐκ προσώπου τοῦ υἱοῦ τοῦ θεοῦ τὸ »πρὸ τοῦ ὅρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«. τὰ μὲν οὖν ἄλλα ἡδράσθαι ἔφη, μόνον δὲ αὑτὸν γεγεννῆσθαι πρὸ τῆς τῶν δηλωθέντων συστάσεως.

  33. 3.3.40.1

    οἶδεν δὲ τὴν ἐπουράνιον Ἱερουσαλὴμ ὁ αὐτὸς ἀπόστολος καὶ τὸ οὐράνιον ὄρος ἐφ’ ᾦ ταύτην εἶναί φησιν λέγων »προσεληγύθατε Σιῶν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκοων ἀπογεγραμμένων ἐν οὐρανοῖς«. καὶ τούτων τοιγαροῦν ἁπάντων προὐπάρχων ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς τὰ τῆς οἰκείας ἀπορρήτου γεννήσεως ἐπικεκρυμμένως διὰ τῶν Παροιμιῶν ᾐνίττετο.

  34. 3.3.41.1

    καὶ ὅτι γε ταῦτα ὑπέβαλλε νοεῖν, δῆλον ἂν γένοιτο ἀφ’ ὧν συνάπτει ἑξῆς λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανὸν συμπαρήμην αὐτῷ« ἔνθα ὁ γενναῖος τῶν γραφῶν ἑρμηνεὺς ἀποκλεισθεὶς ἔστη, μηκέθ’ ὑπερβάς, τῷ μὴ δεδυνῆσθαι ἐξομαλίσαι τὴν ἀκολουθίαν τῆς ἀποδοθείσης αὐτῶ, περὶ τῆς σαρκὸς τοῦ σωτῆρος ὑποθέσεως.

  35. 3.3.42.1

    ἄνω γὰρ καὶ κάτω τῆς σαρκὸς μνημονεύσας καὶ πάντα εἰρῆσθαι περὶ τῆς σαρκὸς ἀποφηνάμενος μέχρι μὲν τῶν ὀρῶν καὶ τῶν βουνῶν ἔφθασεν τοὺς ἀποστόλους ταῦτ’ εἰπὼν εἶναι, τὰ δέ γε τούτοις ἀκόλουθα ἑκὼν παρέδωκε σιωπῇ, μηκέτι τῆς γραφῆς περαιτέρω προελθεῖν τολμήσας.

  36. 3.3.43.1

    ἐνταῦθα μὲν οὖν ἵστησιν τὸν λόγον· μετὰ πλεῖστα δὲ ὅσα μεταξὺ αὐτῷ λελεγμένα ἀφίσταται μὲν τῆς ἐπὶ τὴν σάρκα ἐκδοχῆς, ὁμολογεῖ δὲ τὸν τοῦ θεοῦ λόγον εἶναι τὸν ταῦτα φήσαντα. λέγει δ᾿ οὖν αὐτοῖς ῥήμασιν

  37. 3.3.43.2

    πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὐπ’ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοιμάζων αὐτόν, ὡς διδάσκει ἡμᾶς ὁ προφήτης Σολομὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν« λέγων »συμπαρήμην αὐτῷ« καὶ »ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ’ οὐρανόν, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ’ αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾖ προσέχαιρεν«·

  38. 3.3.44.1

    ἔχαιρεν γὰρ εἰκότως ὁ πατὴρ μετὰ σοφίας καὶ δυνάμεως διὰ τοῦ λόγου πάντα ποιῶν.

  39. 3.3.44.2

    ταῦτα Μάρκελλος. εἰ δὴ οὖν ἐκ προσώπου τοῦ λόγου εἰρῆσθαι αὐτὰ μόγις ποτὲ ὡμολόγησεν, ἀνάγκη αὐτὸν παραδέξασθαι πᾶσαν τὴν σύμφρασιν τῶν προκειμένων ἐπὶ τὸν αὐτὸν τοῦ θεοῦ λόγον ἀναφέρεσθαι.

  40. 3.3.45.1

    ὁ γὰρ εἰπὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ« αὐτὸς ἢν ὁ καὶ τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« φήσας· ἓν γὰρ καὶ τὸ αὐτὸ πρόσωπον ἀρχομένοις ἡμῖν ἐδείχθη, τὸ πάντα διεξοδεῦον τὰ προκείμενα. αὐτὸς τοιγαροῦν ὁ εἰπὼν »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« ἐπήγαγεν τὸ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με« καὶ τὸ »ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι« καὶ τὸ »πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με«·

  41. 3.3.46.1

    ὁ αὐτὸς δὲ καὶ τὸ »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ« συνῆψεν καὶ τὰ ἀκόλουθα τούτοις. εἰ δὴ οὖν ὁ λόγος ἦν ὁ ταῦτα φήσας, πῶς ἔνδον ἦν ἐν τῷ θεῷ καί, συναγένητος ὢν τῶ θεῶ ἕν τε καὶ ταὐτὸν ὑπάρχων αὐτῷ, ἐκτίσθαι ἑαυτὸν ἔλεγεν καὶ γεγεννῆσθαι; ἒν γὰρ καὶ ταύτον, ὡς ἔφην .

  42. 3.3.47.1

    πρόσωπον τὸ πάντα διεξιὸν τὰ προκείμενα. εἰ δὲ καὶ ὀψέ ποτε ὡμολόγησεν ἐκ προσώπου ταῦτα εἰρῆσθαι τοῦ ἐν τῷ θεῷ λόγου, βεβίασται ἄρα αὐτῷ τὰ τῆς εἰς τὴν σάρκα τοῦ σωτῆρος ἀποδόσεως, καὶ πάντα ἀθρόως ἐκεῖνα ἕωλα καὶ μάταια καὶ περιττά πεφώραται. εἰ δὲ ἡ σὰρξ ἢν τοῦ σωτῆρος ἡ λέγουσα τὸ »κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ« κατὰ τὴν ἀποδοθεῖσαν αὐτῷ ἑρμηνείαν, καὶ εἰ ἡ σὰρξ »πρὸ τοῦ αἰῶνος« ἐθεμελιώθη κοὶ »ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι« (γῆν δηλαδὴ τὴν σάρκα αὐτῷ ἐδόκει διὰ τὸ εἰρῆσθαι »γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ«), καὶ εἴπερ ἡ σὰρξ ἦν ἡ λέγουσα »πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ μὲ (διὰ τὸ προγεγεννημένην εἶναι τῆς τῶν ἀποστόλων ἐκλογῆς ὡς ἐδόκει τῷ σοφωτάτω,), ἕπεται ἐκ προσώπου τῆς σαρκὸς λέγεσθαι καὶ τὸ ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αύτῷ«.

