Cebetis tabula
- 1.1.1
Ἐτυγχάνομεν περιπατοῦντες ἐν τῷ τοῦ Κρόνου ἱερῷ, ἐν ᾧ πολλὰ μὲν καὶ ἄλλα ἀναθήματα ἐθεωροῦμεν· ἀνέκειτο δὲ καὶ πίναξ τις ἔμπροσθεν τοῦ νεώ, ἐν ᾧ ἦν γραφὴ ξένη τις καὶ μύθους ἔχουσα ἰδίους, οὓς οὐκ ἠδυνάμεθα συμβαλεῖν, τίνες καί ποτε ἦσαν.
- 1.2.1
οὔτε γὰρ πόλις ἐδόκει ἡμῖν εἶναι τὸ γεγραμμένον οὔτε στρατόπεδον, ἀλλὰ περίβολος ἦν ἐν αὑτῷ ἔχων ἑτέρους περιβόλους δύο, τὸν μὲν μείζω, τὸν δὲ ἐλάττω. ἦν δὲ καὶ πύλη ἐπὶ τοῦ πρώτου περιβόλου.
- 1.3.1
πρὸς δὲ τῇ πύλῃ ὄχλος ἐδόκει ἡμῖν πολὺς ἐφεστάναι, καὶ ἔνδον δὲ ἐν τῷ περιβόλῳ πλῆθός τι γυναικῶν ἑωρᾶτο. ἐπὶ δὲ τῆς εἰσόδου τοῦ πρώτου πυλῶνος καὶ περιβόλου γέρων τις ἑστὼς ἔμφασιν ἐποίει ὡς προστάττων τι τῷ εἰσιόντι ὄχλῳ.
- 2.1.1
Ἀπορούντων οὖν ἡμῶν περὶ τῆς μυθολογίας πρὸς ἀλλήλους πολὺν χρόνον πρεσβύτης τις παρεστώς, Οὐδὲν δεινὸν πάσχετε, ὦ ξένοι, ἔφη, ἀποροῦντες περὶ τῆς γραφῆς ταύτης. οὐδὲ γὰρ τῶν ἐπιχωρίων πολλοὶ οἴδασι, τί ποτε αὕτη ἡ μυθολογία δύναται·
- 2.2.1
οὐδὲ γάρ ἐστι πολιτικὸν ἀνάθημα· ἀλλὰ ξένος τις πάλαι ποτὲ ἀφίκετο δεῦρο, ἀνὴρ ἔμφρων καὶ δεινὸς περὶ σοφίαν, λόγῳ τε καὶ ἔργῳ Πυθγόρειόν τινα καὶ Παρμενίδειον ἐζηλωκὼς βίον, ὃς τό τε ἱερὸν τοῦτο καὶ τὴν γραφὴν ἀνέθηκε τῷ Κρόνῳ.
- 2.3.1
Πότερον οὖν, ἔφην ἐγώ, καὶ αὐτὸν τὸν ἄνδρα γινώσκεις ἑωρακώς;
- 2.3.2
Καὶ ἐθαύμασά γε, ἔφη, αὐτὸν πολυχρονιώτατον νεώτερος ὤν. πολλὰ γὰρ καὶ σπουδαῖα διελέγετο. τότε δὴ καὶ περὶ ταύτης δὲ τῆς μυθολογίας πολλάκις αὐτοῦ ἠκηκόειν διεξιόντος.
- 3.1.1
Πρὸς Διὸς τοίνυν, ἔφην ἐγώ, εἰ μή τις σοι μεγάλη ἀσχολία τυγχάνει οὖσα, διήγησαι ἡμῖν· πάνυ γὰρ ἐπιθυμοῦμεν ἀκοῦσαι, τί ποτέ ἐστιν ὁ μῦθος.
- 3.1.2
Οὐδεὶς φθόνος, ὦ ξένοι, ἔφη. ἀλλὰ τουτὶ πρῶτον δεῖ ὑμᾶς ἀκοῦσαι, ὅτι ἐπικίνδυνόν τι ἔχει ἡ ἐξήγησις.
