Cebetis tabula
- 15.3.1
Οὐκοῦν καὶ βουνός τις ὑψηλὸς δοκεῖ εἶναι καὶ ἀνάβασις στενὴ πάνυ καὶ κρημνοὺς ἔχουσα ἔνθεν καὶ ἔνθεν βαθεῖς.
- 15.3.2
‘Ορῶ.
- 15.3.3
Αὕτη τοίνυν ἐστὶν ἡ ὁδὸς, ἔφη, ἡ ἄγουσα πρὸς τὴν ἀληθινὴν Παιδείαν.
- 15.4.1
Καὶ μάλα γε χαλεπὴ προσιδεῖν.
- 15.4.2
Οὐκοῦν καὶ ἄνω ἐπὶ τοῦ βουνοῦ ὁρᾷς πέτραν τινὰ μεγάλην καὶ ὑψηλὴν καὶ κύκλῳ ἀπόκρημνον;
- 15.4.3
Ὁρῶ, ἔφην.
- 16.1.1
Ὁρᾷς οὖν καὶ γυναῖκας δύο ἑστηκυίας ἐπὶ τῆς πέτρας λιπαρὰς καὶ εὐεκτούσας τῷ σώματι, ὡς ἐκτετάκασι τὰς χεῖρας προθύμως;
- 16.1.2
Ὁρῶ, ἀλλὰ τίνες καλοῦνται, ἔφην, αὗται;
- 16.2.1
Ἡ μὲν Ἐγκράτεια καλεῖται, ἔφη, ἡ δὲ Καρτερία εἰσὶ δὲ ἀδελφαί.
- 16.2.2
Τί οὖν τὰς χεῖρας ἐκτετάκασι προθύμως οὕτως;
- 16.3.1
Παρακαλοῦσιν, ἔφη, τοὺς παραγινομένους ἐπὶ τὸν τόπον θαρρεῖν καὶ μὴ ἀποδειλιᾶν λέγουσαι ὅτι βραχὺ ἔτι δεῖ καρτερῆσαι αὐτοὺς, εἶτα ἥξουσιν εἰς ὁδὸν καλήν.
- 16.4.1
Ὅταν οὖν παραγένωνται ἐπὶ τὴν πέτραν, πῶς ἀναβαίνουσιν; ὁρῶ γὰρ ὁδὸν φέρουσαν οὐδεμίαν ἐπʼ αὐτάς.
- 16.4.2
Αὗται ἀπὸ τοῦ κρημνοῦ προσκαταβαίνουσι καὶ ἕλκουσιν αὐτοὺς ἄνω πρὸς αὑτάς, εἶτα κελεύουσιν αὐτοὺς διαναπαύσασθαι.
- 16.5.1
καὶ μετὰ μικρὸν διδόασιν ἰσχὺν καὶ θάρσος καὶ ἐπαγγέλλονται αὐτοὺς καταστήσειν πρὸς τὴν ἀληθινὴν Παιδείαν καὶ δεικνύουσιν αὐτοῖς τὴν ὁδόν, ὡς ἔστι καλή τε καὶ ὁμαλὴ καὶ εὐπόρευτος καὶ καθαρὰ παντὸς κακοῦ, ὥσπερ ὁρᾷς. Ἐμφαίνει νὴ Δία.
- 17.1.1
Ὁρᾷς οὖν, ἔφη, καὶ ἔμπροσθεν τοῦ ἄλσους ἐκείνου τόπον τινά, ὃς δοκεῖ καλός τε εἶναι καὶ λειμωνοειδὴς καὶ φωτὶ πολλῷ καταλαμπόμενος;
- 17.1.2
Καὶ μάλα.
- 17.2.1
Κατανοεῖς οὖν ἐν μέσῳ τῷ λειμῶνι περίβολον ἕτερον καὶ πύλην ἑτέραν;
- 17.2.2
Ἔστιν οὕτως. ἀλλὰ τίς καλεῖται ὁ τόπος οὗτος;
- 17.3.1
Εὐδαιμόνων οἰκητήριον, ἔφη· ὧδε γὰρ διατρίβουσιν αἱ Ἀρεταὶ πᾶσαι καὶ ἡ Εὐδαιμονία.