  43. 3.3.48.1

    ἀλλ’ οὐκ ἄν τις μὴ τῶν φρενῶν ἐκστὰς ταύτῃ ποτὲ συνθοῖτο τῇ ἑρμηνείᾳ· ἀντιφθέγξεται γὰρ αὐτῷ μέγα βοήσας ὁ τῖς ἀληθείας λόγος, ἐπιδεικνὺς τίς ποτε ἦν ὁ ταῦτα διεξιών.

  44. 3.3.49.1

    ὡς ἔ οὖν ἕτερος ἦν ὁ ἐκ τοῦ θεοῦ γεγεννημένος μονογενὴς υἱός, ζῶν καὶ ὑφεστώς, ὢν καὶ πρὸ τῆς τῶν γενητῶν ἁπάντων συστάσεως, ὅδε παρίστησιν αὐτὸς δί’ ὧν ἑξῆς ἐπάγει λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«· συνῆν γὰρ καὶ παρῆν αὐ τῷ πρὶν γενέσθαι τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα. τοῦτο γοῦν ᾐνίττετο διὰ τοῦ φάναι »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.

  45. 3.3.50.1

    πῶς δὲ ἡτοίμαζεν ὁ θεὸς ἧ πρὶν γενέσθαι αὐτὸν νομοθετῶν καὶ διατυπούμενος ὃν ἔδει τρόπον αὐτὸν συστῆναι; ὁ μὲν οὑν πατὴρ διετύπου καὶ ἡτοίμαζεν, διανοούμενος ὅπως ἐχρῆν συστῆναι τὸν τοσοῦτον οὐρανόν, ὅσου τε μεγέθους ἐδεῖτο καὶ ὁποίου σχήματος μέτρων τε καὶ μερῶν ὁπόσων, τῶν μελλόντων εἴσω τε αὐτοῦ περιέχεσθαι χάριν, καὶ τῶν ἐκτὸς ἔσεσθαι αὐτοῦ, τῶν τε ἐν αὐτῶ τὸν δρόμον ποιησομένων ἕνεκα· ὁ δὲ τοῖς τοῦ πατρὸς λογισμοῖς ἐνατενίζων καὶ μόνος ἐποπτεύων τὰ ἐν αὐτῷ βάθη. δι’ ἔργων ἐχώρει τοῖς τοῦ πατρὸς ἐξυπηρετούμενος νεύμασιν.

  46. 3.3.51.1

    διὸ λέλεκταί που »αἰνεῖτε αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις.

  47. 3.3.52.1

    αἰνεῖτε αὐτόν, πάντες οἱ ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτόν, πᾶσαι αἱ δυνάμεις αὐτοῦ. αἰνεῖτε αὐτόν, ἥλιος καὶ σελήνη· αἰνεῖτε αὐτόν, πάντα τὰ ἄστρα καὶ τὸ φῶς. αἰνεῖτε αὐτόν, οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν. αἰνεσάτωσαν τὸ ὄνομα κυρίου· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν«.

  48. 3.3.53.1

    πλὴν ἀλλὰ καὶ πρὶν γενέσθαι αὐτὸν τὸν οὐρανὸν καὶ τὰ ἐπέκεινα οὐρανοῦ τά τε ἐν οὐρανῷ πάντα (ἐξ ἑνὸς γὰρ τὰ πάντα περιληπτικῶς δεδήλωται) ἦν ὁ υἱὸς τοῦ θεοῦ, καὶ τῷ πατρὶ παρῆν τε καὶ συνῆν ἔτι βουλευομένῳ περὶ τῆς τούτων ἁπάντων συστάσεως. διό φησιν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«. εἶθ’ ὡς ἀγαθὸς γραφεὺς τὰς ἀρχετύπους ἰδέας ἐκ τῶν πατρικῶν λογισμῶν ἀπολαμβάνων ἐπὶ τὰς τῶν ἔργων μετέφερεν οὐσίας, τοιαῦτα ζωοπλαστῶν καὶ ὑφιστάμενος, ὁποῖα τῇ τοῦ πατρὸς διανοίᾳ προυποκείμενα ἑώρα.

  49. 3.3.54.1

    τούτων δ’ αὐτὸς γένοιτ’ ἂν μάρτυς ἀξιόχρεως, ἐν Εὐαγγελίοις ὧδε διδάσκων· »ἀμὴν ἀμὴν λέγω ὑμῖν, οὐ δύναται ὁ υἱὸς ποιεῖν ἀφ’ ἑαυτοῦ οὐδέν, ἐὰν μή τι βλέπῃ τὸν πατέρα ποιοῦντα· ἃ γὰρ ἂν ἐκεῖνος ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ.

  50. 3.3.55.1

    ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ«. ἔνθα τις εἰκότως ζητήσειεν ἂν πῶς τὰ ἅπαξ ὑπὸ τοῦ πατρὸς γεγονότα ὁ υἱὸς αὖθις ποιεῖ; ἐπελύσατο δ᾿ αὐτὸς τὸν λόγον εἰπὼν »ἃ γὰρ ἂν ὁ πατὴρ ποιῇ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ«.

  51. 3.3.56.1

    οὐκοῦν ὁμοιώματα τυγχάνει τὰ πρὸς τοῦ υἱοῦ γιγνόμενα ἔργων ἀρχετύπων ἐν ἀπορρήτοις τοῦ πατρὸς λογισμοῖς προϋφισταμένων, ἃ δὴ βλέπων ἀτενὲς ἐν τῇ τοῦ πατρὸς διανοίᾳ ὁ υἱὸς μιμήματα ὡν ἐώρα ἐποίει. τὸ δ᾿ ἐποπτεύειν αὐτὸν τὰ τοῦ πατρὸς βάθη τῆς πατρικῆς ἀγάπης ἔργον εἶναι παρίστη διασαφῶν ἑξῆς καὶ λέγων »ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱὸν καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ«. δεικνύντος ἄρα τοῦ πατρὸς τὰ ἑαυτοῦ κρύφια θεωρῶν ὁ υἱὸς δι’ ἔργων ὑφίστη τὰ τῆς πατρικῆς βουλῆς ἔργα. οὕτως οὖν συνὼν τῷ πατρὶ καὶ συμπαρὼν αὐτῷ προετοιμάζοντι τὸν οὐρανὸν καὶ τὰ ἐπ’ αὐτῷ τοῦτ’ ἐδίδασκε λέγων »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.

