Ancient Textssearch the texts themselves, not just their titles

← All works

De renum et vesicae affectionibus

First Thousand Years of Greek · First Thousand Years of Greek · 185 sections

  1. 6.6.1

    Ἄριστον δὲ εἰ ἐν πίθῳ πυριῷτο, ὑπερέχων ἄνω τὴν κεφαλὴν, ὡς τὸ μὲν ἄλλο σῶμα Θερμαίνηται, ψυχρὸν δὲ ἕλκῃ ἀέρα· καὶ τὰ ἄλλα, ὥσπερ καῦσον Θεραπεύειν, ἵνα σοι ταχὺ ἄδιψος γένηται. —

  2. 6.7.1

    | Τήν τε οὖν πάλην τοῦ ἀλφίτου φυράσας ὀξυῤῥοδίνῳ, κατάπλασσε τὸ ὑποχόνδριον, καὶ φύλλα ἀμπέλου τρίψας ἁπαλὰ, καὶ κοτυληδόνα, καὶ ἑλξίνην, καὶ ἀνδράχνην, καὶ ὅσα ἄλλα.

  3. 6.8.1

    Προπότιζε δὲ καὶ πολυγόνου χυλὸν συνεχῶς, καὶ ἑλένιον ἐν οἴνῳ μέλανι, καὶ σύμφυτον, καὶ φοινίκων ἀπόβρεγμα, καὶ μύρτων, καὶ ἀπίων.

  4. 6.9.1

    Κατὰ ἀρχὰς δὲ ἐν ἀγκῶνι φλέβα τέμνειν. —

  5. 6.10.1

    Τὰ μὲν οὖν νεφριτικὰ οὕτως ἄν τις κάλλιστα ἰῷτο.

  6. 7.1.1

    Τῶν δὲ περὶ κύστιν νοσημάτων χαλεπώτατον μὲν καὶ Θανατωδέστατόν ἐστι φλεγμονὴ κύστεως· | ὥστε πυρέττουσί τε ὀξέως, καὶ ἀγρυπνοῦσι, καὶ παραπαίουσι, καὶ ἐμοῦσι χολώδη ἄκρατα, καὶ οὐρεῖν οὐ δύνανται, καὶ [ἦτρον] μὲν σκληρύνεται αὐτοῖς· ὀδύναι δὲ ἰσχυραὶ τὸ ἐπίσειον [τ]ύπτουσιν· χεῖρες δὲ καὶ πόδες οὐκέτι ἀναθερμαίνονται· μάλιστα | δὲ περὶ ἥβην καὶ ὀλίγον ἔμπροσθεν καταλαμβ[άνουσιν οἱ πόνοι.] Ἀποκτείνει διὰ ταχέων, εἰ μὴ οὐρήσειαν πολλ[ὰ οὖρα καὶ παχέα καὶ] πυώδη, καί τι τῆς φλεγμονῆς πρὸς τὰ ἔξω τρ[απείη, ἢ ἀνείη ἡ ὀ]δύνη.

  7. 7.2.1

    Φλέβα τέμνε, μὴ εἰς μακρὰν δὲ τέμνε, [ἀλλὰ ἀρχο]μένης τῆς νόσου, καὶ τοῖς ἐπιβρέγμασι συνεχῶς [Θέρμαινε]. —

  8. 7.3.1

    Ἑψέσθω δὲ ἐν τῷ ἐλαίῳ πήγ[ανον, καὶ] ἄνηθον, καὶ ἡ ἀλθαίας ῥίζα, καὶ | ἡ κοιλία ὑποκλυζ[έσθω μα]λακῷ κλύσματι, καὶ ἔπειτα ἐνιέσθω τοῦ ἐπιβρέγματος εἰς τὸ ἔντερον, ὡς καὶ ἐνθένδε παρηγορῆται.

  9. 7.4.1

    Ἄμεινον δὲ, εἰ καὶ μήκωνα συνέψοις τῷ ἐλαίῳ, καὶ εἰ χηνὸς στέαρ διατήκων, ἢ ὄρνιθος, ἐγχέοις.

  10. 7.5.1

    Ἐγὼ δὲ καὶ ὀποῦ μήκωνος τρίτον ἡμιοβολίου μετὰ σμύρνης καὶ κρόκου ὀλίγου χρίσας εἰς ἔριον ὑπέθηκα, ὥσπερ τοὺς πεσσοὺς ταῖς γυναιξὶ, καὶ αὐτίκα μὲν αἱ ὀδύναι ἐπαύσαντο, αὐτίκα δὲ ἐκοιμήθη ὁ ἄνθρωπος· ὥστε μοι ἤδη τὸ φάρμακον καὶ εἰς ἄλλας ὀδύνας ἀρκεῖν. —

  11. 7.6.1

    Πυριᾷν δὲ καὶ κύστεσι θερμοῦ ὕδατος, καὶ ἀλεύρῳ θερμῷ ἐν μαρσύποις καὶ ῥάκεσιν ἠλαιωμένοις, καὶ εἰς ὕδωρ θερμὸν καθίζειν, παρακαλοῦντα οὐρεῖν ἐν τῷ ὕδατι· ἔστω δὲ καὶ | ἀφέψημα λίνου σπέρματος καὶ τήλεως ὕδωρ, καί τι καὶ σπερμάτιον ἐμβεβλήσθω τῶν εὐωδῶν.

