Ancient Textssearch the texts themselves, not just their titles

← Library

Cebetis tabula

First Thousand Years of Greek · First Thousand Years of Greek · 272 sections

  1. 31.4.1

    καὶ γὰρ ἐκεῖνοι ὅταν μὲν λάβωσι τὸ ἀργύριον παρὰ τῶν ἀνθρώπων, χαίρουσι καὶ ἴδιον νομίζουσιν εἷναι, ὅταν δὲ ἀπαιτῶνται, ἀγανακτοῦσι καὶ δεινὰ οἴονται πεπονθέναι, οὐ μνημονεύοντες, ὅτι ἐπὶ τούτῳ ἔλαβον τὰ θέματα, ἐφ’ ᾧ οὐδὲν κωλύει τὸν θέμενον πάλιν κομίσασθαι.

  2. 31.5.1

    ὡσαύτως τοίνυν κελεύει ἔχειν τὸ Δαιμόνιον καὶ πρὸς τὴν παρ’ αὐτῆς δόσιν καὶ μνημονεύειν, ὅτι τοιαύτην φύσιν ἔχει ἡ Τύχη, ὥστε ἃ δέδωκεν ἀφελέσθαι καὶ ταχέως πάλιν δοῦναι πολλαπλάσια, αὖθις δὲ ἀφελέσθαι ἃ δέδωκεν, οὐ μόνον δέ, ἀλλὰ καὶ τὰ προϋπάρχοντα.

  3. 31.6.1

    ἃ γοῦν δίδωσι, λαβεῖν κελεύει παρ’ αὐτῆς καὶ συντόμως ἀπελθεῖν βλέποντας πρὸς τὴν βεβαίαν καὶ ἀσφαλῆ δόσιν.

  4. 32.1.1

    Ποίαν ταύτην; ἔφην ἐγώ.

  5. 32.1.2

    Ἣν λήψονται παρὰ τῆς Παιδείας, ἢν διασωθῶσιν ἐκεῖ.

  6. 32.1.3

    Αὕτη οὖν τίς ἐστιν;

  7. 32.2.1

    Ἡ ἀληθὴς ἐπιστήμη τῶν συμφερόντων, ἔφη, καὶ ἀσφαλὴς δόσις καὶ βεβαία καὶ ἀμεταμέλητος.

  8. 32.3.1

    φεύγειν οὖν κελεύει συντόμως πρὸς ταύτην, καὶ ὅταν ἔλθωσι πρὸς τὰς γυναῖκας ἐκείνας, ἃς καὶ πρότερον εἶπον ὅτι Ἀκρασία καὶ Ἡδυπάθεια καλοῦνται, καὶ ἐντεῦθεν κελεύει συντόμως ἀπαλλάττεσθαι καὶ μὴ πιστεύειν μηδὲ ταύταις μηδέν, ἕως ἂν πρὸς τὴν Ψευδοπαιδείαν ἀφίκωνται.

  9. 32.4.1

    κελεύει οὖν αὐτοῦ χρόνον τινὰ ἐνδιατρῖψαι καί λαβεῖν ὅ τι ἂν βούλωνται παρʼ αὐτῆς ὥσπερ ἐφόδιον, εἶτα ἐντεῦθεν ἀπιέναι πρὸς τὴν ἀληθινὴν Παιδείαν συντόμως.

  10. 32.5.1

    ταῦτά ἐστιν ἃ προστάττει τὸ Δαιμόνιον. ὅστις τοίνυν παρ’ αὐτά τι ποιεῖ ἢ παρακούει, ἀπόλλυται κακὸς κακῶς.

  11. 33.1.1

    Ὁ μὲν δὴ μῦθος, ὦ ξένοι, ὁ ἐν τῷ πίνακι τοιοῦτος ἡμῖν ἐστιν. εἰ δὲ δεῖ τι προσπυθέσθαι περὶ ἑκάστου τούτων, οὐδεὶς φθόνος· ἐγὼ γὰρ ὑμῖν φράσω.

  12. 33.2.1

    Καλῶς λέγεις, ἔφην ἐγώ. ἀλλὰ τί κελεύει αὐτοὺς τὸ Δαιμόνιον λαβεῖν παρὰ τῆς Ψευδοπαιδείας;

  13. 33.2.2

    Ταῦτα ἃ δοκεῖ εὔχρηστα εἶναι.

