Clementina Epitome Prior Edita Correctior
- 0.1
Κλήμης Ἰακώβῳ τῷ κυρίῳ καὶ ἐπισκόπῳ καὶ ἐπισκόπων ἐπισκόπῳ τῷ τὴν ἐν Ἱερουσαλὴμ ἁγίαν τῶν Χριστιανῶν ἐκκλησίαν διέποντι καὶ τὰς πανταχῆ θεοῦ προνοίᾳ ἱδρυθείσας καλῶς Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἐκκλησίας σύν τε πρεσβυτέροις καὶ διακόνοις καὶ τοῖς λοιποῖς ἅπασιν ἀδελφοῖς εἰρήνη εἴη πάντοτε.
- 1.1
Γνώριμον ἔστω σοι κύριέ μου, ὅτι ἐγὼ Κλήμης Ῥωμαίων πολίτης ὢν καὶ τὴν πρώτην ἡλικίαν δυνηθεὶς ζῆσαι σωφρόνως λογισμόν τε δεξάμενος οὐκ οἶδα πόθεν ἐπεισελθόντα μοι καὶ περὶ θανάτου πυκνὰς ποιούμενον ὑπομνήσεις πόνοις τὸ λοιπὸν καὶ ἀθυμίαις συνέζων. ἇρα γὰρ, ἐλογιζόμην, ὅτι θανὼν οὐκ εἰμί; καὶ οὐδεὶς ἔσται μού ποτε μνήμων· ποιούμενος, τοῦ χρόνου πάντα τῇ λήθῃ παραδιδόντος; ἆρα δὲ μὴ ὢν πῶς ἔσομαι τοὺς οὐκ ὄντας εἰδὼς, οὐ γινώσκων, οὐ γινωσκόμενος, οὐ γεγονὼς, οὐ γινόμενος; καὶ ἀρά ποτε γέγονεν ὁ κόσμος καὶ πρὸ τοῦ γενέσθαι, τί ἄρα καὶ ἦν; εἰ γὰρ ἦν ἀεὶ, καὶ ἔσται· εἰ δὲ γέγονε, καὶ λυθήσεται πάντως· καὶ μετὰ λύσιν ἄρα τί ἔσται πάλιν, ὃ νῦν ἀδύνατόν μοι νοῆσαι;
- 2.1
Ταῦτά τε καὶ τὰ τούτοις ὅμοια οὐκ οἶδα πόθεν ἀπαύστως διενθυμούμενος ἄπαυστον εἶχον ἀεὶ τὴν λύπην καὶ τοσοῦτον, ὡς ὠχριακότα? με τήκεσθαι· καὶ τὸ δεινότατον, εἴποτε καὶ ἀπώσασθαι τὴν περὶ τούτων φροντίδα ὡς ματαίαν ἐλογισάμην, ἀκμαιότερόν μοι μᾶλλον τὸ πάθος ἐγίνετο. καὶ ἠχθόμην ἐπὶ τούτῳ, οὐκ εἰδὼς σύνοικον καλὴν ἔχων ἔννοιαν ἀθανασίας αἰτίαν μοι γενομένην, ὡς ὕστερον ἔγνων ἀπὸ τοῦ τέλους, καὶ θεῷ τῷ πάντων ηὐχαρίστησα ποιητῇ. ὑπὸ γὰρ τῆς καταρχάς με πιεζούσης ἐννοίας ἠναγκάσθην εἰς τὴν τῶν πραγμάτων ἐλθεῖν ζήτησιν, καὶ οὓς τὴν ἀρχὴν δι’ ἄγνοιαν μακαρίζειν ἐκινδύνευον, ὕστερον ταλανίζειν οὐκ ἐπαυσάμην.
- 3.1
Ἐκ παιδὸς οὖν ἐν τοιούτοις ὢν λογισμοῖς εἰς τὰς τῶν φιλοσόφων ἐφοίτων διατριβὰς, ὥστε τι βέβαιον ἐκεῖθεν μαθεῖν. ἀλλὰ καὶ οὕτως οὐδὲν ἕτερον παρ’ αὐτοῖς τὸ σπουδυζόμενον ἑώρων ἢ δογμάτων ἀνασκευὰς καὶ κατασκευὰς, ἔριδάς τε καὶ συλλογισμῶν τέχνας καὶ δὴ καὶ λημμάτων ἐπινοίας· καί ποτε μὲν ἐπεκράτει φέρε λέγειν, ὅτι ἀθάνατος ἡ ψυχή, ποτὲ δὲ ὅτι θνητή. καὶ ὁτὲ μὲν λόγος ἐπικρατῶν ἦν, ὅτι ἀθάνατος ἡ ψυχὴ, ἔχαιρον, ὁτὲ δὲ ὅτι θνητὴ, ἠνιώμην, πλέον δὲ πάλιν ἠθύμουν, ὅτι οὐδ’ ὁποτέρων τις τὸν ἐμὸν βεβαιῶσαι νοῦν ἠδύνατο. πλὴν ἐνενόουν, ὅτι αἱ δόξαι τῶν ὑποθέσεων παρὰ τοὺς ἐκδικοῦντας ἢ ψευδεῖς ἢ ἀληθεῖς ἀποφαίνονται, καὶ οὐχ ὡς ἔχουσιν αὐταὶ ἐφ’ ἑαυτῶν ἀληθείας καταλαμβάνονται. παρ’ ᾧ καὶ ἔτι μᾶλλον ἐν τοῖς πράγμασiν ἰλγγίων καὶ ἀπὸ τοῦ τῆς ψυχῆς βάθους ἐστέναζον. οὔτε γὰρ οἷός τε ἦν ἀποβαλέσθαι τὴν περὶ τούτων φροντίδα καίτοιγε σφόδρα βουλόμενος, ὡς ἥδη φθάσας ἐγνώρισα, οὒτε βέβαιόν τι καταλαβεῖν ἠδυνάμην.
- 4.1
Πάλιν γοῦν ἀπορούμενος ἔλεγον ἐμαυτῷ· τί ματαιοπονῶ σαφοῦς | ὄντος τοῦ πράγματος; ὅτι εἰ μὲν θανὼν οὐκ εἰμὶ, νῦν ὄντα με λυπεῖσθαι οὐ προσήκει. διὸ τηρήσω τὸ λυπεῖσθαι τηνικαῦτα, ὅτε οὐκ ὢν οὐ λυπηθήσομαι. εἰ δὲ ἄρα εἰμὶ, τί νῦν μοι ἐκ περισσοῦ πρόσεστι τὸ λυπεῖσθαι; καὶ εὐθέως μετὰ τοῦτο ἕτερος ἐπεισῄει μοι λογισμός. ἔλεγον γάρ· μή τί γε ἄρα τοῦ νῦν με λυποῦντος χείρονα ἐκεῖ πείσομαι, μὴ βεβωκὼς εὐσεβῶς καὶ παραδοθήσομαι κατ’ ἐνίων φιλοσόφων λόγους, Πυριφλεγέθοντι καὶ Ταρτάρῳ, ὡς Σίσυφος ἢ Τιτυὸς ἢ Ἰξίων ἢ Τάνταλος, καὶ ἔσομαι ἐν ᾄδου τὸν αἰῶνα κολαζόμενος; πάλιν δὲ ἀνθυπέφερον λέγων· ὡς ἀδήλου ὄντος τοῦ πράγματος ἀκινδυνότερόν ἐστι μᾶλλον εὐσεβῶς βιῶναί με, καὶ τῶν τοῦ σώματος κρατεῖν ἡδονῶν, εἰ καὶ μὴ ἀκριβῶς ὅ,τι ποτέ ἐστι δίκαιον καὶ ἄρεσκον θεῷ πεπληροφόρημαι, οὔτε εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητή.
- 5.1
Τούτων οὖν τῶν λογισμῶν στρεφόντων μου τὴν ψυχὴν, εἰς Αἴγυπτον πορεύσομαι, εἶπον, καὶ τοῖς τῶν ἀδύτων ἱεροφάνταις καὶ προφήταις φιλιωθήσομαι, καὶ μάγον ζητήσας καὶ εὑρὼν χρήμασι πείσω πολλοῖς ψνχῆς ἀναπομπὴν τὴν λεγομένην νεκρομαντίαν ἐργάσασθαι, ἐμοῦ δῆθεν ὡς περὶ πράγματός τινος πυνθάνεσθαι βουλομένου. ἡ δὲ πεῦσις ἔσται περὶ τοῦ μαθεῖν, ἄρα εἰ ἀθάνατος ἡ ψυχή. τοῦτο δὲ πάντως οὐκ ἐκ τοῦ ἀποκρίνασθαι αὐτὴν, ὅτι ἀθάνατός ἐστιν, ἔσται μοι γνῶναι, ἀλλ’ ἀπὸ τοῦ ὀφθῆναι μόνον, ὅτι ἐστίν. ἰδὼν γὰρ αὐτὴν αὐτοῖς ὄμμασιν, ἱκανὴν ἕξω πληροφορίαν, καὶ οὐκέτι πιστότερα ὀφθαλμῶν ὦτα ποήσομαι. ὅμως φιλοσόφῳ τινὶ τῶν συνήθων καὶ ταύτην ἐκοινούμην τὴν γνώμην. ὁ δὲ συνεβούλευέ μοι, μὴ λυσιτελὲς εἶναι τοῦτο τολμῆσαι δυοῖν ἕνεκα. εἴ τε γὰρ, ἔφη, πάντως οὐχ ὑπακούσεται ἡ ψυχὴ τῷ μάγῳ, καὶ σὺ τοῖς ταῦτα ποιεῖν ἀπαγορεύουσι νόμοις ὡς ἀντιπράξας δυσσυνειδήτως βιώσεις· εἰ δὲ καὶ εἰσακούσετα, μετὰ τοῦ δυσσυνειδήτως σε βιοῦν οἶμαι καὶ τὰ τῆς εὐσεβείας μηκέτι σοι προχωρεῖν, οὗ ἕνεκεν τὰ τοιαῦτα ἐτόλμας. ἐχθραίνεν γὰρ τὸ θεῖον λέγουσιν ἐπὶ τοῖς σκύλλουσι τὰς ψυχὰς μετὰ τὴν ἀπὸ τοῦ σώματος ἐκείνων διάλυσιν. ἐγὼ δὲ ταῦτα ἀκούσας ὀκνηρότερος μὲν ἐπὶ τὸ ἐγχείρημα ἐγενόμην· ἀλλὰ τῆς προτέρας ἐννοίας ἐκείνης παντάπασιν ἀποστῆναι οὐκ ἠδυνάμην.
- 6.1
Καὶ ἵνα μή σοι τὰ τοιαῦτα λέγων μακρότερον ἀποτείνω λόγον, ἐν τοσούτοις λογισμοῖς καὶ πράγμασιν ὄντος μου φήμη τις ἠρέμα Τιβερίου Καίσαρος τὰ Ῥωμαϊκὰ διέποντος σκῆπτρα ἔαρος ἤδη ἀρχομένου ηὔξανεν ὁπόσαι ἡμέραι καὶ ὡς ἀληθῶς ἀγαθὴ θεοῦ ἄγγελος διῄει τὸν κόσμον τὸ τοῦ θεοῦ βούλημα σιγῇ στέγειν οὐ δυναμένη, μᾶλλον δὲ καὶ πλείων ἑκάστης ἡμέρας καὶ μείζων ἐγίνετο λέγουσα, ὡς τίς ποτε ἐν Ἰουδαίᾳ ἐξ ἐαρινῆς τροπῆς λαβὼν τὴν ἀρχὴν Ἰουδαίοις τὴν τοῦ ἀϊδίου θεοῦ εὐαγγελίζεται βασιλείαν, ἧς ἀπολαύειν λέγει, ἐάν τις αὐτῷ ἀρίστην διὰ πάντων ἐπιδείξηται πολιτείαν. τοῦ δὲ πιστεύεσθαι αὐτὸν χάριν ὅτι θεότητος γέμων ταῦτα διδάσκει, πολλὰ θαυμάσια, τέρατά τε καὶ σημεῖα ἐργάζεται ῥήματι μόνῳ κωφοὺς ἀκούειν ποιῶν, τυφλοὺς ἀναβλέπειν, χωλοὺς περιπατεῖν, καὶ πᾶσαν νόσον ἀπελαύνει καὶ πάντα δαίμονα φυγαδεύει, ἀλλὰ καὶ λεπροὶ ἐκ διαστήματος μόνον ἐνορῶντες αὐτῷ ἰώμενοι ἀπαλλάσσονται, νεκροὶ δὲ προσφερόμενοι ἐξεγείρονται, καὶ οὐδέν ἐστιν, ὃ μὴ δυνατὸς εἴη ποιεῖν. καὶ ὅσῳ γε μᾶλλον ὁ χρόνος προέκοπτε, πολὺ μείζων διὰ πλειόνων τῶν ἐπιδημούντων καὶ βεβαιοτέρα καθίστατο οὐκ ἔτι φήμη, λέγω, ἀλλ’ αὐτὴ τοῦ πράγματος ἡ ἀλήθεια. ἤδη γάρ ποτε καὶ συστήματα κατὰ τόπους ἐγίνετο βουλῆς καὶ σκέψεως ἕνεκα τὸ τίς ἂν ὁ φανεὶς εἴη, καὶ τί βούλεται λέγειν.
- 7.1
Ἄρτι δὲ τοῦ ἔτους πρὸς τὸ φθινοπωρινὸν ἀποκλίνοντος ἀνήρ τις δημοσίᾳ στὰς ἄνδρες, ἔφη, Ῥωμαῖοι ἀκούσατε· ὁ τοῦ θεοῦ υἱὸς ἐν Ἰουδαίᾳ πάρεστιν ἐπαγγελλόμενος πᾶσι τοῖς βουλομένοις ζωὴν αἰώνιον, ἐὰν τὰ κατὰ γνώμην τοῦ πέμψαντος αὐτὸν πατρὸς πράξωσι. διὸ μεταβάλλεσθε ἀπὸ τῶν χειρόνων ἐπὶ τὰ κρείττονα, ἀπὸ τῶν προσκαίρων ἐπὶ τὰ αἰώνια· καὶ γνῶτε τὸν ἐν τρισὶν ὑποστάσεσιν ἕνα θεὸν, οὗ τὸν κόσμον ἀδίκως οἰκεῖτε ἔμπροσθεν τῶν αὐτοῦ δικαίων ὀφθαλμῶν. ἀλλ’ ἐὰν μεταβάλλησθε καὶ κατὰ τὴν αὐτοῦ βιώσητε βούλησιν εἰς ἕτερον ἐνεχθέντες αἰῶνα καὶ ἀΐδιοι γινόμενοι τῶν ἀποῤῥήτων αὐτοῦ ἀγαθῶν ἀπολαύσετε· ἐὰν δὲ ἀπειθήσητε, μετὰ τὴν ἐνθένδε ἀποβίωσιν εἰς τὸν τόπον τοῦ πυρὸς ἐμβληθήσεσθε, ὅπου ἀϊδίως κολαζόμενοι ἀνόνητα μεταμεληθήσεσθε. ὁ γὰρ τῆς μετανοίας καιρὸς ἡ νῦν ἑκάστου ζωὴ τυγχάνει. ταῦτα μὲν οὖν ἐκεῖνος ἔλεγεν. ἐγὼ δὲ ἀκούων ἠχθόμην, ὅτι μηδεὶς ἐκ τοσούτου πλήθους τηλικαύτην ἀγγελίαν ἀκούσας εἰ Ἰουδαίαν, εἶπε, πορεύσομαι ἵνα ἴδω, εἰ οὗτος ἀληθεύει λέγων, ὡς ἄρα υἱὸς τοῦ θεοῦ ἐπιδεδήμηκε τῇ Ἰουδαίᾳ αἰωνίας τε καὶ ἀγαθῆς χάριν ἐλπίδος, τὴν τοῦ πέμψαντος πατρὸς βούλησιν καταγγέλλων, ἐπεὶ καὶ ὅπερ λέγουσιν αὐτὸν κηρύσσειν οὐκ ἔστι μικρόν. ὧν μὲν γὰρ τὰς ψυχὰς δαβεβαιοῦται αἰωνίους οὔσας αἰωνίων ἀπολαύσεσθαι καὶ τῶν ἀγαθῶν, ὧν δὲ ἐν πυρὶ ἀσβέστῳ ῥιφείσας εἰς αἰῶνα κολασθήσεσθαι.
- 8.1
Οὕτω περὶ τῶν λοιπῶν ἔχων τοιαῦτα καὶ πρὸς ἐμαυτὸν ἔλεγον· τί δή ποτε μέμφομαι τοὺς ἄλλους ἐν ἴσῳ τῆς ἀμελείας ὢν ἐκείνοις ἐγκλήματι καὶ οὐ πρότερον τὸν ἐμὸν διαθεὶς βίον εἰς Ἰουδαίαν ἀφικνοῦμαι μάρτυς τῶν τοιούτων αὐτὸς γενησόμενος; οὕτως οὖν βουλευσαμένῳ πολὺς ὁ μεταξὺ διετρίβετο χρόνος τῶν βιωτικῶν με πραγμάτων πρὸς ἑαυτὰ περισπώντων καὶ δυσεκλύτων μοι γινομένων. τέλος γοῦν συννοήσας τὸν βίον ὅπως ἄστατός ἐστι καὶ ἀνώμαλος, εἶτα καὶ τὸν προτοῦ χρόνον ἅπαντα διαμνημονεύσας ὅπως ὑποσαινούσης με ἀεὶ τῆς ἐλπίδος εἰς δεῦρο παρέμεινα, καὶ ὅτι οὕτως ἀσχολούμενοι πάντες ἄνθρωποι ἀποθνήσκομεν, τὰ πάντα μου ὡς ἔτυχεν ἀφεὶς εἰς Πόρτον εὐθὺς ὥρμησα, καὶ εἰς τὸν λιμένα ἐλθών τε καὶ ἀναχθεὶς ἀνέμων ἀντιπνοίαις ἀντὶ τοῦ εἰς Ἰουδαίαν κατᾶραι προσώκειλα τῇ Ἀλεξανδρείᾳ. ἐκεῖ δὲ συνεφοίτων τοῖς φιλοσόφοις πνευμάτων ἐπηρείας ἤδη μοι τὸν πλοῦν ἐπεχούσης καὶ τὰ περὶ τῆς φήμης ἣν ὁ φανεὶς ἐν Ῥώμῃ διήγγειλε καὶ τίνα γε ἃ καταγγέλοι σαφῶς ἕκαστα καταλέγειν ἠξίουν. οἱ δὲ φανέντα μὲν, εἶπον, ἐν Ῥώμῃ τοιόνδε τινὰ ὅλως οὐκ ἴσμεν, περὶ δὲ τοῦ ἐν Ἰουδαίᾳ γενομένου καὶ υἱοῦ θεοῦ ὑπὸ τῆς φήμης κηρυττομένου παρὰ πολλῶν τῶν ἐκεῖθεν ἐληλυθότων ἠκούσαμεν καὶ περὶ πάντων ὧν ἐποίει καὶ ψιλῷ τῷ ῥήματι θαυμασίων ἐμάθομεν.
- 9.1
Ἐμοῦ δὲ εἰπόντος· ἐβουλόμην τινὶ τῶν ἑωρακότων αὐτὸν συγγενέσθαι καὶ ὅσα ποθῶ μαθεῖν ἀκοῦσαι περὶ αὐτοῦ, ὑπολαβόντες ἐκεῖνοι ἔστι τις ἐνταῦθα, φασὶν, οὐ μόνον ἱστορήσας αὐτὸν, ἀλλὰ καὶ τῆς ἐκεῖθεν γῆς ὑπάρχων, ἀνὴρ τίμιος ὀνόματι Βαρνάβας, ὃς ἕνα καὶ τῶν αὐτοῦ μαθητῶν ἑαυτὸν εἶναι λέγει καὶ ἐνταῦθά που καθεζόμενος τὰ παρ’ ἐκείνου ὑπεσχημένα τοῖς τῶν τοιούτων ἀξίοις ἑτοίμως τῷ βουλομένῳ διέξεισι. καὶ δῆτα τὸν τόπον καταλαβὼν, εἰς ὃν ὁ ἀνὴρ εἰώθει καθέζεσθαι, καὶ μέρος καὶ αὐτὸς τοῦ περιεστηκότος πλήθους γενόμενος ἔστην ἐπακούων τῶν λεγομένων, καὶ συνενόουν τἀληθῆ οὐ διαλεκτικῇ τινι τέχνῃ διδάσκοντα τοῦτον, ἀλλ’ ἀπαρασκευάστως οὕτω καὶ ἁπλῶς ἐκτιθέμενον, ἅ τε ἤκουσε καὶ ἑώρακε τὸν τοῦ θεοῦ φανέντα υἱὸν πεποιηκέναι τε καὶ εἰρηκέναι. πολλοὺς δὲ μάρτυρας τῶν ὑπ’ αὐτοῦ λεγομένων θαυμασίων τε καὶ λόγων ἐξ αὐτοῦ τοῦ παρεστῶτος ὄχλου παρείχετο.
- 10.1
Επεὶ δὲ πρὸς τὰ παρ’ αὐτοῦ ἀπανούργως λεγόμενα ἡδέως οἱ ὄχλοι διέκειντο, οἱ ἐκ παιδείας κοσμικῆς ὁρμώμενοι φιλόσοφοι χλευάζειν αὐτὸν καὶ γελᾶν ἐπειρῶντο σκώπτοντες ἀμέτρῳ θράσει καὶ διασύροντες καὶ οἷα μεγάλοις ὅπλοις τοῖς συλλογισμοῖς κατ’ αὐτοῦ χρώμενοι. ὁ δὲ ἀπωθούμενος αὐτῶν τὸν λῆρον οὐ συνέτρεχεν αὐτῶν τῇ πανούργῳ πεύσει, ἀλλὰ καὶ ἀκατάπληκτος ὢν λέγεν οὐκ ἀφίστατο. καὶ ποτέ τις διαπαίζων δῆθεν αὐτὸν ἐπυνθάνετο· διὰ τί, ὦ νέε διδάσκαλε, κώνωψ ἐγένετο καὶ βραχύτατος· ὢν ἓξ πόδας ἔχων καὶ πτερὰ φέρει, ἐλέφας δὲ τὸ μέγιστον ζῶον ἄπτερος ὢν τέσσαρας μόνους ἔχει πόδας; ὁ δὲ τὴν διδασκαλίαν πρὸς τὴν ἐρώτησιν μικρὸν ἐπισχὼν οὐδεμιᾶς μέντοι τῷ ἐρωτήσαντι πρὸς ταῦτα μεταδοὺς ἀποκρίσεως τὸν ἀπ’ ἀρχῆς αὐτῷ προκείμενον αὖθις ἀνελάμβανε λόγον τούτῳ μόνῳ προοιμίῳ καθ’ ἑκάστην ἐγκοπὴν χρώμενος· ἡμεῖς τοῦ πέμψαντος ἡμᾶς τοὺς λόγους καὶ τὰς θαυμασίους πράξεις εἰπεῖν ὑμῖν μόνον ἔχομεν ἐντολὴν, καὶ ἀντὶ τῆς λογικῆς ἀποδείξεως μάρτυρας παρέχομεν ὑμῖν τῶν ἐνταῦθα παρεστώτων πολλούς. λοιπὸν τῆς ὑμετέρας ἐστὶν ἐξουσίας, ὑπείκειν ἢ ἀπειθεῖν. τοῦ δὲ λέγειν ὑμῖν τὸ συμφέρον οὐ παύσομαι, ὅτι ἐμοὶ μὲν ζημία τὸ σιωπᾶν, ὑμῖν δὲ τὸ ἀπειθεῖν βλάβη. ἐδυνάμην μὲν οὐν καὶ τῶν εἰκαίων ὑμῶν προβλημάτων ἀποδοῦναι τὰς ἀποδείξεις, εἴγε φιλαλήθως ἑώρων ὑμᾶς περὶ τούτων πυνθανομένους. κώνωπος δὲ καὶ ἐλέφαντος τὴν αἰτίαν τῆς διαφόρου δημιουργίας νῦν ὑμῖν οὐκ εὔκαιρον εἰπεῖν τοῖς τὸν τῶν ὅλων ἀγνοοῦσι θεόν.
