Ancient Texts

← Library

Clementina Epitome Prior Edita Correctior

First Thousand Years of Greek · First Thousand Years of Greek · 180 sections

  1. 100.1

    Τούτων οὕτω κεφαλαιωδῶς ῥηθέντων ὑπὸ τοῦ Πέτρου ὁ Νικήτης καὶ Ἀκύλας καταπλαγέντες ἆρά γε δέσποτα καὶ κύριε τῶν ἁπάντων, εἶπον, ἀληθὲς, ἢ ὄνειρός ἐστι ταῦτα; καὶ Πέτρος εἰ μὴ κοιμώμεθα, ἔφη, ἀληθὲς τυγχάνει. οἱ δὲ βραχὺ μείναντες καὶ ὥσπερ ἐπὶ συννοίας γενόμενοι ἡμεῖς ἐσμὲν Φαυστῖνος καὶ Φαυστινιανὸς, ἔφασαν. καὶ ἀπαρχῆς σου διαλεγομένου ἀλλήλοις ἐμβλέποντες πολλὰ περὶ αὐτῶν κατεστοχαζόμεθα, μὴ ἄρα οὐχ ἡμῖν διαφέρῃ τὰ λεγόμενα· λογιζόμενοι [δὲ,] ὅτι πολλὰ παρόμοια γίνεται ἐν τῷ βίῳ· διὸ καὶ ἐσιωπῶμεν παλλόμενοι τὰς καρδίας· πρὸς δὲ τὸ τέλος νῦν τῶν λεγομένων ἰδόντες καὶ γνόντες ἀκριβῶς, ὅτι περ ἡμῖν διαφέρει τὰ εἰρημένα, τότε ἑαυτοὺς ἀνωμολογήσαμεν. καὶ τοῦτο εἰπόντες μετὰ δακρύων ἐπεισῆλθον τῇ μητρὶ, καὶ κοιμωμένην εὑρόντες περιπλέκεσθαι ἤδη ἐβούλοντο. ὁ δὲ Πέτρος ἐκώλυσεν αὐτοὺς εἰπών· ἐάσατέ με, αὐτὸς ὑμᾶς τῇ μητρὶ προσαγάγω, μήπως ὑπὸ τῆς πολλῆς αἰφνιδίου χαρᾶς καὶ εἰς ἔκστασιν ἔλθοι φρενῶν, ἅτε δὴ καὶ κοιμωμένη καὶ τὸ πνεῦμα ὑπὸ τοῦ ὕπνου ἀπησχολημένον ἔχουσα.

  2. 101.1

    Ὅμως ἐπεὶ κόρον ἔσχε τοῦ ὕπνου, διεγερθείσῃ τῇ μητρὶ ὁ Πέτρος περὶ θεοσεβείας αὐτῇ διελέχθη πρότερον εἰπών· γινώσκειν σε θέλω, γύναι, τῆς ἡμετέρας πίστεως τὴν ἀκρίβειαν. ἕνα γὰρ θεὸν σέβομεν τὸν πεποιηκότα οὐρανόν τε καὶ γῆν καὶ ὃν ὁρᾶς κόσμον, καὶ τούτου φυλάσσομεν τὸν νόμον, περιέχοντα ἐν πρώτοις αὐτὸν σέβειν μόνον, καὶ τὸ αὐτοῦ ἁγιάζειν ὄνομα, τιμᾶν τε γονεῖς καὶ σωφρονεῖν βιοῦν τε ἀνεπιλήπτως, καὶ τραπέζης ἐθνικῆς μὴ μετέχειν, διὰ τὸ ἀκαθάρτως αὐτοὺς πολιτεύεσθαι. ὅταν δὲ πείσωμεν αὐτοὺς τὰ τῆς ἀληθείας φρονεῖν τε καὶ ποιεῖν, τοῦ ἱεροῦ βαπτίσματος ἀξιώσαντες ἐν τρισμακαρίᾳ τινὶ ἐπονομασίᾳ, τότε δὴ αὐτοῖς καὶ συναυλιζόμεθα. ἐπεὶ οὐδ’ ἂν πατὴρ ἢ μήτηρ τυγχάνῃ, ἢ γυνὴ, ἢ τέκνον, ἢ ἀδελφὸς, ἢ ἄλλος τις ἐκ φύσεως τὴν στοργὴν ἔχων, συνεστιᾶσθαι αὐτῷ θεμιτὸν ἡμῖν. πίστει γὰρ διαφερόντως τοῦτο ποιοῦμεν. μὴ οὖν ὕβριν ἡγήσῃ τὸ μὴ συνεστιᾶσθαί σοι τὸν υἱὸν, ἄχρις ἂν τὰ αὐτὰ ἡμῖν φρονῇς καὶ ποιῇς.

  3. 102.1

    Ἡ δὲ ἀκούσασα ἔφη· τί οὖν κωλύει με σήμερον βαπτισθῆναι; ἥτις καὶ πρὸ τοῦ ἰδεῖν σε τοὺς λεγομένους θεοὺς ἀπεστράφην λογισμῷ τοιούτῷ, ὅτι πολλὰ σχεδὸν καθ’ ἡμέραν θυούσῃ μοι τούτοις ἐν ταῖς ἀνάγκαις οὐ παρεστάθησάν μοι. περὶ δὲ μοιχείας τί δεῖ με καὶ λέγειν; ὁπότ’ ἂν οὐδὲ πλουτοῦσαν τρυφή με πρὸς τοῦτο ἠπάτησεν, οὐδὲ ἡ μετὰ ταῦτα πενία ἐπὶ τοῦτό γε ἐλθεῖν κατηνάγκασεν, ἅτε δὴ τῆς σωφροσύνης ὡς μεγίστου καλοῦ ἀντιποιουμένης μου, ἧς ἕνεκα καὶ εἰς τοσαύτην ἦλθον περίστασιν. ἀλλ’ οὐδέ σε οἶμαι, κύριέ μου Πέτρε, ἀγνοεῖν, ὅτι ἡ πλείων ἐπιθυμία ἐξ εὐθυμιῶν γίνεται· ὅθεν ἐγὼ ἐν εὐθυμίᾳ σωφρονήσασα ἐν δυσθυμίᾳ πρὸς ἡδονὰς ἑαυτὴν οὐκ ἐκδίδωμι. ἀλλὰ μηδὲ νῦν κακουχίας ἀπηλλάχθαι νομίσῃς μου τὴν ψυχὴν τὴν ποσῶς παραμυθίας τυχοῦσαν διὰ τὴν Κλήμεντος ἀναγνώρισιν· ἀντεισερχομένη γὰρ ἡ ἐκ τῶν δύο μου τέκνων ἀθυμία καὶ τὴν ποσῶς ἀμαυροῖ χαράν. λυπεῖ γὰρ ἡμᾶς οὐ τοσοῦτον τὸ ἐν τῇ θαλάσσῃ τούτους παραπολέσθαι, ὅσον τὸ χωρὶς τῆς εἰς θεὸν εὐσεβείας διαφθαρῆναι μετά γε τῶν ψυχῶν αὐτοῖς καὶ τὰ σώματα. ὁ δὲ τούτων πατὴρ, ἐμὸς δὲ σύνευνος, ὡς παρὰ Κλήμεντος ἔμαθον, ἐπί τε τὴν ἐμὴν καὶ τῶν υἱῶν ζήτησιν ἐκβὰς τοσούτοις ἔτεσιν ἀφανής ἐστι· πάντως δὲ καὶ αὐτὸς ἐτελεύτησε. καὶ γὰρ ὁ ταλαίπωρος ὑπὸ σωφροσύνης με ἀγαπῶν φιλότεκνος ἦν· ὅθεν πάντων ἡμῶν τῶν ὑπὲρ πάντα ἠγαπημένων αὐτῷ στερηθεὶς ὁ γέρων ὑπὸ μεγίστης ἀθυμίας διαπεφώνηκε.

  4. 103.1

    Τῆς δὲ μητρὸς ταῦτα λεγούσης ἀκούοντες οἱ παῖδες οὐκέτι κατὰ τὴν τοῦ Πέτρου παραίνεσιν ἠδύναντο στέγειν· ἀλλ’ ἀναστάντες περιεπλέκοντό τε αὐτῇ καὶ σὺν δάκρυσι κατεφίλουν. ἐφ’ ᾧ δὴ καὶ ἡ μήτηρ καταπλαγεῖσα, τί θέλοι τοῦτο εἶναι, ὑπὸ ἐκστάσεως ὥσπερ καὶ ἀγνοίας τῶν γινομένων ἠρώτα. καὶ ὁ Πέτρος εὐθὺς παράστησον, ὦ γύναι, εἴρηκε, γενναίως τὸν νοῦν σου, ὥστε τῶν σῶν ἡδέως ἀπολαῦσαι τέκνων. οὗτοι γάρ εἰσι Φαυστῖνος καὶ Φαυστινιανὸς, οὓς ἔλεγες ἐν βυθῷ τεθνάναι, καὶ ὧν τὸ πένθος ἀβίωτον ἐτίθει σου τὴν ζωήν. πῶς δὲ αὐτῶν ὁ μὲν Νικήτης, ὁ δὲ Ἀκύλας καλεῖται, αὐτοὶ καλῶς λεγέτωσάν τε καὶ διδασκέτωσαν. ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ ἀμέτρου πλησθεῖσα χαρᾶς μικροῦ ἂν ἀπολελοίποι καὶ τὴν πνοήν· ἀνενεγκοῦσα δὲ ὅμως καὶ ὥσπερ ἑαυτῆς γενομένη τέκνα μου ποθεινὰ, ἔφη, τέκνα γλυκύτατα, τέκνα καρδίας καύσωνες τῆς ἐμῆς εἴπα τέ μοι, τίνα δὴ τὰ μετα τὴν χαλεπὴν ἐκείνην νύκτα συμβάντα ὑμῖν.

  5. 104.1

    Καὶ ὁ Νικήτης αὐτίκα τὸν λόγον ἀναλαβὼν οὕτως ἔφη· ἡμῖν, ὦ μῆτερ, ὡς οἶσθα, τοῦ πλοίου κατὰ τὴν νύκτα διαῤῥαγέντος ἄνδρες τινὲς ἐν τῷ βυθῷ λῃστεύειν οὐ δεδοικότες ἡμᾶς ἀνελόμενοι καί τινι ἐνθέμενοι σκάφει, ἔπειτα δὲ καὶ κώπαις χρώμενοι εἰς τὴν Στράτωνος ἦγον Καισάρειαν. κἀκεῖ σφόδρα συνεχομένους ἡμᾶς τῷ λιμῷ, πρὸς δὲ καὶ περιδεεῖς ὄντας, μή τι καὶ προπετὲς καὶ τῶν αὐτοῖς οὐ δοκούντων φθεγξώμεθα, ἐκεῖνοι τὰ ὀνόματα ἡμῶν διαμείψαντες εἰς δουλείαν ἀθλίως ἀπέδοντο. γυνὴ δέ τις ἡμᾶς Ἰουδαίοις προσήλυτος ἀξιόλογος πάνυ ὄνομα Ἰούστα ὠνησαμένη ἐν τέκνων ἐφύλαττε μοίρᾳ καὶ πάσῃ ἑλληνικῇ παιδείᾳ μετὰ σπουδῆς ἐξεπαίδευσεν. ἡμεῖς δὲ γενόμενοι ἐφ’ ἡλικίας ἔμφρονες καὶ τὴν θρησκείαν ἠγαπήσαμεν καὶ τὰ τῆς παιδείας ἐφιλοπονήσαμεν, ὅπως πρὸς τὰ λοιπὰ ἔθνη διαλεγόμενοι ἐλέγχειν αὐτὰ περὶ πλάνης δυνατῶς ἔχωμεν. ἠκριβώσαμεν δὲ καὶ τὰ φιλοσόφων, ἐξαιρέτως τὰ ἀθεώτατα, λέγω δὴ τὰ Ἐπικούρου καὶ Πύῤῥωνος, ἵνα καὶ μᾶλλον ἀνασκευάζειν δυνώμεθα.

  6. 105.1

    Σίμωνι δέ τινι μάγῳ σχεδὸν γενόμενοι σύντροφοι φιλίας ὁδῷ ἀπατηθῆναι ἤδη ἐκινδυνεύομεν. ὅμως ταῦτα, μῆτερ, ἐπὶ καιροῦ σοι ἀκριβέστερον ἐκτεθήσεται. πλὴν μέλλουσιν ἡμῖν ἀπατᾶσθαι ὑπὸ τοῦ Σίμωνος ἑταῖρός τις τοῦ κυρίου ἡμῶν Πέτρου Ζακχαῖος λεγόμενος, προσηκάμενος ἐνουθέτησε μὴ συνθέσθαι τῷ μάγῳ. ἐπελθόντι δὲ τῷ Πέτρῳ προσήγαγεν, ὅπως ἡμᾶς πληροφορήσας πείσῃ περὶ τῶν τῇ θεοσεβείᾳ διαφερόντων. διὸ καί σε, μῆτερ, εὐχόμεθα, ὧν ἡμεῖς κατηξιώθημεν ἀγαθῶν, τούτων καὶ αὐτὴν μετασχεῖν, ὅπως κοινῶν ἁλῶν καὶ τραπέζης δυνηθῶμεν μεταλαβεῖν. αὕτη οὖν ἐστιν ἡ αἰτία, δι’ ἣν ἐνόμιζες ἡμᾶς ἐν τῇ θαλάσσῃ τεθνάναι.

  7. 106.1

    Ταῦτα τοῦ Φαυστίνου εἰπόντος ἡ μήτηρ ἡμῶν προσέπεσε τῷ Πέτρῳ δεομένη καὶ ἀξιοῦσα, ὅπως αὐτήν τε καὶ τὴν ξενοδόχον αὐτῆς μεταπεμψάμενος βαπτίσῃ, ἵνα, φησὶ, μηδεμία τις ἄμοιρος ἡμέρα γένηται, ἀφ’ ἧς τὰ ἐμαυτῆς ἀπέλαβον τέκνα, καθ’ ἣν ἂν οὐ συνεστιαθείην αὐτοῖς. καὶ ἡμῶν δὲ τὰ ὅμοια τῇ μητρὶ συνικετευόντων ὁ Πέτρος ἔφη· τί οἴεσθε, μόνος ἐγὼ ἄσπλαγχνός εἰμι, ὅτι μὴ βούλομαι συνεστιαθῆναι ὑμᾶς τῇ μητρὶ σήμερον βαπτίσας αὐτήν; οὐ μὲν οὖν. ἀλλὰ κἂν μίαν ἡμέραν πρὸ τοῦ βαπτισθῆναι νηστεῦσαι αὐτὴν δεῖ, ἐπεὶ καί τινα ὑπὲρ ἑαυτῆς ἐφθέγξατο ἡ μήτηρ· τάχα γὰρ εἰ μὴ τοῦτο, πολλῶν ἡμερῶν αὐτὴν ἁγνισθῆναι ἔδει.

  8. 107.1

    Ἐρομένῳ οὖν μοι, τί ἄρα καὶ φθεγξαμένη τὴν πίστιν αὑτῆς ἐξέφηνεν, ὁ Πέτρος ἔφη· ἀπόχρη καὶ μόνον αὐτῆς ἡ ἀξίωσις τοῦ συμβαπτισθῆναι αὐτῇ τὴν ξενοδόχον καὶ εὐεργέτιν. οὐκ ἂν δὲ τοῦτο τῇ ὑπ’ αὐτῆς ποθουμένῃ δοθῆναι ἠξίου, εἰ μὴ πρότερον αὐτὴ διετέθη ὡς ἐπὶ μεγάλῃ τῇ τοῦ βαπτίσματος δωρεᾷ. ὅθεν ἐγὼ πολλῶν ἔχω καταγινώσκειν, ὁπότ’ ἂν αὐτοὶ βαπτισθέντες καὶ πιστεύειν ὁμολογοῦντες μηδὲν ἄξιον πίστεως ποιῶσι, μηδὲ οὓς ἀγαπῶσι, λέγω δὴ γυναῖκας ἑαυτῶν καὶ υἱοὺς ἅμα καὶ φίλους, εἰς τοῦτο προτρέπωνται. εἰ γὰρ πεπιστεύκασι, ζωὴν αἰώνιον σὺν ἔργοις καλοῖς δωρεῖσθαι τὸν θεὸν ἐπὶ τῷ βαπτίσματι, πάντως ἂν καὶ οὓς ἠγάπων προετρέποντο βαπτισθῆναι. ἐπεί τί δή ποτε νοσοῦντας ὁρῶντες, ἢ ἀπαγομένους τὴν ἐπὶ θάνατον, ἢ ἄλλα τινὰ χαλεπὰ πάσχοντας ὀδύρονται καὶ κατελεοῦσιν; οὕτως εἰ ἐπεπιστεύκεισαν, αἰώνιον πῦρ περιμένειν τοὺς τὸν θεὸν μὴ σέβοντας, οὐκ ἂν ἐπαύσαντο νουθετοῦντες, ἢ καὶ ἀπειθοῦντας ὁρῶντες, δακρύοντες ἐπ’ αὐτοῖς καὶ χαλεπῶς ὀδυνώμενοι. καὶ τὰ νῦν τὴν ξενοδόχον πέμψας ἀνακρινῶ, εἰ τὸν νόμον ἡμῶν ἀγαπᾶν αἱρεῖται, καὶ οὕτως ἀκολούθως ἃ δεῖ πράξομεν. ἡ δὲ μήτηρ ὑμῶν, ἐπειδὴ πιστῶς διάκειται περὶ τοῦ βαπτίσματος, νηστευσάτω ἡμέραν πρὸ τοῦ βαπτίσματος.

  9. 108.1

    Ἡ δὲ ὤμνυε, δύο τῶν διελθουσῶν ἡμερῶν τῇ γυναικὶ διηγουμένη τὰ κατὰ τὸν ἀναγνωρισμὸν ὑπὸ πολλῆς χαρᾶς τροφῆς μὴ μεταλαβεῖν, ἢ χθὲς μόνον βραχέος ὕδατος μαρτυρήσει τε τῷ ὅρκῳ καὶ ἡ γυνὴ Πέτρου λέγουσα, ὡς ἀληθῶς οὐκ ἐγεύσατο. καὶ ὁ Ἀκύλας ἔφη· οὐκοῦν οὐδὲν κωλύει αὐτὴν, ὦ κύριέ μου, τὴν σήμερον βαπτισθῆναι. καὶ ὁ Πέτρος· ἀλλ’ οὐκ ἔστι τοῦτο νηστεία βαπτίσματος, ἐπεὶ μηδὲ δἰ αυτὸ γέγονε. καὶ ὁ Φαυστινιανὸς· ἴσως οὖν ὁ θεὸς βουλόμενος ἡμῶν τὴν μητέρα μη δεμίαν μετὰ τὸν ἀναγνωρισμὸν ἡμέραν τῆς ἡμετέρας χωρίσαι τραπέζης, προῳκονόμησε τὴν νηστείαν. ὡς γὰρ ἐσωφρόνησεν ἐν ἀγνοίᾳ τὸ πρέπον τῇ ἀληθείᾳ ποιήσασα, οὕτω καὶ νῦν ὁ θεὸς ἴσως ᾠκονόμησεν αὐτὴν πρὸ μιᾶς ἐν ἀγνοίᾳ νηστεῦσαι ὑπὲρ τοῦ ἀληθοῦς βαπτίσματος, ἵν’ ἀπὸ πρώτης ἡμέρας τοῦ γνωρίσαι ἡμᾶς μεταλαβεῖν σὺν ἡμῖν καὶ ἁλῶν δυνηθείη.

  10. 109.1

    Καὶ ὁ Πέτρος μὴ ἡμᾶς, ἔφη, νικάτω ἡ κακία πρόφασιν εὑροῦσα τὴν πρόνοιαν καὶ τὴν τῆς τεκούσης στοργήν· ἀλλὰ μᾶλλον ὑμεῖς κἀγὼ σὺν ὑμῖν διαμείνωμεν τὴν σήμερον ἐν νηστείᾳ, καὶ αὔριον βαπτισθήσεται. οὕτως ἔφη Πέτρος, καὶ οἱ πάντες τῷ λόγῳ συνευδοκήσαμεν. ὀρθριώτερον δὲ πολλῷ τοῦ καθ’ ἡμέραν ὁ Πέτρος διϋπνισθεὶς εἰσῄει πρὸς ἡμᾶς, καὶ διαναστήσας Φαυστῖνος, εἶπε, καὶ Φαυστινιανὸς ἅμα Κλήμεντι μετὰ τῶν οἰκείων ἀκολουθησάτωσάν μοι, ὅπως ἐν σκεπεινῷ τῆς θαλάσσης τόπῳ γενόμενοι τὰ τοῦ βαπτίσματος σχεδιάσωμεν.