  52. 3.3.57.1

    ἔχαιρέν τε ὁ πατὴρ πρὶν ἢ καὶ τὸν κόσμον γενέσθαι, εἰς αὐτὸν ἀφορῶν τὸν ἑαυτοῦ μονογενῆ υἱὸν καὶ ὥσπερ ἐν εἰκόνι ἑαυτὸν ἐνοπτριζόμενος ἐν αὐτῷ· διό φησιν ἡ σοφία »ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ’ ἡμέραν«. ἀλλὰ καὶ ὁ υἱὸς εὐφροσύνης ἐπληροῦτο γανύμενος ἐπὶ τῇ τοῦ πατρὸς θέᾳ· τοῦτο γοῦν αὐτὸς διδάσκει λέγων »ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας« ,

  53. 3.3.58.1

    οἰκουμένης ἐνταῦθα νοουμένης τῆς τῶν γενητῶν ἁπάντων συμπληρώσεως, ἦς ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι διὰ τοῦ υἱοῦ προαγομένης ὁ τῶν ἁπάντων ηὐφραίνετο θεός. ὁ μὲν οὖν ἀληθὴς λόγος, ὡς ἐν βραχέσιν καὶ ἐν ἐπιτόμῳ διηγήσει παριστάμενος ἐκ τῆς θείας γραφῆς, τοιοῦτός τις ἂν εἴη. ὁ δ’ ἄνωθεν κάτω φερόμενος ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος ἡμῶν τὴν διάνοιαν ἐξώκειλεν παρατρέπων καὶ παρερμηνεύων τὸν ἀληθῆ νοῦν τῆς θεοπνεύστου γραφῆς.

  54. 3.3.59.1

    ἀλλὰ καὶ ἐπὶ τὸν λόγον μεταβὰς αὐτὸν εἶναί φησιν τὸν ἔνδον ἐν τῷ πατρὶ ὡς ἐν διαλογισμῷ καὶ ἐνθυμήσει τὸν οὐρανὸν ἡτοιμακότα.

  55. 3.3.60.1

    ἔλεγεν γοῦν αὐτοῖς ῥήμασιν·

  56. 3.3.60.2

    πρὸ γὰρ τοῦ τὸν κόσμον ποιῆσαι ἦν ὁ λόγος ἐν τῷ πατρί. ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς ποιῆσαι προέθετο, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ (πάντα γὰρ ὁμολογεῖται ὑπ’ αὐτοῦ γεγενῆσθαι), τότε ὁ λόγος προελθὼν ἐγίνετο ποιητὴς τοῦ κόσμου, ὁ καὶ πρότερον νοητῶς ἑτοιμάζων αὐτόν, ὡς διδάσκει ἡμᾶς ὁ προφήτης Σολομὼν »ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ« λέγων.

  57. 3.3.61.1

    ἐν οἶς προσήκει ἐπισκέψασθαι τίνα τρόπον ἐθελοκωφῶν τοῦ μὲν »συμπαρήμην« οὐκ ἀκούει, ὃ σημαίνει διαρρήδην παρουσίαν τοῦ υἱοῦ σὺν τῷ πατρί, ἀποφαίνεται δὲ τῇ γραφῇ ἐναντίως μηδένα εἶναι πλὴν τοῦ θεοῦ πρὶν γενέσθαι τὰ γενόμενα· καὶ οὐκ ἔφριξεν ταύτην ἀφεὶς τὴν φωνήν, ἀρνητικὴν οὖσαν τοῦ υἱοῦ, οὐδὲ τὴν θείαν γραφὴν ἐδυσωπήθη μαρτυροῦσαν πρὸ τῆς τοῦ οὐρανοῦ κτίσεως μόνον αὐτὸν συμπαρεῖναι τῷ πατρί. »ἡνίκα« γάρ φησιν »ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ«.

  58. 3.3.62.1

    ἡ γὰρ σὺν πρόθεσις τῷ παρεἷναι προσκειμένη τὴν κατὰ τὸ αὐτὸ σὺν ἑτέρῳ παρουσίαν δηλοῖ. οὐχ ἁπλῶς οὖν παρεἷναι, ἀλλὰ συμπαρεῖναι ἑαυτὸν τῷ πατρὶ διδάσκει καὶ ὁ πατὴρ δὲ οὐχ ἁπλῶς ἔχαιρεν, ἀλλὰ προσέχαιρεν τῇ παρουσίᾳ τοῦ υἱοῦ· διό φησιν »ἐγὼ ἤμην ᾖ προσέχαιρεν καθ’ ἡμέραν«.

  59. 3.3.63.1

    τὸ δὲ καὶ εὐφραίνεσθαι αὐτὸν ἐνώπιον τοῦ πατρὸς πῶς ἂν ἁρμόσειεν μὴ ὑφε- στῶτι λόγῳ, ἐν αὐτῷ δὲ τῷ θεῷ ὄντι καὶ σημαντικῶς ἐνεργοῦντι, ἄντικρυς τοῦ εὐφραίνεσθαι καὶ τοῦ »ἐνώπιον αὐτοῦ« τὴν ὑπόστασιν αὐτοῦ παριστώντων. ἀλλὰ τούτων Μάρκελλος οὐδένα λόγον ποιησάμενος ἀθετεῖ μὲν τὸν υἱόν, λόγον δέ φησιν ἔνδον ὄντα ἐν τῷ θεὴ ποτὲ μὲν ἐνεργείᾳ δραστικῇ προϊέναι, ποτὲ δὲ ἔνδον εἶναι ἐν αὐτῷ μὴ ἐνεργοῦντα· καὶ οὐχ ὁρᾷ ὅτι τὸ λέγειν εἶναί τι ἐντὸς καὶ ἐκτὸς τοῦ θεοῦ σύνθετόν τι ὑποτίθεται καὶ σωματικὸν πάθος, ὅπερ οὐ θέμις ἐπὶ τῆς ἀγενήτου καὶ ἀσωμάτου φύσεως παραδέχεσθαι.

