Adversus mathematicos
- 2.55.1
ὡς ἔφην, ἐτεχνο λογεῖτό τινα περὶ τούτων τοῖς ῥήτορσι, τάχα ἂν καὶ τὸ καλῶς λέγειν καὶ τὴν κεκαλλω- πισμένην λέξιν ἐκ ῥητορικῆς εἶχον. νῦν δὲ επεὶ ταύτης τῆς θεωρίας οὐ ψαύουσιν, ἢ εἰ ψαύοιεν, οὔτι γε κατὰ ῥη- τορικήν, λεκτέον μὴ ῥητορικῆς ἴδιον εἶναι τὸ καλλιλεκτεῖν.
- 2.56.1
ἣ τε λέξις καθʼ ἑαυτὴν οὔτε καλή ἐστιν οὐτε μοχθηρά. τεκμήριον δὲ τὸ τῇ αὐτῇ ὑπὸ μὲν ἀστείου καὶ σεμνοῦ λεγομένῃ προσκόπτειν ἡμᾶς, ὑπὸ δὲ μίμου γελω τοποιοῦν- τος μηδαμῶς. διόπερ ὅταν λέγηται ὁ ῥήτωρ καλῆς λέ- ξεως εἶναι κατασκευαστικός, ἤτοι κατὰ τοῦτο λέγεταμι, καθὸ τὴν τὰ συμφέροντα πράγματα δη λοῦσαν λέξιν κατα- σκευάζει, ἢ τὴν οἵα ἐστὶν ἡ τοῦ ἑλληνίζειν, ἢ τὴν [οἵαν] ἐναργῶς καὶ συντόμως καὶ ἐγκατασκεύως δηλοῦσαν τὰ πράγματα.
- 2.57.1
οὔτε δὲ καθὸ τὴν τὰ συμφέροντα πράγματα μηνύουσαν· οὐδὲν γὰρ ἴσασι περὶ τούτων τῶν πραγμάτων οἱ ῥήτορες. οὔτε καθὸ τὴν οἵα ἐστὶν ἡ τοῦ ἑλληνίζειν κοινὸν γὰρ ἧν τοῦτο τῶν τῇ συνηθείᾳ καὶ ταῖς ἐλευθέ- ραις τέχναμις προσεχόντων. οὔτε καθὸ τὴν σαφῶς καὶ συν- τόμως καὶ ἐγκατασκεύωος μηνύουσαν τὰ πράγματα· τοὐ- ναντίον γὰρ περίοδον καὶ ἐπιφώνημα λέγειν θέλοντες οἱ ῥήτορες, καὶ μὴ φωνᾶεν φωνάεντι συγκρούειν, καὶ ὁμοιο- τέλευτον διάνοιαν κατακλίνειν, ἐκκλείονται τῆς σαφοῦς ἅμα καὶ συντόμου τῶν πραγμάτων ἑρμηνείας.
- 2.58.1
οὐκ ἄρα ῥητορικῆς ἐστι τὸ κατασκευάζειν καλὴν λέξιν καὶ τὸ εὖ λέγειν. δοθέντος τε τούτου οὐδʼ ἄν τις ἕλοιτο τὴν τοιαύτην φράσιν, πρῶτον μὲν διὰ τὸ μὴ πίπτειν αὐτὴν εἰς τὴν κοινὴν τοῦ βίου χρῆσιν οὐδεὶς γὰρ ἡμῶν οὕτω διαλέ- γεται ὡς οἱ ῥήτορες ἐπὶ τῶν δικαστηρίων, ἐπεὶ κατα- γελασθήσεται. καὶ αὐτοὶ δὲ ἐκεῖνοι πάντοτε ἐξελθόντες τῆς διατριβῆς καὶ τοῦ ἀγῶνος ἄλλῃ χρῶνται πρὸς τοὺς πέλας ἑρμηνείᾳ.
- 2.59.1
εἶτα καὶ ὡς ἔφην, προσκοπὴν ἐμποιεῖ τὸ μετὰ προσοχῆς καὶ ῥητορείας λαλεῖν. μετακτέον δέ τὰ | πρότερον πρὸς τοὺς ἀναλογιστικοὺς τῶν γραμματικῶν εἰρημένα, καὶ διδακτέον ὅτι τῇ συνηθείᾳ προσεκτέον μᾶλ- λόν ἐστι θέλοντας εὖ λέγειν ἤπερ τέχνῃ τινὶ περιεργοτέρᾳ.
- 2.60.1
Τὸ νῦν δέ μετελθόντες καὶ ἀπὸ τοῦ τέλους τῆς ῥη- τορικῆς ποιώμεθα τὰς ἐνστάσεις. πάλιν τοίνυν λεκτέον ὡς εἰ μηδέν ἐστι ῥητορικῆς τέλος, οὐδέν ἐστι ῥητορικὴ διὰ τὸ πᾶσαν τεχνικὴν ἕξιν πρός τι τέλος λαμβόνειν τὴν ἀνα- φοράν. οὐχὶ δέ γε ἔστι τι ῥητορικῆς τέλος, ὡς δείξομεν· οὐκ ἄρα ἐστὶ τέχνη ἡ ῥητορική.
- 2.61.1
οἱ μὲν οὖν πλεῖστοι καὶ χαρίεντες ἔσχατον οἴονται τῆς ῥητορικῆς ἔργον εἶναι τὸ πείθειν. καὶ γὰρ οἱ περὶ τὸν Πλάτωνα εἰς τοῦτο ἀπι- δόντες δύναμιν εἰρήκασιν αὐτὴν τοῦ διὰ λόγων πείθειν, καὶ οἱ περὶ τὸν Ξενοκράτην πειθοῦς δημιουργόν, καὶ Ἀριστοτέλης (rhet. Ι 2. 1355b 26) δύναμιν τοῦ θεωρεῖν τὸ ἐνδεχόμενον πιθανόν. καὶ Ἀρίστων ὁ Κριτολάου γνώ- ριμος σκοπὸν μὲν ἐκκεῖσθαί φησιν αὐτῇ τὴν πειθώ, τέλος δὲ τὸ τυχεῖν τῆς πειθοῦς.
- 2.62.1
καὶ Ἑρμαγόρας τελείου ῥήτορος ἔργον εἶναι ἔλεγε τὸ τεθὲν πολιτικὸν ζήτημα διατίθεσθοι κατὰ τὸ ἐνδεχόμενον πειστικῶς. Ἀθήναιος δὲ λόγων δύ- ναμιν προσαγορεύει τὴν ῥητορικὴν στοχαζομένην τῆς τῶν ἀκουόντων πειθοῦς, καὶ Ἰσοκράτης φησὶ μηδὲν ἄλλο ἐπι- τηδεύειν τοὺς ῥήτορας ἢ ἐπιστήμην πειθοῦς.
- 2.63.1
ὅθεν καὶ ἡμεῖς στοιχοῦντες τῇ τούτων φορᾷ λέγομεν εὐθὺς ὅτι τὸ πιθανὸν προσαγορεύεται τριχῶς, κσθʼ ἕνα μὲν τρόπον ὅπερ ἐναργῶς τε ἀληθές ἐστι καὶ ἀληθοῦς ἐμποιοῦν φαντα- σίαν ἐπισπᾶται ἡμᾶς εἰς συγκατάθεσιν, καθʼ ἕτερον δέ ὅπερ ψεῦδός ἐστι καὶ ἀληθοῦς ἐμποιοῦν φαντασίαν ἐπι- σπᾶται ἡμᾶς εἰς συγκατάθεσιν (ὅπερ καὶ εἰκὸς ὀνομάζειν εἰώθασιν οἱ ῥήτορες ἀπὸ τοῦ ἐοικὸς εἶναι τῷ ἀληθεῖ), κατὰ δὲ τὸν τρίτον τρόπον τὸ κοινὸν τοῦ τε ἀληθοῦς καὶ ψεύδους.
- 2.64.1
τοσαυταχῶς δὴ λεγομένου τοῦ πιθανοῦ, ἄξιόν ἐστι πυθέσθαι τῶν ῥητόρων κατὰ τί τούτων τῶν πιθα- νῶν οἴονται | τὴν ῥητορικὴν τοῦ πείθειν ἐφίεσθαι, καὶ περὶ ποῖον αὐτῶν τεχνιτεύειν αὐτὴν ἀξιοῦσιν, περὶ τὸ ἐναργῶς ἀληθές ἢ περὶ τὸ ἐοικὸς τούτῳ ψεῦδος ἢ ὃ περὶ τὴν ἀμφο- τέρων κοινότητα στρέφεται.
- 2.65.1
ἀλλὰ περὶ μέν τὸ ἐναργῶς ἀληθὲς οὐχ οἷόν τε τοῦτο γὰρ ἐξ αὑτοῦ πείθει καὶ ἐπι- σπᾶται ἡμᾶς πρὸς συγκατάθεσιν, ὥστε παρέλκειν τὴν ἐκ ῥητορικῆς ἐπʼ αὐτοῦ συνισταμένην πειθώ. καὶ καθάπερ οὐδεμιᾶς δεόμεθα τέχνης πρὸς τὸ πείθεσθαι ὅτι νῦν ἡμέρα ἐστὶν ἢ ὅτι νῦν ἐγὼ διαλέγομαι, πραγμάτων ὄντων ἐναργῶν καὶ αὐτοφωράτων, οὕτως οὐδέ πρὸς τὸ συγκατα- τίθεσθαι τῷ ἀνδροφόνον εἶναι τὸν ἐπʼ αὐτοφώρῳ λη φθέντα ἀνδροφόνον χρεία ῥητορικῆς.