- 11.1
Ταῦτα αὐτοῦ λέγοντος ἐκ συμφωνίας ἐκεῖνοι πολὺν καὶ ἄτακτον ἠφίεσαν γέλωτα εἰς ἀμηχανίαν αὐτὸν ἐμβάλλειν πειρώμενοι καθάπερ βάρβαρόν τινα καὶ μαινόμενον. ἐγὼ δὲ ταῦτα ὁρῶν διεθερμαίνομαι τὴν ψυχὴν καὶ ζήλῳ οὐκ οἶδ’ ὅπως ληφθεὶς σιγᾶν οὐχ ὑπέμενον, ἀλλὰ μετὰ παρρησίας εὐλόγως εἶπον· ὁ θεὸς ὑμῖν, ὦ οὗτοι, ἀκατάληπτον τὴν αὐτοῦ βούλησιν ἔθετο ἀναξίους ὑμᾶς προϊδὼν, ἐξ ὧν νῦν τοὺς κριτικὸν νοῦν ἔχοντας πληροφορῶν φαίνεται. ἐπεὶ γὰρ νῦν τῆς αὐτοῦ βουλήσεως κήρυκες ἐξαπεστάλησαν οὐ τέχνῃ τινὶ καὶ ῥητορείᾳ λόγων, ἀλλ’ ἁπλῶς οὕτω καὶ ἀπανουργεύτως τὴν αὐτοῦ βούλησιν παριστῶντες, ὡς πάντα ὁντιναοῦν τὸν ἀκούσαντα νοεῖν τὰ λεγόμενα, πάρεστε νῦν ὑμεῖς πρὸς τῷ μὴ νοεῖν τὸ ὑμῖν συμφέρον ἐπὶ τῇ ὑμετέρᾳ βλάβῃ γελᾶν τὴν ἐπὶ τῇ ὑμετέρᾳ καταδίκῃ πολιτευσαμένην ἐν βαρβάροις ἀλήθειαν, ἣν καὶ ὑμῖν ἐπιδημήσασαν ξενίσαι οὐ βούλεσθε διὰ τὰς ἀσελγείας ὑμῶν καὶ τὸ λιτὸν τῶν λόγων αὐτῆς, ἵνα μὲ ἐλεγχθῆτε ὅτι εἰκῆ φιλόλογοί ἐστε καὶ οὐκ ἀληθεῖς φιλόσοφοι. μέχρι μὲν οὖν πότε λαλεῖν μανθάνετε οἱ τὸ καλῶς λαλεῖν οὐκ ἔχοντες; πολλὰ γὰρ παρ’ ὑμῶν ῥήματα ἑνὸς οὐκ ἄξια λόγου. τί δὲ ἄρα καὶ ἐρεῖ ὑμῶν τὸ ἑλληνικὸν πλῆθος μία ψυχή ποτε γενόμενον, εἴπερ ἔσται κρίσις, ὡς οὑτός φησι· διὰ τί, ὦ θεὲ, τὴν σὴν βούλησιν οὐκ ἐκήρυξας ἡμῖν; οὐ πάντως ἀκούσεσθε, εἴπέρ τινος ἄρα καὶ ἀποκρίσεως καταξιωθήσεσθε· ὡς ἐγὼ πάσας τὰς ἐσομένας πρὸ καταβολῆς κόσμου προαιρέσεις εἰδὼς ἑκάστῳ πρὸς τὸ αὐτοῦ ἄξιον λανθανόντως προαπήντησα. τοῦτο δὲ αὐτὸ ὅτι οὕτως ἔχει βουληθεὶς τοὺς προσπεφευγότας μοι πληροφορῆσα, διὰ τί ἀπαρχῆς ἐκ προτέρων γενεῶν τὴν ἐμὴν βούλησιν δημοσίᾳ οὐκ εἴα κηρυχθῆναι, νῦν πρὸς τῷ τέλει τοῦ βίου κήρυκας ἐμῆς βουλῆς ἀπέστειλα, οἳ καὶ γελῶνται καὶ ὑβριζόμενοι χλευάζονται ὑπὸ τῶν μηδὲν ὠφελεῖσθαι βουλομένων καὶ ἐπιτεταμένως τὴν ἐμὴν φιλίαν παραιτησαμένων; ὦ μεγάλης ἀδκίας, ὅτι μέχρι φόνου κινδυνεύουσιν οἱ τοῦ θεοῦ κήρυκες, καὶ ταῦτα ὑπὸ τῶν εἰς σωτηρίαν καλουμένων ἀνδρῶν.
- 12.1
Ταῦτά μου λέγοντος καὶ τὰ τούτος ἀκόλουθα, πολὺς τῶν ὄχλων ἐγένετο θρύλλος. καὶ οἱ μὲν ὡς τὸν Βαρνάβαν ἐλεοῦντες συνῇράν μοι, οἱ δὲ ἠλίθιοι ὄντες δεινῶς κατ’ ἐμοῦ ἔβρυχον τοὺς ὀδόντας. ἐπεὶ δὲ ἤδη καὶ ἡ ἑσπέρα κατέλαβε, τῆς χερὸς λαβὼν τὸν Βαρνάβαν καὶ μὴ βουλόμενον βίᾳ εἰς τὴν ἐμὴν ἦγον οἰκίαν, ἔνθα καὶ μένειν αὐτὸν ἐποίησα, ἵνα μήτις αὐτῷ χεῖρας ἐπιβάλῃ. καὶ ἡμέρας ὀλίγας σὺν ἐμοὶ δατρίψας καὶ τοῦ ἀληθινοῦ λόγου βραχέα με κατήχησε. σπεύδειν γὰρ ἔλεγεν εἰς Ἰουδαίαν ἀφικέσθαι τῆς ἑορτῆς χάριν, ὡς καὶ τοῦ λοιποῦ συνεῖναι τοῖς αὐτοῦ ὁμοεθνέσιν ἐθέλων.
- 13.1
Ἐμοῦ δὲ λίαν τῆς ἐκείνου γλώττης κρεμαμένου καὶ σφοδρῶς ἐγκειμένου καὶ οὐκ ἀνιέντος, ἀλλὰ τὴν λοιπὴν ἀπαιτοῦντος διδασκαλίαν καὶ λέγοντος· σὺ μόνον οὓς ἥκουσας τοῦ φανέντος θεοῦ ἐκτίθου μοι λόγους, κἀγὼ τῷ ἐμῷ λόγῳ κοσμήσας τοῦ θεοῦ κηρύξω τὴν βούλησιν, εἶφ’ οὕτως καὶ ἐντὸς ὀλίγων ἡμερῶν συνεκπλεύσω σοι· λίαν γὰρ ποθῶ παρὰ τὸν τῆς Ἰουδαίας γενέσθαι τόπον, τάχα δὲ καὶ συνοκήσω ὑμῖν τὸν πάντα μου τῆς ζωῆς χρόνον, αὐτὸς τούτων ἀκούσας εὐθὺς ἀπεκρίνατο· σὺ εἰ μὲν ἱστορῆσαι τὰ ἡμέτερα καὶ μαθεῖν τὸ συμφέρον ἐθέλεις, ἐξαυτῆς μοι, φησὶ, σύμπλευσον· εἰ δὲ μὴ βούλει, ἀλλὰ τὰ σημεῖα τῆς οἰκήσεως μου καὶ ὧν θέλεις ἐγώ σοι σήμερον γνωριῶ, ἴνα ὅτε καὶ βούλει παραγενόμενος εὕρῃς ἡμᾶς. ἐγὼ γὰρ αὔριον ἐπὶ τὰ ἐμαυτοῦ πορεύσομαι. καὶ δὴ ἀδυσώπητον οὕτως ἰδῶν τὸν Βαρνάβαν συνῆλθον αὐτῷ μέχρι καὶ τοῦ λιμένος, καὶ μαθὼν παρ’ αὐτοῦ ἅπερ ἔλεγε σημεῖα τῶν οἰκήσεων φημὶ πρὸς αὐτὸν, ὡς εἰ μὴ αὔριον ἔμελλον ἀπαιτῆσαί τι τῶν ὀφειλομένων μοι, ἐξαυτῆς ἂν καὶ συνέπλεον σοι· πλὴν ἀλλὰ τάχιόν σε καταλήψομαι. ταῦτα εἰπὼν καὶ παραθέμενος αὐτὸν τοῖς τοῦ πλοίου ἡγουμένοις ὑπέστρεφον μετὰ λύπης, μεμνημένος τοῦ καλοῦ καὶ συνήθους φίλου.
- 14.1
Ἡμέρας δὲ διατρίψας καὶ τὸ χρέος δ’ ὃ καὶ ἐπεσχέθην οὐχ ὅλον λαβεῖν δυνηθεὶς, ἀμελήσας τοῦ περιλειπομένου διὰ τὸ ταχὺ τὸν ἄνδρα καταλαβεῖν, ὡς ἐμποδίου μοι γενομένου, καὶ αὐτὸς εἰς Ἰουδαίαν ἀπέπλευσα, καὶ διὰ πεντεκαίδεκα ἡμερῶν τῇ Στράτωνος ἐπιδημῶ Καισαρείᾳ. ἐπιβάντος δέ μου τῆς γῆς καὶ ξενίαν ἐπιζητοῦντος μανθάνω Πέτρον τινὰ λεγόμενον, τοῦ ἐν Ἰουδαίᾳ φανέντος Ἰησοῦ Χριστοῦ υἱοῦ τοῦ θεοῦ τοῦ σημεῖα καὶ τέρατα πεποιηκότος τὸν δοκιμώτατον μαθητὴν, αὔριον Σίμωνι τῷ ἀπὸ Γιθῶν Σαμαρεῖ μέλλειν ἰέναι πρὸς διαλέξεις. ἐγὼ δὲ ταῦτα ἀκούσας ἐδεήθην τὴν τούτου μοι μηνυθῆναι μονήν. καὶ ὅμως ἔμαθον, καὶ τῷ πυλῶνι ἐπέστην. θεασάμενοι δέ με οἱ ἐν τῷ οἴκῳ ἀντιβάλλοντες ἦσαν, τίς τέ εἰμι καὶ πόθεν ἥκω. καὶ ἰδεῖν πάντες συνῄεσαν. καὶ ἐν τῷ τούτους με ἀνιστορεῖν καὶ πυνθά‐ νεσθαι, ἰδοῦ καὶ Βαρνάβας ἅμα τῷ ἰδεῖν περιεπλάκη μοι πολὺ χαίρων καὶ δακρύων, καὶ λαβόμενός μου τῆς χειρὸς εἰσῆγεν εἰς τὴν οἰκίαν. εἶτα καὶ τὸν Πέτρον ὑποδεικνὺς οὗτός ἐστιν, ἔλεγε, Πέτρος, ὅν μέγιστον ἐπὶ τῇ τοῦ θεοῦ σοφίᾳ ἐπηγγελλόμην σοι, Κλήμη, ᾧ πάντα τε τὰ κατά σε καλὰ καὶ τὴν προαίρεσιν ἀεὶ διηγούμην, ὡς ἐντεῦθεν γλίχεσθαι καὶ αὐτὸν ἰδεῖν σε καὶ τὴν σὴν ἐπιποθεῖν συντυχίαν. μέγα οὖν αὐτῷ δῶρόν σε διὰ τῶν ἐμῶν προσφέρω χειρῶν. καὶ τοῦτο εἰπὼν προσαγαγὼν ἔφη· οὑτός ἐστι Κλήμης, Πέτρε.
- 15.1
Ὁ δὲ ἡνίκα τοῦ ὀνόματος ἥκουσεν εἰς μνήμην ἐλθὼν τῶν τοῦ Βαρνάβα διηγημάτων ἐξήλα τότε ὡς εἶχεν εὐθὺς, καὶ προσηνῶς με καὶ γνησίως καταφιλήσας καὶ παρακαθισάμενος καλῶς ἐποίησας, ἔφη, τὸν τῆς ἀληθείας κήρυκα ξενίσας Βαρνάβαν εἰς τιμὴν τοῦ ὄντως θεοῦ, καὶ λίαν μεγαλοφρόνως οὐκ αἰδεσθεὶς, οὐ φοβηθεὶς τὸν τῶν ἀπαιδεύτων θυμόν. μακάριος γὰρ ὡς ἀληθῶς σὺ τὸν τῆς ἀληθείας πρεσβευτὴν οὕτω ξενίσας πάσῃ τιμῇ· ἀνθ’ ὧν αὐτὴ καί σε ἡ ἀλήθεια ξένον ὄντα τῆς ἰδίας πόλεως καταστήσει πολίτην· καὶ τότε χαρήσῃ μεγάλως, ὅτι βραχεῖαν νῦν χάριν δανείσας καὶ ἀγαθὴν λόγων προαίρεσιν καλῶν ἀϊδίων καὶ ἀναφαιρέτων ἀγαθῶν ἔσῃ κληρονόμος· καὶ μὴ κάμνε ἀντιβάλλων μοι τὸ σὸν ἦθος· πάντα γὰρ τὰ κατά σε ὁ φιλαλήθης οὗτος ἀνὴρ ὁ Βαρνάβας ἀπήγγειλε καθ’ ἡμέραν σχεδὸν τὴν ἀγαθήν σου μνήμην ποιούμενος. καὶ ἵνα σοι ὡς γνησίῳ φίλῳ δηλώσω κατ’ ἐπιτομὴν τὸ προκείμενον, εἰ μή σοί τι ἐμποδίζει συνόδευσον ἡμῖν μεταλαμβάνων τῶν τῆς ἀληθείας λόγων, ὧν κατὰ πόλιν ποιεῖσθαι μέλλω μέχρι Ῥώμης αὐτῆς.
- 16.1
Ἐγὼ δὲ πρὸς αὐτὸν σοὶ μὲν ἑτοίμως ἔχω συνοδεύειν, εἶπον· τοῦτο γὰρ οὐκ οἶδ’ ὅπως χαίρων προῄρημαι. πλὴν περὶ ἀληθείας βούλομαι πρῶτον πληροφορηθῆναι ἵνα γνῶ, εἰ ἡ ψυχὴ ἀθάνατος ἢ θνητὴ, καὶ εἰ ἀΐδιος οὖσα, περὶ ὧν ἔπραξεν ἐνταῦθα, ἔχει κριθῆναι, καὶ τί ποτέ ἐστι δίκαιον ἢ ἀρέσκον θεῷ, καὶ εἰ γέγονεν ὁ κόσμος καὶ διὰ τί γέγονεν, καὶ εἰ λυθήσεται καὶ εἰ οὐ λυθήσεται, καὶ εἰ κρείττων ἔσται ἢ οὐδὲ ἔσται· καὶ ἵνα μὴ τὸ κατ’ εἶδος λέγω, ταῦτά τε καὶ τὰ τούτοις ἑπόμενα μαθεῖν ἤθελον. ὁ δὲ τί ταυτὶ βούλεται τὰ ῥήματα τῷ θείῳ πνεύματι γνοὺς ταχεῖαν τὴν ἀπόκρισιν ἐποιεῖτο, ἵνα καὶ ταχύ με πρὸς τὴν ἀλήθειαν ἐπαναγάγηται. καὶ συντόμως ἐγώ σοι, ἔλεγεν, ὦ Κλήμη, τὴν τῶν ὄντων γνῶσιν παρέξομαι, καὶ τὰ νῦν ἐξ αὐτῆς ἄκουε.
- 17.1
Ἡ τοῦ θεοῦ βουλὴ κατὰ πολλοὺς τρόπους ἐν ἀδήλῳ γέγονε τοῖς ἀνθρώποις. πρῶτα μὲν διὰ τὸ κρατηθῆναι αὐτοὺς εἰσαγωγῇ κακῇ, συντροφίᾳ πονηρᾷ, συνηθείᾳ δεινῇ, ὁμιλίᾳ οὐ καλῇ, προλήψει οὐκ ὀρθῇ, καὶ διὰ ταῦτα πλάνῃ· ἔπειτα ἀφοβίᾳ, ἀπιστίᾳ, πορνείᾳ, φιλαργυρίᾳ, κενοδοξίᾳ καὶ ἄλλοις τοιούτοις, ἃ δὴ καθάπερ καπνοῦ πλῆθος εἰς ἕνα προσπελάσαντα καὶ ἐπεισελθόντα οἶκον τὸν κόσμον καὶ τῶν ἔνδοθεν οἰκούντων ἀνδρῶν ἐπιθολώσαντα τὰς ὁράσεις ἀναβλέψαι αὐτοὺς οὐκ ἐᾷ, καὶ τῇ διαγραφῇ τὸν δημιουργήσαντα κατανοῆσαι θεὸν, καὶ τὸ τούτῳ δοκοῦν γνωρίσαι. διὰ χρὴ τοὺς φιλαλήθεις ἔσωθεν ἐκ βάθους ψυχῆς ἐκκαλέσασθαι πρὸς ἐπικουρίαν ἀληθεῖ λογισμῷ τὸν μόνον θεὸν, κύριον δὲ ἡμῶν καὶ σωτῆρα Ἰησοῦν Χριστὸν, καὶ παρ’ αὐτοῦ γνῶσιν λαβεῖν, ἵνα τις ἐντὸς ὢν ἐν τῷ οἴκῳ τῷ πεπλησμένῳ καπνοῦ, τῷ κόσμῳ τούτῳ φημὶ, προσιὼν ἀνοῖξαι δυνηθῇ θύραν, ὡς τὸ μὲν ἐκτὸς τοῦ ἡλίου φῶς εἰσκριθῆναι τῷ οἴκῳ, τὸν δὲ ἐντὸς τοῦ πυρὸς ὄντα ἐκβληθῆναι καπνὸν, ὅπως διαβλέψαντες οἱ ἄνθρωποι πιστεύσωσιν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς τὸν μονογενῆ αὐτοῦ υἱὸν τὸν πρὸ τῶν αἰῴνων ἐξ αὐτοῦ ἀφράστως γεννηθέντα καὶ εἰς τὸ πνεῦμα τὸ ἄγιον τὸ ἐξ αὐτοῦ ἀρρήτως ἐκπορευόμενον, ἕνα θεὸν γνωρίζοντες ἐν τρισὶν ὑποστάσεσιν, ἄναρχον, ἀτελεύτητον, αιώνιον, ἀΐδιον, ἄκτιστον, ἄτρεπτον, ἀναλλοίωτον, ἀπλοῦν, ἀσύνθετον, ἀσώματον, ἀόρατον, ἀναφῆ, ἀπερίγραπτον, ἀπερῖληπτον, ἄπειρον, ἀκατανόητον, ἀγαθὸν, δίκαιον, παντοδύναμον, πάντων κτσμάτων δημουργὸν, παντοκράτορα, παντεπόπτην, πάντων προνοητὴν, ἐξουσιαστὴν καὶ κριτήν· καὶ οὕτως ἀναγεννηθέντες δι’ ὕδατός τε καὶ πνεύματος συγκληρονόμοι καταστῶσι τῶν πρὸς ἀφθαρσίαν ἀναγεννηθέντων υἱῶν τοῦ θεοῦ.
- 18.1
Διὸ πρὸ παντὸς ζητήματος καὶ αὐτὸς, ὦ Κλήμη, ἑτοίμως ὡς υἱὸς πατρὶ πρόσελθε, ἵνα καὶ τῶν ὁρωμένων καὶ τῶν ἀοράτων ἀψευδῶς τὴν γνῶσιν θεὸς παράσχῃ σοι. εἰ δὲ καὶ μετὰ τὸ κληθῆναι οὐ θέλεις ἢ βραδύνεις, δικαίᾳ θεοῦ κρίσει ἀπόκληρος ἔσῃ, τῷ μὴ θελῆσαι μὴ θεληθείς. καὶ μή τοι νομίσῃς, ὅτι κἂν πάντων τῶν ποτε γενομένων εὐσεβῶν εὐσεβέστατος γένῃ, μὴ φθάσῃς δὲ τελειωθῆναι διὰ τοῦ βαπτίσματος, ἐλπίδος ἀγαθῆς τυχεῖν δυνήσῃ ποτέ. ταύτῃ γὰρ πλείονα μᾶλλον ὑφέξεις τὴν κόλασιν, ὅτι καλοῖς ἔργοις οὐκ ἐχρήσω καλῶς. οὐδὲ γὰρ καλὸν τὸ καλὸν, ὥς φασιν, ὅταν μὴ καλῶς γίνηται. σὺ δὲ εἰ οὐ θέλεις ὡς τῷ θεῷ δοκοῦν βαπτισθῆναι, τῷ σῷ μᾶλλον ὑπηρετῶν θελήματι ἐχθραίνεις πάντως τῇ ἐκείνου βουλῇ. ἀλλ’ ἴσως ἐρεῖς· καὶ τί συμβάλλεται πρὸς εὐσέβειαν τὸ βαπτισθῆναί με ὕδατι; πρῶτον μὲν, ὅτι τὸ δόξαν θεῷ πράττεις. δεύτερον δὲ, ὅτι δι’ ὕδατος καὶ πνεύματος ἀναγεννᾶσαι θεῷ, καὶ τὴν ἐξ ἐπιθυμίας πρώτην σοι γενομένην καταλλάσσεις γέννησιν, καὶ οὕτω σωτηρίας τυχεῖν δυνήσῃ· ἄλλως δὲ ἄρα ἀδύνατον. οὕτω γὰρ ὁ ἐπὶ σωτηρίᾳ καὶ ἀφθαρσίᾳ τοῦ γένους ἡμῶν ἐνανθρωπήσας θεὸς λόγος εἶπεν ἡμῖν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ἀναγεννηθῆτε δι’ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. διὰ πρόσελθε τῷ βαπτίσματι· τοῦτο γὰρ μόνον τὴν τοῦ πυρὸς ὁρμὴν σβέσαι δύναται. καὶ μὴ ἀναβάλλου, ὅτι ἡ ἀναβολὴ κίνδυνον οἶδε φέρειν διὰ τὸ ἄδηλον εἶναι τοῦ θανάτου τὴν προθεσμίαν.
- 19.1
Ταῦτα ἐκείνου εἰπόντος ἐγὼ μὲν, ἔφην, ἤδη εὐχαριστῶ τῷ θεῷ καὶ πατρὶ καὶ τῷ μονογενεῖ αὐτοῦ υἱῷ καὶ τῷ πνεύματι αὐτοῦ τῷ ἁγίῳ, ὅτι ὡς ἐβουλόμην πληροφορηθῆναι, οὕτως μοι καὶ παρέσχε. πλὴν περὶ ἐμοῦ τὸ λοιπὸν ἄφροντις ἕσο. οὐδέ ποτε γὰρ ἐνδοιάσω πρός τι τῶν ὑπὸ σοῦ λαληθέντων. ὥστε κύριέ μου Πέτρε μὴ ἀθύμει, ὡς ἀναισθήτῳ τὰ μέγιστα δωρούμενος ἀγαθά. οἶδα γὰρ, ὅτι τοιοῦτόν ἐστι καὶ οὕτω μέγιστον, οἷον ἄν τις καὶ ταχέως λαβεῖν βούλοιτο. αἰσθάνομαι γὰρ τοῦ δοθέντος μοι διὰ τάχους χαρίσματος. ταῦτά μου εἰπόντος ὁ Πέτρος ἔφη· χάριν ὁμολογῶ τῷ θεῷ καὶ περὶ τῆς σῆς σωτηρίας τῆς καὶ περὶ ἐμῆς ἀπολαύσεως. πλὴν νήστευσον τριῶν μηνῶν ἡμέρας, καὶ λαμβάνεις τὸ βάπτισμα. ἄρξαι τοίνυν ἀπὸ τῆς αὔριον. ἔστι δέ μοι ἡ αὔριον πρὸς Σίμωνα τὸν μάγον διάλεξις. καὶ μὴ ὀκλάσῃς παρεῖναί μοι ἐν ταῖς τῶν ἀντικειμένων ζητήσεσι. ταῦτα εἰπὼν καὶ τροφῆς αὐτὸς μεταλαβὼν, ἰδίᾳ κἀμὲ μεταλαβεῖν ἐκέλευσεν. εὐλογήσας δὲ ἐπὶ τῆς τροφῆς καὶ εὐχαριστήσας ἐπήγαγε λέγων· δώῃ σοι ὁ θεὸς κατὰ πάντα ἐξομοιωθῆναί μοι, καὶ βαπτισθέντι τῆς αὐτῆς μοι κοινωνῆσαι τραπέζης. οὕτως εἰπὼν ἡσυχάζειν μοι προσέταξεν· ἤδη γάρ που καὶ ὁ καιρὸς πρὸς ὕπνον ἐκάλει.
- 20.1
Τῇ μὲν οὖν ἐπιούσῃ ἐγὼ Κλήμης ἔτι τῆς νυκτὸς ἐχούσης διυπνισθεὶς καὶ μαθὼν τὸν Πέτρον ἐγρηγορότα καὶ τοῖς συνοῦσι περὶ θεοσεβείας διαλεγόμενον, οἵ ἦσαν ἑκκαίδεκα τὸν ἀριθμὸν, ὧν καὶ τὰ ὀνόματά εἰσι ταῦτα· Ζακχαῖος ὅ ποτε τελώνης, καὶ Σοφωνίας ὁ ἀδελφὸς αὐτοῦ, Ἰώσηφός τε καὶ ὁ τούτου σύντροφος Μιχαίας, προσέτι δὲ Θωμᾶς καὶ Ἐλιέζερος οἱ δίδυμοι, καὶ Ἐνέας ὁ ἱερεὺς, καὶ Λάζαρος ὁ ἱερεὺς, ὃν ἀνέστησεν ἐκ νεκρῶν τετραήμερον ὁ κύριος ἡμῶν Ἰησοὺς Χριστὸς, καὶ Ἐλισσαῖος, καὶ Βενιαμὶν ὁ τοῦ Σαφρᾶ, ὁμοίως γε Ῥούβιλος καὶ Ζαχαρίας οἱ οἰκοδόμοι, Ἀνανίας τε καὶ Ἀγγαίας οἱ ἀμμηνοὶ. ἔτι τε Νικήτης καὶ Ἀκύλας οἱ ἑταῖροι εἰσῆλθον κἀγὼ καὶ προσαγορεύσας ἐκαθέσθην ἐκείνου κελεύσαντος.