  60. 3.3.64.1

    πῶς δὲ καὶ προελθὼν ὁ λόγος ἐγίνετο τοῦ κόσμου ποιητής; πότερα γλώττῃ καὶ φωνῇ, ἣ πάντως δήπου καὶ διαλέκτῳ χρησαμένου θεοῦ; καὶ τίνι ἂν διελέχθη μηδενὸς ἑτέρου συνόντος αὐτῷ; τίνι δ’ ἂν καὶ ὡμίλησεν μὴ παρόντος τινός; ἀλλ’ αὐτὸς ἑαυτῷ προσωμίλει φωνῇ χαἰ διαλέκτῳ χρώμενος, ὡς καὶ τὸν λόγον ἐξ αὐτοῦ προελθεῖν;

  61. 3.3.65.1

    καὶ πῶς οὐχὶ καὶ ἔνδον ὄντος ἐν αὐτῷ τοῦ λόγου δραστικῇ δυνάμει ταῦθ’ ἅπερ ἐβούλετο συνίστη, ἐπεὶ καὶ παρὰ ἀνθρώποις οἱ πλεῖστοι τῶν δημιουργῶν καὶ σιωπῶντες τὰ ἑαυτῶν ἐκτελοῦσιν ἔργα, καὶ μάλιστα ὅτε μηδεὶς αὐτοῖς πάρεστι δημιουργοῦσιν; τί οὖν ἐκώλυεν καὶ τὸν θεὸν οὕτω πὼς τὰ πάντα συστήσασθαι, ἔχοντα ἐν αὐτῷ τὸν λόγον; ὁ δὲ καὶ ὑποτίθεται εἰκόνα ἀνδριαντοποιοῦ ἑαυτῷ προσδιαλεγομένου καὶ πρὸς ἑαυτὸν φάσκοντος·

  62. 3.3.65.2

    ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα·

  63. 3.3.65.3

    οὕτω γάρ φησιν καὶ τὸν τῶν ὅλων δεσπότην θεὸν πρὸς ἑαυτὸν εἰρηκέναι τὸ »ποιήσωμεν ἄνθρωπον«, ὡς πολλάκις ἤδη παρέστη διὰ τῶν ἔμπροσθεν , δι’ ὧν οἶμαι τὴν εἰς τὸν υἱὸν τοῦ θεοῦ ἄρνησιν αὐτοῦ γεγυμνῶσθαι.

  64. 3.3.66.1

    τὸ μὲν γὰρ αὐτὸν πρὸς ἑαυτὸν διαλέγεσθαι τὸν θεὸν ἔνδον ἔχοντα τὸν ἑαυτοῦ λόγον φάσκειν Ἰουδαϊκοῦ τινος εἴη ἂν φρονήματος· τὸ δὲ αὐτὸν εἶναι τοῦ ἐν αὐτῷ λόγου πατέρα, καὶ υἱὸν αὐτοῦ τὸν ἐν αὐτῷ λόγον, τῆς Σαβελλίου κακοδοξίας ἦν γνώρισμα·

  65. 3.4.1.1

    ὡς αὖ πάλιν καὶ τὸ λέγειν τὰ τρία ἓν εἶναι, τὸν πατέρα καὶ ὅπως υἱὸν καὶ τὸ ἅγιον πνεῦμα, Σαβελλίου γὰρ καὶ τοῦτο. ὃ δὴ καὶ τουτο. ο δη καὶ συνιεὶς τὰς αὐτὸ Μάρκελλος ὧδέ πη γράφων ἀπεφαίνετο γραφάς

  66. 3.4.1.2

    ἀδύνατον γὰρ τρεῖς ὑποστάσεις οὔσας ἑνοῦσθαι μονάδι. ὡρίζετο μιαν ειναι εἰ μὴ πρότερον ἡ τριὰς τὴν ἀρχὴν ἀπὸ μονάδος ἔχοι. ἐκεῖνα γὰρ ἀνακεφαλαιοῦσθαι ἔφησεν μονάδι ὁ ἱερὸς Παῦλος, ἃ μηδὲν τῇ ἑνότητι τῷ θεῷ διαφέρει· ἑνότητι γὰρ ὁ λόγος καὶ τὸ πνεῦμα τῶ θεῶ διαφέρει μόνα.

  67. 3.4.2.1

    εἶτα πειρᾶται τοῦτο κατασκευάζειν ἑξῆς προίων καὶ λέγων

  68. 3.4.2.2

    εἰ τοίνυν ὁ λόγος φαίνοιτο ἐξ αὐτοῦ τοῦ πατρὸς ἐξελθὼν καὶ πρὸς ἡμᾶς ἐληλυθώς, τὸ δὲ πνεῦμα τὸ ἅγιον, ὡς καὶ Ἀστέριος ὡμολόγησεν, παρὰ τοῦ πατρὸς ἐκπορεύεται, αὖθίς τε ὁ σωτήρ φησιν περὶ τοῦ πνεύματος ὅτι »οὐκ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνός με δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, οὐ σαφῶς καὶ φανερῶς ἐνταῦθα ἀπορρήτῳ δὲ λόγῳ ἡ μονὰς πλατυνομένη μὲν εἰς τριάδα, διαιρεῖσθαι δὲ μηδαμῶς ὑπομένουσα;

  69. 3.4.3.1

    εἰ γὰρ ὁ μὲν λόγος ἐκ τοῦ πατρὸς ἐκπορεύεται, τὸ δὲ πνεῦμα καὶ αὐτὸ ὁμολογεῖται ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι, αὖθίς τε περὶ τοῦ πνεύματος τὸν σωτῆρα λέγειν »ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὺμῖν«, οὐκ ἄρα πρόδηλόν ἐστιν κεκρυμμένον ἀνακαλύπτεσθαί τι μυστήριον; πῶς γάρ, εἰ μὴ ἡ μονὰς ἀδιαίρετος οὖσα εἰς τριάδα πλατύνοιτο, ἐγχωρεῖ αὐτὸν περὶ τοῦ πνεύματος ποτὲ μὲν λέγειν ὅτι ἐκ τοῦ πατρὸς ἐκπορεύεται, ποτὲ δὲ λέγειν »ἐκεῖνος ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, αὐθίς τε ἐμφυσήσαντα τοῖς μαθηταῖς »λάβετε πνεῦμα ἅγιον« εἰρηκέναι;