- 2.66.1
καὶ ἄλλως, εἰ τοῦ προ- δήλως ἀληθοῦς, ᾗ πιθανόν ἐστι, θεωρητικὴ καθέστηκεν ἡ ῥητορική, πάντως καὶ τοῦ ἀπιθάνου γενήσεται θεωρη- τική ταυτὶ γὰρ κατὰ τὴν νῦν ὡς πρὸς ἄλληλα σχέσιν λαμβάνεται, καὶ ᾧ λόγῳ ὁ τὸ ἀριστερὸν κατειληφὼς ἐξ ἀνάγκης ἐπιβάλλει καὶ τῷ οὗ ἀριστερόν ἐστιν, οὕτως ὁ τὸ πιθανὸν ἀληθὲς διακρίνων ἀπὸ τοῦ μὴ τοιούτου γνῶ- σιν ἔχει καὶ τοῦ ἀλθοῦς ἀπιθάνου.
- 2.67.1
ἐπεὶ οὖν πᾶν ἀληθές, ὁποῖόν ποτʼ ἂν ᾖ, ἤτοι πιθανόν ἐστιν ἢ ἀπίθανον, ἀκο- λουθήσει τὴν ῥητορικὴν παντὸς ἀληθοῦς εἶναι θεωρητι- κήν. τῷ δέ παντὸς ἀληθοῦς εἶναι θεωρητικὴν ἀκολουθή- σει τὸ καὶ παντὸς ψεύδους· ᾧ γὰρ λόγῳ ὁ διακριτικὸς τοῦ πιθανοῦ ἐξ ἀνάγκης καὶ τοῦ ἀπιθάνου διακριτικὸς ἔσται, τῷ αὐτῷ καὶ ὁ παντὸς ἀληθοῦς ἐπιγνώμων συν- επιβάλλει παντὶ τῷ ἀντικειμένῳ, τουτέστι τῷ ψεύδει. εἰ δέ τοῦτο, ἔσταμι ἡ ῥητορικὴ γνῶσις ἀληθῶν τε καὶ ψευ- δῶν. οὐ πάνυ δέ γε τοῦτο τοίνυν οὐδὲ τοῦ αὐτόθεν ἀλη- θοῦς ἐστι θεωρητική.
- 2.68.1
καὶ μὴν τοῖς ἀντικειμένοις συναγο- ρεύειν ἐπαγγέλλεται, τὰ δὲ ἀντικείμιενα οὔκ ἐστιν ἀληθ οὐκ ἄρα τοῦ ἀληθοῦς ἐφίεται ἡ ῥητορική. καὶ μὴν οὐδέ τοῦ ψεύδους· οὐδεμία γὰρ περὶ ψεῦδος ἵσταται τέχνη, ἀλλʼ ἀναγκαῖόν ἐστι τὴν | ῥητορικὴν τοῦτο μεταδιώκουσαν ἢ μὴ εἶναι τέχνην ἢ κακοτεχνίαν ὑπάρχειν, μετὰ τοῦ πάλιν τὰς αὐτὰς ὑπαντιάζειν ἀπορίας.
- 2.69.1
εἰ γὰρ περὶ τὸ πιθανὸν ψεῦδος καταγίνεται, πάντως εἴσεται καὶ τὸ ἀπί- θανον. ἐπεὶ οὖν πᾶν ψεῦδος ἤτοι πιθανόν ἐστιν ἀπί- θανον, παντὸς ψεύδους ἐπιστήμη γενήσεται, καὶ διὰ τοῦτο καὶ παντὸς ἀληθοῦς, ὤστ’ αὐτὴν μὴ διαφέρειν τῆς δια- λεκτικῆς ὃ κατὰ πολλοὺς τρόπους ἐστὶν ἄτοπον.
- 2.70.1
οὐ μὴν ἀλλʼ εἰ τῶν ἀντικειμένων συνήγορος καθέστηκε, τὰ δὲ ἀντικείμενα οὔκ ἐστι ψευδῆ, οὐκ ἂν εἴη ψεύδους θεωρη- τική. ἔτι εἴπερ εἰκός ἐστι τὸ τὰς πλείστας ἀφορμὰς εἰς τὸ ἀληθὲς εἶναι παρεχόμενον, καὶ παράλογον, ὃ δὴ τούτῳ ἀντίκειται, τὸ ὀλίγας ἀφορμὰς καὶ σπανίους ἔχον εἰς τὸ ἀληθὲς εἶναι, πάντως ἡ ῥητορικὴ εἰς τὸ ἐναντίον ἐπιχει- ροῦσα οὐ μᾶλλον τοῦ εἰκότος ἢ τοῦ ἀντικειμένου στοχά- ζεται.
- 2.71.1
καὶ μὴν οὐδὲ τὸ κοινὸν τοῦ τε ἀληθοῦς καὶ ψεύ- δους μεταδιώκει· ἐν τούτῳ γὰρ καὶ ψεῦδος κατεπέπλεκτο· ἄτοπόν τε καθειστήκει τὸ τέχνην ψευδέσι χρῆσθαι, σὺν τῷ κατὰ τὸν προυποδεδειγμένον τρόπον ἀκολουθεῖν τὸ καὶ ἐπιστήμην αὐτὴν ἀληθῶν τε καὶ ψευδῶν γίνεσθαι, τοῦ πράγματος μὴ οὕτως ἔχοντος. ἀλλʼ εἰ μήτε ἀληθὲς μήτε ψεῦδος μήτε τὸ κοινὸν ἀμφοτέρων θεωρεῖν δύναται ἡ ῥητορική, παρὰ δέ ταῦτα οὐδέν ἐστι πιθανόν, οὐκ ἂν εἴη ῥητορικῆς τὸ πείθειν.
- 2.72.1
Ἡμεῖς μὲν οὖν ταύταις ἀξιοῦμεν ταῖς ἐνστάσεσι χρῆ- σθαι πρὸς τοὺς ῥήτορας, ἄλλοι δὲ καὶ τὰς λεχθησομένας εἰώθασι παραλαμβάνειν, αἷς ἐξέσται τῷ βουλοιένῳ χρῆ- σθαι. φασὶ γάρ, ἤτοι τέχνη ἐστὶν ἡ ῥητορικὴ ἢ οὔκ ἐστιν. καὶ εἰ μὲν μή ἐστι, μηδὲ τέλος αὐτῆς ζητῶμεν εἰ δέ ἐστι, πῶς κοινὸν ἔχει τέλος καὶ τοῦ μὴ ῥήτορος; τὸ γὰρ πείθειν πολλοῖς πάρεστι διὰ πλοῦτον ἢ κάλλος ἢ δόξαν, ὡς πρότερον (§ 4) ὑπεδείκνυμεν.
- 2.73.1
ῥηθέντων δὲ πολλάκις τῶν λόγων καὶ ἐπʼ αὐτοῖς πεπεισμένων τῶν δικαστῶν οὐδὲν | ἧττον προσμένουσιν οἱ ῥήτορες, ἕτερόν τι ἀπεκδε- χόμενοι τέλος, καὶ προσμένοντες δέονται. οὐκ ἄρα τὸ πεί- θειν ῥητορικῆς ἐστι τέλος, ἀλλʼ εἰ ἄρα, 〈τὸ〉 μετὰ τοῦτο ἐπακολουθοῦν.
- 2.74.1
ἄλλως τε καὶ ἐναντίος ἐστὶν ὁ ῥητορικὸς λόγος πειθοῖ. πρῶτον μὲν γὰρ περίεργος καθέστηκεν, προσκόπτουσι δὲ οἱ πολλοὶ τῇ τοῦ λόγου περιεργίᾳ·
- 2.75.1
εἶτα ὁ ἀσαφὴς λόγος οὔκ ἐστι πειστικός, ὁ δὲ τῶν ῥητόρων λόγος ἐν περιόδοις κείμενος καὶ ἐνθυμήμασιν ἧττόν ἐστι σαφής· οὐκ ἄρα πειστικὸς ὁ ἀπὸ τῆς ῥητορικῆς ἐστι λόγος.
- 2.76.1
ὅ τε εὔνοιαν τοῖς δικασταῖς ἐμποιῶν λόγος, οὗτός ἐστι πειστικός· εὔνοιαν δὲ ἐμποιεῖ οὐχ ὁ ῥητορικὸς ἀλλʼ ὁ ἀφελὴς καὶ τὸν ἰδιωτικὸν ὑποφαίνων τύπον. τῷ μὲν γὰρ τοῦ ῥήτορος ἀντίκεινται πάντες ταῖς ὑπεροχαῖς φθο- νοῦντες· κἂν γὰρ δίκαια κατασκευάζῃ ὁ ῥήτωρ, δοκοῦσι μὴ διὰ τὴν τῶν πραγμάτων φύσιν ἀλλὰ διὰ τὴν τοῦ ῥή- τορος πανουργίαν τὰ [μὴ ] δίκαια τοιαῦτα αὐτοῖς φαίνε- σθαι·
- 2.77.1
τῷ δὲ τοῦ ἰδιώτου ὡς ἀσθενεῖ πᾶς τις συναγωνί- ζεται, καὶ τῷ ἧττον δικοίῳ προσδοξάζει τὸ μᾶλλον δί- καιον διὰ τὸ ὑπὸ ἀφελοῦς καὶ ἰδιώτου κατασκευάζεσθαι. παρʼ ἣν αἰτίαν Ἀθηναίοις τὸ παλαιὸν οὐκ ἐπετέτραπτο συνήγορον παρίστασθαι τοῖς κρινομένοις ἐπὶ τῆς. ἐν Ἀρείῳ πάγῳ βουλῆς, ἀλλʼ ἕκαστος ὡς εἶχε δυνάμεως, ἀδιαστρόφως καὶ ἀπανούργως ὑπὲρ ἑαυτοῦ τοὺς λόγους ἐποιεῖτο.
