Ancient Textssearch the texts themselves, not just their titles

← Library

De renum et vesicae affectionibus

First Thousand Years of Greek · First Thousand Years of Greek · 185 sections

  1. 0.1.1

    Ὅσα περὶ τοὺς νεφροὺς καὶ τὴν κύστιν νοσήματα γίγνεται, κατὰ ἕκαστον γράψω, καὶ ὡς γιγνώσκειν ἀυτὰ χρὴ, καὶ ὡς θεραπεύειν.

  2. 0.2.1

    Τὸ | μὲν δὴ σύμπαν ἐν νεφροῖς οὐ πάνυ ὀξεῖαι νόσοι γίγνονται· Θανατώδεις γε μὴν οὐχ ἧσσον ἢ ἑτέρωθι· καὶ γὰρ ἕλκη καὶ ἐμπυήματα αὐτοῦ συστάντα πολλοὺς ἐν τῷ χρόνῳ ἀπέκτειναν· ἐπεὶ καὶ φλεγμήναντες οἱ νεφροὶ ὀδυνῶσι μέν τι καὶ μειζόνως, οὐ μὴν οὐδὲ αὐτὴ ἡ νόσος συνταχύνει· αἱ δὲ κατὰ κύστιν φλεγμοναὶ ὀξύτερον· καὶ γὰρ οὖρον ἀποληφθῆναι τούτοις ἑτοιμότερον, καὶ πυρέξαι, καὶ παραφρονῆσαι, καὶ ἐμέσαι πολλά τε καὶ ἄκρατα.

  3. 0.3.1

    Ὀξύτεραι δὲ καὶ αἱ ἄλλαι κατὰ κύστιν νόσοι· καὶ γὰρ ἐπικαιρότερον τὸ χωρίον, καὶ εὐθὺς ἀπὸ παίδων νοσεῖν εἰθισμένον, ἐν ᾧ δὴ μάλιστα αἱ ὀξεῖαι νόσοι γίγνονται· τὸ δὲ κατὰ νεφροὺς γέρουσι μᾶλλον ἢ νέοις συμβαίνει· διὰ τόδε καὶ μαλακώτερον ἐκείνων ἐστίν.

  4. 0.4.1

    Πάντα δὲ, καὶ τὰ τῶν νεφρῶν, καὶ τὰ τῆς | κύστεως οὐκ εὐμεταχείριστα, καὶ μάλιστα ὅσα ἕλκη ἐν αὐτοῖς γίγνεται· ἐπιῤῥέον γὰρ συνεχῶς τὸ οὖρον δάκνει τε ἅμα, καὶ εἰς ὠτειλὰς ἰέναι κωλύει· ὡς δὴ τοιαῦτα ὄντα προαγορεύειν χρὴ καὶ ἰᾶσθαι.

  5. 1.1.1

    Καὶ δὴ ἔνθεν σημεῖα νεφρῶν φλεγμονῆς· ὀδύνη ἔχει ὑπὸ τοὺς κενεῶνας, καὶ οὔτε ὀρθοῦσθαι δύνανται, οὔτε βαδίζειν· καὶ ἤν τε πταρμὸς, ἤν τε ἄλλος τις σεισμὸς συμπέσῃ, ἀ|νοιμώζουσι, καὶ ἐπὶ γαστέρα μὲν κλινόμενοι οὐκ ἀνέχονται, ὕπτιοι δὲ ἀνέχονται μένειν·

  6. 1.2.1

    κεῖνται γὰρ πρὸς τοῖς κενεῶσιν οἱ νεφροί. Παντὶ δὲ τῷ οὕτως ἀλγοῦντι εὐφορώτερον κειμένῳ ἀτρεμίζειν.

  7. 1.3.1

    Περὶ μὲν τὰς κλίσεις τοιαῦτα πάσχουσιν· τὰ δὲ ἄλλα διήκουσιν οἱ πόνοι, ἄνω μὲν, μέχρι | ἥπατος· κατὰ γὰρ μεγάλην φλέβα κοινωνοῦσιν αὐτῷ, καὶ μᾶλλον εἰ ὁ δεξιὸς φλεγμαίνοι· καὶ γάρ τοι καὶ ἐγγυτέρω οὗτός ἐστι τοῦ ἥπατος, καὶ ψαύει τοῦ λοβοῦ· ὁ δὲ ἀριστερὸς προσωτέρω καὶ κάτω· ἄλλοι δὲ πόνοι μέχρι κύστεως καὶ αἰδοίου κατέρχονται, καὶ οὔ τοι συνεχεῖς, ἀλλὰ διεσπασμένοι μάλιστα εἰς ὀσφύν τε καὶ ἰσχία καὶ ἦτρον ἐνσείουσιν.

  8. 1.4.1

    Ψύχεται δὲ αὐτοῖς τὰ ἄκρα, μᾶλλον δὲ κνῆμαι καὶ πόδες, καὶ οὐροῦσι συνεχῶς καὶ ἐπιπόνως, καὶ κατὰ ἀρχὰς μὲν λεπτὰ καὶ ὑδατώδη· προϊούσης δὲ τῆς φλεγμονῆς, ἐρυθρότερα.

  9. 1.5.1

    Ὅταν δέ γε εἰς τόδε ἀφίκωνται, λεπτύνονται μὲν ἰσχία καὶ γλουτοὶ, ἀκρατέστερα δὲ τὰ σκέλη γίγνεται· τοῖς δὲ καὶ ἐξεπύησαν οἱ νεφροί· καὶ τά γε πολλὰ τούτων οὕτω τελευτᾷ· ἀλλὰ περὶ μὲν τῶν ἐμπυημάτων αὐτίκα εἰρήσεται.—

  10. 1.6.1

    | Τὰς δὲ φλεγμονὰς Θεραπεύειν ὧδε· κατακλίνειν μὲν ὡς μαλακώτατα, καὶ σίτου τὴν πρώτην ἀπέχειν· οὐ μὴν εἰς ἅπαν αἱ λιμαγχίαι τούτοις συμφέρουσιν, ᾗπερ ταῖς ἄλλαις φλεγμοναῖς, ἀλλά τι καὶ προσαρτέον, φυλάσσοντα τοὺς | πυρετοὺς, ὅπῃ τε χαλῶσι, καὶ ὅπῃ ἐπιτείνουσιν· οὐδὲν γὰρ αὐτοῖς τοσοῦτον ἀγαθὸν αἱ ἀσιτίαι, ὅσον κακὸν αἱ ἀπὸ τῶν οὔρων ἀκράτων γενομένων δήξεις.

  11. 1.7.1

    Διαιτᾷν δὲ κατὰ ἀρχὰς μὲν λεπτοῖς ῥοφήμασι, καὶ ποτῷ, ὕδατι· μελίκρατον δὲ μὴ προσφέρειν, ἐὰν μή σοι δοκῇ ἐπὶ οὔρησιν ἤδη προτρέπειν, ὃ ἐγὼ κατὰ ἀρχὰς οὐκ ἐπαινῶ, πρὶν σαφῶς τὰς ὀδύνας πέσσεσθαι· τότε δὲ καὶ πάνυ φημὶ δεῖν τοῖς οὐρητικοῖς καθαίρειν.

  12. 1.8.1

    —Εἰ δὲ καὶ ἡ γαστὴρ κενωθῆναι δέοιτο, ἄλλην μὲν κένωσιν μηδεμίαν μηχανᾶσθαι, ὁποῖαι αἳ ἀπὸ φαρμάκων ἐξεύρηνται· κλυσμάτιον δὲ Θερ|μὸν ἐνιέναι, ἢ μαλάχην ἐν ὕδατι ἑψήσας, ἢ λίνου σπέρμα, ἢ βούκερας· τούτων τινὶ ὑποκλύζειν μετὰ ἐλαίου, καὶ τούτου τὸ ἱκανὸν προσμίσγων· πλῆθος δὲ ἐνιέναι μὴ πολὺ, ὡς μὴ πιέζῃ τοὺς νεφροὺς τὰ πληρώματα τοῦ ἐντέρου.