  12. 7.7.1

    Πάνυ μὴν ἐμπείρου ἐστίν· οὐ γὰρ δύναται ἡ κύστις ὑπὸ φλεγμασίας καὶ σκληρότητος περιστελλομένη ἐκπέμπειν τὸ οὖρον· καὶ ἄλλον τινὰ παραστάντα πιέζειν τὸ ἦτρον, ἀλλὰ μὴ πλέον τοῦ καιροῦ, ὡς μὴ ἐκ περισσοῦ ὀδύνη γίγνηται.

  13. 7.8.1

    Καὶ ἔστι Φιλομήλου τὸ νόημα πρώτου, ὡς ἐγὼ οἶδα, καὶ οὔρησεν ὁ ἄνθρωπος αὐτῷ ποιήσαντι οὕτως.

  14. 7.9.1

    Χρὴ | δὲ καὶ ταῖς ὠμαῖς λύσεσι τοῦ μήκωνος ἐμβαλεῖν, καὶ τοῦ ὑοσκυάμου, καὶ τοῦ μανδραγόρου.

  15. 7.10.1

    Μετὰ δὲ σικυωνίῳ ἐλαίῳ χρίειν, | [καὶ κηρωτὰς ἐπιτι] θέναι διὰ οἰσύπου καὶ καστορίου πεποιημένας.

  16. 7.11.1

    [Τὴν δὲ τοῦ αὐλίσ]κου κάθεσιν ἀνδρὶ μὲν ἀποδοκιμάζω· διὰ γὰρ τὸ [ἐργωδῶς ἐγκα]θίεσθαι τὰς ὀδύνας προσπαροξύνει· γυναι[κὶ δὲ δοκῶ οὐκ ἄ]πο τρόπου εἶναι καθιέναι· βραχύς τε γὰρ ὁ [οὐρητὴρ καὶ κα]τὰ εὐθὺ πέφυκεν, ὥστε ἀνωδυνώτερον διαχει[ρίζεσθαι.

  17. 7.12.1

    —Τὰς μὲν] φλεγμονὰς θεραπεύειν οὕτως.

  18. 8.1.1

    Εστι δὲ καὶ ἄλλη νόσος ὀξεῖα ἐν κύστει· ῥή[γνυται] δὲ φλὲψ ἐν αὐτῇ, καὶ τὸ μέν τι | ἔξω διαδίδωσι τοῦ αἵματος, τὸ δέ τι καὶ εἴσω πήγνυται.

  19. 8.2.1

    Πάντως δὲ τὰ τοιαῦτα ἀσώδη, καὶ ἐφιδροῦντα, καὶ ἄκρα ψύχεται, καὶ οὖρα ἐπιλαμβάνεται.

  20. 8.3.1

    Διὰ ταχέων οὖν, ὥσπερ ἐν ταῖς ἄλλαις αἱμοῤῥαγίαις, καὶ ἐπιδῆσαι βραχίονας, περιστρέψας ἔριον, ἢ ὑποδεσμίσι, καὶ σπόγγους προστιθέναι, βρέχων ὄξει καὶ ὕδατι, τῷ ἐπισείῳ καὶ τῷ περινέῳ, καὶ καταπλάσσειν πολύγονόν τε καὶ βάτον, καὶ ῥοιᾶς ἄνθη, καὶ σέλινον καὶ κορίαννον, καὶ σχίνου φύλλα.

  21. 8.4.1

    Τούτων ἕκαστον μετὰ πάλης ἀλφίτου καταπλάσσειν, καὶ πυκνὰ ἀφαιρεῖν, πρὶν εἶναι χλι|αρόν.

  22. 8.5.1

    Διδόναι δὲ καὶ πίνειν τὰ τῶν αἱμοῤῥαγιῶν φάρμακα, οἷον τῆς τε ποντικῆς ῥίζης κεκομμένης, καὶ λωτοῦ τορνεύματα, καὶ γλυκυσίδης τὸν ἐρυθρὸν κόκκον, καὶ ῥάμνου φύλλων, καὶ προμάλου ἀπόβρεγμα, καὶ μηδείου ῥίζαν, καὶ κλυμένου, καὶ ἵππουριν, καὶ κενταυρίου τοῦ μεγάλου τὴν ῥίζαν, καὶ λιβανωτοῦ φλοιόν.

  23. 8.6.1

    Πολλὰ δὲ καὶ ἄλλα ἐν τῷ μακρῷ χρόνῳ ἐξεύρηται· καὶ τά γε πλεῖστα αὐτῶν, τὰ μὲν ἐν ταῖς τοῦ θώρακος πτύσεσιν ἤδη εἴρηται, τοῦτο δὲ καὶ ἐν τοῖς γυναικείοις εἰρήσεται ὕστερον.

  24. 9.1.1

    Ὅσοις δὲ πήγνυται τὸ αἷμα ἐν τῇ κύστει, τὰ μὲν πρῶτα πειρᾶσθαι διαχεῖν αὐτὸ φαρμάκοις, τοῦ τε ἡμιονίου | διδόντας πίνειν, καὶ τῆς ἀρτεμισίας, καὶ τοῦ ἑλιχρύσου, [καὶ τοῦ ὀποῦ τοῦ κυρη]ναϊκοῦ, καὶ τῆς κονύζης, [καὶ ἀψινθίου, καὶ ῥα]φανίδος τοῦ σπέρματος, καὶ βάτου χυλοῦ, καὶ [σεύτλου χυλοῦ, ἐν ὄ] ξει ἀρτύων ἕκαστον, [ἢ] λαγωοῦ πυτίας, ἢ νεβροῦ, ἢ [ἐρίφου, ἢ ἄλλου τινὸς ζῴου].