- 21.1
Ὁ δὲ τὸν προκείμενον ἐκκόψας λόγον, ὥσπερ ἀπολογούμενος ἐπληροφόρει, τίνος ἕνεκεν οὐκ ἀφύπνισέ με, ὅπως ἀκροατὴς τῶν αὐτοῦ γένωμαι λόγων, καὶ τούτου αἰτίαν τὸν ἐκ τοῦ πλοῦ σκυλμὸν ἐποιεῖτο· ἐκεῖνον γὰρ πεφθῆναί μοι θέλων ἡσυχάζειν ἀφῆκεν. ὁπότ’ ἂν γὰρ ἡ ψυχὴ, φησὶ, περὶ τὸ λεῖπον ἀσχολῆται τῷ σώματι, εἴτε τινὶ συμφορᾷ συνέχηται, οὐ μετὰ πολλῆς εἴωθε προσέχειν ἀκριβείας τοῖς λεγομένοις. τούτου δὲ ἕνεκεν οὐ βούλομαι διαλέγεσθαι τοῖς ἢ λύπῃ κατεχομένοις, ἢ ἀμέτρως ὀργιζομένοις, ἢ τὸ σῶμα πεπονηκόσιν, ἢ βιωτικαῖς φροντίσιν ἢ ἑτέρῳ πάθει τινὶ διενοχλουμένοις.
- 22.1
Καὶ μὴ λεγέτω τις, ὅτι οὐ χρὴ παραμυθίας καὶ νουθεσίας λόγους προσάγειν τοῖς φαῦλόν τι πράττουσι. φημὶ γὰρ, ὡς εἰ μὲν ἀνύει τις, προσφερέτω · εἰ δὲ μὴ, τῷ καιρῷ τέως παραχωρείτω. καιρὸς γὰρ ὡς Σολομῶντι δοκεῖ, παντὶ πράγματι. διὸ χρὴ τοὺς τὴν ψυχὴν ῥωννῦντας λόγους πρὸ τῆς κακώσεως τοῖς ἀνθρώποις ἐπάγειν, ἵνα εἴ ποτέ τι φαῦλον ἐπέλθοι, προωπλισμένος ὁ νοῦς ὀρθῷ τῷ λογισμῷ δυνηθείη τὸ ἐπενεχθὲν ὑποστῆναι. κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ διδάσκοντος ἄνθρωπον γνῶσιν, παρὰ τούτου μόνου μαθεῖν ἔχεις, ὅτι μόνος οἶδεν ἀλήθειαν. τῶν γὰρ ἄλλων εἴ τις ἐπίσταταί τι, παρὰ τούτου ἢ τῶν τούτου μαθητῶν λαβὼν ἔχει.
- 23.1
Ἔστι τε αὐτοῦ τὸ βούλημα, ὅτι εἷς θεὸς ἐν τρισὶν ὑποστάσεσιν, οὗ κόσμος ἔργον ὁ πᾶς, ὃς δίκαιος ὢν πάντως ἑκάστῳ πρὸς τὰς πράξεις ἀποδώσει ποτέ. ἀνάγκη γὰρ πάσα, φύσει δίκαιον εἶναι λέγοντα τὸν θεὸν καὶ τὰς ἀνθρώπων ψυχὰς ἀθανάτους εἶναι πιστεύειν. ἐπεὶ ποῦ τὸ δίκαιον αὐτοῦ, ὅπου τινὲς εὐσεβῶς βιωτεύσαντες καὶ κακουχηθέντες βιαίως ἀνῃρέθησαν. ἔνιοι δὲ ἀσεβεῖς παρὰ πολὺ γεγενημένοι, ἐν πολυτελείᾳ βίου τρυφήσαντες τὸν κοινὸν ἀνθρώπων θάνατον ἐτελεύτησαν; ἐπεὶ οὖν χωρὶς ἁπάσης ἀντιλογίας ὁ θεὸς ἀγαθὸς ὢν δίκαιος ἐστιν, οὐκ ἄλλως δὲ δίκαιος εἶναι γνωσθήσεται, ἐὰν μὴ ἡ ψυχὴ μετὰ τὸν χωρισμὸν τοῦ σώματος ἀθάνατος ᾖ, ἵνα μετὰ τὸ ἀπολαβεῖν τὸ ἴδιον σῶμα ἐν τῇ ἀναστάσει. ὁ μὲν κακός ὡς ἐνταῦθα τὰ ἀγαθὰ ἀπολαβὼν, ἐκεῖ περὶ ὧν ἥμαρτε κολασθῇ· ὁ δὲ ἀγαθὸς ἐνταῦθα περὶ ὧν ἥμαρτε κολασθεὶς, ἐκεῖ ὡς ἐν κόλποις δικαίων ἐστὶν, ὅτι καὶ κρίσις γίνεται, καὶ αἱ ψυχαὶ ἀθάνατοι τυγχάνουσιν. εἰ δέ τις, ὡς τῷ Σαμαρεῖ δοκεῖ Σίμωνι, καὶ οὐχ ὡς ὁ τῆς ἀληθείας βούλεται λόγος, τὸ δίκαιον εἶναι μὴ θέλοι δοῦναι θεῷ, τίνι ἔτι τοῦτό τις δοῦναι δύναται;
- 24.1
Ταῦτα ἀκούσας ἐγὼ Κλήμης καὶ τίς ἄρα τυγχάνει, ἔφην, οὗτος ὃν λέγεις Σίμωνα Σαμαρείτην, μαθεῖν ἤθελον, ὁ δὲ Πέτρος εἰ θέλεις μαθεῖν, ἔφη, πὰρ στί σοι τοῦτο γνῶναι, παρ’ ὧν κἀγὼ πάντα τὰ κατ’ αὐτὸν ἐπυθόμην. καὶ μεταπεμψάμενος ἐκέλευσεν, Ἀκύλαν τε καὶ Νικήτην πάντα μοι ἀκριβῶς τὰ κατὰ τὸν Σίμωνα διηγήσασθαι. οἱ δὲ τὸν θεὸν μαρτυράμενοι, μηδὲν παρεκκλῖναι τῆς ἀληθείας, οὕτω τὰ κατ’ αὐτὸν ἐξετίθεντο. καὶ πρῶτος Ἀκύλας ἤρξατο λέγειν οὕτως· ἄκουσον, ὦ φίλτατε ἀδέλφὲ, ὅπως καὶ αὐτὸς ἀκριβῶς πάντα τὰ κατὰ τὸν ἄνδρα εἰδῇς, τίνος τε ὢν καὶ τίς καὶ πόθεν, καὶ τίνα ἐστὶν ἃ πράττει, καὶ ὅπως καὶ διὰ τί.
- 25.1
Σίμων οὗτος πατρὀς μέν ἐστιν Ἀντωνίου, μητρὸς δὲ Ῥαχὴλ Σαμαρεὺς τὸ γένος ἀπὸ Γιτθῶν τῆς κώμης, οὐ μεῖον ἢ σχοίνους ἔξ τῆς Σαμαρέων πόλεως ἀπεχούσης. οὗτος ἐν Ἀλεξανδρείᾳ τῇ πρὸς Αἴγυπτον ἑλληνικῇ τε παιδείᾳ πάνυ ἑαυτὸν ἐξασκήσας καὶ τῇ μάγῳ τέχνῃ πολλὰ δυνηθεὶς καὶ εἰς ἀπόνοιαν ἐπαρθεὶς θέλει νομίζεσθαί τις εἶναι δύναμις ἀνωτάτω, καὶ αὐτοῦ τὸν κόσμον πάντα παραγαγόντος θεοῦ. ἐνίοτε δὲ καὶ Χριστὸν ἑαυτὸν αἰνιττόμενος προσαγορεύει. καὶ ταύτῃ δὴ τῇ προσηγορίᾳ κέχρηται ὡς δὴ συστησόμενός τε ἀεὶ καὶ φθορὰς αἰτίαν, ὥστε τὸ σῶμα πεσεῖν, οὐκ ἔχων. καὶ οὔτε θεὸν τὸν κτίσαντα τὸν κόσμον, ἀνώτατον λέγει εἶναι, οὔτε νεκροὺς ἐγερθήσεσθαι πιστεύει ποτέ. τὴν Ἱερουσαλὴμ ἀρνεῖται, τὸ Γαριζεὶν ὄρος ἀντεισφέρει. ἀντὶ τοῦ ὄντως Χριστοῦ τοῦ θεοῦ ἡμῶν ἑαυτὸν ἀναγορεύει. τὰ δὲ τοῦ νόμου ἰδίᾳ προσλήψει ἀλληγορεῖ. καὶ κρίσιν ἔσεσθαι μὲν λέγει, οὐ προσδοκᾷ δέ.
- 26.1
Τὸ δὲ παρεισελθεῖν αὐτὸν εἰς τὸν τῆς θεοσεβείας λόγον γέγονεν οὕτως. Ἰωάννης τις ἐγένετο ἡμεροβαπτιστὴς, καὶ ὥσπερ τῷ κυρίῳ γεγόνασι δώδεκα μαθηταὶ τὸν τοῦ ἡλίου δωδεκάμηνον φέροντες ἀριθμὸν, οὕτω καὶ αὐτῷ ἔξαρχοι γεγόνασιν ἄνδρες τριάκοντα τὸν μηνιαῖον τῆς σελήνης λόγον ἀποπληροῦντες, ἐν οἷς καὶ μία τις ἦν γυνὴ καλουμένη Ἑλένη, ἵνα μηδὲ τοῦτο ἀνοικονόμητον ᾖ. ἥμισυ γὰρ ἀνδρὸς οὖσα ἡ γυνὴ ἀτελῆ τὸν τῆς τριακοντάδος τίθησιν ἀριθμὸν, ὥσπερ ἄρα καὶ τῆς σελήνης, ἧς ἡ πορεία τοῦ μηνὸς οὐ τέλειον ποιεῖται τὸν δρόμον. τούτων δὲ τῶν τριάκοντα τῷ Ἰωάννῃ πρῶτος καὶ δοκιμώτατος ἦν ὁ Σίμων.
- 27.1
Μετὰ δὲ τὴν τελευτὴν Ἰωάννου τὴν Ἑλένην ὁ Σίμων παραλαβὼν περιέρχεται τοὺς ὄχλους ἀναστατῶν, αὐτήν τε τὴν Ἑλένην λέγων ἀπὸ τῶν ἀνωτάτω οὐρανῶν κατενεχθῆναι τῷ κόσμῳ, ἧς ἕνεκεν Ἕλληνές τε, φησὶ, καὶ Βάρβαροι ἐμαχέσαντο εἰκόνα ἀληθείας, καὶ πολλὰ τερατώδη θαυμάσια ποιῶν, ὡς εἰ μὴ ἥδειμεν, ὅτι μαγείᾳ ταῦτα ποιεῖ, ἠπατήθημεν ἄν καὶ αὐτοί. νῦν δὲ ὅτε πολυμανὴς ἀπατᾶν ἠθελε καὶ τοὺς ἐν θεοσεβείᾳ, ἀπέστημεν ἀπ’ αὐτοῦ. καὶ γὰρ μιαιφονεῖν ἤρξατο, ὡς αὐτὸς ἔτι φίλοις οὖσιν ἡμῖν οἷα φίλος ἐξέφανεν, ὅτι παιδίου ψυχὴν τοῦ ἰδίου σώματος χωρίσας ἀποῤῥήτοις ὅρκοις τισὶ, συνεργὸν πρὸς τὴν τῶν αὐτῷ δοκούντων φαντασίαν, τὸν παῖδα διαγράψας ἐπὶ εἰκόνος ἔν τινι ἐνδοτέρῳ οἴκῳ, καθ’ ὅν αὐτὸς ὑπνο, ἀνατεθειμένην, ἔχει. διὸ ἀσέβειαν αὐτοῦ καταγνόντες ἀπέστημεν ἀπ’ αὐτοῦ.
- 28.1
Ταῦτα τοῦ Ἀκύλα εἰπόντος ὁ ἀδελφὸς αὐτοῦ Νικήτης ἀναγκαῖον, ἀδελφὲ Κλήμη, ἔφη, τὰ παραλειφθέντα τῷ Ἀκύλᾳ ἐμὲ ὑπομνῆσαι. πρῶτον μὲν γὰρ ὁ θεὸς μάρτυς, ὡς οὐδὲν αὐτῷ ἡμεῖς συνειργασάμεθα ἀσεβὲς, ἀλλ’ ὅτι αὐτοῦ πράσσοντος ἱστορήσαμεν. καὶ μέχρις ὅτε ἀβλαβῆ ποιῶν ἐπεδείκνυτο, ἐτερπόμεθα· ὅτε δὲ τὰ μαγείᾳ τινὶ γινόμενα· θεότητι ποιεῖν πρὸς ἀπάτην θεοσεβῶν ἔλεγεν, οὐκ ἔτι αὐτοῦ ἠνεσχόμεθα, καίτοι πολλὰ ἡμῖν ἐπαγγελλομένου· πρῶτον μὲν ναὸν καὶ ἀνδριάντας ἡμῶν κατασκευασθῆναι, καὶ θεοὺς νομισθῆναι, καὶ ὑπὸ ὄχλων προσκυνηθῆναι, καὶ ὑπὸ βασιλέων δοξασθῆναι, καὶ δημοσίων τιμῶν καταξιωθῆναι, καὶ χρήμασιν ἀπεριορίστοις πλουτῆσαι.
- 29.1
Ταῦτά τε καὶ τὰ τούτοις μείζονα νομιζόμενα ἡμῖν ὑπέσχέτο, μόνον ἵνα συνόντες αὐτῷ τὸ τῆς ἐγχειρήσεως κακὸν σιωπῶμεν, ὅπως αὐτῷ τὰ τῆς ἀπάτης προκόπτῃ. καὶ ὅμως οὐ συνεθέμεθα, ἀλλὰ καὶ αὐτὸν τῆς τοιαύτης ἀπονοίας παύσασθαι συνεβουλεύσαμεν λέγοντες αὐτῷ· παῦσαι τῆς τοιαύτης τόλμης· θεὸς εἶναι οὐ δύνασαι· φοβήθητι τὸν ὄντως θεόν. γνῶθι, ὅτι ἄνθρωπος εἶ, καὶ ὅτι σοῦ μικρὸς ἐστιν ὁ τῆς ζωῆς χρόνος. κἂν μέγα πλουτήσῃς ἢ καὶ βασιλεύσῃς, τῷ μικρῷ σου χρόνῳ τῆς ζωῆς ὀλίγα τυγχάνει πρὸς ἀπόλαυσιν. καὶ ἀσεβῶς ζήσαντα αἰωνία κόλασις περιμένει. διὸ φοβεῖσθαι τὸν θεὸν συμβουλεύομεν , ὑφ’ οὗ κριθῆναι ἔχει ἡ ἑκάστου ψυχὴ, περὶ ὧν ἔπραξεν ἐνταῦθα.
- 30.1
Ὁ δὲ ταῦτα ἀκούσας ἐγέλασεν. ἡμῶν δὲ εἰπόντων· τί τῶν τά σοι συμφέροντα συμβουλευόντων καταγελᾷς; ἐκεῖνος γελῶ ὑμῶν, ἔφη, τὴν πληττόμεθα τίνι λόγῳ καὶ σεαυτὸν ἀπατᾷς. λέγε οὖν ἡμῖν, ὦ Σίμων· εἰ καὶ τῶν ἄλλων οὐδεὶς πεπληροφόρηται ἀθάνατον εἶναι τὴν ψυχὴν, ἀλλ’ οὖν γε σὺ καὶ ἡμεῖς· σὺ μὲν, ὤν ἀνθρωπείου σώματος χωρίσας αὐτὴν καὶ προσομιλήσας καὶ ἐπιτάξας· ἡμεῖς δὲ, ὡς συμπαρόντες καὶ τὴν ἐπιταγὴν ἀκούσαντες, καὶ τὸ κελευθὲν ἐναργῶς ἱστορήσαντες. καὶ ὁ Σίμων ἐγὼ μὲν οἶδα, τί λέγετε· ὑμεῖς δὲ οὐκ οἴδατε, περὶ τίνος διαλέγεσθε. καὶ ἐγὼ Νικήτης ἔφην· ἐπεὶ οἶδας, λέγε· εἰ δὲ μὴ οἶδας, μὴ δόκει ἡμᾶς τῷ λέγειν σὲ μὲν εἰδέναι, ἡμᾶς δὲ μὴ, ἀπατᾶσθαι δύνασθαι. οὐ γὰρ ἐσμὲν οὕτω νήπιοι, ἵνα πανοῦργον ἐνσπείρῃς ἡμῖν ὑποψίαν, καὶ τῷ νομίζειν σέ τι τῶν ἀποῤῥήτων εἰδέναι ὑποχειρίους λάβῃς.
- 31.1
Καὶ ὁ Σίμων ἔφη· ὅτι μὲν ἐχώρισα ψυχὴν ἀνθρωπείου σώ ματος, οἶδα ὑμᾶς εἰδότας· ὅτι δὲ οὐχ ἡ τοῦ τεθνεῶτος ψυχὴ ὑπουργεῖ, ἀλλὰ δαίμων τις ὑποκρινόμενος εἶναι ψυχὴ, οἶδα ὑμᾶς ἀγνοοῦντας. καὶ ἐγὼ Νικήτης ἔφην· πολλὰ ἐν τῷ βίῳ ἠκούσαμεν ἄπιστα· τοῦ δὲ τοιούτου λόγου ἀνοητότερον οὐ προσεδοκήσαμεν ἀκοῦσαί ποτε. εἰ γὰρ δαίμων ὑποκρίνεται ἡ τοῦ τεθνεῶτος εἶναι ψυχὴ, τίς ἄρα τῆς ψυχῆς χρεία τοῦ χωρισθῆναι τοῦ σώματος; οὐκ αὐτοὶ δὲ παρόντες ἠκούσαμέν σου τοῦ σκήνους τὴν ψυχὴν θεὶς ὑπακούει; οὐκ ἄρα δὲ καὶ αὐτὸς ἐξεταζόμενός ποτε πρὸς ἡμῶν, τίνος χάριν ἐνίοτε καὶ παύονται αἱ προσεδρεῖαι, εἴρηκας ὅτι ψυχὴ πληρώσασα τὸν ὑπὲρ γῆς χρόνον, ὃν ἔμελλεν ἐν σώματι διατελεῖν, εἰς ᾃδην πορεύεται, προσετίθεις δὲ λέγων, ὅτι τῶν ἰδίῳ θανάτῳ τελευτησάντων αἱ ψυχαὶ, ἐπειδὴ πρὸς ᾃδην αὐτόθι χωρήσασαι φρουροῦνται, οὐκ εὐκόπως ἐλθεῖν ἀφίενται;
- 32.1
Ταῦτα τοῦ Νικήτου εἰπόντος Ἀκύλας αὐτὸς πάλιν ἔφῃ· ἐβουλόμην παρὰ σοῦ τοῦτο μόνον μαθεῖν, Σίμων, εἴτε ψυχὴ, εἴτε δαίμων ἐστὶ τὸ ὁρκιζόμενον, τί δὲ καὶ φοβούμενον οὐ παραπέμπεται τοὺς ὅρκους; καὶ ὁ Σίμων, κόλασιν, φησὶ, παρακούσασα οἶδε μέλλειν παθεῖν. καὶ ὁ Ἀκύλας οὐκοῦν εἰ ὁρκιζομένη ψυχὴ ἔρχεται, καὶ κρίσις ἄρα γίνεται. εἰ οὖν αἱ ψυχαὶ ἀθάνατοι, πάντως ἐστὶ καὶ κρίσις. ὥστε εἰ καὶ τοὺς ἐπὶ κακῇ πράξει ὁρκισθέντας, εἶτα καὶ παρακούσαντας καταδικασθῆναι φῂς, πῶς οὐ πεφόβησαι σὺ τούτους καταναγκάζειν, τῶν ἀναγκαζομένων ἐπὶ παρακοῇ κολαζομένων; τὸ γὰρ ἤδη σε μὴ παθεῖν, ἐφ’ οἷς ἔδρασας, οὐ θαῦμα, ἐπεὶ μήπω κρίσις ἐστὶν, ἵνα σὺ μὲν ὑπὸ συγγνώμην γένηται, ὡς τῆς κακῆς πράξεως τὸν ὅρκον προτιμῆσαν. ὁ δὲ τούτων ἀκούσας ὠργίσθη θάνατον, εἰ μὴ σιωπῶμεν, ἡμῖν ἀπειλήσας.
- 33.1
Ταῦτα τοῦ Ἀκύλα εἰπόντος ἐγὼ Κλήμης ἐπυθόμην, τί δ’ ἄρα ἐστὶν, ἃ ποιεῖ θαυμάσια. οἱ δὲ ἀνδριάντας, εἶπον, ποιεῖ περιπατεῖν, καὶ κυλιόμενος ἐπὶ πῦρ οὐ καίεται, ἐνίοτε δὲ καὶ πέταται, καὶ ἐκ λίθων ἄρτους ποιεῖ, ὄφις γίνεται, εἰς αἶγα μεταμορφοῦται, διπρόσωπος γίνεται, εἰς χρυσὸν μεταβάλλεται, θύρας κεκλεισμένας ἀνοίγει, σίδηρον λύει, εἴδωλα παντοδαπῶν ἰδεῶν παρίστησι, τὰ ἐν οἰκίᾳ σκεύη ὡς αὐτόματα φερόμενα πρὸς ὑπηρεσίαν ὁρᾶσθαι ποεῖ, τῶν φερόντων οὐ βλεπομένων. ταῦτα λεγόντων αὐτῶν ἀκούων ἐθαύμαζον· ἐμαρτύρουν δὲ τὰ τοιαῦτα αὐτοὶ παρόντες ἱστορηκέναι.
- 34.1
Τούτων οὕτω ῥηθέντων ἧκε Ζακχαῖος τοιαῦτα τῷ Πέτρῳ διασαφῶν· ἤδη λοιπὸν, ὦ Πέτρε, καρὸς πρὸς τὸ ἐκβάντα σε διαλεχθῆναι τοῖς συνελθοῦσι. πολὺς γὰρ ἐπὶ τῆς αὐλῆς συναθροισθεὶς οὗ ἐν μέσῳ καθάπερ τις πολέμαρχος. ὑπ’ αὐτῶν δορυφορούμενος ἕστηκε Σίμων. ὁ δὲ Πέτρος ταῦτα ἀκούσας, εὐχῆς χάριν ὑποχωρῆσαί μοι κελεύσας μικρὸν μήπω τὸ σωτήριον βάπτισμα δεξαμένῳ, ἔφη, εὐξώμεθα, ἵνα θεὸς τοῖς ἀνεκλείπτοις αὐτοῦ οἰκτιρμοῖς συνεργήσῃ μοι ὁρμῶντι πρὸς σωτηρίαν τῶν ὑπ’ αὐτοῦ κτισθέντων ἀνθρώπων. καὶ τοῦτο εἰπὼν, εὐξάμενος ἐξῄει εἰς τὸν ὓπαιθρον τῆς αῦλῆς τόπον μέγαν ὄντα, ἔνθα συνεληλυθότες ἦσαν πολλοὶ, ἵν’ ἀκουσταὶ γένωνται τῶν λεχθησομένων. στὰς οὖν καὶ ἰδὼν μετὰ πάσης ἡσυχίας τὸν πάντα λαὸν εἰς αὐτὸν ἀτενίζοντα, Σίμωνα δὲ τὸν μάγον εἰς μέσον ἑστῶτα, τοῦ λέγειν ἤρξατο οὕτως·
- 35.1
Εἰρήνη εἴη πᾶσιν ὑμῖν τοῖς ἑτοίμως ἔχουσι δεξιὰς διδόναι τῇ τοῦ θεοῦ ἀληθείᾳ, ἣν αὐτοῦ μεγάλην τε καὶ ἀσύγκριτον ἐν τῷ νῦν κόσμῳ ὑπάρχουσαν δωρεὰν ὁ ἀποστείλας ἡμᾶς κύριος Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ ζῶντος θεοῦ, ταύτην ἡμῖν ἐνετείλατο τὴν προσηγορίαν πρὸ τῶν τῆς διδασκαλίας λόγων ὑμῖν ἐπιφθέγγεσθαι, ἵνα ἐὰν ᾖ τις ἐν ὑμῖν εἰρήνης τέκνον, διὰ τῆς διδασκαλίας ἡμῶν καταλάβῃ αὐτὸν ἡ εἰρήνη· εἰ δὲ ταύτην λαβεῖν ὑμῶν τις μὴ θέλοι, τότε καὶ ἡμεῖς ἀποτιναξάμενοι τὸν κονιορτὸν τῶν ποδῶν ἡμῶν εἰς μαρτύριον εἰς ἑτέρων ἀπίωμεν οἰκίας καὶ πόλεις. καὶ ἀληθῶς ὑμῖν λέγομεν, ἀνεκτότερον ἔσται γῆ Σοδόμων καὶ Γομόῤῥας ἐν ἡμέρᾳ κρί- σεως ἢ τῷ τῇς ἀπειθείας τόπῳ ἐνδιατρίβειν· πρῶτον μὲν, ὅτι ἀφ’ ἑαυτῶν οὐχ οἷοί τε γεγόνατε τὴν ἀλήθειαν ἐπιγνῶναι· δεύτερον, ὅτι τὰ καθ’ ἡμᾶς ἀκούσαντες οὐκ ἤλθετε μέχρις ἡμῶν· τρίτον, ὅτι καὶ ἐλθοῦσιν ἡμῖν ἠπειθήσατε. διὸ φειδόμενοι ὑμῶν προῖκα εὐχόμεθα τὴν εἰρήνην ἡμῶν ἐλθεῖν ἐφ’ ὑμᾶς. εἰ οὖν ταύτην ἔχειν ἐθέλετε, δεῖ ὑμᾶς προθύμως τοὺς περὶ τῆς εὐσεβείας δέξασθαι λόγους, καὶ τὴν θεῷ ἀρέσκουσαν πολιτείαν ἐπανελέσθαι, ἵν’ εὐσεβῶς καὶ δικαίως ζήσαντες τῶν αἰωνίων ἀγαθῶν γένησθε κληρονόμοι.
