Ancient Texts

← Library

Cyranides

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,156 sections

  1. 1.4.15.1

    Μακάρτατε θεῶν Ἑρμῆ, μέροψ ζῶόν ἐστιν θεῶν ἄγνωστον· αὐτῶν δ’ αὖ φύσις· γένος γὰρ ἀνδρῶν τις εὖρε τοῦτο; οὐδείς, ἀλλὰ πταίσει. Σὺ σοφὸς ὢν φέρων φρενήρης μετέδωκας ἐν τῇ στήλῃ· ἥδε ἡ φύσις· φορῶν δὲ μαθήσεις τὰ ἐν θεοῖς, ὄντα τε κλεῖθρα ἀνοίξεις καὶ δεσμοὺς λύσεις πάντας· θῆρας δὲ πάντας ἡμερώσεις, βουλήματι τοῦ ἐν οὐρανοῖς κῦμα δῖνον παύσεις ἀγριούμενον· ἅπας δὲ δαίμων φεύξεταί σε πάντοτε, ἀγαθὸς δὲ φανήσῃ πᾶσιν ἀνθρώποις μόνος.

  2. 1.4.16.1

    Τραπήσομεν δὲ ἐφ’ ἑτέραν συμβουλίαν· εἰ δὲ ὡς εἰκὸς μὴ εὑρέθη ἡ βοτάνη εἰς τὴν νοσσιάν, ἀνοίξας ὑποκατάκλειε τῷ γεγλυμμένῳ λίθῳ ἀκρόπτερον τοῦ πτηνοῦ καὶ τὴν καρδίαν, καὶ κόκκωνα τοῦ σπέρματος τῆς δρακοντίου βοτάνης καὶ λίθον ἢ μύελον τοῦ ἰχθύος· οὗτος γὰρ φορούμενος ὀξυωπίαν παρέχει, καὶ κεφαλαλγίαν ἰᾶται, καὶ ἀπλῶς εὐπαθῇ ἕνεκεν τῆς κεφαλῆς καὶ τῶν ὀφθαλμῶν ποιεῖ τὸν φοροῦντα· ἔτι δὲ καὶ ἐπιτευκτικὸν καὶ φοβερὸν παρὰ πᾶσιν ἀνθρώποις δείκνυσιν..

  3. 1.5.1.1

    Εὔζωμος, βοτάνη.

  4. 1.5.1.2

    Εὐβοή, πτηνὸν ὅ ἐστιν ἀηδών.

  5. 1.5.1.3

    Ἐχῖνος, ἰχθυώδης.

  6. 1.5.1.4

    Εὔανθος λίθος ἐστί.

  7. 1.5.2.1

    Εὔζωμος βοτάνη ἐστὶν ἐσθιόμενον λάχανον παρὰ πᾶσι γνωστόν. Εὐβοὴ πτηνόν ἐστιν ἀηδὼν ὑπὸ πάντων γινωσκόμενος. Ἐχῖνος θαλάσσιος ὑπὸ πάντων γινωσκόμενος. Εὔανθος λίθος ἐστὶ πάγχρυσος· οὗτος ἀνῆκε τῇ Ἀφροδίτῃ, ὅτι πολύχρωμός ἐστι.

  8. 1.5.3.1

    Τὸ οὖν εὔζωμον θερμαίνει· ἐπιπλάνη ἐστι παρὰ πολλοῖς μὴ νοοῦσι τὰς φύσεις μιᾶς ἑκάστης βοτάνης. Τὸ οὖν εὔζωμον καὶ τὸ πήγανον καὶ τὸ ἁγνὸν οἱ ἱερεῖς ἐσθίουσιν ἁγνείας χάριν. Τὸ μὲν γὰρ χλωρὸν εὔζωμον ψύχει τὰς συνουσίας, καὶ οὐκ ἐᾷ πολλὰ συνουσιάζειν, οὕτε πυκνῶς ὀρθιᾶν, οὕτε ὀνειριάζειν· διὸ οἱ ἐν τοῖς ἱεροῖς προσιόντες ἱερεῖς τοῦτο πυκνῶς ἐσθιόμενον παρ’ αὐτῶν οὐ συγχωρεῖ ὀνειριάζειν.

  9. 1.5.4.1

    Τούτου τοῦ σπέρματος 〈ο δ′, πέπεριν 〈ο δ′, μετὰ μέλιτος πρωὶ καὶ ὀψὲ λαμβανόμενος ὅσον δακτύλων β′ ὀρθιᾶν ποιεῖ.

  10. 1.5.5.1

    Ἐὰν δέ τις τὴν ἡλικίαν ἐστὶ προβεβημένος καὶ τὸ μόριον ἔχῃ παρειμένον, ποιείτω τοῦτο· εὐζώμου σπέρματος 〈ο ιϛ′, κυμίνου 〈ο η′, πέπεριν 〈ο δ′. ἀνδράχνης σπέρματος 〈ο β′, λεῖα 〈σὺν〉 μέλιτι ἀναλαβὼν δίδου ὀψὲ καὶ πρωί· Τοῦτο ἀσύγκριτόν ἐστιν.

  11. 1.5.6.1

    Τοῦ 〈δὲ〉 ἀηδόνος οἱ ὀφθαλμοὶ καὶ ἡ καρδία περιαπτόμενοι ἐν κραβάτῳ ἀύπνους ποιοῦσι τοὺς ἀνακειμένους.

  12. 1.5.7.1

    Ἐὰν δέ τις λειώσας δῴη τινὶ πιεῖν λάθρα, ἄυπνος ἀποθανεῖται· λύσιν δὲ οὐκ ἔχει.

  13. 1.5.8.1

    Ἐχίνου θαλασσίου τὸ μεσομφάλιον ἐὰν λειώσας δώσεις ἐπιληψίᾳ πειραζομένοις, παραυτίκα κουφηθήσονται· δίδου δὲ μόνον μετὰ μέλιτος πλειστάκις.