- 2.78.1
καὶ μὴν εἴπερ ἐπίστευον αὑτοῖς οἱ ῥήτορες ὅτι πειστικὴν ἔχουσι δύναμιν, ἐχρῆν αὐτὺς μήτε ἔλεον μήτε οἴκτους μήτε ὀργὰς ἢ ἄλλα τινὰ τοιαῦτα κινεῖν, ἅπερ πείθει μὲν οὐδαμῶς, παραλογίζεται δὲ τὴν τῶν δικαστῶν γνώμην καὶ ἀντισκοτεῖ τῷ δικαίῳ.
- 2.78.2
Ἀλλʼ ὅτι μὲν οὐκ ἐνδέχεται τὸ πείθειν τέλος εἶναι ῥη- τορικῆς, δέδεικται·
- 2.79.1
τινὲς δὲ τοῦτο μιὲν οὐ λέγουσιν αὐτῆς τέλος, τὸ δέ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους· οἱ δὲ τὸ δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν· πραγμάτων | οἵαν οἱ λέγοντες θέλουσιν, ἄλλοι δὲ τὸ συμφέρον, τινές δὲ τὸ νικᾶν.
- 2.80.1
ὧν πρὸς μὲν τοὺς πρώτους ῥητέον ὡς εἶπερ τοὺς ἐνδεχομένους εἰς τὰς ὑποθέσεις λόγους εὑρεῖν ἐπαγγέλ- λεται ἡ ῥητορική, ἤτοι τοὺς ἀλθεῖς ἢ δυνατούς ῥηθῆναι ἐπαγγέλλεται. οὔτε δὲ τοὺς ἀληθεῖς· κανόνα γὰρ καὶ κρι- τήριον τῆς τῶν ἀλη??ῶν καὶ ψευδῶν διαγνώσεως αὐτοὺς ἔχειν δεῖ, ὅπερ οὐκ ἔχουσιν οὔτε τοὺς δυνατοὺς ῥηθῆναι ἀγνοοῦντες γὰρ τοὺς ἀληθεῖς οὐδὲ τοὺς δυνατοὺς ῥηθῆναι ἐπιγνώσονται.
- 2.81.1
οὐκ ἄρα ῥητορικῆς 〈τέλος〉 ἐστι τὸ τοὺς ἐνόντας καὶ δυνατοὺς εὑρίσκειν λόγους, ἥ τε ῥητορικὴ οὐ- δὲν ἄλλο ἐστὶν τὸ τοὺς ἐνδεχομένους εὑρεῖν λόγους. ὅθεν ὁ τοῦτο λέγων τέλος δυνάμει τὴν ῥητορικὴν τέλος εἶναι λέγει τῆς ῥητορικῆς.
- 2.82.1
οὖ τε χάριν ἅπαντά φησι πράσσειν ὁ ῥήτωρ, ἐκεῖνο ἂν τέλος εἴη οὐχὶ δέ γε χάριν τῶν ἐνδεχομένων ἐπιχειρήσεων πάντα πράσσει ὁ ῥήτωρ, ἀλλὰ τοῦ μετὰ τὰς ἐπιχειρήσεις ἐπακολουθοῦντος τοίνυν οὐκ ἂν εἴη τέλος ἐκεῖνο.
- 2.83.1
καὶ μὴν οὗπερ δεῖται τέλους τυχεῖν ὁ ῥήτωρ, τούτου καὶ ὁ μισθωσάμενος αὐτὸν ἰδιώτης· τοῦ δέ γε τοὺς ἐνδεχομένους εὑρεῖν λόγους οὐ σπεύδει τυχεῖν ὁ ἰδιώτης, ἀλλʼ ἑτέρου τινός· ἐκεῖνο ἄρα τέλος γενήσε- ται, καὶ οὐ τὸ τούς ἐνδεχομένους λόγους εὑρεῖν.
- 2.84.1
καὶ μὴν οὐδὲ τὸ δόξαν ἐμποιεῖν τοῖς δικασταῖς περὶ τῶν πραγ- μάτων οἵαν οἱ λέγοντες θέλουσιν τοῦτο γὰρ οὐ δι- ήνεγκε τοῦ [μὴ ] πείθειν, ἐπείπερ ὁ πεπεικὼς δόξαν ἐμπε- ποίηκε τοῖς δικασταῖς περὶ τῶν πραγμάτων οἵαν οὗτος θέλει. ἐδείξαμεν (§ 60— 71) δὲ ἡμεῖς ὅτι οὔκ ἐστι τῆς ῥητορικῆς τέλος τὸ πείθειν, ὥστε οὐδὲ τὸ δόξαν ἐμποιεῖν. ἀλλὰ μὴν οὐδὲ τὸ συμφέρον,
- 2.85.1
ὡς ἠξιώκασί τινες ὅ τι γὰρ τοῦ μέρους ἐστὶ τέλος, τοῦτο οὐκ ἂν εἴη τοῦ ὅλου τέλος μέρους δέ γε τῆς ῥητορικῆς τοῦ συμβουλευτικοῦ τέλος λέ- γουσιν οἱ ῥήτορες εἶναι τὸ συμφέρον· οὐκ ἄρα τῆς ὅλης ῥητορικῆς ἐστι τέλος. ὅπερ τε πάσης τέχνης ἐστὶ τέλος κοινῶς, τοῦτο οὐκ ἂν εἴη τῆς ῥητορικῆς μόνης· τὸ συμ- φέρον δε γε πάσης τέχνης ἐν τῷ βίῳ τέλος ἐστίν οὐκ ἄρα τῆς ῥητορικῆς ἰδιαίτερον καθέστηκεν.
- 2.86.1
λείπεται οὖν τὸ νικᾶν αὐτῆς εἶναι τέλος. ὃ πάλιν ἀδύνατόν ἐστιν. ὁ γὰρ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ γραμματικὴν τέλους οὐκ ἂν εἴη γραμματικός, καὶ ὁ πολλάκις μὴ τυγχάνων τοῦ κατὰ μουσικὴν τέλους οὐκ ἄν εἴη μουσικός. τοίνυν καὶ ὁ μὴ τυγχάνων πολλάκις τοῦ κατὰ ῥητορικὴν τέλους οὐκ ἂν εἴη ῥήτωρ.
- 2.87.1
ὁ δέ γε ῥήτωρ πλειονάκις νικᾷ νικᾶται, καὶ τοσούτῳ πλεῖον ὅσῳ δυναμικώτερός ἐστι, τῶν τὰ ἄδικα ἐχόντων πράγματα ἐπʼ αὐτὸν συντρεχόντων. οὐκ ἄρα ῥήτωρ ἐστὶν ὁ ῥήτωρ. ὅ τε μὴ τυχὼν τοῦ κατὰ ῥητορικὴν τέλους οὐκ ἂν ἐπαινοῖτο, ῥήτορα δὲ ἐνίοτε νικη- θέντα ἐπαινοῦμεν· οὐκ ἄρα ῥητορικῆς τέλος ἐστὶ τὸ νικᾶν.
- 2.88.1
Ὥστε εἰ μήτε ὕλην ἔχει ἡ ῥητορικὴ περὶ ἣν τεχνι- τεύει, μήτε τέλος ἐφʼ ὓ ἀνάγεταμι, οὐκ ἂν ὑπάρχοι ἡ ῥη- τορική. οὔτε δέ ὕλην ἔχει οὔτε τέλος, καθὼς παρεστή- σαμεν οὐκ ἄρα ὑπάρχει ἡ ῥητορική.
- 2.89.1
Ἐναπορήσειε δʼ ἄν τις αὐτοῖς καὶ ἀπὸ τῶν μερῶν αὐ- τῆς. μέρη δὲ λέγουσι ῥητορικῆς τὸ δικανικόν τε καὶ συμ- βουλευτικὸν καὶ ἐγκωμιαστικόν, τούτων δὲ τσῦ μὲν δι- κανικοῦ τέλος εἶναι τὸ δίκαιον, τοῦ δέ συμβουλευτικοῦ τὸ συμφέρον, τοῦ δὲ ἐγκωμιαστικοῦ τὸ καλόν. ὅπερ εὐ- θέως ἄπορόν ἐστιν.
- 2.90.1
εἴπερ γὰρ ἄλλο τι καθέστηκεν ἡ δι- κανικὴ ὑπόθεσις καὶ ἄλλο τι ἡ συμβουλευτικὴ καὶ οὐ ταὐτὸν τῇ ἐγκωμιαστικῇ, πάντως τὸ τέλος τῆς δικανικῆς οὐκ ἂν εἴη καὶ τῆς συμβουλευτικῆς τέλος, καὶ τὸ ταύτης οὐκ ἔσται τῆς ἐγκωμιαστικῆς, καὶ ἐναλλάξ. ἐπεὶ οὖν τῆς συμβουλευτικῆς τέλος ἐστὶ τὸ συμφέρον, οὐκ ἂν εἴη τοῦτο τῆς δικανικῆς τέλος. ἦν δέ γε τῆς δικανικῆς τέλος τὸ δί- καμιον· οὐκ ἄρα τὸ δίκαιόν ἐστι συμφέρον.
- 2.91.1
καὶ πάλιν, ἐπεὶ ὡς τὰ μέρη ταῦτα διαφέρει ἀλλήλων, οὕτω καὶ τὰ τέλη διοίσει, παρόσον τῆς ἐγκωμιαστικῆς τέλος ἐστὶ τὸ καλὸν 〈τῆς δὲ δικανικῆς τὸ δίκαιον, οὐκ ἔσται δίκαιον τὸ καλὸν 〉 μὲν εἶναι καὶ τὸ δίκαιον καλόν ὅπερ ἄτοπον.
