Ancient Texts

← Library

Adversus mathematicos

First Thousand Years of Greek · First Thousand Years of Greek · 2,861 sections

  1. 1.277.1

    Πολλῶν δὴ τοιούτων λεγομένων εἰς τὸ χρησμώτατον εἶναι τὸ τῆς γραμματικῆς μέρος τὸ περὶ ποιητὰς καὶ συγ- γραφεῖς καταγιγνόμενον, δείγματος χάριν τοῖς ἐκκειμένοις ἀρκεσθέντες λέγωμεν πρὸς ἕκαστον αὐτῶν. τὸ τοίνυν βιω- φελῆ εἶναι τὴν ποιητικὴν γνωμολογίαν καὶ φιλοσοφίας ἀρχήν, ταύτης δὲ ἀποδοτικὴν ὑπάρχειν τὴν γραμματικήν, ὄντως γραμματικόν ἐστιν.

  2. 1.278.1

    πρῶτον μέν γάρ, ἵνα συνδρά- μωμεν αὐτοῖς μηδέν ποιητικῆς κατειπόντες, ἀλλʼ οὖν γε ἐκεῖνο πρόδηλόν ἐστιν ὅτι ὁπόσα μέν βιωφελῆ καὶ ἀναγ- καῖα εὑρίσκεται παρὰ ποιηταῖς, οἷά ἐστι τὰ γνωμικὰ καὶ | παραινετικά, ταῦτα σαφῶς αὐτοῖς πέφρασται καὶ οὐ δεῖ- ται γραμματικῆς, 〈ὁπόσα δέ μὴ σαφῶς πέφρασται καὶ δεῖται γραμματικῆς〉 καθάπερ τὰ ἐν ξέναις ἱστορίαις κεί- μενα αἰνιγματωδῶς ἐκφερόμενα, ταῦτ’ ἐστιν ἄχρηστα, ὥστε καὶ τῇ ἀπ ἐκείνων ὠφελείᾳ μὴ συνεισέρχεσθαι αὐ- τῶν τὸ χρειῶδες τῆς γραμματικῆς καὶ τῇ τούτων ματαμιό- τητι συμπεριφέρεσθαι.

  3. 1.279.1

    εἶτα φψάῖσις μόνον ἐστὶν ἡ γνώμη, καθάπερ τὸ τοιοῦτο (Eurip. fr. 200 Nauck), σοφὸν γὰρ ἕν βούλευμα τὰς πολλὰς χέρας νικᾷ, σὺν ὄχλῳ δʼ ἀμαθία πλεῖστον κακόν φάσει δὲ οὐ πείθεται ὁ νοῦς περὶ τοῦ καλῶς εἰρῆσθαι ἤ μὴ [εἰρῆσθαι], ἀλλʼ ἀποδείξεων δεῖται. αἱ δέ ἀποδείξεις τῶν καθηκόντως λεγομένων ἢ μὴ οὐ γραμματικῆς εἰσιν ἀλλὰ φιλοσοφίας· τοίνυν καὶ ταύτῃ περισσὴν καὶ μα- ταίαν συμβέβηκεν εἰναι τὴν γραμματικήν. καὶ μὴν εἴπερ διὰ τὸ πολλὰ καλῶς εἰρῆσθαι τοῖς ποιηταῖς καὶ βιωφελῶς χρησίμη ἐστὶν ἡ προqῆτις γραμματικὴ αὐτῶν, ἐπεὶ πολ- λαπλασίονα τούτων διαστρόφως καὶ ἐπὶ λύμῃ τοῦ βίου παρʼ αὐτοῖς ἐξενήνεκται, ἄχρηστος γενήσεται. καθὰ γὰρ ἔστι τις ὁ εἰπὼν (Eurip. fr. 20 Nauck) μὴ Πλοῦτον εἴπῃς· οὐχὶ θαυμάζω θεόν, ὅν χώ κάκιστος ῥαδίως ἐκτήσατο, οὕτως ἔστι καὶ ὁ τοὐναντίον ἀποφαινόμενος (id. fr, 324 Nauck)· ὧ χρυσὲ δεξίωμα κάλλιστον βροτοῖς, ὡς οὔτε μήτηρ ἡδονὰς τοίας ἔχει, οὐ παῖδες ἀνθρώποισιν, οὐ φίλος πατήρ, οἵας σὺ χοὶ σὲ δώμασιν κεκτημένοι. καὶ πάλιν εὖ πρᾶσσε τὰ φίλων δʼ οὐδὲν ἤν τις δυστυχῇ. καὶ (adesp. fr. 464 Xauck) κάλλιστα μουσῶν φθέγγεται πλουτῶν ἀνήρ.|