  70. 3.4.4.1

    πῶς γὰρ εἰ ἐκ τοῦ πατρὸς ἐκπορεύεται παρὰ τοῦ υἱοῦ τὴν διακονίαν ταύτην λαμβάνειν ἐπαγγέλλεται; ἀνάγκη γὰρ εἰ δύο διαιρούμενα, ὡς Ἀστέριος ἔφη, πρόσωπα εἴη, ἢ τὸ πνεῦμα ἐκ τοῦ πατρὸς ἐκπορευόμενον μὴ δεῖσθαι τῆς παρὰ τοῦ υἱοῦ διακονίας (πᾶν γὰρ τὸ ἐκ πατρὸς ἐκπορευόμενον τέλειον εἶναι ἀνάγκη, προσδεόμενον τῆς παρ’ ἑτέρου βοηθείας), ἤ, εἰ παρὰ τοῦ υἱοῦ λαμβάνοι καὶ ἐκ τῆς ἐκείνου δυνάμεως διακονοίη τὴν χάριν, μηκέτι ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι.

  71. 3.4.5.1

    καὶ μεθ’ ἕτερα ἐπάγει

  72. 3.4.5.2

    εἰ δὲ τὸ Εὐαγγέλιον ὅτι ἐμφυσήσας τοῖς μαθηταῖς »λάβετε πνεῦμα ἅγιον« ἔφησεν, δῆλον ὅτι ἐκ τοῦ λόγου τὸ πνεῦμα ἐξῆλθεν. πῶς οὑν, εἰ ἐκ τοῦ λόγου τὸ πνεῦμα προῆλθεν, πάλιν τὸ αὐτὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεται;

  73. 3.4.5.3

    καὶ προστίθησιν μεθ’ ἕτερα

  74. 3.4.5.4

    οὐκ ὀρθῶς οὖν οὐδὲ προσηκόντως εἴρηκεν τρεῖς ὑποσὰσεις εἶναι, φήσας οὐχ ἅπαξ ἀλλὰ καὶ δεύτερον.

  75. 3.4.5.5

    διὰ δὴ τούτων καὶ τῶν τούτοις ὁμοίων ο σοφώτατος πειρᾶται κατασκευάζειν ἕνα καὶ τὸν αὐτὸν εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν τὸ ἅγιον πνεῦνα, τριῶν ὀνομάτων κατὰ μιᾶς ὑποστάσεως κειμένων.

  76. 3.4.6.1

    οὐδὲ γὰρ ἐν τούτοις συνῆκεν ὅπως καὶ ὁ υἱὸς ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι λέγεται καὶ τὸ ἅγιον πνεῦμα ὁμοίως, οὐδὲ νοῆσαι δεδύνηται πῶς περὶ τοῦ ἁγίου πνεύματος εἶπεν ὁ σωτὴρ τὸ »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«, οὐδὲ πῶς τοῖς αὐτοῦ μαθηταῖς ἐμφυσήσας ἔφη »λάβετε πνεῦμα ἅγιον«. ὃ δὴ τοῖς εὐσεβῶς θεωροῦσιν ῥᾳδίαν ἕξει τὴν λύσιν, εἰ λογίσαιτό τις ὡς ὁ υἱὸς ἀεὶ συνὼν καὶ συμπαρὼν τῷ πατρὶ εἴσω που ὥσπερ ἐν ἀδύτοις καὶ ἀβάτοις τῆς πατρικῆς βασιλείας ἐτύγχανεν ὤν, εἶτα δὲ ἐπὶ σωτηρίᾳ τοῦ τῶν ἀνθρώπων γένους πρὸς τοῦ πατρὸς ἐκπεμπόμενος ἐκ τοῦ πατρὸς ἐξεληλυθέναι ἑαυτὸν ἔλεγεν. ὃ δὴ καὶ ἑτέρωθι διὰ παραβολῆς ἐδήλου περὶ ἑαυτοῦ λέγων »ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι«·

  77. 3.4.7.1

    πόθεν γὰρ ἐξῆλθεν ἢ ἐκ τῶν ἐνδοτάτω βασιλείων τῆς πατρικῆς θεότητος; κατὰ δὲ τὸν αὐτὸν λόγον καὶ τὸ ἅγιον πνεῦμα παρεστὸς ἀεὶ τῷ θρόνῳ τοῦ θεοῦ, ἐπεὶ καὶ »μυρίαι μυριάδες« παρεστήκασιν αὐτῷ κατὰ τὸν Δανιήλ, ἀπεστέλλετο καὶ αὐτό, ποτὲ μὲν ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ποτὲ δὲ ἐφ’ ἕκαστον τῶν προφητῶν καὶ τῶν ἀποστόλων·

  78. 3.4.8.1

    διὸ ἐκ τοῦ πατρὸς ἐκπορεύεσθαι καὶ αὐτὸ εἴρηται. καὶ τί θαυμάζεις; ὁπότε καὶ περὶ τοῦ διαβόλου λέλεκται »καὶ ἐξῆλθεν ὁ διάβολος παρὰ τοῦ κυρίου« καὶ δεύτερον πάλιν εἴρηται »ἐξῆλθεν δὲ ὁ διάβολος ἀπὸ τοῦ κυρίου« εὕροις δ’ ἂν καὶ ἐπὶ τοῦ Ἀχαάβ, ἔνθ’ ἐπιφέρει ἡ γραφὴ »καὶ ἐξῆλθεν πνεῦμα πονηρὸν καὶ ἔστη ἐνώπιον κυρίου καὶ εἶπεν· ἐγὼ ἀπατήσω αὐτόν«.