  13. 1.9.1

    Ὑπελθούσης δὲ τῆς γαστρὸς, εἰ μὲν ἐνδιδοίη ὁ πόνος, ἔριον περιτιθεὶς ἐν κύκλῳ ἀναπαύειν ἐπιτέγγων ἐλαίῳ Θερμῷ· οὐκ ἄπο τρόπου δὲ συνηψῆσθαι τῷ ἐλαίῳ τοῦ τε πηγάνου, καὶ τῆς ἀλθαίας, καὶ τοῦ ἀνήθου, καὶ τῆς ἀρτεμισίας.

  14. 1.10.1

    —Ὀξύτερον δὲ πονούντων φλέβα κατὰ ἀγκῶνα τέμνειν· εἰ δὲ καὶ ὣς τὶ ὑπολείποιτο τῆς φλεγμονῆς, καταπλάσσειν, τὰ μὲν πρῶτα ἀλεύρῳ ἐν μελικράτῳ ἑφθῷ, ἢ τῷ λίνου σπέρματι, ἔπειτα δὲ καὶ τῆς χαμαιπίτυος μίσγειν, καὶ τοῦ πολίου, καὶ ἀβροτόνου δὲ μίσγειν, καὶ τῆς βρυωνίας, καὶ τοῦ πηγάνου, καὶ | ἀψινθίου, καὶ κενταυρίου, καὶ ἀρτεμισίας, καὶ τῆς χαμαίδρυος τῶν φύλλων, καὶ τοῦ ἀσάρου, καὶ τῆς σχοίνου τοῦ ἄνθους· καὶ τότε μηκέτι ἐν τῷ μελικράτῳ καταπλάσματα ἕψειν ἀλλὰ ἢ ἐν γλυκεῖ, ἢ οἴνῳ μελιχρῷ· μίσγειν δὲ καὶ τοῦ ἀλεύρου τοῦδε μὲν μέρη τέσσαρα, τῶν δέ τινος εἰρημένων | φαρμάκων μέρη δύο· ἰσχυροτέρῳ δὲ βουλόμενος χρῆσθαι, καὶ πλέον τι, καὶ κηροῦ [ἢ ῥητίνης] ξηρᾶς προσμίσγειν κεκομμένης.

  15. 1.11.1

    Ἀγαθὸν δὲ καὶ τὸ τοῦ Χρυσίππου κατάπλασμα· ἔστι δὲ τόδε· χαλβάνης, καὶ ῥητίνης τερεβινθίνης, καὶ πολίου, καὶ ὀροβίνου ἀλεύρου ὁλκαὶ ἑκάστου πεντήκοντα, ἴριδος ξηρᾶς ὁλκαὶ τριάκοντα, κηρωτῆς εὐώδους κοτύλη μία, ἀλεύρου πυρίνου χοίνικος ἀπτικῆς τέταρτον· ταῦτα ἕψων ἐν γλυκεῖ καταπλάσσειν, τοὺς | μὲν νεφριτικοὺς ἐξόπισθεν, τοὺς δὲ κατὰ κύστιν πονοῦντας ἔμπροσθεν.

  16. 1.12.1

    Εἰ δὲ μὴ καταπλασσομένῳ πραΰνοιτο ἡ ὀδύνη, σικύας προσβάλλειν τῇ τε ἄλλῃ ὀσφύϊ, καὶ ὑπὸ τοὺς κενεῶνας, ἀποσχάζειν τε καὶ ἀφέλκειν τοῦ αἵματος· ἔπειτα σπόγγοις πυριᾷν, καὶ εἰς Θερμὸν ἐγκαθίζειν, συνηψημένων γε τῷ ὕδατι τῆς τε μήκωνος, καὶ τῆς ἀνθεμίδος, καὶ τοῦ καλάμου, καὶ τῆς σχοίνου.

  17. 1.13.1

    Πρότερον δὲ καὶ κύστιν πληροῦντα ἐλαίου καὶ ὕδατος παρακλίνειν, καὶ τἄλλα λιπαρῶς πυριᾷν.

  18. 1.14.1

    Ἐπὶ δὲ τούτοις κηρωτὰς καὶ μαλάγματα ἐπιτιθέναι, τὰς μὲν κηρωτὰς διὰ κυπρίνου ἐλαίου, [ἢ] ῥοδίνου καὶ ἰρίνου μύρου, τὰ δὲ μαλάγματα, οἷα τὰ εὐωδέστατα.—

  19. 1.15.1

    | Ἐν δὲ ταῖς ὀδύναις, πίνειν φάρμακα τοιάδε· μαράθρου σπέρματος ὀβολοὺς δύο, καὶ λιβανωτίδος ὀβολὸν, καὶ σικύου σπέρματος κόκκους εἴκοσι, καὶ ὀποῦ μήκωνος, ἢ πάνακος τῆς ἡρακλείας τριώβολον | τῆς ῥίζης, καὶ μελιλώτου βραχὺ, κεδρίας τε καὶ κωδύας πεφωγμένης ἡμιώβολον· βέλτιον [δὲ] καὶ στύρακος ἡμιώβολον, καὶ σελίνου ὅσον τοῖς τρισὶ δακτύλοις, καὶ ὀποῦ μήκωνος ὅσον ὄροβον· τούτων ἑκαστα τρίβων ὡς λειότατα, καὶ κεραννύων ἐν γλυκεῖ [ἢ ἐν] ὕδατι, διδόναι πίνειν· αὐτίκα γὰρ ὠφελήσει, εἰ ὀξὺ εἴη, καὶ ὕπνος ἕξει τὸν ἄνθρωπον.

  20. 1.16.1

    Ὅταν δὲ καιρὸς φανῇ, τότε καὶ τοῖς οὐρητικοῖς καθαίρειν. —

  21. 1.17.1

    | Τὰ δὲ οὐρητικὰ ἔστω τάδε· ἀκόρου τε ῥίζα καὶ χαμαίπιτυς, καὶ κασία, καὶ μῆον, καὶ κιννάμωμον, καὶ πόλιον, καὶ πετροσέλινον, καὶ ἄγρὼστις· ταῦτα μὲν ἕψειν ἐν ὕδατι, καὶ μετὰ οἴνου ἢ μελικράτου πίνειν.

  22. 1.18.1

    Ἐσθίειν δὲ τῶν τε Θαλασσίων ἐχίνων, καὶ λαχάνων τοῦ μαράθρου, καὶ τοῦ σελίνου, καὶ τοῦ δαύκου, καὶ τῆς ῥαφανίδος ὅτι κάλλιστα ἡψημένης, καὶ σικύου ἑφθοῦ, καὶ τὰ ἄγρια πάντα· ἐπὶ οὔρησιν γὰρ καλῶς προτρέπει, μάλιστα δὲ οἱ σταφυλῖνοι, καὶ τὰ κρῆθμα, καὶ οἱ σκάνδικες.

  23. 1.19.1

    Καὶ οὖρα δεῖ προσδέχεσθαι τοῖς τοιούτοις πολλά τε καὶ παχέα, καὶ ὑποστάσεις καλὰς ἔχοντα· καὶ μάλιστα τοῦτο κρίνει τὴν νόσον· αἱ δὲ ὑδατώδεις καὶ καθαραὶ καὶ διαφανεῖς οὐρήσεις δυσκριτώτεραι.