  14. 1.5.9.1

    Εἰς δὲ τὸν εὐάνθη λίθον τὸν πάγχρυσον γλύφεται Ἀφροδίτη τὰς τρίχας καὶ τοὺς πλοκάμους τῆς κεφαλῆς ἀναδεσμουμένη, καὶ ὑποβάλλεται ῥίζα τῆς βοτάνης καὶ ἀηδόνος γλῶσσα, καὶ κατακλείσας φόρει, καὶ ἔσῃ πᾶσιν ἀνθρώποις φιλητὸς καὶ γνωστός, καὶ ἡδυλάλος οὐ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις καὶ δαίμοσιν· πᾶν δὲ θηρίον φεύξεταί σε.

  15. 1.6.1.1

    Ζμῖλαξ, βοτάνη.

  16. 1.6.1.2

    Ζῶκος, πτηνόν.

  17. 1.6.1.3

    Ζμύρνα θαλασσία.

  18. 1.6.1.4

    Ζμάραγδος, λίθος τίμιος, πράσινος.

  19. 1.6.2.1

    Ζμῖλαξ ἐστὶ βοτάνη ἰσχυροτάτη ὡς κισσόφυτον· ἐὰν δέ τις στέψῃ μετ’ αὐτοῦ γυναῖκα δυστοκοῦσαν, παραυτὰ τέξεται ἀπόνως.

  20. 1.6.3.1

    Ἐὰν δὲ ἐν ταῖς καθάρσεσι δυσκολαίνῃ τις μετ’ ἀλγηδόνων, καὶ περιζώσας αὐτὴν τὴν βοτάνην, καθαρθήσεται ἀπόνως.

  21. 1.6.4.1

    Ἐὰν δὲ τοῦ χυλοῦ τῶν φύλλων κο. α′ καὶ μέλιτος γο. α′ μίξας δώσεις ὑδρωπικῷ, ἀκινδύνως κενωθήσεται . Γυνὴ δὲ γευσαμένη αἱμορραγήσει.

  22. 1.6.5.1

    Ζῶκός ἐστι πτηνόν· οἱ δὲ ζώγιόν φασι, οἱ δὲ ἅρπην. Ἐστι δὲ εἶδος λευκοῦ γυπὸς νεκροβόρου. Ζμύραινα θαλασσία γνωστὴ πᾶσιν. Ζμάραγδος, λίθος πᾶσι γνωστός.

  23. 1.6.6.1

    Τῆς οὖν ἅρπης τὸ ἔντερον ἐὰν δώσεις τινὶ φαγεῖν ἐν βρώματι, ὁ τοῦτο λαβὼν ῥαγήσεται ἐσθίων· ἔσται γὰρ ἀχόρταστος.

  24. 1.6.7.1

    Τὸ δὲ κωλέντερον τοῦ πτηνοῦ ἐὰν δῴης λεῖον πιεῖν ἢ ὀπτὸν φαγεῖν κωλικῷ, τελείως σωθήσεται.

  25. 1.6.8.1

    Στέαρ δὲ συγχριόμενον μετ’ ἐλαίου μύρου τετραΐζοντας ἀπολύει· κόπρος δὲ λέπρας παύει μετ’ ὄξους καταχριομένη· τὸ δὲ ἧπαρ διδόμενον ὅσον ἄν βούλῃ φθείρει τὰ ἔντερα πάντα.

  26. 1.6.9.1

    Ὁ δὲ ζμάραγδος λίθος ἐστὶν χλωρός, βαρύτιμος.

  27. 1.6.9.2

    Γλύψον οὖν ἐν αὐτῷ τὴν ἄρπην, καὶ ὑπὸ τοὺς πόδας αὐτοῦ τὴν ζμύραιναν, καὶ ὑπὸ τὸν λίθον κατάκλεισον 〈τὴν〉 ῥίζαν τῆς βοτάνης, καὶ φόρει πρὸς ταραχώδη ἐνύπνια καὶ θάμβη καὶ ὅσα σεληνιαζομένους ἀνῆκε· παύει καὶ κωλικούς Κάλλιον δὲ εἰ καὶ στέαρ ζμυραίνης ὑποβληθῇ· τοῦτο ἔνθεον ἐστιν.

  28. 1.7.1.1

    Ἠρύγγιος, βοτάνη.

  29. 1.7.1.2

    Ἡλίου ζωή, ὁ φοινικόπτερος.

  30. 1.7.1.3

    Ἡφαιστίτης, λίθος.

  31. 1.7.1.4

    Ἡδονίς· οἱ δὲ ἀφύδιον.

  32. 1.7.2.1

    Ἠρύγγιος βοτάνη ἐστὶν ὡς κάλαμος φυομένη, ἀκανθώδης, ἢ καὶ γοργόνιος λέγεται, δυνάμεως ἔχεται τοιᾶσδε· ἐὰν γάρ τις τὴν ῥίζαν φορῇ, δαίμονος πεῖραν οὐχ ἕξει ποτέ.

  33. 1.7.3.1

    Ἐὰν δέ τις πνεῦμα ἔχῃ ἀερῶδες, τὴν δὲ ῥίζαν ὑποθήσει ὑπὸ τὰς ἐσθῆτας αὐτοῦ, ἐξομολογήσεται ὁποῖός ἐστι καὶ πόθεν καὶ φυγάδευθήσεται· ξένος, γὰρ ὤν.

  34. 1.7.4.1

    Ἡ δὲ ὅλη βοτάνη σὺν ταῖς ῥίζαις ποτιζομένη 〈 ἐν 〉 ὕδατι καὶ μέλιτι κωλικοὺς παύει.

  35. 1.7.5.1

    Ἐὰν δὲ μετ’ οἰνομέλιτος ἐκζεσθῇ, καὶ ποτίσῃς λιθιῶντας, στραγγουριῶντας καὶ νεφριτικούς, ἀπαλλάξεις τοῦ πόνου· πινέτωσαν δὲ ἐπὶ ἡμέρας ιϛ′ πρωὶ καὶ εἰς κοίτην. Ἐὰν δὲ καὶ σίδια ῥοᾶς συζέσῃς αὐτοῖς, κρεῖσσον ὠφελήσεις.

  36. 1.7.6.1

    Τὸ δὲ φοινικόπτερον τοῦ ἐχίνου, ἐὰν ζέσας δώσεις λάθρα, κρεῖσσον ποιήσεις.