  79. 3.4.9.1

    ἀλλὰ ταῦτα μὲν ἐναντία πνεύματα, ὅπως δὲ καὶ τίνα τρόπον εἴρηται, οὐ νῦν καιρὸς πολυπραγμονεῖν. ὁ δὲ μονογενὴς υἱὸς τοῦ θεοῦ ἐκ τοῦ πατρὸς ἐξεληλυθέναι ἑαυτὸν διδάσκει διὰ τὸ συνεἷναι αὐτῷ πάντοτε, καὶ τὸ ἅγιον δὲ πνεῦμα ὁμοίως ἕτερον ὑπάρχον παρὰ τὸν υἱόν. ὃ δὴ σαφῶς αὐτὸς ὁ σωτὴρ παρίστησιν λέγων »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. ἄντικρυς γὰρ παραστατικὸν ἂν εἴη τοῦτο τοῦ μὴ εἶναι ὲν καὶ ταὐτὸν τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα· τὸ γὰρ παρ’ ἑτέρου λαμβάνον τι ἕτερον παρὰ τὸν διδόντα νοεῖται

  80. 3.5.1.1

    καὶ ὅτι γε ἕτερόν ἐστιν τὸ πνεῦμα τὸ ἅγιον τοῦ υἱοῦ διαρρήδην ὅπως ὁ καὶ διαφόρως λευκοτάτοις ῥήμασιν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐδίδαξεν, ἐν οἶς πρὸς τοὺς αὐτοῦ μαθητὰς ἔλεγεν »ἐὰν πᾶτε με, τὰς ἐντολὰς τὰς ἐμὰς τηρήσετε. καὶ ἐγὼ ἐρωτήσω τὸν πατέρα καί ἄλλον παράκλητον δώσει ὑμῖν ἴνα ᾖ μεθ’ ὑμῶν εἰς τὸν αἰῶνα τὸ πνεῦμα τῆς ἀληθείας, ὃ ὁ κόσμος οὐ δύναται λαβεῖν«. ὁρᾷς ὅπως τὸ πνεῦμα τὸ παράκλητον ἕτερον εἶναί φησιν καὶ ἄλλο παρ’ ἑαυτόν. εἰ δὲ ἐμφυσήσας τοῖς μαθηταῖς εἶπεν »λάβετε πνεῦμα ἃγιον«, οὐ χρὴ ἀγνοεῖν ὡς τὸ μὲν ἐμφύσημα καθαρτικόν πὼς ἦν τῆς τῶν ἀποστόλων ψυχῆς ἐπιτηδείους αὐτοὺς παρασκευάζον τῆς τοῦ ἁγίου πνεύματος ὑποδοχῆς.

  81. 3.5.2.1

    οὐ γὰρ εἰς τὸ πρόσωπον αὐτῶν ἐμφυσῆσαι λέγεται οὐδ’ ὅτι πνοὴν ζωῆς οὐδ᾿ ὅτι πνεῦμα ἅγιον, ὡς ἐπὶ τοῦ Ἀδὰμ ἀναγέγραπται ὅτι »ἐνεφύσησεν ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς«, ἀλλ’ ἐμφυσῆσαι μὲν εἴρηται πρότερον, ἔπειτα εἰπεῖν »λάβετε πνεῦμα ἅγιον«. τὸ δὲ διδόναι αὐτὸν τὸ πνεῦμα πάλιν ἕτερον αὐτὸν παρίστη τοῦ διδομένου·

  82. 3.5.3.1

    οὐκ ἂν γὰρ ὁ αὐτὸς ἦν ὁ διδοὺς καὶ τὸ διδόμενον, ἀλλ’ ὁ μὲν παρέχων ἦν ὁ σωτήρ, τὸ δὲ διδόμενον τὸ ἅγιον πνεῦμα, οἱ δὲ λαμβάνοντες οἱ ἀπόστολοι, τὸ δ’ ἐμφύσημα καθαρτικὸν ὡς ἔφην τῶν ἀποστόλων ἢ καὶ ἐνεργητικὸν τῆς μεταδόσεως τοῦ ἁγίου πνεύματος, ἑκατέρως γὰρ νοεῖν δυνατόν.

  83. 3.5.4.1

    πλὴν ἐκ τούτων δείκνυται ἕτερον ὑπάρχον παρ’ αὐτὸν τὸ ἅγιον πνεῦμα, ὡς καὶ διὰ τῶν ἐπιφερομένων, δι᾿ ὧν πάλιν ἀναγέγραπται φήσας »ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει, καὶ ὁ πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα«.

  84. 3.5.5.1

    οἶς ἐπιφέρει »ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον ὑμῖν«. ἀκούεις ὅπως πληθυντικῷ κέχρηται τρόπῳ τὸ »ἑλευσόμεθα καὶ μονὴν παρ’ αὐτῷ ποιησόμεθα« περὶ αὑτοῦ καὶ τοῦ πατρὸς φήσας, καὶ ὡς περὶ τοῦ ἁγίου πνεύματος διαλαλῶν ὡς περὶ ἑτέρου ἔλεγεν τὸ »ἐκεῖνος ὑμᾶς διδάξει πάντα.

  85. 3.5.6.1

    τοιοῦτον δὲ ἦν καὶ τὸ ἐγὼ ἐρωτήσω τὸν πατέρα καὶ ἄλλον παράκλητον δώσει ὑμῖν ἵνα μεθ’ ὑμῶν ᾖ εἰς τὸν αἰῶνα, τὸ πνεῦμα τῆς ἀληθείας«. οὐκοῦν ἕτερος ἦν παρ’ αὐτὸν ὁ παράκλητος, περὶ οὐ τὰ τοσαῦτα ἐδίδασκεν. εἰκότως οὖν αὖθίς προσετίθει λέγων » ταῦτα λελάληκα ὑμῖν παρ’ ὑμῖν μένων· ὁ δὲ παράκλητος, τὸ πνεῦμα τὸ ἅγιον ὃ πέμψει ὁ πατήρ μου ἐν τῷ ὀνόματί μου, ἐκεῖνος ὑμᾶς διδάξει πάντα καὶ ὑπομνήσει ὑμᾶς πάντα ὅσα εἶπον«.

  86. 3.5.7.1

    ἐγὼ μὲν γὰρ τέως ταῦθ’ ὑμῖν λελάληκα, φησίν, τὸ δὲ πνεῦμα τῆς ἀληθείας, ὃ καὶ αὐτὸ πέμψει ὁ πατήρ μου, πάντα ὑμᾶς διδάξει, ὅσα νῦν οὐ μεμαθήκατε διὰ τὸ μὴ χωρεῖν ὑμᾶς· ἀλλ’ ἐκεῖνος ἐλθών.