- 36.1
Καὶ τοῦ Πέτρου ταῦτα εἰπόντος, καὶ περὶ τῶν ἔργων τοῦ θεοῦ διδάξαντος, καὶ πόσα παρὰ τοῦ θεοῦ τῷ ἀνθρώπῳ τὰ ἀγαθὰ ἐδωρήθη, καὶ παραινέσαντος πολλὰ περὶ μοναρχίας, ὁ Σίμων ἔξω τοῦ ὄχλου βοῇ μεγάλῃ ἔφη· τί ψευδόμενος ἀπατᾶν θέλεις τὸν παρεστῶτά σοι ἰδιώτην ὄχλον πείθων αὐτοὺς, θεοὺς μήτε ὀνομάζειν, μήτε λέγειν ἐξὸν εἶναι, τῶν παρὰ Ἰουδαίοις δημοσίων βίβλων πολλοὺς θεοὺς εἶναι λεγουσῶν; καὶ νῦν δὲ μετὰ πάντων ἀπ’ αὐτῶν σοι τῶν βιβλίων περὶ τοῦ δεῖν θεοὺς νομίζειν συζητῆσαι βούλομαι, πρότερον περὶ οὗ ἔφης θεοῦ δείξας μὴ αὐτὸν εἶναι τὴν ἀνωτάτω καὶ πάντα δυναμένην πρόνοιαν, καθ’ ὃ ἀπρόγνωστός ἐστιν, ἀτελὴς, ἐνδεὴς, καὶ ὅλως οὐκ ἀγαθός. ἀμέλει καὶ τούτου δειχθέντος ἀπὸ τῶν γραφῶν, ὡς ἐγὼ λέγω, ἕτερος ἀγράφως περιλείπεται εἶναι θεὸς, προγνωστικὸς, τέλειος, ἀνενδεὴς, ἀγαθὸς, πάντων ἀπηλλαγμένος κακῶν· ὃν δὲ σὺ φῂς δημιουργὸν, τοῖς ἐναντίοις ἀντικείμενος τυγχάνει.
- 37.1
Αὐτίκα γοῦν ὁ καθ’ ὁμοίωσιν τυφλὸς κτίζεται καὶ γνῶσιν ἀγαθοῦ τυχὸν ἢ κακοῦ μὴ ἔχων γνωρίζεται, ἐφ’ ᾧ καὶ παραβάτης εὑρίσκεται, καὶ τοῦ παραδείσου ἐκβάλλεται, καὶ θανάτῳ τιμωρεῖται. ὁμοίως τε καὶ ὁ πλάσας αὐτὸν, ἐπεὶ μὴ τὰ πάντα ὁρᾶ, ἐπὶ τῇ Σοδόμων καταστροφῇ δεῦτε, λέγει, καὶ καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται, εἰ δὲ μὴ ἵνα γνῶ· καὶ ἀγνοοῦντα ἑαυτὸν δείκνυσι. τῷ δὲ εἰπεῖν περὶ τοῦ Ἀδάμ· ἐκβάλωμεν αὐτὸν, μή πως ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἅψηται τοῦ ξύλου τῆς ζωῆς καὶ φάγῃ, καὶ ζήσει εἰς τὸν αἰῶνα· καὶ φθονεῖ. καὶ τῷ γεγράφθαι, ὅτι ἐνεθυμήθη ὁ θεὸς, ὅτι ἐποίησε τὸν ἄνθρωπον· καὶ μετανοεῖ καὶ ἀγνοεῖ. τὸ γὰρ ἐνεθυμήθη, σκέψις ἐστὶν, ᾗ τις δι’ ἄγνοιαν, ὧν βούλεται, τὸ τέλος ἀκριβῶσαι θέλει· ἢ ἐπὶ τῷ παρὰ γνώμην ἀποβάντι μεταμελουμένου. καὶ τὸ γεγράφθαι, καὶ ὠσφράνθη κύριος ὀσμὴν εὐωδίας, ἐνδεοῦς ἐστὶ, καὶ τὸ ἐπὶ κνίσῃ σαρκῶν ἡσθῆναι, οὐκ ἀγαθοῦ. τὸ δὲ πειράζειν ὡς γέγραπται, καὶ ἐπείραζε κύριος τὸν Ἀβραὰμ, κακοῦ καὶ τὸ τέλος τῆς ὑπομονῆς ἀγνοοῦντος.
- 38.1
Ὅμως ὁ Σίμων πολλὰ τῆς γραφῆς κακῶς ἐκλαμβάνων δεικνύειν ἔσπευδε παντὶ πάθει τοῖς ἀνθρώποις ὁμοίως τὸν θεὸν ὑποκείμενον. καὶ ὁ Πέτρος εἰ μηδὲν ἀγαπᾷ, φησὶν, ὁ κακὸς καὶ πάνυ μοχθηρὸς, ἐφ’ οἷς ἁμαρτάνει, ἑαυτὸν ἐλέγχειν, ἀπόκριναί μοι. καὶ ὁ Σίμων οὐκ ἀγαπᾷ, ἔφη. καὶ ὁ Πέτρος· πῶς οὖν κακὸς καὶ μοχθηρὸς εἶναι δύναται ὁ θεὸς, εἴ περ αὐτοῦ θελήματι τὰ κατ’ αὐτοῦ δεινὰ δημοσίᾳ γραφέντα προετέθη; καὶ ὁ Σίμων· ἐνδέχεται μὴ κατὰ προαίρεσιν αὐτοῦ ὑφ’ ἑτέρας δυνάμεως τὸν κατ’ αὐτοῦ γραφῆναι ἔλεγχον. καὶ ὁ Πέτρος ἔφη· πρῶτον οὖν τοῦτο ζητήσωμεν. εἰ μὲν ὑπὸ τῆς ἑαυτοῦ βουλῆς ἑαυτὸν ἤλεγξεν, ὡς φθάσας σὺ πρότερον ὡμολόγησας, μοχθηρὸς οὐκ ἔστιν· εἰ δὲ καὶ ὑφ’ ἑτέρας δυνάμεως, ζητητέον καὶ παντὶ σθένει ἐξεταστέον, μή τις αὐτὸν μόνον ἀγαθὸν ὄντα ἐπὶ πᾶσι τοῖς κακοῖς ὑπέλαβε. -
- 39.1
Καὶ ὁ Σίμων· πρόδηλος εἶ φεύγων ἀπὸ τῶν γραφῶν ἀκοῦσαι τὸν κατὰ τοῦ θεοῦ σου ἔλεγχον. καὶ ὁ Πέτρος· αὐτός μοι φαίνῃ τοῦτο ποιῶν. ὁ γὰρ τάξιν ζητήσεως φεύγων ἐξέτασιν ἀληθῆ γενέσθαι οὐ βούλεται. ὅθεν ἐγὼ τῇ τάξει χρώμενος καὶ βουλόμενος πρῶτον τὸν συγγραφέα νοηθῆναι πρόδηλός εἰμι τὴν εὐθεῖαν ὁδεύειν θέλων. καὶ ὁ Σίμων· ὁμολόγησον πρῶτον, εἴ γε τὰ κατὰ τοῦ δημιουργοῦ γεγραμμένα ἀληθῆ ἐστι, καὶ οὐκ ἔστιν ὁ τῶν ὅλων ἀνώτερος κατὰ τὰς γραφὰς πάσῃ ὑποκείμενος μοχθηρίᾳ, καὶ ὕστερον ζητήσομεν τὸν συγγράψαντα. καὶ ὁ Πέτρος· ἵνα μὴ δόξω, ἀποκρίνομαι. ἐγώ φημι, ὅτι τὰ δοκοῦντά σοι ταῦτα κατὰ θεοῦ γεγράφθαι ἀληθῆ μέν ἐστιν, ἀλλὰ καὶ οὕτως οὔπω τὸν θεὸν δείκνυσι μοχθηρόν. καὶ ὁ Σίμων πῶς οὖν, ἔφη, τοῦτο συστῆσαι δύνασαι;
- 40.1
Καὶ ὁ Πέτρος· τὸν Ἀδὰμ τυφλὸν λέγεις γεννηθῆναι, ὅπερ οὐκ ἦν. οὐ γὰρ ἂν τυφλῷ ἐντελλόμενος ἐδείκνυε λέγων· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν μὴ γεύσησθε. καὶ ὁ Σίμων μεταβαλών· τυφλὸν ἔλεγε τὸν νοῦν αὐτοῦ. καὶ ὁ Πέτρος· πῶς καὶ τὸν νοῦν τυφλὸς ἠδύνατο εἶναι ὁ πρὸ τοῦ γεύσασθαι τοῦ φυτοῦ σνμφώνως τῷ κτίσαντι αὐτὸν οἰκεῖα πᾶσιν ἐπιθεὶς τοῖς ζώοις ὀνόματα; καὶ ὁ Σίμων· εἰ πρόγνωσιν εἶχεν ὁ Ἀδὰμ, διὰ τί οὐ προέγνω τὸν τὴν γυναῖκα αὐτοῦ ἀπατήσαντα ὄφιν; καὶ ὁ Πέτρος· εἰ πρόγνωσιν μὴ εἶχεν ὁ Ἀδὰμ, πῶς τοῖς υἱοῖς αὐτοῦ πρὸς τὰς ἐσομένας πράξεις ἅμα τῷ γεννηθῆναι καὶ τὰ ὀνόματα ἐπιτέθεικε, τὸν μὲν πρῶτον καλέσας Κάϊν, ὃ ἑρμηνεύεται ζῆλος, ὃς καὶ ζηλώσας ἀνεῖλε τὸν ἀδελφὸν αὐτοῦ τὸν Ἄβελ, ὃ ἑρμηνεύεται πέθνος, ἐπ’ αὐτῷ γὰρ πρώτῳ φονευθέντι ἐπένθησαν οἱ γονεῖς; εἰ δὲ Ἀδὰμ ἔργον θεοῦ ὑπάρχων πρόγνωσιν εἶχε, πολλῷ μᾶλλον ὁ δημιουργήσας αὐτὸν θεός. σὺ δὲ, ὦ Σίμων, κακῶς νοῶν τὰς θείας γραφὰς φιμώθητι.
- 41.1
Τὸ δὲ γεγράφθαι· ἐνεθυμήθη ὁ θεὸς, ὡς λογισμῷ χρησαμένου διὰ τὴν ἄγνοιαν, ἔτι μὴν καὶ· ἐπείραζε κύριος τὸν Ἀβραὰμ, ἵνα γνῷ, εἰ ὑπενέγκῃ, καὶ τό· καταβάντες ἴδωμεν, εἰ κατὰ τὴν κραυγὴν αὐτῶν τὴν ἐρχομένην πρός με συντελοῦνται· εἰ δὲ μὴ ἵνα γνῶ· καὶ ἵνα μὴ εἰς πολύ μηκύνω τὸν λόγον, σαφῆ τὴν διάνοιαν καὶ διάγνωσιν αἱ ῥήσεις ἔχουσιν αὗται, μὴ καταγινώσκουσαι τοῦ θεοῦ ἄγνοιαν, κἂν τὴν σὴν τοῦτο διαφεύγῃ διάνοιαν. ὅτι δὲ ὄντως προγινώσκει, λέγει τῷ Ἀβραάμ· γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῇ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτὸ, καὶ κακώσουσι, καὶ ταπεινώσουσιν αὐτοὺς ἔτη τετρακόσια. τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ. μετὰ δὲ ταῦτα ἐξελεύσονται ὧδε μετὰ ἀποσκευῆς πολλῆς· σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου μετ’ εἰρήνης τραφεὶς ἐν γήρει καλῷ· τετάρτῃ δὲ γενεᾷ ἀποστραφήσονται ὧδε. ταῦτα δὲ πάντως μετὰ πολλὰς ἄρα συμβήσεσθαι μέλλοντα γενεὰς προγινώσκοντός ἐστι καὶ σαφέστατα εἰδότος.
- 42.1
Ἡ μὲν οὖν περὶ τούτων ζήτησις καὶ εἰς τρίτην παρετείνετο τὴν ἡμέραν. ἐπιφωσκούσης δὲ τῆς τετάρτης, φυγὰς ὁ Σίμων εἰς Τύρον ᾤχετο. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἀφίκοντό τινες ἐκεῖθεν ἐπαγγέλλοντες τῷ Πέτρῳ, ὅτι Σίμων μεγάλα θαυμάσια ἐν Τύρῳ ποιῶν πολλοὺς τῶν ἐκεῖ κατέπληξε, καί σε πολλαῖς διαβολαῖς μισητὸν ἐποίησε. ταῦτα ἀκούσας ὁ Πέτρος, τῇ ἐπιούσῃ νυκτὶ πάντα τὸν λαὸν συναθροίσας ἐπειδὴ, φησὶν, ὁρμῶντός μου εἰς τὰ ἔθνη τὰ πολλοὺς θεοὺς λέγοντα κηρύξαι καὶ διδάξαι, ὅτι εἷς ἐστιν ὁ θεὸς ἐν τρισὶν ὑποστάσεσιν, ὃς οὐρανὸν ἔκτισε καὶ τὴν γῆν καὶ τὰ ἐν αὐτοῖς πάντα, ὅπως ἀγαπήσαντες αὐτὸν οἱ ἄνθρωποι σωθῆναι δυνηθῶσι, προλαβὼν ὁ διάβολος Σίμωνα προαπέστειλεν, ἵνα πείσῃ πάντα ἄνθρωπον λατρεύειν τοῖς μὴ οὖσι θεοῖς, καὶ ἀρνήσωνται πιστεύειν εἰς ἕνα θεὸν τὸν ποιήσαντα πάντα, τά τε ὁρατὰ καὶ τὰ ἀόρατα. καὶ χρή με ταχέως αὐτὸν καταλαβεῖν, ἵνα μὴ ἡ διδασκαλία τοῦ Σίμωνος ἐγχρονίσασα παντελῶς πάντων ἐπικρατήσῃ.
- 43.1
Δεῖ οὖν ἀντ’ ἐμοῦ τινα τὸν ἐμὸν ἀναπληρῶσαι τόπον. καὶ πάντες τοῦ θεοῦ ἐκτενῶς δεηθῶμεν, ὅπως τὸν ὄντα ἄξιον ὁ θεὸς ἀναδείξῃ. καὶ ταῦτα εἰπὼν ἐπέθηκε χεῖρας τῷ Ζακχαίῳ καί φησι· δέσποτα κύριε ὁ πατὴρ τοῦ κυρίου καὶ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, διὰ τοῦ πνεύματός σου τοῦ ἁγίου καὶ προσκυνητοῦ σὺ διαφύλαξον τοῦτον ποιμαίνειν τὸν λαόν σου, ὃν ἐξελέξω. καὶ ταῦτα εἰπὼν πρὸς τὸν λαὸν ἔφη· ὅσοι βαπτισθῆναι θέλετε, ἀπὸ τῆς αὔριον νηστεύειν ἄρξασθε. μετὰ δὲ τρεῖς ἡμέρας βαπτίζειν ἀρξάμενος ἐμὲ Κλήμεντα φωνήσας καὶ Νικήτην καὶ Ἀκύλαν ἔφη.
- 44.1
Μέλλοντί μοι πρὸς τὴν Τύρον ὁρμᾶν μεθ’ ἡμέρας ἑπτὰ, βούλομαι τὸ τάχος ὑμᾶς ἐκεῖ γενομένους καὶ παρὰ τῇ Χαναανίτιδι Βερνίκῃ Ἰούστης θυγατρὶ λανθανόντως ἐπιξενωθέντας τὰ κατὰ τὸν Σίμωνα πάντα διερευνησαμένους ἀκριβῶς γράψαι μοι. διὸ ἐξαυτῆς πορεύεσθε μετ’ εἰρήνης. καὶ δὴ βαπτίζοντα καταλιπόντες αὐτὸν εἰς Τύρον τῆς Φοινίκης ἐπορευόμεθα. καὶ παρὰ τῇ προειρημένῃ Χαναανίτιδι καταχθέντες καὶ δαψιλοῦς παρ’ αὐτῇ ξενίας καὶ φιλοτίμου τυχόντες περὶ τοῦ Σίμωνος αὐτίκα διελεγόμεθα· Σίμων οὗτος ὁ μάγος, εἰπόντες, ἐπὶ τῆς ἐν Καισαρείᾳ πρὸς τὸν κύριον ἡμῶν Πέτρον ζητήσεως ἡττηθεὶς, φυγὰς ἐνταῦθα ὡς εἶχεν εὐθὺς ἀπέδρα, καὶ λοιδορούμενος αὐτῷ συναρπάζει τὰς τῶν ἁπλουστέρων ψυχὰς, καὶ μάγος ὢν αὐτὸς μάγον ἐκεῖνον ἀποκαλεῖ, καὶ πλάνος ὢν οὗτος τὸν ἀπόστολον πλάνον ἀποκηρύττει καὶ διὰ πάντων αὐτὸς ἡττηθεὶς καὶ φυγῇ αἰσχρῶς ἑαυτὸν ἐπιτρέψας φάσκει νενικηκέναι.
- 45.1
Ἡ Βερνίκη μὲν οὖν οὕτω καὶ αὐτὴ ταῦτα ἔχειν εἶπε, καὶ τἄλλα δὲ παρ’ ἑαυτῆς τὰ λειπόμενα προσετίθει. φαντάσματα γὰρ, ἔφη, μετὰ τὸ τῇδε αὐτὸν ἐπιστῆναι καὶ ἰνδάλματα καθ’ ἑκάστην ἐν μέσῃ τῇ ἀγορᾷ ποιῶν πᾶσαν ἐκπλήττει τὴν πόλιν· ὡς ἀνδριάντας μὲν αὐτοῦ διερχομένου κινεῖσθαι, καὶ σκιὰς δὲ πολλάκις αὐτοῦ προηγεῖσθαι, ἃς καὶ τῶν τεθνηκότων ψυχὰς αὐτὸς ὀνομάζει. πολλοὺς δὲ αὐτὸν καὶ γόητα λέγοντας ὕστερον εἰς εὐωχίαν δῆθεν καλέσας βοῦν τε θύσας καὶ αὐτοὺς ἑστιάσας διαφόροις περιέβαλε νόσοις, καὶ δαίμονας δὲ αὐτοῖς ἐνῆκε· καὶ ὅλως πολλοὺς κακώσας θεὸς εἶναι νενόμισται. ὅθεν οὐκ οἴομαι δυνήσεσθαί τινα τοσοῦτον πῦρ ἀναφθὲν κατασβέσαι. διὸ τοῦ μὴ κινδυνεύειν ὑμᾶς χάριν παρακαλῶ, μηδὲν ἐγχειρήσητε πρὸς αὐτὸν, πρὶν ἂν ὁ ἀπόστολος Πέτρος ἀφίκηται, ὃς τοῦ κυρίου καὶ θεοῦ ἡμῶν Ἰησοῦ Χριστοῦ δοκιμώτατος ὑπάρχων μαθητὴς δυνήσεται μόνος πρὸς τοσαύτην δυναστείαν ἀνταγωνίσασθαι.
- 46.1
Ταῦτα τῆς Βερνίκης εἰπούσης, ἡμεῖς ἕωθεν πάντα τὰ κατὰ τὸν Σίμωνα γράψαντες εἰς περίπατον ἐτραπόμεθα. καὶ δὴ καὶ Ἀππίων ὑπαντᾷ ἡμῖν μεθ’ ἑτέρων τριάκοντα, Ἀππίων ἐκεῖνος, οὗ πρόσθεν ἐμνήσθημεν. καὶ ἅμα τῷ ἰδεῖν με προσαγορεύσας τε καὶ κατασπασάμενος οὗτός ἐστι Κλήμης, ἔφη τοῖς μετ’ αὐτοῦ, περὶ οὗ πολὺν ἐν εὐγενείᾳ τε καὶ τρόπων ἐλευθερίᾳ πρὸς ὑμᾶς ἐποιούμην λόγον, ὅτι ἀνὴρ γένος τε ὢν ἀπὸ Καίσαρος Τιβερίου καὶ πᾶσαν Ἑλληνικὴν παιδείαν ἐξησκημένος ὑπὸ βαρβάρου τινὸς τὴν προσηγορίαν Πέτρου τὰ Χριστιανῶν ποιεῖν καὶ λέγειν ἠπάτηται. ὅθεν ἀξιῶ, συναγωνίσασθέ μοι πρὸς τὴν τούτου διόρθωσιν. ἐφ’ ὑμῶν γὰρ αὐτοῦ πυνθάνομαι, καὶ λεγέτω μοι, ἐπειδὴ πρὸς τὸ εὐσεβεῖν ἑαυτὸν ἀποδεδωκέναι νομίζει, πῶς οὐχὶ καὶ τὰ μέγιστα ἀσεβεῖ τὰ πάτρια μὲν καταλιπὼν, ἀποκλίνας δὲ εἰς ἔθη βάρβαρα καὶ ἀλλόκοτα.
- 47.1
Κἀγὼ πρὸς αὐτὸν τὴν μὲν πρὸς ἐμέ σου, φημὶ, ἀγαθὴν προαίρεσιν ἀποδέχομαι· τὴν δὲ ἀγνωσίαν ἀποσείομαι. ἡ μὲν γὰρ προαίρεσις ἀγαθὴ, ὅτιπερ ἐν οἷς δοκεῖς καλοῖς, ἐν τούτοις εἶναι με θέλεις· ἡ δὲ γνῶσις οὐκ ὀρθῶς ἔχουσα. προφάσει γὰρ φιλίας λανθάνεις πρὸς ἀπάτην ἡμᾶς ἐκκαλούμενος. καὶ ὁ Ἀππίων οὐκοῦν ἀγνωσία σοι δοκεῖ τὰ πάτρια, ἔφη, φυλάττοντα τὰ Ἑλλήνων φρονεῖν; κἀγὼ τὸν εὐσεβεῖν προῃρημένον, ἀπεκρινάμην, οὐ πάντως φυλάσσειν τὰ πάτρια δεῖ· ἀλλὰ φυλάσσειν μὲν, ἐὰν ᾖ εὐσεβῆ, ἀποσείεσθαι δὲ μὴ οὕτως ἔχοντα. ἐνδέχεται γὰρ, τινὰ πατρὸς ἀσεβοῦς ὄντα καὶ βουλόμενον εὐσεβεῖν μὴ τὰ τοῦ πατρὸς ἐθέλειν μιμεῖσθαι, καὶ κατ’ ἴχνος αὐτοῖς ἕπεσθαι. καὶ ὁ Ἀππίων τί οὖν, τὸν σὸν πατέρα φῂς οὐκ ἀγαθοῦ γεγονέναι βίου; κἀγὼ ἔφην, ὅτι κακοῦ μὲν αὐτὸν οὐκ ἂν εἴποιμι, πλὴν ὅτι τοῖς ψευδέσι καὶ κακοῖς τῶν Ἐλλήνων ἐπίστευε μύθοις. καὶ ὃς τίνες οἱ μῦθοι οὗτοι; φησίν. ἐγὼ δὲ ὑπολαβὼν ἡ περὶ τὸν θεὸν, εἶπον, οὐκ ὀρθὴ δόκησις, ἣν ἐὰν μακροθυμῇς μετὰ τῶν ἄλλων ἀκούσῃ φιλομαθῶν.