  25. 9.2.1

    Μετὰ δὲ, εἰ μὴ λύοιτο, τεμεῖν κάτωθεν τὸν περίνεον, ὥσ[περ ἐπὶ τῆς λιθιώσης] κύστεως, καὶ κομισάμενον τοὺς θρόμβους τὰ ἄλλ[α ὥσπερ τὰ αἱ]μοῤῥαγικὰ πειρᾶσθαι θεραπεύειν· ὅταν δὲ μηκέτι αἱμοῤῥαγῇ, [ὡς τὰ ἕλκη] τὰ ἔναιμα.

  26. 10.1.1

    Γὰς δὲ ἐκ τοῦ καυλοῦ αἱμοῤῥαγίας καὶ | ἐπίθεμ[α ψυκτήριον], καὶ ἔγχυτόν τι τῶν εἰρημένων ἰᾶται.

  27. 10.2.1

    Εἰ [δέ τι τῶν ἰσχα]ίμων ἄλλο μὲν διὰ τοῦ αὐλίσκου ἐγχέοις, ἄλλο δὲ κλυστῆρι εἰς τὸ ἔντερον μέγα, καὶ τοῦτο ὀνίνησι τὰς αἱμοῤῥαγίας.

  28. 10.3.1

    Χρὴ δὲ τὸν αὐλίσκον τὰ μὲν ἄλλα εἶναι ὁποῖός ἐστιν, ἐξ ἄκρου δὲ ἔχειν ἐξηρτημένον ἄσκωμα.

  29. 11.1.1

    Ὅσα δὲ φύματα ἐν κύστει πεπαίνεσθαι χρῄζει, τὸ μὲν κράτιστον ἐπὶ ἀρχομένων πειρᾶσθαι διαλύειν, ἵνα μὴ εἰς ἔμπυον τράπηται· ἢν δὲ μὴ | δύνηται, διὰ ταχέων πεπαίνειν, οἷς καὶ τοὺς νεφροὺς ἔφαμεν, καὶ προσέτι καρδάμῳ μετὰ ἀλεύρου, καὶ ὀρόβῳ μετὰ μέλιτος, καὶ περιστερῶν κόπρῳ μετὰ ἰσχάδων, καὶ τοῖς πυριάμασι, καὶ τοῖς ἄλλοις ἅπασιν ὡς ἐκεῖ εἴρηται.

  30. 11.2.1

    Τὰ πολλὰ μὲν δὴ περὶ τὸν τράχηλον τῆς κύστεως ἐκπυεῖ, καὶ περὶ τὴν ἕδραν, καὶ ταύτῃ τὸν ἀπόπατον κωλύει· ἐκπυεῖ δὲ καὶ ἑτέρωσε, τὰ μὲν κατὰ τὸ ἦτρον, τὰ δὲ ἔνθεν ἢ ἔνθεν.

  31. 11.3.1

    Οὐ χαλεπὸν δὲ τεκμαίρεσθαι σύμπαντα τῇ τε ὀδύνῃ, καὶ τῷ βάρει, καὶ τοῖς σφυγμοῖς, καὶ ψηλαφῶντα· ἅμα γὰρ σκληρόσαρκα, καὶ ἐξογκοῦντα, καὶ θερμότερα τὰ μέλλοντα ἐκπυεῖν γίνεται.

  32. 11.4.1

    Ὃσα μὲν οὖν εἴσω ῥέπει τῶν ἐμπυημάτων, εἴσω καὶ ῥήγνυται· τὰ δὲ ἔξω τετραμμένα, ἔξω καὶ ῥήγ|νυται, τὰ μὲν πρὸς τὴν ἕδραν, τὰ δὲ ὅπῃ καὶ ἔτυχε ῥέψαντα.

  33. 11.5.1

    Δεινὰ μὲν οὖν καὶ ταῦτα | [καὶ θανατηφόρα] τοὐπίπαν· δεινότερά γε μὴν τὰ εἴσω ῥηγνύμενα· [αἵ τε γὰρ ὀδύναι] ὀξεῖαι, καὶ τὰ ἕλκη ἀΐδια διὰ τὸ μέν τι συνεχῶς [ἅπτεσθαι τὸ οὖρον αὐτ]ῶν, νιτρῶδες καὶ ἁλμυρὸν ὄν· οὐδὲ γὰρ, εἰ πλεῖστον ὑ[πίοι τὸ οὖρον, δύν]αται πᾶσα κενωθῆναι κύστις, ἀλλὰ ἀεὶ μέν τι ἐν [αὐτῇ μένει, καὶ] προσκλύζει τοῖς ἕλκεσιν, ἀεὶ δὲ πλήρης [ἐστὶ τοῦ οὔρου], ὅσον μόνον [διαστολὰς] καὶ συστολὰς ἔχουσα εἰς ὅσον ὑποπίμπλασθαί τε [καὶ κε]νοῦσθαι πέφυκεν.

  34. 11.6.1

    Διά τε οὖν τοῦτο, καὶ ὅτι νευρώδης ἐστιν, οὐκ εἰς ἅπαξ γε ὑγιάζεται τὰ ἐν αὐτῇ ἕλκη· τὸ δὲ πύον οὐρεῖταί ποτε μὲν ὕφαιμον, ἄλλοτε δὲ μυξῶδες καὶ παχὺ, καὶ ὑποστάσεις ὥσπερ ἄλευρα ἔχον· ποτὲ δὲ καὶ ὑμένια λεπτὰ τῷ | οὔρῳ συναπέρχεται· καὶ τότε δὴ ὂζει κάκιστον, ὁπότε ἐπὶ σηπομένοις ἕλκεσιν.