  14. 33.2.3

    Ταῦτ’ οὖν τίνα ἐστί;

  15. 33.3.1

    Γράμματα, ἔφη, καὶ τῶν ἄλλων μαθημάτων ἃ καὶ Πλάτων φησὶν ὡσανεὶ χαλινοῦ τινος δύναμιν ἔχειν τοῖς νέοις, ἵνα μὴ εἰς ἕτερα περισπῶνται.

  16. 33.4.1

    Πότερον δὲ ἀνάγκη ταῦτα λαβεῖν, εἰ μέλλει τις ἥξειν πρὸς τὴν ἀληθινὴν Παιδείαν; ἢ οὔ;

  17. 33.4.2

    Ἀνάγκη μὲν οὐδεμία, ἔφη, χρήσιμα μέντοι ἐστὶ πρὸς τὸ συντομωτέρως ἐλθεῖν. πρὸς δὲ τὸ βελτίους γενέσθαι οὐδὲν συμβάλλεται ταῦτα.

  18. 33.5.1

    Οὐδὲν ἄρα, ἔφην, λέγεις ταῦτα χρήσιμα εἶναι πρὸς τὸ βελτίους γενέσθαι ἄνδρας;

  19. 33.5.2

    Ἔστι γὰρ καὶ ἄνευ τούτων βελτίους γενέσθαι, ὅμως δὲ οὐκ ἄχρηστα κἀκεῖνά ἐστιν.

  20. 33.6.1

    ὡς γὰρ δι’ ἑρμηνέως συμβάλλομεν τὰ λεγόμενά ποτε, ὅμως μέντοι γε οὐκ ἄχρηστον ἦν ἡμᾶς καὶ αὐτοὺς τὴν φωνὴν εἰδέναι, ἀκριβέστερον γὰρ ἄν τι συνήκαμεν, οὕτω καὶ ἄνευ τούτων τῶν μαθημάτων οὐδὲν κωλύει βελτίους γενέσθαι ....

  21. 34.1.1

    Πότερον οὖν οὐδὲ προέχουσιν οὗτοι οἱ μαθηματικοὶ πρὸς τὸ βελτίους γενέσθαι τῶν ἄλλων ἀνθρώπων;

  22. 34.2.1

    Πῶς γὰρ μέλλουσι προέχειν, ἐπειδὰν φαίνωνται ἠπατημένοι περὶ ἀγαθῶν καὶ κακῶν ὥσπερ καὶ οἱ ἄλλοι καὶ ἔτι κατεχόμενοι ὑπὸ πάσης κακίας;

  23. 34.3.1

    οὐδὲν γὰρ κωλύει εἰδέναι μὲν γράμματα καὶ κατέχειν τὰ μαθήματα πάντα, ὁμοίως δὲ μέθυσον καὶ ἀκρατῆ εἶναι καὶ φιλάργυρον καὶ ἄδικον καὶ προδότην καὶ τὸ πέρας ἄφρονα.

  24. 34.4.1

    Ἀμέλει πολλοὺς τοιούτους ἔστιν ἰδεῖν. Πῶς οὖν οὗτοι προέχουσιν, ἔφη, εἰς τὸ βελτίους ἄνδρας γενέσθαι ἕνεκα τούτων τῶν μαθημάτων;

  25. 35.1.1

    Οὐδαμῶς φαίνεται ἐκ τούτου τοῦ λόγου. ἀλλὰ τί ἐστιν, ἔφην ἐγώ, τὸ αἴτιον, ὅτι ἐν τῷ δευτέρῳ περιβόλῳ διατρίβουσιν ὥσπερ ἐγγίζοντες πρὸς τὴν ἀληθινὴν Παιδείαν;

  26. 35.2.1

    Καὶ τί τοῦτο ὠφελεῖ αὐτούς, ἔφη, ὅτε πολλάκις ἔστιν ἰδεῖν παραγινομένους ἐκ τοῦ πρώτου περιβόλου ἀπὸ τῆς Ἀκρασίας καὶ τῆς ἄλλης Κακίας εἰς τὸν τρίτον περίβολον πρὸς τὴν Παιδείαν τὴν ἀληθινήν, οἳ τούτους τοὺς μαθηματικοὺς παραλλάττουσιν; ὥστε πῶς ἔτι προέχουσιν ἄρα, εἰ ἀκινητότεροι ἢ δυσμαθέστεροί εἰσι;

  27. 35.3.1

    Πῶς τοῦτο; ἔφην ἐγώ.