  37. 1.7.7.1

    Ἡδονὶς δὲ ἡ θαλάσσιος, τὸ καὶ ἀφύδιον λεγόμενον συχνῶς ἐσθιόμενος τὰς γιγνομένας νομὰς ἐν τοῖς νεφροῖς ἀποθεραπεύει.

  38. 1.7.8.1

    Εἰς δὲ τὸν ἡφαιστίτην λίθον τὸν καὶ πυρίτην λεγόμενον ἐὰν γλύψῃς φοινικόπτερον, παρὰ δὲ τοὺς πόδας αὐτοῦ σκορπίον, καὶ ὑποβάλῃς δὲ τῷ λίθῳ [μέρος] ῥιζίου τοῦ φυτοῦ μικρόν, ἔξεις φυλακτήριον πάντων ζώων ἰοβόλων· ἀποστρέφει δὲ καὶ ἰνδαλμοὺς νυκτερινούς· ποιεῖ δὲ καὶ ἐπὶ λιθιῶντας, βασκοσύνην δὲ πᾶσαν ἀποστρέφει.

  39. 1.7.9.1

    ΎΜΝΟΣ. Κεδνᾶς ἀκεδνῶ χάριν καὶ δεινοὶ βροτοῖσιν ἅπκσιν αὐτὸς ἐφόρει Κρονίδης καὶ φάος ἐν ἄστροις γαίᾳ καί κτήσει χρυσὸν καὶ ἄργυρον ἐξολοθρεύειν νόσον καὶ πενίαν δεινὴν δεσμοῖς κακὴν ὑπ’ ἀνάγκης· Οὐ κόραφος ἐὼν ἀγαθός, ἀλλ’ ἔστιν ἀναγκάσων γαίαν ἅπασαν καὶ οὐρανὸν [καὶ] ἀστερόεντα, μαστίζων μοίραις βροτοὺς ἀγχοπανάγκης αὐτὸς ἄναξ· Κρονίδης τις ὁ κοιρανὸς ἐν ἐνὶ κόσμῳ ῥομβοῖς ἀφθάρτοις κυλινδούμενος, πορείαις κυκλίσκων τὰ ἅπαντα ἀπ’ ἀνατολῆς ἐπὶ δυσμὰς ἐπτάπολῖς, ἄρκτοῖς δὲ συγκινούμενα πάντα. Λισσομένῃ ψυχῇ ἀρκείσθω ὅσα συγκάμενοι λυομένῳ καιρῷ· εἰ καὶ μετὰ τὸ ἐγκύσαι ὄντως ἐσθὶς θεὸν γινώσκουσα ἐν ἀέρι καὶ νεφέλεσι νοσοῦν ὑπερφυγέουσα εἰς ὃν οἰκήσασθαι ἐκολάσθης. ψυχὴ σὺ μάκαιρα, ἀθάνατος, ἀπὸ τόπου οὖσα παῦσον σοὺ κάματον ἐν σώματι, μηκέτι κάμνε ὡς ἐπιζητεῖν τίς οὐρανός ἐστιν, ὕδωρ καὶ πῦρ, ἄστρα τὰ φαινόμενα, καὶ σκότος ἐστίν, ὑπὲρ θεοῖς αὐτοῖς ἀλάλητον , καὶ σφαῖρα κυλινδουμένη ἀπ’ ἀνατολῆς ἕως δυσμάς, ὀδύνῃ δέ ἄυπνος ἡ ἀνέμων κινοῦσα ἅπαντα ἐκ πόντου πρηστὴρ ἀνάγει, καὶ [εἰς] αἰθέρα λύει, ἐκπαταγῶν βροντήν, καὶ ἀστεροπὴν πυρὸς ἄγει, καὶ ὄμβρον, ὑδάτων γλυκερῶν ῥοίζήματα· γαία μητρὶ ἁπαντοτρόφῳ δεκτήρι, γασ τέρι θείᾳ κρύπτουσα τὰ πάντα ὅσα εἰς γαλήνην καθικνεῖται, ῥίζας βοτανῶν, γαίης πολυάνθεα τέκνα, φύουσιν ἃς περὶ [τετράσι], τετράποσι πτηνῶν καὶ νεπόδων πάντων καὶ φωλευόντων ἀπλῶς πάντα βρότων πέφυκεν, εὔωχρα δὲ πάντα ἔοικεν.

  40. 1.7.10.1

    Ἀρκείσθω ὅσα προεῖπον· πεζῷ δὲ λόγῳ καταλέξω καὶ δείξω τῆς ψυχῆς τὰ προμάντια· ὧν τὰ ὁρατὰ ὅσα προεῖπον· ἐπεσόμενα δὲ ἄλλα φράσειεν· ἔφρακα δὲ τοὺς μέλλοντας στίχους περὶ τῆς προγνώσεως καὶ τῶν ἐν αὐτῇ λοιπῶν ουτως ζώων.

  41. 1.7.11.1

    [Ἔποψ] ζῶόν ἐστιν ἐν ἀέρι πτώμενον ὁ καλεῖται ἔποψ, ἐπτάχρωμον βασίλειον ἔχον μήκει δακτύλων β′, ἁπλούμενον καὶ συστελλόμενον· αὐτὸ δὲ τετράχρωμον, ὡς εἰπεῖν, πρὸς τὰς ὁ τροπὰς τοῦ ἐνιαυτοῦ· οὐτος καλεῖται κουκούφας καὶ πούπος, ὡς ἐγράφη τὰ περὶ τούτου ἐν τῇ πρώτῃ τῇ βίβλῳ ἀρχαϊκῇ καλουμένῃ· ἔστι δὲ τὸ ζῶον ἱερόν.