- 3.1.3
Οἷον τί; ἔφην ἐγώ.
- 3.1.4
Ὅτι εἰ μὲν προσέξετε, ἔφη, καὶ συνήσετε τὰ λεγόμενα, φρόνιμοι καὶ εὐδαίμονες ἔσεσθε, εἰ δὲ μή, ἄφρονες καὶ κακοδαίμονες καὶ πικροὶ καὶ ἀμαθεῖς γενόμενοι κακῶς βιώσεσθε.
- 3.2.1
ἔστι γὰρ ἡ ἐξήγησις ἐοικυῖα τῷ τῆς Σφιγγὸς αἰνίγματι, ὃ ἐκείνη προεβάλλετο τοῖς ἀνθρώποις εἰ μὲν οὖν αὐτὸ συνίει τις, ἐσώζετο, εἰ δὲ μὴ συνίει, ἀπώλετο ὑπὸ τῆς Σφιγγός. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς ἐξηγήσεως ἔχει ταύτης. ἡ γὰρ ἀφροσύνη τοῖς ἀνθρώποις Σφίγξ ἐστιν.
- 3.3.1
αἰνίττεται δὲ τάδε, τί ἀγαθόν, τί κακόν, τί οὔτε ἀγαθὸν οὔτε κακόν ἐστιν ἐν τῷ βίῳ. ταῦτʼ οὖν ἐὰν μέν τις μὴ συνιῇ, ἀπόλλυται ὑπʼ αὐτῆς, οὐκ εἰσάπαξ, ὥσπερ ὁ ὑπὸ τῆς Σφιγγὸς καταβρωθεὶς ἀπέθνησκεν, ἀλλὰ κατὰ μικρὸν ἐν ὅλῳ τῷ βίῳ καταφθείρεται καθάπερ οἱ ἐπὶ τιμωρίᾳ παραδιδόμενοι.
- 3.4.1
ἐὰν δέ τις γνῷ, ἀνάπαλιν ἡ μὲν ἀφροσύνη ἀπόλλυται, αὐτὸς δὲ σώζεται καὶ μακάριος καὶ εὐδαίμων γίνεται ἐν παντὶ τῷ βίῳ. ὑμεῖς οὖν προσέχετε καὶ μὴ παρακούετε.
- 4.1.1
Ὦ Ἡράκλεις, ὡς εἰς μεγάλην τινὰ ἐπιθυμίαν ἐμβέβληκας ἡμᾶς, εἰ ταῦθʼ οὕτως ἔχει.
- 4.1.2
Ἀλλʼ ἔστιν, ἔφη, οὕτως ἔχοντα.
- 4.1.3
Οὐκ ἂν φθάνοις τοίνυν διηγούμενος ὡς ἡμῶν προσεξόντων οὐ παρέργως, ἐπείπερ καὶ τὸ ἐπιτίμιον τοιοῦτόν ἐστιν.
- 4.2.1
Ἀναλαβὼν οὖν ῥάβδον τινὰ καὶ ἐκτείνας πρὸς τὴν γραφήν, Ὁρᾶτε, ἔφη, τὸν περίβολον τοῦτον;
- 4.2.2
Ὁρῶμεν.
- 4.2.3
Τοῦτο πρῶτον δεῖ εἰδέναι ὑμᾶς, ὅτι καλεῖται οὗτος ὁ τόπος Βίος. καὶ ὁ ὄχλος ὁ πολὺς ὁ παρὰ τὴν πύλην ἐφεστὼς οἱ μέλλοντες εἰσπορεύεσθαι εἰς τὸν Βίον οὗτοί εἰσιν.
- 4.3.1
ὁ δὲ γέρων ὁ ἄνω ἑστηκὼς ἔχων χάρτην τινὰ ἐν τῇ χειρὶ καὶ τῇ ἑτέρᾳ ὥσπερ δεικνύων τι, οὗτος Δαίμων καλεῖται προστάττει δὲ τοῖς εἰσπορευομένοις, τί δεῖ αὐτοὺς ποιεῖν, ὡς ἂν εἰσέλθωσιν εἰς τὸν Βίον· δεικνύει δὲ ποίαν ὁδὸν αὐτοὺς δεῖ βαδίζειν, εἰ μέλλουσι σώζεσθαι ἐν τῷ Βίῳ.