  24. 2.1.1

    Τὰς μὲν οὖν φλεγμονὰς ὧδε ἄν τις θεραπεύοι κάλλιστα· ὅσοις δὲ ἔμπυοι οἱ νεφροὶ γίγνονται, ἤδη μέν τι καὶ ἐξογκεῖ περὶ τοὺς κενεῶνας, ἀτὰρ καὶ καῦμα ἰσχυρὸν ἔνεστιν ἐν τοῖς νεφροῖς, καὶ οὐροῦσι πυῤῥὰ καὶ ἄκρατα, καὶ αἱ ὀδύναι οὐκέτι μὲν ὀξεῖαί εἰσιν, ὡς πρόσθεν, βαρύτεραι δὲ καὶ σφύζουσαι, καὶ οἱ πυρετοὶ οὐ καθεστῶτες, ἀλλὰ πεπλανημένοι γίγνονται καὶ φρικώδεις.

  25. 2.2.1

    Τούτοις ῥήγνυται τὰ μὲν πολλὰ ἐπὶ κύστιν· καὶ ἐστὶν | αὕτη τῶν ῥήξεων ἡ κρατίστη· ποτὲ μὴν καὶ ἐπὶ ἔντερον ῥήγνυται, ταύτῃ κορυφώσαντος τοῦ ἐμπυήματος καὶ σαπέντος.

  26. 2.3.1

    | Πραξαγόρας δὲ ἔφη, τινὶ καὶ τὸ οὖρον διὰ τῆς ἕδρας ἰδεῖν ἀποκρινόμενον, καὶ βιῶναι μὲν τοῦτον ἔτη δώδεκα, οὐ μέντοι εἰδέναι, εἰ καὶ μεταξὺ ἐβιῶ· προαπελθεῖν γὰρ, καὶ οὐδὲν ἔτι πυθέσθαι ὕστερον.

  27. 2.4.1

    Ἄλλοις δὲ ἐπὶ τὰ ἔξω ῥήγνυται παρεξιὸν τὸν κενεῶνα, ὃν πληροῦσθαι ἀνάγκη πύου τε καὶ οὔρου, καὶ αὐτοῦ μένειν, χρόνῳ δὲ βιασάμενα εἰς τὴν ἕδραν ἥκειν, καὶ ταύτῃ ἰέναι ἔξω.

  28. 2.5.1

    Τοῖς δέ τισιν οὐδὲ ῥήγνυσθαι ἐθέλει ἐκ τῶν νεφρῶν, ἀλλὰ αὐτοῦ μένει χρόνον πολὺν, ἔστε ἂν ἢ διακαύσῃς, ἢ ἄλλον τρόπον ἀποστομώσῃς.

  29. 2.6.1

    Ῥαγέντα δὲ ἐπὶ κύστιν, τὰ μὲν πρῶτα μιξόπυά τε καὶ αἱματώδη οὐροῦσιν, ὥσπερ ἔκ τινος καὶ ἑτέρου τομῆς ἐμπυήματος, ἔπειτα κατὰ λόγον τῶν ἑλκῶν.

  30. 2.7.1

    Εἰ μὲν τὰ ἕλκη πονηρεύοιτο, οἷα καὶ ἐπὶ τοῖς ἄλλοις ἕλκεσι σηπομένοις, πολλά τε καὶ δύσοσμα, καὶ | πελιὰ, καὶ μυξώδη, καί τινα καὶ σαρκία παραμήκη, ὁποῖα ἶνες ἀπέρχονται· εἰ δὲ χρηστὰ εἴη τὰ ἕλκη, καὶ τὸ πύον λευκὸν, καὶ ὁμαλὸν, καὶ ἄνοσμον, καὶ ὀλίγον ἀπέρχεται.

  31. 2.8.1

    Ἢν δέ σοι δοκῇ ὁ νεφρὸς εἰς πύον τρέπεσθαι, δόξῃ δὲ τοῖς εἰρημένοις σημείοις, συμπεπαίνειν τε ὡς τάχιστα, καὶ ῥῆξίν τινα οὕτω μηχανᾶσθαι· τὰ γὰρ πολλὰ ἐπὶ κύστιν τρέπεται.

  32. 2.9.1

    Πυριᾷν τε οὖν συνεχῶς τοῖς σπόγγοις, καὶ καταπλάσσειν ἀλεύρῳ κριθίνῳ μετὰ σύκων ἀφεψήματος· τὰ δὲ σῦκα ἐν μελικράτῳ ἢ οἴνῳ ἕψειν· ἀγαθὸν δὲ καὶ αὐτῶν τῶν σύκων μίσγειν λεαίνοντα, καὶ ἀψινθίου δὲ κόμην κόψαντα ἐμβάλλειν, καὶ χαμελαίας, καὶ ἶριν σεσησμένην, καὶ βρυωνίας τὴν ῥίζαν· ταῦτα δὲ ἅμα μὲν συμπέσσει, ἅμα δὲ ἐπὶ οὔρησιν ἄγει.

  33. 2.10.1

    Δεῖ δὲ καὶ τὴν οὔρησιν ἐρεθίζειν, ὥστε καὶ ἐπιπίνειν τῶν οὐρη|τι|κῶν κελεύειν συμφέρει· ἐπιτηδειότατον δὲ τὸ τῆς ἄγνου σπέρμα ἐν οἴνῳ ἢ μελικράτῳ πινόμενον, καὶ ἡ τοῦ νάρθηκος ῥίζα, καὶ ἄγχουσα, καὶ τὸ ἄρον, καὶ ἕν τι ἕκαστον, καὶ εἰ δύο καὶ τρία συμμίξαις. —

  34. 2.11.1

    Ἀγαθὸν δὲ καὶ τόδε· ὀριγάνου καὶ δαύκου ὅσον χοίνικα, καὶ ψευδοδικτάμνου ὅσον χοίνικα ἐμβάλλων εἰς οἶνον εὐώδη λευκὸν, ἀποτίθεσθαι· ὅταν δὲ χρῄζῃς, λαβὼν κυάθους τέσσαρας, καὶ κεράσας πρὸς ὕδατος δύο, καὶ ἔτι πηγάνου φύλλων ὡς λειοτάτων μίξας δραχμὴν μίαν, διδόναι πίνειν· τοῦτο ἄξει πύον καὶ οὖρα πολλά.

  35. 2.12.1

    Εἰ δέ σοι τάδε ποιοῦντι μηδὲν μᾶλλον ῥηγνύοιτο τὸ ἐμπύημα, καὶ ὑποκλύζειν κλυσ|μοῖς δριμέσιν.

  36. 2.13.1

    Οἱ δὲ κλυσμοί εἰσιν· ἑλλεβόρου τε ἀπόβρεγμα τοῦ μέλανος, καὶ ῥαφανίδος, καὶ σκορόδων, καὶ σικυωνίας· βρέχειν δὲ ἐν ἅλμῃ ἢ ἐν θαλάσσῃ, ἢ ἐν ὄξει, καὶ μικρὸν ἐλαίου μίξαντα τοῦ ὀλισθηρὸν εἶναι, τούτοις κλύζειν· κελεύειν δὲ ὅτι πλεῖστον χρόνον κατέχειν· πολλάκις γὰρ ῥηγνύει τὸ ἐμπύημα, καὶ δὴ ἔῤῥωται.