  35. 11.7.1

    Καὶ ὀδυνῶνται μὲν ἀεὶ, μάλιστα δὲ ἀρχόμενοί τε οὐρεῖν, καὶ ἀποπαυόμενοι, καὶ τῶν οὔρων ἀκράτων γιγνομένων· καὶ οὔτε ὀρθούμενοι ἀνέχονται, οὔτε ὁπῃοῦν κλιθέντες· οὔτε γὰρ αἱ ὕπτιαι κλίσεις τούτοις μέγα τι προσωφελοῦσιν, ἅτε ἠρτημένης τῆς κύστεως ἐκ τοῦ ἤτρου· καὶ αἱ πλαγίαι δὲ περιῤῥεπεῖς γίγνονται τῇ κύστει, καὶ αἱ πρηνεῖς πιέζουσι πλέον.

  36. 11.8.1

    Ὑπό τε οὖν τῆς ἀπαύστου ὀδύνης, καὶ ὑπὸ πυρετῶν, καὶ ἀγρυπνιῶν, καὶ συντήξεων ἀπόλλυνται, οἱ μὲν οὖν θᾶττον, οἱ δὲ σχολαιότερον, ὡς ἂν καὶ τὰ ἕλκη μεγέθους τε ἔχῃ, καὶ τῶν ἄλλων κακῶν.

  37. 11.9.1

    Τὰ μὲν πάθη τοιάδε τῆς νόσου· —θεραπεία δὲ ἡ αὐτὴ τοῖς κατὰ νεφροὺς | ἕλκεσιν· μέγιστον δὲ κἀνταῦθα αἱ γαλακτοποσίαι, καὶ [ἡ] ὑπόλοιπος χρηστὴ δίαιτα, ὡς μὴ δριμὺ τὸ οὖρον γιγνόμενον δάκνῃ τε καὶ ἐρεθίζῃ τὰ ἕλκη.

  38. 11.10.1

    Παρηγορεῖσθαι δὲ καὶ φαρμάκοις, τοῦτο μὲν ἄνωθεν τῷ ἤτρῳ περιβάλλοντα κηρωτὰς διά τε οἰσύπου πλυτοῦ, καὶ βουτύρου, καὶ στύρακος, καὶ χηνείου στέατος, τοῦτο δὲ καὶ εἰς τὸν οὐρητῆρα ἐγχέοντα καὶ ὕδωρ, καὶ γάλα, καὶ ῥόδινον | μύρον, θερμαίνοντα, τοῦτο δὲ καὶ εἰς τὸ ἔντερον ἐγ[χέοντα πτισάνης] χυλὸν, καὶ βούκεραν, καὶ σικύου σπέρμα μετὰ [γάλακτος πάνυ λεῖον], ἐπιστάζων ἑκάστῳ τοῦ ῥοδίνου.

  39. 11.11.1

    Κλύζειν δὲ οὐ [χρὴ ὕπτιον· οὐ γὰρ παρ]ιᾶσιν αἱ κύστεις ἔσω τὸ κλύσμα, ἅτε σ[κληραὶ καὶ βαρεῖαι οὖ]σαι καὶ ἐπικείμεναι τῷ ἐντέρῳ, ἀλλὰ ἐν γό[νασι κλίνειν τὸν ἄνθρωπον· καὶ] γὰρ ἀφίστανταί τε αἱ κύστεις καὶ χαλῶσι τὸ [ἔντερον ἐν σχήματι τοιῷδε, ὥστε] ἀναδέξασθαι τὸ κλύσμα.

  40. 11.12.1

    Πυκνὰ δὲ καὶ εἰς [θερμὸν ὕδωρ ἐγκαθίζειν]· καὶ γὰρ τοῦτο πραΰνει τὰς ὀδύνας· καὶ τοῖς χρίσμασιν, ὡς [ἐκεῖ εἴρηται], χρίειν, καὶ τἄλλα ὡσαύτως ποιεῖν.

  41. 12.1.1

    Τοὺς δὲ λίθους τοὺς ἐν κύστει γενομένους κατὰ ἀρχὰς μὲν πειρᾶσθαι ὑπεξάγειν φαρμάκοις· τὰ δὲ φάρμακά ἐστι πρασίου τε σπέρμα, καὶ ἱππομαράθρου ῥίζα, καὶ ἀρτεμισία, καὶ ἀνθεμὶς ἡ εὐώδης, καὶ ἀμάρακος, καὶ ἄγρωστις, καὶ ὅσα πρότερον πρὸς τοὺς νεφροὺς εἴρηται.

  42. 12.2.1

    Μὴ | δυναμένων δὲ οὐρηθῆναι, τέμνειν κάτωθεν· καὶ γὰρ δὴ τοὐπίπαν μεγάλοι τε καὶ στερεοὶ ἐν τῇ κύστει λίθοι γίγνονται, ὑπὸ ὧν ἑλκοῦται ἡ κύστις, καὶ δυσουρίαι ἔχουσι, μάλιστα μὲν, εἰ ἐρείσειαν εἰς τὸν οὐρητῆρα.

  43. 12.3.1

    Ἐρείδοντας [οὖν] εἰ μὴ Θέλοις τέμνειν, ἀπῶσαι τῷ αὐλίσκῳ· τοῖς δὲ ἄλλοις ἀρκεῖ ἢ ἀνασεῖσαι ὕπτιον, ἢ ἐπιστρέψαι ἔνθα ἢ ἔνθα· οὕτω γὰρ ἀποσαλεύσεται ὁ λίθος, καὶ οὐρήσει ὁ ἄνθρωπος.