- 17.3.2
Εἶεν, ἔφην ἐγώ, ὡς καλὸν λέγεις τὸν τόπον εἶναι.
- 18.1.1
Οὐκοῦν παρὰ τὴν πύλην ὁρᾷς, ἔφη, ὅτι γυνή τις ἐστὶ καλὴ καὶ καθεστηκυῖα τὸ πρόσωπον, μέσῃ δὲ καὶ κεκριμένῃ ἤδη τῇ ἡλικίᾳ, στολὴν δʼ ἔχουσα ἁπλῆν τε καὶ ἀκαλλώπιστον; ἕστηκε δὲ οὐκ ἐπὶ στρογγύλου λίθου, ἀλλʼ ἐπὶ τετραγώνου ἀσφαλῶς κειμένου.
- 18.2.1
καὶ μετὰ ταύτης ἄλλαι δύο εἰσὶ θυγατέρες τινὲς δοκοῦσαι εἶναι. Ἐμφαίνει οὕτως ἔχειν.
- 18.2.2
Τούτων τοίνυν ἡ μὲν ἐν τῷ μέσῳ Παιδεία ἐστίν, ἡ δὲ Ἀλήθεια, ἡ δὲ Πειθώ.
- 18.3.1
Τί δὲ ἕστηκεν ἐπὶ λίθου τετραγώνου αὕτη;
- 18.3.2
Σημεῖον, ἔφη, ὅτι ἀσφαλής τε καὶ βεβαία ἡ πρὸς αὐτὴν ὁδός ἐστι τοῖς ἀφικνουμένοις καὶ τῶν διδομένων ἀσφαλὴς ἡ δόσις τοῖς λαμβάνουσι.
- 18.4.1
Καὶ τίνα ἐστίν, ἃ δίδωσιν αὕτη;
- 18.4.2
Θάρσος καὶ ἀφοβία, ἔφη ἐκεῖνος.
- 18.4.3
Ταῦτα δὲ τίνα ἐστίν;
- 18.4.4
Ἐπιστήμη, ἔφη, τοῦ μηδὲν ἄν ποτε δεινὸν παθεῖν ἐν τῷ βίῳ.
- 19.1.1
Ὦ Ἡράκλεις ὡς καλά, ἔφην, τὰ δῶρα. ἀλλὰ τίνος ἕνεκεν οὕτως ἔξω τοῦ περιβόλου ἕστηκεν;
- 19.1.2
Ὅπως τοὺς παραγινομένους, ἔφη, θεραπεύῃ καὶ ποτίζῃ τὴν καθαρτικὴν δύναμιν. εἶθʼ ὅταν καθαρθῶσιν, οὕτως εἰσάγει τούτους πρὸς τὰς Ἀρετάς.
- 19.2.1
Πῶς τοῦτο; ἔφην ἐγώ, οὐ γὰρ συνίημι.
- 19.2.2
Ἀλλὰ συνήσεις, ἔφη. ὡς ἄν, εἴ τις φιλοτίμως κάμνων ἐτύγχανε, πρὸς ἰατρὸν ἂν δήπου γενόμενος πρότερον καθαρτικοῖς ἐξέβαλλε τὰ νοσοποιοῦντα, εἶτα οὕτως ἂν ὁ ἰατρὸς αὐτὸν εἰς ἀνάληψιν καὶ ὑγείαν κατέστησεν,
- 19.3.1
εἰ δὲ μὴ ἐπείθετο οἷς ἐπέταττεν, εὐλόγως ἂν δήπου ἀπωσθεὶς ἐξώλετο ὑπὸ τῆς νόσου .
- 19.3.2
Ταῦτα μὲν συνίημι, ἔφην ἐγώ.