  37. 2.14.1

    Χρὴ μέντοι ἔτι καὶ τοῖς σπόγγοις πυριᾷν καὶ τοῖς καταπλάσμασιν, ἕως πᾶσά τε λωφήσῃ ἡ ὀδύνη, καὶ τὸ πύον εὔρουν γένηται. —

  38. 2.15.1

    Διδόναι δὲ καὶ τῶν οὐρητικῶν καθαρτηρίων λογιζόμενον πρὸς τὸ ἕλκος· εἰ μὲν εὔηθες εἴη, σημαίνουσί τε οἱ πυρετοὶ καὶ οἱ πόνοι ἐπικουφίζοντες, καὶ τὰ ἐν τοῖς οὔροις λεῖα καὶ λευκὰ | καὶ ἄνοσμα ἰόντα, καὶ οὐρήσεις εὐπετῶς ἀπερχόμεναι· εἰ δὴ τοιαῦτα εἴη, τῶν πρᾳοτέρων προσφέρειν οἷον, τό τε τοῦ σικύου σπέρμα μετὰ μέλιτος, καὶ τῶν φοινίκων τὸ ἀφέψημα, καὶ ἶριν μετὰ μέλιτος, καὶ αὐτὸ [τὸ] μέλι· ἰσχυρότερον δὲ καθαίρειν βουλόμενος, ἀδιάντου τε ἀφέψημα μετὰ μελικράτου [ἢ] ὕδατος, | καὶ χαλβάνην μετὰ καρύου ἡρακλεωτικοῦ, καὶ ῥητίνην τερμινθίνην διατήξας ἐν ὕδατι, εἶτα ὅταν καταστῇ τὸ ὕδωρ, ἠθήσας καὶ κεράσας μελικράτῳ, ἢ οἴνῳ, οὕτω δίδου· ταῦτα μὲν πρὸς τὰ εὐηθέστερα τῶν ἑλκῶν. —

  39. 2.16.1

    Πρὸς δὲ τὰ πονηρότερα ἰσχυροτέρων δεῖ καὶ ἔνδοθεν, καὶ ἔξωθεν· ἔνδοθεν μὲν οὖν, ὅσα τε πρὸς τὰς ῥήξεις ἤδη εἴρηται συμφέρειν, καὶ κύ|μινον τὸ αἰθιοπικὸν μετὰ οἴνου γλυκέος, καὶ πήγανον μετὰ μέλιτος καὶ οἴνου, καὶ κάχρυος μετὰ πράσου σπέρματος ἐν οἴνῳ ἁπαλῷ· ἔξωθεν δὲ ὀρόβων ἀλεύροις καταπλάσσειν ἑφθοῖς ἐν οἴνῳ καὶ μέλιτι, καὶ ῥόδοις ξηροῖς μετὰ φακῆς τρίψας καὶ μέλιτος, καὶ μύρτοις μετά τινος τούτων ἑφθοῖς· τὰς γὰρ σηπεδόνας τῶν ἑλκῶν ἀπέχει ταῦτά τε καὶ ὅσα τοιαῦτα ἄλλα, καταπλάσμασιν ὀσφύν τε καὶ κενεῶνας ὅλους περιλαμβάνοντας.

  40. 2.17.1

    Ἀγαθὸν δὲ καὶ ἐνιέναι τῶν δυσεντερικῶν τι φαρμάκων, εἰ ἐπὶ μεῖζον νέμοιτο.

  41. 2.18.1

    Εἰ δὲ ἐπὶ πόνου καὶ φλεγμασίας τὸ πύον ἔξω διαδιδόναι μὴ δύναιτο, ὑποκλύζειν χυλοῖς πτισάνης λεπτοῖς, καὶ γάλακτι, καὶ τἄλλα χλιάσμασι πυριᾷν, καὶ εἰς ὕδωρ καθίζειν Θερμόν· οὕτω γὰρ μάλιστα ἂν ὑπέλθοι· εἰ δὲ ὑπὸ πάχους ἐνίσχοιτο, μαράθρου τὲ ἀ|φέψημα πίνειν, καὶ σελίνου, καὶ χαμαιπίτυος, καὶ ἀψινθίου, καὶ ὀριγάνου· ταῦτα μὲν δεῖ ποιεῖν ὧδε. —

  42. 2.19.1

    Μετὰ δὲ, γάλα πίνειν σὺν μέλιτι, τὰ μὲν πρῶτα ὄνειον ἢ ἵππειον· πρὸς γὰρ τὴν κάθαρσιν τῶν ἑλκῶν συμφέρει· ὅταν δὲ μηκέτι καθαίρεσθαι δέωνται, ἀλλὰ τὸ μὲν πύον ὑπίῃ ὀλίγον, αἱ δὲ ἀπὸ τῶν οὔρων δήξεις ἀμβλύνωνται, χρῄζῃ δὲ ὁ ἄνθρωπος πιαίνεσθαι, τότε ἤδη τὸ βόειον γάλα προσφέρειν, καὶ μᾶλλον [τὸ] τῆς οἰός· παχύτερον γὰρ καὶ ἧσσον διαχωρητικόν· | πλῆθος δὲ προσφέρειν καὶ δύο, καὶ τρεῖς, καὶ ἔτι πλείους κοτύλας.

  43. 2.20.1

    Καὶ σιτίον εὐθὺς μηδὲν ἄλλο λαμβάνειν, ἔστε ἂν τόδε καταπεφθῇ· τὸ δὲ ὑποχωρῆσαν τοῦ γάλακτος, τοῦτο καὶ τῶν ἄλλων ἑλκῶν τῶν εἴσω κάλλιστον | φάρμακον, τοῖς τε χαλεποῖς ἰχῶρσιν εὐμενέστατον, καὶ ταχὺ ἀνατρέφον τὸ σῶμα, μάλιστα δὲ ἐν νοσήμασι συντηκτικοῖς ὅτε δεῖ τάχιστα εἰς εὐεξίαν καταστῆσαι τὸν ἄνθρωπον· ὥστε, εἰ καὶ τῇ ἄλλῃ διαίτῃ πιαίνοις τὸν νεφριτικὸν, οὐκ ἂν ἁμαρτάνοις.

  44. 2.21.1

    Χρὴ οὖν κατακείμενον μαλακῶς ἀνατρίβειν τε ἐπὶ ἑκάστῃ ἡμέρᾳ, καὶ τρέφειν, κατὰ ἀρχὰς μὲν γάλακτι, ὡς εἴρηται, καὶ ῥοφήμασι πτισάνης, καὶ ἀμυλίοις, καὶ τῷ πλυτῷ ἀλεύρῳ ἐν γάλακτι ἑφθῷ, καὶ ἰτρίοις καταθρύπτων εἰς ζωμὸν ὄρνιθος λιπαρὸν, καὶ ἔτνει τῷ τε ἀπὸ τῶν ὤχρων, καὶ [τῷ] ἀπὸ τῶν δολίχων, καὶ τῷ ἀπὸ τῶν ὀρόβων, προαπογλυκαίνειν τούς τε ὀρόβους, καὶ αὐτοὺς κατὰ αὑτοὺς ἕψων, ἢ καὶ συμμίσγων τινὶ τῶν εἰρημένων ὀσπρίων. —

  45. 2.22.1

    | Λάχανα δὲ ἐπιτήδεια τοῖς παροῦσι μαλάχη, καὶ λάπαθον, καὶ βλίτον, καὶ ἀνδράχνη, καὶ ἀσπάραγος, καὶ κολοκύνθη, καὶ ἑφθὸς σίκυος, καὶ θριδακίνη ἑφθή· ὠμὸν δὲ οὐδὲν συμφέρει ἐσθίειν.

  46. 2.23.1

    Ταῦτα δὲ καὶ τὴν γαστέρα ἡσυχῆ ὑπάγει, καὶ τὰς τῶν οὔρων δήξεις ἀμβλύνει.

  47. 2.24.1

    Προϊόντος δὲ τοῦ χρόνου, καὶ πεπαυμένων εἰς τέλος τῶν πυρετῶν, ἀνατρεφομένου τε τοῦ ὄγκου, καὶ τοῖς κρέασι δεῖ σιτίζειν. —

  48. 2.25.1

    Κρέα δὲ ἐπαινῶ ἐς τήνδε τὴν νόσον, ἐρίφων καὶ ἀρνῶν καὶ χοίρων, καὶ ἁπαλοὺς ὄρνιθας, καὶ ἰχθύων τὰ πετραῖα ἑφθὰ, καὶ ῥίνας, καὶ λειοβάτους, καὶ νάρκας, καὶ τὸ τοιοῦτον γένος τῶν σε λάχων. —

  49. 2.26.1

    | Εἰ δέ τινος καὶ τραγήματος προσδέοιτο ἐν μακρᾷ νόσῳ, ἰσχάδων μὲν ἀπέχειν· πολέμιαι γὰρ τοῖς ἕλκεσιν· φοίνικας δὲ προσφέρειν, καὶ καρύων τῶν ποντικῶν, καὶ κώνων, καὶ ἀσταφίδος, καὶ ἀμύγδαλα φρύγων διδόναι μετὰ μέλιτος· οἶνον δὲ πίνειν μελιχρόν· ὄξους δὲ ἀπέχειν καὶ παντὸς ἁλμυροῦ καὶ πόματος καὶ σιτίου· τὰ μὲν οὖν προσάρματα τῶν νεφριτικῶν τοιάδε.