- 5.1.1
Ποίαν οὖν ὁδὸν κελεύει βαδίζειν ἢ πῶς; ἔφην ἐγώ.
- 5.1.2
Ὁρᾷς οὖν, εἶπε, παρὰ τὴν πύλην θρόνον τινὰ κείμενον κατὰ τὸν τόπον, καθʼ ὃν εἰσπορεύεται ὁ ὄχλος, ἐφʼ οὗ κάθηται γυνὴ πεπλασμένη τῷ ἤθει καὶ πιθανὴ φαινομένη, ἣ ἐν τῇ χειρὶ ἔχει ποτήριόν τι;
- 5.2.1
Ὁρῶ. ἀλλὰ τίς ἐστιν αὕτη; ἔφην.
- 5.2.2
Ἀπάτη καλεῖται, φησίν, ἡ πάντας τοὺς ἀνθρώπους πλανῶσα.
- 5.2.3
Εἶτα τί πράττει αὕτη; Τοῦς εἰσπορευομένους εἰς τὸν Βίον ποτίζει τῇ ἑαυτῆς δυνάμει.
- 5.3.1
Τοῦτο δὲ τί ἐστι τὸ ποτόν;
- 5.3.2
Πλάνος, ἔφη, καὶ ἄγνοια.
- 5.3.3
Εἶτα τί;
- 5.3.4
Πιόντες τοῦτο πορεύονται εἰς τὸν Βίον.
- 5.3.5
Πότερον οὖν πάντες πίνουσι τὸν πλάνον ἢ οὔ;
- 6.1.1
Πάντες πίνουσιν, ἔφη, ἀλλʼ οἱ μὲν πλεῖον, οἱ δὲ ἧττον. Ἔτι δὲ οὐχ ὁρᾷς ἔνδον τῆς πύλης πλῆθός τι γυναικῶν ἑτέρων παντοδαπὰς μορφὰς ἐχουσῶν;
- 6.1.2
Ὁρῶ.
- 6.2.1
Αὗται τοίνυν Δόξαι καὶ Ἐπιθυμίαι καὶ Ἡδοναὶ καλοῦνται. ὅταν οὖν εἰσπορεύηται ὁ ὄχλος, ἀναπηδῶσιν αὗται καὶ πλέκονται πρὸς ἕκαστον, εἶτα ἀπάγουσι.
- 6.2.2
Ποῦ δὲ ἀπάγουσιν αὐτούς;
- 6.2.3
Αἱ μὲν εἰς τὸ σώζεσθαι, ἔφη, αἱ δὲ εἰς τὸ ἀπόλλυσθαι διὰ τὴν ἀπάτην.
- 6.2.4
Ὦ δαιμόνιε, ὡς χαλεπὸν τὸ πόμα λέγεις.
- 6.3.1
Καὶ πᾶσαί γε, ἔφη, ἐπαγγέλλονται ὡς ἐπὶ τὰ βέλτιστα ἄξουσαι καὶ εἰς βίον εὐδαίμονα καὶ λυσιτελῆ. οἱ δὲ διὰ τὴν ἄγνοιαν καὶ τὸν πλάνον, ὅν πεπώκασι παρὰ τῆς Ἀπάτης, οὐχ εὑρίσκουσι ποία ἐστὶν ἡ ἀληθινὴ ὁδὸς ἡ ἐν τῷ Βίῳ, ἀλλὰ πλανῶνται εἰκῆ, ὥσπερ ὁρᾷς καὶ τοὺς πρότερον εἰσπορευομένους ὡς περιάγονται ὅποι ἂν τύχῃ.