  11. 110.1

    Ἐπὶ τὸν αἰγιαλὸν οὖν γενομένων ἡμῶν καὶ μεταξὺ πετρῶν τινῶν γαληνοῦ καὶ καθαροῦ τόπου εὐπορησάντων ἐβάπτισεν αὐτὴν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος. ἡμεῖς δὲ καὶ σὺν ἡμῖν ὅσοι παρῆσαν, τῶν γυναικῶν χάριν ὑπεχωρήσαμεν. ἔπειτα ὁ Πέτρος τὰς γυναῖκας διὰ τὸν ὄχλον προέπεμψε δι’ ἄλλης ὁδοῦ ἐπὶ τὴν ξενίαν ἐλθεῖν, μόνοις ἐκ τῶν ἀνδρῶν ἡμῖν συνεῖναι τῇ μητρὶ καὶ ταύταις ἐγκελευσάμενος. ἐλθόντες οὖν ἐπὶ τὴν ξενίαν καὶ ἀναμένοντες αὐτὸν ἀφικέσθαι ἀλλήλοις διελεγόμεθα. μετὰ ἱκανὰς δὲ ὥρας ὁ Πέτρος ἐλθὼν καὶ ἄρτον λαβὼν, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας, κλάσας τῇ μητρὶ πρῶτον ἐπέδωκε καὶ μετὰ ταύτην ἡμῖν τοῖς υἱοῖς. καὶ οὕτως αὐτῇ συνειστιάθημεν καὶ τὸν διδόντα τροφὴν θεὸν εὐλογήσαμεν.

  12. 111.1

    Τότε λοιπὸν ὁ Πέτρος τὸν ὄχλον εἰσεληλυθότα ἰδὼν, καθίσας αὐτὸς καὶ ἡμᾶς δὲ παρακαθεσθῆναι κελεύσας ὑφηγεῖτο, τίνι λόγῳ προπέμψας ἡμᾶς απὸ τοῦ βαπτίσματος αὐτὸς βραδύνας ἐπῆλθε. τὴν δὲ αἰτίαν ἔλεγεν εἶναι τοιαύτην. ἅμα τῷ ὑμᾶς, φησὶν, ἀποστῆναί μου, γέρων τὶς συνῄει περίεργος, κλέπτων ἑαυτὸν καὶ βουλόμενος ὁρᾶν, αὐτὸς μὴ ὁρᾶσθαι. καὶ προκατασκοπήσας ἡμᾶς, ὡς αὐτὸς ὕστερον ὡμολόγησε, πρὸς τὸ ἰδεῖν τί ἂν καὶ πράττοιμεν εἰς τὸν σκεπεινὸν τόπον γενόμενοι, λάθρα ἐκβὰς ἠκουλούθησεν. εἶτα ἐν εὐκαίρῳ τόπῳ μοι προσελθὼν καὶ προσαγορεύσας ἔφη· ἐκ πολλοῦ σοι ἀκολουθῶν καὶ συντυχεῖν ἐθέλων ᾐδούμην, μήπως ὡς περιέργῳ μοι χαλεπήνῃς. νῦν δὲ τὰ δοκοῦντα ἐμοὶ ἀληθῆ λέγω, εἰ βούλει. κἀγὼ ἀπεκρινάμην· λέγε ἡμῖν, ὅπερ σοι δοκεῖ καλὸν εἶναι, καὶ ἀποδεξόμεθά σε, κἂν τῷ ὄντι μὴ καλὸν ᾖ τὸ λεγόμενον, ἐπεί περ ἀγαθῇ προαιρέσει τὸ δοκοῦν σοι καλὸν εἰπεῖν ἠθέλησας.

  13. 112.1

    Καὶ ὁ γέρων τοῦ λέγειν ἤρξατο οὕτως· θαλάσσῃ ὑμᾶς λελουμένους εἰς τὸν ἀπόκρυφον τόπον ὑποχωρήσαντας ἰδὼν, προσελθὼν λάθρα κατεσκόπουν τὸ τί ἂν ἐν κρυφῇ πράττοιτε· καὶ ἐπειδὴ εὐχομένους εἶδον, ὑπεχώρησα, καὶ ἐλεήσας ὑμᾶς ἀνέμεινα ὅπως ἐξιοῦσι προσομιλήσας πείσω μὴ ἀπατᾶσθαι. οὔτε γὰρ θεός ἐστιν, οὔτε πρόνοια, ἀλλὰ γενέσει τὰ πάντα ὑπόκειται, ὡς ἐγὼ ἐφ’ οἷς πέπονθα πεπληροφόρημαι ἀκριβῶν ἐκ πολλοῦ τὸ μάθημα. μὴ οὖν ἀπατῶ. εἴτε γὰρ εὔχη, εἴτε καὶ μὴ τὰ ἐκ τῆς γενέσεως παθεῖν ἂν ἔχοις. αἱ γὰρ εὐχαὶ εἰ ἐδύναντό τι ἢ τὸ εὖ ποιεῖν, αὐτὸς ἂν ἐν τοῖς κρείττοσιν ἤμην. καὶ νῦν εἰ μή σε ἀπατᾷ ἡ πενιχρά μου αὕτη ἐσθὴς, οὐκ ἀπιστήσεις οἷς λέγω. ἐν πολλῇ βίου ποτὲ ὢν εὐθηνίᾳ πολλὰ καὶ θεοῖς ἔθυον καὶ δεομένοις παρεῖχον, καὶ ὅμως εὐχόμενός τε καὶ εὐσεβῶν τὴν πεπρωμένην ἐκφυγεῖν οὐ δεδύνημαι. κἀγὼ πρὸς αὐτόν· καὶ τίνα ἐστὶν, ἃ πέπονθας; ὁ δὲ ἀπεκρίνατο· οὐκ ἀνάγκη μοι λέγειν νῦν· ἴσως δὲ ἐπὶ τῷ τέλει ἀκούσῃ , τίς τε ὢν ἐγὼ καὶ τίνων καὶ ἐν ποίαις βίου περιστάσεσι γέγονα. νῦν δὲ ὅτι γενέσει τὰ πάντα ὑπόκειται, πίστεις σοι παρασχεῖν βούλομαι.

  14. 113.1

    Κἀγὼ ἔφην· εἰ γενέσει τὰ πάντα ὑπόκειται, καὶ τοῦθ’ οὕτως ἔχειν πεπληροφόρησαι, σεαυτῷ τἀναντία νοῶν συμβουλεύεις. εἰ μὲν γὰρ παρὰ γένεσιν οὐ δυνατὸν οὐδὲ τὸ φρονεῖν, τί ματαιοπονεῖς συμβουλεύων ἡμῖν, ὃ γενήσεσθαι πάντως ἀδύνατον; ἀλλ’ ἔτι μὴν εἰ γένεσις ὑφέστηκε, μὴ σπεῦδε πείθειν ἐμὲ μὴ σέβειν τὸν τῶν ἄστρων δεσπότην, οὗ θέλοντος καὶ μὴ γενέσθαι, γενέσθαι ἀδύνατον. ἀεὶ γὰρ ἂν τὸ ὑποκείμενον τῷ ἡγουμένῳ πείθεσθαι ἀνάγκην ἔχοι. τὸ μέντοι τοὺς νομιζομένους θεοὺς σέβειν γενέσεως ἐπικρατούσης περιττόν ἐστιν. οὔτε γὰρ παρὰ τὸ δοκοῦν τῇ πεπρωμένῃ τι γίνεται, οὔτε αὐτοί τι ποιεῖν δύνανται τῇ καθόλου αὑτῶν ὑποκείμενοι γενέσει.

  15. 114.1

    Τοιαῦτα πρὸς ἀλλήλους λεγόντων ἡμῶν πολὺς ἐπισυνῆλθεν ὄχλος. καὶ ὁ Πέτρος εἰς αὐτὸν ἀποβλέψας ἔφη· ἐγὼ καὶ τὸ ἐμὸν φῦλον ἐκ προγόνων θεὸν σέβειν παρειληφότες καὶ παράγγελμα ἔχοντες γενέσει μὴ προσανέχειν, φημὶ δὴ τῷ τῆς ἀστρολογίας μαθήματι, διὰ τοῦτο καὶ οὐ προσέσχον. ὅθεν ἀστρολογίας μὲν οὐκ εἰμὶ ἔμπειρος· ὧν δέ εἰμι, ὑφηγήσομαι. φημὶ γὰρ, ὅτι κατὰ θεοῦ πρόνοιαν διοικεῖται τὰ πάντα, καὶ ἕκαστος πρὸς ἅ πράττει τιμῆς ἢ κολάσεως τεύξεται. εἴτε δὲ νῦν, εἴτε καὶ αὖθις, οὐδέν μοι διαφέρει, πλὴν ὅτι πάντως ἀπολαύσει ἕκαστος ὧν ἔπραξεν. ἡ δὲ ἀπόδειξις τοῦ μὴ εἶναι γένεσιν, ἐστὶν αὕτη· τῶν παρεστώτων εἴ τις ὀφθαλμῶν ἐστέρηται, ἢ πεπηρωμένην ἔχει τὴν χεῖρα, ἢ χωλὸν ἄρα τὸν πόδα, ἢ ἕτερόν τι περὶ τὸ σῶμα ἰατροῖς οὐ θεραπευθῆναι δυνάμενον οὐδὲ ἀστρολόγοις, ἐπεὶ μηδὲ ἀπὸ τοῦ μακροῦ αἰῶνος τοιοῦτόν τι γέγονεν, ἐγὼ τοῦ θεοῦ δεηθεὶς παρέξω τὴν θεραπείαν. τούτου δὲ, ὡς ἐγώ φημι, γενομένου, οὐχ ἁμαρτάνουσιν οἱ τὸν πάντα δημιουργήσαντα θεὸν βλασφημοῦντες; καὶ ὁ γέρων ἀπεκρίνατο· βλασφημεῖν γὰρ ἐστι τὸ λέγειν· γενέσει ὑποκεῖσθαι τὰ πάντα; κἀγὼ πρὸς αὐτόν· καὶ πάνυ. εἰ γὰρ καὶ πᾶσαι αἱ τῶν ἀνθρώπων ἁμαρτίαι καὶ ἀσέβειαι καὶ ἀσέλγειαι ἐξ ἀστέρων, ὡς σὺ φῂς, γίνονται· τὸ δὲ τοὺς ἀστέρας ταῦτα ποιεῖν ὑπὸ θεοῦ τέτακται, ἵνα πάντων χαλεπῶν ἀποτελεστικοὶ γένωνται, αἱ πάντων ἁμαρτίαι πάντως ἄρα καὶ εἰς αὐτὸν ἀναφέρονται τὸν τὴν γένεσιν ἐνθέντα τοῖς ἄστροις.

  16. 115.1

    Καὶ ὁ γέρων· ἀληθῶς ἔφης· ἀλλὰ πάσῃ σου τῇ ἀπαραβλήτῳ ἀποδείξει ἡ ἐμὴ ἐμποδίζει συνείδησις. ἐγὼ γὰρ ἀστρολόγος ὤν καὶ Ῥώμην πρῶτον οἰκήσας, εἶτα φιλιωθείς τινι πρὸς γένους ὄντι Καίσαρος, αὐτοῦ τε καὶ τῆς συμβίου τὴν γένεσιν ἀκριβῶς ἠπιστάμην, καὶ ἱστορήσας ἀκολούθως τὰς πράξεις ἀποτελεσθείσας αὐτῶν τῇ γενέσει, λόγοις μόνοις οὐκ ἔχω σοι πείθεσθαι. ἦν γὰρ τῆς γενέσεως αὐτῆς τὸ διάθεμα, ποιοῦν μοιχάδας ἰδίων δούλων ἐρώσας καὶ ἐπὶ ξένης ἐν ὕδατι θνησκούσας· ὃ καὶ οὕτω γέγονεν. ἐρασθεῖσα γὰρ τοῦ ἰδίου δούλου καὶ τὸν ψόγον φέρειν οὐ δυναμένη, φυγοῦσα ἐν ἀλλοδαπῇ καὶ κοίτης αὐτῷ κοινωνήσασα κατὰ θάλασσαν διεφθάρη.

  17. 116.1

    Κἀγὼ ἀπεκρινάμην· καὶ πῶς ἄρα γινώσκεις, ὅτι ἡ φυγοῦσα, ἐπ’ ἀλλοδαπῆς γενομένη τὸν δοῦλον ἔγημε καὶ γήμασα ἐτελεύτησε; καὶ ὁ γέρων· ἀσφαλῶς οἶδα τἀληθῆ, οὐκ ὅτι ἔγημεν, ὁπότε οὐδὲ ὅτι ἤρα ἐγίνωσκον· ἀλλὰ μετὰ τὴν ἐκείνης ἀπαλλαγὴν ὁ ἀδελφὸς τοῦ ἀνδρὸς αὐτῆς πάντα μοι τὰ κατὰ τὸν αὐτῆς ἔρωτα διηγήσατο, καὶ ὡς σεμνὸς ὢν, ἅτε δὴ καὶ ἀδελφὸς, οὐκ ἐβουλήθη μιάναι τὴν κοίτην· καὶ πῶς βουλομένη καὶ αἰδουμένη πάλιν αὐτόν τε καὶ τὸν ψόγον ἡ τάλαινα· οὐκ ἔστι γὰρ αὐτὴν μέμψασθαι, ὅτι ἐκ γενέσεως ταῦτα καὶ πάσχειν καὶ ποιεῖν ἠναγκάζετο· ὄνειρον εἴτε ἀληθῆ, εἴτε ψευδῆ ἐπλάσατο, οὐκ ἔχω λέγειν. ἔλεγε γὰρ αὐτὴν εἰρηκέναι, ὅτι ὄναρ αὐτῇ τις ἐπιστὰς ἐκέλευσεν ἐξ αὐτῆς ἅμα τέκνοις τῆς Ῥωμαίων ἐκβῆναι πόλεως· ὁ δὲ ἀνὴρ σώζεσθαι ταύτην σὺν τοῖς υἱοῖς σπεύδων αὐτίκα παιδευθησομένους αὐτοὺς εἰς τὰς Ἀθήνας ἐξέπεμψε σὺν μητρὶ καὶ δούλοις· τρίτον δὲ υἱὸν ἔχων παρ’ ἑαυτῷ, ὡς δὴ τοῦ χρηματίσαντος ἐν ὀνείρῳ συνεῖναι αὐτῷ ἐπιτρέψαντος· πολλοῦ οὖν παρεληλυθότος χρόνου ὡς οὐκ ἔλαβε γράμματα παρ’ αὐτῆς, αὐτοῦ πολλάκις πέμψαντος εἰς Ἀθήνας, ἐμὲ παραλαβὼν ὡς πάντων αὐτῷ γνησιώτατον ὄντα ἐπὶ τὴν ζήτησιν αὐτῆς ἐπορεύθη. πολλὰ μὲν οὖν αὐτῷ καὶ κατὰ τὴν ἀποδημίαν συνέκαμνον προθύμως μεμνημένος, ὅτι τῆς πάλαι αὐτοῦ εὐδαιμονίας κοινωνόν με πάντων εἶχεν ὑπὲρ πάντας αὐτοῦ με τοὺς φίλους ἀγαπῶν. καὶ δὴ ἀπεπλεύσαμεν αὐτῆς Ῥώμης, καὶ οὕτως εἰς τὰ ἐνταῦθα τῆς Συρίας ἐγενόμεθα μέρη. καὶ οὐ μετὰ πολλὰς ἡμέρας ἐκεῖνος μὲν ἀθυμῶν ἐτελεύτησεν· ἐγὼ δὲ ἐνταῦθα ἐλθὼν τὰς διὰ τῶν χειρῶν τροφὰς ἔκτοτε καὶ εἰς δεῦρο πορίζομαι.

  18. 117.1

    Ταῦτα τοῦ γέροντος εἰπόντος συνιδὼν, ὅτι ὃν ἔλεγε γέροντα οὗτος αὐτὸς ἦν, ἐξ ὧν ἔλεγεν ὁ πατὴρ ὁ ὑμέτερος, οὐκ ἐβουλήθην αὐτῷ συναντιβαλεῖν, μέχρις ἂν ὑμῖν προσανάθωμαι. πλὴν τὰ κατὰ τὴν ξενίαν αὐτοῦ καταμαθὼν καὶ τὴν ἐμὴν δὲ μηνύσας ἀκριβείας ἕνεκα, τοῦτο μόνον ἐπυθόμην, τί τῷ γέροντι ὄνομα. ὁ δὲ ἔφη· Φαῦστος· τί δὲ τοῖς διδύμοις υἱοῖς· ὁ δὲ ἀπεκρίνατο· Φαυστῖνος καὶ Φαυστινιανός· τί δὲ τῷ τρίτῳ υἱῷ· ὁ δέ· Κλήμης, εἶπε· τί δὲ τῇ τούτων μητρὶ ὄνομα· Ματθιδία, φησίν. ὑπὸ συμπαθείας οὖν ἐγὼ σύνδακρυς γενόμενος, ἀπολύσας τοὺς ὄχλους ἦλθον πρὸς ὑμᾶς, ἴνα μετὰ τὴν τῶν ἁλῶν κοινωνίαν ταῦτα προσανάθωμαι ὑμῖν. πρὸ δὲ τῶν ἁλῶν εἰπεῖν ὑμῖν οὐ δέον ἔκρινα, μήπως ὑπὸ λύπης νικηθέντες ἐν τῇ τοῦ βαπτίσματος ἡμέρᾳ πενθοῦντες διατελέσητε, ὁπότε καὶ ἄγγελοι χαίρουσι. ταῦτα τοῦ Πέτρου λέγοντος ἐδακρύομεν οἱ πάντες μετὰ τῆς μητρός. ὁ δὲ δακρύοντας ἡμᾶς ἰδὼν, ἔφη· νῦν ἕκαστος ὑμῶν φόβῳ τῷ πρὸς τὸν θεὸν γενναίως φερέτω τὰ εἰρημένα. οὐ γὰρ δὴ σήμερον ὑμῖν ἐτελεύτησεν ὁ πατὴρ, ἀλλὰ καὶ ἔκπαλαι, ὡς ὑμεῖς εἰρήκατε στοχαζόμενοι.

  19. 118.1

    Ταῦτα τοῦ Πέτρου εἰπόντος ἡ μήτηρ μὴ φέρουσα μέγα ἀνέβραγεν· οἴμοι, ἄνερ, ὡς ἀγαπῶν ἡμᾶς κρίσει μὲν αὐτὸς ἐτελεύτησας, ἡμεῖς δὲ ζῶντες τὸ φῶς ὁρῶμεν καὶ τροφῆς ἄρτι μεταλαμβάνομεν. οὔπω τῆς μιᾶς ταύτης ὀλολυγῆς παυσαμένης ἰδοὺ καὶ ὁ γέρων εἰσῄει, καὶ ἅμα τῷ βούλεσθαι αὐτὸν τῆς κραυγῆς τὴν αἰτίαν πυνθάνεσθαι εἰς τὴν γυναῖκα ἐμβλέψας ἔφη· οἴμοι, τί θέλει τοῦτο εἶναι; τίνα ὁρῶ; προσελθὼν δὲ καὶ ἀκρίβέστερον ἐνιδὼν καὶ ὁραθεὶς περιεπλέκετο. οἱ δὲ ὑπὸ χαρᾶς αἰφνιδίου διεφώνουν ἀμφότεροι καὶ λαλεῖν ἀλλήλοις βουλόμενοι, ἀφασίᾳ συσχεθέντες ἐκ τῆς ἀπλήστου χαρᾶς ἐπέχειν ἑαυτοὺς οὐκ ἠδύναντο. καὶ μετ’ οὐ πολὺ πρὸς αὐτὸν ἡ μήτηρ· ἔχω σε Φαῦστε τὸν κατὰ πάντα γλυκύτατον. πῶς ἄρα ζῇς, ὃν ὡς τεθνεῶτα μκρῷ πρόσθεν ἠκούσαμεν; πλὴν οὗτοί εἰσιν οἱ υἱοὶ Φαυστῖνος καὶ Φαυστινιανὸς, καὶ ὁ ποθεινὸς Κλήμης. ταῦτα εἰπούσης ἡμεῖς οἱ τρεῖς προσπεσόντες αὐτῷ καὶ καταφιλοῦντες τὴν ἐκείνου μορφὴν ἀμυδρῶς πως κατεμανθάνομεν.

  20. 119.1

    Ἅ καὶ βλέπων ὁ Πέτρος σὺ εἶ Φαῦστος, εἶπεν, ὁ ταύτης ἀνὴρ καὶ τῶν αὐτῆς παίδων πατήρ; ὁ δὲ ἐγὼ εἰμι, ἔφη. καὶ ὁ Πέτρος· πῶς οὖν μοι τοὺς σεαυτοῦ ὡς περὶ ἄλλου διηγήσω πόνους εἰπὼν καὶ λύπην καὶ τάφον; καὶ ὁ πατὴρ ἀπεκρίνατο· συγγενὴς ὢν Καίσαρος καὶ γενέσθαι κατάφωρος οὐκ ἐθέλων ἐπ’ ἄλλῳ τινὶ τὴν ἐξήγησιν ἀνετυπωσάμην, ἵν’ αὐτοῖς ὅστις εἰμὶ μὴ ἐπιγνωσθῶ. ᾔδειν γὰρ ὅτι, εἰ ἀναγνώριμος γένωμαι, οἱ κατὰ τὸν τόπον ἡγούμενοι ταῦτα μαθόντες ἀνακαλέσονται Καίσαρι κεχαρισμένα ποιοῦντες καὶ τὴν τοῦ βίου πάλιν εὐδαιμονίαν μοι περιθήσουσιν, ὅπερ ὅλῃ προθέσει πρότερον ἀπεταξάμην, ἄνευ τῶν ἐμοὶ φιλτάτων τέκνων πολιτεύεσθαι ἢ ζῆν ὅλως μὴ ἀνεχόμενος.