  44. 12.4.1

    Ὄρθιοι δὲ οὐ πάνυ δύνανται οὐρεῖν, ἐπιφράσσοντος τοῦ λίθου τὸν οὐρητῆρα.

  45. 12.5.1

    Διά τε οὖν τὴν ὀδύνην πιέ ζειν | τὰ αἰδοῖα ἀναγκάζονται, καὶ ἅμα τι προσωφελούμενοι ὑπὸ τοῦ τοιούτου· οἱ γὰρ πόροι ἀποκλείονται τοῦ οὐρητῆρος, ἐντεινομένου τοῦ καυλοῦ.

  46. 12.6.1

    Ἐπεὶ δὲ ἑλκοῦνται πολλοῖς αἱ κύστεις ὑπὸ τραχύτητος καὶ μεγέθους τῶν λίθων, ὕφαιμά τε οὐροῦσι, καὶ πυώδη, καὶ ὑπόμυξα, καὶ ὀδυνῶνται οὗτοι πλέον τῶν ἄλλων, καὶ οὐροῦντες, καὶ μὴ οὐροῦντες.

  47. 12.7.1

    Ὅσοις δὲ τὰ μὲν ἕλκη οὔπω γέγονεν, οἱ δὲ λίθοι ἔνεισιν, διαφανῆ καὶ λεπτὰ καὶ ὑδατώδη οὐροῦσι, καὶ ψαμμία αὐτοῖς ὑφί σταται ἐν τῷ οὔρῳ, καὶ ὀδύναι οὐροῦντας κατ|[αλαμξάνουσιν.

  48. 12.8.1

    Παρόντων γε] οὖν τῶν σημείων τῶν εἰρημένων, διαγινώσκειν τὴν λιθιῶσαν — [κύστιν ἔξεστιν]. —

  49. 12.9.1

    | Τρόπος δὲ τῆς μηλώσεως τοιόσ[δε· σχηματίσας τὸν] ἄνθρωπον ὕπτιον, κάμπτειν μὲν τοὺς πόδας κελεύειν ὡς μάλιστα, [ἀλλήλων δὲ διαστή|σας ὅπως ἂν καὶ δοκῇ ἁρμόζειν, καθεῖναι τῆς ἀριστερᾶς [χειρὸς τοὺς δα]κτύλους προσωτάτω τοῦ ἀρχοῦ, ἔπειτα τοῖς [δακτύλοις ψη]λαφᾷν τὴν κύστιν, ἄλλον δέ τινα παρεστηκότα πιέζειν [τὸ ἦτρον, ἕως ἂν] ἐντύχῃς τῷ πώρῳ.

  50. 12.10.1

    Ἀρκεῖ δὲ καὶ ἕνα καθιέναι δάκτυλον, εἰ ἰατρός τε ἔμπειρος εἴης τὰ τοιαῦτα διαχειρίζειν, καὶ δακτύλους προμήκεις ἔχοις, καὶ παιδίον μηλοῖο, καὶ ὁ λίθος μὴ πολύ τι μείζων τοῦ μετρίου εἴη.

  51. 12.11.1

    Ἀρκεῖ δὲ καὶ αὐτόν γε τῇ δεξιᾷ | πιέσαι τὸ ἦτρον, καὶ δόξει ἀνοχλότερον τοῦτο, καὶ τῷ νοσοῦντι, καὶ τῷ μηλουμένῳ.

  52. 12.12.1

    Λαβόμενον δὲ χρὴ τοῦ λίθου καθέλκειν εἰς τὸν οὐρητῆρα, καὶ ὅταν ἐνταῦθα ἥκῃ, τότε δὴ μᾶλλον ἐχόμενον, ὡς μὴ ἐκφυγὼν οἴχηται, τέμνειν τομὴν ἐπικάρσιον κατὰ τοῦ περινέου· καὶ, εἰ μὲν πρόχειρος εἴη, τῇ λαβῇ τοῦ μαχαιρίου ἐκβάλλειν, πεπιεσμένον δὲ τῇ λαβῇ τραχείᾳ τε καὶ καμπύλῃ ἐξ ἄκρου, ὡς ἂν μάλιστα συμφέροι τῷ ἔργῳ· εἰ δὲ μὴ, τῷ ὀργάνῳ τῷ πρὸς τὰ τοιαῦτα ἐξευρημένῳ χρώμενος.

  53. 12.13.1

    Τέμνων δὲ, μὴ ἐπὶ μεῖζον τέμνειν· κίνδυνος γὰρ, καὶ αὐτῆς τῆς κύστεως τρῶσαί τι, ὃ παντὸς μᾶλλον φυλακτέον.

  54. 12.14.1

    Τὴν δὲ τομὴν, ὡς τὰ ἔμμοτα, ἰᾶσθαι.

  55. 12.15.1

    Αὕτη [μὲν] σαφεστάτη διάγνωσις καὶ Θεραπεία τῶν ἐν κύστει λίθων, καὶ οἵ γε πολλοὶ οὕτω ποιοῦντες ἐπιτυγχάνουσιν.

  56. 13.1.1

    Χρὴ δὲ οὐδενὸς ἧττον ἐγνωκέναι καὶ ὅπως οἱ πῶροι συνίστανται· καὶ γὰρ πρὸς τὴν ἑξῆς δίαιταν συμφέρει, καί τις μαθὼν τὴν πρόφασιν τῆς νόσου πολλὰ ἐξευρήσει κωλύματα ὡς μήποτε καὶ ὕστερον λιθιάσαι τὴν κύστιν.