- 7.1.1
Ὁρῶ τούτους, ἔφην. ἡ δὲ γυνὴ ἐκείνη τίς ἐστιν ἡ ὥσπερ τυφλὴ καὶ μαινομένη τις εἶναι δοκοῦσα καὶ ἑστηκυῖα ἐπὶ λίθου τινὸς στρογγύλου;
- 7.1.2
Καλεῖται μέν, ἔφη, Τύχη· ἔστι δὲ οὐ μόνον τυφλὴ καὶ μαινομένη, ἀλλὰ καὶ κωφή.
- 7.2.1
Αὕτη οὖν τί ἔργον ἔχει;
- 7.2.2
Περιπορεύεται πανταχοῦ, ἔφη· καὶ παρʼ ὧν μὲν ἁρπάζει τὰ ὑπάρχοντα καὶ ἑτέροις δίδωσι· παρὰ δὲ τῶν αὐτῶν πάλιν ἀφαιρεῖται παραχρῆμα ἃ δέδωκε καὶ ἄλλοις δίδωσιν εἰκῆ καὶ ἀβεβαίως. διὸ καὶ τὸ σημεῖον καλῶς μηνύει τὴν φύσιν αὐτῆς.
- 7.3.1
Ποῖον τοῦτο; ἔφην ἐγώ.
- 7.3.2
Ὅτι ἐπὶ λίθου στρογγύλου ἕστηκεν.
- 7.3.3
Εἶτα τί τοῦτο σημαίνει;
- 7.3.4
Οὐκ ἀσφαλὴς οὐδὲ βεβαία ἐστὶν ἡ παρʼ αὐτῆς δόσις. ἐκπτώσεις γὰρ μεγάλαι καὶ σκληραὶ γίνονται, ὅταν τις αὐτῇ πιστεύσῃ.
- 8.1.1
Ὁ δὲ τῶν ἀνθρώπων πολὺς ὄχλος οὗτος ὁ περὶ αὐτὴν ἑστηκὼς τί βούλεται καὶ τίνες καλοῦνται;
- 8.1.2
Καλοῦνται μὲν οὗτοι ἀπροβούλευτοι· αἰτοῦσι δὲ ἕκαστος αὐτῶν ἃ ῥίπτει.
- 8.1.3
Πῶς οὖν οὐχ ὁμοίαν ἔχουσι τὴν μορφήν, ἀλλʼ οἱ μὲν αὐτῶν δοκοῦσι χαίρειν, οἱ δὲ ἀθυμοῦσιν ἐκτετακότες τὰς χεῖρας;
- 8.2.1
Οἱ μὲν δοκοῦντες, ἔφη, χαίρειν καὶ γελᾶν αὐτῶν οἱ εἰληφότες τι παρʼ αὐτῆς εἰσιν· οὗτοι δὲ καὶ ἀγαθὴν Τύχην αὐτὴν καλοῦσιν. οἱ δὲ δοκοῦντες κλαίειν καὶ ἐκτετακότες εἰσὶ παρʼ ὧν ἀφείλετο ἃ δέδωκε πρότερον αὐτοῖς. οὗτοι δὲ πάλιν αὐτὴν κακὴν Τύχην καλοῦσι.
- 8.3.1
Τίνα οὖν ἐστιν ἃ δίδωσιν αὐτοῖς, ὅτι οὕτως οἱ μὲν λαμβάνοντες χαίρουσιν, οἱ δὲ ἀποβάλλοντες κλαίουσι;
- 8.3.2
Ταῦτα, ἔφη, ἃ παρὰ τοῖς πολλοῖς ἀνθρώποις δοκεῖ εἶναι ἀγαθά. Ταῦτα οὖν τίνα ἐστί;
- 8.4.1
Πλοῦτος δηλονότι καὶ δόξα καὶ εὐγένεια καὶ τέκνα καὶ τυραννίδες καὶ βασιλεῖαι καὶ τἆλλα ὅσα τούτοις παραπλήσια.
- 8.4.2
Ταῦτα οὖν πῶς οὐκ ἔστιν ἀγαθά;
- 8.4.3
Περὶ μὲν τούτων, ἔφη, καὶ αὖθις ἐκποιήσει διαλέγεσθαι, νῦν δὲ περὶ τὴν μυθολογίαν γινώμεθα. Ἔστω οὕτως.