  21. 120.1

    Καὶ ὁ Πέτρος· ταῦτα μὲν ἐποίησας, ὡς ἐβουλεύσω. περὶ δὲ γενέσεως ἆρα ψευδόμενος διισχυρίζου, ἢ ὡς ἀληθεύων ἐβεβαίους; καὶ ὁ πατὴρ οὐ ψεύσομαι, ἔφη, πρὸς σέ· ὡς ἀληθῶς ἄρα οὔσης γενέσεως ἐβεβαίουν. ἔχω γὰρ οὐκ ἀμυήτως τοῦ θεωρήματος. πλὴν ἀλλὰ καὶ συνῆν μοι τὶς ἀστρολόγων ἀνὴρ ἄριστος Αἰγύπτιος Ἀννουβίων ὄνομα, ὅστις ἐν ταῖς ἀποδημίαις κατ’ ἀρχάς μοι φιλιωθεὶς τὸν τῆς ἐμῆς συμβίου μετὰ τῶν τέκνων θάνατον ἐδήλου. καὶ ὁ Πέτρος· οὐκοῦν ἔργῳ πέπεισαι νῦν, ὅτι οὐ συνέστηκε τὰ κατὰ τὴν γένεσιν; καὶ ὁ πατὴρ ἀπεκρίνατο· ἀνάγκη με πάντα τὰ τὸν ἐμὸν ὑπερβαίνοντα νοῦν κατὰ μέρος ἐκθέσθαι σοι, ἵνα παρὰ σοῦ πάλιν τ’ ἀληθῆ μάθω καὶ βέβαια. πολλὰ πταίειν οἶδα τοὺς ἀστρολόγους, πολλὰ δὲ καὶ τῆς ἀληθείας αὐτοὺς ἐφικνεῖσθαι. ἀλλὰ μή πως ἃ μὲν ἀκριβοῦσιν, ἀληθεύουσιν. ἃ δὲ πταίουσιν, ἀμαθίᾳ πάσχουσιν· ὡς ὑπονοεῖν με τὸ μὲν μάθημα συνεστάναι, τοὺς δὲ δι’ ἀμαθίαν ψεύδεσθαι μόνην διὰ τὸ ηὴ πάντας περὶ πάντων ἀκριβοῦν δύνασθαι. καὶ ὁ Πέτρος ἄπεχε, ἔφη, μή πως περὶ ὧν ἀληθεύουσιν ὡς ἐπιτυγχάνοντες καὶ οὐχὶ ὡς ἀκριβοῦντες ἄρα προλέγουσιν. ἀνάγκη γὰρ πᾶσα ἐκ πολλῶν τῶν λεγομένων ἀποβαίνειν τινά. καὶ ὁ γέρων· πῶς οὖν ἐστι περὶ τούτου με πιστωθῆναι τὸ εἴτε συνέστηκε τὸ κατὰ τὴν γένεσιν, ἢ οὔ;

  22. 121.1

    Ἀμφοτέρων οὖν σιωπώντων ἐγὼ Κλήμης ἐπειδὴ τὸ μάθημα, ἔφην, ἀκριβῶς ἐπίσταμαι, ὁ δὲ κύριος καὶ πατήρ μου οὐχ οὕτως, ἤθελον εἰ αὐτὸς Ἀννουβίων παρῆν, ἐπὶ τοῦ πατρὸς ποιήσασθαι λόγον. οὕτω γὰρ ἂν τὸ πρᾶγμα εἰς φανερὸν ἐλθεῖν ἠδύνατο, τεχνίτου πρὸς ὁμότεχνον τὴν ζήτησιν ἐσχηκότος. καὶ ὁ πατὴρ ἀπεκρίνατο· ποῦ οὖν δυνατόν ἐστιν Ἀννουβίωνι συντυχεῖν; καὶ ὁ Πέτρος ἐν Ἀντιοχείᾳ, ἔφη. ἐκεῖ γὰρ μανθάνω Σίμωνα τὸν μάγον ἐπιδημεῖν, ᾧ καὶ παρεπόμενος Ἀννουβίων ἀχώριστός ἐστιν. ἐπὰν οὖν ἐκεῖ γενώμεθα, ἐάν γε καταλάβωμεν αὐτοὺς, ἡ ζήτησις ἐπ’ ἐκείνου γενήσεται. καὶ ὅμως πολλὰ διαλεχθέντες καὶ ἐπὶ τῷ ἀναγνωρισμῷ χαρᾶς πληρωθέντες καὶ θεῷ πολλὴν χάριν ὁμολογοῦντες, ἑσπέρας καταλαβούσης εἰς ὕπνον ἐτράπημεν.

  23. 122.1

    Ὄρθρου δὲ γενομένου ὁ πατὴρ μετὰ τῆς μητρὸς καὶ τῶν τριῶν υἱῶν εἰσελθὼν ἔνθα ὁ Πέτρος ἦν, καὶ προσαγορεύσας ἐκαθέσθη· ἔπειτα καὶ ἡμεῖς αὐτοῦ κελεύσαντος. καὶ ὁ Πέτρος τὸν πατέρα προσβλέψας σπεύδω σε, ἔφη, ὁμόφρονα γενέσθαι γυναικὶ καὶ τέκνοις, ὅπως αὐτοῖς καὶ ἐνταῦθα ὁμοδίαιτος ᾖς κἀκεῖ μετὰ τὸν ἀπὸ τοῦ σώματος τῆς ψυχῆς χωρισμὸν συνὼν ἐν εὐφροσύνῃ διάγῃς. ἢ γὰρ οὐ τὰ μέγιστά σέ τε λυπεῖ καὶ αὐτοὺς τὸ μὴ ἀλλήλοις συνεῖναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ γε. καὶ ὁ Πέτρος· εἰ οὖν ἐνταῦθα τὸ ἀλλήλων κεχωρίσθαι λυπεῖ, μετὰ θάνατον πάντως γινόμενον, πόσῳ γε μᾶλλον λυπήσει, σὲ μὲν ἄνδρα σοφὸν ὄντα τῷ τῆς γνώμης σου λόγῳ τῶν σῶν κεχωρίσθαι, αὐτοὺς δὲ πολὺ μᾶλλον ὀδυνᾶσθαι τῷ εἰδέναι, ὅτι σε ἄλλα φρονοῦντα αἰώνιος μένει κόλασις ῥητοῦ δόγματος ἀποφάσει.

  24. 123.1

    Καὶ ὁ πατὴρ ἔφη· ἀλλ’ οὐκ ἔστιν, ὦ φίλτατε, τὸ ἐν ᾅδου ψυχὰς κολάζεσθαι, αὐτῆς ἅμα τῷ ἀποστῆναι τοῦ σώματος εἰς ἀέρα λυομένης. καὶ ὁ Πέτρος ἔφη· μέχρις οὖν ὅτε περὶ τούτου πείσωμέν σε, ἀπόκριναί μοι· οὐ δοκεῖ σοι, σὲ μὲν τῇ κολάσει διαπιστοῦντα μὴ λυπεῖσθαι, ἐκείνους δὲ περὶ σοῦ πεπεισμένους, ὡς ἄρα οὐ μικρὰν ἔχεις ἀνάγκην, ἐκ περισσοῦ ἀνιᾶσθαι; καὶ ὁ πατήρ· ἀκολούθως λέγεις. καὶ ὁ Πέτρος· διὰ τί δὲ αὐτοὺς οὐκ ἀπαλλάξεις μεγίστης περὶ σοῦ λύπης τῇ πίστει συνθέμενος, οὐ δυσωπίᾳ λέγω, ἀλλ’ εὐγνωμοσύνῃ, περὶ τῶν ὑπ’ ἐμοῦ λεγομένων σοι ἀκούων καὶ κρίνων, εἰ ταῦτα οὕτως ἔχει ἢ οὔ; καὶ εἰ μὲν οὕτως ἔχει ὡς λέγομεν, καὶ ᾧδε συναπολαύσεις τοῖς φιλτάτοις κἀκεῖ συναναπαύσῃ. εἰ δὲ ἐν τῇ τῶν λόγων σου σκέψει δείξῃς τὰ ὑφ’ ἡμῶν λεγόμενα ψευδῆ τινα μῦθον εἶναι, καὶ ὁμογνώμονάς σου λάβοις αὐτοὺς, καὶ οὕτω καλῶς ποιήσεις. τοῦ τε γὰρ κεναῖς ἐλπίσιν ἐπερείδεσθαι παύσεις, καὶ φόβων αὐτοὺς ψευδῶν ἀπαλλάξεις.

  25. 124.1

    Καὶ ὁ πατήρ· πολλὰ φαίνῃ μοι εὔλογα λέγων. καὶ ὁ Πέτρος· τί οὖν ἐστι τὸ κωλύον συνθέσθαι σε τῇ ἡμετέρᾳ πίστει; οὔτε γὰρ ἀσχολίαις ἀγορασμῶν, οὔτε πράξεων, οὔτε γεωργιῶν, οὐ φροντίδων, οὐδενί τούτων κατέχῃ. δύνασαι δὲ νοεῖν ὡς οὐκ αὐτομάτως ἐγένετό τι τῶν ὄντων, οἷα προνοίας οὐκ οὔσης. καὶ τούτου δεῖγμα σαφέστατον τὰ περί σε καὶ τὰ σὰ τέκνα καὶ τὴν γυναῖκα γεγενημένα. εἰ γὰρ παρά σοι ὄντες καὶ εἰς δεῦρο ἐτύγχανον, οὐκ ἂν τὸν τῆς εὐσεβείας λόγον ἐδέξαντο, οὐκ ἂν ἐπιγνῶναι τὴν ἀλήθειαν ἠδυνήθησαν. διὰ τοῦτο μετὰ τῆς ἀποδημίας καὶ ναυάγιον ᾠκονομήθη, καὶ πικροῦ θανάτου ὑπόνοια, προσέτι δὲ καὶ ἡ περὶ τὰ Ἑλληνικὰ τούτων ἄσκησις, ἵν’ ὡς πρότερον αὐτὰ παιδευθέντες, εἶτα μεταβαλόντες πρὸς τὴν εὐσέβειαν, δυνατοὶ ὦσιν ἑτοίμως αὐτὰ καὶ μετὰ πολλῆς ἀνασκευάζειν τῆς εὐκολίας, καὶ ἅ κακῶς τηνικαῦτα κατὰ τῆς εὐσεβείας προυβάλλοντο, τούτοις καλῶς ὑπὲρ αὐτῆς καὶ ἐν καιρῷ τῷ προσήκοντι χρήσαιντο· εἴσῃ δὲ σαφῶς καὶ αὐτὸς ἀπό γε τοῦ μακροῦ τούτου ἀναγνωρισμοῦ, καὶ ὧν μεταξὺ σαφῶς ἡ πρόνοια περί σε ᾠκονόμησεν, ὡς ἄρα οὐδὲν τῶν γινομένων αὐτομάτως οὕτως καὶ εἰκῆ γίνεται, ἀλλ’ ἐκείνη ἐστὶν ἡ ἐφεστῶσα καὶ τόδε τὸ πᾶν συγκρατοῦσα διηνεκῶς καὶ συνέχουσα, εἰ καὶ τὰ πολλὰ τὴν διάνοιαν ὑπερβαίνει τὴν ἡμετέραν.

  26. 125.1

    Ἐπεὶ τούτων ἤκουσεν ὁ πατὴρ, τὸν λόγον ἀναλαβὼν μὴ νόμιζε, εἴρηκε, κύριέ μου Πέτρε, ὡς πάντη μου διαπέφευγε τὸν νοῦν ἡ περὶ τοῦ ὑπὸ σοῦ κηρυττομένου λόγου δύναμις· ἀλλὰ καὶ τοῦ παιδὸς Κλήμεντος πολλὰ δι’ ὅλης νυκτὸς ὁμιλοῦντός μοι, ὥστε συνθέσθαι τοῖς ὑπὸ σοῦ λεγομένοις, καὶ πάντα τρόπον εἰς τοῦτο ἐνάγοντος. τί δαὶ, πρὸς αὐτὸν ἔφην ἐγὼ, δύναταί τις ἐντέλλεσθαί τι καινότερον, παρ’ ὃ πρότερον οἱ ἀρχαῖοι παρῄνεσαν; κἀκεῖνος ἠρέμα γελάσας πολλὴ διαφορὰ, πάτερ, εἶπε, μεταξὺ τῶν τῆς θεοσεβείας λόγων καὶ τῆς φιλοσοφίας. ὁ γὰρ τῆς ἀληθείας λόγος τὴν ἐκ προφητείας ἔχει βεβαίαν ἀπόδειξιν· ὁ δὲ τῆς φιλοσοφίας ἀπὸ συνθέσεως λόγων καὶ στοχασμῶν δοκεῖ παριστάνειν τὰς ἀποδείξεις. καὶ ὅμως ταῦτα εἰπὼν δείγματος χάριν τὸν περὶ φιλανθρωπίας μοι λόγον ἐξέθετο, ὃν οὐ πολλῷ πρότερον αὐτῷ ὑφηγήσω, ὃς ἀδικώτατός μοι μᾶλλον ἐφαίνετο. καὶ τὸ πῶς, ἐρῶ. δίκαιον ἔφασκεν εἶναι καὶ τῷ τύπτοντι αὐτοῦ τὴν σιαγόνα, παρατιθέναι καὶ τὴν ἄλλην· καὶ τῷ αἴροντι αὐτοῦ τὸ ἱμάτιον, προσδιδόναι καὶ τὸν χιτῶνα· ἀγγαρεύοντι δὲ μίλιον ἓν, συναπέρχεσθαι δύο, καὶ ὅσα τοιαῦτα.

  27. 126.1

    Καὶ ὁ Πέτρος ἀπεκρίνατο· ἀλλ’ ἐνόμισας ἄδικον, καίτοι γε δικαιότατόν ἐστι. καὶ εἴ σοι φίλον ἐστὶν, ἄκουσον. καὶ ὃς ἔφη· πάνυ μοι φίλον. καὶ ὁ Πέτρος· οὐ δοκεῖ σοι δύο ἐχθρῶν βασιλέων ὄντων καὶ διῃρημένας τὰς χώρας ἐχόντων, εἴ τις ἐκ τῶν τοῦ ἑνὸς ὑπηκόων ἐν τῇ τοῦ ἑτέρου χώρᾳ φωραθείη, καὶ διὰ τοῦτο θάνατον ὀφείλοι, ἐὰν ῥαπίσματι καὶ μὴ θανάτῳ τῆς τιμωρίας ἀπολυθῇ, οὐ φαίνεται ὁ ἀπολύσας φιλάνθρωπος εἶναι; καὶ ὁ πατὴρ ἔφη· καὶ πάνυ. καὶ ὁ Πέτρος· τί δαὶ, εἰ καὶ ἴδιόν τί τινος αὐτὸς οὗτος ἀφέληται ἢ καὶ ἀλλότριον, καὶ ἐπὶ τούτῳ συλληφθεὶς ἓν ἢ διπλάσιον δῷ, τετραπλάσιον ὀφείλων καὶ τὸ θανεῖν ὡς ὁ ἐν τοῖς τοῦ ἐναντίου ἁλοὺς ὅροις, οὐ δοκεῖ σοι, ὅτι ὁ λαβὼν τὸ διπλάσιον καὶ θανάτου αὐτὸν ἀπολύσας φιλάνθρωπος τυγχάνει; καὶ ὁ πατὴρ ἀπεκρίνατο· νῦν με πέπεικας, ὅτι οἱ ἀδικοῦντες αὐτοὶ ἀδικοῦνται, οἱ δὲ ἀδικούμενοι μᾶλλον πλεονεκτοῦσι. καὶ διὰ τοῦτο ἐπὶ πλέον ἀδικώτατόν μοι φαίνεται τὸ γινόμενον, ὅτι οἱ μὲν δοκοῦντες ἀδικεῖν ἑαυτοὺς ἔβλαψαν μᾶλλον, πολλὴν δὲ τοῖς ἀδικηθεῖσιν ἐπορίσαντο τὴν ὠφέλειαν· οἱ δὲ δοκοῦντες ἀδικεῖσθαι αὐτοὶ μᾶλλον ἀδικοῦσιν, ὅτι καίτοι πλεῖστα παρ’ ἐκείνων ὠφεληθέντες τοῖς ὁμοίοις αὐτοὺς οὐκ ἀμείβονται. καὶ ὁ Πέτρος· ἀλλ’ οὐ παρὰ τὴν τῶν ἐπηρεαζόντων, ἀλλὰ παρὰ τὴν τῶν δεχομένων ταῦτα γίνεται γνώμην.

  28. 127.1

    Καὶ ὁ πατὴρ ἐπαινέσας τὰ εἰρημένα πρὸς τὸν Πέτρον φησίν· ἀλλ’ ὦ κύριέ μου, καὶ τοῦτόν μοι τὸν λόγον σαφήνισον μέμνημαι γὰρ εἰρηκότος μοι Κλήμεντος, ὅτι τὰ ἀδικήματα καὶ τὰ πάθη πρὸς ἄφεσιν ἁμαρτιῶν πάσχομεν. καὶ ὁ Πέτρος· ὀρθῶς ἔχει καὶ οὕτως ἐστίν. ἃ γὰρ ἄνθρωποι κτώμεθα τοῦ πλείονος ἐφιέμενοι εἴτε ἱμάτια, φημὶ, εἴτε βρώματα, εἴτε ποτὰ, εἴτε ἄλλα τινὰ, οὐ καλῶς πάντως ποιοῦντες κτώμεθα, διὰ τὸ δεῖν μηδὲν ἔχειν ὡς μικρῷ πρόσθεν ὑμῖν εἴρηκα. εἰ γὰρ ἐν πᾶσι τὰ κτήματα προξενεῖν οἶδε τοῖς ἔχουσιν ἁμαρτήματα, ἡ τούτων ὅπως ποτὲ στέρησις ἁμαρτιῶν ἐστιν ἀφαίρεσις. καὶ ὁ πατὴρ ἔφη· ἀκολούθως ἔχει. καὶ ὁ Πέτρος· καὶ δικαιότατα. ἐπεὶ γὰρ τῶν σωζομένων ἐστὶν, ὡς ἔφην, τὸ μηδὲν ἔχειν, ὑπάρχει δὲ πολλὰ πολλοῖς κτήματα, τούτου χάριν ἐξ ὑπερβαλλούσης θεοῦ φιλανθρωπίας ἐπάγονται παιδεῖαι τοῖς μὴ κατὰ τὸ δοκοῦν θεῷ πολιτευομένοις, ἵνα διὰ τὸ ποσῶς φιλόθεον προσκαίρους ὑπομένοντες τιμωρίας αἰωνίων ἀπαλλαγῶσι κολάσεων. καὶ ὁ πατήρ· τί δαὶ, οὐ πολλοὺς ἀσεβεῖς ὁρῶμεν πένητας; εἶτα παρὰ τοῦτο καὶ αὐτοὺς τῆς τῶν σωζομένων εἶναι μερίδος φήσομεν; καὶ ὁ Πέτρος· οὐ πάντως. οὐ γὰρ ἀποδεκτὴ ἡ πενία, ὧν μὴ προσῆκεν ὀρεγομένη, ἐπεὶ καὶ ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱὸς τοῦ ζῶντος θεοῦ μακαρίζων τοὺς πτωχοὺς μακάριοι οἱ πτωχοὶ, ἔφη, τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. καὶ ὁ πατήρ· ἀληθῶς πάνυ κατὰ τὴν ὑπόθεσιν ὀρθῶς ἔχειν τὰ πράγματα φαίνεται· διὸ καὶ προαιρέσεως ἔχω τῇ τάξει παντὸς ἐπακοῦσαι τοῦ λόγου.

  29. 128.1

    Καὶ ὁ Πέτρος· οὐκοῦν τοῦ λοιποῦ σπεύδοντί σοι τὰ κατὰ τὴν ἡμετέραν πίστιν μαθεῖν, προϊόντα τὸν λόγον ἐκθήσομαι ἀπ’ αὐτοῦ πρῶτον ἀρχόμενος τοῦ θεοῦ καὶ δεικνὺς, αὐτὸν μόνον δεῖν λέγειν θεὸν, ἑτέρους δὲ μήτε λέγειν, μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰώνια κολασθήσεται ὡς εἰς αὐτὸν τὸν τῶν ὅλων ἀσεβήσας θεόν. καὶ τοῦτο εἰπὼν καὶ τοῖς ὑπὸ παθῶν ὀχλουμένοις καὶ νοσοῦσι καὶ δαιμονῶσι τὰς χεῖρας ἐπιθεὶς καὶ τούτους εὐχῇ θεραπεύσας, τὴν ἐκκλησίαν διέλυσεν· εἶθ’ οὕτως εἰσελθὼν καὶ τῶν συνήθων ἁλῶν μεταλαβὼν ὕπνωσεν.

  30. 129.1

    Ὄρθρου δὲ πάλιν ὁ Πέτρος ἐξιὼν καὶ ἐπὶ τὸν συνήθη τοῦ διαλέγεσθαι τόπον στὰς, ἅτε καὶ πολλῶν συνδεδραμηκότων ὄχλων, ἅμα τῷ μέλλειν διαλέγεσθαι αὐτὸν εἰσῄει τις τῶν αὐτοῦ διακόνων λέγων· Σίμων ἀπὸ Ἀντιοχείας εἰσεληλυθὼς ἀπ’ αὐτῆς ἑσπέρας, μαθὼν ὑποσχόμενόν σε τὸν περὶ μοναρχίας ποιεῖσθαι λόγον, ἕτοιμός ἐστι μετά γε τοῦ Ἐπικουρείου Ἀθηνοδώρου διαλεγομένῳ σοι ἐπελθεῖν, ὡς ἂν πᾶσι τοῖς ὑπὸ σοῦ περὶ μοναρχίας ὑπαγορευομένοις δημοσίᾳ παρὼν αὐτὸς ἀντιλέγοι.