- 2.92.1
καὶ μὴν εἰ τῆς ὅλης ῥητορικῆς τέλος ἐστὶ τὸ πεί- θειν, τοῦ δὲ δικανικοῦ τὸ δίκαιον καὶ τοῦ συμβουλευτι- κοῦ τὸ συμφέρον καὶ τοῦ ἐγκωμιαστικοῦ τὸ καλόν, οὐ πάντως τὸ δίκαιον ἔσται πιθανόν, οὐδέ τὸ συμφέρον, οὐδέ τὸ καλόν ὅπερ μάχεται τῷ διὰ παντὸς τὴν ῥητορι- κὴν ἐφίεσθαι τοῦ πείθειν.
- 2.93.1
Ἄλλως τε ἐπὶ τοῦ δικανικοῦ ἤτοι διὰ δικαίων μόνον λόγων ἕλξει τοὺς δικαστὰς ἐπὶ τὸ τέλος ἡ ῥητορικὴ 〈 διὰ τῶν ἀδίκων μόνον〉 ἢ διὰ τῶν δικαίων ἅμα καὶ ἀδί- κων. ἀλλʼ εἰ μὲν διὰ τῶν δικαίων μόνον, ἀρετὴ γενήσεται· οὐχὶ δέ γε ἀρετή ἐστιν ἡ στοχαζομένη τῆς ὀχλικῆς πει- θοῦς, ἐν ᾖ πολὺ τὸ εἰκαῖον καὶ ἐξαπατητικόν οὐκ ἄρα διὰ τῶν δικαίων μόνον ἐπὶ τὸ τέλος ἄγειν πέφυκε τοὺς ἀκούοντας.
- 2.94.1
εἶτα οὐδέ συστήσεται ἐξ ἐναντίας λόγος ἀεί ποτε τὸ δίκαιον ταύτης μεταδιωκούσης, τοῦ δʼ ἐναντίου μὴ ὄντος λόγου οὐδὲ ῥητορική τις γενήσεται, ὥστε οὐδέ ταύτῃ τοῖς δικαίοις μόνον χρήσεται λόγοις. καὶ μὴν οὐδέ τοῖς ἀδίκοις, ἐπεὶ ἄδικος γενήσεται, καὶ πάλιν τοῦ ἐν- αντίου μὴ ὄντος λόγου ἀσύστατος ἔσται. λείπεται ἄρα διʼ ἀμφοτέρων αὐτὴν βαδίζειν· ὃ πολλῷ τῶν προτέρων ἐστὶν ἀτοπώτερον ἔσται γὰρ ἄμα ἀρετὴ καὶ κακία, ὃ τῶν ἀδυνάτων καθέστηκεν. οὐ τοίνυν ῥητέον μέρος εἶναί τι ῥητορικῆς δικανικὸν ὃ τέλος ἔχει τὸ δίκαιον.
- 2.95.1
Πρός γε μὴν τοῖς εἰρημένοις, εἶπερ ὑποδεῖξαι τὸ δί- κμιον τοῖς δικασταῖς ἐν τῷ δικανικῷ μέρει τῆς ῥητορικῆς ὁ ῥήτωρ προτίθεται, ἤτοι αὐτόθεν φαινόμενόν ἐστι καὶ ὁμόλογον τὸ δίκαιον ὅπερ ὑποδείκνυσιν, ἢ ἀμιγισβητήσι- μον. ἀλλὰ φαινόμενον μὲν οὐκ ἂν εἴποιεν ἐπὶ τούτου γὰρ οὐ συνίσταται ὁ ῥητορικὸς λόγος, ἀναμφισβητήτου καθεστῶτος. λείπεται οὖν τὸ ἀμφισβητήσιμον.
- 2.96.1
ὃ πάλιν ἐστὶν ἄπορον· τοσοῦτον γὰρ ἀπέχουσιν οἱ εἰς τοὐναντίον ἐπιχειροῦντες τὴν ἀμφισβήτησιν λύειν ὡς καὶ ἐκ τῶν ἐν- αντίων αὐτὴν ἐπισφίγγειν, ἐπιθολοῦντες τὴν τῶν δικα- στῶν γνώμην. καὶ τούτου πίστις ἡ περὶ Κόρακος φερο- μένη παρὰ τοῖς πολλοῖς ἱστορία.
- 2.97.1
νεανίας γὰρ πόθῳ ῥη- τορικῆς κατασχεθεῖς προσῆλθεν αὐτῷ τὸν ὁρισθησόμενον ὑπʼ αὐτοῦ μισθὸν δώσειν ἐπαγγελλόμενος, ἂν τὴν πρώ- την νικήσῃ δίκην. συμφψωνίας δὲ γενομένης, καὶ τοῦ μει- ρακίου ἱκανὴν ἕξιν ἐμφαίνοντος ἤδη, ὁ μὲν Κόραξ ἀπῄτει τὸν μισθόν, ὁ δ ·ἀντέλεγεν. ἀμφότεροι δὲ παρελθόντες εἰς τὸ δικαστήριον ἐκρίνοντο, ὅτε καὶ πρῶτόν φασι τὸν Κόρακα τοιαύτῃ τινὶ χρῆσθαι ἐπιχειρήσει, λέγοντα ὡς ἐάν τε νικήσῃ ἐάν τε μή, λαβεῖν ὀφείλει τὸν μισθόν, νι- κήσας μὲν ὅτι ἐνίκησεν, λειφθεὶς δέ κατὰ τὸν τῆς συμφω- νίας λόγον· ὡμολόγησε γὰρ αὐτῷ ὁ ἀντίδικος ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσῃ δίκην, ἣν αὐτόθεν νι- κήσας ὀφείλει τὴν ὑπόσχεσιν χρεολυτεῖν.
- 2.98.1
θορυβησάντων δὲ τῶν δικαστῶν ὡς δίκαια λέγοντος αὐτοῦ, παραλαβὼν τοὺς λόγους ὁ νεανίας τῷ αὐτῷ ἐπιχειρήματι, μηδὲν μεταθείς, ἐχρῆτο ῾ἐάν τε ʼ γὰρ ῾νικήσωʼ φησὶν ῾ἐάν τε νικηθῶ, οὐκ ὀφείλω τὸν μισθὸν ἀποδοῦναι Κόρακι, νική- σας μὲν ὅτι ἐνίκησα, λειφθεὶς δὲ κατὰ τὸν τῆς συμφωνίας λόγον ὑπεσχόμην γὰρ ἀποδώσειν τὸν μισθὸν ἐὰν τὴν πρώτην νικήσω δίκην, λειφθεὶς δὲ οὐκ ἀποδώσω.’
- 2.99.1
εἰς ἐποχὴν δὴ καὶ ἀπορίαν ἐλθόντες οἱ δικασταὶ διὰ τὴν ἰσο- σθένειαν τῶν ῥητορικῶν λόγων ἀμφοτέρους ἐξέβαλον τοῦ δικαστηρίου, ἐπιφωνήσαντες τὸ ῾ἐκ κακοῦ κόρακος κακὸν ᾧόν.ʼ
- 2.100.1
Οἴος δέ ἐστιν ὁ περὶ τοῦ δικανικοῦ μέρους λόγος, τοιοῦτος γένοιτʼ ἂν καὶ ὁ περὶ τοῦ συμβουλευτικοῦ, ἵναι μὴ μαρηγορῶμεν. τὸ μέν γὰρ ἐγκωμιαστικόν, σὺν τῷ ταῖς αὐταῖς ἀπορίαις ὑπάγεσθαι, ἔτι καὶ ἀμέθοδόν ἐστιν.
- 2.101.1
ἐπεὶ γὰρ οὔτε πάντες ἄ θρωποι ἐγκωμιάζεσθαι θέλουσιν οὔτε ἐπὶ τοῖς αὐτοῖς, δεῖ τὸν μέλλοντα καλῶς ἐγκωμιά- ζειν εἰδέναι τὴν τοῦ ἐγκωμιαζομένου διάθεσιν οὐ πᾶν δέ γε τὸ καθʼ ἕτερον κίνημα ληπτ[έ ]όν ἐστιν ἑτέρῳ. καὶ ἄλλως οἱ ῥήτορες οὐ παραδεδώκασί τινα μέθοδον διʼ ἧς εἰσόμεθα τὸ πότε καὶ τίνα ἐγκωμιαστέον ἐστίν οὐκ ἄρα δυνατὸν ἀπὸ ῥητορικῆς ὑγιῶς ἐγκωμιάζειν.
- 2.102.1
ἤτοι δέ ἐπὶ τοῖς μὴ οὖσιν ἀγαθοῖς δοκοῦσι δὲ εἶναι, ἢ ἐπὶ τοῖς κατ’ ἀλήθειαν οὖσιν ἐγκωμιάσει ὁ ῥήτωρ. οὔτε δὲ ἐπὶ τοῖς μὴ οὗσι, προσδιαφθείρει γὰρ τοὺς ἐγκωμιαζομένους, οὔτε ἐπὶ τοῖς οὖσιν· ἀγνοεῖ γὰρ ταῦτα, ὅτε καὶ τοῖς φιλοσό- φοις διὰ τὴν ἀνεπίκριτον περὶ αὐτῶν μάχην ἐστὶν ἀκατά- ληπτα.
- 2.103.1
οὐκ ἄρα δύναταί τινα ἐγκωμιάζειν ὁ ῥήτωρ. οἵ τε μὴ εἰδότες ἐφʼ οἷς ἐγκωμιαστέον ἐστὶν οὐδὲ ἐγκωμιάζειν δύνανται· οἱ δέ γε ῥήτορες οὐκ ἴσασιν ἐφʼ οἷς ἐγκωμιάζειν δεῖ, καθὼς παραστήσομεν· τοίνυν οὐδὲ ἐγκωμιάζειν δυ- νήσονται. ἐγκωμιαστέον γάρ φασιν ἀπὸ γένους τε καὶ κάλλους καὶ πλούτου καὶ πο λυτεκν ίας καὶ τῶν ἐοικότων, ἀνάπαλίν τε ψεκτέον ἀπὸ δυσγενείας καὶ δυσμιορφίας καὶ πενιχρότητος.
