Ancient Textssearch the texts themselves, not just their titles

← Library

Aethiopica

First Thousand Years of Greek · First Thousand Years of Greek · 406 sections

  1. 10.37.2

    οὐκέτι καρτερεῖν οὐδεὶς ἠνέσχετο, ἀλλ̓ ἅμα πάντων σύγχυσις ἐγίνετο. Σισιμίθρης δὲ ἐπὶ πολὺ διαρκέσας, καὶ πάλαι τὰ λεγόμενα καὶ πραττόμενα γνωρίζων, ἐς τὸ ἀκριβὲς δὲ περιελθεῖν τὰ φανερούμενα πρὸς τοῦ κρείττονος ἀναμένων, προσέδραμέ τε καὶ τὸν Χαρικλέα περιεπτύσσετο: καὶ σώζεταί σοι ἡ νομισθεῖσα καὶ παῤ ἡμῶν ἐγχειρισθεῖσά ποτε θυγάτηρ, ἔλεγε, θυγάτηρ ἀληθῶς οὖσα καὶ εὑρεθεῖσα ὧν γινώσκεις.

  2. 10.38.1

    καὶ ἡ Χαρίκλεια τῆς σκηνῆς ἐξέδραμε, καὶ πᾶσαν τὴν ἐκ φύσεώς τε καὶ ἡλικίας αἰδῶ παραγκωνισαμένη βάκχιόν τι καὶ ἐμμανὲς ἐφέρετο, καὶ τοῖς γόνασι τοῦ Χαρικλέους προσπεσοῦσα ὦ πάτερ ἔλεγεν, ὦ τῶν φύντων οὐδὲν ἔλαττον ἐμοὶ σεβάσμιε, τιμώρησαι, ὡς βούλει, τὴν ἀθέμιτον ἐμὲ καὶ πατραλοίαν, κἂν εἰς βούλημά τις ἀναφέρῃ θεῶν, κἂν εἰς διοίκησιν ἐκείνων τὰ δεδραμένα, μὴ προσέχων. ἡ Περσῖνα δὲ καθ̓ ἕτερον μέρος τὸν Ὑδάσπην ἐνηγκαλίζετο, καὶ πάντα οὕτως ἔχειν, ἄνερ, πίστευε, πρὸς αὐτὸν ἔλεγε, καὶ νυμφίον εἶναι τοῦ θυγατρίου τὸν Ἕλληνα τουτονὶ νεανίαν ἀληθῶς γίνωσκε, ἄρτι μοι ταῦτα ἐκείνης καὶ μόλις ἐξαγορευσάσης. ὁ δὲ δῆμος ἑτέρωθεν σὺν εὐφήμοις βοαῖς ἐξεχόρευε, πᾶσα ἡλικία καὶ τύχη συμφώνως τὰ γινόμενα θυμηδοῦντες, τὰ μὲν πλεῖστα τῶν λεγομένων οὐ συνιέντες, τὰ ὄντα δὲ ἐκ τῶν προγεγονότων ἐπὶ τῇ Χαρικλείᾳ συμβάλλοντες, ἢ τάχα καὶ ἐξ ὁρμῆς θείας, ἣ σύμπαντα ταῦτα ἐσκηνογράφησεν, εἰς ἐπίνοιαν τῶν ἀληθῶν ἐλθόντες. ὑφ̓ ἧς καὶ τὰ ἐναντιώτατα πρὸς συμφωνίαν ἡρμόζετο, χαρᾶς καὶ λύπης συμπεπλεγμένων, γέλωτι δακρύων κεραννυμένων, τῶν στυγνοτάτων εἰς ἑορτὴν μεταβαλλομένων, γελώντων ἅμα τῶν κλαιόντων καὶ χαιρόντων τῶν θρηνούντων, εὑρισκόντων οὓς μὴ ἐξῄτουν καὶ ἀπολλύντων οὓς εὑρηκέναι ἐδόκουν, καὶ τέλος τῶν προσδοκηθέντων φόνων εἰς εὐαγεῖς θυσίας μεταβαλλομένων. τοῦ γὰρ Ὑδάσπου πρὸς τὸν Σισιμίθρην τί χρὴ δρᾶν ὦ σοφώτατε εἰπόντος: ἀρνεῖσθαι τὴν τῶν θεῶν θυσίαν οὐκ εὐσεβές, σφαγιάζειν τοὺς παῤ αὐτῶν δωρηθέντας οὐκ εὐαγές. ἐπινοητέον ἡμῖν τὸ πρακτέον.

  3. 10.39.1

    ὁ Σισιμίθρης οὐχ ἑλληνίζων, ἀλλ̓ ὥστε καὶ πάντας ἐπαΐειν αἰθιοπίζων, ὦ βασιλεῦ εἶπεν, ἐπισκιάζονται, ὡς ἔοικεν, ὑπὸ τῆς ἄγαν χαρᾶς καὶ οἱ συνετώτατοι τῶν ἀνδρῶν. σὲ γοῦν καὶ πάλαι συμβάλλειν ἐχρῆν ὅτι μὴ προσίενται οἱ θεοὶ τὴν εὐτρεπιζομένην θυσίαν, νῦν μὲν τὴν πανόλβιον Χαρίκλειαν ἐξ αὐτῶν σοὶ τῶν βωμῶν θυγατέρα ἀναδείξαντες, καὶ τὸν ταύτης τροφέα, καθάπερ ἐκ μηχανῆς, ἐκ μέσης τῆς Ἑλλάδος ἐνταῦθα ἀναπέμψαντες, αὖθις τὴν πτοίαν καὶ τὸν τάραχον τοῖς προσβωμίοις ἵπποις καὶ βουσὶν ἐπιβάλλοντες, καὶ τὸ διακοπήσεσθαι τὰ τελεώτερα νομιζόμενα τῶν ἱερείων συμβάλλειν παρέχοντες: νῦν τὴν κορωνίδα τῶν ἀγαθῶν καὶ ὥσπερ λαμπάδιον δράματος τὸν νυμφίον τῆς κόρης τουτονὶ τὸν ξένον νεανίαν ἀναφήναντες. ἀλλ̓ αἰσθανώμεθα τοῦ θείου θαυματουργήματος, καὶ συνεργοὶ γινώμεθα τοῦ ἐκείνων βουλήματος, καὶ ἐχώμεθα τῶν εὐαγεστέρων ἱερῶν, τὴν δἰ ἀνθρώπων θυσίαν καὶ εἰς τὸν ἑξῆς αἰῶνα περιγράψαντες.