  31. 130.1

    Ταῦτα τοῦ διακόνου λέγοντος ἰδοὺ καὶ ὁ Σίμων σὺν Ἀθηνοδώρῳ καί τισιν ἄλλοις ἑταίροις εἰσῄει, καὶ πρὸ τοῦ τι τὸν Πέτρον ὅλως εἰπεῖν αὐτὸς προλαβὼν ἔμαθον, φησὶν, ὅτι χθὲς ὑπέσχου τῷ Φαύστῳ κατὰ τὴν σήμερον δεῖξαι τῇ τάξει τὸν λόγον ποιούμενος, καὶ ἀπ’ αὐτοῦ πρῶτον ἀρχόμενος τοῦ τῶν ὅλων δεσπότου, ὅτι αὐτὸν δεῖ μόνον λέγειν θεὸν, ἄλλους δὲ μήτε λέγειν, μήτε νομίζειν, καὶ ὅτι ὁ παρὰ τοῦτο ποιῶν αἰωνίαν ὑφέξει τὴν τιμωρίαν. πρὸ πάντων οὖν ἀληθῶς καταπέπληγμαί σου τὴν ἀπόνοιαν, ὅτι ἤλπισας μεταπεῖσαι ἄνδρα σοφὸν οὕτω, καὶ ταῦτα πρεσβύτην· ἀλλ’ οὐκ ἐπιτεύξῃ τῶν ἐλπίδων καὶ τοῦ θελήματος, ἅτε παρόντος ἐμοῦ καὶ τοὺς ψευδεῖς σου διελέγχοντος λόγους. ἴσως γὰρ ἂν καὶ ἠπάτητο μὴ παρόντος ἐμοῦ ἰδιώτης ὢν τῶν παρὰ Ἰουδαίοις δημοσίᾳ πεπιστωμένων βίβλων. τὰ νῖν δὲ τοὺς πολλοὺς ὑπερθήσομαι λόγους, ἵνα θᾶττόν σου τὴν ὑπόσχεσιν ἀσθενῶς ἔχουσαν διελέγξω. λέγε τοιγαροῦν, ὃ ὑπέσχου. εἰ δὲ τὸν ἔλεγχον αἰδούμενος ἐφ’ ἡμῶν αὐτῶν τὴν ὑπόσχεσιν ἐθέλοις παραλιπεῖν, αὐτάρκης καὶ οὕτως ἀπόδειξις ὅτι ψευδῆ τὰ ὑπεσχημένα, καθ’ ὅτι ἐπὶ τῶν τὰς γραφὰς εἰδότων εἰπεῖν οὐκ ἐτόλμησας. καὶ νῦν δὲ τί περιμένω σε λέγειν μέγιστον ἔχων μάρτυρα τῆς ὑποσχέσεώς σου τὸν γέροντα τουτονί; ταῦτα εἰπὼν καὶ τῷ πατρὶ προσβλέψας φησίν· εἰπέ μοι, ἀνδρῶν ἁπάντων ὁ τιμιώτατος, οὐχὶ οὗτος ὑπέσχετό σοι δεῖξαι σήμερον, ὅτι εἷς ἐστὶ θεὸς, καὶ οὐ χρὴ ἕτερόν τινα λέγειν ἢ νομίζειν θεόν, ὁ δὲ παρὰ ταῦτα ποιῶν ἀθάνατον εἰσπραχθήσεται τιμωρίαν;

  32. 131.1

    Καὶ ὁ πατὴρ ἔφη· καλῶς ἂν τὴν μαρτυρίαν παρ’ ἐμοῦ ἀπῄτεις, ὦ Σίμων, εἰ πρότερον ἠρνεῖτο Πέτρος· νῦν δὲ οὐκ αἰδεσθήσομαι λέγειν, ἃ δεῖ λέγειν· οἶμαί σε ὀργῆς πεπλησμένον διαλεχθῆναι βούλεσθαι. τοῦτο δὲ οὔτε σοι προσήκει ποιεῖν, οὔθ’ ἡμῖν οὕτως ἔχοντα ὑπακούειν, ὅτι μάχην ἐστὶν ἱστορῆσαι, καὶ οὐ πρὸς ἀλήθειαν ὠφελεῖσθαι· ἀλλ’ ἑκάτερος ὑμῶν τὸ ἑαυτοῦ δόγμα ἐκθέσθω, καὶ ὑφ’ ἑτέρῳ κρίνοντι τοὺς λόγους δοτέον, καὶ οὕτω πάντως ἀναμφίλογον τἀληθὲς εὑρεθήσεται. ἤρεσε τῷ Σίμωνι τὸ λεχθὲν, καὶ ποιήσειν ὑπέσχετο κατὰ ταῦτα. πλὴν ἀλλὰ δέδοικα, τῷ Φαύστῳ ἔφη, μή πως ἤδη προκατειλημένος τοῖς τοῦ Πέτρου λόγοις οὐ φιλαλήθης γένῃ κριτής.

  33. 132.1

    Καὶ ὁ πατὴρ ἀπεκρίνατο· μή με βιάζου ἀκρίτως συνθέσθαι σοι, ὡς ἂν δόξω φιλαλήθης εἶναι κριτής. εἰ γὰρ τἀληθῆ βούλει μαθεῖν, τῷ σῷ φρονήματι προείλημμαι μᾶλλον. καὶ ὁ Σίμων· πῶς προείληψαι, οὐκ εἰδὼς ὃ φρονῶ; καὶ ὁ πατήρ· τοῦτο ῥᾴδιόν ἐστιν εἰδέναι, καὶ πῶς, ἄκουσον. ἐλέγξειν ὑπέσχου τὸν Πέτρον ἕνα θεὸν λέγοντα εἶναι, ὅτι ψεύδεται· ὁ δὲ τὸν ἕνα λέγοντα ἐλέγξαι ἐπαγγελλόμενος, πάντως εὔδηλον ὡς ἐκεῖνος ἀληθεύων, οὐ τὸ αὐτὸ λέγει. εἰ γὰρ τῷ καταψευδομένῳ τὸ αὐτὸ λέγει, καὶ αὐτὸς ἄρα ψεύδεται· εἰ δὲ τὰ ἐναντία λέγων ἀποδείκνυσιν, ἄντικρυς ἀληθεύει. οὐκ ἄλλως οὖν τὸν ἕνα θεὸν εἶναι λέγοντα ψεύστην λέγεις, εἰ μὴ ἂν ὅτι πολλοὺς αὐτὸς δοξάζεις θεούς. θεοὺς δὲ πολλοὺς εἶναι καὶ ἐγώ φημι. τῷ αὐτῷ οὖν σοι πρὸ τῆς ζητήσεως λόγῳ κἀγὼ προκατείλημμαι· καὶ κατὰ τοῦτο περὶ ἐμοῦ σε τὸ παράπαν οὐ δεδοικέναι χρὴ, ἀλλὰ Πέτρον μᾶλλον· τυγχάνω γὰρ αὐτῷ καὶ ἔτι τὰ ἐναντία φρονῶν. μετὰ δὲ τὴν ὑμετέραν ζήτησιν ἐλπίζω φιλαλήθης ὢν κριτὴς, πᾶσαν ἀποδυσάμενος πρόληψιν, τῷ ἐπικρατοῦντι συνθέσθαι λόγῳ. ταῦτα τοῦ πατρὸς εἰπόντος ἠρέμα βοή τις ἐπαίνου ἐκ τῶν ὄχλων ἐγένετο ἐπὶ τῷ οὕτως τὸν πατέρα διαλεχθῆναι.

  34. 133.1

    Καὶ ὅμως ὁ Πέτρος τὸ ἑαυτοῦ περὶ θεοῦ ἐξέθετο φρόνημα, καὶ πολλὰ περὶ μοναρχίας διαλεχθεὶς μετὰ δακρύων τῇ χειρὶ προσεκαλεῖτο τοὺς ὄχλους, οἷς προσελθοῦσι τὰς χεῖράς τε ἐπετίθει, καὶ ὑπὲρ αὐτῶν ηὔχετο, καὶ ὁμοῦ πάντες εὐλογήσαμεν τὸν θεόν. ὑπεισέδραμε δέ τις λέγων πρὸς Σίμωνα· Ἀππίων ὁ Πλειστονίκης σὺν Ἀννουβίωνι ἧκεν ἀρτίως ἀπὸ Ἀντιοχείας. καὶ ταῦτα ἀκούσας ὁ Σίμων ἔξεισιν εὐθέως ὡς τοὺς εἰρημένους ὑποδεξόμενος. ὁ δὲ πατὴρ προσελθὼν τῷ Πέτρῳ εἴ μοι ἐπιτρέπεις, ἔφη, κύριέ μου, πορεύομαι κἀγὼ σὺν αὐτῷ προσαγορεύσων Ἀππίωνά τε καὶ Ἀννουβίωνα ἐκ πρώτης ἡλικίας φίλους μοι γενομένους. τυχὸν γὰρ καὶ Ἀννουβίωνα πείσω Κλήμεντι διαλεχθῆναι περὶ γενέσεως. καὶ ὁ Πέτρος ἐπιτρέπω, ἔφη, καὶ ἐπαινῶ τὰ φίλων σε πληροῦντα μέρη. πλὴν ἐννόει μοι, ὡς κατὰ πρόνοιαν θεοῦ πανταχόθεν συντρέχει τὰ πρὸς τὴν σὴν πληροφορίαν, οἰκείαν ἀποτελοῦντα τὴν ἁρμονίαν. τοῦτο δὲ εἶπον διὰ τὴν Ἀννουβίωνος χρησίμως σοι γενομένην ἐπιδημίαν. καὶ ὁ πατὴρ ἀληθῶς, ἔφη, κἀγὼ συνορῶ τοῦτο οὑτωσὶ ἔχον.

  35. 134.1

    Καὶ ταῦτα εἰπὼν ἐπορεύθη πρὸς Σίμωνα. καὶ εὑρὼν Ἀππίωνά τε καὶ Ἀννουβίωνα καὶ προσαγορεύσας αὐτοὺς ἐκαθέσθη. ὁ δὲ Σίμων ἀκούσας ἐπιδημήσειν τινὰς ἐκ προσταγῆς βασιλικῆς ἐπιζητοῦντας αὐτὸν καὶ φάσκοντας, καθ’ ὅτι Καῖσαρ πολλοὺς μάγους ἀνελὼν, εἶτα καὶ τὰ κατὰ τὸν Σίμωνα πυθόμενος εἰς ἐπιζήτησιν αὐτοῦ πέμψειεν, ὅπως καὶ αὐτὸν ὁμοίως κολάσῃ, πρὸς Ἀννουβίωνα καὶ Ἀππίωνα ἔφη· Φαῦστον πρὸς ἡμᾶς ἐλθόντα μετασχεῖν ἁλῶν ποιήσατε σὺν ἡμῖν· ἐγὼ δὲ μῦρόν τι κατασκευάσω, ἵνα δειπνήσας καὶ ἀλειψάμενος τὴν ἐμὴν πᾶσι δόξῃ ἔχειν μορφήν.

  36. 135.1

    Καὶ τοῦ Σίμωνος ταῦτα εἰπόντος Ἀππίων καὶ Ἀννουβίων φασὶ πρὸς αὐτόν· καὶ τί ἄρα σοι κέρδος ἀπὸ τῆς μηχανῆς ἔσται ταύτης; καὶ ὁ Σίμων ἔφη· πρῶτον μὲν συλλαβόντες αὐτὸν, οἱ ἐμὲ ζητοῦντες παύσονται τῆς κατ’ ἐμοῦ ζητήσεως. εἰ δὲ καὶ ὑπὸ βασιλικῆς χειρὸς ἀναιρεθείη, μέγιστον πένθος ἕξουσιν οἱ τούτου παῖδες, οἵ τινες ἐμὲ καταλιπόντες Πέτρῳ προσπεφοιτήκασιν. Ἀππίων δὲ καὶ Ἀννουβίων κατ’ ἰδίαν πάντα τῷ Φαύστῳ διασαφοῦσι, καὶ τὴν ἐπιβουλὴν φράζουσι. καὶ ὁ Φαῦστος οὐκ ἀληθεῖς εἶναι τοὺς λόγους νομίσας, συνδειπνήσας τῷ Σίμωνι μετά γε τῶν ἑταίρων Ἀππίωνος τε καὶ Ἀννουβίωνος ἐκ χειρὸς τοῦ Σίμωνος λαμβάνει τὸ μῦρον, καὶ τὸ ἴδιον ἀλειψάμενος πρόσωπον τὴν τοῦ Σίμωνος εὐθὺς ὑπέδυ μορφὴν. πλὴν ἐν μέσῃ γε τῇ νυκτὶ διαναστὰς ὁ Σίμων τὴν ἐπὶ τῆς Ἰουδαίας φυγὴν ἐποιεῖτο.

  37. 136.1

    Ἡμεῖς δέ γε οἱ τῷ Πέτρῳ συνόντες δι’ ὅλης ννκτὸς ἀλλήλοις διομιλοῦντες ὑπό τε ἡδονῆς καὶ χαρᾶς τῶν λεγομένων νήφοντες διενυκτερεύσαμεν. ἤδη δέ πως τῆς νυκτὸς ὑπαυγαζομένης ὁ Πέτρος ἐμβλέψας ἐμοί τε καὶ τοῖς ἀδελφοῖς ἔφη· διαπορῶ, τί ἄρα γε τῷ ὑμετέρῳ πατρὶ γέγονε. καὶ λέγοντος ταῦτα ἰδοὺ καὶ ὁ πατὴρ ἧκε, τὸν Πέτρον ἡμῖν περὶ αὐτοῦ διαλεγόμενον ἥδη καταλαβὼν, ἀθυμοῦντά τε ἰδὼν καὶ προσαγορεύσας ἀπελογήσατο, δι’ ἥν αἰτίαν ἔξω κεκοίμηται. ἡμεῖς δὲ ἐμβλέποντες αὐτῷ ἐξεστήκειμεν τὸ εἶδος Σίμωνος ὁρῶντες, φωνῆς δὲ τοῦ πατρὸς ἡμῶν ἀκούοντες Φαύστου. καὶ δὴ φευγόντων ἡμῶν αὐτὸν ὁ πατὴρ ἐξεπέπληκτο. μόνος δὲ Πέτρος τὴν κατὰ φύσιν αὐτοῦ μορφὴν ἐνορῶν πρὸς ἡμᾶς ἔφη· τίνος ἕνεκεν τὸν ὑμέτερον ἀπωθεῖσθε πατέρα καὶ ἀποστρέφεσθε; ἡμεῖς δὲ πρὸς αὐτὸν καὶ ἡ μήτηρ, ὅτι Σίμων ἡμῖν οὗτος φαίνεται φωνὴν ἔχων τοῦ ἡμετέρου πατρός. καὶ ὁ Πέτρος, οὐ, φησίν. ὑμῖν μὲν ἡ ἀμάγευτος αὐτοῦ φωνὴ γνώριμός ἐστι μόνη· ἐμοῦ δὲ τοῖς ἀμαγεύτοις ὀφθαλμοῖς καὶ τὸ εἶδος ὁποῖόν ἐστι καθορᾶται· ἐπεὶ μὴ Σίμων ἐστὶν οὗτος, ἀλλὰ Φαῦστος ὁ ὑμέτερος ὄντως πατήρ. τότε δὴ προσεμβλέψας καὶ τῷ πατρὶ λέγει· τὸ γνήσιόν σου εἶδος αὐτοῖς οὐ φαίνεται, ἀλλὰ Σίμωνος τοῦ ἀσεβεστάτου καὶ ἡμῖν ἐχθίστου.

  38. 137.1

    Ταῦτα τοῦ Πέτρου διαλεγομένου ἐπεισῄει τις τῶν προόδων ἀπὸ τῆς Ἀντιοχείας ἐληλυθὼς, λέγων· εἰδέναι σε θέλω, κύριέ μου Πέτρε, ὅτι Σίμων ἐν τῇ Ἀντιοχείᾳ ὅτε ὑπῆρχε, δημοσίᾳ πολλὰ τεράστια ποιῶν οὐδὲν ἄλλο σπουδάζων ἦν, ἥ σε μισητὸν αὐτοῖς καταστῆσαι, μάγον τε ὀνομάζων καὶ γόητα καὶ μιαιφόνον, ἐφ’ ᾧ καὶ τοσοῦτον αὐτοὺς ἠρέθισε κατά σου, ὡς γλίχεσθαι τοὺς ἐκεῖ πάντας τῶν σαρκῶν αὐτῶν θηριωδῶς ἀπογεύσασθαί σου. ἡμεῖς δὲ πολὺ κατὰ σοῦ βρύχουσαν τὴν πόλιν ἑωρακότες, ἤλθομεν ἀπαγγεῖλαί σοι. ἀλλὰ καὶ ὑπὸ Καίσαρος πεμφθείς τις βασιλικὸς πρὸς τὸν τῆς ἐπαρχίας ἡγούμενον εἰς ἀναζήτησιν Σίμωνος μαθὼν, ὅτι φυγὰς εἰς Ἰουδαίαν ᾤχετο, καὶ αὐτὸς κατὰ ζήτησιν αὐτοῦ ἀπῆλθεν, ἵνα κατὰ τὴν πρόσταξιν Καίσαρος τιμωρήσηται αὐτόν.

  39. 138.1

    Ταῦτα ἀκούσας φησὶ πρὸς τὸν πατέρα Φαῦστον ὁ Πέτρος· αὐτὸς ἰδίοις ὠσὶν ἀκήκοας τῶν προόδων ἀπὸ Ἀντιοχείας εἰσεληλυθότων, ὡς ἐκεῖ γεγονὼς ὁ Σίμων ἰσχυρῶς τοὺς ὄχλους παρώξυνε κατ’ ἐμοῦ, πλάνον τε καὶ μιαιφόνον, πρὸς δὲ καὶ μάγον καὶ γόητα καὶ τὰ τοιαῦτα καλῶν. νῦν οὖν ἐξαυτῆς ποίησον, ὅ ἐγώ σοι ἐντέλλομαι. καὶ καταλιπὼν Κλήμεντα παρ’ ἐμοὶ, προλαβὼν αὐτὸς εἰς τὴν Ἀντιοχέων μετὰ καί τῆς γυναικὸς Ματθιδίας ἔτι δὲ καὶ Φαυστίνου καὶ Φαυστινιανοῦ τῶν υἱῶν· συνέσονται δέ σοι καὶ ἄλλοι τινὲς, οἵ τινες δυνατοὶ ἔσονται ὑπουργῆσαί μου τῷ βουλήματι· μετὰ τούτων ἐν τῇ Ἀντιοχείᾳ γενόμενος, ἐν ὄσῳ τὴν μορφὴν ἔτι Σίμωνος περιφέρεις, δημοσίᾳ κήρυξον τὴν σεαυτοῦ μετάνοιαν.

  40. 139.1

    Ταῦτα τοῦ Πέτρου εἰπόντος, ὀξὺς ὢν εἰς τὸ νοῆσαι Φαῦστος οἶδα, ἔφη, κύριέ μου, τί βούλεται τὰ ῥήματα ταῦτα. διὸ μὴ κάμνε. μελήσει γάρ μοι ἐκεῖσε γενομένῳ διατελέσαι τὸ προσταττόμενον. καὶ δῆτα ὑπὸ νύκτα ὁ πατήρ μεθ’ ὧν ἐκέλευσε Πέτρος τῆς πόλεως ἐξορμήσας ἐπὶ τὴν πλησίον Ἀντιοχείαν ἦλθε. καὶ στὰς ἐν μέσῳ τῆς ἀγορᾶς εἴρηκε πρὸς τὸ πλῆθος· ἐγὼ Σίμων, ἐγὼ ταῦτα ὑμῖν κηρύσσω καὶ ὁμολογῶ, ἀδίκως καταψεύσασθαι Πέτρου. οὔκ ἐστι πλάνος, οὐ μιαιφόνος, οὐ γόης, οὐδὲ ὅσα ποτὲ φαῦλα περὶ αὐτοῦ ἔλεγον. δέομαι ὑμῶν ἐγὼ αὐτὸς ὁ τοῦ πρὸς ὑμᾶς μίσους αἴτιος αὐτῷ γεγονώς· παύσασθε μισοῦντες αὐτόν. τοῦ γὰρ πρὸς σωτηρίαν κόσμου ἐπιφανέντος υἱοῦ τοῦ θεοῦ ἀψευδής ἐστιν οὗτος ἀπόστολος. διὸ καὶ αὐτὸς ἐγὼ σύμβουλος ὑμῖν τά γε πρὸς σωτηρίαν τὴν ὑμετέραν καθίσταμαι καὶ παραινῶ πείθεσθαι τούτῳ, καὶ πιστεύειν τῷ ὑπ’ αὐτοῦ κηρυσσομένῳ θεῷ· ἐπεὶ πᾶσα ὑμῶν ἡ πόλις ἄρδην ἀπολεῖται, καὶ ὑμεῖς σὺν αὐτῇ. ὅτου δὲ χάριν εἴρηκα ταῦτα, καὶ τοῦτο ὑμᾶς εἰδέναι βούλομαι. ταύτῃ γὰρ τῇ νυκτὶ άγγελοί με θεοῦ τὸν ἀσεβῆ ὡς ἐχθρὸν ὄντα τῷ τῆς ἀληθείας κήρυκι δεινῶς ἐμαστίγουν. παρακαλῶ οὖν, μηδ’ ἂν αὐτὸς ἐγὼ ἄλλοτε ἐλθὼν κατὰ Πέτρου ἐπιχειρῶ λέγειν ἀποδέξησθέ με. ἐξομολογοῦμαι γὰρ ὑμῖν, ὡς ἐγὼ μάγος, ἐγὼ πλάνος, ἐγὼ γόης· ἀλλὰ μετανοῶ. ἔξεστι γὰρ ἴσως μετανοίᾳ μοι τὰ κακῶς πεπραγμένα μοι συγχωρηθῆναι.