- 2.104.1
ὅπερ εὔηθες δεῖ γὰρ ἡμᾶς ἀπὸ τῶν παρʼ ἡμᾶς γινομένων τοὺς ἐπαίνους ἕλκειν καὶ ψόγους, εὐγέ- νεια δὲ καὶ εὐτυχία κάλλος τε καὶ πολυτεκνία καὶ τὰ τοιαῦτα οὐκ ἐστι παρʼ ἡμᾶς γινόμενα, ὥστε οὐκ ἐπαινε- τέον ἀπʼ αὐτῶν, ἐπεί τοί γε εἰ ψιλῶς ἐπαινετέον τὴν εὐγένειάν ἐστι καὶ πολυτεκνίαν καὶ πᾶν τοιουτῶδες, ἐπ- αινετέος καὶ Βούσιρις καὶ Ἄμυκος καὶ Ἀνταῖος οἱ ξενο- κτόνοι, ὅτι Ποσειδῶνος ἧσαν υἱεῖς, ἐπαινετὴ δὲ καὶ ἡ Νιόβη, ὅτι πολύτεκνος.
- 2.105.1
ἐναντίως τε εἰ ἡ ἀμορφία καὶ πενία ψεκτόν, ψεκτέος μὲν Ὀδυσσεύς, ὅτι χερνήτου λα- βὼν σχῆμα (δ 246) ἀνδρῶν δυσμενέων κατέδυ πόλιν, ψεκτὸς δέ ὁ Διὸς Περσεύς, ὅτι πήραν περιηρτημένος τὴν ἄνυδρον ὥδευε Διβύην, καὶ Ἡρακλῆς, ὅτι λεοντῆν καὶ ξύλον ἐπὶ τοὺς ἄθλους ἐπήγετο.
- 2.106.1
Συνελόντι δὲ φάναι, δεδόσθω ταῦτα μέρη εἶναι τῆς ῥητορικῆς. ἀλλʼ ἐπεὶ τὸ δίκαμιον, ὅτι ἐστὶ δίκαιον, καὶ τὸ συμφέρον, ὅτι ἐστὶ συμφέρον, καὶ τὸ καλόν, ὅτι ἐστὶ κα- λόν, ἀποδείξει παρίσταται, καὶ οὐδέν ἐστιν ἡ ἀπόδειξις, οὐδέ ῥητορική τι γενήσεται ἡ ἐπὶ τοιούτοις μέρεσι συν- εστῶσα. ὅτι δέ οὐδέν ἐστιν ἀπόδειξις, ἀκριβέστερον μὲν δείκνυται ἐν τοῖς σκεπτικοῖς ὑπομνήμασιν (ΡΗ ΙΙ) sqq.), ὑπομνηστικώτερον δὲ καὶ νῦν παρασταθήσεται.
- 2.107.1
εἰ γὰρ μηδὲν ὁ λόγος, οὐδὲ ἡ ἀπόδειξις ἔστι, ποιὸς λόγος οὖσα οὐδὲν δέ γέ ἐστι λόγος, ὡς παρεστήσαμεν, διὰ τὸ μήτε ἐν φωναῖς μήτε ἐν ἀσωμάτοις λεκτοῖς ἔχειν τὴν ὑπόστασιν.
- 2.108.1
οὐδὲ ἀπόδειξις ἄρα ἔστιν. ἄλλως τε, εἰ ἔστιν, ἤτοι ἐναργὴς καθέστηκεν ἢ ἄδηλος. οὔτε δέ ἐναργής ἐστιν· ἄδηλον γάρ τι περιέσχηκε, καὶ διὰ τοῦτό ἐστι διάφωνος, παντὸς τοῦ διαφωνουμένου πράγματος ἀδήλου τυγχά- νοντος.
- 2.109.1
λείπεται ἄρα ἄδηλον αὐτὴν εἶναι. ἀλλʼ εἰ τοῦτο, ἤτοι αὐτόθεν ληφθήσεται ἢ ἐξ ἀποδείξεως. οὔτε δέ αὐ- τόθεν ληπτή ἐστιν (ἄδηλος γὰρ ἦν, τὸ δὲ ἄδηλον αὐτόθεν λαμβανόμενον ἄπιστον) οὔτε ἐξ ἀποδείξεως διὰ τὴν εἰς ἄπειρον ἔκπτωσιν οὐκ ἄρα τίς ἐστιν ἀπόδειξις.
- 2.110.1
μὴ οὔσης δὲ γενικῆς ἀποδείξεως οὐδέ εἰδική τις ἔσται ἀπόδειξις, ὥσπερ καὶ μὴ ὄντος ζῴου οὐδὲ ἄνθρωπος ἔστιν· γενικὴ δέ γε ἀπόδειξις οὐκ ἔστιν, ὡς παραστήσομεν· τοίνυν οὐδέ ἄλλη τις γενήσεται τῶν ἐπʼ εἴδους. ἐπεὶ γὰρ ἄδηλός ἐστιν, ὡς προεπελογισάμεθα, ὀφείλει διά τινος καταστῆ- ναι. διὰ τίνος οὖν; ἤτοι γὰρ διὰ γενικῆς ἢ εἰδικῆς ἀπο- δείξεως.
- 2.111.1
οὔτε δέ διὰ εἰδικῆς διὰ τὸ μήπω βέβαιον εἶναι τὴν τῆς γενικῆς ὕπαρξιν, οὔτε διὰ γενικῆς· αὕτη γάρ ἐστιν ἡ ἀμφισβητουμένη. οὐ τοίνυν ἔστι τις γενικὴ ἀπό- δειξις. ᾧ ἕπεται τὸ μηδὲ τὴν εἰδικὴν ὑπάρχειν. καὶ ἄλλως, ἡ γενικὴ ἀπό | δειξις εἰ μὲν λήμματά τινα ἔχει καὶ ἐπι- ψροράν, οὐδέ γενική ἐστιν, εἰ δὲ οὐκ ἔγει, οὐδὲ κατα- σκευάσει τι, πολὺ δὲ μᾶλλον οὐδὲ τὴν ἑαυτῆς ὕπαρξιν.
- 2.112.1
ἥ τε τὴν ἀπόδειξιν πιστουμένη ἀπόδειξις ἤτοι ζητεῖται ἢ ἀζήτητός ἐστιν. ἀλλʼ ἀζήτητος μὲν οὐκ ἂν εἴη διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας, ζητουμένη δὲ ὀφείλει ὑπʼ ἄλλης κατασκευάζεσθαι, κἀκείνη πάλιν ὑπʼ ἄλλης, καὶ τοῦτο εἰς ἄπειρον. οὐκ ἄρα ἔστι τις ἀπόδειξις.
- 2.113.1
Ἀλλὰ γὰρ καὶ πρὸς τὰ συνέχοντα θεωρήματα τῆς ῥη- τορικῆς ἀντειπόντες ἀπʼ ἄλλης ἀρχῆς καὶ τῶν πρὸς τοὺς γεωμέτρας καὶ ἀριθμητικοὺς ἀποριῶν ἁπτώμεθα.
- 3.1.1
Ἐπεὶ οἱ γεωμέτραι συνορῶντες τὸ πλῆθος τῶν ἐπα- κολουθούντων αὐτοῖς ἀποριῶν εἰς ἀκίνδυνον εἶναι δοκοῦν καὶ ἀσφαλὲς πρᾶγμα καταφεύγουσι, τὸ ἐξ ὑποθέσεως αἰ- τεῖσθαι τὰς τῆς γεωμετρίας ἀρχάς, καλῶς ἂν ἔχοι καὶ ἡμᾶς τῆς πρὸς αὐτούς ἀντιρρήσεως ἀρχὴν τίθεσθαι τὸν περὶ τῆς ὑποθέσεως λόγον.
- 3.2.1
καὶ γὰρ ὁ Τίμων (B 75 Diels PPF) ἐν τοῖς πρὸς τοὺς φυσικοὺς τοῦτο ὑπέλαβε δεῖν ἐν πρώτοις ζητεῖν, φημὶ δέ τὸ εἰ ἐξ ὑπσθέσεώς τι ληπτέον. διόπερ καὶ ἡμᾶς οἰκεῖόν ἐστιν ἐκείνῳ στοιχοῦντας τὸ παραπλήσιον ποιεῖν ἐν τῇ πρὸς τοὺς ἀπὸ τῶν μαθημάτων διεξόδῳ.
- 3.3.1
τάξεως δὲ ἕνεκα προληπτέον ὅτι πολλαχῶς μὲν καὶ ἄλλως ὑπόθεσις προσαγορεύεται, τὰ νῦν δὲ ἀπαρκέσει τριχῶς λέγεσθαι, καθʼ ἕνα μὲν τρόπον ἡ δραματικὴ περι- πέτεια, καθὸ καὶ τραγικὴν καὶ κωμικὴν ὑπόθεσιν εἶναι λέγομεν καὶ Δικαιάρχου τινὰς ὑποθέσεις τῶν Εὐριπίδου καὶ Σοφοκλέους μύθων, οὐκ ἄλλο τι καλοῦντες ὑπόθεσιν ἢ τὴν τοῦ δράματος περιπέτειαν.