  28. 35.3.2

    Ὅτι οἱ μὲν ἐν τῷ πρώτῳ περιβόλῳ ...... , οἱ δʼ ἐν τῷ δευτέρῳ περιβόλῳ, εἰ μηδὲν ἄλλο, ὃ προσποιοῦνταί γε ἐπίστασθαι οὐκ οἴδασιν. ἕως δʼ ἂν ἔχωσι ταύτην τὴν δόξαν, ἀκινήτους αὐτοὺς ἀνάγκη εἶναι πρὸς τὸ ὁρμᾶν πρὸς τὴν ἀληθινὴν Παιδείαν.

  29. 35.4.1

    εἶτα τὸ ἕτερον οὐχ ὁρᾷς, ὅτι καὶ αἱ Δόξαι ἐκ τοῦ πρώτου περιβόλου εἰσπορεύονται πρὸς αὐτοὺς ὁμοίως; ὥστε οὐδὲν οὗτοι ἐκείνων βελτίους εἰσίν, ἐὰν μὴ καὶ τούτοις συνῇ ἡ Μεταμέλεια καὶ πεισθῶσιν, ὅτι οὐ παιδείαν ἔχουσιν, ἀλλὰ ψευδοπαιδείαν, διʼ ἣν ἀπατῶνται.

  30. 35.5.1

    οὕτω δὲ διακείμενοι οὐκ ἄν ποτε σωθεῖεν. καὶ ὑμεῖς τοίνυν, ὦ ξένοι, ἔφη, οὕτω ποιεῖτε καὶ ἐνδιατρίβετε τοῖς λεγομένοις μέχρι ἂν ἕξιν λάβητε. ἀλλὰ περὶ τῶν αὐτῶν πολλάκις δεῖ ἐπισκοπεῖν καὶ μὴ διαλείπειν, τὰ δʼ ἄλλα πάρεργα ἡγήσασθαι. εἰ δὲ μή, οὐδὲν ὄφελος ὑμῖν ἔσται ὧν νῦν ἀκούετε.

  31. 36.1.1

    Ποιήσομεν. τοῦτο δὲ ἐξήγησαι, πῶς οὐκ ἔστιν ἀγαθά, ὅσα λαμβάνουσιν οἱ ἄνθρωποι παρὰ τῆς Τύχης, οἷον τὸ ζῆν, τὸ ὑγιαίνειν, τὸ πλουτεῖν, τὸ εὐδοκιμεῖν, τὸ τέκνα ἔχειν, τὸ νικᾶν καὶ ὅσα τούτοις παραπλήσια;

  32. 36.2.1

    ἢ πάλιν τὰ ἐναντία πῶς οὐκ ἔστι κακά; πάνυ γὰρ παράδοξον ἡμῖν καὶ ἄπιστον δοκεῖ τὸ λεγόμενο.

  33. 36.2.2

    Ἄγε τοίνυν, ἔφη, πειρῶ ἀποκρίνασθαι τὸ φαινόμενον περὶ ὧν ἄν σε ἐρωτῶ.

  34. 36.3.1

    Ἀλλὰ ποιήσω τοῦτο, ἔφην ἐγώ.

  35. 36.3.2

    Πότερον οὖν, ἐὰν κακῶς τις ζῇ, ἀγαθὸν ἐκείνῳ τὸ ζῆν;

  36. 36.3.3

    Οὔ μοι δοκεῖ, ἀλλὰ κακόν, ἔφην ἐγώ.

  37. 36.3.4

    Πῶς οὖν ἀγαθόν ἐστι τὸ ζῆν, ἔφη, εἴπερ τούτῳ ἐστὶ κακόν;

  38. 36.4.1

    Ὅτι τοῖς μὲν κακῶς ζῶσι κακόν μοι δοκεῖ εἶναι, τοῖς δὲ καλῶς ἀγαθόν. Καὶ κακὸν ἄρα λέγεις τὸ ζῆν καὶ ἀγαθὸν εἶναι; Ἔγωγε.

  39. 37.1.1

    Μὴ οὖν ἀπιθάνως λέγε. ἀδύνατον τὸ αὐτὸ πρᾶγμα κακὸν καὶ ἀγαθὸν εἶναι. τοῦτο μὲν γὰρ καὶ ὠφέλιμον καὶ βλαβερὸν ἂν εἴη καὶ αἱρετὸν καὶ φευκτὸν τὸ αὐτὸ πρᾶγμα ἀεί.