  4. 10.40.1

    ταῦτα τοῦ Σισιμίθρου λαμπρῶς τε καὶ εἰς ἐπήκοον ἁπάντων ἐκβοήσαντος, ὁ Ὑδάσπης τὴν ἐγχώριον γλῶτταν καὶ αὐτὸς ἱείς, τῆς τε Χαρικλείας καὶ τοῦ Θεαγένους ἐπιδεδραγμένος, οὐκοῦν ὦ παρόντες, ἔλεγε, θεῶν νεύματι τούτων οὕτω διαπεπραγμένων τὸ ἀντιβαίνειν ἀθέμιτον, ὥστε ὑπὸ μάρτυσιν αὐτοῖς τε τοῖς ταῦτα ἐπικλώσασι, καὶ ὑμῖν ἀκόλουθα ἐκείνοις φρονεῖν ἐνδεικνυμένοις, ξυνωρίδα ταύτην γαμηλίοις νόμοις ἀναδείκνυμι, καὶ συνεῖναι θεσμῷ παιδογονίας ἐφίημι. καὶ εἰ δοκεῖ, βεβαιούτω τὰ δόξαντα ἡ θυσία, καὶ πρὸς τὰ ἱερὰ τραπώμεθα.

  5. 10.41.1

    τούτοις εἰρημένοις ἐπευφήμησεν ὁ στρατός, καὶ κρότον τῶν χειρῶν ὡς ἐπιτελουμένοις ἤδη τοῖς γάμοις ἐπεκτύπησαν. καὶ πλησιάσας τοῖς βωμοῖς ὁ Ὑδάσπης, καὶ μέλλων ἀπάρχεσθαι τῶν ἱερείων, ὦ δέσποτα, εἶπεν, Ἥλιε καὶ Σελήνη δέσποινα, εἰ μὲν δὴ ἀνὴρ καὶ γυνὴ Θεαγένης τε καὶ Χαρίκλεια βουλήμασιν ὑμετέροις ἀνεδείχθησαν, ἔξεστιν αὐτοῖς ἄρα καὶ ἱερατεύειν ὑμῖν. καὶ ταῦτα εἰπὼν τήν τε αὑτοῦ καὶ τὴν Περσίνης μίτραν, τὸ σύμβολον τῆς ἱερωσύνης, ἀφελών, τὴν μὲν τῷ Θεαγένει, τὴν αὑτοῦ, Χαρικλείᾳ δὲ τὴν Περσίνης ἐπιτίθησιν. οὗ γεγονότος ἐνθύμιον τοῦ χρησμοῦ τοῦ ἐν Δελφοῖς ὁ Χαρικλῆς ἐλάμβανε, καὶ τοῖς ἔργοις βεβαιούμενον τὸ πάλαι παρὰ τῶν θεῶν προαγορευθὲν ηὕρισκεν, ὃ τοὺς νέους ἔφραζεν ἐκ τῶν Δελφῶν διαδράντας ἵξεσθ̓ ἠελίου πρὸς χθόνα κυανέην, τῇ περ ἀριστοβίων μέγ̓ ἀέθλιον ἐξάψονται, λευκὸν ἐπὶ κροτάφων στέμμα μελαινομένων. στεφθέντες οὖν οἱ νέοι λευκαῖς ταῖς μίτραις, τήν τε ἱερωσύνην ἅμα τῷ Ὑδάσπῃ ἀναδησάμενοι, καὶ τὴν θυσίαν αὐτοὶ καλλιερήσαντες, ὑπὸ λαμπάσιν ἡμμέναις, αὐλῶν τε καὶ συρίγγων μελῳδίαις, ἐφ̓ ἅρματος ἵππων, ὁ μὲν Θεαγένης ἅμα τῷ Ὑδάσπῃ, ὁ Σισιμίθρης δὲ καθ̓ ἕτερον ἅμα τῷ Χαρικλεῖ, βοῶν δὲ λευκῶν ἡ Χαρίκλεια αὐτῇ Περσίνῃ, σὺν εὐφημίαις καὶ κρότοις καὶ χοροῖς ἐπὶ τὴν Μερόην παρεπέμποντο, τῶν ἐπὶ τῷ γάμῳ μυστικωτέρων κατὰ τὸ ἄστυ φαιδρότερον τελεσθησομένων.

  6. 10.41.2

    τοιόνδε πέρας ἔσχε τὸ σύνταγμα τῶν περὶ Θεαγένην καὶ Χαρίκλειαν Αἰθιοπικῶν: ὃ συνέταξεν ἀνὴρ Φοῖνιξ Ἐμισηνός, τῶν ἀφ̓ Ἡλίου γένος, Θεοδοσίου παῖς Ἡλιόδωρος.

← Previous — showing 401406 of 406

First Thousand Years of Greek. CTS URN tlg0658.tlg001.perseus-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.