- 3.4.1
καθʼ ἕτερον δὲ σημαι- νόμενον ὑπόθεσις προσαγορεύεται ἐν ῥητορικῇ 〈ἡ〉 τῶν ἐπὶ μέρους ζήτησις, καθὸ καὶ οἱ σοφισταὶ πολλάκις εἰώ- θασιν ἐν ταῖς διατρι | βαῖς λέγειν ῾ θετέον ὑπόθεσιν.ʼ οὐ μὴν ἀλλὰ καὶ κατὰ τρίτην ἐπιβολὴν ὑπόθεσιν καλοῦμεν ἀρχὴν ἀποδείξεως, αἴτησιν οὖσαν πράγματος εἰς κατα- σκευήν τινος.
- 3.5.1
οὕτω γοῦν τρισὶν ὑποθέσεσι κεχρῆσθαί φαμεν τὸν Ἀσκληπιάδην εἰς κατασκευὴν τῆς τὸν πυρετὸν ἐμποιούσης ἐνστάσεως, μιᾷ μὲν ὅτι νοητοί τινές εἰσιν ἐν ἡμῖν πόροι, μεγέθει διαφέροντες ἀλλήλων, δευτέρᾳ δέ ὅτι πάντοθεν ὑγροῦ μέρη καὶ πνεύματος ἐκ λόγῳ θεω- ρητῶν ὄγκων συνηράνισται διʼ αἰῶνος ἀνηρεμήτων, τρίτῃ δέ ὅτι ἀδιάλειπτοί τινες εἰς τὸ ἐκτὸς ἐξ ἡμῶν ἀποφοραὶ γίνονται, ποτὲ μὲν πλείους ποτὲ δέ ἐλάττους πρὸς τὴν ἐνεστηκυῖαν περίστασίν.
- 3.6.1
Ἀλλὰ γὰρ τοσαυταχῶς νοουμένης [τὰ νῦν] τῆς ὑπσθέ- σεως, πρόκειται τὰ νῦν ζητεῖν οὐ μὰ Δία περὶ τῆς δρα- ματικῆς διατάξεως, οὐδέ περὶ τῆς παρὰ τοῖς ῥήτορσι ζητήσεως, ἀλλὰ περὶ τῆς ἐν τέλει λεχθείσης ὑποθέσεως, ἣν ἀρχὴν ἀποδείξεως συμβέβηκεν εἶναι ταύτην γὰρ καὶ οἱ γεωμέτραι λαμβάνουσι τὴν ὑπόθεσιν, βουλόμενοί τι γεωμετρικῶς ἀποδεῖξαι.
- 3.7.1
διόπερ εὐθὺς ῥητέον ὅτι καὶ ἐπεὶ οἱ ἐξ ὑπσθέσεως λαμβάνοντές τι καὶ χωρὶς ἀποδείξεως ψιλῇ μόνον ἀρκοῦνται φάσει πρὸς τὴν ταύτης πίστιν, πεύσεταί τις αὐτῶν τοιούτῳ τινὶ χρώμενος ἐπιλογισμῷ.
- 3.8.1
ἤτοι ἰσχυρόν ἐστι καὶ βέβαιον πρὸς πίστιν τὸ ἐξ ὑπο- θέσεως τι λαβεῖν ἢ ἄπιστόν τε καὶ ἀσθενές. ἀλλʼ εἰ μὲν ἰσχυρόν, καὶ τὸ ἀντικείμενον ἐξ ὑποθέσεως ληφθὲν πι- στὸν γενήσεται καὶ βέβαιον, ὥστε θήσομεν τὰ μαχόμενα. εἰ δὲ ἐπὶ τοῦ τὸ ἐναντίον ἐξ ὑποθέσεως λαμβάνοντος χωρίς ἀποδείξεως ἄπιστόν ἐστιν ἡ ὑπόθεσις, ἄπιστος γενήσεται καὶ ἐπʼ ἐκείνου, ὥστε οὐδέτερον αὐτῶν θήσομεν. οὐ τοίνυν ληπτέον ἐστὶν ἐξ ὑποθέσεως τι.
- 3.9.1
καὶ μὴν τὸ ὑποτιθέμενον πρᾶγμα ἤτοι ἀληθές ἐστι καὶ τοιοῦτον ὁποῖον αὐτὸ ὑπο- τιθέμεθα ἢ ψεῦδος. ἀλλʼ εἰ μὲν ἀληθές ἐστι, μηδὲ αἰτώ- μεθα αὐτό, εἰς πρᾶγμα ὑποψίας πλῆρες κατα |φεύγοντες, τὴν ὑπόθεσιν, ἀλλʼ αὐτόθεν λαμβάνωμεν, ἐπείπερ οὐθεὶς τἀληθῆ καὶ ὄντα ὑποτίθεται, καθάπερ οὐδὲ τὸ νῦν ἡμέραν εἶναι ἢ ἐμέ διαλέγεσθαι καὶ ἀναπίνεῖν ἡ γὰρ περιφάνεια τούτων τῶν πραγμάτων αὐτόθεν βέβαιον ἔχει τὴν θέσιν καὶ οὐ δισταζομένην τὴν ὑπόθεσιν. ὥστε εἰ ἀληθές ἐστι τὸ πρᾶγμα, μηδὲ αἰτώμεθα αὐτὸ ὡς μὴ ὄν ἀληθές.
- 3.10.1
εἰ δʼ οὔκ ἐστι τοιοῦτο ἀλλὰ ψεῦδος καθέστηκεν, οὐδὲν ὄφελος ἀνακύψει ἐκ τῆς ὑποθέσεως· κἂν γὰρ μυριάκις αὐτὸ ὑπο- τιθώμεθα, σαθροῖς, ὥς φασι, θεμελίοις [οὐκ ] ἀκολουθή- σει τὸ συμπέρασμα τῆς ζητήσεως ἐξ ἀνυπάρκτων ὁρμω- μένης ἀρχῶν.
- 3.11.1
οὐ μὴν ἀλλʼ εἴ τις οἷς ἄν ὑπσθῆται, τού- τοις τὰ ἀκολουθοῦντα πιστὰ τυγχάνειν ἀξιώσει, μήποτε πᾶσαν ἀναιρεῖ ζήτησιν. εὐθέως γὰρ ὑποθήσεται ἕκαστος ἡμῶν τὸ τὰ τρία τέσσαρα εἶναι, καὶ τούτου δοθέντος συν- άξει ὅτι καὶ τὰ ἓξ ὀκτώ ἐστιν εἰ γὰρ τὰ τρία τέσσαρά ἐστι, τὰ ἕξ ῥκτὼ γενήσεται ἀλλὰ μὴν τὰ τρία τέσσαρά ἐστιν, ῾ος ἡ ὑπόθεσις δίδωσιν τὰ ἄρα ἕξ ὀκτώ ἐστιν. πάλιν τε αἰτήσομεν ὅτι μένει τὸ κινούμενον,
- 3.12.1
καὶ συγχω- ρηθέντος τοῦ πράγματος συνάξομεν ὅτι ἡ φλὀξ ἠρεμεῖ· εἰ γὰρ τὸ κινούμενον μένει, ἡ φλὸξ ἠρεμεῖ· τὸ δέ γε κινούμενον μένει, 〈ὡς ἡ ὑπόθεσις δίδωσιν〉 ἡ ἄρα φλὸξ ἠρεμεῖ. ἀλλʼ ὃν τρόπον οἱ γεωμέτραι ἀτόπους ἐροῦσιν εἶναι ταύτας τὰς ὑποθέσεις (βέβαιον γὰρ εἶναι δεῖ τὸν θεμέλιον, ἵνα συνομολογηθῇ καὶ τὸ ἀκόλουθον), οὕτω καὶ ἡμεῖς πάντα τὰ ὑποθετικῶς αὐτοῖς λαμβανόμενα οὐ προσ- ησόμεθα χωρὶς ἀποδείξεως.
- 3.13.1
ἄλλως τε, εἰ βέβαιόν ἐστι καὶ πιστὸν τὸ ὑποτιθέμενον ἧ ὑποτίθεται, μὴ ταῦτα ὑπο- τιθέσθωσαν ἐξ ὧν ἀποδείξουσί τι, ἀλλʼ αὐτὸ τὸ ἀποδεικ- νύμενον, τουτέστι μὴ τὰ λήμματα τῆς ἀποδείξεως ἀλλὰ τὴν ἐπιφοράν ὃ γὰρ δύναται πρὸς πίστιν αὐτοῖς ἐπὶ τῶν ἐκκαλυπτόντων ἡ ὑπόθεσις, τοῦτο δυνήσεται καὶ ?? τῶν ἐκκαλυπτομένων ἐκ τῆς ἀποδείξεως πραγμάτων. | εἰ δʼ ἄπιστόν ἐστι, κἂν πολλάκις ὑποτεθῇ, τὸ τῆς ἀποδείξεως συμπέρασμα χωρὶς ἀποδείξεως, ἄπιστον γενήσεται καὶ τὸ εἰς κατασκευὴν τούτου λαμβανόμενον, εἰ μὴ διʼ ἀπο- δείξεως διδάσκοιτο.
- 3.14.1
νὴ Δίʼ, ἀλλʼ εἴπερ, φασί, τὸ ἀκολου- θοῦν ταῖς ὑποθέσεσιν ἀληθὲς εὑρίσκεται, πάντως καὶ τὰ ὑποτεθέντα, τουτέστιν οἷς ἐπηκολούθησεν, ἀληθῆ γενή- σεται. ὃ πάλιν ἐστὶν εὔηθες πόθεν γὰρ ὅτι τὸ ἀκολου- θοῦν τισιν ἐν ἀποδείξει πάντως ἀληθές ἐστιν; ἢ γὰρ ἐξ αὐτοῦ μαθόντες ἐκείνου τοῦτʼ ἐροῦσιν, ἐκ τῶν οἷς ἠκο- λούθησε λημμάτων.