  41. 140.1

    Ταῦτα εἰπὼν ὁ πατὴρ δημοσίᾳ ὡς ἐκ προσώπου τοῦ Σίμωνος καὶ Πέτρον εύλογήσας τὴν πᾶσαν Ἀντιοχέων πόλιν εἰς τὸν ἐκείνου πόθον μετέθηκε, καὶ πάντες ἐπιθυμεῖν αὐτοῦ δεινῶς ἔλεγον· ἔνιοι δὲ καὶ χαλεπαίνοντες αὐτῷ ἦσαν δῆθεν, οἷά περ αὐτῷ ἐκείνῳ Σίμωνι ὄντι, διὰ τὸ ὑπερβάλλον τῆς περὶ τὸν Πέτρον στοργῆς, καὶ χεῖρας ἐπιβαλεῖν ἐπεχείρουν. καὶ ὃς μὴ παρ’ αὐτῶν ἀναιρεσθῇ δεδοικὼς, ἐξαυτῆς ἐλθεῖν πέμψας ἠξίου τὸν Πέτρον, ὅπως αὐτὸν ἐπικαταλάβῃ ζῶντα, καὶ ἀκμαζούσῃ τῷ πρὸς αὐτὸν πόθῳ τῇ πόλει εὐκαίρως ἐπιφανῇ. Πέτρος δὲ τούτων ἀκούσας πρὸς τὸ ἐκκλησιάζειν πλείστους ἀγαγὼν, ἐπίσκοπόν τε καταστήσας, καὶ ἰασάμενος πολλοὺς καὶ βαπτίσας, ἡμέρας ἐπιμείνας τρεῖς τῇ Λαοδικείᾳ ἐπὶ τὸν πλησίον ὁρμήσειν Ἀντιόχειαν ἔσπευσε.

  42. 141.1

    Καὶ δὴ τὴν πόλιν καταλαβόντα τὸ πλῆθος συνδραμὸν ἅπαν μετὰ χαρᾶς ὑπεδέξατο ὡς τῆς ἀληθείας κήρυκα καὶ ἀπόστολον. προσευξάμενος δὲ καὶ χεῖρας αὐτοῖς ἐπιθεὶς πάντας τοὺς κακῶς ἔχοντας ἐθεράπευσεν, ἕνα τε θεὸν ἐν τρισὶν ὑποστάσεσιν εὐαγγελισάμενος καὶ πολλὰ διδάξας αὐτοὺς περὶ μοναρχίας. εἶτα πρὸς τὴν ξενίαν ἀπῄειμεν. γνοὺς δὲ ὁ γέρων, ὅτι Πέτρος παρῆν, προσδραμὼν ἑαυτόν τε τῇ γῇ προσκαταβαλὼν τὰ ἐκείνου κατησπάζετο ἴχνη ἀξιῶν τῷ θείῳ τελειωθῆναι βαπτίσματι, ὥστε τὸ ἀρχαῖόν τε τῆς ψυχῆς κάλλος καὶ τὴν μορφὴν τοῦ σώματος ἀπολαβεῖν διὰ τοῦ βαπτίσματος καὶ κοινωνὸς τῶν ἀχράντων γενέσθαι τοῦ Χριστοῦ μυστηρίων καὶ ὁ Πέτρος κατηχήσας αὐτὸν, εἰρηκώς τε πολλὰ περὶ σωτηρίας, ἐπὶ τέλει δὲ καὶ τοῦτο εἰπὼν, ὡς ὁ κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ὁ υἱός τοῦ θεοῦ τοῖς μαθηταῖς ἐντελλόμενος, ὁ πιστεύσας, ἔφη, καὶ βαπτισθεὶς, σωθήσεται, καὶ κατὰ τὴν πίστιν σου γενηθήτω σοι ὡς θέλεις· ἐπεί περ ὁ καιρὸς πρὸς ἑσπέραν ἦν, τροφῆς μεταλαβόντας μετὰ τὴν συνήθη εὐχὴν ὁ ὕπνος ἐλάμβανε.

  43. 142.1

    Τῇ δὲ ἐπιούσῃ ὀρθριώτερον πάλιν ἀναστὰς ὁ Πέτρος καὶ προσευξάμενος μετακαλεῖται σὺν ἡμῖν τὸν πατέρα καὶ σήμερον, ὦ ἀδελφοὶ, λέγει, μεγάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ ἐπὶ τῇ θεοδωρήτῳ ἀναγεννήσει τοῦ καλοῦ γέροντος Φαύστου. καὶ παραλαβὼν ἡμᾶς ἐξῄειμεν κατὰ ἀνατολὰς τῆς πόλεως, ἔνθα ἦν ὕδατα πολλά τε καὶ καθαρὰ, καὶ μόνον τὸν πατέρα λαβὼν ἰδίᾳ, κατηχήσας τε πολλά καὶ διδάξας αὐτὸν τὰ περὶ θεοῦ καὶ τῆς διὰ σαρκὸς αὐτοῦ πρὸς ἡμᾶς ἐπιδημίας ἐβάπτισεν αὐτὸν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος· καὶ ἄρτον λαβὼν, εὐχαριστήσας τε καὶ εὐλογήσας τῶν ἱερῶν αὐτῷ κοινωνεῖ μυστηρίων. καὶ ἦμεν ὁμοῦ πάντες ἀγαλλιώμενοι ἐν κυρίῳ νύκτα τε καὶ μεθ’ ἡμέραν ἐπί τε τῇ τοῦ πατρὸς διὰ τοῦ θείου πνεύματος ἀναγεννήσει, καὶ τῇ ἀκροάσει τῶν Πέτρου λογίων. χρόνον οὖν τινα ἐπὶ τὸ αὐτὸ διαγαγόντων ἡμῶν, πᾶσι δῆλα κατέστη τὰ καθ’ ἡμᾶς, καὶ ἐν τοῖς ἀπάντων ἦμεν στόμασι, καὶ πάντες ἐθαύμαζον ἐπὶ πᾶσι τοῖς συμβεβηκόσιν ἡμῖν, καὶ τὴν τοῦ θεοῦ εἰς ἡμᾶς βοήθειαν ἐπὶ τῷ ἀναγνωρισμῷ ἡμῶν ἐμεγάλυνον.

  44. 143.1

    Τῆς φήμης οὖν πανταχόσε διαθεούσης ὁ τῆς Ἀντιοχέων ἡγεμὼν πάντα τὰ συμβεβηκότα ἐπί τε τῷ πατρὶ καὶ τῇ μητρὶ γνοὺς, καὶ ὅτι Καίσαρι κατὰ γένος προσήκουσιν, ἀναφέρει ταῦτα τῷ Τιβερίῳ. καὶ ὁ βασιλεὺς ἀκούσας κελεύει, τὸ τάχος ἀναπεμφθῆναι αὐτοὺς εἰς Ῥώμην. ὃ καὶ γέγονε. καὶ μετὰ πολλῆς τιμῆς καὶ δορυφορίας ὁ ἡγεμὼν ἐξ Ἀντιοχείας πρὸς τὸν Καίσαρα Τιβέριον αὐτοὺς ἀποστέλλει. θεασάμενος δὲ ὁ Καῖσαρ τόν τε πατέρα καὶ τὴν μητέρα καὶ ἐπιγνοὺς αὐτοὺς ἐξέστη ἐπὶ τούτῳ, καὶ περιφὺς αὐτοῦ τῷ τραχήλῳ θερμῶς ἔκλαιεν. ἐπισχὼν δὲ τοῦ πένθους, πρὸς τὴν σύγκλητον ἀποβλέψας συγχάρητέ μοι, ἔφη, πάντες καὶ κοινὴν ἑορτὴν ποιησώμεθα τὴν ἀνεύρεσιν Φαύστου καὶ Ματθιδίας, ὅτι νεκροὶ νομιζόμενοι ἀνέστησαν, καὶ ἀπολωλότες εὑρέθησαν. εἶτα καὶ εὐωχηθεὶς μετ’ αὐτῶν καὶ χρήματα πολλὰ χαρισάμενος ἔτι δὲ καὶ παῖδας καὶ παιδίσκας εἰς ὑπηρεσίαν αὐτοῖς δεδωκὼς, θεραπείᾳ πλείστῃ καὶ τιμῇ περιέβαλεν. οἳ καὶ χρόνον οὔτι βραχὺν ἐν Ῥώμῃ διῆγον, εὐσεβῶς μὲν βιοῦντες καὶ πένησι τὰ ἑαυτῶν χορηγοῦντες καὶ πᾶσαν ἄλλην ἀρετὴν μετερχόμενοι, ἕως ἐν γήρει καλῷ τὰ ἐνταῦθα λιπόντες τὴν Χριστοῦ βασιλείαν ἠλλάξαντο, ἀρχέτυπον βίου καὶ παράδειγμα πρὸς ἀρετὴν ἀκριβέστατον τὸν ἑαυτῶν βίον τῇ Ῥωμαίων παρασχόμενοι πολιτείᾳ.

  45. 144.1

    Ἐγὼ μέντοι Κλήμης μετὰ τῶν ἀδελφῶν ἔτι παρὰ τῷ διδασκάλῳ Πέτρῳ μεμενηκὼς, ἐχομένῳ τε τοῦ κηρύγματος καὶ πολλοὺς ἐκ ποικίλων νόσων καὶ παθῶν ἰωμένῳ. ἐπεὶ τὰς πόλεις ἐκεῖνος ἀμείβων ἔφθασε καὶ εἰς Ῥώμην, καὶ τοῖς συνιοῦσι τὸν τῆς εὐσεβείας λόγον διήγγειλε, καὶ πολλοὺς τῷ μέρει Χριστοῦ προσήγαγε διὰ τοῦ βαπτίσματος, ἄνδρας τε καὶ γυναῖκας, ὡς καὶ τῶν εὐγενῶν γυναικῶν τὰς περιφανεστέρας, καὶ ἃς ὁ λόγος ματρώνας οἶδε καλεῖν, ἐν ὀλίγῳ χρόνῳ μικροῦ δεῖν πάσας προσδραμεῖν πεῖσαι τῷ ἁγίῳ βαπτίσματι καὶ πιστεῦσαι θεῷ.

  46. 145.1

    Ἔμελλε δὲ καὶ αὐτὸς ἤδη τὸν βίον ἀπολιπεῖν, καὶ πρὸς τὸν διδάσκαλον ἐκδημῆσαι Χριστὸν τὸν τοῦ εὐαγγελίου δρόμον τετελεκώς. ἐπεί περ ἔγνωστο τούτῳ καὶ ὅτι σταυρῷ μέλλει καὶ οὗτος κατακριθῆναι, ἵνα τῷ διδασκάλῳ καὶ πάθους κοινωνήσῃ καὶ δόξης, μιᾷ συνηθροισμένων τῶν ἀδελφῶν πάντων, τῆς χειρός μου λαβόμενος, στὰς ἐν μέσῃ τῇ ἐκκλησίᾳ ἀκοῦσατέ μου, ἔφη, τέκνα καὶ ἀδελφοί· τοῦ μὲν ἐμοῦ δρόμου τὸ τέλος ἐγγὺς· τοῦτο γὰρ καὶ ἤδη μοί ἔγνωσται· Κλήμεντα δὲ τοῦτον ἐπίσκοπον ὑμῖν χειροτονῶ σήμερον, ᾧ καὶ τὴν ἐμὴν τῶν λόγων πιστεύω καθέδραν, ὡς ἀπαρχῆς μοι καὶ μέχρι νῦν συνοδεύσαντα, καὶ οὕτως πασῶν μου τῶν ὁμιλιῶν ἐπακούσαντα, ὃς ἐν πᾶσί μοι τῶν πειρασμῶν κοινωνήσας τῇ πίστει προσκαρτερῶν εὑρέθη, ὃν ἐγὼ ἀκριβέστατα πάντων οἶδα θεοσεβῆ καὶ φιλάνθρωπον, ἁγνόν τε καὶ σώφρονα, ἀγαθὸν, δίκαιον, μακρόθυμον καὶ γενναίως εἰδότα φέρειν τὰς ἐνίων τῶν κατηχουμένων ἀχαριστίας. διὸ αὐτῷ μεταδίδωμι τῆς ἐξουσίας τοῦ δεσμεῖν τε καὶ λύειν. δήσει γὰρ, ὃ δεῖ δεθῆναι, καὶ λύσει πάντως, ὃ δεῖ λυθῆναι, ὡς τὸν τῆς ἐκκλησίας κανόνα καλῶς εἰδώς. αὐτοῦ οὖν ἀκούσατε εἰδότες, ὅτι ὁ τὸν ἀληθείας προκαθεζόμενον λυπῶν εἰς Χριστὸν ἁμαρτάνει, καὶ τὸν πατέρα τῶν ὅλων παροργίζει θεόν, οὑ εἵνεκεν οὐ ζήσεται. καὶ αὐτὸν οὖν δεῖ τὸν προκαθεζόμενον ἰατροῦ τόπον ἐπέχειν, οὐ θηρίου ἀλόγου θυμόν.

  47. 146.1

    Ταῦτα αὐτοῦ λέγοντος ἐγὼ Κλήμης πεσὼν ἐπὶ γῆς, πολὺς ἦν τοῦ διδασκάλου δεόμενος, καὶ τὸν θρόνον ὡς μάλιστα παραιτούμενος. ἀλλ’ ὁ θεῖος ἀπόστολος, περὶ τούτου με μὴ ἀξίου εἰπών· ἃ γὰρ ὁ θεὸς βούλεται, τίς ἱκανὸς ἀνθρώπων διασκεδάσαι; ἔτι πρὸς τὸ πλῆθος ἰδὼν καὶ ὑμεῖς, ἔφη, ἀγαπητοὶ ἀδελφοὶ, τὴν ὀφειλομένην ὡς πατρὶ τιμὴν καὶ εὐπείθειαν διὰ παντὸς ἀποδιδόναι τῷ ὑμῶν πατρὶ μὴ ἐλλίποιτε. οὕτω γὰρ καὶ ὑμεῖς ποιμαίνεσθαι καλῶς ἕξετε, καὶ ποιμὴν οὗτος ἔσται, καὶ οὐ μισθωτὸς, τοῦ ποιμνίου ἐπιμελούμενος. ἔσεσθε γὰρ εἰδότες, ὡς ὁ τὸν ποιμένα τε καὶ διδάσκαλον ἐν τοῖς κατὰ θεὸν λυπῶν τὸ τοῦ θεοῦ πνεῦμα λυπεῖ, οὗ τὴν καθέδραν οὗτος καὶ τὸν τόπον ἐπέχει, καὶ ὁ τοὺς αὐτοῦ λόγους ἀθετῶν Χριστὸν ἀθετεῖ καὶ παραβάτης νόμου εὑρίσκεται. πρὸ πάντων δὲ τὰ τῆς πίστεως ὑμῖν ὑγιῶς ἐχέτωσαν καὶ βεβαίως, κινδύνῳ μηδενὶ σαλευόμενα· ἔπειτα καὶ ὁ βίος ὑμῶν καθαρὸς ἔστω, ἢ καθαιρέσθω, καὶ προηγουμένως ὁ τοῦ σώματος ἁγιασμὸς σπουδαζέσθω· οὐδεὶς γὰρ τούτου χωρὶς τὸν κύριον ὄψεται. τὸ εἰρηνικόν τε καὶ ἥμερον ἀλλήλοις παντὶ τρόπῳ περιποιείσθω. εἰ δὲ καὶ συμβαίη ποτὲ ἀλλήλων μεταξὺ σκάνδαλον, μὴ ἐπιδυέτω ὑμῖν ὁ ἥλιος οὕτως ἔχουσι. τοῦ κρίνειν τὸν πλησίον εὐλαβεῖσθε· Φαρισαϊκὸν γὰρ τοῦτο καὶ κρίσεως ἔνοχον. τῆς φιλοξενίας καὶ εὐποιίας μὴ ἐπιλανθάνεσθε· τοῦτο γὰρ ἐντολή τοῦ πρώτου διδασκάλου καὶ σωτῆρος θεοῦ. τοῖς πταίουσι συγχωρεῖτε τὰ ἁμαρτήματα· οὕτω γὰρ καὶ αὐτοὶ ἀπαύστως ἐρεῖτε τὸ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν. ζυγὰ, μέτρα καὶ στάθμια μηδὲ ἓν ἄδικον ἔστω. οὕτω γὰρ εὐνομουμένη πόλις ἡ τοῦ θεοῦ ἔσται καθολικὴ ἐκκλησία. οἱ πράγματά τινα μετ’ ἀλλήλων ἔχοντες ἐπὶ τῶν τῆς ἐκκλησίας πρεσβυτέρων κρινέσθωσαν, καὶ τὸ καλὸν νοοῦντες συμβιβαζέσθωσαν· καὶ μὴ ἕλκετε εἰς δικαστήρια τοὺς ἀδελφούς. ἀπίστῳ γὰρ τοῦτο, τοῖς ἔξω κρίνεσθαι, ἐπεὶ καὶ ἀγγέλους κρινοῦμεν γέγραπται. ἐπὶ πᾶσι καὶ πρὸ πάντων οὕτως ἐστὲ τὸν ποιμένα ὁρῶντες, ὡς ἐμὲ Πέτρον, τὸν ὑπὸ θεοῦ προχειρισθέντα ὑμῖν εἰς διδάσκαλον.

  48. 147.1

    Ταῦτα εἰπὼν καὶ ἐπὶ πάντων μοι τὰς χεῖρας ἐπιθεὶς εἰς τὴν αὐτοῦ με καθέδραν καθεσθῆναι πεποίηκε· καθεσθέντι δὲ τοῦτό μοι εὐθέως ἔφη· ἀξιῶ σε ἐπὶ πάντων μου τῶν συμπαρόντων ἀδελφῶν, ὁπηνίκα τοῦ ἐνταῦθα μεταστῶ βίου, ὡς ἡ τοῦ θεοῦ κέκρικε πρόνοια, πάντα τῷ κυρίῳ Ἰακώβῳ τῷ ἀδελφῷ τοῦ κυρίου μου ἐν ἐπιτομῇ ἀναγραψάμενον διαπέμψαι, μέχρι καὶ τῶν ἐκ παιδός σου λογισμῶν, καὶ ὡς ἀπ’ ἀρχῆς μέχρι νῦν μοι συνώδευσας, ἐπακούων τῶν κατὰ πόλιν ὑπ’ ἐμοῦ κηρυχθέντων λόγων τε καὶ πράξεων· ἔπειτα πρὸς τῷ τέλει καὶ τὴν τοῦ θανάτου μου πρόφασιν, ὡς προεῖπον, δηλῶσαι μὴ παραλίπῃς. οὐ γὰρ αὐτὸν λυπήσει τοῦτο εἰδότα σαφῶς, ὅτι ὃ πάντως ἔδει με παθεῖν, εὐσεβῶς ἀποδέδωκα. μεγίστης δὲ παραμυθίας τεύξεται μαθὼν, ὅτι μετ’ ἐμὲ οὐκ ἀμαθὴς ἀνὴρ καὶ ζωοποιοὺς ἀγνοῶν λόγους, ἐκκλησίας τε κανόνα εἰδὼς μάλιστα, τὴν τοῦ διδάσκοντος ἐπιστεύθη καθέδραν. ὅθεν ἐγὼ, κύριέ μου Ἰάκωβε, τοῦ διδασκάλου Πέτρου ταῦτά μοι ἐπισκήψαντος οὐκ ὤκνησα τὸ κελευσθὲν ἐκπληρῶσαι, καὶ ὡς ἐπιτομῇ σοι πάντα γνώριμα καταστῆσαι ἐπιγράψας τὴν ὑπόθεσιν οὕτως· Κλήμεντος τῶν Πέτρου ἐπιδημιῶν καὶ κηρυγμάτων ἐπιτομή.

  49. 148.1

    ΑΥΤΗ μὲν οὖν ἡ πλήρης τῆς ἄνωθεν χάριτος τοῦ κορυφαίου τῶν ἀποστόλων Πέτρου ἐπιδημιῶν διήγησις, ἐπίτομόν τε ὁμοῦ διδασκαλίαν αὐτοῦ ἔχουσα καὶ τὸν τοῦ μεγάλου καὶ θαυμασίου Κλήμεντος βίον, καθάπερ ἐν πίνακι τῷ λόγῳ διατυποῦσα, ὡς αὐτὸς οὗτος Ἰακώβῳ τῷ ἀδελφοθέῳ γράφων ἐγνώρισε. τὸν μέντοι διάπυρον αὐτοῦ πρὸς θεὸν ἔρωτα καὶ τὸν πολὺν ἐκεῖνον ὑπὲρ τῆς εὐσεβείας ζῆλον ἱκανὰ μὲν τὰ ῥηθέντα δηλῶσαι· δηλώσει δὲ μάλιστα τὰ πάντων σαφέστατα καὶ αὐτὸ τὸ διὰ μαρτυρίου τέλος.