  50. 2.27.1

    Ἡ δὲ ἄλλη δίαιτα, πρὸς τὰς κινήσεις [μήτε] ἐπιπολὺ, μήτε ταχέως ἄγειν· οὐδὲ γὰρ ἑτέρῳ ἕλκει οὐδενὶ κίνησις συμφέρει, πολύ γε μὴν μᾶλλον τοῖς κατὰ νεφρῶν ἕλκεσιν.

  51. 2.28.1

    Ἀλλὰ ἀτρεμοῦντα ἀνακομίζειν ἐν εὐπαθείᾳ πάσῃ, τρίψεσί τε ὡς λιπαρωτάταις, καὶ λουτροῖς, καὶ σκέπῃ. —

  52. 2.29.1

    | Τὰς δὲ ὑπογιγνομένας πλησμονὰς ἀρκέσει καὶ πυρία ξηρὰ κενῶσαι, καὶ ἔμετος· κάτω δὲ οὐ χρὴ μαλάσσειν, πλὴν ὅσα ἐπὶ ἡμέρᾳ τῶν τινι εἰρημένων βρωμάτων.

  53. 2.30.1

    Ὡς μὴ σφόδρα ταλαιπωροῖντο τοῖς ἐμέτοις, μήτε ἄγαν ἐμπλήσας κέλευε ἐξεμεῖν, καὶ τῶν ἐμετηρίων σιτίων προσάρας· ταῦτα δέ ἐστι τὰ πίονα καὶ γλυκέα, καὶ οἱ σπερματίαι σίκυοι· εἰ δὲ μὴ παρεῖεν, τὸ σπέρμα αὐτῶν τετριμμένον μετὰ μέλιτος, καὶ ἄλευρον ἑφθὸν, καὶ πόμα ἐπὶ τούτοις γλυκὺ καὶ δαψιλές.

  54. 2.31.1

    Οὐ μόνον δὲ πρὸς τὰς | πλησμονὰς ἐπαινῶ τοὺς ἐμέτους, ἀλλά μοι δοκεῖ τολμήσας τις θαμινὰ ἐξεμεῖν ταχὺ ἂν καὶ ἕλκος ἐν νεφροῖς, καὶ ἄλλην τινὰ ἐνθένδε λῦσαι βλάβην.

  55. 2.32.1

    Ὅταν δὲ εἰς τόδε ἔλθῃ, ὥστε ῥαΐζειν δύνασθαι καὶ ἀνέχεσθαι κινούμενος, τὰ μὲν πρῶτα ἡσυχῆ τε καὶ ὀλίγα καὶ ἐν ἰσοπέδῳ περιπατεῖν· στάσεις δὲ καὶ δρόμους καὶ πηδήσεις καὶ ἐξαπιναίους ἐπικύψεις φυλάσσεσθαι· ἔπειτα δὲ κατὰ ὅσον ἐπιδίδωσι ῥώμῃ τε καὶ εὐεξίᾳ, κατὰ τοσοῦτο τοῖς τε περιπάτοις, καὶ τοῖς ἄλλοις πόνοις προστιθέναι.

  56. 2.33.1

    Τὰ εἴδη τῶν ἄλλων πόνων ἐστὶν, ἀναπάλαι τε χειρῶν, καὶ τρίψεις κατὰ πολλὴν ἡσυχίαν· δίαιτα μὲν ἥδε τῶν νεφριτικῶν. —

  57. 2.34.1

    Εἰ δὲ πρὸς τὰ ἔξω τράποιτο τὸ ἐμπύημα, οἰδεῖ τε μᾶλλον ἐνταῦθα, καὶ τῇ χειρὶ κατα φανέστερον, [καὶ | τῇ ὄψει γίγνεται.

  58. 2.35.1

    Τούτ]|ους διέκαιον οἱ παλαιοὶ ᾗ ἀπεκορυφοῦτο μάλιστα, τὰ δὲ [ἕλκη ὡς τῶν κοινῶν] τὰ κοῖλα ἰῶντο· οὐ μὴν εἰς ἅπαν ἐξυγιάζετο, ἀλ[λά τι ἐσυριγγ]οῦτο τοῦ ἕλκους.

  59. 2.36.1

    Εὐρυώδης δὲ ὁ σικελὸς, καὶ Ἱππο[κράτης ἠπί]σταντο καὶ τέμνειν τοὺς νεφριτικοὺς, ὥστε παρεκελεύον[το τὸν λιθ]ιῶντα νεφρὸν καὶ ἔμπυον ταύτῃ, τέμνοντα ἰᾶσθαι, ᾧ ἀπιστεῖν | μὲν οὐκ ἔχω, τἄλλα γε ὄντι ἀγαθῷ τὴν τέχνην· αὐτὸς μέντοι οὔ φημί πω ἐπιτολμῆσαί τινι τοιούτῳ· ἐπεὶ καὶ τῷ τέμνοντι τὸν θώρακα ἐν τῇ φθινάδι νόσῳ παρὰ τὰς ἐσχάτας πλευρὰς καὶ διατιτράντι εἴσω καλῶς ποτε ἀπέβη, τοῦ πύου ταύτῃ ὑπεξελθόντος ὥστε τὸ ἄνω ἕλκος ἐπιξηρανθῆναι.

  60. 2.37.1

    Καὶ ἴσως ἐν τοῖς ἐσχάτοις ἀῤῥωστήμασι καὶ τοιοῦτόν τι τολμητέον· ὅπου γε μὴν καὶ ἄλλων ἰαμάτων ἔστιν εὐπορεῖν, οὐ χρὴ ἑκόντας ἐνταῦθα τὰ ἔσχατα ἐξευρίσκειν.

  61. 3.1.1

    Λίθοι ἐν τοῖς νεφροῖς γίνονται πωριδίοις μάλιστα ὅμοιοι· γίγνονται δὲ ἔπει|τα ὀδύναι νεφρῶν, καὶ ἐπὶ οὔροις, τὰ μὲν πολλὰ λεπτοῖς καὶ ὑδατώδεσιν, ἔστι δὲ ὅτε καὶ ἐπὶ μέλασι, καὶ ἐρυθροῖς καὶ παχέσιν.

  62. 3.2.1

    Τοὐπίπαν γε μὴν μέλαιναι αἱ οὐρήσεις λύουσι τὴν νόσον· λύουσι δὲ καὶ ἄλλαι, αἳ καθάρσεις τέ εἰσι μᾶλλον ἢ δηλώσεις, πλὴν τῶν ὀξειῶν καὶ πυρετωδῶν νόσων· ἐν ἐκείναις δὲ ἀγρυπνίας, καὶ φλεγμονὰς σπλάγχνων, καὶ σπασμοὺς, καὶ παραφροσύνας, καὶ Θανάτους πέμπουσιν.