  42. 1.7.12.1

    Λαβὼν οὖν τὴν τούτου καρδίαν ἔτι πταίρουσαν κατάπιε ἀντίκρυ τοῦ ἡλίου ὥρας πρώτης ἀρχομένης ἢ ὀγδόης ἀρχομένης· ἔστω δὲ ἡμέρα Κρόνου, σελήνης ἀνατολικῆς οὔσης· καὶ επιπιε γάλα βοος μελαίνης μετ’ ὀλίγου μέλιτος ἐκ τοῦ σύνθεματος αὐθωρόν, ἵνα ἡ καρδίᾳ ὑγιὴς καταποθῇ, καὶ ἔσῃ προγινώσκων τὰ ἐν οὐρανῷ καὶ γῇ, καὶ εἴ τις κατὰ ψυχὴν ἔχει τι καὶ ὅσα κατὰ τὰ κλίματα καὶ κατὰ πόλεις γίνεται καὶ τὰ μέλλοντα ἅπασιν ἀνθρώποις· ἔστι δὲ τὸ τοῦ μέλιτος σύνθεμα τοῦτο·

  43. 1.7.13.1

    Μέλιτος κοτύλην α′ S, καὶ μαγνήτου ζῶντος λειοτάτου 〈ο β′, καὶ τῆς βοτάνης ἡρυγγίου καρδίας ἑπτά· ταῦτα λεῖα μίγνυε τῷ μέλιτι· ἔχεις δὲ ἕτερον μαγνήτην εἰς ὃν τὸ ὄρνεον γέγλυπται τοῦτο, ὅν δεῖ ἐν τῷ μέλιτι ἐν τῷ συνθέματι ἐμβρέχεσθαι. Ὅταν δὲ θέλῃς προγινώσκειν εἴ τι βουληθῇς, πρόγευσαι δάκτυλον ἕνα, καὶ περίθου τὸν γεγλυμμένον μαγνήτην, καὶ φόρει ἐν τῷ τραχήλῳ, καὶ προ γνώσεις πάντα περὶ ὧν θέλεις.

  44. 1.7.14.1

    Ἐὰν δὲ καὶ ἑτέραν καρδίαν καὶ ἧπαρ ἔποπος βάλῃς ἐν τῷ συνθέματι, κρεῖττον ἔσται καὶ ἔτι μνημονικώτερον ποιεῖ. Ἵνα δὲ μὴ φθειριάσῃ τὸ σῶμα τοῦ ἐσθίοντος τὸ μέλι ἢ τοῦ καταπιόντος τὴν καρδίαν (εἴωθεν γὰρ ἔξω ῥεῖν πλῆθος φθειρῶν), δέον ἀλείφεσθαι πρῶτον τῷ ἐλαίῳ τοῦτο . Ἐλαίου κοτύλ. α′, σταφίδος ἀγρίας λειοτάτης 〈ο β′ λειώσας καλῶς καὶ ἐνώσας ἔχε ἀποκείμενον ἕτοιμον· ὅταν οὖν χρήσῃς εἰς κοίτην ἄλειψαι.

  45. 1.7.15.1

    ΕΡΩΤΗΣΙΣ ΠΡΟΣ ΤΟΝ ΤΕΧΝΙΤΗΝ. Λέγε μοι πρότερον ἡ ψυχὴ ἀθάνατός ἐστιν ἡ θνητή· καὶ φησίν· πολλοὶ τῶν κακοτέχνων πλανῶνται τὸ νοερὸν τῆς ἀθανάτου ψυχῆς· αὐτὴ δὲ ἑαυτὴν ἐλέγχει· διὰ τί τοῦ σώματος ἠρεμοῦντος ἐπὶ τῆς κοίτης, καὶ ἡ ψυχὴ ἀναπαίεται ἐν τῷ ἰδίῳ τόπῳ, τουτέστιν ἐν τῷ ἀέρι, ὅθεν αὐτὴν καὶ ἐλάβομεν, καὶ θεωρεῖ τὰ ἐν ἄλλοις κλίμασι γινόμενα· πολλάκις δὲ καὶ φιλοστοργοῦσα τὸ σῶμα ἐν ᾧ κατοικεῖ πρὸ χρόνων πρωμαντέυεται τὰ ἀγαθὰ ἢ τἀναντία, ὅ καλεῖται ὄνειρος· εἶτα πάλιν δρομεῖ εἰς τὸ ἴδιον οἰκητήριον· καὶ ἀνεγείρασα ἐξηγήσατο τὸ αὐτὸ ὄνειρον; Ἐντεῦθέν σοι φαινέσθω ὅτι ἡ ψυχὴ ἀθάνατος καὶ ἄφθαρτός ἐστιν. Οὕτως μὲν ὁ Ἁρποκρατίων εἰπών, ἐνταῦθα οὕτως τὸ στοιχεῖον τοῦτο πεπλήρωκεν.

  46. 1.7.16.1

    Ὁ δὲ Κυρανὸς τὰ μὲν ἄλλως κατέλεξεν, τὰ δὲ κατὰ συμφώνησιν, προσέθηκεν δὲ ἀπὸ τοῦ ἔποπος ἀπογεύματος καὶ ὅτι εἶπεν ὅσα γίνονται ἐν τῷ κόσμῳ προγευόμενος γνώσει· εἶχεν ἐκεῖθεν οὕτως.

  47. 1.7.17.1

    Ἐπείδη δυσανεύρετός ἐστιν ἡ ἐσχάτη ῥίζα τοῦ ἠρυγγίου, ‹καὶ 〉 ἡ κεφαλὴ· καὶ 〈εἰ〉 θέλεις αὐτὴν εὐλήπτως ἐπιτυχεῖν, ποίει οὕτως. Λαβὼν σπέρμα ἠρυγγίου καὶ γῆν ἐν ᾖ φύεται, βάλε εἰς γάστραν τὴν γῆν καὶ τὸ σπέρμα. πότιζε δὲ ἀραιάκις καὶ ὅταν ἀναφύῃ καὶ γένηται ὥριμον ἐν τῇ γάστρᾳ ὥσπερ τὰ ἄλλα ἠρύγγια, τότε ψηλάφησον εἰς τὴν γάστραν ἁγνὸς ὧν καὶ νῆστις, ὡς πρέπει, καὶ εὑρήσεις κεφαλὴν Γοργόνης· ταύτην ἀνελόμενος ἔχε ἕτοιμον.