  50. 149.1

    Τρίτος γὰρ μετὰ Πέτρον τὸν μέγαν ἐπὶ τὸν ὑψηλὸν τῆς Ῥωμαίων ἐκκλησίας θρόνον καθίσας καὶ ἀρετῆς ἆθλον αὐτὸν δεξάμενος εἵπετο κατ’ ἴχνος τῷ διδασκάλῳ, καὶ ἀποστολικὴν διδασκαλίαν καὶ αὐτὸς ἐπεδείκνυτο, καὶ τοῖς ὁμοίοις διέλαμπε τρόποις, οὐ Χριστιανοῖς μόνον εὐαρεστῶν, ἀλλὰ δὴ καὶ Ἰουδαίοις καὶ αὐτοῖς Ἕλλησι, καὶ πᾶσι πάντα γινόμενος, ἵνα τοῖς πάντας καὶ οὕτω κερδάνῃ καὶ τῷ Χριστῷ παραστήσῃ καὶ συνδήσῃ τῇ εὐσεβείᾳ. ὅπως δὲ μὴ ψιλὴ μόνον ὑπόληψις εἶναι δοκῇ τὰ παρόντα, καὶ τὰς αἰτίας ἐροῦμεν. Ἕλλησι μὲν γὰρ διὰ τοῦτο τιμώμενος ἦν, καὶ ἡδέως αὐτῷ προσεῖχον ἐκεῖνοι, ὅτι μὴ λοιδορούμενος αὐτοῖς, μηδὲ ἀποστρεφόμενος, ἀλλ’ ὥσπερ ἀπολογούμενος, καὶ μαρτυρίας πάντοθεν παράγων ἀπὸ τῶν παρ’ αὐτοῖς βιβλίων τε καὶ γραφῶν ἐδείκνυ σαφῶς, ὅθεν τε οἱ ὑπ’ αὐτῶν νομιζόμενοι θεοὶ ὥρμηνται, καὶ ὅπου γεγένηνται, ἅ τε πράξειαν, καὶ εἰς οἷον ἔλθοιεν τέλος, καὶ ὅπως τὸν βίον ἀθλίως κατέστρεψαν. εἶτα καὶ ὡς οὐκ ἀποκέκλεισται αὐτοῖς παρὰ τοῦ θεοῦ ἡ τῆς μετανοίας ὀδὸς, οὐδὲ παντάπασι τῆς σωτηρίας ἐξέπεσον· ἀλλ’ εἰ καὶ μόνον ἐπιστρέψαντας ἴδοι, καὶ τῆς προτέρας ἀπωλείας καὶ τῆς ἀπάτης ἀποσχομένους καὶ συγγνώσεται αὐτοῖς φιλανθρώπως καὶ προσηνῶς ὑποδέξεται καὶ βασιλείαν οὐρανῶν ἑτοιμάσει καὶ ἀγαθῶν ἀξιώσει τῶν ἀποῤῥήτων.

  51. 150.1

    Ἰουδαίοις δὲ πάλιν ἐντεῦθεν ἐδόκει χαρίζεσθαι, ὅτι τε φίλους τοῦ θεοῦ τοὺς ἐκείνων πατέρας ὑπέφαινε, καὶ ὅτι τὸν παρ’ αὐτοῖς νόμον ἱερόν τε παρίστη καὶ θεῖον, καὶ οὔτε αὐτὸν παυθήσεσθαι, οὔτε τὴν πολιτείαν μετατεθήσεσθαι, ἀλλὰ κλῆρον αὐτοῖς ἔσεσθαι τὴν Παλαιστίνην διηνεκῆ, εἴ γε τὸν τοιοῦτον καὶ αὐτοὶ νόμον τηρήσουσιν· ὥστε γενέσθαι αὐτὸν πατέρα τοσούτων ἐκγόνων, ὡς παρισοῦσθαι τὸ πλῆθος αὐτῶν τῷ πλήθει τῶν ἄστρων· καὶ ἐν τῷ σπέρματι αὐτοῦ κληροδοτεῖσθαι πάντα τὰ ἔθνη· καὶ ὃ πρὸς τὸν Δαβὶδ εἶπεν αὖθις· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου· καὶ διὰ Ἡσαΐου πάλιν, ὅτι ἡ παρθένος ἐν γαστρὶ λήψεται, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. εἰ τοίνυν μὴ ἀθετοῦσιν, ἀλλὰ πίστει παραδέχονται ταῦτα, τῆς προτέρας αὐτοὺς τοῦ θεοῦ προνοίας μὴ ἐκπεσεῖν, ἀλλ’ ἀναφαίρετον μένειν παρ’ αὐτοῖς τὴν Παλαιστίνην διεβεβαίου. Ἕλληνας μὲν οὕτως καὶ Ἰουδαίους δεξιῶς ἄγαν καὶ οἰκείως ὑπήρχετο, χαριζόμενός τε αὐτοῖς ὁμοῦ καὶ ἠρέμα πρὸς τὴν εὐσέβειαν ἐπαγόμενος.

  52. 151.1

    Χριστιανοὶ δὲ πολλὰ καὶ ἄλλα τῆς τοῦ ἀνδρὸς περὶ αὐτοὺς κηδεμονίας δείγματα εἶχον· μάλιστα δὲ τὴν εὐποιίαν, οἷος ἐκεῖνος, πένησι θησαυρίζων ἀεὶ ταῖς ἀσφαλέσιν ἀποθήκαις, καὶ τῶν ἐπιβουλευόντων ἰσχυροτέραις. τούς τε γὰρ ἐν ἑκάστῳ μέρει τῆς πόλεως ἐνδεεῖς ἀπογραψάμενος τῶν ἀναγκαίων αὐτοῖς καθ’ ἑκάστην ἡμέραν ἐποιεῖτο τὴν χορηγίαν· καὶ ὅσοι παρ’ αὐτῷ πάλιν τοῦ θείου κατηξιοῦντο βαπτίσματος, δημοσίων αὐτοὺς ἀπέλυε φόρων, καὶ παντελῆ παρεῖχεν ἀτέλειαν. παρῄνει δὲ καὶ τοῖς ἑκάστοτε διὰ τὸ κήρυγμα καὶ τὴν διδασκαλίαν πρὸς αὐτὸν συνιοῦσι, καὶ μάλιστα ὅσους περιττοὺς ᾔδει τῷ πλούτῳ καὶ πρὸς τὸ διδόναι δυνατῶς ἔχοντας, μὴ τοὺς ἅπαξ τῷ βαπτίσματι τῷ ἁγίῳ καθαρθέντας, περιορᾶν δημοσίᾳ παρὰ τῶν Ἰουδαίων τρεφομένους δι’ ἀπορίαν, καὶ τὴν λαμπρὰν στολὴν τοῦ χαρίσματος διὰ τῆς ἐναγοῦς ἐκείνης κοινωνίας μολύνοντας. ἀφ’ ὧν οὕτω προθύμως αὐτοὺς ἐποίει τοῖς βασανιζομένοις τὰ πρὸς τὴν χρείαν ἀποδιδόναι, ὡς τοῦτό γε μόνον κέρδος νομίζειν, ὅ τι ἂν εἰς αὐτοὺς ἀναλώσειαν.

  53. 152.1

    Οὕτω μὲν οὖν ὁ ἱερὸς Κλήμης ἔχων καὶ οὕτως ἐν ταῖς ἁπάντων ψυχαῖς κείμενος καὶ οὐ Χριστιανοὺς μόνον, ἀλλὰ καὶ αὐτοὺς Ἕλληνας καὶ Ἰουδαίους τῆς οἰκείας καὶ ψυχῆς πάλιν ἐκεῖνος καὶ γλώττης ἀνηρτημένος, τῷ Σισιννίῳ ἐκείνῳ· φίλος δὲ οὗτος τῷ βασιλεῖ Νερούᾳ καὶ τῶν ἐπιτηδείων· ἐμισεῖτο καὶ διεβάλλετο, ἐπειδὴ τὴν σύζυγον Θεοδώραν ὁ Σισίννιος ὑπῃσθάνετο ἔρωτι τῆς ἐκείνου διδασκαλίας ἁλισκομένην, καὶ οἴκου μὲν καὶ παίδων καὶ ἀνδρὸς ἀμελοῦσαν, ὅλην δὲ τῷ Κλήμεντι προσκεμένην, καὶ αὐτῷ συνεχῶς φοιτῶσαν, καὶ τοῦτον πάλιν ἐπὶ τῆς οἰκείας ψυχῆς ἀεὶ πνευματικῶς περιφέρουσαν. ἀλλ’ ἡ μὲν Θεοδώρα τῇ σειρῆνι τῆς τοῦ Κλήμεντος γλώττης καταθελχθεῖσα καὶ τῷ Χριστῷ δι’ ἐκείνου πιστεύσασα θερμότερον ἀντεποιεῖτο τῆς εὐσεβείας, καὶ διηνεκῶς ἔψαλλε, καὶ οὐκ ἀπελιμπάνετο τῆς συνάξεως.

  54. 153.1

    Ὁ Σισίννιος δὲ ὑπὸ τῆς ἀδίκου ζηλοτυπίας κεντούμενος ἐπιβουλὴν κατὰ τῆς γυναικὸς ἐμελέτα, καὶ ὑπὸ τοῦ πάθους καθ’ ἑκάστην ὡπλίζετο τὴν ἡμέραν. καὶ δή ποτε τηρήσας αὐτὴν πρὸς τὴν σύναξιν ἀπιοῦσαν λάθρα μετὰ τῶν οἰκετῶν καὶ αὐτὸς εἰς τὸν ναὸν παρεισῆλθεν, ὥστε περιεργάσασθαι καὶ καταμαθεῖν τὰ ἐν αὐτῷ πάντα τελούμενα, καὶ ὧν χάριν ἡ Θεοδώρα συνεχῶς ἐκεῖ ἀφικνεῖται. τοῦ θαυμασίου δὲ Κλήμεντος τὴν συνήθη παραχρῆμα τῶν ἱερῶν ὕμνων εὐχὴν προειπόντος τυφλὸς εὐθὺς ὁ Σισίννιος ἐγένετο καὶ κωφὸς, ὡς μήτε ἀκούειν, μήτε ὁρᾶν δύνασθαι. καὶ πρὸς τοὺς οἰκέτας ἐπιστραφεὶς λάβετέ με, ἔφη, καὶ πρὸς τὴν οἰκίαν χειραγωγήσατε· ἀθρόον γάρ τι κατασκῆψαν εἰς ἐμὲ κακὸν οὔτε ἀκούειν, οὔτε βλέπειν ἀνίησι.

  55. 154.1

    Χεῖρα μὲν οὖν εὐθὺς ὀρέγουσιν αὐτῷ οἱ οἰκέται καὶ ἀπαίρουσι δῆθεν πρὸς τὴν οἰκίαν· ἐξελθεῖν δὲ οὐκ εἶχον, καίτοι γε πάσης τοῦ ναοῦ πύλης ἀνεῳγμένης. ἀλλὰ διὰ πάσης αὐτόν τε περιῆγον τῆς ἐκκλησίας ἀνὰ τὸ τῶν ᾀδόντων πλῆθος. ἀπέκλειε γὰρ τὴν ἔξοδον αὐτοῖς δύναμις θειοτέρα σωφρονέστερον τὸν ἀνόητον ἐκεῖνον ἐργαζομένη. περιιόντες τοίνυν πανταχοῦ τοῦ νεῶ ἐντυγχάνουσι προσευχομένῃ τῇ αὐτοῦ συζύγῳ. κἀκείνη τὸν ἄνδρα σὺν τοῖς οἰκέταις ἰδοῦσα πρῶτα μὲν ἐκκλίνει τὴν θέαν δεδοικυῖα, μὴ καὶ οὗτος αὐτῆς ἴδοι· οὐδὲν γὰρ τέως τῶν πραχθέντων ἡ Θεοδώρα ᾔδει. ἔπειτα δὲ τῶν οἰκετῶν ἕνα μετακαλεσαμένη τὴν αἰτίαν ἠρώτα, δι’ ἣν οὕτω σὺν αὐτοῖς ὁ ἀνὴρ ἀνὰ τὸν ναὸν περιέρχοιτο. κἀκεῖνος αὐτῇ πάντα καταλέγει σὺν ἀκριβείᾳ, ὅπως τε μετὰ τὴν ἐκ τοῦ οἴκου αὐτῆς ὑποχώρησιν λάθρα τὴν ἐκκλησίαν καὶ αὐτοὶ καταλάβοιεν, καὶ ὅπως τὴν εὐχὴν τοῦ πατριάρχου διατελέσαντος τυφλὸς εὐθὺς ὁ κύριος αὐτῶν γένοιτο καὶ κωφὸς, καὶ ὡς προστάξειε μὲν αὐτοῖς χειραγωγῆσαι αὐτὸν ἐπὶ τὴν οἰκίαν, οὐδεμία δὲ αὐτοῖς ἔξοδος καίτοι πολλὰ καμοῦσι καὶ πανταχοῦ τῆς ἐκκλησίας περιελθοῦσιν εὑρίσκεται.

  56. 155.1

    Τούτων ἐκείνη ἀκούσασα συνῆκεν εὐθέως, ὅθεν ἡ τῶν ὤτων αὐτῷ καὶ τῶν ὀφθαλμῶν πλήρωσις ἦν, καὶ βοηθὸς ἀληθῶς αὐτῷ γίνεται. τραπεῖσα γὰρ εἰς εὐχὴν αὐτίκα καὶ δάκρυα μετὰ τῆς εὐχῆς θερμὰ χέουσα ἐδεῖτο τοῦ θεοῦ, ὥστε τὴν ἔξοδον ἐπιτραπῆναι τῷ Σισιννίῳ καὶ οἴκαδε ὑποστρέψαι αὐτόν. καὶ πρὸς τοὺς οἰκέτας ἐπστραφεῖσα· ᾔδει γὰρ ὡς οὐδὲ τὸν ἄνδρα περιόψεται πάντως ὁ ἐκείνης θεός· ἄγετε, φησὶ, τὸν κύριον ὑμῶν πρὸς τὸν οἶκον χειραγωγήσατε, καταλαμβάνω δὲ μετὰ βραχὺ καὶ αὐτή. ταῦτα ἔφη, καὶ ῥᾳδία ἡ ἔξοδος εὐθὺς τοῖς οἰκέταις ἐγένετο. καὶ ὁ Σισίννιος ὀφθαλμοὺς ἔτι καὶ ὦτα πεπηρωμένος ἐχειραγωγεῖτο πρὸς τὴν οἰκίαν. οἱ οἰκέται τοίνυν ἐλθόντες παρὰ τὴν Θεοδώραν καὶ αὖθις ἔτι κωφὸν εἶναι καὶ τυφλὸν τὸν ἑαυτῶν ἀπαγγέλλουσι κύριον. καὶ αὐτὴ συντονωτέρα πάλιν πρὸς τὸν θεὸν τῇ δεήσει καὶ θερμοτέροις ἐδεῖτο τοῖς δάκρυσιν, ὥστε τὸν ἄνδρα τοῦ πάθους ἀπαλλαγῆναι. ἤδη δὲ καὶ τοῦ πατριάρχου τὴν ἱερὰν ἐκτελέσαντος λετουργίαν πίπτει πρὸς τοὺς αὐτοῦ πόδας ἡ Θεοδώρα, καὶ τὴν πήρωσιν τοῦ ἀνδρὸς ἀπαγγέλλει, καὶ δεῖται καὶ ἱκετεύει καὶ δάκρυα τῶν ποδῶν καταχέει, θεραπεῦσαι τῷ ἀνδρὶ τὸ πάθος, καὶ μὴ οὕτω περιιδεῖν κακῶς ἔχοντα.

  57. 156.1

    Τούτων ὁ μακάριος Κλήμης ἀκούσας καὶ παθὼν ἐπὶ τῇ τῆς γυναικὸς συμφορᾷ τὴν ψυχὴν εἰς δάκρυα καὶ αὐτὸς φανερὰ κατάγεται, καὶ προτρέπεται τοὺς παρόντας κοινῇ τοῦ θεοῦ δεηθῆναι, ὥστε λυθῆναι τῷ Σισιννίῳ τὴν πήρωσιν. τούτου δὲ γενομένου θαῤῥούντως ἄπεισι μετὰ τῆς γυναικὸς ἐπὶ τὸν οἶκον ὁ πατριάρχης, καὶ ἀνεῳγμένους μὲν εὑρίσκει τῷ ἀνδρὶ τοὺς ὀφθαλμοὺς, εἰς δὲ τὸ βλέπειν οὐδὲν τῶν πεπηρωμένων ἄμεινον ἔχοντας. κεκώφωτο δὲ καὶ τὰ ὦτα, καὶ βαρυτάτῃ συμφορᾷ περὶ τὸ σῶμα ἐκέχρητο. ὀδυρμὸς οὖν ἐκ τῶν παρόντων ἐγένετο, καὶ κατέσχεν οἰμωγὴ τὸν οἶκον. ἀλλ’ ὁ μὲν Σισίννιος οὐκ ᾐσθάνετο τῶν γεγενημένων, πῶς ὅς τε οὔτε ἀκούειν οὔτε ὁρᾶν εἶχεν.

  58. 157.1

    Ὑπεραλγήσας δὲ ὁ θεῖος Κλήμης τῆς γυνακὸς καὶ τοῦ οἴκου ἱκέτης γίνεται τοῦ θεοῦ, καὶ μετὰ δακρύων ἐδεῖτο, καὶ περιπαθεῖς ἐξέτεινε τὰς δεήσεις κύριε Ἰησοῦ Χριστὲ, λέγων, ὁ τὰς τῶν οὐρανῶν κλεῖς δεδωκὼς τῷ ἀποστόλῳ σου Πέτρῳ, καὶ ἅπερ ἀνοίξεις ἀνέῳκται εἰπὼν, καὶ ἅπερ ἂν κλείσῃς κέκλεισται, αὐτὸς καὶ τοὺς πεπηρωμένους ὀφθαλμοὺς τοῦ ἀνδρὸς τοῦδε καὶ τὰ ὦτα διάνοιξον, ὅτι σὸν καὶ τοῦτο τὸ ῥῆμα τὸ ἅπερ ἂν αἰτήσητε πιστεύοντες, λήψεσθε, καὶ αὕτη σου ἡ ἐπαγγελία διαμένει εἰς τὸν αἰῶνα. ταῦτα τοῦ πατριάρχου προσευξαμένου καὶ τῶν παρόντων τὸ ἀμὴν ἐπειπόντων, εὐθέως ἡ τῶν ὀφθαλμῶν καὶ τῶν ὤτων πήρωσις διελέλυτο. καὶ ὁ Σισίννιος καθάπερ ἐξ ὕπνου διαναστὰς καὶ τὸν μακάριον Κλήμεντα μετὰ τῆς γυναικὸς ἑστῶτα ἰδὼν κακὰς ὁ ἀνόητος τῷ ἁγίῳ χάριτας ἀπεδίδου. καὶ κατασχεῖν εὐθέως τὸν πατριάρχην τοῖς οἰκέταις παρεκελεύετο τοῦ δίκας ὑποσχεῖν αὐτὸν τῆς πηρώσεως. ᾤετο γάρ τινα γοητείαν εἶναι, ὅτι καὶ πηρωθῆναι πρότερον αὐτὸν, καὶ ἀναβλέψαι καὶ ἀκοῦσαι πάλιν ἐποίησεν.

  59. 158.1

    Οἱ μὲν οὖν οἰκέται σπουδαίως τὰ προστεταγμένα ποιεῖν εἰς αὐτὸν ἐπειρῶντο. ἐλάνθανον δὲ ἄρα τῶν παρακειμένων λίθων καὶ ξύλων ἁπτόμενοι, καὶ σύροντες αὐτὰ καὶ δεσμοῦντες, καὶ τῇδε κἀκεῖσε μανικῶς περιάγοντες. τοῦτο δὲ καὶ τῷ Σισιννίῳ ἐδόκει, καὶ δεσμώτην ὑπὸ τῶν οἰκετῶν γεγενῆσθαι τὸν πατριάρχην καὶ αὐτὸς ᾤετο. ἐκεῖνος δὲ ἀπαθὴς ἀπὸ τῶν ἀδίκων ἐκείνων ἐτηρεῖτο χειρῶν, οὐδὲ μικρὰν ἁφὴν ὑπομένων, οὐδὲ ἐν μέσοις τοῖς δεινοῖς θορυβούμενος. εἶτα καὶ πρὸς τὸν ἀνόητον ἐκεῖνον ἰδὼν πεπώρωσαι τὴν καρδίαν, ἔφη, λίθους οὕτω καὶ ξύλα κινῶν καὶ ὅλην κατ’ αὐτῶν ἀφιεὶς τὴν ὀργὴν, ἃ μικρῷ πρόσθεν ἐτίμας καὶ ὡς θεοὺς ἐθεράπευες. ὁ δὲ ἀλλ’ ἐγώ σε κακῶς ἀπολῶ, φησὶν, ὡς καὶ μεταβαλεῖν πολλοὺς τῶν γοήτων ἐντεῦθεν καὶ σωφρονῆσαι, ἀφ’ ὧν αὐτὸς τὰ ἔσχατα πείσῃ, τὰ μεγάλα ἐκείνους κερδάναντας.