  63. 3.3.1

    Ὥσπερ γὰρ τὰ ἄλλα μέγα διαφέρει, καὶ εἰς τὸ κακὸν, καὶ εἰς τὸ ἀγαθὸν, ὥρα τε καὶ ἡλικία, καὶ φύσις σώματος, καὶ δίαιτα, οὕτω δὴ χρὴ καὶ περὶ τῶν οὔρων προσδοκᾷν· τὰ γὰρ μέλανα, τῷ μὲν πρεσβύτῃ, καὶ φθινοπώρου, καὶ χειμῶνος, καὶ [ὅς τις] γέγονε μελάνων χυμῶν, ἧσσον δεινά | ἐστιν· πρὸς δέ τι καὶ ὑπεκφέροι τῶν λυπησάντων ἂν, εἰ μὴ ἀπέρχοιτο· τῷ δὲ νέῳ, καὶ ἦρος, καὶ ὅς τις ὑγροτέρων ἐστὶ χυμῶν, τούτῳ χαλεπώτερα. —

  64. 3.4.1

    | Τὴν μὲν οὖν ἐπὶ τοῖς οὔροις τέχνην, ἀξίαν γε οὖσαν τῷ ἰα[τρῷ παντὸς] μᾶλλον γιγνώσκεσθαι, γράψω ὕστερον. —

  65. 3.5.1

    Λιθιῶσι δὲ [καὶ ὀδύναι ἐκ δια]στημάτων· ὅταν [δὲ] πονήσῃ τὸ κῶλον· ἐστὶ δὲ τοῦτο κοιλία ἡ [κάτω· ἢ πνεύμασι, ἢ ἐ]πὶ σιτίοις ἀπέπτοις, καὶ ἄλλως ψυγὲν, τότε οὖν φῦ[σαί τε καὶ διαχωρήσεις], καὶ ἐρευγμοὶ ἀναδραμόντες ἔλυσαν τὸν πόνον, ἀτ[ὰρ καὶ λιθιῶσιν οὐ]ρήσεις πολλοῦ καὶ παχέος, πωρι δίων συναπελθόντων.

  66. 3.6.1

    Τὰ [μὲν οὖν πολλὰ] ἄνδρες κατὰ νεφροὺς | λιθιῶσιν· γυναῖκες δὲ ἥκιστα· ὤφθη γε μὴν ἤδη καὶ γυνὴ ψαμμία οὐροῦσα, ἡ μὲν ἀπὸ νεφρῶν, ἡ δὲ ἀπὸ κύστεως· ἔστι δὲ ταύταις οὐ φαύλη πάνυ ἡ νόσος· οὔτε γὰρ στραγγουρία, οὔτε πόνοι ἰσχυροὶ ἔχουσιν.

  67. 3.7.1

    Αἴτιον δέ· οἱ γὰρ οὐρητῆρες εὐρύτεροι τῇ γυναικὶ, ὥσπερ καὶ τὰ ἄλλα ἔνδον· πρὸς δὲ καὶ κατὰ εὐθὺ πεφύκασι, μήκει τε μικρότεροί εἰσιν· αἱ δὲ ἄλλαι τῶν νεφρῶν νόσοι οὐδὲ γίγνονται τοῖς θήλεσι τοὐπίπαν, πλὴν ὅσα κοινωνίᾳ τῶν ὑστερῶν· τάχα μὲν δὴ καὶ αἱ καθάρσεις κωλύουσιν· τὸ δὲ δὴ μέγιστον· ἀταλαιπωρότερον γὰρ ἐν τοῖς ἀφροδισίοις τῶν ἀνδρῶν ἀπαλλάττουσιν· εἰ δέ τι καὶ ἕτερον ἐπικαλεῖται τὰ νεφριτικὰ, καὶ αἱ τῶν μίξεων συντάσεις.

  68. 3.8.1

    Ὅσοις μὲν οὖν μείζους ἔνεισι | λίθοι, ὀδύνας τε ὀξείας παρέχουσι καὶ στραγγουρίας· οὐ γάρ εἰσιν αἱ κοιλίαι τοῖς νεφροῖς εὐρεῖαι, ἀλλὰ αὐταί τε μικρότεραι, καὶ ὁ νεφρὸς ὑπὸ στερεότητος οὐκ ἂν διασταίη, ὥσπερ ἡ κύστις.

  69. 3.9.1

    Οὐροῦνταί γε μὴν οὗτοι μᾶλλον ἢ οἱ ἐν τῇ κύστει· καὶ γάρ τι καὶ ἥττους γίνονται καὶ μαλθακώτεροι· ἅτε οὖν πολυχρόνιοι ὄντες, ἀλγεινότατοι μέν εἰσι τοῖς νεφροῖς, καὶ διὰ τῶν οὐρητήρων ἰόντες, καὶ αὖθις ὅταν εἰς τὸ αἰδοῖον ἐρείσωσιν.

  70. 3.10.1

    Πολλοὶ δὲ καὶ αἷμα ἀπούρησαν ὑπὸ βίας τοῦ λίθου, καὶ ἐνάρκησαν μηρούς τε καὶ ἰσχία, καὶ τἄλλα πάθη, ὅσα ἐπὶ τοῖς ἕλκεσιν εἴρηται.

  71. 3.11.1

    Οἱ δὲ οὐδέ τινα ὀδύνην ἔσχον, | οὐδὲ αἷμα οὔρησαν, οἷς πῶροι μὲν οὐ συνίστανται, ψαμμία δὲ λεπτά· οὐδὲ μέγα πραγμα[|τεύονται οὗ]τοι, οὐδὲ νοσεῖν οἴονται, ἅτε οὐκ ὀδυνώμενοι· χρὴ δὲ μηδενὸς [ἀμελεῖν· καὶ γὰρ τῷ] χρόνῳ ἀποδείκνυται πάντα δεινότερα. —

  72. 3.12.1

    Θεραπεύειν οὖν χρὴ τοὺς τάδε πά[σχοντας, καὶ] τὰς οὐρήσεις τῶν λίθων, καὶ τὰς ὀδύνας, τοῖς τε διὰ τοῦ πη[γάνου ἀποβρ]έγμασι, καὶ καταπλάσσοντας ἀλεύρῳ θερμίνῳ ἐ[νηψημένῳ] γλυκεῖ· μίσγειν δὲ τῷ ἀλεύρῳ πευκεδάνου τὰς ῥίζας [ὡς λειοτ]άτας καὶ μανδραγόρου φλοιὸν, καὶ μήκωνα, καὶ ὑοσκυάμου σπέρμα, καὶ ἀνθεμίδας τὰς εὐώδεις.

  73. 3.13.1

    | Ἀγαθὸν δὲ καὶ ἄρτον ἕψοντα ἐν γλυκεῖ καταπλάσσειν, μᾶλλον μὲν ὀσφὺν καὶ κενεῶνας· οὐ μὴν οὐδὲ κύστιν καὶ ἦτρον κάκιον, πυκνὰ δὲ ἄλλο καὶ ἄλλο ἐπιφέρειν πρὶν [ἢ] ψυχρὸν εἶναι τὸ πρῶτον· εἰ δὲ μὴ, θερμάσματί γε ἔξωθεν ἑτέρῳ σκεπάζειν, ὡς μὴ καταψύχηται.

  74. 3.14.1

    Πολλοῖς μὲν δὴ ἐς τὸ οὐρηθῆναι τὸν λίθον ἤρκεσε ταῦτα μόνα· σὺ δὲ ἀλλὰ καὶ τῶν οὐρητικῶν προπότιζε, τὸ μῆον, καὶ τὸ ἄκορον, καὶ τὴν ἄγρωστιν, καὶ τῆς νάρδου τὸ ἀφέψημα, καὶ τοῦ καλάμου, καὶ τοῦ ὀρεοσελίνου, καὶ ὑπερικοῦ σπέρμα, καὶ λιβανωτίδα, καὶ ἄσαρον, καὶ | κόκκον, ᾧ βάπτουσι τὰ φοινικὰ μετὰ λευκοΐου σπέρματος, καὶ ἀσφοδέλου ῥίζης ἀφέψημα μετὰ σελίνου σπέρματος, καὶ πίτυος τῶν φύλλων. —

  75. 3.15.1

    Προσφέρειν δὲ καὶ ὅσα θρύπτειν τοὺς λίθους δύναται· ἔστι δὲ σίον τε καὶ ἀδίαντον, καὶ βδέλλιον, καὶ ἀλκυόνιον, καὶ ἄγνος, καὶ τῆς ὀξείας μυρσίνης ἡ ῥίζα, σμύρνα τε καὶ τῆς δάφνης ἡ ῥίζα, καὶ παλιούρου σπέρμα· πολλάκις γὰρ ὑπὸ μεγέθους ἐνισχόμενοι, εἰς τὸν ἔσχατον κίνδυνον ἄγουσι, τῇ τε τῶν πό νων ὀξύτητι, καὶ οὐκ ἐῶντες τὸ οὖρον ὑποχωρεῖν.