  48. 1.7.18.1

    Λαβὼν οὖν φώκης θαλασσίας τρίχας τὰς μέσων τῶν ῥινῶν καὶ τοῦ στόματος καὶ λίθον ἴασπιν χλωρὸν καὶ καρδίαν καὶ ἧπαρ ἔποπος καὶ ῥιζίον παιωνίας 〈 καὶ 〉 τῆς γλυκυσίδης καὶ σπέρμα περιστερεῶνος βοτάνης, καὶ τὸ κοσμικὸν αἷμα τῆς χρυσανθέμου καὶ τῆς καρδίας τῆς φώκης τὸ ἄκρον, ἔστι δὲ καὶ τὸ βασίλειον τὸ ἐπὶ τῆς κεφαλῆς τοῦ ἔποπος, κρεῖττον ἔξεις πάντων τῶν προειρημένων εἰδῶν, ἅ τινα σὺν μόσχῳ ὀλίγῳ περιειλήσας θυμιάματι τετραΐδῳ, ἔμβαλε εἰς δέρμα ἰχνεύμονος ἢ φώκης ἢ ἐλαφίου ἡ γυπός, καὶ φόρει, ἁγνὸς ὤν. Εἰ δὲ καὶ χρυσώσεις ἔξωθεν, κάλλιον ἔσται, ἔσῃ γὰρ εἰς πάντα ὅσα θέλεις ἐπιτυγχάνων, φιλητὸς παρὰ πᾶσιν ἀνθρώποις καὶ γυναιξίν· ἔσῃ δὲ καὶ φοβερὸς φαινόμενος καὶ εἰρηνικὸς καὶ ἥσυχος, θηρία δὲ πάντα ὑποτάξεις καὶ ἐχθροὺς κατὰ σοῦ φιλιώσεις.

  49. 1.7.19.1

    Ἐὰν δὲ καὶ λύκου τὸν δεξιὸν ὀφθαλμὸν ἐμβάλῃς τοῖς προειρημένοις καὶ φορεῖς, ἔσῃ εἰς πάντα ἀκαταγώνιστος, νικῶν εἰς πᾶν πράγμα καὶ ἐπιτυγχάνων· φεύξεται γάρ σε πᾶς δαίμων καὶ πᾶν θηρίον, καὶ ἔσῃ ἐν πᾶσιν εὐδαιμονῶν, καὶ ἄνοσον δὲ διαφυλάξει σε.

  50. 1.7.20.1

    Ἐγὼ δὲ καὶ τὴν πυτίαν τῆς φώκης ἔμιξα καὶ ἐνίκων πάντας τοὺς ἀντιδίκους. μου, καὶ ἀήττητος ἥμην· ὁ γὰρ φορῶν τοῦτο τὸ φυλακτήριον ἔξει ἀγαθὰ ὅσα οὐ 11 προσδοκᾷ ἀπὸ τοῦ Θεοῦ, καὶ ἔσται ἔντιμος πανταχοῦ, νικῶν ἐν πᾶσιν ἔργοις καὶ λόγοις, ῥυόμενος ἀπὸ παντὸς κινδύνου καὶ δαίμονος καὶ φαρμακείας καὶ πάσης κακουργίας, καὶ, ἀπλῶς εἰπεῖν, πάντα τὰ κακὰ ἀποστρέφει, πάντα δὲ τὰ ἀγαθὰ προξενεῖ· ἔστιν δὲ καὶ προγνωστικὸν ὅπερ σὺν σοὶ θεὸς μόνος ἐπίσταται. Ἐνταῦθα δὲ τὸ στοιχεῖον ὁ Κυρανὸς ἐτέλεσεν.

  51. 1.8.1.1

    [Ἐνταῦθα] θύρσις, βοτάνη.

  52. 1.8.1.2

    Θύρ, πτηνόν.

  53. 1.8.1.3

    Θυρσίτης, λίθος ὅμοιος κοραλλίου.

  54. 1.8.1.4

    Θύννος, ἰχθὺς θαλάσσιος.

  55. 1.8.2.1

    Θύρσις, βοτάνη ἥ ἐστιν διονυσιακή, θαμνώδης, ἀγαθὴ εἰς πάντα. Θύρ ἐστι πτηνὸν ὅμοιον ἱέρακος τοῦ πελαγίου, δραστικόν, ἔνθεον. Θυρσίτῃς λίθος ὁμοίος κοραλλίου. Θύννος, ἰχθὺς θαλάσσιος ἐδώδιμος ὁμοίος τῆς παλαμίδος, μέγας δὲ καὶ εὔγνωστος.

  56. 1.8.3.1

    Bάκερά ἐστιν φυτὸν Διονύσου· αὐτὸ τὸ θύρσιον ἐν Βάκχαις καὶ Μαινάσι ληνοβατεῖται· γῆς φυτὸν πεφυκὸς εἰς εὐφροσύνην ἀνθρώπων. Νῦν δέ τινας λέξω δυνάμεις τὰς εὐμαρεούσας ἐν οἴνῳ ὅσοις βροτοῖσι πέφυκε παρὰ χεύμασι ληνοβατεῖν. Τοῦτο ὕστερον αὖ μετέπειτα πεζῷ λόγῳ καταλέξω· εἰδέναι δὲ γῆς ἐστι τοῦτο.

  57. 1.8.4.1

    Τοῦ οὖν φυτοῦ τούτου ἐάν τις λειώσῃ ‹ δ′, καὶ τοῦ λίθου ‹ δ′, καὶ εἴπῃ τὸ διονυσιακὸν ὄνομα, βάλῃ δὲ αὐτὸ εἰς κεράμιον οἴνου, ὅθεν πάντες πίνουσιν ἓν ποτήριον μόνον, καὶ πιόντες ἀναλύσουσιν πάντες ὡς μεθύοντες καὶ εὐχαριστοῦντες, ὅτι «εὔφρανας ἡμᾶς, δέσποτα».

  58. 1.8.5.1

    Ἐὰν δὲ τοῦ θύννου τὸν δεξιὸν ὀφθαλμὸν βάλῃς εἰς τὸν οἶνον, καὶ εἴπῃς τοῦ Διονύσου ὄνομα, καὶ ὅτι « ἀναλυσάτωσαν οἱ κατακυκλούμενοι, φίλοι μὲν πιόντες, ἀλλὰ καὶ εὐχαριστοῦντες ὡς εὐφραινόμενοι ».