- 19.4.1
Τὸν αὐτὸν τοίνυν τρόπον, ἔφη, καὶ πρὸς τὴν Παιδείαν ὅταν τις παραγένηται, θεραπεύει αὐτὸν καὶ ποτίζει τῇ ἑαυτῆς δυνάμει, ὅπως ἐκκαθάρῃ πρῶτον καὶ ἐκβάλῃ τὰ κακὰ πάντα ὅσα ἔχων ἦλθε.
- 19.4.2
Ποῖα ταῦτα;
- 19.5.1
Τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὃν ἐπεπώκει παρὰ τῆς Ἀπάτης, καὶ τὴν ἀλαζονείαν καὶ τὴν ἐπιθυμίαν καὶ τὴν ἀκρασίαν καὶ τὸν θυμὸν καὶ τὴν φιλαργυρίαν καὶ τὰ λοιπὰ πάντα, ὧν ἀνεπλήσθη ἐν τῷ πρώτῳ περιβόλῳ.
- 20.1.1
Ὅταν οὖν καθαρθῇ, ποῦ αὐτὸν ἀποστέλλει;
- 20.1.2
Ἔνδον, ἔφη, πρὸς τὴν Ἐπιστήμην καὶ πρὸς τὰς ἄλλας Ἀρετάς.
- 20.1.3
Ποίας ταύτας;
- 20.2.1
Οὐχ ὁρᾷς, ἔφη, ἔσω τῆς πύλης χορὸν γυναικῶν, ὡς εὐειδεῖς δοκοῦσιν εἶναι καὶ εὔτακτοι καὶ στολὴν ἀτρύφερον καὶ ἁπλῆν ἔχουσιν· ἔτι τε ὡς ἄπλαστοί εἰσι καὶ οὐδαμῶς κεκαλλωπισμέναι καθάπερ αἱ ἄλλαι;
- 20.3.1
Ὁρῶ, ἔφην. ἀλλὰ τίνες αὗται καλοῦνται;
- 20.3.2
‘Ημὲν πρώτη Ἐπιστήμη, ἔφη, καλεῖται, αἱ δὲ ἄλλαι ταύτης ἀδελφαὶ Ἀνδρεία, Δικαιοσύνη, Καλοκἀγαθία, Σωφροσύνη, Εὐταξία, Ἐλευθερία, Ἐγκράτεια, Πρᾳότης.
- 20.4.1
Ὦ κάλλιστε, ἔφην ἔγωγε, ὡς ἐν μεγάλῃ ἐλπίδι ἐσμέν. Ἐὰν συνῆτε, ἔφη, καὶ ἕξιν περιποιήσησθε ὧν ἀκούετε.
- 20.4.2
Ἀλλὰ ποσέξομεν, ἔφην ἔγωγε, ὡς μάλιστα.
- 20.4.3
Τοιγαροῦν, ἔφη, σωθήσεσθε.
- 21.1.1
Ὅταν οὖν παραλάβωσιν αὐτὸν αὗται, ποῦ ἄγουσι;
- 21.1.2
Πρὸς τὴν μητέρα, ἔφη.
- 21.1.3
Αὕτη δὲ τίς ἐστιν;
- 21.1.4
Εὐδαιμονία, ἔφη.
- 21.1.5
Ποία δʼ ἐστὶν αὕτη;
- 21.2.1
Ὁρᾶς τὴν ὁδὸν ἐκείνην τὴν φέρουσαν ἐπὶ τὸ ὑψηλὸν ἐκεῖνο, ὅ ἐστιν ἀκρόπολις τῶν περιβόλων πάντων;
- 21.2.2
Ὁρῶ.
- 21.3.1
Οὐκοῦν ἐπὶ τοῦ προπυλαίου γυνὴ καθεστηκυῖα εὐειδής τις κάθηται ἐπὶ θρόνου ὑψηλοῦ κεκοσμημένη ἐλευθέρως καὶ ἀπεριέργως καὶ ἐστεφανωμένη στεφάνῳ εὐανθεῖ πάνυ καλῷ; Ἐμφαίνει οὕτως.