  57. 13.2.1

    Ἱκανὴ μὲν οὖν πρόφασις, καὶ εἰ τὸ ὕδωρ ἰλὺν ἔχοι· ἀνάγκη γὰρ ὑφισταμένην τὴν ἰλὺν ἐν τῇ κύστει πήγνυ σθαι· καὶ ἀρκεῖ τούτοις ἠθοῦντας τὸ ὕδωρ πίνειν. —

  58. 13.3.1

    | Γένοιντο δὲ ἂν πῶροι καὶ ἀπὸ ἄλλων ὑδάτων καθαρῶν | μὲν καὶ ἀνυποστάτων, ψυ χροτέρων δὲ καὶ σκληροτέρ[ων τοῦ καιροῦ· ταῦτα οὖν γῆς ἀπή]θημα ἡγοῦμαι ψυχροτέρας εἶναι τὰ πο[λλὰ διὰ ἐμαυτοῦ πεπειρα]μένος.

  59. 13.4.1

    Τοῖς τε οὔροις λεπτοῖς καὶ ὑδαρέσιν οὖ[σιν ἐπὶ τοῖς παισὶ μᾶλλον] ἢ ἀνδράσιν ἡ νόσος γίγνεται· πολλαχῇ [δὲ εἰκότως πίνουσι] ψυχρότερον ἢ ὥστέ τι[νι] ἐπὶ μεῖζον ηὐξημ[ένῳ δύνασθαι ἁρμόζειν, τοῖς] γε μὴν ἀπέπτοις ὠμῶν ἀναδόσεις ἐπὶ κύστιν [γίγνονται, αἳ, εἰ μὴ δι]ουροῖντο ῥᾳδίως, πήγνυνται.

  60. 13.5.1

    Προσ[συνεργεῖ δὲ καὶ ὁ οὐρη]τὴρ στένος ὤν· οὐ γὰρ δέχεται πᾶσαν τὴν ὑπόστα[σιν. —

  61. 13.6.1

    Τὰ μὲν τεκ]μή[ρι]α τοῦ τὴν ψυχροτέραν κύστιν λίθους τρέφειν το|αῦτά ἐστιν· εἰκὸς μὴν καὶ ὑπὸ Θερμοῦ τινος ξηρανθῆναί ποτε ὑποστάθμην ἐν κύστει, ὥσπερ καὶ οἴνου τρύγα, καὶ ἄλλην τινὰ ἰλὺν ἔξω· ἄλλα [δὲ] ἐγὼ τεκμήρια οὐκ ἔχω εἰπεῖν τῆςδε τῆς νόσου, εἰ μὴ ἄρα τὴν χροιὰν τῶν πωριδίων· εἰκάσται γὰρ ὠπτημένοις ὀστράκοις.

  62. 13.7.1

    Ποτὲ οὖν συμφέρει τοῖς ψυχροτέροις οὐρητικοῖς χρῆσθαι, καθάπερ τῷ σελίνῳ, αἱ τῷ σικύῳ, καὶ τῷ ὑακίνθου σπέρματι, καὶ τῷ ἀσπαράγῳ, καὶ τῷ τοῦ λευκοίου, καὶ κρόκου ταῖς ῥίζαις, καὶ ἰωνιᾶς τοῖς φύλλοις, ἐμεῖν τε ἀπὸ δείπνου συνεχῶς, καὶ μηδὲν πυρῶδες προσ|Φέρεσθαι, ὃ μέλλει τὴν κύστιν Θερμαίνειν· δίαιταν δὲ τὴν ἄλλην ἀπονωτέραν ἐξευρίσκειν. —

  63. 13.8.1

    Ὅπου δὲ τὸ ψυχρὸν κρατεῖ, οὐρητικοῖς μὲν τοῖς Θερμοτέροις χρῆσθαι, ὁποῖά ἐστιν ἥ τε ἶρις, καὶ τὸ αἰθιοπικὸν κύμινον, καὶ τῆς βαλσάμου ὁ καρπὸς, καὶ τὸ κιννάμωμον, καὶ ἡ κασσία, καὶ τὸ ἄκορον, καὶ τὸ μῆον· ἀπεψίας δὲ καὶ πλησμονὰς φεύγειν· ὕδατά τε πηγαῖα καὶ καθαρὰ ἐκλέγεσθαι, οἴνους δὲ κιῤῥοὺς καὶ εὐόδμους· ταλαιπωρεῖν δὲ τῷ σώ|ματι προθυμότατα, καὶ λού|[εσθαι μὲν σπανίως, χρίεσθαι δὲ π]υκνὰ, καί ποτε καὶ πρὸς πῦρ στάντα[τρίβεσθαι.

  64. 13.9.1

    ᾩσαύτως καὶ αἱ] ψυχρολουσίαι συμφέρουσι, Θερμαὶ [δὲ παντάπασι κάκισται.

  65. 13.10.1

    Τὴν] δὲ γαστέρα ἐν πᾶσι μὲν τοῖς κατὰ [κύστιν μὴ κινεῖν, μάλιστα δὲ] ἐν τοῖς παροῦσιν· εἰ γὰρ ταύτῃ ὑπ[ίοι ἐπὶ πολὺ, ἁλμυρώτεραί] τε ἂν αἱ οὐρήσεις καὶ μείους γίγνοιντο.

  66. 13.11.1

    —[Τοιαῦτα μὲν οὖν ἐπὶ τὴν] λιτιῶσαν κύστιν πραγματευτέον, καί τινα [τῶν πρὸς λιθιῶντας νεφροὺς] εἰρημένων.