  59. 1.8.6.1

    Ἐὰν δὲ καὶ πτερὸν τοῦ θυρὸς ὀρνέου κόψῃς μαχαίρᾳ ὁλοσιδήρῳ βάλῃς τε εἰς κεράμιον οἴνου ἐπιλέγων τὸ ὄνομα τὸ διονυσιακὸν καὶ ὅτι « κύριε, ἀνάστησον τοὺς ἀνακειμένους, αἰματοχύτους γενέσθαι ἀλλήλους δαίροντας, γίνηται οὕτως ».

  60. 1.8.7.1

    Εἰς δὲ τὸν θυρσίτην λίθον γλύψον θὺρ τὸ πτηνὸν καὶ Διόνυσον κρατοῦντα τὸ πτηνόν, καὶ ὑπὸ τὸν λίθον ῥίζαν τῆς βοτάνης, καὶ κατακλείσας φόρει, καὶ ἔσῃ ἀμέθυσος, πρὸς πάντας χάριν ἔχων. Ἔστι δὲ καὶ ἀκίνδυνον καὶ ἐπὶ κριτηρίων ἀήττητος. Ἐστι δὲ διονυσιακὸν ὄνομα τοῦτο. Ἐὶ. εϊρίς· βραχὺ Χριστὲ Ἰησοῦ· εϊη. οἱωο· ἀ ε η ΐ λ. Ἡ δὲ ἀλήθεια τοῦ ὀνόματός ἐστιν· ἡ ο σὺ· ἢ ο ώ β. Οὕτως μὲν ὁ Ἁρποκρατίων· ὁ δὲ Κυρανὸς οὕτως· εϊὰ βαϊχεῦ ευϊλεῦ Διόνυσε.

  61. 1.9.1.1

    Ἰτέα, δένδρον.

  62. 1.9.1.2

    Ἴασπις, λίθος χλωρός.

  63. 1.9.1.3

    Ἰκτίς, πτηνόν.

  64. 1.9.1.4

    Ἰούλης, ἰχθύς.

  65. 1.9.2.1

    Ἰτέα ἐστὶν δένδρον πᾶσι γνωστόν, ἄκαρπον.

  66. 1.9.3.1

    Ἴασπις, λίθος πᾶσι γνώριμος.

  67. 1.9.4.1

    Ἰούλης, ἰχθὺς θαλάσσιος, μικρός, ποικίλος, εὐκόπως εὑρισκόμενος.

  68. 1.9.5.1

    Τῆς οὖν ἰτέας τὰ φύλλα χλωρὰ λειώσας, κατάπλαττε μετ’ ὀλίγου ἁλὸς καὶ σιάλου ὀδυνωμένους σπλῆνα 〈 ἰάσεις〉. Τὸν φλοῦν ζέσας ὀξυμέλιτι, δίδου νήστῃ κοχλιάρια δύο ἢ τρία· ἀποτρίτωσον δὲ αὐτό· δίδου δὲ πρὸς τὴν δύναμιν ἑκάστῳ.

  69. 1.9.6.1

    Εἰς δὲ τὸν ἴασπιν λίθον γλύψον ἰκτῖνα διασπαράσσοντα ὄφιν, καὶ ὑπὸ τὸν λίθον ἐκ τῆς κεφαλῆς τῆς ἰούλης λίθον, καὶ κατακλείσας δίδου φορεῖν ἐπὶ τοῦ στήθους, πάν〈τα〉 δὲ πόνον στομάχου παύσει 〈 καὶ 〉 πολλὰ ἐσθίειν ποιεῖ εὐπέπτως. 〈Ἔχει δὲ〉 καὶ ἑτέρας δυνάμεις· τοῦτο φόρει ἐπὶ τῷ στήθει. καὶ ὄψει.

  70. 1.10.1.1

    Κιναίδιος, βοτάνη.

  71. 1.10.1.2

    Κιναίδιος, ἰχθύς.

  72. 1.10.1.3

    Κιναίδιος, λίθος.

  73. 1.10.1.4

    Κιναίδιος, πτηνόν.

  74. 1.10.2.1

    Κιναίδιος, βοτάνη ἥτις ἐστὶ περιστερεῶν ὕπτιος, Ἀφροδίτης.

  75. 1.10.3.1

    Κιναίδιος, πτηνὸν ὁ καλεῖται ἴυγξ. Ἕλκε τὸ τῆνον ἐμὸν ποτὶ δῶμα τὸν ἄνδρα· οἱ δ’ ἰύγγιον ἀττικόν, στρουθίον ἐδώδιμον, ὡς ὄρτυξ ἀνακλώμενος τὸν τράχηλον, ὥς φησιν ὁ Ἁρποκρατίων· οὗτος ἔχει τρεῖς λίθους περὶ τὸν τράχηλον, γλῶσσαν μικρὰν ἔχων· ἀνῆκε δὲ τῇ Ἀφροδίτῃ.

  76. 1.10.4.1

    Κιναίδιος ἰχθὺς θαλάσσιος τὸ μέγεθος ἔχει δακτύλους ἕξ· κεφαλὴ πλατεῖα ὡς βλέννου· ἰχθύδιον στρογγύλον, διαυγὲς δὲ τὸ σῶμα ὡς φαίνεσθαι αὐτοῦ τὴν ῥάχιν διὰ τοῦ σώματος ὡς διὰ σπεκλαρίου. Πληθύνει δὲ εἰς τὰ παράλια τῆς Συρίας καὶ Παλαιστίνης καὶ Λιβύης. Οὗτος οὖν ἔχει λίθους β′, οἱ καὶ ἰδίας ἔχουσιν πράξεις, ὡς καὶ μεταξὺ ῥηθήσονται· εἰσὶ δὲ ἐν τῇ κεφαλῇ. Ἔχει δὲ ἕτερον λίθον ἐν τῷ τρίτῳ σπονδύλῳ τῆς ῥάχεως παρὰ τὴν οὐράν, ὅς ἐστιν δὲ ἰσχυρότατος λίαν, καὶ ζητούμενος ἐν τῷ κεστῷ τῆς Ἀφροδίτης.