- 21.3.2
Αὕτη τοίνυν ἐστὶν ἡ Εὐδαιμονία, ἔφη.
- 22.1.1
Ὅταν οὖν ὧδέ τις παραγένηται, τί ποιεῖ; Στεφανοῖ αὐτόν, ἔφη, τῇ ἑαυτῆς δυνάμει ἥ τε Εὐδαιμονία καὶ αἱ ἄλλαι Ἀρεταὶ πᾶσαι ὥσπερ τοὺς νενικηκότας τοὺς μεγίστους ἀγῶνας.
- 22.1.2
Καὶ ποίους ἀγῶνας νενίκηκεν αὐτός; ἔφην ἐγώ.
- 22.2.1
Τοὺς μεγίστους, ἔφη, καὶ τὰ μέγιστα θηρία, ἃ πρότερον αὐτὸν κατήσθιε καὶ ἐκόλαζε καὶ ἐποίει δοῦ ταῦτα πάντα νενίκηκε καὶ ἀπέρριψεν ἀφʼ ἑαυτοῦ καὶ κεκράτηκεν ἑαυτοῦ, ὥστε ἐκεῖνα νῦν τούτῳ δουλεύουσι, καθάπερ οὗτος ἐκείνοις πρότερον.
- 23.1.1
Ποῖα ταῦτα λέγεις θηρία; πάνυ γὰρ ἐπιποθῶ ἀκοῦσαι.
- 23.1.2
Πρῶτον μέν, ἔφη, τὴν Ἄγνοιαν καὶ τὸν Πλάνον. ἢ οὐ δοκεῖ σοι ταῦτα θηρία;
- 23.1.3
Καὶ πονηρά γε, ἔφην ἐγώ.
- 23.2.1
Εἶτα τὴν Λύπην καὶ τὸν Ὀδυρμὸν καὶ τὴν Φιλαργυρίαν καὶ τὴν Ἀκρασίαν καὶ τὴν λοιπὴν ἅπασαν Κακίαν. πάντων τούτων κρατεῖ καὶ οὐ κρατεῖται ὥσπερ πρότερον.
- 23.2.2
Ὢ καλῶν ἔργων, ἔφην ἐγώ, καὶ καλλίστης νίκης. ἀλλʼ ἐκεῖνο ἔτι μοι εἰπέ· τίς ἡ δύναμις τοῦ στεφάνου, ᾧ ἔφης ... στεφανοῦν αὐτόν;
- 23.4.1
Εὐδαιμονική, ὦ νεανίσκε. ὁ γὰρ στεφανωθεὶς ταύτῃ τῇ δυνάμει εὐδαίμων γίνεται καὶ μακάριος καὶ οὐκ ἔχει ἐν ἑτέροις τὰς ἐλπίδας τῆς εὐδαιμονίας, ἀλλʼ ἐν αὑτῷ. XXIV.
- 24.1.1
Ὡς καλὸν τὸ νίκημα λέγεις. ὅταν δὲ στεφανωθῇ, τί ποιεῖ ἢ ποῖ βαδίζει;
- 24.2.1
Ἄγουσιν αὐτὸν ὑπολαβοῦσαι αἱ Ἀρεταὶ πρὸς τὸν τόπον ἐκεῖνον, ὅθεν ἦλθε πρῶτον, καὶ δεικνύουσιν αὐτῷ τοὺς ἐκεῖ διατρίβοντας ὡς κακῶς διατρίβουσι καὶ ἀθλίως ζῶσι καὶ ὡς ναυαγοῦσιν ἐν τῷ βίῳ καὶ πλανῶνται καὶ ἄγονται κατακεκρατημένοι ὥσπερ ὑπὸ πολεμίων, οἱ μὲν ὑπʼ Ἀκρασίας, οἱ δὲ ὑπʼ Ἀλαζονείας, οἱ δὲ ὑπὸ Φιλαργυρίας, ἕτεροι δὲ ὑπὸ Κενοδοξίας, οἱ δὲ ὑφʼ ἑτέρων Κακῶν.