- 48.1
Διὸ πρὸ τῶν διαλόγων εἴς τινα πλείονα παρεχόμενον ἡσυχίαν ὑποχωρήσωμεν τόπον. καὶ δὴ προϊόντες, ἔνθα ναμάτων ἦν ψυχρῶν καθαρὰ ῥεύματα καὶ δένδρων παντοίων χλοερῶν τέρψις, ἐκαθεζόμεθα. ἐπεὶ δὲ πάντες ἦσαν ὁρῶντες ἀτενῶς εἰς ἐμὲ, οὕτω τοῦ πρὸς αὐτοὺς ἄρχομαι λόγου·
- 49.1
Πολλή τις, ὦ ἄνδρες, διαφορὰ τυγχάνει ἀληθείας τε καὶ συνηθείας. οἱ μὲν γὰρ τῶν Ἑλλήνων πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἡγήσαντο, ἵνα οἱ τὰ ὅμοια πράττειν θέλοντες ἐκείνους ἔχωσι τοῦ κακοῦ συνηγόρους. ἄλλοι δὲ εἱμαρμένην εἰσηγήσαντο τὴν λεγομένην γένεσιν, καὶ παρ’ αὐτὴν οὔτε πάσχειν τινὰ δυνατὸν εἶναί φασιν, οὔτε ποιεῖν, ἵνα νομίσαντες, ὅτι παρὰ γένεσιν οὐδεὶς οὔτε ποιεῖν, οὕτε πάσχειν ἔχει, ῥᾳδίως ἐπὶ τὸ ἁμαρτάνειν ἔρχωνται, καὶ ἁμαρτάνοντες μὴ μεταμέλωνται, ἐφ’ οἷς ἠσεβήκασιν. ἄλλοι δὲ ἀπρονόητα δογματίζουσι τὰ παρόντα, καὶ αὐτομάτως φέρεσθαι τὸ πᾶν εἰσάγουσι, μηδενὸς ἐφεστηκότος δεσπότου· ὃ δή που καὶ πάντων ἐστὶ χαλεπώτατον, οὕτω τὸν θεὸν βλασφημεῖν καὶ τῆς τοῦ παντὸς ἐκβάλλειν προνοίας, ὥστε μηδὲ εἶναι λέγεν τὸν ἐφεστῶτα καὶ προνοούμενον καὶ τὰ κατ’ ἀξίαν τῷ πάντι ἀπονέμοντα. ὅθεν οὐ ῥᾳδίως οἱ τὰ τοιαῦτα φρονοῦντες σωφρονίζονται. τὸν γὰρ ἐπερχόμενον κίνδυνον οὐ προορῶνται.
- 50.1
Ὁ δὲ τῶν, ὡς ὑμεῖς φατὲ, βαρβάρων λόγος εὐσεβέστατός ἐστιν, ἕνα θεὸν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εἰσηγούμενος, τῇ φύσει ἀγαθὸν καὶ δίκαιον· ἀγαθὸν μὲν, ὡς μεταμελομένοις συγχωροῦντα τὰ ἁμαρτήματα· δίκαιον δὲ, ὡς ἑκάστῳ μὴ μετανοοῦντι κατ’ ἀξίαν τῶν πεπραγμένων ἀποδιδόντα. ἕκαστος γὰρ προσδοκίᾳ τοῦ κριθήσεσθαι ὑπὸ τοῦ παντεπόπτου θεοῦ πρὸς τὸ σωφρονεῖν μᾶλλον τὴν ὁρμὴν λαμβάνει· καὶ ὁ σωφρόνως βεβιωκὼς τῆς αἰωνίου λυτροῦται κολάσεως.
- 51.1
Ἑκάστου δὲ τῶν παρ’ ὑμῖν λεγομένων θεῶν τὰς ἀσεβεῖς διελέγχων πράξεις, τοῦ Διός τε καὶ Ποσειδῶνος, Πλούτωνός τε καὶ Ἀπόλλωνος, Διονύσου τε καὶ Ἡρακλέους, καὶ τῶν καθ’ ἕνα ἕκαστον, ὧν οὐδὲ αὐτοὶ ἀγνοεῖτε, ἐκ παιδείας Ἑλληνικῆς ὁρμώμενοι, οὓς ἐπαιδεύθητε βίους, ἵνα ὡς ζηλωταὶ τῶν θεῶν τὰ ὅμοια πράττητε, καὶ ἀπ’ αὐτοῦ γε πρότερον, εἰ δοκεῖ, τοῦ βασιλικωτάτου Διὸς ἄρξομαι. οὗ ὁ μὲν πατὴρ Κρόνος τὰ ἴδια τέκνα, ὡς λέγεται, καταπιὼν, τῇ ἐξ ἀδάμαντος ἅρπῃ τοῦ πατρὸς τὰ μόρια θερίσας τῆς πρὸς γονεῖς εὐσεβείας καὶ τῆς πρὸς τὰ τέκνα φιλίας τοῖς τὰ μυστικὰ τῶν θεῶν ζηλοῦσιν εἰκόνας καὶ τύπους παρέσχετο. αὐτὸς δὲ ὁ Ζεὺς τὸν αὐτοῦ πατέρα δήσας κατέῤῥαξεν εἰς Τάρταρον, καὶ τοὺς ἄλλους κολάζει θεούς. τοῖς δὲ ἀῤῥητουργεῖν ἐθέλουσι τὴν Μῆτιν γεννήσας κατέπιεν. ἦν δὲ ἡ Μῆτις γονή· βρέφος γὰρ καταπιεῖν, ἀδύνατον. ὑπὲρ δὲ ἀπολογίας παιδεραστῶν Γανυμήδην ἁρπάζει. καὶ μοιχοῖς ὑπὲρ μοιχείας βοηθῶν, αὑτὸς λάκις μοιχὸς εὑρίσκεται. ἀδελφογαμεῖν δὲ προτρέπεται ἀδελφαῖς οὗτος συνεισελθὼν Ἥρᾳ καὶ Δήμητρι καὶ Ἀφροδίτῃ τῇ οὐρανίᾳ, ἥν τινες Δωδώνην λέγουσι. τοῖς δὲ θυγατράσι μίγνυσθαι βουλομένοις Περσεφόνῃ συνεληλυθὼς παράδειγμα πονηρὸν ἐκ τῶν μύθων γίνεται. ἄλλα τε μυρία ἠσέβηκεν, ἵνα ὑπὸ τῶν δυσσεβῶν διὰ τὴν ὑπερβάλλουσαν ἀκρασίαν καὶ θεὸς εἶναι τοῖς ἰδιώταις ὁ μῦθος δογματισθῇ. τούτων οὐχ ὡς ἔτυχεν ἐγὼ καταγνοὺς τῷ μόνῳ ἀγαθῷ θεῷ προσέφυγον, ἀποδεδωκὼς τὴν πίστιν ἀσφαλεῖ τῇ κρίσει, ὅτι ἐκ τῆς τοῦ θεοῦ δικαίας κρίσεως καὶ νόμος ὥρισται, καὶ ἡ ψυχὴ πάντως τὸ κατ’ ἀξίαν, ὧν ἔπραξεν, ὅπου δή ποτε ἀπολαμβάνει.
- 52.1
Ταῦτά μου εἰπόντος ὁ Ἀππίων ἐπήνεγκε τῷ λόγῳ· τί γὰρ; οὐχὶ καὶ Ἕλληνες καὶ οἱ Ἑλλήνων νόμοι ἀπαγορεύουσι τὰ τοιαῦτα; καὶ τοὺς μοιχούς τε καὶ ἄλλως τὰ ἐναντία πράττοντας τιμωρεῖσθαι νομοθετοῦσι; κἀγὼ ἔφην· οὐκοῦν οἱ Ἑλλήνων θεοὶ τὰ ἐναντία τοῖς νόμοις διαπραξάμενοι κόλασιν οὐ τὴν τυχοῦσαν ὀφείλουσι. πῶς δὲ σωφρονίζειν ἐμαυτὸν δυνήσομαι ὑπολαμβάνων, ὅτι οἱ θεοὶ αὐτοὶ πρῶτοι ἅμα τῇ μοιχείᾳ τὰ χαλεπὰ πάντα διεπράξαντο, καὶ δίκην οὐ δεδώκασι, ταύτῃ μᾶλλον ὀφείλοντες δοῦναι, ὡς μὴ δουλεύοντες ἐπιθυμίᾳ; εἰ δὲ ὑπέκειντο, πῶς ἦσαν θεοί; καὶ ὁ Ἀππίων· ἔστωσαν ἡμῶν σκοποὶ μηκέτι θεοὶ, ἀλλὰ δικασταὶ, εἰς οὓς ἀφορῶντες φοβηθησόμεθα ἁμαρτάνειν. κἀγὼ ἔφην· οὐκ ἔστιν ὅμοιον, ὦ Ἀππίων. ὁ μὲν γὰρ πρὸς ἄνθρωπον ἔχων τὸν σκοπὸν ἐλπίδι τοῦ λαθεῖν ἁμαρτάνειν πάντως τολμήσειεν· ὁ δὲ θεὸν παντεπόπτην τῇ ἑαυτοῦ ψυχῇ ὁρισάμενος, εἰδὼς αὐτὸν λαθεῖν μὴ δύνασθαι, καὶ τὸ λάθρα ἁμαρτάνειν παραιτήσεται.
- 53.1
Ταῦτα ὁ Ἀππίων ἀκούσας ᾔδειν, ἔφη, ἐξ ὅτε ἤκουσα Χριστιανοῖς σε προσομιλοῦντα ἠλλοιῶσθαι τὴν γνώμην. καλῶς γὰρ εἴρηταί τινι· φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. κἀγὼ πρὸς αὐτόν· οὐκοῦν ἐπανορθοῦσιν ἤθη μὴ χρηστὰ ὁμιλίαι καλαί. ταῦτά μου εἰπόντος οἱ παρόντες φανεροὶ ᾖσαν ὥσπερ ἡδόμενοι τοῖς ὑπ’ ἐμοῦ λεγομένοις· ὅθεν καὶ τῇ ὑστεραίᾳ ἀξιώσαντες ἀφικέσθαι πάλιν, τό γε νῦν ἔχον ὑπεχώρουν. τῇ δὲ ἐπαύριον προεληλυθότι τῷ Πέτρῳ ἀπήντων πλησιόχωροί τε οὐκ ὀλίγοι, καὶ αὐτῆς δὲ τῆς Τύρου πολλοὶ, καὶ ἐπεφώνουν λέγοντες· ὁ θεὸς διά σου ἡμᾶς ἐλεείτω, διά σου θεραπευέτω. στὰς οὖν ὁ Πέτρος ἐπὶ λίθου τινὸς ὑψηλοῦ πρὸς τὸ δύνασθαι πᾶσι καταφανὴς εἶναι καὶ προσαγορεύσας θεοσεβεῖ νόμῳ οὕτως ἤρξατο·
- 54.1
Θεῷ τῷ ποιήσαντι τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν οὐ λείπει πρόφασις πρὸς σωτηρίαν τῶν σώζεσθαι βουλομένων· δυνατὸς γάρ ἐστι καὶ τὰς ψυχὰς ἡμῶν καὶ τὰ σώματα σῶσαι. μανθάνω οὖν, ὡς βουθυτήσας Σίμων ὁ μάγος εἱστίασεν ὑμᾶς ἐν μέσῃ τῇ ἀγορᾶ καὶ οἴνῳ πολλῷ κορέσας ὀλεθρίοις πάθεσι καὶ δαίμοσι παραδέδωκεν. ἀλλ’ ὥσπερ οὖν τῶν δαίμοσιν ἀποδεδομένων θυμάτων μεταλαβόντες τῷ τῆς κακίας ἡγεμόνι κατεδουλώθητε, οὕτως ἂν τούτων παυσάμενοι τῷ θεῷ διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσέλθητε, εὖ ἴστε, ὅτι σὺν τῇ τοῦ σώματος ἰάσει καὶ τὰς ψυχὰς ὑγιαινούσας ἕξετε τὰ θεῷ ἀρέσκοντα μετερχόμενοι. ἔστι δὲ τὰ ἀρέσκοντα τῷ θεῷ τὸ αὐτῷ τε προσεύχεσθαι, καὶ τραπέζης δαιμονίων ἀπέχεσθαι, μὴ ψαύειν αἵματος, ἐκ παντὸς μιάσματος ἀσπίλους ἑαυτοὺς συντηρεῖν, ἐν πολλοῖς σώμασι μιᾷ γνώμῃ στοιχοῦντας ὅπερ ἕκαστος ἑαυτῷ θέλει, τοῦτο καὶ περὶ τοῦ πλησίον φρονεῖν. φησὶ γάρ· οὐ θέλεις φονευθῆναι; σὺ ἕτερον μὴ φονεύσῃς· οὐ θέλεις τὴν σὴν ὑφ’ ἑτέρου μοιχευθῆναι γυναῖκα; τὴν ἑτέρου μὴ μοίχευε γαμετήν· οὐ θέλεις τι τῶν σῶν ὅλως κλαπῆναι; ἑτέρου μὴ κλέπτε μηδέν. καὶ οὕτως ἀφ’ ὑμῶν αὐτῶν τὸ εὔλογον συννοοῦντές τε καὶ μετιόντες θεῷ προσφιλεῖς ἔσεσθε καὶ τῆς ἰάσεως ἐπιτεύξεσθε.
- 55.1
Τοιαῦτα ὑπὸ τοῦ Πέτρου ἐν ὀλίγαις ἡμέραις κατηχηθέντες, εἶτα καὶ θεραπείας ἀξιωθέντες τῷ ἱερῷ προσῆλθον βαπτίσματι. ταῦτα καὶ Σιδώνιοι μαθόντες ἱκέτας πρὸς τὸν Πέτρον ἀπέστελλον, μετάκλητον ποιοῦντες πρὸς αὐτοὺς, ἅτε δὴ διὰ τὰς νόσους ἀδυνάτως αὐτοὶ ἔχοντες πρὸς ἐκεῖνον φοιτᾶν. ὁ Πέτρος τοίνυν ἡμέρας ὀλίγας ἐνδιατρίψας τῇ Τύρῳ καὶ παντοδαπῶν αὐτοὺς ἀπαλλάξας παθῶν ἐκκλησίαν τε συστησάμενος καὶ ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἐπίσκοπον αὐτοῖς καταστήσας ὥρμησεν εἰς Σιδῶνα. Σίμων δὲ πάλιν ὁ μάγος ἥκοντα ἤδη τὸν Πέτρον μεμαθηκὼς, φεύγειν ἠγάπα, καὶ πρὸς Βηρυτὸν ἐχώρει μετὰ Ἀππίωνος καὶ τῶν ἑταίρων αὐτοῦ.
- 56.1
Τοῦ δὲ Πέτρου εἰσιόντος εἰς τὴν Σιδῶνα πολλοὺς ἐπὶ κλινῶν φέροντες εἰς ὄψιν ἐτίθεσαν. ὁ δὲ Πέτρος πρὸς αὐτοὺς μή με νομίσητε, ἔφη, δύνασθαί τι πρὸς ὑμετέραν ἴασιν, ἄνθρωπον ὄντα θνητὸν καὶ αὐτὸν καὶ πολλοῖς πάθεσιν ὑποκείμενον· ὑφηγήσασθαι δὲ ὑμῖν τὸν τρόπον, δἰ οὑ σωθῆναι δυνατοὶ ἔσεσθε, οὐ φθονῶ, ὡς ἂν καὶ αὐτὸς ὑπὸ Χριστοῦ διδαχθεὶς καὶ μαθητὴς ἐκείνου τοῦ ἀγαθοῦ γενόμενος. τοιαῦτα καὶ ἐν Σιδῶνι τοῦ Πέτρου παραινοῦντος τοῖς συνιοῦσιν, ἐν ὀλίγαις ἡμέραις πολλῶν κἀκεῖ μετανοίᾳ χρησαμένων καὶ πιστευσάντων; εἶτα καὶ θεραπείας ἀξιωθέντων ἐκκλησίαν συνέστησε. καὶ τῶν συνεπομένων αὐτῷ πρεσβυτέρων τινὰ καταστήσας ἐπίσκοπον ἔξεισι τῆς Σιδῶνος.
- 57.1
Ὡς δὲ εὐθὺς ἐπέβη τῆς Βηρυτοῦ σεισμὸς ἐγένετο· καὶ οἱ ὄχλοι προσιόντες τῷ Πέτρῳ βοηθεῖν ἐδέοντο. πεφοβήμεθα γὰρ, ἔλεγον, μὴ καὶ παντελῶς ἀπολώμεθα. τότε καὶ ὁ Σίμων τολμήσας Ἀππίωνι ἅμα καὶ Ἀννουβίωνι, Ἀθηνοδώρῳ τε καὶ ὅσοι ἕτεροι ἦσαν αὐτῷ προσηταιρισμένοι δημοσίᾳ τοῖς ὄχλοις ἐβόα τὸν Πέτρον ὑποδεικνύς· φεύγετε τοῦτον, ὦ ἄνδρες, πάσῃ σπουδῇ, φεύγετε· μάγος ἐστὶ λέγων, πιστεύσατε, καὶ τὸν σεισμὸν αὐτὸς οὗτος ἐν ὑμῖν εἰργάσατο καὶ τὰς νόσους ἐκίνησεν, ἵνα ὑμᾶς καταπλήξῃ καὶ θεὸς ἄντικρυς παρ’ ὑμῖν νομισθῇ. ἡσυχίαν δὲ τοῦ λαοῦ παρασχόντος ὁ Πέτρος βραχὺ ὑπομειδιάσας μετὰ πολλῆς μάλα τῆς παῤῥησίας ἄνδρες, ἔφη, ἅπερ οὗτοι λέγουσι θεοῦ θέλοντος ποιεῖν δυνατὸς εἶναι ὁμολογῶ· πρὸς δὲ τούτοις ἕτοιμός εἰμι, ἐὰν μὴ πείθησθέ μοι, περὶ ὧν λέγω, τὴν πᾶσαν ὑμῶν ἐκ βάθρων αὐτῶν ἀναστρέψαι πόλιν.
- 58.1
Τῶν δὲ ὄχλων ὑποπληξάντων, εἶτα προθύμως ἐπαγγελλομένων τὰ ὑπ’ αὐτοῦ κελευόμενα πράττειν ὁ Πέτρος μηδεὶς ὑμῶν, ἔφη, τὸ ἑξῆς ὁμιλείτω μάγοις, μηδ’ ὅλως εἰς λόγους αὐτοῖς ἐρχέσθω. οἱ δὲ ὄχλοι ἐπεὶ ταῦτα ἤκουσαν, τοῖς περὶ τὸν Σίμωνα εὐθὺς ἐπετίθεντο, καὶ πάντας ἐν ὀλίγῳ τραυματίας ποιήσαντες οὐκ ἀνῆκαν αὐτοὺς παίοντες, ἕως παντελῶς τῆς πόλεως ἐξεδίωξαν. ἔπειτα προσιόντες ὅσοι νόσοις αὐτῶν καὶ δαίμοσι προσεπάλαιον, πρὸ τῶν αὐτοῦ ποδῶν ἔκειντο. ὁ δὲ εἰς οὐρανὸν ἄρας τὰς χεῖρας καὶ τῷ θεῷ προσευξάμενος ἰάσατο πάντας ἐκ μόνης εὐχῆς. οὐκ ὀλίγας δέ τινας ἡμέρας παραμείνας τοῖς Βηρυτίοις καὶ πολλοὺς τῇ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα πίστει καταρτίσας τε καὶ βαπτίσας ἀπὸ τῶν ἑπομένων αὐτῷ πρεσβυτέρων ἕνα ἐπίσκοπον αὐτοῖς καταστήσας εἰς τὴν Βύβλον ἐξῄει.
- 59.1
Καὶ γενόμενος ἐκεῖ καὶ μαθὼν, ὅτι Σίμων εἰς Τρίπολιν ὥρμησεν, αὐτὸς βραχὺ παραμείνας αὐτοῖς καὶ θεραπεύσας τῶν ἐν Βύβλῳ· πολλοὺς καὶ τὴν εὐσέβειαν αὐτοὺς ἐκδιδάξας κατ’ ἴχνος τοῦ Σίμωνος εἰς Τρίπολιν ἐπορεύετο, μεταδιώκειν αὐτὸν μᾶλλον, οὐχ ὑποφεύγειν προῃρημένος. εἰς δὲ τὴν Τρίπολιν εἰσιόντι τῷ Πέτρῳ τῶν φιλομαθεστέρων πολλοὶ συνῆλθον ἔκ τε τῆς Τύρου καὶ Σιδῶνος καὶ Βηρυτοῦ καὶ Βύβλου· οὐχ ἥκιστα δὲ καὶ τῶν ἀπ’ αὐτῆς τῆς πόλεως ὄχλων πλείους συνέῤῥεον ἱστορῆσαι Πέτρον βουλόμενοι. ἔνιοι δὲ τῶν ἀδελφῶν, οἳ καὶ ἦσαν ὑπ’ ἐκείνου προεκπεμφθέντες, διηγοῦντο ἡμῖν τά τε κατὰ τὴν πόλιν, καὶ τὰ πραττόμενα παρὰ Σίμωνος ἀκριβῶς, ἀποδεξάμενοί τε ἡμᾶς ἐπὶ τὴν Μαροώνου ἦγον οἰκίαν.
- 60.1
Ὁ δὲ Πέτρος ἐπ’ αὐτῷ ἤδη τῷ τῆς ξενίας πυλῶνι γεγονὼς, ἐπιστραφεὶς τοῖς ὄχλοις ὑπέσχετο, αὔριον περὶ θεοσεβείας διαλεχθῆναι. ἐπεὶ δὲ καὶ εἰσῆλθε, μὴ μεταλαβεῖν πρότερον ἔφη τροφῆς, πρὶν ἢ τοὺς συνεληλυθότας διαναπαύσει. ἀποκριναμένων δὲ ἡμῶν, ὅτι σπουδῇ πάντας αὐτοὺς διαναπαύσομεν, ὁ Πέτρος ἀκούσας καὶ εὐλογήσας ἡμᾶς ἐξῆλθε· καὶ λουσάμενος ἐν τῇ θαλάσσῃ καὶ εἰσελθὼν, εἶτα καὶ σιτίων μεταλαβὼν ἑσπέρας καταλαβούσης ὕπνωσεν.
- 61.1
Ἄρτι δὲ περὶ τὰς δευτεραίας τῶν ἀλεκτρυόνων ᾠδὰς ἀναστὰς καὶ εὑρὼν ἡμᾶς ἤδη ἐγρηγορότας, οἳ καὶ ἦμεν σὺν αὐτῷ πάντες ἑκκαίδεκα, αὐτός φημι Πέτρος, κἀγὼ Κλήμης, Νικήτης τε καὶ Ἀκύλας, καὶ οἱ προοδεύσαντες δώδεκα, μετὰ τὸ προσαγορεῦσαι πάντας εἰσῄει τις τῶν συνήθων ἀπαγγέλλων αὐτῷ, ὅτι Σίμων ὁ μάγος μαθών σε τῇ Τριπόλει ἐπιδημήσαντα τὴν ἐπὶ Συρίαν αὐτὸς ᾤχετο. τὰ δὲ πλήθη τὴν μίαν ταύτην νύκτα ἐνιαυτοῦ περίοδον ἡγησάμενοι, τὴν δοθεῖσαν ὑπὸ σοῦ προθεσμίαν οὐ δυνάμενοι ἀναμένειν πρὸ τῶν θυρῶν ἑστήκασι κατὰ συστάσεις καὶ συλλόγους ἀλλήλοις, περὶ τῆς τοῦ Σίμωνος μοχθηρίας διομιλοῦντες. ὅτι μετεωρίσας αὐτοὺς καὶ ὑποσχόμενος ἐπὶ πολλοῖς σε κακοῖς ἐλθόντα ἐλέγξειν, ἐπιδημήσαντα γνοὺς νύκτωρ διέφυγε· πλὴν ἐπιθυμοῦσιν αὐτοὶ ἀκοῦσαί σου.