  60. 159.1

    Ταῦτα ὁ μὲν φυσώμενος ὑπὸ τῶν παρόντων ἔλεγε καὶ αὐχῶν, ὅτι καὶ δεσμοῖς ὑποβεβλήκει τὸν πατριάρχην. ὁ δὲ οὐδὲ οὕτως αὐτὸν ἀπεστρέφετο, ἀλλὰ τὴν ἐκείνου σύζυγον εὐλογήσας καὶ εἰς τὰς εὐγνώμονας ἐκείνας καὶ καταπειθεῖς ἀκοὰς ὥσπερ εἰς βαθύγειόν τινα καὶ λιπαρὰν ἄρουραν δαψιλῆ τὰ σπέρματα τῆς εὐσεβείας καταβαλὼν ᾤχετο, μὴ ἀνεῖναι προσευχομένην πρότερον ἐντειλάμενος, ἕως καὶ τὸν ἄνδρα εἰς ἐπίγνωσιν τῆς ἀληθείας χειραγωγήσειε. τῇ εὐχῇ τοίνυν θερμότερον προσκειμένῃ τῇ Θεοδώρᾳ ἐπιφαίνεταί τις αὐτῇ πρὸς ἑσπέραν αἰδέσιμος ἀνὴρ καὶ πολιὸς τὴν τρίχα· ἐῴκει δὲ ἄρα ὁ πρῶτος τῶν μαθητῶν εἶναι Πέτρος, ὁ τοῦ διδασκάλου θερμὸς ἐραστής· καί φησι πρὸς αὐτὴν· διά σε, ὦ γύναι, ὑγιὴς ἔσται Σισίννιος, ὅπως ἂν καὶ ἀνὴρ κατὰ τὸν ἀδελφόν μου Παῦλον ἁγιασθῇ διὰ τὴν γυναῖκα. ὁ μὲν οὖν ταῦτα εἰπὼν ἀπῆλθεν.

  61. 160.1

    Ὁ Σισίννιος δὲ αὐτίκα καὶ ὥσπερ ἐκ συνθήματος τὴν Θεοδώραν καλέσας· ἦν δὲ ἄρα τοῦτο πέρας τῆς φανείσης αὐτῇ ὄψεως· τοῦ πόθου τε αὐτὴν καὶ τῶν κοινῶν ἁλῶν, καὶ τῆς ἑστίας καὶ τῆς λοιπῆς ἀπάσης κοινωνίας ἀναμιμνήσκει, καὶ πάντων αὐτῶν μίαν ἀπαιτεῖ χάριν, καὶ λιπαρεῖ τὴν γυναῖκα καὶ ἱκετεύει, ὥστε δεηθῆναι τοῦ θεοῦ ἀφεῖναί τε τὰ ἡμαρτημένα, καὶ τὴν ὁδὸν αὐτῷ ὑποδεῖξαι τῆς σωτηρίας. εἶτα κατήγορος αὐτὸς ἑαυτοῦ γίνεται, καὶ πάντα ποιῆσαι δι’ αὐτὴν καὶ παθεῖν ἀπαγγέλλει.

  62. 161.1

    Ἐγὼ γὰρ ἐζηλοτύπουν, φησὶν, ἐπί σοι, ὅτι τὸν σύζυγον ἐμὲ περιορῶσα παρὰ τὸν ξένον τοῦτον ἐφοίτας, τὸ τοῦ πατριάρχου προσθεὶς ὄνομα· καὶ τοὺς τῆς φύσεως θορύβους καὶ τὰς ἐκ τῆς ζάλης ταραχὰς οὐ φέρων ἠναγκάσθην πρὸς τὴν ἐκκλησίαν ἀπιοῦσαν ἐπιφυλάξαι σε καὶ ἰδεῖν τὰ τελούμενα. εἰσελθὼν τοίνυν καὶ αὐτὸς κατόπιν εἰς τὸν ναὸν, καὶ περιέργοις ὀφθαλμοῖς τὰ ὑπὸ τοῦ πατριάρχου γινόμενα θεωρῶν, ὅλην τε αὐτῷ τὴν ἀκοὴν διανιστῶν, καὶ ἀκροατὴς εἶναι τῶν λεγομένων ἐθέλων τὰς ὄψεις τε ὁμοῦ καὶ τὰ ὦτα πηροῦμαι. εἰ καὶ πάλιν ἐκεῖνος, ἅτε θεοῦ μιμητὴς ὢν, ἀναβλέψαι τε καὶ ἀκοῦσαι πεποίηκεν, ἐγὼ δὲ ἀγαθοῦ τοσούτου ἀμνημονήσας οὐ μόνον οὐκ ἀπέδωκα χάριτας αὐτῷ τῆς εὐεργεσίας, ἀλλὰ καὶ τερατείαν ὁ μάταιος τὸ θαῦμα εἰπὼν τιμωρήσασθαί τε αὐτὸν ἐπεχείρουν, ὅση μοι δύναμις, καὶ κατασχεῖν, οἴμοι, καὶ δεσμοῖς περιβαλεῖν ἐκέλευον τοῖς οἰκέταις· ἐκείνοις δὲ κατέχειν τε αὐτὸν νομίζουσι καὶ εἰς δεσμὰ φέρειν ξύλα ἦν ἐν χερσὶ μόνον καὶ λίθοι· τοῦτο δὲ καὶ αὐτῷ μοι ἐδόκει, καὶ οἷα ὑπ’ αὐτῶν κατεχομένου τοῦ πατριάρχου, ἀπειλὰς ἐγὼ χαλεπωτέρας ἐπῆγον. διὰ τοῦτο δέομαι ὁ σὸς ἀνὴρ, καὶ ταύτην παρὰ γυναικὸς ἐμῆς αἰτῶ χάριν, ὥστε πρῶτα μὲν εὐμενῆ γενέσθαι μοι τὸν θεόν, ἔπειτα δὲ καὶ αὐτὸν διαλλαγῆναι τὸν πατριάρχην.

  63. 162.1

    Τούτων ἀκούσασα Θεοδώρα πρὸς τὸν ὅσιον εὐθὺς ἀφικνεῖται, καὶ ὅσα τε ἴδοι, καὶ ὅσα παρὰ τοῦ ἀνδρὸς ἀκούσειε, πάλιν ἀπαγγέλλει πάντα τῷ πατριάρχῃ. ὁ δὲ μὴ μελλήσας μηδὲν, αὐτίκα μάλα πρὸς τὸν Σισίννιον παραγίνεται, καὶ οὐχ ὡς τὸ πρότερον αὐτῷ ἐντυγχάνει, ἀλλὰ μεθ’ ὅσης ἐκεῖνος τῷ πατριάρχῃ προσέβαλε τότε τῆς ἀγριότητος, μετὰ πλείονος αὐτὸν νῦν τῆς τιμῆς ὑποδέχεται. ἀθρόαν τοίνυν οὕτω καὶ πολλὴν τὴν μεταβολὴν ὁ μέγας ἰδὼν, λόγους τε περὶ τῆς εὐσεβείας δεξιῶς ἄγαν αὐτῷ ὑποτείνει, καὶ ὅλον ὑποποιεῖται τὸν ἄνδρα. καὶ πιστεύσας ἀπὸ ψυχῆς ὁ Σισίννιος τῷ θεῷ ἥψατο τῶν μακαρίων ἐκείνων τοῦ πατριάρχου ποδῶν, καὶ τοιαῦτα μετὰ δακρύων ἐφθέγγετο·

  64. 163.1

    Εὐχαριστῶ σοι τῷ ἀληθεῖ καὶ μόνῳ θεῷ, τῷ διὰ τοῦτό μοι τοὺς ὀφθαλμοὺς πεπηρωκότι τοῦ σώματος, ὅπως τοὺς τῆς ψυχῆς διανοίξῃς, καὶ διαβλέψαι με παρασκευάσῃς πρὸς τὴν ἀλήθειαν. διὰ τοῦτο δὲ καὶ τῶν ὤτων τὴν ἐνέργειαν ἀποσβέσαντι, ὅπως νηφούσῃ διανοίᾳ, καὶ μηδενὸς τῶν ἔξωθεν ὅλως αἰσθανομένῃ, τὸ τῆς εὐσεβείας ὑποδέξωμαι κήρυγμα, νῦν δὲ αὐτήν τε τὴν ἀλήθειαν ἐμυήθην καὶ ἀκριβῶς τὰ τῶν Ἑλλήνων διέγνων, ἀπάτην ὄντα μόνον καὶ τερατείαν ἀπίθανον. ἐπὶ τούτοις φαιδρότης ἔσχε καὶ ἡδονὴ τὸν οἶκον, καὶ τῷ Χριστῷ πάντες ἐπίστευσαν. τοῦ πάσχα δὲ ἤδη ἐνισταμένου ἐβαπτίσαντο μετὰ τοῦ Σισιννίου πάντες πατέρες ὁμοῦ καὶ μητέρες καὶ παῖδες εἰς εἴκοσι καὶ τρεῖς ἐπὶ τοῖς τετρακοσίοις ὄντες. τοῦτο πολλοὺς ἐπεσπάσατο τῶν ἐπιφανεστέρων, ὅσοι τε μακρᾷ τῇ δόξῃ διέπρεπον, καὶ οἷς ὁ βασιλεὺς Νερούας φίλοις μάλιστα καὶ συμβούλοις ἐχρῆτο· καὶ τῇ εὐσεβείᾳ πάντες συνέθεντο.

  65. 164.1

    Ταῦτα ὁρῶν ὁ πονηρότατος κατ’ ἐκεῖνο καιροῦ τῶν ὀφφικίων κόμης Πούπλιος Τουρκουτιανὸς ἐδυσχέραινε καὶ δεινὰ ἐποίει, καὶ σκοπῶν ὅπως ἂν ἐπίσχῃ περαιτέρω προβαίνονσαν τὴν εὐσέβειαν, αὐτὸν ἔγνω πρῶτον ἐκ ποδῶν ποιῆσαι τὸν Κλήμεντα, οἷα τῶν παρόντων αἰτιώτατον αὐτὸν ὄντα, καὶ τοὺς ἑκάστου μέρους τῆς πόλεως προεστῶτας συγκαλεσάμενος καὶ χρήμασιν αὐτοὺς διαφθείρας, στάσιν τινὰ κινῆσαι κατὰ τοῦ Κλήμεντος αὐτοῖς ὑπετίθει, καὶ διαβαλεῖν αὐτοῦ τὴν ὑπόληψιν προετρέπετο, ταύτῃ καταλῦσαι τὸ πρὸς αὐτὸν τῆς πόλεως φίλτρον βουλόμενος καὶ πρὸς ἐπιβουλὴν εὐχείρωτον τὸν ἄνδρα παρασκευάσαι.

  66. 165.1

    Συστάντες οὖν ἐπ’ αὐτὸν οἱ πονηρότατοι τῶν πολιτῶν ἐκεῖνοι, ψόγους τε, ὡς αὐτοὶ ᾤοντο, καταχέουσιν αὐτοῦ πονηροὺς, καὶ πολλὰς ἐπάγουσι τὰς αἰτίας, γοητείαν αὐτῷ περιάπτοντες καὶ τῆς ἐκείνων θρησκείας ἀνατροπὴν, ἄλλα τε πολλὰ ἐξυβρίζειν αὐτὸν λέγοντες, καὶ τοὺς πατρῴους διασύρειν θεούς· τὸν μὲν ἁπάντων θεῶν μέγιστον Δία μηδὲ θεὸν ἁπλῶς ὀνομάζοντα, Ἡρακλέα δὲ τὸν Ἀλκμήνης τὸν ἐκείνων φασὶ σωτῆρα, ἐναγῆ τινὰ δαίμονα καὶ μιαρὸν ἀποκαλοῦντα, πόρνην τε τὴν φίλην Ἀφροδίτην εἰ‐ σάγοντα, καὶ τὴν ἑκηβόλον Ἄρτεμιν, καὶ τὸν σοφὸν Ἑρμῆν, τὸν τοῦ λόγου θεόν· τὸν πολεμικόν τε Ἄρεα, καὶ τὸν Κρόνον αὐτὸν ἐπίσης βλασφημοῦντα πάντας καὶ διαβάλλοντα, καὶ τὰ τεμένη τούτων καὶ τοὺς βωμοὺς καταστρέ‐ φοντα. κεφάλαιον τοῦ λόγου ἢ θυσάτω τοῖς θεοῖς, ἔλεγον, ἢ τῆς ζωῆς τὸ τάχος ἀπαλλαγήτω. οἱ μὲν οὖν τοιαῦτα κινοῦντες ἔκδοτον ἠξίουν τὸν πατριάρχην ἐπὶ θανάτῳ λαβεῖν. ἐφ’ οἷς ἠγανάκτουν πάντες, ὅσοι μὴ χρημάτων ὤνιον τὴν συνείδησιν προετίθεσαν, καὶ λόγους πρὸς τὸν δῆμον ἐλευθέρους ἐποιοῦντο τί τῷ πατριάρχῃ κακὸν εἴργασται, λέγοντες· μᾶλλον δὲ ποίων οὐχ ἡ πόλις παρ’ αὐτῷ χαρίτων ἀπέλαυσεν; εἶτα καὶ αὐτὰ ἕκαστα τῶν ὑπ’ αὐτοῦ παραδόξως γεγενημένων ἀπηριθμοῦντο, καὶ μάρτυρας αὐτοὺς ἐποιοῦντο τῶν λεγομένων.

  67. 166.1

    Μαρμεντῖνος δὲ ὁ τῆς πόλεως ἔπαρχος μὴ φέρων ἐπὶ πολὺ στασιάζουσαν οὕτω τὴν πόλιν ὁρᾶν, ἄλλως τε καὶ τῇ τῆς εὐσεβείας ἐπιδόσει βασκαίνων, ἄγει τὸν μακάριον Κλήμεντα πρὸς ἑαυτὸν καὶ λόγοις τὴν γενναίαν οὕτω ψυχὴν κλέπτειν ἐπεχείρει ἐξ εὐγενοῦς, λέγων, προελήλυθας ῥίζης· τοῦτο πᾶς ὁ τῶν Ῥωμαίων σοι μαρτυρεῖ δῆμος· ἀλλ’ ἀνθρωπίνην καὶ αὐτὸς πλάνην ὑπέστης, καὶ διὰ τοῦτο οὐδὲ σιωπᾶν ἡ πόλις ἀνέχεται. φασὶ γὰρ, σὲ καινοτέραν εἰσάγειν θρησκείαν, καί τινα παρὰ τοὺς πατρῴους θεοὺς κηρύσσειν Χριστόν. ὅθεν ἀποθέσθαι σε χρὴ τὴν περιττὴν ταύτην δεισιδαιμονίαν, καὶ μόνους αἰδεῖσθαι καὶ τιμᾶν τοὺς συνήθεις τῇ πόλει θεούς. καὶ ὁ πατριάρχης εὔχομαι τὴν σὴν στεῤῥότητα, ἔφη, μεταδοῦναί μοι λόγου, καὶ προσχεῖν μου ταῖς ἀποκρίσεσιν, ἀλλὰ μὴ οὕτως ἀλόγῳ στάσει καὶ ματαίοις ἕπεσθαι θορύβοις. οὐδὲ γὰρ δεῖ στάσεως, οὐδὲ θορύβων, ὅπου σκοπῆσαί τε περὶ τῆς ἑαυτοῦ σωτηρίας τινὶ καὶ περὶ θεοῦ διαλεχθῆναι πρόκειται. ὁ ἔπαρχος τοίνυν τὸ τοῦ ἀνδρὸς γενναῖον καὶ στάσιμον ἐξ αὐτῶν εὐθὺς τῶν προοιμίων καταμαθὼν, καὶ εἰπεῖν τε αὐτὸς καὶ ἀκοῦσαι παρ’ ἐκείνου πάλιν ὀκνήσας, καὶ ἀναβαλλόμενος τὴν διάλεξιν Τραϊανῷ περὶ αὐτοῦ τῷ αὐτοκράτορι ἀναφέρει. καὶ ὁ βασιλεὺς αὐτῷ οὕτως ἐπιλύει τὰ γεγραμμένα, ὡς ἢ θῦσαι τὸν Κλήμεντα τοῖς πατρῴοις θεοῖς, ἢ πέραν τοῦ Πόντου εἰς ἔρημόν τινα πόλιν τῶν τῇ Χερσῶνι παρακειμένων ἀπὸ τῆς Ῥώμης ἀιδίῳ φυγῇ ἐλαθῆναι.

  68. 167.1

    Τῆς ἀποφάσεως οὖν ταύτης καταλαβούσης ἐσκέπτετο Μαρμεντῖνος, ὅπως ἂν μὴ ὁ Κλήμης ἕληται τὴν ὑπερορίαν, ἀλλ’ αὐτῷ μᾶλλον καὶ τῷ βασιλεῖ πεισθείη καὶ θύσειεν. οὐδὲ γὰρ ἔφερε τηλικαύτην ἀνδρὸς ἀρετὴν ζημιούμενος. τῷ δὲ τοσοῦτον ἐμέλησεν ἐκείνοις πεισθῆναι, ἢ δυσχεράναι πρὸς τὴν ὑπερορίαν, ὅσῳ καὶ αὐτὸν ἐσπούδαζε πρὸς τὴν εὐσέβειαν τὸν ἔπαρχον ἐπισπάσασθαι. τοσαύτη γάρ τις ἄνωθεν τὸν Κλήμεντα περιίπτατο χάρις, καὶ οὕτως ἡ ἐκείνου γλῶττα κηρίου παντὸς καὶ μέλιτος γλυκύτερον ἔσταζεν, ὡς καὶ αὐτὸν ἔρωτι θερμῷ τοῦ ἀνδρὸς ληφθέντα τὸν Μαρμεντῖνον, πολλά τε τῇ ἀποδημίᾳ ἐπιστενάξαι, καὶ δάκρυα τῷ πατριάρχῃ ἐπιβαλεῖν ὁ θεὸς, εἰπόντα, ᾧ σὺ εἰλικρινῶς λατρεύεις, αὐτός σοι βοηθὸς ἐπὶ τῇ συμφορᾷ παρασταίη· καὶ αὐτίκα πλοῖον εὐτρεπίσαι, διαρκῆ τε αὐτῷ τὰ πρὸς τὴν χρείαν ἐνθέσθαι, καὶ δεξιώσασθαι αὐτὸν, καὶ περιβαλεῖν, καὶ οὕτω μετὰ τῶν προσηκόντων ἀσπασμῶν ἀπολῦσαι. πολλοὶ δὲ αὐτῷ καὶ τῶν εὐλαβῶν ἠκολούθησαν, καὶ εἰς τὴν ὑπερορίαν γενόμενοι καταλαμβάνουσιν ἐν τῇ τῶν μαρμάρων λατομίᾳ Χριστιανοὺς, περί που τοὺς χιλίους ἢ καὶ πλείονας, πολὺν διὰ τὴν εὐσέβειαν ἐκεῖ χρόνον κατεχομένους. οἳ καὶ περὶ τοῦ πατριάρχου πρότερον ἀκούσαντες, καὶ ὅτι τῆς πόλεως ἀπελαθεὶς ὑπερόριος πρὸς ἐκείνους καὶ αὐτὸς ἄγεται, παραμυθίαν ἔσχον οὐ τὴν τυχοῦσαν τὴν ἐκείνου ἐπιδημίαν.

  69. 168.1

    Ὅτε γοῦν πρὸς αὐτοὺς κατελάμβανε, τοῦ τῶν χειρῶν ἔργου ἀφέμενοι καὶ τούτῳ προσελθόντες μετὰ δακρύων καὶ τῶν ἁγίων ἐκείνου ποδῶν ἁψάμενοι καὶ τὰς καθαρὰς περιπτυξάμενοι χεῖρας τὰς καταλαβούσας αὐτοὺς ἀνεκλαίοντο συμφορὰς, τὴν τῆς πατρίδος ἔκπτωσιν, τὴν ἄφιλον ἐπὶ ξένης διαγωγὴν, τῶν ἀναγκαίων τὴν ἀπορίαν, καὶ ὃ πάντων βαρύτατον ἦν, τὴν αὐτοῦ τοῦ ὕδατος ἔνδειαν. εἰ γάρ τις ὅλην τὴν ἡμέραν τῇ τῶν χειρῶν ἐργασίᾳ καὶ τῷ καμάτῳ προστετηκὼς, ἔλεγον, ὕδατος βραχεῖάν τινα σταγόνα λαβεῖν ἐθελήσειεν, ὥστε τὴν ἐκ τοῦ κόπου ἀναψύξαι ταλαιπωρίαν, οὐκ ἔλαττον ὁ τοιοῦτος ἢ σταδίους πέντε καὶ τεσσαράκοντα προελθὼν ἂν ὕδωρ κομίσαιτο. πρὸς ταῦτα συναλγήσας τε αὐτοῖς ὁ πατριάρχης καὶ συνδακρύσας, εἶτα καὶ τῷ θεῶ εὐχαριστήσας, καὶ ἱκανῶς τὰς ἐκείνων ψυχὰς παραμυθησάμενος οὐχ ἁπλῶς οὕτω καὶ ἀλόγως, εἶπεν, ἐνταῦθά με ὁ θεὸς συνεχώρησεν ἐκβληθῆναι, ἀλλ’ ὥστε καὶ κοινωνὸν ὑμῖν γενέσθαι τῶν παθημάτων, καὶ ὑπομονῆς μάλιστα καὶ καρτερίας ὑπόθεσιν.