- 24.3.1
ἐξ ὧν οὐ δύνανται ἐκλῦσαι ἑαυτοὺς τῶν δεινῶν, οἷς δέδενται, ὥστε σωθῆναι καὶ ἀφικέσθαι ὧδε, ἀλλὰ ταράττονται διὰ παντὸς τοῦ βίου. τοῦτο δὲ πάσχουσι διὰ τὸ μὴ δύνασθαι τὴν ἐνθάδε ὁδὸν εὑρεῖν· ἐπελάθοντο γὰρ τὸ παρὰ τοῦ Δαιμονίου πρόσταγμα.
- 25.1.1
Ὀρθῶς μοι δοκεῖς λέγειν. ἀλλὰ καὶ τοῦτο πάλιν ἀπορῶ, διὰ τί δεικνύουσιν αὐτῷ τὸν τόπον ἐκεῖνον αἱ Ἀρεταί, ὅθεν ἥκει τὸ πρότερον.
- 25.2.1
Οὐκ ἀκριβῶς ᾔδει οὐδὲ ἠπίστατο, ἔφη, οὐδὲν τῶν ἐκεῖ, ἀλλ’ ἐνεδοίαζε καὶ διὰ τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὃν δὴ ἐπεπώκει, τὰ μὴ ὄντα ἀγαθὰ ἐνόμιζεν ἀγαθὰ εἶναι καὶ τὰ μὴ ὄντα κακὰ κακά.
- 25.3.1
διὸ καὶ ἔζη κακῶς, ὥσπερ οἱ ἄλλοι οἱ ἐκεῖ διατρίβοντες. νῦν δὲ ἀπειληφὼς τὴν ἐπιστήμην τῶν συμφερόντων αὐτός τε καλῶς ζῇ καὶ τούτους θεωρεῖ ὡς κακῶς πράσσουσιν.
- 26.1.1
Ἐπειδὰν οὖν θεωρήσῃ πάντα, τί ποιεῖ ἢ ποῦ ἔτι βαδίζει;
- 26.1.2
Ὅπου ἂν βούληται, ἔφη. πανταχοῦ γὰρ ἔστιν αὐτῷ ἀσφάλεια ὥσπερ τῷ τὸ Κωρύκιον ἄντρον ἔχοντι, καὶ πανταχοῦ, οὗ ἂν ἀφίκηται, πάντα καλῶς βιώσεται μετὰ πάσης ἀσφαλείας. ὑποδέξονται γὰρ αὐτὸν ἀσμένως πάντες καθάπερ τὸν ἰατρὸν οἱ πάσχοντες.
- 26.2.1
Πότερον οὖν κἀκείνας τὰς γυναῖκας, ἃς ἔφης θηρία εἶναι, οὐκέτι φοβεῖται, μή τι πάθῃ ὑπ’ αὐτῶν;
- 26.2.2
Οὐ μὴ διοχληθήσεται οὐδὲν οὔτε ὑπὸ Ὀδύνης οὔτε ὑπὸ Λύπης οὔτε ὑπ’ Ἀκρασίας οὔτε ὑπὸ Φιλαργυρίας οὔτε ὑπὸ Πενίας οὔτε ὑπὸ ἄλλου Κακοῦ οὐδενός.
- 26.3.1
ἁπάντων γὰρ κυριεύει καὶ ἐπάνω πάντων ἐστὶ τῶν πρότερον αὐτὸν λυπούντων καθάπερ οἱ ἐχιοδεῖκται. τὰ γὰρ θηρία δήπου τὰ πάντας τοὺς ἄλλους κακοποιοῦντα μέχρι θανάτου ἐκείνους οὐ λυπεῖ διὰ τὸ ἔχειν ἀντιφάρμακον αὐτούς. οὕτω καὶ τοῦτον οὐκέτι οὐδὲν λυπεῖ διὰ τὸ ἔχειν ἀντιφάρμακον.