- 62.1
Καὶ ὁ Πέτρος θαυμάσας τῶν ὄχλων τὴν σπουδὴν ἀπεκρίνατο· ὁρᾶτε, ἀδελφοὶ, πῶς οἱ τοῦ κυρίου ἡμῶν λόγοι ἐμφανῶς τελειοῦνται; μέμνημαι γὰρ αὐτοῦ εἰρηκότος, ὅτι πολλοὶ ἐλεύσονται ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βοῤῥᾶ καὶ θαλάσσης· καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ. ἀλλὰ καὶ πολλοὶ, φησὶ, κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί. τὸ μὲν οὖν ἐλθεῖν οὐκ αὐτῶν ἐστιν ἴδιον, ἀλλὰ τοῦ κεκληκότος θεοῦ· ἐὰν δὲ μετὰ τὸ κληθῆναι τὰ ἀγαθὰ πράξωσι, τοῦτο αὐτῶν ἴδιον, καὶ τῆς προσηκούσης τεύξονται μισθαποδοσίας. ταῦτα εἶπε, καὶ τὸν πολὺν ὄχλον ἰδὼν πρᾴως καθάπερ ἥσυχόν τι ῥεῦμα ποταμοῦ ἐπιῤῥέοντα ἔφη τῷ Μαροώνῃ· ποῦ σοι τόπος ἐστὶν ἐνταῦθα τοὺς ὄχλους χωρεῖν δυνάμενος; τοῦ δὲ Μαροώνου εἰς τὸν κεκηπευμένον τόπον καὶ ὕπαιθρον αὐτὸν ἄγοντος εἵποντο καὶ οἱ ὄχλοι.
- 63.1
Καὶ ὁ Πέτρος ἐπί τινος βάσεως ἀνδριάντος οὐ πάνυ μετεώρου στὰς, ἅμα τῷ τὸν ὄχλον θεοσεβεῖ ἔθει προσαγορεῦσαι, ἰδὼν πολλοὺς τῶν παρεστώτων ὑπὸ δαιμόνων τε καὶ πολλῶν παθῶν ἐκ πολλῶν χρόνων ἐνοχλουμένους βρύχοντάς τε μετ’ οἰμωγῆς καὶ πίπτοντας μετὰ ἱκεσίας, ἐπιτιμήσας αὐτοῖς καὶ ἡσυχίαν ἔχειν ἐπιτάξας καὶ τὴν ἴασιν μετὰ τὸ διαλεχθῆναι καθυποσχόμενος τοῦ λέγειν ἤρξατο οὕτως·
- 64.1
Ὁ μόνος ἀγαθὸς θεὸς τὰ πάντα καλῶς πεποιηκὼς ἐπὶ σωτηρίᾳ τοῦ γένους τῶν ἀνθρώπων ἐξαπέστειλε τὸν μονογενῆ αὑτοῦ υἱὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, τὰ ἐκείνῳ δοκοῦντα ἐκφάναι καὶ νόμον αἰώνιον δοῦναι, ἵνα φυλάσσοντες αὐτὸν διὰ παντὸς καὶ βαπτισθέντες εἰς ἄφεσιν ἁμαρτιῶν τῆς αἰωνίου ζωῆς καταξιωθῶμεν. σπουδάσατε δὲ πρότερον ἐκδύσασθαι τὸ ῥυπαρὸν ὑμῶν ἔνδυμα τῆς ἀπιστίας, ὅπερ οὐκ ἄλλως ἀποδύσασθαι δύνασθε, εἰ μὴ πρότερον ἐπὶ καλαῖς πράξεσι βαπτισθῆτε, καὶ οὕτω καθαροὶ σώματί τε καὶ ψυχῇ γενόμενοι τῆς ἐσομένης ἀϊδίου βασιλείας ἀπολαύσετε. μήτε οὖν εἰδώλοις πιστεύετε, μήτε τραπέζης αὐτῶν κοινωνεῖτε· μὴ φονεύετε, μὴ μοιχεύετε, μὴ μισεῖτε ἀλλήλους, μηδὲ κλέπτετε, μηδὲ κακαῖς τισὶ πράξεσιν ὅλως ἐπιχειρεῖτε.
- 65.1
Ταῦτα εἰπόντος αὐτοῦ καὶ ἀπὸ τῶν γραφῶν πολλὰ παραινέσαντος οἱ πάντες παρέμειναν, οἱ μὲν τοῦ θεραπευθῆναι χάριν, οἱ δὲ τοῦ ἱστορῆσαι τοὺς τῆς θεραπείας ἐπιτυχόντας. ὁ δὲ Πέτρος τὰς χεῖρας αὐτοῖς ἐπιθεὶς μόνον καὶ προσευξάμενος τὴν ἀπαλλαγὴν ἑκάστῳ τοῦ πάθους παρέσχετο, ὡς τοὺς μὲν παραχρῆμα θεραπευθέντας γενέσθαι περιχαρεῖς, τοὺς δὲ ἱστορήσαντας ὑπερθαυμάσαι τε καὶ δόξαν ὑπὲρ τούτου προσενεγκεῖν τῷ θεῷ. βεβαίως οὖν πιστεύσαντες ἅμα τοῖς θεραπευθεῖσιν ἐπὶ τὰ ἑαυτῶν ἀπῄεσαν τοῦτο λαβόντες ἐντολὴν, ὥστε πρωϊαίτερον συνελθεῖν.
- 66.1
Τῇ οὖν ἐπιούσῃ ὁ Πέτρος ἅμα τοῖς συνοῦσιν ἑταίροις ἐξιὼν καὶ ἐπὶ τὸν τόπον πάλιν ἐλθὼν ὁ θεὸς, ἔλεγε πρὸς αὐτοὺς, πάντα δύναται. ἐκεῖνος γάρ ἐστιν ἀγαθὸς καὶ δίκαιος καὶ νῦν ἐπὶ πᾶσι μακροθυμῶν, ἵνα οἱ βουλόμενοι ἐφ’ οἷς ἔπραξαν κακοῖς μεταμεληθέντες καὶ κατὰ τὸ ἀρέσκον αὐτῷ βιώσαντες, ἐν ἡμέρᾳ ᾗ τὰ πάντα κρίνεται, τῶν κατ’ ἀξίαν ἕκαστος ἀπολαύσῃ. διὸ νῦν ἄρξασθε γνώσεως ἀγαθῆς θεῷ πειθόμενοι ἀντιλέγειν ταῖς ἑαυτῶν ἀτόποις ἐπιθυμίαις, ἵνα δυνηθῆτε ἀνακαλέσασθαι τὴν πρώτην τῇ ἀνθρωπότητι νεμηθεῖσαν χάριν. οὕτω γὰρ ὑμῖν ἐξαυτῆς ἀνατελεῖ τὰ ἀγαθά· καὶ τῷ δεδωκότι εὐχαριστήσετε εἰς ἀεὶ τῶν ἀποῤῥήτων ἀπολαύοντες ἀγαθῶν, ἀπολουσάμενοι τῇ μακαρίᾳ τῆς τριάδος ἐπικλήσει πρότερον, εἴ τις κηλὶς, εἴ τις σπῖλος ταῖς ὑμετέραις ἐπιπολάζει ψυχαῖς. οὕτω γὰρ οὐ μόνον τὰ ἐνδομυχοῦντα πνεύματα ὑμῖν ἀποδιῶξαι δυνήσεσθε, ἀλλὰ καὶ τὰ ἑτέροις ἐνοχλοῦντα δαιμόνια σὺν τοῖς ἄλλοις πάθεσιν ἀπελάσετε. ταῦτα εἰπὼν τοῖς ὑπό τινων παθῶν ὀχλουμένοις ἐκέλευσεν αὐτῷ προσιέναι, καὶ χεῖρας αὐτοῖς ἐπιθεὶς καὶ ἐξαυτῆς ἰασάμενος ἐνετείλατο ὀρθριαίτερον συνελθεῖν.
- 67.1
Τῇ δὲ τρίτῃ ἡμέρᾳ περὶ ὄρθρον ἀναστὰς ὁ Πέτρος καὶ προσευξάμενος ἐκαθέσθη. ἡμᾶς δὲ περικαθεζομένους καὶ εἰς αὐτὸν ἀτενίζοντας, ὥσπερ ἀκοῦσαί τι βουλομένους, συνεὶς ἔφη· πρὸ πάντων, ὦ φίλοι, ὁ θεὸν σέβειν αἱρούμενος εἰδέναι ὀφείλει, ὅτι ἐν τρισὶν ὑποστάσεσιν οὗτος γνωρίζεται. ἔστι δὲ τὸ ἴδιον αὐτοῦ καὶ ἐξαίρετον, τὸ πάντων κτισμάτων εἶναι δημιουργὸς, πάντα περιέχων, πάντα τε περιορίζων, ὡς ὑπὲρ πάντα ὢν καὶ πάντα δημιουργήσας. ταῦτα εἰπὼν καὶ πολλὰ περὶ θεοσεβείας διδάξας ἐκέλευσε τοὺς δαιμονῶντας καὶ νόσοις τισὶ κατειλημμένους αὐτῷ προσφέρεσθαι. προσενεχθεῖσι δὲ τὰς χεῖρας ἐπιθεὶς καὶ προσευξάμενος ἀπέλυσεν ὑγιαίνοντας.
- 68.1
Τῇ δὲ ἐπιούσῃ πάλιν ἡμέρᾳ διαναστὰς καὶ προσευξάμενος, εἶτα καὶ σὺν ἡμῖν κἀθεσθεὶς λέγειν ἤρξατο οὕτως· τὸν μέλλοντα προσιέναι τῷ θεῷ χρὴ νήφειν, χρὴ σωφρονεῖν, ὀργῆς κρατεῖν, ἀλλότρια μὴ νοσφίζεσθαι, δικαίως βιοῦν, ἐπιεικῶς, εὐσταθῶς, πρᾴως, κολάζειν ἑαυτὸν μᾶλλον ἐν ταῖς ἐνδείαις, ἢ μὴ ἔχοντα ἑτέρου ἀφελόμενον κορεσθῆναι, καθαρὸν εἶναι τῇ καρδίᾳ καὶ ἁγνὸν τῷ σώματι, καὶ μὴ ὁμοιοῦσθαι τοῖς φαρισαίοις, πρὸς οὓς ὁ κύριος καὶ θεὸς ἡμῶν Ἰησοῦς Χριστὸς ἔφησεν· οὐαὶ ὑμῖν, γραμματεῖς καὶ φαρισαῖοι ὑποκριταὶ, ὅτι καθαρίζετε τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔξωθεν, ἔσωθεν δὲ γέμει ῥύπου. φαρισαῖε τυφλὲ, καθάρισον πρῶτον τοῦ ποτηρίου καὶ τῆς παροψίδος τὸ ἔσωθεν, ἵνα γένηται καὶ τὸ ἔξω αὐτοῦ καθαρόν. ἀληθῶς γὰρ ὁ καθάρας τὸ ἔσω, καὶ τὸ ἔξω καθάραι δύναται· ὁ δὲ τὰ ἔξω καθαίρων, πρὸς ἀνθρώπων ἔπαινον ἀφορῶν τοῦτο ποιεῖ, παρὰ δὲ τῷ θεῷ μισθὸν οὐκ ἔχει.
- 69.1
Ταῦτα εἰπὼν καὶ ἕτερα πλείονα περὶ ἁγνισμοῦ, τῶν τριῶν ἤδη μηνῶν πληρωθέντων, ὧν νηστεῦσαί με ἐκέλευσεν, ἀγαγών με εἰς τὰς ἐν τῇ θαλάσσῃ πλησίον οὔσας πηγὰς, ὡς εἰς ἀένναον ἐβάπτισεν ὕδωρ εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἀγίου πνεύματος· καὶ λαβὼν ἄρτον καὶ εὐλογήσας καὶ κλάσας μετέδωκεν ἡμῖν τῶν ἀχράντων καὶ ζωοποιῶν μυστηρίων. καὶ οὕτως εὐωχηθέντες οἱ ἀδελφοὶ ἡμῶν ἐπὶ τῇ θεοδωρήτῳ μου ἀναγεννήσει δόξαν καὶ εὐχαριστίαν ἀποδεδώκαμεν τῷ θεῷ. πολλοῦ τε ὄχλου συναθροισθέντος, νόσους, πάθη, δαίμονας ἀπελάσας ὁ Πέτρος καὶ βαπτίσας πολλοὺς Μαροώνην, τὸν ἀποδεξάμενον αὐτὸν ἤδη λοιπὸν τέλειον ὄντα, ἐπίσκοπον καταστήσας καὶ πρεσβυτέρους δώδεκα ὁρίσας καὶ διακόνους δείξας ὑπέρ τε τοῦ κοινοῦ καὶ συμφέροντος καὶ περὶ τῆς κατὰ τὴν ἐκκλησίαν τάξεώς τε καὶ ἁρμονίας συλλαλήσας τῷ ἐπισκόπῳ τοῖς ἐν Τριπόλει τῆς Φοινίκης ἀποταξάμενος τὴν ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ὁδὸν ἐπορεύετο.
- 70.1
Ἐκβάντες δὲ τὴν Τρίπολιν τῆς Φοινίκης, ὡς ἐπὶ Ἀντιόχειαν τῆς Συρίας ἐλθεῖν, αὐτῆς ἡμέρας ἐν Ὀρθωσίᾳ ἐμείναμεν· καὶ διὰ τὸ πλησίον εἶναι ἧς ἐξήλθομεν πόλεως, πάντων σχεδὸν προακηκοότων τὰ τοῦ κηρύγματος, μιᾶς ἡμέρας ἐκεῖ μείναντες ἀπήραμεν εἰς Ἀντάραδον. πολλῶν δὲ τῶν συνοδοιπορούντων ἡμῖν ὄντων ὁ Πέτρος Νικήτῃ καὶ Ἀκύλᾳ προσωμίλει λέγων· ἐπειδὴ ὁ πολὺς ὄχλος τῶν συνοδοιπορούντων οὐ μικρὸν φθόνον εἰσιοῦσι κατὰ πόλιν ἡμῖν ἐπισπᾶται, ἀναγκαίως ἐσκεψάμην φροντίσαι, ὅπως μήτε οὗτοι λυπηθῶσι κωλυθέντες συνεῖναι ἡμῖν, μήτε ἡμεῖς περίβλεπτοι γενόμενοι, φθόνου τοῖς ἄλλοις καταστῶμεν αἴτιοι. τούτου ἕνεκα βούλομαί σε τὸν Νικήτην ἅμα τῷ Ἀκύλᾳ προοδεύειν μου κατὰ συστήματα δύο σποράδην.
- 71.1
Ταῦτα τοῦ Πέτρου εἰπόντος ἀπεκρίναντο Νικήτης τε καὶ Ἀκύλας· οὐ πάνυ ἡμᾶς κύριε λυπεῖ τοῦτο πράττειν διὰ τὸ ὑπὸ σοῦ προστετάχθαι· πρῶτον μὲν, ὅτι πάντα καλῶς νοεῖν τε καὶ συμβουλεύειν ἄξιος ὢν ὑπὸ τῆς τοῦ θεοῦ προνοίας ἐξελέγης· ἔπειτα δὲ, ὅτι ὡς ἐπιπολὺ ἡμερῶν δύο ἀνάγκη τοῦτο πράττειν ἡμᾶς ἀπολιμπανομένους σου· καὶ αὗται δὲ πολλαὶ πρὸς τὸ μή σε τὸν κύριον ἡμῶν καθορᾶν· πλὴν ὡς κελεύεις διὰ τὸ συμφέρον οὐκ ἀντιλέγομεν. ταῦτα εἰπόντες προῆγον.
- 72.1
Πορευθέντων οὖν αὐτῶν ἐγὼ Κλήμης ἔχαιρον, ὅτι σὺν αὐτῷ με ἐκέλευσεν εἶναι. ἀμέλει καὶ πρὸς αὐτὸν εἶπον· εὐχαριστῶ τῷ θεῷ, ὅτι με οὐκ ἐξαπέστειλας ὡς τοὺς ἑταίρους, ἐπεὶ ὀδυνώμενος ἂν διεπεφωνήκειν. ὁ δὲ ἔφη· τί δαὶ, εἰ καὶ χρεία τις ἔσται πεμφθῆναί σέ που, σὺ διὰ τὸ πρὸς ὀλίγον ἀπολιμπάνεσθαί μου συμφερόντως, διὰ τοῦτο τεθνήξῃ; οὐχὶ δὲ προσομιλήσας σεαυτῷ, φέρειν τὰ διὰ τὴν ἀνάγκην σοι προσταττόμενα, εὐθύμως ὑποίσεις; ἢ οὐκ οἶδας, ὅτι σύνεισιν οἱ φίλοι ταῖς μνήμαις, κἂν τοῖς σώμασιν ἐκείνων ἀπολιμπάνωνται, ὡς ἔνιοι συνόντες τοῖς σώμασι, μακρὰν ἀφεστήκασι ταῖς ψυχαῖς;
- 73.1
Κἀγὼ ἀπεκρινάμην· ἀλλὰ μή με νομίσῃς κύριε, ὅτι τὰ λύπης πάσχειν ἔμελλον ἀνοήτως, ἀλλὰ καὶ πάνυ ὀρθῶς ἔχοντι λογισμῷ. ἐπεὶ γάρ σε ἀντὶ πάντων εἱλόμην, πατρός τε καὶ μητρὸς, ἀδελφῶν ἅμα καὶ συγγενῶν, αἴτιόν μοι γενόμενον διὰ τὸν θεὸν τῆς σωζούσης ἀληθείας, οὕτω καὶ ἡς ἔμελλον ἐκ πάντων ἀπολαύειν παραμυθίας, διά σου μόνου καρποῦμαι. δέδοικα γὰρ ὅλως ἀπολειφθῆναί σου, μή ποτε διὰ τὴν ἐκ τῆς ἡλικίας ἀκμὴν ἥττων ἐπιθυμίας γένωμαι. καὶ διὰ τοῦτο οὕτως ἐνστάσεως ἔχω, ὡς ἀποστῆναί σου ἀδύνατον εἶναι, εἰ μὴ κατά τινα χόλον θεοῦ τοῦτο γένηται. καὶ γὰρ μέμνημαί σου ἐν Καισαρείᾳ εἰπόντος· εἴ τίς μοι βούλεται συνοδεῦσαι, εὐσεβῶς καὶ συνοδευέτω. εὐσεβῶς δὲ ἔφης τὸ μηδένα λυπῆσαι κατὰ θεὸν, οἷον ἀπολιπόντα γονεῖς, γυναῖκα, πρὸς δὲ καὶ ἑτέρους τινὰς τῶν εὐσεβεῖν ἑλομένων. ὅθεν ἐγὼ κατὰ πάντα ἐπιτήδειός εἰμί σοι συνοδοιπόρος, ᾧ καὶ τὰ μέγιστα χαρίζῃ, εἰ μοι τὰς τῶν δούλων ὑπηρεσίας ἐπιτρέποις ποιεῖν.
- 74.1
Καὶ ὁ Πέτρος ἀκούσας μετά τινός φησι μειδιάματος· τί οὖν οἴει, Κλήμη, μὴ ὑπ’ αὐτῆς ἀνάγκης εἰς δούλων σε ταγῆναι τὀπον; ἐπεὶ τίς τὰς καλάς μοι καὶ πολλὰς σινδόνας μετὰ τῶν ἑπομένων δακτυλίων καὶ τῶν ὑποδημάτων φυλάξει; τίς δὲ καὶ τὰ ἡδέα καὶ πολυτελῆ ὄψα προετομάσει, ἅ τινα ποικίλα ὄντα πολλῶν καὶ τεχνικῶν δεῖται μαγείρων, καὶ πάντα ἐκεῖνα, ὅσα ὡς θηρίῳ μεγάλῳ, τῇ ἐπιθυμίᾳ προευτρεπίζεται; πλὴν ἡ τοιαύτη σε προαίρεσις ὑπεισῆλθεν, ἴσως μὴ συνιέντα καὶ τὸν ἐμὸν ἀγνοοῦντα βίον, ὅτι ἄρτῳ μόνῳ καὶ ἐλαίαις χρώμαι καὶ σπανίως λαχάνοις· καὶ ὅτι ἱμάτιόν μοι καὶ τριβώνιον ἕν ἐστι τούτο αὐτὸ, ὃ περιβέβλημαι, καὶ ἑτέρου χρείαν οὐκ ἔχω, οὐδὲ ἄλλων τινῶν. ἐν γὰρ τούτοις καὶ περισσεύομαι. ὁ νοῦς γάρ μου τὰ ἐκεῖ πάντα ὁρῶν αἰώνια ἀγαθὰ, τῶν ἐνταῦθα οὐδενὸς ἐπιστρέφεται. ὅμως σοῦ μὲν τὴν ἀγαθὴν προαίρεσιν ἀποδέχομαι καὶ θαυμάζων ἐπαινῶ, πῶς ἀνὴρ ἐκ πολυτελῶν ἐθῶν ὑπάρχων ῥαδίως τοῖς ἀναγκαίοις τὸν σεαυτοῦ ὑπήλλαξας βίον. ἡμεῖς γὰρ ἐκ παίδων ἐγώ τε καὶ Ἀνδρέας ὁ σύναιμος οὐ μόνον ἐν ὀρφανίᾳ τραφέντες, ἀλλὰ καὶ ὑπὸ πενίας εἷς ἐργασίαν ἐθισθέντες εὐμαρῶς φέρομεν νῦν τὰς μακρὰς ταύτας ὁδοιπορίας. ὅθεν εἰ ἐπείθου μοι, ἐμοὶ ἂν συγκεχωρήκεις τὰ δούλων ἀποπληροῦν σοι.
- 75.1
Ἐγὼ δὲ ἀκούσας σύντρομος ἐγενόμην καὶ ἐπίδακρυς, οἷον λόγον εἶπεν ἀνὴρ, οὑ πάντες οἱ τῆς νῦν γενεᾶς ἄνθρωποι τῷ τῆς γνώσεως καὶ εὐσεβείας λόγῳ ἥττους εἰσίν. ὁ δὲ ἰδών με σύνδακρυν ἐπυνθάνετο τὴν αἰτίαν. κἀγὼ πρὸς αὐτὸν καὶ τί τοιοῦτον ἥμαρτον, φημὶ, ἵνα καὶ τοιοῦτον ἀκοῦσαί με λόγον; Καὶ ὁ Πέτρος εὐθὺς εἰ κακῶς εἴρηκα δουλεῦσαί σοι προελόμενος, σὺ πρῶτος ἥμαρτες, πρῶτος τοῦτο καὶ ποιῆσαι προθυμηθείς. κἀγὼ ἔφην· οὐχ ὁμοίως ἔχει· ἐμοὶ μὲν γὰρ καὶ λίαν προσήκει τοῦτο ποιεῖν, σοὶ δὲ οὐδαμῶς, ἄτε θεοῦ κήρυκι ὄντι καὶ ψυχὰς ἀνθρώπων ποιμαίνειν πεπιστευμένῳ. καὶ ὁ Πέτρος ὁ κύριος ἡμῶν, εἶπεν, ὁ ἐπὶ σωτηρίᾳ παντὸς τοῦ κόσμου ἐληλυθὼς, μόνος τε ὑπὲρ πάντας τὴν ἀληθῇ καὶ μόνην εὐγένειαν ἔχων, δουλεύειν ἠνέσχετο, ἵν’ ἡμᾶς πείσῃ, μὴ δι’ αἰσχύνης ποιεῖσθαι τὸ δουλικὰς προσφέρειν τοῖς πλησίον ὑπηρεσίας, κἂν εὐγενεῖς ὦμεν, κἂν πλεῖστον αὐτῶν διαφέρωμεν. κἀγὼ ἔφην· εἰ λόγῳ σε νικήσειν οἴομαι, ἄφρων εἰμὶ κατὰ τὸ φανερὸν καὶ ἀνόητος πλὴν ἀλλὰ χάριν οἶδα τῇ τοῦ θεοῦ προνοίᾳ, ὅτι περ εἰς γονέων μοῖραν ἔχειν σε κατηξίωμαι.
- 76.1
Καὶ ὁ Πέτρος οὐδεὶς δέ σοι ἀληθῶς, ἔφη, πρὸς γένους ὑπάρχει; κἀγὼ ἀπεκρινάμην· εἰσὶ μὲν πολλοὶ καὶ μεγάλοι ἄνδρες Καίσαρι προσήκοντες κατὰ γένος. ὅθεν τῷ ἐμῷ πατρὶ ὡς καὶ συντρόφῳ Καῖσαρ γυναῖκα συγγενῆ συνηρμόσατο, ἀφ’ ἧς τρεῖς ἐγενόμεθα υἱοί· δύο μὲν πρὸ ἐμοῦ οἵ καὶ δίδυμοι ὄντες κομιδῆ ὅμοιοι ἀλλήλοις ἐτύγχανον, ὡς ὁ πατὴρ ἐξηγεῖτό μοι. ἐγὼ γὰρ οὔτε αὐτοὺς, οὔτε τὴν τεκοῦσαν πάνυ ἐπίσταμαι, ἀλλ’ ὥσπερ δι’ ὀνείρων ἀμυδρὸν αὐτῶν καὶ τὸ εἶδος ἀναφέρω. ἡ μὲν οὖν μήτηρ μου Ματθιδία ἐλέγετο, ὁ δὲ πατὴρ Φαῦστος, οἱ δὲ ἀδελφοὶ ὁ μὲν Φαυστῖνος, ὁ δὲ Φαυστινιανὸς ἐκαλεῖτο. ἐμοῦ οὖν τοῦ τρίτου ἐπιγεννηθέντος αὐτοῖς, ἡ μήτηρ ὄνειρον ἑωράκει, ὡς ὁ πατὴρ ὑφηγεῖτο, ὅτι ἐὰν μὴ τοὺς διδύμους αὐτῆς υἱοὺς ἐξαυτῆς παραλαβοῦσα τῆς Ῥωμαίων ἀποδημήσῃ πόλεως ἐπὶ ἔτη δέκα, πανωλεθρίῳ σὺν αὐτοῖς ἀποθανεῖται θανάτῳ.