  87. 3.5.8.1

    λέγω δὲ ὁ παράκλητος, ἀναπληρώσει τὴν διδασκαλίαν, μετὰ τοῦ καὶ τῶν νῦν λεγομένων ὑπ’ ἐμοῦ μνήμην ὑμῖν ἐμποιῆσαι καὶ αὖθις ἐπάγει »ὅταν δὲ ἔλθῃ ὁ παράκλητος ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ πατρός, τὸ πνεῦμα τῆς ἀληθείας ὃ πάρα τοῦ πατρὸς ἐκπορεύεται, ἐκεῖνος μαρτυρήσει περὶ ἐμοῦ«. δι’ ὦν ἁπάντων σαφῶς παρίστησιν ἐκεῖνον τὸν ὑπ’ αὐτοῦ πεμπόμενον καὶ τὸν μέλλοντα περὶ μαρτυρεῖν ἕτερον εἶναι παρ’ ἑαυτόν.

  88. 3.5.9.1

    ἐπεξεργάζεται δὲ τὸν λόγον ἔτι μᾶλλον καὶ δι’ ὧν ἐπιλέγει »ἀλλ’ ἐγὼ τὴν ἀλήθειαν λέγω ὑμῖν, συμφέρει ὑμῖν ἵνα ἐγὼ ἀπέλθω. ἐὰν γὰρ μὴ ἀπέλθω ὁ παράκλητος οὐκ ἔρχεται πρὸς ὑμᾶς· ἐὰν δὲ πορευθῶ, πέμψω αὐτὸν πρὸς ὑμᾶς«. ἀπελθεῖν δὲ ἑαυτὸν λέγων ἐν τούτοις τε τὸ πάθος ἑαυτοῦ ἐσήμαινεν καὶ τὴν μετὰ τοῦτο πρὸς τὸν πατέρα ἄνοδον.

  89. 3.5.10.1

    τίς οὑν οὕτως ἠλίθιος ὡς μετὰ τοσαύτας φωνὰς ἕνα καὶ τὸν αὐτὸν εἶναι φάναι τὸν ταῦτα λέγοντα καὶ τὸν περὶ οὗ ταῦτ’ ἔλεγεν, ἀκούων αὐτοῦ σαφῶς διοριζομένου τὴν ἀλήθειαν φάσκειν, καὶ τίς ἡ ἀλήθεια παριστῶντος, ὡς εἰ μὴ ἀπέλθοι αὐτός, μὴ ἄν ποτε ἥξειν τὸ ἅγιον πνεῦμα.

  90. 3.5.11.1

    εἰ δὲ ποτὲ μὲν τὸν πατέρα πέμψειν τὸ πνεῦμα τὸ ἅγιον ποτὲ δὲ ἑαυτὸν διορίζεται, οὐκ ἐναντία δήπουθεν διδάσκει· πάντα γὰρ ὅσα ἐὰν »βλέπῃ τὸν πατέρα ποιοῦντα«, »ταῦτα ὁμοίως καὶ ὁ υἱὸς ποιεῖ« καὶ »καθὼς ἀκούει, κρίνει«. διὸ τῇ τοῦ πατρὸς κρίσει, ὅτε καὶ βούλεται ὁ πατήρ. τηνικαῦτα ὁ υἱὸς καὶ † δι᾿ αὐτοῦ ὁ σωτὴρ ἀποστέλλει τοῖς αὐτοῦ μαθηταῖς τὸ πνεῦμα τῆς ἀληθείας τὸ παράκλητον, πρὸς τὸ παρακαλεῖν αὐτοὺς καὶ παραμυθεῖσθαι ἐφ’ οἷς κηρύττοντες τὸ εὐαγγέλιον ὑπὸ τῶν ἐλαυνόντων αὐτοὺς ἔπασχον·

  91. 3.5.12.1

    οὐ μόνον δὲ πρὸς τὸ παρακαλεῖν αὐτούς, ἀλλὰ καὶ πρὸς τὸ διδάξαι αὐτοὺς πᾶσαν τὴν ἀλήθειαν τῆς καινῆς διαθήκης, ἣν οὐκ ἐχώρουν ὑπὸ τοῦ σωτῆρος διδάσκεσθαι, ὁπηνίκα ταῦτα αὐτοῖς ὡμίλει διὰ τὸ ἔτι τῇ Ἰουδαϊκῇ δεδουλῶσθαι ἀγωγῇ.

  92. 3.5.13.1

    ταῦτα δὲ ἔργοις ἐπλήρου μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ. μεθ’ ἣν εἰπὼν τῇ Μαρίᾳ »μή μου ἅπτου, οὔπω γὰρ ἀναβέβηκα πρὸς τὸν πατέρα μου«, μετὰ ταῦτα ἅτε δὴ ἀνεληλυθὼς πρὸς τὸν πατέρα τοῖς μαθηταῖς ὤφθη τοῦ ἁγίου πνεύματος ἀπεσταλμένου καὶ συνόντος αὐτῷ ἑτοίμου τε παρεστῶτος εἰς ἣν τέτακται διακονίαν, ὅτε καὶ ἅψασθαι αὐτοῦ ἐπιτρέπει τότε γὰρ »αύτοῖς ἐνεφύσησεν« καὶ τότε μέρος τι χαρίσματος τοῦ ἁγίου πνεύματος αὐτοῖς, τὸ τῆς ἀφέσεως τῶν ἁμαρτημάτων ποιητικόν, ἐδίδου· »διαιρέσεις« γὰρ »χαρισμάτων εἰσίν«, ὧν ἐκ μέρους μὲν αὐτοῖς ἐδωρεῖτο τότε συνὼν καὶ παρὼν αὐτοῖς, μετὰ δὲ ταῦτα μείζονος αὐτοὺς καὶ τελεωτέρας δυνάμεως ἐπλήρου.

  93. 3.5.14.1

    περὶ ἧς ἐν ταῖς Πράξεσιν τῶν ἀποστόλων πρὸς αὐτοὺς ἔφη »ὑμεῖς δὲ λήψεσθε ἐξ ὕψους δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς«· ὅτε καὶ βαπτισθήσεσθαι αὐτοὺς ἐν πνεύματι ἁγίῳ ἐπηγγέλλετο, ὃ δὴ καὶ αὐτὸ ἐπληροῦτο μετὰ τὴν ἀνάληψιν αὐτοῦ, κατὰ τὴν ἡμέραν τῆς πεντηκοστῆς ἀποσταλέντος αὐτοῖς τοῦ ἁγίου πνεύματος ταῖς αὐτοῦ φωναῖς ἀκολούθως.