- 27.1.1
Καλῶς ἐμοὶ δοκεῖς λέγειν. ἀλλ’ ἔτι τοῦτό μοι εἰπέ. τίνες εἰσὶν οὗτοι οἱ δοκοῦντες ἐκεῖθεν ἀπὸ τοῦ βουνοῦ παραγίνεσθαι;
- 27.2.1
καὶ οἱ μὲν αὐτῶν ἐστεφανωμένοι ἔμφασιν ποιοῦσιν εὐφροσύνης τινός, οἱ δὲ ἀστεφάνωτοι λύπης καὶ ταραχῆς καὶ τὰς κνήμας καὶ τὰς κεφαλὰς δοκοῦσι τετρῖφθαι, κατέχονται δὲ ὑπὸ γυναικῶν τινων.
- 27.2.2
Οἱ μὲν ἐστεφανωμένοι οἱ σεσωσμένοι εἰσὶ πρὸς τὴν Παιδείαν καὶ εὐφραίνονται τετυχηκότες αὐτῆς.
- 27.3.1
οἱ δὲ ἀστεφάνωτοι οἱ μὲν ἀπεγνωσμένοι ὑπὸ τῆς Παιδείας ἀνακάμπτουσι κακῶς καὶ ἀθλίως διακείμενοι· οἱ δὲ ἀποδεδειλιακότες καὶ οὐκ ἀναβεβηκότες πρὸς τὴν Καρτερίαν πάλιν ἀνακάμπτουσι καὶ πλανῶνται ἀνοδίᾳ.
- 27.4.1
Αἱ δὲ γυναῖκες αἱ μετ’ αὐτῶν ἀκολουθοῦσαι τίνες εἰσὶν αὗται;
- 27.4.2
Λῦπαι, ἔφη, καὶ Ὀδύναι καὶ Ἀθυμίαι καὶ Ἀδοξίαι καὶ Ἄγνοιαι.
- 28.1.1
Πάντα κακὰ λέγεις αὐτοῖς ἀκολουθεῖν.
- 28.1.2
Νὴ Δία πάντα, ἔφη, ἐπακολουθοῦσιν. ὅταν δὲ οὗτοι παραγένωνται εἰς τὸν πρῶτον περίβολον πρὸς τὴν Ἡδυπάθειαν καὶ τὴν Ἀκρασίαν,
- 28.2.1
οὐχ ἑαυτοὺς αἰτιῶνται, ἀλλ’ εὐθὺς κακῶς λέγουσι καὶ τὴν Παιδείαν καὶ τοὺς ἐκεῖσε βαδίζοντας, ὡς ταλαίπωροι καὶ ἄθλιοί εἰσι καὶ κακοδαίμονες, οἳ τὸν βίον τὸν παρ’ αὐταῖς ἀπολιπόντες κακῶς ζῶσι καὶ οὐκ ἀπολαύουσι τῶν παρ’ αὐταῖς ἀγαθῶν.
- 28.3.1
Ποῖα δὲ λέγουσιν ἀγαθὰ εἶναι;
- 28.3.2
Τὴν ἀσωτίαν καὶ τὴν ἀκρασίαν, ὡς εἴποι ἄν τις ἐπὶ κεφαλαίου. τὸ γὰρ εὐωχεῖσθαι βοσκημάτων τρόπον ἀπόλαυσιν μεγίστων ἀγαθῶν ἡγοῦνται εἶναι.
- 29.1.1
Αἱ δὲ ἕτεραι γυναῖκες αἱ ἐκεῖθεν παραγινόμεναι ἱλαραί τε καὶ γελῶσαι τίνες καλοῦνται;
- 29.2.1
Δόξαι, ἔφη, καὶ ἀγαγοῦσαι πρὸς τὴν Παιδείαν τοὺς εἰσελθόντας πρὸς τὰς Ἀρετὰς ἀνακάμπτουσιν, ὅπως ἑτέρους ἀγάγωσι, καὶ ἀναγγέλλουσιν, ὅτι εὐδαίμονες ἤδη γεγόνασιν οὓς τότε ἀπήγαγον.