- 77.1
Ὁ μὲν οὖν πατὴρ φιλότεκνος ὢν, σύν τε δούλοις καὶ δούλαις ἐφοδιάσας ἱκανῶς καὶ εἰς πλοῖον ἐνθέμενος εἰς τὰς Ἀθήνας ἅμα παιδευθησομένους ἐξέπεμψεν· ἐμὲ δὲ μόνον εἰς παραμυθίαν ἔσχε παρ’ ἑαυτῷ. καὶ ἐπὶ τούτῳ εὐχαριστῶ πολλὰ, ὅτι κἀμὲ ὁ ὄνειρος μὴ ἐκεκελεύκει ἅμα τῇ μητρὶ τὴν Ῥωμαίων ἐκβῆναι πόλιν. τοῦ ἐνιαυτοῦ τοίνυν ἐκείνου περιελθόντος ὁ πατὴρ ἔπεμψεν εἰς Ἀθήνας χρήματα τοῖς ἑαυτοῦ μαθεῖν ἅμα γλιχόμενος, πῶς ἄρα διάγουσιν. οἱ δὲ ἀπελθόντες οὐκ ἐπανῆλθον. τρίτῳ δὲ πάλιν ἐνιαυτῷ ὁ πατὴρ ἀθυμῶν ἑτέρους ἔπεμψεν ὁμοίως σὺν ἐφοδίοις· οἵ τινες τετάρτῳ ἐνιαυτῷ ἧκον ἀπαγγέλλοντες, μήτε μου τὴν τεκοῦσαν ἢ τοὺς ἀδελφοὺς ὅλως ἑωρακέναι, μηδὲ ἄλλου τινὸς τῶν σὺν αὐτοῖς ἀπεληλυθότων κἂν ἴχνος εὑρηκέναι.
- 78.1
Ὁ μὲν οὖν πατὴρ ταῦτα ἀκούσας καὶ ὑπὸ πολλῆς λύπης ἔκθαμβος γενόμενος, καὶ οὐκ εἰδὼς, ποῦ ὁρμήσας κατὰ ζήτησιν ἐκείνων ἐξέλθοι, ἐμὲ παραλαβὼν καὶ εἰς Πόρτον καταβὰς πυκνότερον ἐπυνθάνετο, ποῦ τις ἢ ἴδοι ἢ ἀκούσειεν ἐντὸς τεσσάρων ἐνιαυτῶν ἀπαντῆσαν ναυάγιον. καὶ ἄλλος ἀλλαχῆ ἔλεγεν. ὁ δὲ πάλιν ἀντεπυνθάνετο, εἰ ἑωράκασι σῶμα γυναικὸς μετὰ βρεφῶν ἐκβεβρασμένον τῇ γῇ. πολλῶν οὖν πολλὰ λεγόντων ἑωρακέναι πτώματα κατὰ διαφόρους καιροὺς, ὁ πατὴρ ἀκούων ἐστέναζε. πλὴν ὑπὸ τῶν σπλάγχνων νενικημένος ἀλόγιστα ἐπυνθάνετο, τοσοῦτον θαλάσσης βυθὸν πειρώμενος ἐρευνᾶν· ὅμως συγγνωστὸς ἦν, ὅτι διὰ τὴν πρὸς τοὺς ζητουμένους στοργὴν ἐλπίσιν ἐβουκολεῖτο κεναῖς. καὶ δή ποτε ὑπὸ φροντισταῖς καταλιπών με καὶ ἐπιτρόποις δωδέκατον ἤδη γεγονότα ἔτος, αὐτὸς δακρύων εἰς Πόρτον κατῆλθε· καὶ εἰς πλοῖον ἐμβὰς εἰς ἐπιζήτησιν ἐκείνων ἐξέπλευσε· καὶ ἐξ ἐκείνου μέχρι καὶ νῦν οὔτε γράμματα παρ’ αὐτοῦ ἐδεξάμην, οὔτε ἐν ζῶσιν αὐτὸν εἶναι ἢ τεθνηκόσιν ὅλως ἐπίσταμαι. ῥοπὴ δέ μοι πλείων πρὸς τοῦτο τῆς διανοίας, ὅτι τέθνηκέ που, ἢ ὑπὸ λύπης ἥττων γενόμενος, ἢ ναυαγίῳ περιπεσών. τούτου δὲ τεκμηρίῳ χρῶμαι, ὅτι ἔξ ἐκείνου ἥδη λοιπὸν εἰκοστὸν ἔτος ἐστὶν, ἀφ’ οὑ ἴχνος οὐδὲν ἀληθείας ἐμοὶ περὶ αὐτοῦ ἤκουσται.
- 79.1
Ταῦτα ἀκούων ὁ Πέτρος ὑπὸ συμπαθείας ἐδάκρυε καὶ εὐθέως τοῖς συνοῦσι γνησίοις εἶπεν· εἴ τις πέπονθεν εὐσεβὴς ἀνὴρ, οἷα ὁ τούτου πατὴρ, εὐθέως ἂν τῷ τῆς θεοσεβείας λόγῳ ἢ τῷ πονηρῷ ἐπέγραφε τὴν αἰτίαν· οὕτω καὶ τοῖς ταλαιπώροις ἔθνεσι συμβαίνει πάσχειν, καὶ ἀγνοοῦμεν οἱ θεοσεβεῖς. ταλαιπώρους δὲ αὐτοὺς εὐλόγως εἴρηκα, ὅτι καὶ ἐνταῦθα πλανῶνται, καὶ τῆς ἐκεῖθεν ἐλπίδος ἀποτυγχάνουσι. τοῖς γὰρ ἐν θεοσεβείᾳ τὰ λυπηρὰ πάσχουσιν ἔκτισις αὐτὰ γίνεται τῶν παραπτωμάτων.
- 80.1
Οὕτως εἰπόντος τοῦ Πέτρου εἷς τις τῶν ἐν ἡμῖν τολμήσας ἀντὶ πάντων παρεκάλεσεν αὐτὸν, αὔριον ὀρθριαίτερον εἰς Ἄραδον τὴν κατέναντι νῆσον ἐκπλεῦσαι, τριάκοντα οἶμαι οὐδὲ ὅλους σταδίους ἀπέχουσαν, ἐπὶ ἱστορίᾳ τῶν ἐκεῖσε ἀμπελίνων δύο στύλων μέγιστα πάχη φερόντων. ὁ γοῦν πειθήνιος Πέτρος ἐπένευσεν οὕτως εἰπών· ἐπὰν τοῦ πλοίου ἐκβῆτε, μὴ ἅμα πάντες εἰσέρχησθε εἰς τὴν θεωρίαν, ὧν ἐπιθυμεῖτε. οὐ γὰρ βούλομαι ὑμᾶς τὰς τῶν πολιτῶν ὄψεις πρὸς ἑαυτοὺς ἐπιστρέφειν. καὶ οὕτω πλεύσαντες μιᾶς ὥρας κατήχθημεν εἰς τὴν νῆσον. ἐκβάντες δὲ τοῦ σκάφους εἰσῄειμεν, ἔνθα οἱ ἀμπέλινοι στύλοι ἦσαν· ὅμως καὶ μετὰ τῶν στύλων ἄλλος μὲν ἄλλο τι τῶν Φειδίου ἔργων ἐθεώρει.
- 81.1
Πέτρος δὲ μόνος οὐκ ἀναγκαῖον ἡγήσατο ἐπὶ τὴν ἱστορίαν τῶν ἐκεῖ γενέσθαι· γυναικὶ δέ τινι ἔξω πρὸ τῶν θυρῶν καθεζομένῃ καὶ τροφῆς χάριν μεταιτούσῃ προσχὼν ἔφη· γύναι, τί σοι τῶν οἰκείων ἐλλείπει μελῶν, ὅτι τοσαύτην ὕβριν ἀνεδέξω, λέγω δὴ τὸ προσαιτεῖν, καὶ μὴ μᾶλλον ταῖς ὑπὸ τοῦ θεοῦ σοι δεδωρημέναις χερσὶν ἐργαζομένη τὰς ἐφημέρους πορίζῃ τροφάς; ἡ δὲ βύθιόν τι στενάξασα καὶ περιπαθὲς ἀπεκρίνατο· εἴθε γὰρ ἠσάν μοι χεῖρες ὑπουργεῖν ὅλως δυνάμεναι. νῦν δέ μοι σχῆμα μόνον χειρῶν ἀποσώζουσι νεκραὶ καὶ αὗται τυγχάνουσαι. καὶ ὁ Πέτρος· τίς δὲ ἡ αἰτία, ἤρετο, τοῦ τοῦτό σε τὸ χαλεπώτατον πεπονθέναι; ἡ δὲ πρὸς αὐτὸν· ψυχῆς ἀσθένεια, καὶ πλέον οὐδέν. εἰ γὰρ ἀνδρεῖον εἶχον φρόνημα, ἦν κρημνὸς ἢ βυθὸς, ὅθεν ἐμαυτὴν ῥίψασα τῶν ὀδυνώντων με παύσασθαι ἠδυνάμην κακῶν.
- 82.1
Καὶ ὁ Πέτρος ἔφη· τί οὖν, οἴει, γύναι, ὅτι πάντες οἱ ἀναιροῦντες ἑαυτοὺς κολάσεως ἀπαλλάσσονται, ἢ μὴ τῇ χείρονι κολάσει ἐν ᾅδου αἱ τῶν οὕτως θνησκόντων ψυχαὶ τῆς αὐτοκτονίας χάριν κολάζονται; ἡ δὲ εἴθε ἐπεπείσμην, ἔφη, ὅτι ὄντως ἐν ᾅδου ψυχαὶ εὑρίσκονται ζῶσαι· καὶ ἠγάπων ἂν παρ’ οὐδὲν θεμένη τὴν τιμωρίαν ἀποθανεῖν, ὥστε τοὺς ἐμοὶ περιποθήτους θεάσασθαι κἂν βραχύ. καὶ ὁ Πέτρος πρὸς ταῦτα· καὶ τί ἄρα ἐστὶ τὸ λυποῦν σε; διψῶ γὰρ μαθεῖν. καὶ εἴ με διδάξεις, πίστεις σοι παρέξω βεβαίας, ὅτι ἐν ᾅδου ζῶσιν αἱ ψυχαὶ, καὶ ἀντὶ κρημνοῦ ἢ βυθοῦ ὀρέξω σοι φάρμακον, δἰ οὗ τοῦ ζῆν ἀνωδύνως ἀπαλλαγήσῃ.
- 83.1
Καὶ ἡ γυνὴ τὸ ῥηθὲν οὐ συνεῖσα, ἡδέως δὲ μόνον ἁρπάσασα τὸ λεχθὲν, λέγειν ἤρξατο οὕτως· γένος μὲν καὶ πατρίδα σοι διηγήσασθαι, οὐκ οἶμαί ποτε πείσειν ἐμαυτὴν δυνηθῆναι· πλὴν ἀλλὰ καί σοι τί διαφέρει τοῦτο μαθεῖν, ἢ μόνον τὴν αἰτίαν, ἧς ἕνεκεν ὀδυνωμένη δήγμασι τὰς ἐμὰς ἐνέκρωσα χεῖρας; ὅμως τὰ κατ’ ἐμαυτὴν ὡς δυνατὸν ἀκοῦσαί σε διηγήσομαι. ἐγὼ πάνυ ἐξ εὐγενῶν οὖσα δυνατοῦ τινὸς προσταγῇ ἀνδρὶ πρὸς γένους αὐτῷ τυγχάνοντι ἐγενόμην γυνή· καὶ διδύμους υἱοὺς ἔχουσα καὶ τρίτον ἐπὶ τούτοις υἱὸν ἔσχον. ὁ δὲ τοῦ ἐμοῦ ἀνδρὸς ἀδελφὸς ἐπιμανείς μου τῇ ὄψει καὶ τῷ ἐμῷ ἔρωτι κατ’ ἄκρας ἁλοὺς, καί τοι σωφρονεῖν σφόδρα τῆς ταλαιπώρου φιλούσης καὶ μήτε συνθέσθαι τῷ ἐραστῇ βουλομένης, μήτε δὲ τῷ ἐμῷ ἀνδρὶ πάλιν ἀναθέσθαι τὸν ἐπ’ ἐμοὶ τοῦ ἀδελφοῦ ἔρωτα πρέπον εἶναι λογισαμένης, ὡς ἂν μήτε τὴν τοῦ ἀνδρὸς κοίτην ὑβρίσω, μήτε τῷ ἀδελφῷ τὸν ἀδελφὸν ἐκπολεμώσω καὶ τῷ ἐκείνου γένει μεγάλῳ ὄντι ὀνειδισμὸν ἐπαγάγω, τὴν πόλιν ἐλογισάμην μετὰ τῶν ἐμῶν διδύμων παίδων ἐπὶ χρόνον τινὰ καταλιπεῖν, ἕως καὶ ὁ μιαρὸς ἔρως παύσεται τοῦ πρὸς ὕβριν με κολακεύσαντος. τὸν μέν τοι ἕτερον υἱὸν παρὰ τῷ πατρὶ μεῖναι εἰς παραμυθίαν ἔγνων καταλιπεῖν.
- 84.1
Πλὴν ἵνα ταῦτα οὕτω γένηται, ἐπενόησα καὶ ὄνειρον πλάσασθαι, ὡς δή τινος νύκτωρ ἐπιστάντος μοι καὶ εἰπόντος· ἐξαυτῆς ἅμα τοῖς διδύμοις σου τέκνοις, ὦ γύναι, ἐπὶ χρόνον τινὰ μέχρις ὅτε μηνύσω σοι πάλιν ἐπανελθεῖν, ἔκβηθι τὴν Ῥωμαίων· ἐπεὶ ἅμα ἀνδρὶ καὶ πᾶσί σου τοῖς τέκνοις ἐκ τοῦ αἰφνιδίου κακῶς τελευτήσεις. ἅμα δὲ τῷ τὸν ὄνειρόν με ψεύσασθαι πρὸς τὸν ἄνδρα, αὐτὸς περίφοβος γενόμενος τούς τε δύο υἱοὺς, δούλους τε καὶ παιδίσκας, καὶ χρήματα συχνὰ ἐν πλοίῳ ἐνθέμενος εἰς Ἀθήνας ἐξέπεμψεν, ἐντειλάμενος τοὺς υἱοὺς ἐκπαιδεῦσαί με, μέχρις ἂν, φησὶ, τῷ χρηματίσαντι δόξῃ ἐπανιέναι σε. καὶ δὴ σὺν ἅμα τέκνοις ἡ τάλαινα πλέουσα, ὑπὸ ἀνέμων ἀταξίας εἰς τούτους ἀποῤῥιφεῖσα τοὺς τόπους, νυκτὸς τῆς νηὸς διαλυθείσης, ναυαγίῳ περιεπέσομεν. πάντων δὲ θανόντων ἡ ἀτυχὴς ἐγὼ μόνη ὑπὸ σφοδροῦ κύματος ῥιπισθεῖσα ἐπὶ πέτρας ἐῤῥίφην· ἐφ’ ἧς καθεσθεῖσα ἐλπίδι τοῦ τὰ τέκνα με ζῶντα εὑρεῖν εἰς τὸν βυθὸν ἐμαυτὴν οὐκ ἔῤῥιψα τότε, ὅτε καὶ τὴν ψνχὴν εἶχον τοῖς τῆς λύπης κύμασιν ἤδη μεμεθυσμένην, καὶ πρᾶξαι τοῦτο εὐπετῶς ἠδυνάμην.
- 85.1
Πλὴν ἐπειδὴ ὄρθρος ἐγένετο, μεγάλα βοῶσα καὶ γοερὰ κωκύουσα περιεβλεπόμην, ζητοῦσα τῶν ἐμῶν ταλαιπώρων βρεφῶν τὰ νεκρὰ σώματα. ἐλεήσαντες οὖν με οἱ ἐπιχώριοι καὶ γυμνὴν ἰδόντες ἐνέδυσαν. εἶτα καὶ τὸν βυθὸν ἀνηρεύνων τὰ ἐμὰ τέκνα ζητοῦντες. ἐπεὶ δὲ μὴ εὕρισκον, παραμυθίας χάριν τινὲς τῶν φιλοξένων γυναικῶν προσελθοῦσαι διηγοῦντο ἑκάστη τὰ ἑαυτῆς κακὰ, ἵνα τῇ τῶν ὁμοίων συμφορᾷ παραμυθίας μέρος ἐν τοῖς ἐμοῖς εὕροιμι· ὃ δή με καὶ μᾶλλον ἐλύπει, καὶ τὴν ψυχὴν ἐπὶ πλεῖον κατήσθιε, γυναικῶν καὶ ἄλλων ἀκούουσαν συμφοράς. καὶ δὴ καὶ εἰς ξενίαν πολλῶν με ἄγειν ἀξιουσῶν μία τις τῶν ἐνταῦθα πενιχρὰ πολλὰ βιασαμένη εἰς τὸ ἑαυτῆς ἐλθεῖν ἀνέπεισε καταγώγιον θάρσει, λέγουσα· καὶ γὰρ ὁ ἐμὸς ἀνὴρ, ναύτης δὲ οὗτος ἦν, κατὰ θάλασσαν τέθνηκε πάνυ νεώτερος ὤν. καὶ ἐξ ἐκείνου πολλῶν με ἀξιούντων εἰς γάμον ἐλθεῖν ἐγὼ χηρεύειν εἱλόμην τὸν ἐμὸν ἄνδρα ποθοῦσα. ἔσται δὲ κοινὰ ἡμῖν, ἃ διὰ χειρῶν ἀμφότεραι πορίζειν δυνάμεθα. καὶ ταῦτα μὲν ἐκείνη.
- 86.1
Ἐγὼ δὲ ἵνα μή σοι μηκύνω τοὺς ὑπὲρ τούτου λόγους, συνῴκησα ταύτῃ διὰ τὴν φιλανδρίαν. οὐ πολὺ τὸ ἐν μέσῳ, καὶ τῆς ταλαιπώρου μὲν αἱ χεῖρες ἐμοῦ ὑπὸ τῶν δηγμάτων παρείθησαν, καὶ ἡ ὑποδεξαμένη με αὕτη γυνὴ ὑπὸ πάθους τινὸς ὅλη συνδεθεῖσα σχεδὸν ἀκίνητος ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. ἐπεὶ οὖν ὁ τῶν πάλαι γυναικῶν ἔλεος ἤδη παρήκμασεν, ἐγὼ δὲ καὶ ἡ κατ’ οἶκον ἀμφότεραι συμφοραῖς ἐπίσης κεχρήμεθα, καθέζομαι νῦν ὡς ὁρᾷς ἐνταῦθα προσαιτοῦσα, καὶ ὧν ἂν εὐπορήσω, κοινὰ ποιοῦμαι καὶ τῇ συνταλαιπώρῳ. καὶ τὰ μὲν ἐμὰ τοῦτον ἔχει τὸν τρόπον. λοιπὸν σὺ μὴ κωλύσῃς τὴν ὑπόσχεσιν πληρῶσαι τοῦ δοῦναι τὸ φάρμακον, ὅπως καὶ τῇ συνοίκῳ θανεῖν ἐπιθυμούσῃ τοῦ δοθέντος κοινωνήσω, αὐτή τε μετασχοῦσα τῆς ζωῆς ταύτης θᾶττον ἀπαλλαγῶ.
- 87.1
Ταῦτα τῆς γυναικὸς εἰπούσης ὁ Πέτρος ὑπὸ λογισμῶν ἵστασθαι μετέωρος ἐδόκει. ἐγὼ δὲ ἐπιστὰς καὶ τὸν διδάσκαλον τῇ γυναικὶ κοινολογούμενον οὕτω καταλαβὼν ἐκ πολλοῦ σε περιερχόμενος, ἔφην, ἐζήτουν· καὶ τὰ νῦν τί ποιητέον; ὁ δὲ Πέτρος προσέταξέ μοι προαγαγόντι μένειν ἐπὶ τοῦ πλοίου. καὶ ἐπειδὴ ἀντειπεῖν οὐκ ἦν οὕτω κελεύσαντι, τὸ προσταχθὲν ἐποίουν. ὁ δὲ Πέτρος μικρᾷ τινὶ ὑποψίᾳ, ὡς αὐτός μοι πάντα ὕστερον διηγήσατο, παλλόμενος τὴν καρδίαν ἐπυνθάνετο τῆς γυναικὸς λέγων· εἰπέ μοι, γύναι, τὸ γένος καὶ τὴν πόλιν καὶ τῶν τέκνων δὴ τὰ ὀνόματα, καὶ παραχρῆμα δίδωμί σοι τὸ φάρμακον. ἡ δὲ βιαζομένη μὲν καὶ εἰπεῖν οὐκ ἐθέλουσα, τὸ φάρμακον δὲ ὅμως ἐφιεμένη λαβεῖν ἐσοφίσατο ἀντὶ ἄλλων εἰπεῖν ἕτερα, καὶ ὅμως αὑτὴν μὲν Ἐφεσίαν εἶναι ἔφησε, τὸν ἄνδρα δὲ Σικελὸν, ὡσαύτως δὲ καὶ τῶν τριῶν παίδων ἤμειψε τὰ ὀνόματα. καὶ ὁ Πέτρος οἰηθεὶς αὐτὴν ἀληθεύειν οἴμοι γύναι, φησὶ, ἐνόμιζον μεγάλην τινὰ χαρὰν τῇ σήμερον ἄγειν ἡμέρᾳ ὑπολαβών σέ τινα εἶναι, ἧς τὰ πράγματα ἀκούσας ἀκριβῶς ἐπίσταμαι. ἡ δὲ ἐξώρκιζε λέγουσα· δέομαί σου, εἰπέ μοι, ἵνα εἰδῶ, εἰ ἔστι τις ἐν γυναιξὶν ἄλλη ἀθλιωτέρα ἐμοῦ.
- 88.1
Καὶ ὁ Πέτρος ψεύδεσθαι οὐκ εἰδὼς καὶ ἄλλως ὑπὸ ἐλέους τοῦ πρὸς αὐτὴν ἑλκόμενος τὸ ἀληθὲς λέγειν ἤρξατο. ἐμοί τίς ἐστι νεανίας, ὦ γύναι, τῶν τῆς θεοσεβείας ὀρεγόμενος λόγων, Ῥωμαίων ὑπάρχων πολίτης, ὅστις μοι διηγεῖται, πῶς πατέρα τε ἔχων καὶ ἀδελφοὺς δύο διδύμους οὐδένα τούτων ὁρᾷ. ἥ τε γὰρ μήτηρ ὡς ὁ πατὴρ, φησὶ, διηγεῖτό μοι, ὄνειρον ἰδοῦσα τῆς Ῥωμαίων πόλεως ἐπὶ χρόνον τινὰ ἐξῄει μετὰ τῶν διδύμων αὐτῆς τέκνων, ἵνα μὴ κακῷ τελευτήσῃ θανάτῳ, καὶ σὺν αὐτοῖς ἐκβᾶσα νῦν οὐχ εὑρίσκεται· ὁ δὲ ταύτης μὲν ἀνὴρ, αὐτοῦ δὲ πατὴρ, καὶ αὐτὸς εἰς ἐπιζήτησιν αὐτῆς ἐκβὰς, οὐδὲ οὑτος εὑρίσκεται.
- 89.1
Ταῦτα τοῦ Πέτρου εἰπόντος ἐπιστήσασα τὸν νοῦν αὐτοῖς ὑπὸ ἐκπλήξεως ἀπέψυξεν ἡ γυνή. ὁ δὲ Πέτρος νήφειν αὐτὴν παρακελευσάμενος, τί ποτέ ἐστιν ὃ πάσχεις, διεπυνθάνετο. ἡ δὲ ὥσπερ ἐκ μέθης ἀνενεγκοῦσα καὶ τὸ πρόσωπον τρίψασα καὶ ποῦ ἐστίν, ἔφη, ποῦ ὁ θρυλλούμενος νεανίας; συνεὶς δὲ ὁ Πέτρος τὸ δρᾶμα εἰπέ μοι σὺ πρῶτον, ἔφη· ἄλλως γὰρ ἰδεῖν τοῦτον οὐ δύνασαι. ἡ δὲ σπεύδουσα ἐγὼ, φησὶν, ἡ τοῦ νεανίσκου μήτηρ εἰμὶ, καὶ Κλήμης αὐτῷ ὄνομα. καὶ ὁ Πέτρος ἀκούσας αὐτός ἐστιν, εἶπεν, αὐτός ἐστι. καὶ οὗτος ἦν ὁ πρὸ μικροῦ προσελθὼν καὶ λαλήσας μοι, ὃν καὶ ἀναμένειν ἐν τῷ πλοίῳ προσέταξα. ἡ δὲ προσπεσοῦσα τῷ Πέτρῳ ἠξίου σπεύδειν ἐπὶ τὸ πλοῖον. καὶ ὁ Πέτρος εἴ μοι τηρεῖς, ἔφη, τὰς συνθήκας, καὶ τοῦτο ποιήσω. ἡ δὲ πάντα ποιῶ, φησὶ, μόνον μοι τὸ τέκνον τὸ μονογενὲς γνώρισον· δόξω γὰρ δἰ αὐτοῦ καὶ τὰ δύο μου τὰ ἐνταῦθα τεθνηκότα τέκνα ὁρᾶν. καὶ ὁ Πέτρος ἀλλ’ ὅταν αὐτὸν ἴδῃς, ἡσύχασον, μέχρις ἂν τῆς νήσου ἐκβῶμεν.