- 3.15.1
ἀλλʼ ἐξ αὐτοῦ μὲν οὐκ ἂν εἴποιεν. ἄδηλον γάρ ἐστι, τὸ δὲ ἄδηλον ἐξ αὑτοῦ πιστὸν οὐκ ἔστιν ἀποδεικνύναι γοῦν τοῦτο ἐπιβάλλονται ὡς μὴ ἐν αὑτῷ τὴν πίστιν ἔχον. καὶ μὴν οὐδʼ ἐκ τῶν λημμάτων· περὶ γὰρ τούτων ἐστὶν ἡ πᾶσα διαμάχη, καὶ μηδέπω αὐτῶν πεπιστευμένων οὐδέ τὸ ἀποδεικνύμενον ἐξ αὐτῶν βέβαιον εἶναι δύναται.
- 3.16.1
ἔτι οὐδʼ ἂν τὸ λῆγον ᾖ ἀληθές, εὐθὺς καὶ τὸ ἡγούμενόν ἐστι τοιοῦτον. ὥσπερ γὰρ τῷ ἀληθεῖ πέ- φυκεν ἀληθές ἐπακολουθεῖν καὶ ψεύδει ψεῦδος, οὕτως ἠξίωται καὶ ψεύδει ἀληθὲς συνεισάγεσθαι, καθάπερ [ἐν] τῷ πέτασθαι τὴν γῆν, ψεύδει ὄντι, τὸ εἶναι τὴν γῆν ἀλη- θὲς ὑπάρχον εἵπετο.
- 3.17.1
ὅθεν οὐκ εἰ τὸ λῆγόν ἐστιν ἀληθές, πάντως καὶ τὸ ἡγούμενον ἀληθές, ἀλλʼ ἐνδέχεται τοῦ λήγοντος ἀληθοῦς ὄντος τὸ ἡγούμενον ὑπάρχειν ψεῦδος.
- 3.17.2
Καὶ δὴ ὅτι μὲν οὐκ εὖ ποιοῦσιν οἱ ἀπὸ τῶν μαθημά- των ἐξ ὑποθέσεως λαμβάνοντες τὰς ἀρχὰς τῆς ἀποδεί- ξεως καὶ ἑκάστου θεωρήματος, ἐπιφθεγγόμενοι τὸ ῾δεδό- σθωʼ, διὰ τούτων αὐταρκως κατεσκεύασται·
- 3.18.1
μετελθόντες δὲ ἑξῆς διδάσκωμεν ὅτι ψευδεῖς καὶ ἀπιθάνους αὐτῶν συμβέβηκεν εἶναι τὰς ἀρχὰς τῆς τέχνης. καὶ δὴ πολλῶν εἰς τοῦτο δυναμένων λέγεσθαι, ὡς ἐναρχόμενοι τῆς ὑφη- γήσεως εἴπομεν, τούτοις προσαχθήσεται τὰ τῆς ἀπορίας ὧν ἀναιρουμένων καὶ τὰ λοιπὰ συναναιρεθήσεται. ἐπεὶ οὖν τῶν ἀρχῶν διαβληθεισῶν οὐδέ αἱ κατὰ μέρος ἀπο- δείξεις αὐτοῖς δύνανται προκόπτειν, λέγωμεν τὰ ἁρμό- ζοντα πρὸς τὰς ἀρχάς.
- 3.19.1
Εὐθέως τοίνυν ὡς πρῶτόν τι καὶ στοιχειωδέστατον δι- δάσκουσιν ἡμᾶς ὅτι σῶμα μέν ἐστι τὸ τὰς τρεῖς ἔχον διαστάσεις, μῆκος πλάτος βάθος, ὧν πρώτη μὲν διάστα- σίς ἐστιν ἡ κατὰ μῆκος ἄνωθεν κάτω, δευτέρα δὲ ἡ κατὰ πλάτος ἀπὸ δεξιῶν ἐπʼ ἀριστερά, τρίτη δὲ ἡ κατὰ βάθος ἀπὸ τῶν πρόσω εἰς τοὐπίσω. ὥστε 〈ὄν〉των τριῶν τούτων ἓξ γίνεσθαι παρατάσεις, δύο καθʼ ἑκάστην, τῆς μὲν πρώτης τὴν ἄνω καὶ κάτω, τῆς δὲ δευτέρας τὴν ἐν ἀριστερᾷ καὶ ἐν δεξιᾷ, τῆς δὲ τρίτης τὴν πρόσω καὶ ὀπίσω.
- 3.19.2
Στιγμῆς μὲν γὰρ ῥυείσης γραμμὴν γίνεσθαί φασι, γραμ- μῆς δʼ ἐπιφάνειαν, ἐπιφανείας δὲ στερεὸν σῶμα.
- 3.20.1
παρὸ καὶ ὑπογράφοντες λέγουσι στιγμὴν μὲν εἶναι σημεῖον ἀμε- ρὲς καὶ ἀδιάστατον ἢ πέρας γραμμῆς, γραμμὴν δέ μῆκος ἀπλατὲς ἢ πέρας ἐπιφανείας, ἐπιφάνειαν δὲ πέρας σώ- ματος ἢ πλάτος ἀβαθές.
- 3.21.1
τάξει οὖν ἀναλαβόντες περὶ στιγ- μῆς λέγωμεν πρῶτον, εἶτα περὶ γραμμῆς, τὸ δὲ μετὰ τοῦτο περὶ ἐπιφανείας καὶ σώματος· τούτων γὰρ ἀναι- ρουμένων οὐδʼ ἡ γεωμετρία γενήσεται τέχνη, μὴ ἔχουσα τὰ ἐφʼ οἷς ἡ σύστασις αὐτῆς δοκεῖ προκόπτειν.
- 3.22.1
Ἡ τοίνυν στιγμή, ἥν φασι σημεῖον ἀδιάστατον ὑπ- άρχειν, ἤτοι σῶμα νοεῖται ἢ ἀσώματον. καὶ σῶμα μέν οὐκ ἂν εἴη κατ’ αὐτούς· τὰ γὰρ μὴ ἔχοντα διάστασιν οὐε ἦν σώματα. λείπεται οὖν ἀσώματον αὐτὴν ὑπάρχειν, ὃ πάλιν ἐστὶν ἀπίθανον. τὸ μέν γὰρ ἀσώματον οὐδενὸς νοεῖται γεννητικὸν ὡσανεὶ ἀθιγὲς καθεστώς, ἡ δὲ στιγμὴ νοεῖται τῆς γραμμῆς γεννητική· οὐ τοίνυν ἐστὶ σημεῖον ἀδιάστατον ἡ στιγμή.
- 3.23.1
καὶ μὴν εἴπερ (Ana xag. fr. B 21a Diels) ὄψις τῶν ἀδήλων ἐστὶ τὰ φαμινόμενα, ἐπεὶ οὐ δυνατὸν ἐν τοῖς φαινομένοις | λαβεῖν τινος σημεῖον καὶ πέρας ἀδιάστατον, δῆλον ὡς οὐδʼ ἐν τοῖς νοητοῖς ληφθή- σεταί τι τοιοῦτον. ἐν δέ γε τοῖς αἰσθητοῖς οὐδὲν ἔστιν ἀδιάστατον λαβεῖν, ὡς παραστήσω ὥστʼ οὐδʼ ἐν τοῖς νοητοῖς.
- 3.24.1
πᾶν τοίνυν τὸ ἐν τοῖς αἰσθητοῖς ὑποπῖπτόν τινος πέρας καὶ σημεῖον σὺν τούτῳ καταλαμβάνεταί τινος ἄκρον, σὺν τῷ καὶ μέρος ἐκείνου, οὗπέρ ἐστιν ἄκρον, ὑπάρχειν· ἐὰν γοῦν ἀφέλωμεν αὐτό, μειωθήσεται τὸ ἀφʼ οὖ ἡ ἀφαίρεσις. τὸ δέ μέρος τινὸς ὑπάρχον εὐθὺς καὶ συμπληρωτικὸν αὐτοῦ καθέστηκεν, ὃ δέ ἐστί τινος συμ- πληρωτικόν, πάντως αὔξει τὸ μῆκος ἐκείνου, καὶ ὃ ἐστι μεγέθους αὐξητικόν, τοῦτο ἐξ ἀνάγκης ἔχει μέγεθος.
- 3.25.1
πᾶν ἄρα τὸ ἐν τοῖς αἰσθητοῖς σημεῖόν τινος καὶ ἄκρον μέγε- θος ἔχον οὐκ ἔστιν ἀδιάστατον. ὅθεν εἰ καὶ τὸ νοητὸν μεταβατικῶς ἀπὸ τοῦ αἰσθητοῦ νοοῦμεν, σὺν τούτῳ καθ- εστὼς σημεῖον καὶ πέρας γραμμῆς αὐτὸ νοήσομεν, σὺν τῷ καὶ 〈συμ 〉πληρωτικὸν αὐτῆς ὑπάρχειν, ὥστε καὶ αὐτὸ διάστασιν ἕξει πάντως, ὃ γε διαστάσεώς ἐστι περιποιη- τικόν.
- 3.26.1
ἄλλως τε τὴν ἀπὸ τοῦ κέντρου ἐκβληθεῖσαν εὐ- θεῖάν φασι περιαγομένην τῷ πέρατι ἑαυτῆς κυκλογραφεῖν τὴν ἐπίπεδον. ἐπεὶ οὖν τὸ ἄκρον ταύτης τῆς εὐθείας ἐστὶ σημεῖον, καὶ τοῦτο περιαγόμενον καταμετρεῖ τὴν περιφέ- ρειαν, ἔσται τοῦτο συμπληρωτικὸν τῆς περιφερείας· ἡ δέ γε περιφέρεια διάστασιν εἶχεν· τοίνυν καὶ τὸ συμπλη- ρωτικὸν αὐτῆς σημεῖον ἕξει τινὰ διάστασιν.