- 29.3.1
Πότερον οὖν, ἔφην ἐγώ, αὗται εἴσω πρὸς τὰς Ἀρετὰς οὐκ εἰσπορεύονται;
- 29.3.2
Ἔφη οὔ. Οὐ γὰρ θέμις Δόξαν εἰσπορεύεσθαι πρὸς τὴν Ἐπιστήμην, ἀλλὰ τῇ Παιδείᾳ παραδιδόασιν αὐτούς.
- 29.4.1
εἶτα ὅταν ἡ Παιδεία παραλάβῃ, ἀνακάμπτουσιν αὗται πάλιν ἄλλους ἄξουσαι, ὥσπερ αἱ νῆες τὰ φορτία ἐξελόμεναι πάλιν ἀνακάμπτουσι καὶ ἄλλων τινῶν γεμίζονται.
- 30.1.1
Ταῦτα μὲν δὴ καλῶς μοι δοκεῖς, ἔφην, ἐξηγεῖσθαι. ἀλλ’ ἐκεῖνο οὐδέπω ἡμῖν δεδήλωκας, τί προστάττει τὸ Δαιμόνιον τοῖς εἰσπορευομένοις εἰς τὸν Βίον ποιεῖν.
- 30.2.1
Θαρρεῖν, ἔφη. διὸ καὶ ὑμεῖς θαρρεῖτε· πάντα γὰρ ἐξηγήσομαι καὶ οὐδὲν παραλείψω.
- 30.2.2
Καλῶς λέγεις, ἔφην ἐγώ.
- 30.3.1
Ἐκτείνας οὖν τὴν χεῖρα πάλιν, Ὁρᾶτε, ἔφη, τὴν γυναῖκα ἐκείνην, ἣ δοκεῖ τυφλή τις εἶναι καὶ ἐπὶ λίθου στρογγύλου ἑστάναι, ἣν καὶ ἄρτι ὑμῖν εἶπον ὅτι Τύχη καλεῖται;
- 30.3.2
Ὁρῶμεν.
- 31.1.1
Ταύτῃ κελεύει, ἔφη, μὴ πιστεύειν καὶ βέβαιον μηδὲν νομίζειν μηδὲ ἀσφαλὲς εἶναι, ὅ τι ἂν παρ αὐτῆς τις λάβῃ μηδὲ ὡς ἴδια ἡγεῖσθαι.
- 31.2.1
οὐδὲν γὰρ κωλύει πάλιν ταῦτα ἀφελέσθαι καὶ ἑτέρῳ δοῦναι. πολλάκις γὰρ εἴωθε τοῦτο ποιεῖν. καὶ διὰ ταύτην οὖν τὴν αἰτίαν κελεύει πρὸς τὰς παρ’ αὐτῆς δόσεις ἴσους γίνεσθαι καὶ μήτε χαίρειν ὅταν διδῷ μήτε ἀθυμεῖν ὅταν ἀφέληται καὶ μήτε ψέγειν αὐτὴν μήτε ἐπαινεῖν.
- 31.3.1
οὐδὲν γὰρ ποιεῖ μετὰ λογισμοῦ, ἀλλ’ εἰκῆ καὶ ὡς ἔτυχε πάντα, ὥσπερ πρότερον ὑμῖν ἔλεξα. διὰ τοῦτο οὖν τὸ Δαιμόνιον κελεύει μὴ θαυμάζειν, ὅ τι ἂν πράττῃ αὕτη, μηδὲ γίνεσθαι ὁμοίους τοῖς κακοῖς τραπεζίταις.
← Previous · Next → — showing 101–200 of 272
First Thousand Years of Greek. CTS URN tlg1247.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.