  76. 3.16.1

    | Οἶδα δέ τινι τὰ μὲν ἄλλα διεξελθόντα τὸν λίθον, οὐ πολὺ δὲ ἐσωτέρω ἄκρου τοῦ αἰδοίου ἐμφραγέντα, καὶ ὀλίγου ἐδέησεν ἀπολέσθαι τὸν ἄνθρωπον ταῖς δυσουρίαις· ἀλλὰ τῇ στενῇ λαβίδι οἷοί τε ἐγενόμεθα ἐξελκύσαι αὐτόν.

  77. 3.17.1

    Εἰ δὲ μὴ οὕτως ἐξελκύσαι οἷόν τε ἦν, τέμνειν διελογιζόμεθα τομὴν παραμήκη ἄνωθεν· τὸν γὰρ | οὐρητῆρα, ὅπου μὴ μεγάλη ἀνάγκη, οὐ χρὴ τέμ[νειν· συριγγοῦται γὰρ ὡς ἐ]πίπαν, καὶ ὕστερον ταύτῃ ὕπεισιν.

  78. 3.18.1

    — Ἐνθυμεῖσθαι δὲ [ἐπὶ τοῖς νεφροὺς λιθιῶ]σι καὶ τοῦτο· εἰ μὲν γὰρ γὰρ[συγ]κείμενοι εἶεν οἱ λίθοι καὶ [τὸ οὖρον ἐπέχοιεν, χρὴ ἀνα-] φέρειν κατα[κ]λύσαντά τε ὡς μάλιστα καὶ... τῶν [οὐ....] δὲ ἐρεῖ[.... ... ἐμπεφυλάχθαι τό τε πλεῖον π[οτὸν καὶ τὰ οὐρητι]κὰ, | ἀλλὰ τοῖς χλιάσμασι ἀνιέναι, καὶ κενοῦν τὴν [γαστέρα κλύσ]ματι, ὡς μὴ πιέζωνται οἱ οὐρητῆρες.

  79. 3.19.1

    Καὶ ἐνθένδε ὅ[ταν ἐκπέσῃ] ὁ λίθος, γάλα ὄνειον διδόναι πίνειν· εἰ δὲ μὴ, ἵππειον, εἰ δὲ μὴ, αἴγ[ειον κε]ραννύων μέλιτι, καὶ τἄλλα χρηστότερον διαιτᾷν ὡς ἐν τοῖς ἕλκεσιν· αὗται μὲν περὶ τὰς οὐρήσεις τῶν λίθων αἱ θεραπεῖαι.

  80. 3.20.1

    Τὸ δὲ μετὰ τοῦτο εἰρήσεται, ὅπως ἂν καὶ τὸ σύμπαν οἱ νεφροὶ μὴ λιθιῶσιν. —

  81. 3.21.1

    Μέγιστον δὲ τῆς Θεραπείας, μετριότης σίτου καὶ πέψις· αἱ δὲ πλησμοναὶ καὶ ἀπεψίαι οὐ μόνον παροξύνουσι τὴν νόσον, ἀλλὰ καὶ ἐπάγονται· πολλοὶ γοῦν ἐπὶ ταύταις οὔρησαν Θολεράς τε ὑποστάσεις καὶ ψαμμώδεις· διὸ δὴ παρακελεύομαι καὶ ἐμεῖν ἀπὸ δείπνου πολλάκις, καὶ τοῦ | ἀψινθίου πίνειν Θαμινὰ, καί ποτε καὶ φαρμακευθῆναι κάτω, καὶ σιτία αἱρεῖσθαι ἀπὸ ὧν οὔτε πλησμοναὶ, οὔτε ἀπεψίαι ἔσονται.

  82. 3.22.1

    Παρακελεύομαι δὲ καὶ τοῖς οὐρητικοῖς καθαίρεσθαι, τὸ μὲν ἐπὶ ἡμέρᾳ ἐσθίοντα δαῦκόν τε ἑφθὸν, καὶ μάραθρον, καὶ ἱπποσέλινον, καὶ σόγχον καὶ σκόλυμον, καὶ γλήχωνα, καὶ καλαμίνθην, καὶ τῶν Θαλασσίων ἐχίνους τε καὶ στρόμβους, καὶ καρκίνους τε καὶ ἀστακοὺς, καὶ τὰ ὀστρακόδερμα· πάντα | ταῦτα μὲν τὰ ἐπὶ ἡμέρᾳ· διὰ πλείονος δὲ ἠρυγγίου τε ἀφέψημα πίνειν καὶ χαμαιπίτυος, καὶ δικτάμνου, καὶ πολίου, καὶ τριβόλου ῥίζης, καὶ κυμίνου ἀγρίου, καὶ ἃ Θρύπτειν τοὺς λίθους εἴρηται.

  83. 3.23.1

    Χρὴ δὲ καὶ τὸ ὕδωρ, τό τε εἰς τὴν ἄλλην δίαιταν, καὶ ἐν ᾦ τὰ φάρμακα | [ἐνέψεται λεπτόν τε] εἶναι καὶ γλυκὺ καὶ καθαρὸν, τὰ δὲ ποτάμια καὶ λιμναῖα [ἀποδοκιμαστέον· κ]αὶ γὰρ οὐκ ἐνόντας λίθους ποιήσειεν ἄν· καὶ τὸν οἶνον λεπτόν τε [εἶναι, καὶ γλυκὺν] καὶ λευκόν· οὐρητικὸς γὰρ μᾶλλον τοῦ μέλανος καὶ στρυφνοῦ [τε καὶ παχέος].

  84. 3.24.1

    Τό τε σύμπαν εἰς εὐεξίαν ἄγειν τὸν ἄνθρωπον ταῖς ταλαιπωρίαις [συμμέτρω]ς χρώμενος, καὶ ἀνατρίβων τό τε ἄλλο σῶμα, καὶ τὴν ὀσφὺν, [τοτὲ μὲν] ξηρότερον, τοτὲ δὲ λιπαρώτερον, ποτὲ δὲ ἐν φαρμάκοις, τῇ τρυγὶ, καὶ τῷ νίτρῳ, καὶ τῇ κισσήρει.

  85. 3.25.1

    Συμφέρει δὲ καὶ τῷ ἀρσενικῷ χρῆσθαι, ὅνπερ τρόπον αἱ γυναῖκές εἰσιν εἰθισμέναι, καὶ τὰ ἄλλα οὕτω ποι|εῖν ὡς ἐν τοῖς χρονίοις εἰθίσμεθα, καὶ ἑλλέβορον πίνειν.

  86. 3.26.1

    Εἰ δὲ μὴ ἐπὶ τούτοις παύσαιτο ἡ νόσος, συγγηράσκει.

  87. 4.1.1

    Ὅσαι δὲ σκληρότητες κατὰ νεφροὺς γίγνονται, ὀδύνας μὲν οὐκέτι παρέχουσι, δοκεῖ δὲ αὐτοῖς, ὥσπερ ἐκ τῶν κενεώνων κρέμασθαί [τι], καὶ ναρκώδεις μέν εἰσι τὰ ἰσχία, ἀκρατεῖς δὲ σκελῶν, οὐροῦσί τε ὀλίγα, τήν τε ἄλλην ἕξιν τοῖς ὑδατουμένοις μάλιστα ἐοίκασιν· οἱ δέ τινες καὶ σαφῶς ὑδατοῦνται ἐν τῷ χρόνῳ, οἷα καὶ ἀπὸ τῶν ἄλλων σπλάγχνων σκληρυνομένων.