  77. 1.10.5.1

    Ὁ δὲ κιναίδιος λίθος ἄγνωστος ἦν ὡς δύσγνωστος ὑπάρχων, ὃς καλεῖται ὀψιανός. Ἔστι δὲ Κρόνου. Οὗτος ὁ λίθος ἐστὶ δισσός· ὁ μὲν γὰρ ἐστι σκοτεινὸς καὶ μέλας, ὁ δὲ μέλας μέν, διαυγὴς δὲ ὥσπερ τὰ κάτοπτρα. Οὗτός ἐστιν ὃν ζητοῦσιν πολλοί, καὶ οὐ γινώσκουσιν αὐτόν· οὗτος γάρ ἐστι δρακόντιος λίθος.

  78. 1.10.6.1

    Ἐὰν οὖν τις βραχὺ τῆς βοτάνης μετὰ κόπρου γυπὸς ὑποθυμιάσῃ ὑπὸ περσικίαν, φυλλοροήσει.

  79. 1.10.7.1

    Ἐὰν δὲ ὑπὸ τὸ προσκέφαλον ὑποθήσει τις τὴν βοτάνην, οὐκ ὀρθιάσει ἐν τῇ συνουσίᾳ ἐπὶ ἡμέρας ζ′.

  80. 1.10.8.1

    Ἀλέκτορι δὲ ἐὰν δῷς μετὰ ἀλφίτων, οὐ πατήσει θήλειαν.

  81. 1.10.9.1

    Τὸ δὲ ἐκ κιναιδίου ἰχθύος τὸ ἐν τῷ τρίτῳ σπονδύλῳ τῆς ῥάχεως ἐὰν δῷς ἐν ποτῷ ἢ ἐν βρώματι, καὶ τὸν λίθον ὁ λαβὼν κίναιδος ἔσται ὁμολογούμενος αὐθήμέρον.

  82. 1.10.10.1

    Ἐὰν δὲ ἀλεκτρυόνι αὐτὸν δῷς μετὰ ἀλφίτων, ὑπὸ ἑτέρων ἀλεκτρυόνων βιβασθήσεται πυκνῶς, καὶ ἄλλῳ οἷον ἄν εἶ ἀρρενικὸν ζῶον μαλθακιάσει.

  83. 1.10.11.1

    Ἐὰν οὖν τὸν λίθον τοῦτον λάβῃς μετὰ τοῦ ὁμοίου ζώου, βιβασθήσεται, καὶ μὴν ὡς θήλεια ὅσα ἀληθῶς ὁ προειρημένος λίθος ποιοῖ.

  84. 1.10.12.1

    Τὴν δὲ γλῶσσαν τοῦ ὀρνέου ἐὰν φορῇ τις ἐπὶ χρυσῷ πετάλῳ, ἔσται χάριν ἔχων καὶ φιλητὸς ὑπὸ πάντων ἀνθρώπων.

  85. 1.10.13.1

    Τὸ δὲ ὀρθοπύγιον αὐτοῦ λάθρα διδόμενον ἀνθρώπῳ ἢ ἑτέρῳ ἀρρενικῷ ζώῳ, ὁ τοιοῦτος μαλθακισθήσεται καὶ τῶν θηλειῶν ἔργα ἀποτελέσει.

  86. 1.10.14.1

    Τὸν δὲ δεξιὸν ὀφθαλμὸν ἐάν τις φορήσῃ ὑπὸ λίθον σάμφειρον ἄσπιλον, ἐφ’ ᾧ ἐστιν γεγλυμμένη Ἀφροδίτη, ὁ τοῦτο φορῶν ἐπιχαρῆς ἔσται καί πᾶσιν ἀνθρώποις ἐξάκουστος καὶ ἐπὶ πάσης δίκης νίκην ἔξει. Τὸ δὲ αὐτὸ ποῖει καὶ 〈ὀ〉 εὐώνυμος ὀφθαλμὸς ὑπὸ θηλείας φορούμενος.

  87. 1.10.15.1

    Αἷμα δὲ αὐτοῦ μιγνύμενον μεθ’ οἱουδήποτε κολλουρίου καὶ ἐγχριόμενον ὑποχύνει ὀφθαλμούς.

  88. 1.10.16.1

    Ἡ δὲ καρδία αὐτοῦ ληγούσης τῆς σελήνης περιαπτομένη τριταίους καὶ τεταρταίους ἰᾶται.

  89. 1.10.17.1

    Ὁ δὲ ἐγκέφαλος τοῦ ὀρνέου λάθρα ἐν βρώματι ἢ ἐν πόματι διδόμενος κεφαλαλγίαν παύει ἀνίατον.

  90. 1.10.18.1

    Τὸ δὲ ἧπαρ αὐτοῦ ἡπατικοὺς ἐν ἀλσὶ καὶ ὕδατι ἐζεσμένον ἀπαλλάσσει.

  91. 1.10.19.1

    Τῆς οὖν μεγάλης θεᾶς τῆς Ἀφροδίτης ὁ πρῶτος κεστὸς ὁ δεινότατος καὶ μεταλλάσσων τὰς φύσεις τῶν ἀνθρώπων καὶ πάντων 〈 τῶν 〉 ζώων, ὁμοίως καὶ τὰς γνώμας ἀρρενικῶν, μάλιστα δὲ ἀνθρώπων, ὥστε μαλθακιάζειν καὶ ἀπογυναικοῦσθαι τὸν ἁψάμενον ἢ φορήσαντα.

  92. 1.10.20.1

    Ἔτι δὲ εἰς τὸν ὀψιανὸν λίθον γλύψον ἄνθρωπον ἀπόκοπον ἔχοντα περὶ τοὺς πόδας τὰ αἰδοῖα κείμενα, τὰς δὲ χεῖρας κάτω ἐσταλμένας, αὐτὸν δὲ κάτω βλέποντα τοῖς αἰδοίοις· ὀπίσω δὲ πρὸς νῶτον Ἀφροδίτην νῶτον [πρὸς νῶτον] ἔχουσαν, αὐτὴν δὲ ἑαυτῆς στρέφουσα τὴν ὄψιν καὶ βλέπουσαν αὐτῷ· ἀποκατάκλεισον δὲ τοῦ κιναιδίου ἰχθύος τὸν λίθον. Ἐὰν δὲ μὴ ἔχῃς ἕνα τῶν ἐν τῇ κεφαλῇ, ὑπόθες ῥιζίον τῆς βοτάνης, καὶ τοῦ ὀρνέου ἀκρόπτερον τὸ εὐώνυμον· κατάκλειε δὲ εἰς λήνιον χρυσοῦν πλατύτερον· θήσεις δὲ αὐτὸ ἐντὸς ἱμάντος νευρίου ἀπὸ τῆς κοιλίας ἱέρακος, ἵνα ἢ τρυφερόν, συρράψας κατὰ τὸ μέσον τοῦ ἱμάντος, ἵνα μὴ φαίνηται. Οὗτός ἐστιν ὁ περὶ τὴν κεφαλὴν τῆς Ἀφροδίτης ζωγραφούμενος ἢ πλασσόμενος ἱμὰς ὡς διάδημα, ὃ καλεῖται κεστός.