  67. 14.1.1

    Τοιγαροῦν καὶ ψωριῶσαι κύστεις ὤφθησαν· [σημαίνει] μὲν τοῖς τε οὔροις τραχείας καὶ πιτυρώδεις ὑποστάσεις ἔχουσι, καὶ τοῖς κνησμοῖς τοῦ τε ἐπιγαστρίου, καὶ τοῦ ἤτρου.

  68. 14.2.1

    Προϊοῦσα δὲ ἡ νόσος καὶ ἑλκοῖ τὴν κύστιν, καὶ ὀδυνᾷ πλέον, ὥστε καὶ τὰ τῶν ἑλκῶν συνεδρεύσαι ἂν εἰκότως.

  69. 14.3.1

    Τούτοις μὲν σημαίνει τὸ νόσημα·| καθισταμένους δὲ εἰς θεραπείαν αὐτοῦ, γιγνώσκειν μὲν ὡς οὐκ ἔστι πάντῃ ἰάσιμον· πειρᾶσθαι δὲ ὅμως τὰ δυνατὰ παρηγορεῖσθαι.

  70. 14.4.1

    Τῶν μὲν δακνόντων, καὶ τοὺς χυμοὺς δριμυτέρους καὶ ἁλμωδεστέρους ἀποδεικνύντων κελεύειν ἀπέχεσθαι· προσφέρειν δὲ οἴνους μὲν γλυκεῖς καὶ γάλα, καὶ ζωμὸν ὄρνιθος, ἢ ἐρίφου, ἢ ἀρνὸς, καὶ τὸ τῶν φοινίκων ἀπόβρεγμα, καὶ σεμίδαλιν, καὶ ἀμύλιον, καὶ ῥοφήματα, καὶ ἔτνη, καὶ ἰχθῦς ἁπαλοσάρκους, ἑφθοὺς σύμπαντας, καὶ λαχάνων ὅσα τὰς μὲν οὐρήσεις ὑπάγει, δάκνει δὲ ἥκιστα, οἷον σταφυλίνους τε ἑφθοὺς, καὶ κρῆθμα, καὶ μά|ραθρα, καὶ ἱπποσέλινα, καὶ ἀσπαράγους, καὶ σικύους, καὶ ὅσα ἄλλα· δεῖ γὰρ τοῖς οὐρητικοῖς ἀποκαθαίρειν τὴν κύστιν, ἀλλὰ πρᾳότερον· κίνδυνος γὰρ ἑλκῶσαι τοῖς ἰσχυροτέροις, ὃ παντός ἐστι κάκιον.

  71. 14.5.1

    Ἀγαθὰ οὖν οὐρητικὰ καὶ οἱ καρκίνοι, καὶ αἱ πίνναι, καὶ αἱ λοπάδες, καὶ τοῦ ἐχίνου ἡ σὰρξ, καὶ τοῦ χερσαίου, καὶ τοῦ θαλασσίου, καὶ οἱ τέττιγες.

  72. 14.6.1

    | Οὐκ ἀνάρ μοστον δὲ οὐδὲ βουκέρα ἑφθ[ὰ μετὰ μέλιτος ῥοφᾷν· καὶ γὰρ] | τοῦτο δήξεις ἀμβλύνει, καὶ εἰ ἐπὶ κύ[στιν ἐκτράποιτο, πρᾳ]ότερον ταῖς ψώραις ἐστὶ, καὶ ἡ τραγάκανθα [ταὐτὸ ποιεῖ· χαίρουσι δὲ] καὶ μύρτων ἀπόβρεγμα πίνοντες μετὰ οἴν[ου, ἢ μήλων κυδωνίων ἀ]πόβρεγμα, καὶ ὄχνης, καὶ ἄλλης τινὸς ὀπώρας [στυφούσης· ὠφελεῖ γὰρ] κνησμούς.

  73. 14.7.1

    Ταῦτα μὲν οὖν [τῷ πάθει παρηγορικά· δεῖ δὲ] εὐχυμότατον ταῖς διαίταις ἀποφαίνειν, καὶ [γυμνάζοντας συμ]μέτρως καὶ πυριῶντας, καὶ ἐμεῖν ἀνὰ χρόνον κελεύ[οντας, καὶ] ὀῤῥοῖς κατακλύζοντας· εἰ μὴ γὰρ οὕτω παρηγορήσεται, ἄλλοις οὐκ ἔστιν.

  74. 15.1.1

    Ἐπεὶ δὲ καὶ παραλύεται ἡ κύστις, δοκεῖ μοι χρῆναι καὶ τῆσδε τῆς νόσου ἐξευρεῖν τινα ἴασιν.

  75. 15.2.1

    Παραλύεται δὲ ἄλλοτε μὲν ἰσχίων ἀκρα|τῶν ὄντων, ἄλλοτε [δὲ] ὀσφύος· γυναικὶ δὲ καὶ ὑστερῶν νεναρκωμένων· ἀτὰρ οὖν καὶ αὐτὴ μόνη παραλύεται.

  76. 15.3.1

    Πάσχουσι δὲ τάδε· τὸ οὖρον τοῖς μὲν οὐ δύναται προχωρεῖν, εἰ μὴ καθετῆρα ἐνείης· τοῖς δὲ προχωρεῖ μὲν, ἀλλὰ ἀναίσθητον· καὶ τοῖς μὲν ἄθρουν ἐκκρίνεται προϊδομένοις οὐδέν· τοῖς δὲ ἀεὶ στάζει· καὶ αἰδοῖα μὲν οὐκ ἐντείνεται, ἀπόπατος δὲ οὐκ ἴσχεται.