  70. 169.1

    Ἔπειτα μέντοι καὶ εἰς εὐχὴν τρέπεται καὶ δεῖται σὺν αὐτοῖς τοῦ θεοῦ, ὥστε τοῖς αὐτοῦ ὁμολογηταῖς πηγὴν ὕδατος διανοῖξαι, καὶ ὁ πατάξας πέτραν ἐν ἐρήμῳ, καὶ ἐῤῥύησαν ὕδατα, αὐτὸς ἄφθονον καὶ αὐτοῖς τοῦ ὕδατος παρέχοις τὴν χορηγίαν. ἤδη γὰρ πάντων τῇ εὐχῇ προσκειμένων ὁ πατριάρχης τῇ δε κἀκεῖσε περιβλεψάμενος ἀμνόν τινα ὁρᾷ τὸν δεξιὸν μετεωρίζοντα πόδα καὶ ὥσπερ ἐκείνῳ ὑποδεικνύντα τὸ ὑποκείμενον ἔδαφος. οὐδενὶ γὰρ ὁ ἀμνὸς τῶν ἄλλων τεθέατο. καὶ συμβαλὼν τὴν ὄψιν ὁ πατριάρχης τῷ ὑποδειχθέντι τόπῳ μετὰ τῶν παρόντων ἐφίσταται καὶ φησίν· ἐν ὀνόματι τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἐνταῦθά μοι, τέκνα, ὀρύξατε. καὶ ἐπειδὴ αὐτόν τε τὸν τόπον, εἰς ὃν ὁ ἀμνὸς ἵστατο, καὶ τὸ κύκλῳ πᾶν περιέσκαψαν, λαβὼν σκαφεῖον ὁ πατριάρχης κρούει τὸν τόπον, ἔνθα ὁ ἀμνὸς ὑπεδείκνυ, κούφῳ τινὶ καὶ μετεώρῳ τῷ κρούματι· καὶ παραχρῆμα διειδὲς ὕδωρ ἡ γῆ καὶ ἡδὺ πιεῖν ἀναδίδωσι, καὶ τοῦτο σὺν ὁρμῇ ἐκχυθὲν ποταμὸν ἀθρόον ποιεῖ. πάντων οὖν χαιρόντων ἐπὶ τῷ ὕδατι ὁ πατριάρχης τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ, ἔλεγεν.

  71. 170.1

    Ἐντεῦθεν ἡ πόλις περὶ αὐτὸν πᾶσα συνέῤῥεον, καὶ τῇ τῆς πνευματικῆς ἐκείνης διδασκαλίας γλυκύτητι πρὸς τὴν ἀληθῆ πίστιν πάντας ἐπήγετο, ὡς καὶ πολλοὺς ὅσαι ἡμέραι βαπτίζεσθαι, εἰς πεντακοσίους τε τὸν ἀριθμὸν ἀναβῆναι, καὶ τὴν εὐσέβειαν καθ’ ἑκάστην ἐπιδιδόναι. οὔπω τοίνυν ἐνιαυτὸς τὴν ὑπερορίαν ἐμέτρει, καὶ οἰκοδομοῦνται μὲν ὑπὸ τῶν πιστευσάν‐ των ἐκκλησίαι τὸν ἀριθμὸν πέντε καὶ ἑβδομήκοντα, τεμένη τε εἰδώλων καὶ ναοὶ καθαιροῦνται, καὶ τὰ παραπεφυκότα τούτοις ἄλση ἐπὶ πολὺ γῆς δακνούμενα τὸ πῦρ κατανέμεται, καὶ πᾶσα τῶν δαιμόνων καταβάλλεται ἡ μανία.

  72. 171.1

    Τηνικαῦτα οὖν ἐπίφθονός τε καὶ βαρεῖα φήμη τὰς τοῦ βασιλέως ἀκρὰς ὑποτρέχει, ἐπιδοῦναι τὰ Χριστιανῶν εἰς πλῆθος ἀριθμοῦ κρεῖττον, καὶ καθ’ ἑκάστην αὔξεσθαι τὴν ἡμέραν διδάσκουσα. ἐφ’ ᾧ δὴ καὶ Αὐφιδιανὸν αὐτίκα τὸν ἡγεμόνα ἐκεῖνος ἐκπέμπει, ὥστε μὴ μόνον μηδὲ περαιτέρω προελθεῖν αὐτὰ συγχωρῆσαι, ἀλλὰ καὶ τοὺς ἤδη χειρωθέντας ἐπαναγαγεῖν, καὶ ἀποστῆσαι τῆς εὐσεβείας. οὗτος τοίνυν τὴν Χερσῶνα καταλαβὼν καὶ πολλοὺς τῶν Χριστιανῶν πολλαῖς βασάνοις καὶ ποικίλαις ὑποβαλὼν, ἐπεὶ πάντας τῇ προθέσει μάρτυρας γεγενημένους ἑώρα, καὶ πρὸς μυρίους παρεσκευασμένους θανάτους, τί ποιεῖ; ἀπέχεται μὲν τοῦ πλήθους δεδοικὼς, μὴ καὶ ἀπὸ τοῦ τέλους μάρτυρας πλείους ἐργάσηται· τὸν αἴτιον δὲ μόνον κολάζει, καὶ πάντα θυμὸν κατὰ τῆς μακαρίας ἐκείνης τοῦ Κλήμεντος ἀφίησι κεφαλῆς. ἐπειδὴ δὲ πάντα οὖν αὐτῷ κοῦφα καὶ εἰς οὐδὲν λογιζόμενα, καὶ ἀφ’ ὧν αὐτὸς ἔπασχε μᾶλλον πλείονα τοῖς ἄλλοις παρείχετο τὴν ἀσφάλειαν, σύντομον ἀπαλλαγὴν αὐτῷ τοῦ βίου καὶ ταχεῖαν ἐπινοεῖται, καὶ εἰς μέσην τὸν μάρτυρα τὴν θάλασσαν ἀγαγὼν καὶ ἄγκυραν σιδηρᾶν τοῦ τραχήλου ἐκδήσας καθίησι τῷ βυθῷ, ὅπως μηδὲ λείψανον ἐκείνου, φησὶν, ὑπολειφθείη Χριστιανοῖς.

  73. 172.1

    Ἀλλ’ ὁ μὲν ἔῤῥιπτος κατὰ τοῦ πελάγους· τὸ δὲ τῶν Χριστιανῶν πλῆθος ἐπὶ τοῦ αἰγιαλοῦ ἑστὸς ἐθρήνουν ἐλεηνῶς, ὠλοφύροντο καὶ οἰκτροτάταις φωναῖς ἀνεκάλουν τὸν πατριάρχην. Κορνήλιος δὲ καὶ Φοῖ‐ βος οἱ μαθηταὶ οἵας τὸ πάθος ἀπῄτει φωνὰς καὶ αὐτοὶ βοῶντες, καὶ οὐκ ἔχοντες, ὅ,τι τῆς συμφορᾶς ποιήσονται παραμύθιον, εὐξώμεθα πάντες ὁμοθυμαδὸν, εἶπον, ὥστε κἂν ἀναδειχθῆναι ἡμῖν τὸ τοῦ μάρτυρος λείψανον. καὶ προσευχομένων αὐτῶν, ὢ τῶν μεγάλων σου δέσποτα τεραστίων, θαυματουργεῖταί τι κἀνταῦθα θεὸς τοῦ Μωσέως παραδοξότερον. ὑποφεύγει μὲν γὰρ ἡ θάλασσα προσωτέρω σταδίους σχεδὸν οὐκ ἐλάττους τῶν εἴκοσι. προσελθόντες δὲ τὸ πλῆθος διὰ ξηροῦ τοῦ ἐδάφους, τῆς θαυμαστῆς σου καὶ τοῦτο Χριστὲ δυνάμεως, εὑρίσκουσι λίθον ἐν εἴδει ναοῦ παρὰ τῆς σῆς ἀποῤῥήτου σοφίας πεποιημένον, καὶ τὸ μαρτυρικὸν σῶμα λαμπρῶς ἐν αὐτῷ κείμενον, καὶ τὴν βαρείαν ἐκείνην ἄγκυραν ἔγγιστά που τοῦ λίθου καὶ αὐτὴν κειμένην.

  74. 173.1

    Ἀλλ’ ἀπεκαλύφθη Κορνηλίῳ καὶ Φοίβῳ, ὥστε μὴ τὸ λείψανον ἐκεῖθεν μετακινῆσαι, καλῶς ἐν τῷ βυθῷ κείμενον, καὶ ὅτι καθ’ ἑκάστην ἐνιαυτοῦ περιτροπὴν ἐν τῷ καιρῷ τῆς τοῦ μάρτυρος τελειώσεως ὑποχωρήσει παρ’ ὅλας ἑπτὰ ἡμέρας τοῖς προσιοῦσιν ἡ θάλασσα, πεζῆ καὶ βάδην αὐτοῖς μέχρι τοῦ λειψάνου τὴν πάροδον ἐπιτρέπουσα. ὅπερ ἐτησίως ἐξ ἐκείνου καὶ εἰς δεῦρο τελεῖται, τὴν ἐπιδημίαν τῆς αὐτοῦ μνήμης οἱονεί τινα ὅρον ἔχον καὶ προθεσμίαν. ἐντεῦθεν αἵρεσις παρ’ αὐτοῖς πᾶσα καὶ ἑλληνισμὸς καταλέλυται, τῶν ἐν τῇ τοῦ μάρτυρος μνήμῃ τελουμένων ἐκεῖ σημείων καὶ τῶν θαυμάτων εἰς ἐπίγνωσιν πάντας χειραγωγούντων, καὶ καθαρῶς ἐναγόντων πρὸς τὴν ἀλήθειαν. οὐδενὶ γὰρ τῶν ὑπό τινος ἀνηκέστου κακοῦ πιεζομένων τῆς τοῦ ὕδατος ἐκείνου μεταλήψεως καὶ τοῦ ῥαντισμοῦ πλέον ἐδέησε πρὸς τὴν τοῦ κατέχοντος αὐτὸν πάθους ἀπαλλαγήν.

  75. 174.1

    Ἀλλὰ ταῦτα μὲν δὴ τοιαῦτα καὶ οὕτως ἔχοντα· ἐκεῖνο δὲ καὶ λίαν πολλῷ μεῖζον καὶ ἱκανὸν τὰ προλαβόντα πιστώσασθαι. ἐπειδὴ γὰρ, ὡς ὁ λόγος φθάσας ἐδήλωσεν, εἰς πέλαγος ὁ μάρτυς ἠφίετο, καὶ εἰς ὑδάτων μυχοὺς ἔῤῥιπτο, ἥ τε θάλασσα ὑπέβαινε ποῤῥωτέρω, καθάπερ ὑπὸ πόδα χωροῦσα, καὶ μηνυτὴς τοῦ λειψάνου παραδόξως γινομένη, καὶ βυθὸν πεζεύειν τῷ βουλομένῳ παρέχουσα, πολὺ μέντοι πλῆθος τηνικαῦτα Χριστιανῶν πρὸς τὴν τοῦ λειψάνου θέαν ἠπείγοντο. μετὰ δὲ ταῦτα καὶ ἡ μεγίστη ἑορτὴ τὸ θαῦμα ἤγετο, ἐκεῖνο δὲ μᾶλλον ἐποίει τὴν ἑορτὴν, οὐ γεγονὸς ἅπαξ, εἶτα παυσάμενον, ἀλλὰ καθ’ ἑκάστην ἐνιαυτοῦ περίοδον ὁμοίως τελούμενον, καὶ τὰς εὐσεβεῖς ψυχὰς συγκαλοῦν εἰς ἑστίασιν. ἐπεὶ τοίνυν οὕτω ταῦτα καὶ οἱ κατὰ Χερσῶνα πάντες Χριστιανοὶ πρὸς τὴν τοῦ θαύματος πανήγυριν ἐτησίως συνέτρεχον, θαυματουργεῖ τι κἀνταῦθα θεὸς τῶν προγεγονότων παραδοξότερον.

  76. 175.1

    Ἀνὴρ γάρ τις θεοσεβὴς ἅμα γυναικὶ καὶ ἄῤῥενι τέκνῳ τοῦ θαύματος ἤδη τελουμένου πρὸς τὸ μαρτυρικὸν ἐκεῖνο καὶ αὐτοὶ σῶμα μετὰ τοῦ συῤῥέοντος πλήθους ἐχώρουν. τὸ πέλαγος οὖν ἐκ ποδὸς διαβάντες καὶ τὸν ἐν μυχῷ τούτου καταλαβόντες ναὸν, τῆς χειρὸς λαβόμενοι τοῦ παιδὸς οἱ πατέρες ἐπεὶ τοὺ ναοῦ ἔνδον ἐγένοντο, καὶ τὴν ἁγίαν ἐκείνην περιστάντες σορὸν, τάτε ἄλλα ἐδέοντο τοῦ ἁγίου, καὶ ὑπὲρ τοῦ παιδὸς ἐλιπάρουν, ὅσα τοὺς πατέρας εἰκός. εὐξάμενοι οὖν καὶ θερμῶς τὸν τάφον περιπτυξάμενοι, αὐτοὶ μὲν ἤδη τῆς πανηγύρεως τελεσθείσης καὶ οἴκαδε πάντων ἐπανιόντων ὀπίσω πάλιν μετὰ τοῦ συνδραμοῦντος πλήθους ἐχώρουν. τὸ παιδίον δὲ τοὺς τεκόντας λαθὸν, οὐκ οἶδ’ ὅπως, μόνον παρὰ τῇ σορῷ καταλέλειπται, πάντως τῆς ἀκαταλήπτου προνοίας τοῦ θεοῦ καὶ τοῦτο οἰκονομησαμένης, ἵνα τιμήσῃ πλέον τὸν καὶ ψυχὴν καὶ σῶμα δι’ αὐτὸν ἡδέως προϊέμενον. καὶ τὸ μὲν ὕδωρ ἐπαναστρέφον εἰς τὰ οἰκεῖα ἐκάλυπτε τὸν βυθὸν, καὶ πέλαγος αὖθις ἐγίνετο.

  77. 176.1

    Οἱ πατέρες δὲ μικρὸν ἀπὸ τοῦ λειψάνου προελθόντες ὡς ἤδη τὸν παῖδα παρ’ αὐτοῖς οὐχ ἑώρων, εἰς ἔρευναν αὐτοῦ τρέπονται· καὶ ὀπίσω στραφέντες, ὥστε τὸ παιδίον εὑρεῖν, πέλαγος ὁρῶσι πάλιν τὴν ἐπὶ τὸ λείψανον ἑξῆς φέρουσαν· καὶ αὐτίκα θορυβοῦνται, ταράττονται, κλονοῦνται, θερμότερον ὁρμῶσι πρὸς τὴν τοῦ παιδὸς ζήτησιν. τὸ δὲ ἄρα ἦν ἐν τῇ σορῷ καταλελειμμένον. ἐπεὶ δὲ πολλὰ καμόντες τὸ παιδίον οὐχ εὗρον, ἀλλ’ ἐν τῷ βυθῷ καταλελεῖφθαι αὐτοῖς ἐνομίσθη, ὥσπερ ἄρα καὶ ἦν, μακρόν τε καὶ γοερὸν ἀνεβόων ἀνακαλούμενοι τὸν υἱὸν καὶ τὰ στήθη ἔπαιον, καὶ τὴν κατασχοῦσαν αὐτοὺς ἀνωλοφύροντο συμφοράν. εἶτα καὶ πρὸς τὸν ἅγιον, οἷά περ ἂν ὀδυνωμένη ψυχὴ φθέγξαιτο, ἔλεγον θάνατον ἑαυτοῖς ἀντὶ τῶν παρόντων εὐχόμενοι, ἕως τῶν πλησίον τινὲς περιπεσόντες αὐτοῖς ἐκλελυμένοις ὑπὸ τῶν θρήνων ἥδη, καὶ πολλὰ ἐπὶ τῷ πάθει καὶ αὐτοὶ ἐκχέαντες δάκρυα, παρεμυθήσαντό τε αὐτοὺς καὶ ὑφεῖναι τῆς μακρᾶς λύπης ἐποίησαν. ἀλλὰ πρὸς τὴν οἰκίαν ἐκείνων ἐπανελθόντων μεῖζον καὶ πάλιν τὸ πάθος ἐγίνετο, καὶ ἱμάτιον ὀφθὲν τοῦ παιδὸς, εἴτε τινὰ τῶν ἐκείνῳ συνήθων εἰς μνήμην τοῖς πατράσιν ἐλθόντα χαλεπωτέραν αὐτοῖς ἐποίει τὴν συμφοράν.

  78. 177.1

    Τοῦ ἐνιαυτοῦ δὲ ἤδη περιελθόντος καὶ τῆς λαμπρᾶς ἑορτῆς ἐκείνης ἄγεσθαι πάλιν μελλούσης ἐκέντει τε αὐτοὺς ἐπὶ πλέον τὸ πάθος, καὶ σφοδρότερον πάλιν τοῦ παιδὸς ἀνεμίμνησκε. καὶ δῆτα πρὸς ἀλλήλους ἴωμεν, φασὶ, πρὸς τὸν τάφον· ἴδωμεν, εἴ τι τοῦ παιδὸς ὑπολέλειπται λείψανον, εἴ πως κἂν αὐτὸ κομιούμεθα. ταῦτα καὶ ὅσα τοῦ πάθους πρὸς ἑαυτοὺς κοινολογησάμενοι προέρχονται τῆς οἰκίας πενθικῶς ἐσκευασμένοι καὶ τὰς ὁράσεις ὑπὸ τῶν δακρύων ἐκτετηκότες, καὶ παρὰ τὸν αἰγιαλὸν ἀφικνοῦνται. καὶ ὑποχωρεῖ μὲν εὐθέως ἡ θάλασσα τῆς προθεσμίας καταλαβούσης. ἀκολουθοῦσι δὲ αὐτοὶ πρῶτοι, καὶ κατὰ πόδας ἕτεροι πάλιν, τῇ θαλάσσῃ καθάπερ ὁδηγῷ χρώμενοι. καὶ τὸν αὐτομάτως οἰκοδομηθέντα ναὸν ἐκεῖνον, μᾶλλον δὲ τὸν ὑπὸ τῆς σῆς, δέσποτα, σοφίας δημιουργηθέντα καταλαβόντες, ὁρῶσι τὸ παιδίον, ὢ τοῦ θαύματος, ζῶν καὶ ἁλλόμενον παρὰ τῷ ναῷ. καὶ πρῶτον μὲν ἀμφιβόλως εἶχον πρὸς τὰ ὁρώμενα λογιζόμενοι, μὴ οὐχ ὁ παῖς ᾖ τὸ φαινόμενον. ἐπεὶ δὲ καὶ τοῖς γνωρίσμασι καὶ τοῖς σχήμασι πάντοθεν εἰς πίστιν αὐτοὺς τὸ παιδίον ἐνῆγε, καὶ τοῦτον ἐκεῖνον εἶναι τὸν υἱὸν ἐπίστευσαν, περιχυθέντες εὐθέως αὐτῷ, καὶ ὀφθαλμοὺς καὶ χείλη προσφύντες, ἔκλαιόν τε μέχρι πολλοῦ, τὰ γλυκέα δὴ ταῦτα ὑφ’ ἡδονῆς προχέοντες δάκρυα, καὶ θερμῶς αὐτὸν ὥσπερ γυμνῇ τῇ ψυχῇ κατεφίλουν.

  79. 178.1

    Ἔπειτα μικρὸν ἑαυτοὺς ἀναλαβόντες ἠρώτων ἀκριβῶς ἕκαστα τὸ παιδίον, ὅπως οὕτω παραδόξως διεσώθη, τίνος φυλάττοντος, τίνος τρέφοντος, τίνος θάλποντος, τίνος ζωογονοῦντος. τὸ δὲ τῇ μὲν λαιᾷ χειρὶ τὴν σορὸν κατέχον, θατέρᾳ δὲ τὸν ἐν αὐτῇ κείμενον ὑποδεικνύον οὑτός μοι καὶ τῆς ζωῆς πάροχος, ἔλεγε, καὶ τροφεὺς καὶ φύλαξ, παρ’ ἑαυτῷ γνησίως ἀεί με τηρῶν καὶ καλῶς τιθηνούμενος. θαύματι οὖν οἱ τεκόντες ἀποῤῥήτῳ σὺν ἡδονῇ ληφθέντες τοὺς προτέρους θρήνους καὶ τὰ σκυθρωπὰ τοῦ πάθους ἐκεῖνα ῥήματα εἰς φαιδρότητα καὶ εὐχαριστίαν μετέβαλον θαυμαστὸς, λέγοντες, ὁ θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, καὶ ὅσα ἑξῆς προστιθέντες. ἐπανέρχονται τοίνυν μακάριοι καὶ ζηλωτοὶ πρὸς τὴν οἰκίαν, ὃν ὡς νεκρὸν ἐπένθουν, καὶ τάφον αὐτῷ θαλαττίου γαστέρα θηρὸς ἐπεφήμιζον, μᾶλλον δὲ οὗ μηδὲ λείψανον εὑρεῖν προσεδόκων, τοῦτον μεθ’ ἑαυτοῦ βαδίζοντα ἔχοντες, καὶ συλλαλοῦντα ὁρῶντες, ἄφατόν τι χρῆμα πατράσιν εἰς ἡδονὴν, καὶ ἀπόῤῥητον γλυκύτητα τοῖς ἐκείνων σπλάγχνοις ἐναποστάζον.

  80. 179.1

    Οὕτω τιμᾶν οἶδεν ὁ κοινὸς ἁπάντων δεσπότης Χριστὸς τοὺς δι’ αὐτὸν παθόντας τῶν οἰκετῶν, καὶ τοσοῦτον, κίνδυνον ἀναδεξαμένους, τοιαύτῃ θαυμάτων ὑπερβολῇ, τοιαύταις λαμπρότησιν, ὧν γένοιτο καὶ ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ’ οὗ τῷ πατρὶ δόξα ἅμα τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν.

← Previous — showing 101180 of 180

First Thousand Years of Greek. CTS URN tlg1271.tlg011.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.