  40. 37.2.1

    Ἀπίθανον μέν. ἀλλὰ πῶς οὐχὶ τὸ κακῶς ζῆν, ᾧ ἂν ὑπάρχῃ, κακόν τι αὐτῷ ὑπάρχει; οὐκοῦν εἰ κακόν τι ὑπάρχει αὐτῷ, κακὸν αὐτὸ τὸ ζῆν ἐστιν. Ἀλλ’ οὐ ταὐτό, ἔφη, ὑπάρχει τὸ ζῆν καὶ τὸ κακῶς ζῆν. ἢ οὔ σοι φαίνεται;

  41. 37.2.2

    Ἀμέλει οὐδʼ ἐμοὶ δοκεῖ ταὐτὸ εἶναι.

  42. 37.3.1

    Τὸ κακῶς τοίνυν ζῆν κακόν ἐστι, τὸ δὲ ζῆν οὐ κακόν. ἐπεὶ εἰ ἦν κακόν, τοῖς ζῶσι καλῶς κακὸν ἂν ὑπῆρχεν, ἐπεὶ τὸ ζῆν αὐτοῖς ὑπῆρχεν, ὅπερ ἐστὶ κακόν.

  43. 37.3.2

    Ἀληθῆ μοι δοκεῖς λέγειν.

  44. 38.1.1

    Ἐπεὶ τοίνυν ἀμφοτέροις συμβαίνει τὸ ζῆν, καὶ τοῖς καλῶς ζῶσι καὶ τοῖς κακῶς, οὐκ ἂν εἴη οὔτε ἀγαθὸν εἶναι τὸ ζῆν οὔτε κακόν· ὥσπερ οὐδὲ τὸ τέμνειν καὶ καίειν ἐν τοῖς ἀρρωστοῦσίν ἐστι νοσερὸν καὶ ὑγιεινόν, ἀλλὰ τὸ πῶς τέμνειν, οὐκοῦν οὕτω καὶ ἐπὶ τοῦ ζῆν οὐκ ἔστι κακὸν αὐτὸ τὸ ζῆν ἀλλὰ τὸ κακῶς ζῆν.

  45. 38.2.1

    Ἔστι ταῦτα.

  46. 38.2.2

    Εἰ τοίνυν οὕτως ἔχει, θεώρησον, πότερον ἂν βούλοιο ζῆν κακῶς ἢ ἀποθανεῖν καλῶς καὶ ἀνδρείως.

  47. 38.2.3

    Ἀποθανεῖν ἔγωγε καλῶς.

  48. 38.3.1

    Οὐκοῦν οὐδὲ τὸ ἀποθανεῖν κακόν ἐστιν, εἴπερ αἱρετώτερόν ἐστι πολλάκις τὸ ἀποθανεῖν τοῦ ζῆν.

  49. 38.3.2

    Ἔστι ταῦτα.

  50. 38.4.1

    Οὐκοῦν ὁ αὐτὸς λόγος καὶ περὶ τοῦ ὑγιαίνειν καὶ νοσεῖν. πολλάκις γὰρ οὐ συμφέρει ὑγιαίνειν, ἀλλὰ τοὐναντίον, ὅταν ᾖ περίστασις τοιαύτη.

  51. 38.4.2

    Ἀληθῆ λέγεις.

  52. 39.1.1

    Ἄγε δὴ σκεψώμεθα καὶ περὶ τοῦ πλουτεῖν οὕτως, εἴγε θεωρεῖν ἔστιν — ὡς πολλάκις ἔστιν ἰδεῖν — ὑπάρχοντά τινι πλοῦτον, κακῶς δὲ ζῶντα τοῦτον καὶ ἀθλίως.

  53. 39.1.2

    Νὴ Δία, πολλούς γε.

  54. 39.2.1

    Οὐκοῦν οὐδὲν τούτοις ὁ πλοῦτος βοηθεῖ εἰς τὸ ζῆν καλῶς;

  55. 39.2.2

    Οὐ φαίνεται· αὐτοὶ γὰρ φαῦλοί εἰσιν.

  56. 39.3.1

    Οὐκοῦν τὸ σπουδαίους εἶναι οὐχ ὁ πλοῦτος ποιεῖ, ἀλλὰ ἡ Παιδεία.

  57. 39.3.2

    Εἰκός γε.