- 9.1.1
Ὁρᾷς οὖν, ὡς ἂν παρέλθῃς τὴν πύλην ταύτην, ἀνωτέρω ἄλλον περίβολον καὶ γυναῖκας ἔξω τοῦ περιβόλου ἑστηκυίας κεκοσμημένας ὥσπερ ἑταῖραι εἰώθασι;
- 9.1.2
Καὶ μάλα.
- 9.1.3
Αὗται τοίνυν ἡ μὲν Ἀκρασία καλεῖται, ἡ δὲ Ἀσωτία, ἡ δὲ Ἀπληστία, ἡ δὲ Κολακεία.
- 9.2.1
Τί οὖν ὧδε ἑστήκασιν αὗται;
- 9.2.2
Παρατηροῦσιν, ἔφη, τοὺς εἰληφότας τι παρὰ τῆς Τύχης.
- 9.2.3
Εἶτα τί;
- 9.2.4
Ἀναπηδῶσι καὶ συμπλέκονται αὐτοῖς καὶ κολακεύουσι καὶ ἀξιοῦσι παρʼ αὑταῖς μένειν λέγουσαι ὅτι βίον ἕξουσιν ἡδύν τε καὶ ἄπονον καὶ κακοπάθειαν ἔχοντα οὐδεμίαν.
- 9.3.1
ἐὰν οὖν τις πεισθῇ ὑπʼ αὐτῶν εἰσελθεῖν εἰς τὴν Ἡδυπάθειαν, μέχρι μέν τινος ἡδεῖα δοκεῖ εἶναι ἡ διατριβή, ἕως ἂν γαργαλίζῃ τὸν ἄνθρωπον, εἶτʼ οὐκέτι. ὅταν γὰρ ἀνανήψῃ, αἰσθάνεται ὅτι οὐκ ἤσθιεν, ἀλλʼ ὑπʼ αὐτῆς κατησθίετο καὶ ὑβρίζετο.
- 9.4.1
διὸ καὶ ὅταν ἀναλώσῃ πάντα ὅσα ἔλαβε παρὰ τῆς Τύχης, ἀναγκάζεται ταύταις ταῖς γυναιξὶ δουλεύειν καὶ πάνθʼ ὑπομένειν καὶ ἀσχημονεῖν καὶ ποιεῖν ἕνεκεν τούτων πάντα ὅσα ἐστὶ βλαβερά, οἷον ἀποστερεῖν, ἱεροσυλεῖν, ἐπιορκεῖν, προδιδόναι, ληΐζεσθαι καὶ πάνθʼ ὅσα τούτοις παραπλήσια. ὅταν οὖν πάντα αὐτοῖς ἐπιλίπῃ, παραδίδονται τῇ Τιμωρίᾳ.
- 10.1.1
Ποία δέ ἐστιν αὕτη;
- 10.1.2
Ὁρᾷς ὀπίσω τι, ἔφη, αὐτῶν ἄνω ὥσπερ θυρίον μικρὸν καὶ τόπον στενόν τινα καὶ σκοτεινόν;
- 10.1.3
Καὶ μάλα.
- 10.1.4
Οὐκοῦν καὶ γυναῖκες αἰσχραὶ καὶ ῥυπαραὶ καὶ ῥάκη ἠμφιεσμέναι δοκοῦσι συνεῖναι;
- 10.2.1
Καὶ μάλα.
- 10.2.2
Αὗται τοίνυν, ἔφη, ἡ μὲν τὴν μάστιγα ἔχουσα καλεῖται Τιμωρία, ἡ δὲ τὴν κεφαλὴν ἐν τοῖς γόνασιν ἔχουσα Λύπη, ἡ δὲ τὰς τρίχας τίλλουσα ἑαυτῆς Ὀδύνη.