  88. 4.2.1

    Τούτους ἁπαλύνειν κηρωταῖς, καὶ μαλάγμασι, καὶ τρίψεσι, καὶ πυριάμασι, καὶ οὐρητικὰ προσφέρειν, καὶ τὴν γαστέρα ὑποκλύζειν.

  89. 4.3.1

    Ἐλπίδες δὲ ἐντεῦθεν, καὶ τὰς κινήσεις τῶν σκελῶν ἐπανελθεῖν, καὶ μὴ ὑδατωθῆναι.

  90. 5.1.1

    Ἔσθι δὲ καὶ ἥδε ἡ νόσος νεφρῶν· οὐ δύνανται τὰ οὗρα ἠθεῖν, ἀλλὰ εὐρύτεροι ὄντες, χαλῶσί τι καὶ τοῦ αἵματος ἐκ τῆς φλεβὸς, καὶ ἄλλας παχύτητας· ὥστε εἰ κατασταθείη ὑποστάσεις τε καὶ ἐπιπάγους ἄνωθεν ἴσχειν Θαλασσίῳ πνεύμονι μάλιστα ἐμφερεῖς· οὕτω δὲ καὶ εἴκαξε Κλεόφαντος ὁ Κλεομβρότου.

  91. 5.2.1

    Πεφθέντος δὲ τοῦ σιτίου τε καὶ παρελθόντος εἰς τὰς φλέβας, οὐρεῖται ὁποῖα εἴρηται· νεαροῦ δὲ ἔτι ὄντος, καθαρὰ καὶ ἀνυπόστατα καὶ λελυμένα καὶ ὑδατώδη· αἴτιον δέ· οὐ γάρ πω [οὔτε] δέδευται | τὰ σιτία τῷ ποτῷ, οὔτε ἡμάτωται.

  92. 5.3.1

    Τὸ μὲν εἶδος | τοῦ [πάθους τοιοῦτο· πο]νοῦσι δὲ οὐδὲν, ἢ βραχὺ παντελῶς· οἱ δὲ καὶ ῥᾴους ἐπὶ[ταῖς διουρήσεσιν]· λεπτύνονταί γε μὴν ἀνὰ χρόνον πάντες καὶ μᾶλλον ὅ[σοις αἶμα πλεῖον οὐρεῖται].

  93. 5.4.1

    --—Τούτοις κατὰ ἀρχὰς ἀτρεμεῖν τε συμφέρει καὶ σιτί[α στύφοντα, καὶ οἶ]νοι μέλανες, καὶ τῶν οὐρητικῶν ἀπέχεσθαι, καὶ λα[γνείας· πίνειν δὲ] τὰ τῶν αἱμοῤῥαγιῶν φάρμακα, μάλι[στα πολυγόνου] χυλὸν, καὶ τραγάκανθον ἐν οἴνῳ βεβρεγμένην, καὶ συμφύτου τῆς [ῥίζηε] τὸ ἀφέψημα· ἐπιτιθέναι δὲ καὶ τῇ ὀσφύϊ ἔξωθεν τὰ πρὸς τοὺς [ῥοῦς] καὶ τὰς πτύσεις τοῦ αἵματος, καὶ ὅσα ξηρότητι συντείνειν δύναται· μετὰ δὲ, ἀνατρέφειν τὴν ἕξιν γάλακτί τε μηλείῳ, καὶ σιταρίοις, καὶ κρέασι, ἕως ἂν καὶ τὰ γυμνάσια ἤδη προσδέχωνται, καὶ τὸ σύμπαν σῶμα [εἰς] ἰσχὺν ἄγειν· οὕτω | γὰρ καὶ οἱ νεφροὶ τὸ οἰκεῖον ἔργον ἐπιτελέσουσιν· οἰκεῖον δέ που τοῖς νεφροῖς διηθεῖν τὰ οὖρα ἀπὸ τοῦ αἵματος, καὶ μήτε χροιὰν αἵματος, μήτε αἷμα αὐτὸ, μήτε παχύτητα ἄλλην μηδεμίαν παριέναι ἔξω. —

  94. 5.5.1

    Οἷς δὲ κατὰ περιόδους αἵματος οὔρησις γίγνεται, πρὶν μὲν κενωθῆναι τοῦ αἵματος, βαρεῖς κατὰ ὀσφὺν καὶ ἐπώδυνοί εἰσιν· κενωθέντες δὲ ἐπικουφίζονται, ὥσπερ ἐπὶ αἱμοῤῥοΐδι. Χρὴ οὖν φλέβα τέμνειν ἐν ἀγκῶνι, ὀλίγον τῆς περιόδου ἔμπροσθεν.

  95. 5.6.1

    Τὸ μὲν κεφάλαιον τῆς Θεραπείας τόδε· διαιτᾷν δὲ, ὥσθε μὴ πληθώραν ὑπογίγνεσθαι, καὶ τὰ ἄνω γυμνάζειν.

  96. 6.1.1

    Κοινὴ δὲ ἄλλη νόσος ἥπατος καὶ φλεβὸς τῆς | ἐπὶ νεφροὺς τει νούσης, καὶ αὐτῶν [τῶν] νεφρῶν, καὶ προσέτι οὐρητήρων καὶ κύστεως, εἰ καῦμα ἔχοι τὸν ἄνθρωπον, καὶ δίψα ἄπαυστος, καὶ πίνων αὐτίκα οὐροίη, καὶ συντήκοιτο τὸ σῶμα ἐπὶ κύστιν.

  97. 6.2.1

    Κοιλίαι δὲ τούτοις ξηραίνονται, καὶ ἀνίδρωτές εἰσι, καὶ ἀπόλλυνται ἐν χρόνῳ λεπτυνθέντες.

  98. 6.3.1

    Καὶ | [ὅτι λειεντερίαν εὗρον] ἐγγυτάτω ταύτης, διάῤῥοιαν εἰς οὖρα ὠνόμα[σαν, οὐ λειουρίαν· ἀλλ]ὰ νῦν γεὀνομαδέσθω· καὶ γάρἐστιν οἷον ἡ λειεντερία [κατὰ ἔντερα, τοι]όνδε ἄλλο κατὰ κύστιν τὸ εἰρη|μένον ἀῤῥώστημα.

  99. 6.4.1

    Καὶ [συμβαίνει ἐνθένδε] ὥσπερ καὶ ἐκ τῆς λειεν τερίας τελευτῆσαι [τὸν ἄῤῥωστον] ἀποληφθέντων ἀθρόως τῶν οὔρων, εἰ μή τις ἐμέ[τῳ ἀντι]σπᾷν ἐθέλοι· τοῦτο γὰρ τὸ μέγιστον ἴαμα τῇ νό[σῳ ταύτῃ πι]όντα αὐτίκα ἐξεμεῖν.

  100. 6.5.1

    Πίνειν δὲ ὡς ψυχρότατον καὶ τἄλλα τῇ διαίτῃ ψυχροτέρᾳ χρῆσθαι, τῶν τε ψυχόντων λαχάνων ἐσθίοντα, καὶ κυκεῶνα πίνοντα, καὶ πτισάνης χυλὸν ῥοφοῦντα· οὐρητικὸν δὲ μηδὲν προσφέρειν, ἀντισπᾷν δὲ καὶ εἰς ἱδρῶτας· εἰ γὰρ καλῶς δύναιτο ἐξιδροῦν, ἐπιξηραίνοιντο ἂν αἱ οὐρήσεις.

Next → — showing 1100 of 185

First Thousand Years of Greek. CTS URN tlg0564.tlg001.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.