  58. 39.3.3

    Ἐκ τούτου ἄρα τοῦ λόγου οὐδὲ ὁ πλοῦτος ἀγαθόν ἐστιν, εἴπερ οὐ βοηθεῖ τοῖς ἔχουσιν αὐτὸν εἰς τὸ βελτίους εἶναι.

  59. 39.3.4

    Φαίνεται οὕτως.

  60. 39.4.1

    Οὐδὲ συμφέρει ἄρα ἐνίοις πλουτεῖν, ὅταν μὴ ἐπίστωνται τῷ πλούτῳ χρῆσθαι.

  61. 39.4.2

    Δοκεῖ μοι.

  62. 39.4.3

    Πῶς οὖν τοῦτο ἄν τις κρίνοι ἀγαθὸν εἶναι, ὃ πολλάκις οὐ συμφέρει ὑπάρχειν;

  63. 39.5.1

    Οὐδαμῶς.

  64. 39.5.2

    Οὐκοῦν εἰ μέν τις ἐπίσταται τῷ πλούτῳ χρῆσθαι καλῶς καὶ ἐμπείρως, εὖ βιώσεται, εἰ δὲ μή, κακῶς. Ἀληθέστατά μοι δοκεῖς τοῦτο λέγειν.

  65. 40.1.1

    Καὶ τὸ σύνολον δέ, ἔστι τὸ τιμᾶν ταῦτα ὡς ἀγαθὰ ὄντα ἢ ἀτιμάζειν ὡς κακά, τοῦτο δέ ἐστι τὸ ταράττον τοὺς ἀνθρώπους καὶ βλάπτον, ὅτι ἐὰν τιμῶσιν αὐτὰ καὶ οἴωνται διὰ τούτων μόνων εἶναι τὸ εὐδαιμονεῖν, καὶ πάνθʼ ὑπομένουσι πράττειν ἕνεκα τούτων καὶ τὰ ἀσεβέστατα καὶ τὰ αἰσχρότατα δοκοῦντα εἶναι οὐ παραιτοῦνται.

  66. 40.2.1

    ταῦτα δὲ πάσχουσι διὰ τὴν τοῦ ἀγαθοῦ ἄγνοιαν. ἀγνοοῦσι γὰρ ὅτι οὐ γίνεται ἐκ κακῶν ἀγαθόν.

  67. 40.3.1

    πλοῦτον δὲ ἔστι πολλοὺς κτησαμένους ἰδεῖν ἐκ κακῶν καὶ αἰσχρῶν ἔργων, οἷον λέγω ἐκ τοῦ προδιδόναι καὶ ληΐζεσθαι καὶ ἀνδροφονεῖν καὶ συκοφαντεῖν καὶ ἀποστερεῖν καὶ ἐξ ἄλλων πολλῶν καὶ μοχθηρῶν.

  68. 40.3.2

    Ἔστι ταῦτα.

  69. 41.1.1

    Εἰ τοίνυν γίνεται ἐκ κακοῦ ἀγαθὸν μηδέν, ὥσπερ εἰκός, πλοῦτος δὲ γίνεται ἐκ κακῶν ἔργων, ἀνάγκη μὴ εἶναι ἀγαθὸν τὸν πλοῦτον. Συμβαίνει οὕτως ἐκ τούτου τοῦ λόγου.

  70. 41.2.1

    Ἀλλʼ οὐδὲ τὸ φρονεῖν γε οὐδὲ δικαιοπραγεῖν οὐκ ἔστι κτήσασθαι ἐκ κακῶν ἔργων, ὡσαύτως δὲ οὐδὲ τὸ ἀδικεῖν καὶ ἀφρονεῖν ἐκ καλῶν ἔργων, οὐδὲ ὑπάρχειν ἅμα τῷ αὐτῷ δύναται.

  71. 41.3.1

    πλοῦτον δὲ καὶ δόξαν καὶ τὸ νικᾶν καὶ τὰ λοιπὰ ὅσα τούτοις παραπλήσια οὐδὲν κωλύει ὑπάρχειν τινὶ ἅμα μετὰ κακίας πολλῆς. ὥστε οὐκ ἂν εἴη ταῦτα ἀγαθὰ οὔτε κακά, ἀλλὰ τὸ φρονεῖν μόνον ἀγαθόν, τὸ δὲ ἀφρονεῖν κακόν.

  72. 41.4.1

    Ἱκανῶς μοι δοκεῖς λέγειν, ἔφην.

← Previous — showing 201272 of 272

First Thousand Years of Greek. CTS URN tlg1247.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.