- 10.3.1
Ὁ δὲ ἄλλος οὗτος ὁ παρεστηκὼς αὐταῖς δυσειδής τις καὶ λεπτὸς καὶ γυμνός, καὶ μετʼ αὐτοῦ τις ἄλλη ὁμοία αὐτῷ αἰσχρὰ καὶ λεπτή, τίς ἐστιν;
- 10.3.2
Ὁ μὲν Ὀδυρμὸς καλεῖται, ἔφη, ἡ δὲ Ἀθυμία, ἀδελφὴ δʼ ἐστὶν αὕτη αὐτοῦ.
- 10.4.1
τούτοις οὖν παραδίδοται καὶ μετὰ τούτων συμβιοῖ τιμωρούμενος· εἶτα ἐνταῦθα πάλιν εἰς τὸν ἕτερον οἶκον ῥίπτεται, εἰς τὴν Κακοδαιμονίαν, καὶ ὧδε τὸν λοιπὸν βίον καταστρέφει ἐν πάσῃ κακοδαιμονίᾳ, ἂν μὴ ἡ Μετάνοια αὐτῷ ἐπιτύχῃ ἐκ προαιρέσεως συναντήσασα.
- 11.1.1
Εἶτα τί γίνεται, ἐὰν ἡ Μετάνοια αὐτῷ συναντήσῃ;
- 11.1.2
Ἐξαιρεῖ αὐτὸν ἐκ τῶν κακῶν καὶ συνίστησιν αὐτῷ ἑτέραν Δόξαν καὶ Ἐπιθυμίαν τὴν εἰς τὴν ἀληθινὴν Παιδείαν ἄγουσαν, ἅμα δὲ καὶ τὴν εἰς τὴν Ψευδοπαιδείαν καλουμένην.
- 11.2.1
Εἶτα τί γίνεται;
- 11.2.2
Ἐὰν μέν, φησί, τὴν Δόξαν ταύτην προσδέξηται τὴν ἄξουσαν αὐτὸν εἰς τὴν ἀληθινὴν Παιδείαν, καθαρθεὶς ὑπʼ αὐτῆς σώζεται καὶ μακάριος καὶ εὐδαίμων γίνεται ἐν τῷ βίῳ· εἰ δὲ μή, πάλιν πλανᾶται ὑπὸ τῆς Ψευδοδοξίας.
- 12.1.1
῏Ω Ἡράκλεις, ὡς μέγας ὁ κίνδυνος ἄλλος οὗτος. ἡ δὲ Ψευδοπαιδεία ποία ἐστίν; ἔφην ἐγώ.
- 12.1.2
Οὐχ ὁρᾷς τὸν ἕτερον περίβολον ἐκεῖνον;
- 12.2.1
Καὶ μάλα, ἔφην ἐγώ.
- 12.2.2
Οὐκοῦν ἔξω τοῦ περιβόλου παρὰ τὴν εἴσοδον γυνή τις ἕστηκεν, ἣ δοκεῖ πάνυ καθάριος καὶ εὔτακτος εἶναι;
- 12.2.3
Καὶ μάλα.
- 12.3.1
Ταύτην τοίνυν οἱ πολλοὶ καὶ εἰκαῖοι τῶν ἀνδρῶν Παιδείαν καλοῦσιν· οὐκ ἔστι δέ, ἀλλὰ Ψευδοπαιδεία, ἔφη. οἱ μέν τοι σωζόμενοι ὁπόταν βούλωνται εἰς τὴν ἀληθινὴν Παιδείαν ἐλθεῖν, ὧδε πρῶτον παραγίνονται.
- 12.3.2
Πότερον οὖν ἄλλη ὁδὸς οὐκ ἔστιν ἐπὶ τὴν ἀληθινὴν Παιδείαν ἄγουσα; Οὐκ ἔστιν, ἔφη.
- 13.1.1
Οὗτοι δὲ οἱ ἄνθρωποι οἱ ἔσω τοῦ περιβόλου ἀνακάμπτοντες τίνες εἰσίν;
- 13.1.2
Οἱ τῆς Ψευδοπαιδείας, ἔφη, ἐρασταὶ ἠπατημένοι καὶ οἰόμενοι μετὰ τῆς ἀληθινῆς Παιδείας συνομιλεῖν.