  77. 15.4.1

    Ἐν δὲ τῷ χρόνῳ καὶ λεπτύνονται ἐπιγάστριον, καὶ ὀσφὺν, καὶ ἰσχία, καὶ σκέλη· ὀδύνην μὲν κατὰ κύστιν οὐκ ἔχουσιν· ἦτρον δὲ, καὶ κενεῶνας, καὶ νεφροὺς ἀλγοῦσιν, οἷς γε δὴ τὰ οὖρα οὐκ ἐθέλει ὑποχωρεῖν, ἐπεὶ τοῖς ἄλ|λοις πάντα [ταῦτα] ἀναίσθητά ἐστιν

  78. 15.5.1

    Τὰ μὲν παθήματα τοιάδε· θεραπεία δὲ πόνοι τῶν κάτω πλείους, καὶ τρέχοντι, καὶ πρὸς τὰ σιμὰ πορευομένῳ, καὶ ἀνατρίβοντι γλουτοὺς, καὶ ἦτρον, καὶ λαπάρας, καὶ διὰ αὑτοῦ, καὶ διὰ ἄλλων· ἄμεινον δὲ, εἰ καὶ τὸ χρίσμα εἴη σικυώνιόν τε ἔλαιον, καὶ ἴρινον, καὶ δάφνινον, καὶ καστορίου μιγέντος· προσωφελεῖ δὲ καὶ νίτρῳ μετὰ ὄξους ἀνατρίβειν· | [ἐμβρεχέσθαι τε τοὺς τόπους διὰ γλευκίν]|ου μύρου, καὶ κάχρυϊ μετὰ κηρωτῆς [οἰσυπηρᾶς πραΰνειν].

  79. 15.6.1

    Καστόριον εἴς τε τὰ ἄλλα νο[σήματα τῆς κύστεως εἰ προσφέροιτο] μείζω, καὶ ἐμφανε|στέραν παρέ[χει ὠφέλειαν τῷ κάμνοντι, ὥσ]τε [καὶ] πίνειν τινὶ ἀρκεῖν, καὶ εἰ προκενώσας [τὴν γαστέρα, τὸ ἔντερον ἔπ]ειτα τούτῳ κλύζοις, καὶ εἰ διὰ τοῦ οὐρητῆ[ρος ἐνιείης.

  80. 15.7.1

    Χρὴ δὲ τοῖς] ἄλλοις κλυσμοῖς τοῖς ἰσχυροτέροις χρῆ[σθαι· τοιαῦτα δὲ] κλύσματά ἐστι σικυωνίας τε ἀπόβρεγμα καὶ ἐλλε[βόρου μέλανος], καὶ μελανθίου, καὶ κενταυρίου· πρὸς γὰρ τὴν αἴσθησιν συμφέρει.

  81. 15.8.1

    Ταῦτα δὲ εἰς μὲν τὴν ἕδραν ἐνίεται, τοῦ δὲ οὐρητῆρος ἀπέχειν· ἑλκῶσαι γὰρ κίνδυνος.

  82. 15.9.1

    Δεῖ δὲ καὶ τῇ ἑφθῇ ῥητίνῃ πυκνὰ καταπλάττειν τό τε ἦτρον καὶ τὴν ὀσφὺν ἐν κύκλῳ, καὶ τῷ νάπυϊ συνεχῶς θερμαίνειν, καὶ ἐν θαλάσσῃ κελεύειν νήχεσθαι, καὶ ἐν θερμοῖς ὕδασι, καὶ τὸ σύμπαν ἐκπυριᾷν, καὶ πότιμα προσφέρειν, ἅμα μὲν θερμαίνοντα, ἅμα δὲ ἐπὶ κύστιν ῥέποντα, ὥσπερ τοῦ τε ἄγνου τὸν καρπὸν, καὶ πάνακος τῆς ἡρακλείας τὴν ῥίζαν, καὶ μήου | ῥίζαν, καὶ κύμινον αἰθιοπικὸν, καὶ ἑρπύλλου σπέρμα, καὶ ἀψινθίου κόμην μετὰ νάρδου κελτικῆς.

  83. 15.10.1

    Ἀγαθοὶ δὲ καὶ ἔμετοι τὸ φλέγμα ὑπεξάγοντες, καὶ οἱ ἑλλεβορισμοί.

  84. 15.11.1

    Ἐπὶ δὲ ταῖς τοιαύταις κενώσεσι, θαψίας [χυλὸν π]ρ[οσα]λείφειν τῷ ἤτρῳ, καὶ τῇ ὀσφύϊ, καὶ μάλιστα ἢν ἰσχναίνηται, καὶ μετὰ κηρωτῆς πραΰνειν τὰ ᾠδηκότα, καὶ μαλάγματα ἐπιτιθέναι εὐώδη.

  85. 15.12.1

    Τὰς δὲ ἀῤῥώστους κύστεις, καὶ μὴ δυναμένας τὸ οὖρον ἐπὶ πλέον κατέχειν, ἰᾶσθαι καὶ γυμνάζοντα, καὶ ἀνατρίβοντα, ὥσπερ ἐν τῇ παραλύσει εἴρηται· τὰ δὲ οὐρητικὰ μὴ προσ|φέρειν, ἐπιθεμάτων δὲ τῶν αὐτῶν πειρᾶσθαι, καὶ διαίτης τῆς ἄλλης [θερ]μοτέρας· τῷ γὰρ θερμῷ πάντα ἐγκρατῆ γίνεται. τὸ δὲ ψυχρὸν [ἀκ]ρατέστατον τῇ κύστει.

← Previous — showing 101185 of 185

First Thousand Years of Greek. CTS URN tlg0564.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.