  94. 3.5.15.1

    πλείονος δὲ ἐξεργασίας καὶ σαφηνείας δεομένων τῶν κατὰ τὸν τόπον οὐ νῦν ἐπεξιέναι καιρὸς τῇ τῆς ἐξετάσεως ἀκριβείᾳ, ἐπεὶ μηδὲ τοῦθ’ ἡμῖν πρόκειται, παραστῆσαι δ᾿ ἐχρῆν ἕτερον εἶναι τοῦ υἱοῦ τὸ παράκλητον πνεῦμα, ὃ δὴ καὶ ἀπεδείχθη διαφόρως δι’ ὧν αὐτὸς ἐπαίδευσεν ὁ σωτήρ, πρός τε τοῖς ἄλλοις καὶ ἐν οἶς ἔλεγεν »ἔτι πολλὰ ἔχω λέγειν ὑμῖν, ἀλλ’ οὐ δύνασθε βαστάζειν ἄρτι· ὅταν δὲ ἔλθῃ ἐκεῖνος, τὸ τῆς ἀληθείας, διηγήσεται ὑμῖν τὴν ἀλήθειαν πᾶσαν·

  95. 3.5.16.1

    οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει, καὶ τὰ ἐρχόμενα ἀναγγελεῖ ὑμῖν. ἐκεῖνος ἐμὲ δοξάσει, ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. έν οἶς πάλιν ἃ μὴ αὐτὸς ἐδίδαξεν ταῦτα μαθήσεσθαι τοὺς αὐτοῦ μαθητὰς ὑπὸ τοῦ ἁγίου πνεύματος ἐπαγγέλλεται, ὡς περὶ ἑτέρου λέγων τὸ »ὅταν ἔλθῃ ἐκεῖνος« καὶ τὸ »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει« καὶ τὸ »ἐκεῖνος ἐμὲ δοξάσει« καὶ τὸ »ὅτι ἐκ τοῦ ἐμοῦ λήψεται«· ταῦτα γὰρ πάντα ὑπολαμβάνειν τὸν σωτῆρα αὐτὸν περὶ ἑαυτοῦ λέγειν δεινὴ καὶ δυσθεράπευτος εὐήθεια.

  96. 3.5.17.1

    ἀλλὰ γὰρ σαφῶς διὰ τούτων αὐτὸς ὁ σωτὴρ τὸ πνεῦμα τὸ ἅγιον ἕτερον ὑπάρχειν παρ’ ἑαυτὸν ἐδίδαξεν, τιμῇ μὲν καὶ δόξῃ καὶ πρεσβείοις ὑπερέχον καὶ κρεῖττον καὶ ἀνώτερον πάσης τῆς νοερᾶς καὶ λογικῆς τυγχάνον οὐσίας (διὸ καὶ συμπαρείληπται τῇ

  97. 3.5.18.1

    ἁγίᾳ καὶ τρὶς μακαρίᾳ τριάδι), ὑποβεβηκός γε μὴν εἶναι αὑτοῦ. ὃ δὴ παρίστη εἰπὼν »οὐ γὰρ ἀφ’ ἑαυτοῦ λαλήσει, ἀλλ’ ὅσα ἀκούσει λαλήσει«· παρὰ τίνος δὲ ἀκούσει, διασαφεῖ λέγων »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν« , ἐκ τοῦ ἐμοῦ δηλαδὴ θησαυροῦ· ἐν αὐτῷ γάρ »εἰσιν πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι«.

  98. 3.5.19.1

    αὐτὸς μὲν οὖν ἅτε υἱὸς μονογενὴς παρὰ τοῦ πατρὸς λαμβάνει καὶ παρὰ τοῦ πατρὸς ἀκούει, τὸ δὲ πνεῦμα τὸ ἅγιον παρ’ αὐτοῦ Κορηγεῖται· διό φησιν »ἐκ τοῦ ἐμοῦ λήψεται καὶ ἀναγγελεῖ ὑμῖν«. λέγεται μὲν οὖν καὶ ὁ ἐπὶ πάντων θεὸς πνεῦμα, ὡς αὐτὸς ἐδίδαξεν ὁ σωτὴρ εἰπὼν »πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν«, καὶ ἔσται ἀληθῶς ἅγιος ἁγίων αὐτός, καὶ »ἐν ἁγίοις ἀναπαυόμενος«. ἀλλὰ καὶ ὁ υἱὸς τοῦ θεοῦ πνεῦμα ὢν τυγχάνει, καὶ πνεῦμα καὶ αὐτὸς ἁγίων ἅγιον, εἰ δὴ εἰκών ἐστιν τοῦ ἀοράτου·

  99. 3.5.20.1

    διὸ καὶ περὶ αὐτοῦ λέλεκται »ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν« καὶ »πνεῦμα πρὸ προσώπου ἡμῶν χριστὸς κύριος«.

  100. 3.5.21.1

    ἀλλὰ γὰρ τοῦ ἁγίου πνεύματος ἑτέρου ὄντος παρὰ τὸν πατέρα καὶ τὸν υἱόν, τὸ ἰδίωμα παριστὰς ὁ σωτὴρ κέκληκεν αὐτὸ παράκλητον, τὸ κοινὸν τῆς ὁμωνυμίας ἀφορίζων διὰ τῆς τοῦ παρακλήτου προσηγορίας, ἐπεὶ καὶ αἱ ἀγγελικαὶ δυνάμεις εἶεν ἂν πνεύματα· »ὁ« γὰρ »ποιῶν τοὺς ἀγγέλους αὑτοῦ πνεύματά« εἴρηται. ἀλλ’ οὐδὲν τούτων ἐξισοῦσθαι δύναται τῷ παρακλήτῳ πνεύματι διὸ τῇ ἁγίᾳ καὶ τρισμακαρίᾳ τριάδι μόνον τοῦτο συμπαρείληπται,

← Previous · Next → — showing 101200 of 301

First Thousand Years of Greek. CTS URN tlg2018.tlg009.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.