- 13.1.3
Τίνες οὖν καλοῦνται οὗτοι;
- 13.2.1
Οἱ μὲν ποιηταί, ἔφη, οἱ δὲ ῥήτορες, οἱ δὲ διαλεκτικοί, οἱ δὲ μουσικοί, οἱ δὲ ἀριθμητικοί, οἱ δὲ γεωμέτραι, οἱ δὲ ἀστρολόγοι, οἱ δὲ κριτικοί, οἱ δὲ ἡδονικοί, οἱ δὲ περιπατητικοὶ καὶ ὅσοι ἄλλοι τούτοις εἰσὶ παραπλήσιοι.
- 14.1.1
Αἱ δὲ γυναῖκες ἐκεῖναι αἱ δοκοῦσαι περιτρέχειν ὅμοιαι ταῖς πρώταις, ἐν αἷς ἔφης εἶναι τὴν Ἀκρασίαν καὶ αἱ ἄλλαι αἱ μετʼ αὐτῶν τίνες εἰσίν;
- 14.1.2
Αὐταὶ ἐκεῖναί εἰσιν, ἔφη.
- 14.2.1
Πότερον οὖν καὶ ὧδε εἰσπορεύονται;
- 14.2.2
Νὴ Δία καὶ ὧδε, σπανίως δὲ καὶ οὐχὶ ὥσπερ ἐν τῷ πρώτῳ περιβόλῳ.
- 14.2.3
Πότερον οὖν καὶ αἱ Δόξαι; ἔφην.
- 14.3.1
Μένει γὰρ καὶ ἐν τούτοις τὸ πόμα, ὃ ἔπιον παρὰ τῆς Ἀπάτης, καὶ ἡ ἄγνοια μένει ἐν τούτοις νὴ Δία καὶ μετʼ αὐτῆς γε ἡ ἀφροσύνη, καὶ οὐ μὴ ἀπέλθῃ ἀπʼ αὐτῶν οὔθʼ ἡ δόξα οὔθʼ ἡ λοιπὴ κακία μέχρι ἂν ἀπογνόντες τῆς Ψευδοπαιδείας εἰσέλθωσιν εἰς τὴν ἀληθινὴν ὁδὸν καὶ πίωσι τὰς τούτων καθαρτικὰς δυνάμεις.
- 14.4.1
εἶτα ὅταν καθαρθῶσι καὶ ἐκβάλωσι τὰ κακὰ πάνθʼ ὅσα ἔχουσι καὶ τὰς δόξας καὶ τὴν ἄγνοιαν καὶ τὴν λοιπὴν κακίαν πᾶσαν, τότε ἂν οὕτω σωθήσονται. ὧδε δὲ μένοντες παρὰ τῇ Ψευδοπαιδείᾳ οὐδέποτε ἀπολυθήσονται οὐδὲ ἐλλείψει αὐτοὺς κακὸν οὐδὲν ἕνεκα τούτων τῶν μαθημάτων
- 15.1.1
Ποία οὖν αὕτη ἡ ὁδός ἐστιν ἡ φέρουσα ἐπὶ τὴν ἀληθινὴν Παιδείαν; ἔφην.
- 15.1.2
Ὁρᾷς ἄνω, ἔφη, τόπον τινὰ ἐκεῖνον, ὅπου οὐδεὶς ἐπικατοικεῖ, ἀλλʼ ἔρημος δοκεῖ εἶναι;
- 15.1.3
Ὁρῶ.
- 15.2.1
Οὐκοῦν καὶ θύραν τινὰ μικρὰν καὶ ὁδόν τινα πρὸ τῆς θύρας, ἥτις οὐ πολὺ ὀχλεῖται, ἀλλʼ ὀλίγοι πάνυ πορεύονται ὥσπερ διʼ ἀνοδίας τινὸς καὶ τραχείας καὶ πετρώδους εἶναι δοκούσης;
- 15.2.2
Καὶ μάλα, ἔφην.
Next → — showing 1–100 of 272
First Thousand Years of Greek. CTS URN tlg1247.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.