  93. 1.10.21.1

    Ἐάν τις ἅψηται ἄρρην τοῦ ἱμάντος, οὐκ ὀρθιάσει· ἐὰν δὲ ἀγνώστως φορήσῃ, μαλθακιασθήσεται.

  94. 1.10.22.1

    Ἐὰν δέ 〈τις〉 ἐκ τοῦ λίθου τοῦ ἰχθύος γεύσηται, κίναιδος τέλεος γενή σεται, μὴ ἀποκαθιστάμενος εἰς τὸ κατὰ φύσιν.

  95. 1.10.23.1

    Ἐὰν δὲ γυνὴ φορήσῃ τὸν ἱμάντα τοῦτον, οὐδεὶς αὐτῇ συνελεύσεται ἐν συνουσίᾳ· οὐ γὰρ ὀρθιάσει ὁ ἀνήρ. Ἡ δὲ συμμετρία τοῦ ἱμάντος πλάτος μὲν 〈ἔστω〉 δακτύλων β′, μῆκος δὲ παλαιστῶν ε′.

  96. 1.10.24.1

    Ἔστι δὲ οὖν ἕτερον σκεῦος, ὁ φοροῦσιν αἱ βασίλισσαι, τῆς Ἀφροδίτης, καὶ ὅσα δύνανται οἱ ἄλλοι, ὁμοίως· καὶ τοῦτο εἰς ἱμάντα ἀπὸ νεύρου συντίθενται τῷ τρόπῳ τούτῳ, ἵνα 〈μὴ〉 φαίνωνται οἱ λίθοι τὴν γλυφὴν ἔχοντες, ὡς ὑπόκειται.

  97. 1.10.25.1

    Ὁ μὲν πρῶτος ἔστω κατὰ τὸ μέσον τοῦ ἱμάντος λυχνίτης ἡ κεραυνίτης ἔχων γλυφὴν τὸν Ἄρεα ἔνοπλον, ἔνθα δὲ καὶ ἔνθα συγκατερραμένους ἀδάμαντας δύο ἔχοντας Ἀφροδίτης ἀκάνθην ἤγουν ῥοδωνίαν ἐκ τῶν ἐκ τοῦ ποδός· εἶτα πάλιν ἐξ ἑκατέρου μέρους ὑποπύρρους λίθους ἀσπίλους β′ ἔχοντας Ἀφροδίτην ἀναδεσμευομένην τὴν τρίχα καὶ Ἔρωτα παρεστῶτα· πάλιν δὲ ἄλλους β′ λίθους ἐξ ἑκατέρου μέρους ὁμοίως σαρδίαν γλυφὴν ἔχοντας ἀμφότερα ὁμοῦ ἥλιον ἐπὶ τετραπόλου καὶ σελήνην ἐπὶ δύο ταύρων ἕνα ἕκαστον λίθον· ἄλλους δὲ δύο λίθους ἐξ ἀμφοτέρων τῶν μερῶν 〈 γλυφὴν ἔχοντας Ἑρμῆν κηρύκιον ἔχοντα τὴν δεξιὰν ῥάβδον· ἄλλους δὲ δύο ἀναγκίτας οὐννίονας κειμένους ἐξ ἀμφοτέρων τῶν μερῶν 〉 κράγχιταν ἔχοντας Νέμεσιν ἐπὶ τροχὸν πόδα ἔχουσαν καὶ ῥάβδον κατέχουσαν· ἄλλους δὲ δύο μαργαρίτας ἀσπίλους ἔχοντας ἐκ τῶν δύο μερῶν ἀγλύφους συγκειμένους τῷ κεστῷ, ἵνα πλεῖστοι γένωνται οἱ λίθοι ιγ′, γλυφέντας δὲ εἰς λήνια χρυσᾶ, καὶ ἵνα οὕτως εἰς τὸν ἱμάντα ῥαφέντες μὴ φαίνωνται ὑπὸ τοῦ ὄχλου.

  98. 1.10.26.1

    Ἐστὶ δὲ 〈ὁ〉 ἱμὰς διπλοῦς γινόμενος, ἀκόλουθος δέ ἐστιν ἕτερος λίθος περὶ τὸν τράχηλον φορούμενος, ὅς ἐστι σεληνίτης, ἐν ᾧ φαίνεται ἣ τε... οὖσα αὐξανομένη ἡ σελήνη καὶ μειουμένη. Ἔχει δὲ γλυφὴν σελήνην, ὑπὸ δὲ τὸν λίθον σελήνου ἀγόνου ῥίζαν ἐν ληνίῳ χρυσῷ. Οὗτος δὲ φορεῖται περὶ τὸν τράχηλον.

  99. 1.10.27.1

    Τοῦτο τὸ μυστήριον φορούμενον ἔνθεον ποιεῖ τὸν φοροῦντα, καὶ ὑπὸ πάντων προσκυνεῖσθαι καὶ σέβεσθαι ἄξιον· πολλοὶ δὲ τῶν βασιλέων ἔνδοθεν αὐτὸ φοροῦσιν ἣ ἐντὸς τοῦ διαδήματος ὡς κεστόν, ἵνα μὴ ὑπὸ τινος ὁραθῇ.

  100. 1.10.28.1

    Τὸν δὲ σεληνίτην ἐν δακτύλῳ φορούμενον τὰ αὐτά φασιν ποιεῖν.

← Previous · Next → — showing 101200 of 1,156

First Thousand Years of Greek. CTS URN tlg1482.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.