- 3.27.1
ἣ γε μὴν σφαῖρα καθʼ ἓν σημεῖον ἀξιοῦται τῆς ἐπιπέδου ἅπτεσθαι, ἐκκυλιομένη τε γραμμὴν ποιεῖν, δῆλον ὡς τῶν ἐπικατα- πιπτόντων σημείων τὴν ὅλην συντιθέντων γραμμήν. τοί- νυν εἰ τοῦ μεγέθους τῆς γραμμῆς συμπληρωτικόν ἐστι τὸ σημεῖον, ἕξει καὶ αὐτὸ μέγεθος. συγκεχώρηται δὲ τοῦ μεγέθους τῆς γραμμῆς συμπληρωτικὸν αὐτὸ τυγχάνειν· καὶ αὐτὸ ἄρα μέγεθος ἕξει καὶ οὐκ ἀδιάστατον γενήσεται.
- 3.28.1
Ἀλλʼ εἰώθασι πρὸς τὰς τοιαύτας ἐπιχειρήσεις ὑπαν- τῶντες οἱ περὶ τὸν Ἐρατοσθένη λέγειν ὅτι τὸ σημεῖον οὔτε ἐπιλαμβάνει τινὰ τόπον οὔτε καταμετρεῖ τὸ διάστημα τῆς γραμμῆς, ῥυὲν δέ ποιεῖ τὴν γραμμήν. ὅπερ ἐστὶν ἀδιανόητον. ῥεῖν γὰρ νοεῖται τὸ ἀπό τινος τόπου εἴς τινα τόπον ἐπεκτείνεσθαι, ὥσπερ τὸ ὕδωρ. εἰ δὴ τοιοῦτόν τι φαντασιούμεθα τὸ σημεῖον, ἀκολουθήσει οὐχ οἷον ἀμερές αὐτὸ τυγχάνειν, ἀλλʼ ἐκ τῶν ἐναντίων πολυμερές. Τοσαῦτα μὲν περὶ στιγμῆς,
- 3.29.1
ἴδωμεν δὲ παρακειμένως καὶ τὰ περὶ γραμμῆς ὀφείλοντα λέγεσθαι αὕτη γὰρ μετὰ τὴν στιγμὴν ἐτέτακτο. 〈λεκτέον〉 τοίνυν, ὅτι, κἄν δσθῇ στιγμή τις ὑπάρχειν, οὐκ ἔσται ἡ γραμμή. εἰ γὰρ αὕτη ῥύσις ἐστὶ σημείου καὶ μῆκος ἀπλατές, ἤτοι ἓν ἐστι ση- μεῖον εἰς μῆκος ἐκτεταμένον ἢ πολλὰ 〈ἀ〉διάστατα στοί- χῳ κείμενα·
- 3.30.1
οὔτε δὲ ἕν ἐστιν εἰς μῆκος ἐκτεταμένον, ὡς παραστήσομεν, οὔτε πολλὰ σημεῖα στοίχωῳ κείμενα, κα- θὼς καὶ τοῦτο ὑπομνήσομεν· οὐκ ἄρα ἔστι γραμμή. εἰ γὰρ ἕν ἐστι [τὸ] σημεῖον, ἤτοι τοῦτο τὸ σημεῖον ἕνα μόνον ἐπέχει τόπον, ἢ μετατίθεται τόπον ἐκ τόπου, ἤ ἐπεκτείνεται ἀπό τινος τόπου εἴς τινα τόπον.
- 3.31.1
ἀλλʼ εἰ μὲν ἑνὶ ἐμπεριέχεται τόπῳ, οὐκ ἔσται γραμμὴ ἀλλὰ στιγμή· ῥυὲν γὰρ ἐνοεῖτο γραμμή. εἰ δὲ τόπον ἐκ τόπου μετέρχε- ται, ἤτοι, ὡς προεῖπον, ὃν μὲν ἀπολεῖπον ὅν δὲ ἐπιλαμ- βάνον μετέρχεται, ἢ οὖ μὲν ἐχόμενον τόπου εἰς ὃν δέ ἐκτεινόμενον. ἀλλʼ εἰ ὃν μὲν ἀπολεῖπον ὅν δὲ ἐπιλαμβάνον, πάλιν οὐκ ἔσται γραμμὴ ἀλλὰ στιγμή.
- 3.32.1
ᾧ γὰρ λόγῳ τόπον πρῶτον ἐπεσχηκὸς στιγμή τις ἀλλʼ οὐ γραμμὴ ἐνοεῖτο, τῷ αὐτῷ καὶ τὸν δεύτερον ἐπιλαμβάνον τόπον νοηθήσεται στιγμή. εἰ δὲ οὗ μὲν ἐχόμενον τόπου εἰς ὃν δέ ἐκτεινό- μενον, ἤτοι μεριστῷ τόπῳ ἀντιπαρεκτείνεται ἢ ἀμερίστῳ.
- 3.33.1
καὶ εἰ μὲν ἀμερίστῳ τόπῳ ἀντιπαρεκτείνεται, πάλιν οὐκ ἔσται γραμμὴ ἀλλὰ στιγμὴ καὶ σημεῖον τὸ γὰρ ἀμερῆ τόπον ἐπεσχη κὸς ἀμερές ἐστιν, ὃ δέ ἐστιν ἀμερές, στιγμὴ καὶ οὐ γραμμὴ καθέστηκεν. εἰ δὲ μεριστῷ, πάντως ἐπεὶ τὸ 〈μεριστῷ ἀντιπαρεκτεινόμενον τόπῳ ὀφεῖλον καὶ αὐτὸ εἶναι〉 μεριστὸν, μέρη ἔχει, εἴγε ἅπαντι παρεκτείνεται τῷ τόπῳ, τὸ δὲ μέρη ἔχον, οἷς ἀντιπαρεκτείνεται τοῖς τοῦ τόπου μέρεσι, σῶμά ἐστιν, ἔσται τὸ σημεῖον καὶ μεριστὸν καὶ σῶμα· ὅπερ ἄτοπον.
- 3.34.1
ὥστε οὐχ ἕν ἐστι σημεῖον ἡ γραμμή. καὶ μὴν οὐδέ[τὰ ]πολλὰ σημεῖα στοιχηδὸν κεί- μενα. ταῦτα γὰρ τὰ σημεῖα ἤτοι ψαύοντα ἀλλήλων νοεῖται ἢ οὐ ψαύοντα. καὶ εἰ μέν ϲὐ ψαύοντα ἀλλήλων, μεσο- λαβούμενα τόποις τισὶ διορισθήσεται, καὶ τόποις διορι- ζόμενα οὐκέτι ποιήσει μίαν γραμμήν.
- 3.35.1
εἰ δέ ψαύοντα ἀλ- λήλων νοοῖτο, ἤτοι ὅλα ὅλων ἅψεται ἢ μέρεσι μερῶν. καὶ εἰ μέν μέρεσι μερῶν ἅψεται, οὐκ ἔσται αὐτὰ ἔτι ἀδιά- στατα καὶ ἀμερῆ· τὸ γὰρ μέσον δυοῖν σημείων λόγου χάριν νοούμενον σημεῖον ἄλλῳ μὲν μέρει ἅψεται τοῦ ἔμπροσθεν σημείου, ἄλλῳ δὲ τοῦ ὄπισθεν, οὐ τῷ αὐτῷ δὲ τῆς ἐπιπέδου, διαφέροντι δὲ τοῦ ἄλλου τόπου, ὥστε μηκέτ’ αὐτὸ ταῖς ἀληθείαις ἀμερὲς τυγχάνειν ἀλλὰ πολυ- μερές.
- 3.36.1
εἰ δὲ ὅλα ὅλων ἅψαιτο σημεῖα, δῆλον ὡς ἐν σημείοις σημεῖα περισχεθήσεται καὶ τὸν αὐτὸν ἐφέξει τόπον· ταύτῃ τε οὐκ ἔσται στοιχηδὸν κείμενα, ἵνα γένηται γραμμή, ἀλλʼ εἰ τὸν αὐτὸν ἐπέσχηκε τόπον, μία καταστήσεται στιγ- μή. εἴπερ οὖν, ἵνʼ ἐπινοηῦῇ γραμμή,δεῖ προ[σ ]επινοεῖσθαι τὸ σημεῖον ἐξ οὖ λαμβάνει τὴν νόησιν, ἐπιδέδεικται δὲ μήτε σημεῖον οὖσα μήτε ἐκ σημείων σύνθετος, οὐδὲν ἔσταμι γραμμή.
- 3.37.1
Καί μὴν πάρεστιν ἀποστάντας τῆς τοῦ σημείου νοή- σεως προηγουμένως ἀναιρεῖν τὴν γραμμὴν καὶ τὸ ἀνεπι- νόητον αὐτῆς διδάσκειν. γραμμὴ γάρ ἐστιν, ὡς αὐτῶν πάρεστιν ἀκούειν τῶν γεωμετρῶν, μῆκος ἀπλατές, σκεψά- μενοι δὲ ἡμεῖς ἀκριβῶς οὔτε ἐν τοῖς νοητοῖς οὐτε ἐν τοῖς αἰσθητοῖς εὑρήσομεν δυνάμενόν τι ληφθῆναι μῆκος ἀπλα- τές.
- 3.38.1
καὶ ἐν μὲν τοῖς αἰσθητοῖς, ἐπείπερ ὃ ἄν λάβωμεν | αἰσθητὸν μῆκος, τοῦτο πάντῃ τε καὶ πάντως σὺν ποσῷ πλάτει ληψόμεθα ἐν δὲ τοῖς νοητοῖς,
← Previous · Next → — showing 401–500 of 2,861
First Thousand Years of Greek. CTS URN tlg0544.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.