- 90.1
Λαβόμενος οὖν τῆς χειρὸς αὐτῆς ὁ Πέτρος ἦγεν ἐπὶ τὸ πλοῖον. ἐγὼ δὲ ἰδὼν χειραγωγοῦντα γυναῖκα ἐγέλασα, καὶ προσελθὼν εἰς τιμὴν αὐτοῦ ἀντ’ αὐτοῦ χειραγωγεῖν αὐτὴν ἐπειρώμην. καὶ ἃμα τῷ ἅψασθαί με τῆς χειρὸς αὐτῆς ὀλολύξασα ὡς μήτηρ μέγα καὶ περιπλακεῖσα σφόδρα κατεφίλει με τὸν αὐτοῦ υἱόν. ἐγὼ δὲ τὸ πρᾶγμα ὅπερ ἦν ἀγνοῶν ὡς μαινομένην ἀπεσειόμην, αἰδούμενος δὲ καὶ τὸν Πέτρον πικρίας ἐπληρούμην.
- 91.1
Ὁ δὲ Πέτρος ἔα, φησὶν, ὦ Κλήμη. τί γὰρ καὶ ποιεῖς οὕτως τήν σε τεκοῦσαν ἀποσειόμενος; ἐγὼ δὲ τοῦτο ἀκούσας, περίδακρυς γενόμενος καὶ καταπεσούσῃ τῇ τεκούσῃ προσπεσὼν κατεφίλουν. καὶ γὰρ ἅμα τῷ ῥηθῆναί μοι τοῦτο ἀμυδρῶς πως τὸ εἶδος ἀνεκαλούμην. πολλοὶ μὲν οὖν ὄχλοι συνέτρεχον ἱστορῆσαι τὸ θαῦμα, καὶ πᾶσιν αὐτοῖς διὰ στόματος ἦν, ὅπως ἀνὴρ οὕτως ἀξιόλογος τὴν προσαῖτιν γυναῖκα μητέρα ἑαυτοῦ ἀνεγνώρισεν. βουλομένοις οὖν ἡμῖν σὺν τῇ μητρὶ τῆς νήσου ἐκβαίνειν ἡ μήτηρ ὦ τέκνον μου ποθεινὸν, εἶπεν, εὔλογόν ἐστι συντάξασθαι καὶ τῇ ὑποδεξαμένῃ με γυναικὴ, ἥτις πενιχρὰ οὖσα καὶ ὅλη παρειμένη ἐπὶ τῆς οἰκίας ἔῤῥιπται. καὶ ὁ Πέτρος ἀκούσας ἐθαύμασεν, ἀλλὰ καὶ πάντες οἱ περιεστῶτες ὄχλοι τὸ τῆς γυναικὸς ἀγαθὸν φρόνημα, καὶ εὐθέως ἐκέλευσέ τισι πορευθῆναι καὶ τὴν γυναῖκα ἐπὶ κλίνης κομίσαι. ἧς ἐνεχθείσης τεθῆναι μὲν ἐπιτάττει τὴν κλίνην· αὐτὸς δὲ ὑπὸ ταῖς πάντων ἀκοαῖς εἰ ἀληθείας κῆρυξ ἐγὼ, ἔφη, ἐγερθήτω ἐξαυτῆς ὑγιὴς τὴν τῶν παρεστώτων πίστιν, ἵνα γνῶσιν, ὅτι εἷς ἐστι θεὸς ὁ τὸν κόσμον ποιήσας. ὁ μὲν οὖν ταῦτα εἶπε· καὶ ἡ γυνὴ εὐθὺς ὑγιὴς ἀναστᾶσα τῆς κλίνης τῷ Πέτρῳ προσέπεσεν. εἶτα καὶ τὴν συνήθη καὶ φίλην καταφιλήσασα ἐπυνθάνετο, τί εἴη τοῦτο. ἡ δὲ ὅλον αὐτῇ τὸ πρᾶγμα τοῦ ἀναγνωρισμοῦ διηγήσατο, καὶ οἱ ἀκούσαντες κατεπλάγησαν. τότε ἡ μήτηρ τὴν ξενοδόχον ἰαθεῖσαν παραδόξως ἰδοῦσα παρεκάλει καὶ αὐτὴ θεραπείας τυχεῖν. ὁ Πέτρος δὲ τὴν χεῖρα ἐπιθεὶς καὶ αὐτὴν ἐθεράπευσεν.
- 92.1
Εἶτα περὶ εὐσεβείας διαλεχθεὶς ἐπὶ τῷ τέλει δὲ καὶ προσθεὶς, ὡς εἴ τις βούλεται ταῦτα μαθεῖν ἀκριβῶς, εἰς Ἀντιόχειαν ἀφικόμενος, ὅπου πλείους ἡμέρας ἔκρινα παραμένειν, ἐκεῖ ταῦτα καὶ μανθανέτω. εἰ γὰρ ἐμπορίας ἕνεκεν ἢ στρατείας οἰκίας καταλιμπάνειν οἴδατε καὶ εἰς μακροὺς ἀπιέναι τόπους, αἰωνίας δὲ χάριν ζωῆς οὐδὲ τριῶν ἡμερῶν ὁδὸν οἴχεσθαι προθυμήσεσθε; οὕτως εἰπὼν, τὸν λόγον κατέπαυσε. μετὰ δὲ ταῦτα ἐγὼ τῇ ὑγιασθείσῃ γυναικὶ ἐπὶ παντὸς τοῦ ὄχλου χιλίας δραχμὰς εἰς τροφὰς δωρησάμενος, εἶτα καὶ παραθέμενος αὐτὴν ἀγαθῷ τινι ἀνδρὶ πρώτῳ τῆς πόλεως ὄντι, φύσει μετὰ χαρᾶς τοῦτο πράττειν προῃρημένῳ, ἔτι δὲ καὶ ἄλλαις πολλαῖς ἀργύρια διανείμας ταῖς ποτε τὴν μητέρα παραμυθησαμέναις, εὐχαριστήσας τῷ κυρίῳ διέπλευσα εἰς Ἀντάραδον ἅμα τῇ μητρὶ καὶ Πέτρῳ καὶ τοῖς λοιποῖς ἑταίροις, καὶ οὕτως εἰς ξενίαν ὡρμήσαμεν.
- 93.1
Γενομένων δὲ ἡμῶν ἐπὶ αὐτὸ καὶ τροφῆς μεταλαβόντων, τεινομένης ἔτι τῆς ὥρας ἔφην ἐγὼ τῷ Πέτρῳ· φιλανθρωπίας ἔργον, κύριέ μου Πέτρε, ἡ ἐμὴ πεποίηκε μήτηρ τῆς ξενοδόχου ὑπομνησθεῖσα γυναικός. καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἆρά γε, ὦ Κλήμη, ἀληθῶς νενόμικας φιλανθρωπίας ἔργον πεποιηκέναι τήν σε τεκοῦσαν, καθ’ ὃ τὴν ἀπὸ ναυαγίου αὐτὴν ὑποδεξαμένην ἠμείψατο, ἢ ὡς μητρὶ χαριζόμενος τοῦτο εἴρηκας; εἰ δὲ μὴ χαριζόμενος, ἀλλ’ ὡς ἀληθεύων ἔφης, ἔοικάς μοι ἀγνοεῖν, τί ποτέ ἐστι φιλανθρωπίας μέγεθος, ἥτις ἐστὶν ἄνευ τοῦ φυσικῶς πείθοντος ἡ πρὸς οἷον δή ποτε στοργὴ, καθ’ ὃ ἄνθρωπός ἐστιν. ἀλλ’ οὐδὲ ἡ ξενοδόχος ἡ ἀπὸ ναυαγίου τήν σε τεκοῦσαν ὑποδεξαμένη φιλάνθρωπος ἂν παρ’ ἐμοὶ λέγοιτο. ὑπὸ γὰρ ἐλέους κολασθεῖσα ἐπέπειστο γενέσθαι γυναικὸς εὐεργέτις, ναυαγίῳ περιπεσούσης, τέκνα πενθούσης, ξένης, γυμνῆς, μεμονωμένης, καὶ σφόδρα ἐπὶ ταῖς συμφοραῖς ὀλοφυρομένης. ἐν τοσαύταις οὖν αὐτὴν συμφοραῖς οὖσαν τίς οὐκ ἂν ἰδὼν ἐλεήσειε καὶ τῶν ἀσεβῶν; ὥστε οὔπω φιλανθρωπίας ἔργον οὐδὲ ἡ ξενοδόχος γυνὴ πεποιηκυῖα πρὸς αὐτὴν φαίνεται, ἀλλ’ ὑπὸ τοῦ ἐπὶ μυρίας συμφοραῖς ἐλέου πρὸς εὐεργεσίαν κεκινημένη. καὶ γὰρ ἥ σε τεκοῦσα βίου εὐπορήσασα καὶ τὴν ξενοδόχον ἀμειψαμένη οὐ φιλανθρωπίας, ἀλλὰ φιλίας ἐποίησεν ἔργον. πολλὴ δὲ διαφορὰ μεταξὺ φιλίας τε καὶ φιλανθρωπίας, ὅτι ἡ μὲν φιλία ἐξ ἀμοιβῆς γίνεται, ἡ φιλανθρωπία δὲ ἄνευ τοῦ φυσικῶς πείθοντος πάντα ἄνθρωπον, καθὸ ἄνθρωπός ἐστι, φιλοῦσα εὐεργετεῖ. εἰ μὲν οὖν ἡ ἐλεήσασα ξενοδόχος αὕτη καὶ ἀδικήσαντας ἐχθροὺς ἐλεοῦσα εὐεργετεῖ, φιλάνθρωπος ἂν εἴη· εἰ δὲ διότι φίλη ἢ ἐχθρὰ, ἡ φίλη τοιαύτη τοῦ τινὸς αἰτίου φίλη ἐστὶν ἢ ἐχθρὰ, οὐ τοῦ ἀνθρώπου.
- 94.1
Κἀγὼ ἀπεκρινάμην· οὐ δοκεῖ σοι οὖν φιλάνθρωπος εἶναι κἂν ἡ ξενοδόχος ξένην, ἣν οὐκ ἠπίστατο, εὐεργετήσασα; καὶ ὁ Πέτρος· ἐλεήμονα μὲν αὐτὴν εἰπεῖν ἐπίσταμαι, φιλάνθρωπον δὲ οὐ τολμῶ λέγειν, ἅτε δὴ μηδὲ τὴν τεκοῦσαν φιλότεκνον, ὑπὸ ὠδίνων γὰρ καὶ ἀνατροφῆς στέργειν πέπεισται. ὥσπερ γὰρ ὁ ἐρῶν ὑπὸ τῆς συνηθείας κολακεύεται, καὶ ὁ φίλος ὑπὸ τῆς ἀμοιβῆς, οὕτω καὶ ὁ ἐλεῶν ὑπὸ τῆς συμφορᾶς. πλὴν ἐγγὺς ὁ ἐλεήμων τῷ φιλανθρώπῳ, ὅτι ἄνευ τοῦ τι θηράσαι καὶ λαβεῖν εὐεργετεῖν πείθεται, οὔπω δὲ καὶ φιλάνθρωπος. κἀγὼ ἀπεκρινάμην· ἐπὶ ποίαις οὖν πράξεσι φιλάνθρωπός τις εἶναι δύναται; καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἐπεὶ ὁρῶ σε γλιχόμενον ἀκοῦσαι, τί ποτέ ἐστι φιλανθρωπίας ἔργον, οὐκ ὀκνήσω εἰπεῖν. φιλάνθρωπος ἐκεῖνός ἐστιν ὁ καὶ ἐχθροῖς ἡμέρως καὶ εὐεργετικῶς προσφερόμενος. ὅτι δὲ οὕτως ἔχει, σαφῶς ἄκουε. τὴν φιλανθρωπίαν ἐκ δύο μοι νόει συγκεῖσθαι μερῶν, ὧν τὸ μὲν αὐτῆς ἐλεημοσύνη, τὸ δὲ ἀγάπη ἐστὶν ἡ πρὸς τὸν πλησίον· πλησίον δὲ ἀνθρώπῳ ἐστὶν ὁ πᾶς ἄνθρωπος, οὐχ ὅτι εἷς ἄνθρωπος. ἄνθρωπος γάρ ἐστι καὶ ὁ κακὸς καὶ ὁ ἀγαθὸς, καὶ ὁ ἐχθρὸς καὶ ὁ φίλος. χρὴ οὖν τὸν φιλανθρωπίαν ἀσκοῦντα μιμητὴν εἶναι θεοῦ, εὐεργετοῦντα δικαίους τε καὶ ἀδίκους, ὡς αὐτὸς ὁ θεὸς ἐν τῷ νῦν κόσμῳ τόν τε ἥλιον καὶ τοὺς ὑετοὺς αὐτοῦ πᾶσι παρέχων. εἰ δὲ θέλεις ἀγαθοὺς μὲν εὐεργετεῖν, κακοὺς δὲ κολάζειν, κριτοῦ ἔργον πράττειν ἐπιχειρεῖς.
- 95.1
Κἀγὼ ἔφην· ἆρά γε καὶ ὁ θεὸς τότε μέλλων κρίνειν, ὡς διδάσκεις ἡμᾶς, οὐ φιλάνθρωπός ἐστι; καὶ ὁ Πέτρος· τοὐναντίον λέγεις. ἐπεὶ γὰρ κρίνει, φιλάνθρωπός ἐστι. φιλῶν γὰρ καὶ ἐλεῶν τοὺς ἠδικημένους τιμωρεῖται τοὺς ἀδικήσαντας. κἀγὼ ἔφην· οὐκοῦν εἰ κἀγὼ ἀγαθοὺς μὲν εὐεργετῶ, τοὺς δὲ ἀδικοῦντας καθ’ ὃ ἀνθρώπους ἠδίκησαν τιμωροῦμαι, φιλάνθρωπός εἰμι. καὶ ὁ Πέτρος ἀπεκρίνατο· εἰ μετὰ τοῦ πρόγνωσιν ἔχειν ἐφεῖτό σοι καὶ ἡ τοῦ κρίνειν ἐξουσία, ὀρθῶς ἂν τοῦτο ἐποίεις, διὰ μὲν τοῦ εἰληφέναι τὴν ἐξουσίαν καταδικάζων οὓς ὁ θεὸς ἐδημιούργησε, διὰ δὲ τὴν πρόγνωσιν ἀπταίστως ἐν τῷ κρίνειν οὓς μὲν ὡς δικαίους δικαιῶν, οὓς δὲ ὡς ἀδίκους καταδικάζων. κἀγὼ ἔφην· ὀρθῶς ἔφης καὶ ἀληθῶς· ἀδύνατον γάρ τινα πρόγνωσιν οὐκ ἔχοντα κρίνειν ὀρθῶς. ἐνίοτε γὰρ φαίνονταί τινες ἀγαθοὶ, ἀθέμιτα κρύφα διαπραττόμενοι· ἔνιοι δὲ ἀγαθοὶ, ὑπὸ διαβολῆς ἐχθρῶν κακοὶ ὑπολαμβανόμενοι. ἀλλ’ εἰ καὶ τοῦ βασανίζειν καὶ ἀνακρίνειν ἐξουσίαν τις ἔχων δικάζει, οὐδὲ οὕτως ἕξει πάντως τὸ δικαίως δικάζειν. ἔνιοι γὰρ φονεῖς ὄντες, εἶτα τὰς βασάνους ὑπενεγκόντες, ἀφείθησαν ὡς ἀθῷοι· ἕτεροι δὲ πάλιν ἀθῷοι τυγχάνοντες, τὰς βασάνους οὐχ ὑπομείναντες, καὶ διὰ τοῦτο καταψευσάμενοι ἑαυτῶν, ὡς αἴτιοι ἐκολάσθησαν.
- 96.1
Καὶ ὁ Πέτρος ἔχει μετρίως καὶ ταῦτα, ἔφη· τὸ δὲ μεῖζον ἄκουσον. ἐνίων ἀνθρώπων ἁμαρτανόντων ἢ εὖ πραττόντων, ἃ μὲν ὧν ποιοῦσιν ἴδιά ἐστιν αὐτῶν, ἃ δὲ καὶ ἀλλότρια· δίκαιον δὲ ἕκαστον ἐπὶ τοῖς ἰδίοις ἁμαρτήμασι τιμωρεῖσθαι, ἢ ἐπὶ τοῖς κατορθώμασιν ἀμοιβῆς ἀξιοῦσθαι. ἀδύνατον δέ τινι πλὴν προφήτῃ μόνῳ πρόγνωσιν ἔχοντι τὰ ὑπό τινος γενόμενα εἰδέναι σαφῶς, ποῖα μὲν αὐτοῦ ἐστὶν ἴδια, ποῖα δὲ οὐκ ἔστι. κἀγὼ ἔφην· ἐβουλόμην μαθεῖν, πῶς τῶν ἀδικημάτων ἢ κατορθωμάτων τὰ μὲν ἴδια, τὰ δὲ ἀλλότρια τυγχάνει. καὶ ὁ Πέτρος μοι ἀπεκρίνατο· ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ ἔφη· τὰ ἀγαθὰ ἐλθεῖν δεῖ· μακάριος δὲ, φησὶ, δι’ οὗ ἔρχεται. ὁμοίως ἀνάγκη καὶ τὰ κακὰ ἐλθεῖν· οὐαὶ δὲ δι’ οὗ ἔρχεται. εἰ δὲ διὰ κακῶν ἔρχεται τὰ κακὰ, καὶ διὰ ἀγαθῶν ἀγαθὰ φέρεται, προσεῖναι δεῖ ἑκάστῳ, εἴτε ἀγαθὸν ἔπραξεν, εἴτε φαῦλον, ἵνα καὶ τὸ εἰρημένον ὑπὸ τοῦ πνεύματος· ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, ἀληθὲς ᾖ πάντως καὶ ἀναμφίλογον. πλὴν ἀλλὰ τὸν ἀρετῆς ὅλως ἀντιποιούμενον δέον ἐστὶν, ὡς ὁ Χριστὸς εἴρηκε, καὶ τοὺς ἐχθροὺς ἀγαπᾶν· ἔτι μὴν καὶ ὑπὲρ αὐτῶν εὔχεσθαι, καὶ τοὺς λοιδοροῦντας εὐλογεῖν, καὶ τοῖς ἐπηρεάζουσι συγχωρεῖν. οὕτω γὰρ ἀκριβὴς ἔσται φύλαξ τῶν ἐντολῶν, καὶ τὰ ἁμαρτήματα πάντα διὰ τῆς εἰς τὸν πλησίον ἀγάπης συγχωρηθεὶς ἀπελεύσεται.
- 97.1
Τούτων ἀκούσας αὐτὸς τἆλλα μὲν πράττειν εἶναι δυνατὸν ἔφην· ἐχθροὺς δὲ εὐεργετεῖν, πᾶσαν αὐτῶν ὑποφέροντα τὴν ἐπήρειαν, οὐκ οἶμαι δυνατὸν ἀνθρωπείᾳ προσεῖναι φύσει. καὶ ὁ Πέτρος ὀρθῶς ἔφης, ἀπεκρίνατο. ἀθανασίας γὰρ αἰτία οὖσα ἡ φιλανθρωπία, πολλοῦ δίδοται. ἐὰν γὰρ πληροφορηθῇ τις, ὅτι οἱ ἐχθροὶ πρὸς καιρὸν κακουχοῦντες οὓς μισοῦσιν, αἰωνίου κολάσεως ἀπαλλαγῆς αὐτοῖς αἴτιοι γίνονται, ὡς εὐεργέτας αὐτοὺς ἀγαπήσουσιν. ἄλλως δὲ ἀδύνατόν τινα τὴν τοιαύτην ἐντολὴν κατορθῶσαι, εἰ μὴ σφόδρα τὸν θεὸν ἀγαπῶν εἴη, τῷ τούτου φόβῳ παιδαγωγούμενος. φησὶ γὰρ· ἀρχὴ σοφίας φόβος θεοῦ. τῷ ἐκείνου δὲ φόβῳ στοιχειωθείς τις εἰς ἀγάπην ἥξει πάντως, καὶ οὕτως ἕξει καὶ τὸν πλησίον ὡς ἑαυτόν. ταῦτα τοῦ Πέτρου εἰπόντος ἑσπέρας ἐπικαταλαβούσης εἰς ὕπνον ἐτράπημεν.
- 98.1
Ὄρθρου δὲ γενομένου εἰσιὼν ὁ Πέτρος ἔφη· ὁ μὲν Κλήμης μετὰ τῆς ἑαυτοῦ μητρὸς Ματθιδίας καὶ τῆς ἐμῆς γυναικὸς ἅμα ἐπὶ τοῦ ὀχήματος καθεζέσθωσαν. ὁρμώντων δὲ ἡμῶν τὴν ἐπὶ Βαλαναίας ὁδὸν ἐπύθετό μου ἡ μήτηρ, πῶς ὁ πατὴρ διάγει. κἀγὼ ἔφην· ἐπὶ ζήτησίν σου καὶ τῶν διδύμων υἱῶν Φαυστίνου τε καὶ Φαυστινιανοῦ ἐξελθὼν, ἀνεύρετος μένει. οἶμαι δὲ τάχα καὶ τελευτῆσαι αὐτὸν, ἢ ναυαγίῳ περιπεσόντα, ἢ ἐν ὁδῷ σφαλέντα, ἢ τηκεδόνι λύπης μαρασμὸν ὑπομείναντα. ἡ δὲ ἀκούσασα καὶ ἐπίδακρυς γενομένη ἐστέναζε μὲν καὶ λυπηρῶς εἶχε· τῇ δ’ ἐμῇ εὑρέσει τὸ πολὺ τῆς λύπης παρεμυθεῖτο. κατηντήσαμεν οὖν εἰς Βαλαναίας, καὶ τῇ ἐπιούσῃ εἰς Πάλτον ἤλθομεν, κἀκεῖθεν εἰς Γάβαλα. τῇ δὲ ἑτέρᾳ κατηντήσαμεν εἰς Λαοδίκειαν, καὶ ἰδοὺ πρὸ τῶν θυρῶν Νικήτης τε καὶ Ἀκύλας ἀπήντων ἡμῖν, καὶ καταφιλήσαντες ἦγον ἐπὶ τὴν ξενίαν. ὁ δὲ Πέτρος καλὴν καὶ μεγάλην πόλιν ἰδὼν ἄξιον, ἔφη, ἐνταῦθα ἡμέρας ἡμᾶς προσμεῖναι. δυνατὸν γὰρ ἐν τῷ πλήθει καί τινας εὑρέσθαι τῆς τοῦ Χριστοῦ μερίδος ἀξίους. ὁ μὲν οὖν Νικήτης καὶ Ἀκύλας ἐπυνθάνοντό μου, τίς ἂν εἴη ἡ ξένη αὕτη γυνή. κἀγὼ ἔφην· ἐμὴ μήτηρ, ἣν ἐπιγνῶναί μοι ὁ θεὸς διὰ Πέτρου τοῦ κυρίου μου ἐδωρήσατο.
- 99.1
Ταῦτά μου εἰπόντος ὁ Πέτρος αὐτοῖς ἐν κεφαλαίῳ πάντα ἐξέθετο, ὅσα τε παρὰ τῆς μητρὸς ἀκούσειε, καὶ ὅσα πρότερον παρ’ ἐμοῦ μάθοι, περί τε τοῦ πεπλασμένου ὀνείρου, περί τε τῆς ἐν τῷ πλοίῳ μετὰ καὶ τῶν υἱῶν ναυαγίας, καὶ ὅπως ὕστερον ὁ πατὴρ εἰς ἀναζήτησιν τῆς γυναικὸς καὶ τῶν διδύμων αὐτῆς παίδων ἐκβὰς ἄχρι τῆς δεῦρο διέμεινεν ἄγνωστος, κινδύνῳ τυχὸν καὶ αὐτὸς θαλαττίῳ περιπεσών.
Next → — showing 1–100 of 180
First Thousand Years of Greek. CTS URN tlg1271.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.