  4. 1.280.1

    ἀναποδείκτως μέν οὖν λεγομένων τῶν οὕτως ἐναντίων ἐπιρρεπέστερον ἔχουσιν ἄνθρωποι πρὸς τὴν τοῦ χείρονος ἐκλογήν, καὶ διὰ τοῦτο βλαπτικὴ ἀναφαίνεται ἡ ποιητική· διακρινομένων δὲ αὐτῶν, καὶ τῶν μὲν ἀθετουμένων τῶν δὲ προκρινομένων, χρειώδης γίνεται οὐχ ἡ γραμματικὴ ἀλλʼ ἡ διακρίνειν δυναμένη φιλοσοφίο. ποιητικοῖς τε μαρ– τυρίοις χρῶνται οὐχ οἱ γνησίως φιλοσοφοῦντες (τούτων γὰρ ὁ λόγος αὐτάρκης ἐστὶ πρὸς πειθώ) ἀλλʼ οἱ τὸν πο- λὺν καὶ ἀγοραῖον φενακίζοντες ὄχλον·

  5. 1.281.1

    οὐ γὰρ δυσχερές ποιητὰς μαχομένους καὶ εἰς ὅ τι ἄν θέλωσιν δόντας δεῖξαι, ὅτε καὶ οἱ προηγουμένως φιλοσοφοῦντες πολλὰ μαχομένως λέγουσιν. τῶν δέ γραμματικῆς κατηγόρων ὁ μὲν Πύρρων παρʼ ἕκαστα τὴν Ὁμηρικὴν διετύλισσε ποίη- σιν οὐ πάντως διὰ τὴν εἰρημιένην αἰτίαν, ἀλλὰ τάχα μέν ψυχαγωγίας χάριν καὶ ὡς εἰ κωμῳδῶν ἧκροᾶτο, τάχα δέ καὶ τοὺς ποιητικοὺς παρστηρῶν τρόπους καὶ χαρακτῆρας·

  6. 1.282.1

    λέγεται γὰρ αὐιὸν καὶ ποίησιν εἰς τὸν Μακεδόνα Ἀλέ- ξανδρον γράψαντα μυρίοις χρυσοῖς τετιμῆσθαι. οὐκ ἀπ- έοικε δὲ καὶ ἄλλας αἰτίας ὑπάρχειν, περὶ ὧν ἐν τοῖς Πυρρωνείοις (in PΗ frustra quaeritur) διεξήλθομεν.

  7. 1.283.1

    ὁ δὲ Ἐπίκουρος οὐκ ἐκ τῶν Ὁμηρικῶν εἴληφε τὸν ὅρον τοῦ μεγέθους τῶν ἡδονῶν (rat. Sent. III)· μακρῷ γὰρ διαφέρει τὸ λέγειν ὅτι ἐπαύσαντό τινες πίνοντες καὶ ἐσθίοντες καὶ τὴν αὐτῶν ἐπιθυμίαν πληροῦντες (τοῦτο γάρ ἐστι τὸ αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο) τοῦ φάναι ὅρον εἶναι τῶν περὶ τὰς ἡδονὰς μεγεθῶν τὴν τοῦ ἀλγοῦντος ὑπεξαίρεσιν· τοῦτο γὰρ οὐ πάντως κρέασι καὶ οἴνῳ ἀλλὰ καὶ τοῖς λιτοτάτοις πέφυκε γίνεσθαι.

  8. 1.284.1

    ἄλ- λως τε ὁ μέν ποιητὴς ἐπὶ προσφερομένων μόνων ἐποιή- σατο τὴν ἀπόφασιν, Ἡπίκουρος δὲ ἐπὶ πάντων τῶν ἀπο- λαυστῶν, ἐν οἷς ἐστι καὶ ἡ ἀφροδίσιος μῖξις, περὶ ἧς πάντες ἴσασιν οἴαν ἔσχε γνώμην Ὅμηρος. τό τε τὸν θά- νατον [μέν] μηδὲν εἶναι πρὸς ἡμᾶς εἴρηται μὲν ἴσως τῷ Σώφρονι (Epicharm. fr. 247 CGV Kaibel), ἀποδέδει- κται δὲ ἓπικούρῳ, καὶ ἔστιν οὐ τὸ εἰπεῖν ἀλλὰ τὸ ἀπο- δεῖξαι θαυμαστόν.

  9. 1.285.1

    εἶτα οὐδὲ κατὰ τοῦτο ἔφησεν ὁ ἓπί- κουρος τὸν θάνατον μηδὲν εἶναι πρὸς ἡμᾶς, καθὸ ἀδιά- φορόν ἐστιν ἢ ζῆν ἢ μή. πολλῷ γὰρ αἱρετώτερον τὸ ζῆν διὰ τὸ αἰσθανομένων εἶναι τὸ ἀγαθόν ἀλλʼ ἐν ἀναισθη- σία οὐτε κακόν τι εἶναι οὔτε ἀγαθόν. τὸ μέν γὰρ ἀναι- σθητεῖν τὰ νεκρὰ τῶν σωμάτων οὐχ ὁ ποιητὴς μόνος οἶδεν ἀλλὰ καὶ ὁ σύμπας βίος. μήτηρ γοῦν πολλάκις υἱὸν θρηνοῦσα φησὶν ἀλλὰ σὺ μέν τούτων οὐκ ἐπαισθάνῃ, ἐγὼ δέ ταλαιπωρῶ’ καὶ ἐνατενίζουσα ἐπιφθέγγεται ‘τίς δέ ἐστιν ἔτι σοι τούτων ὄνησις;’

  10. 1.286.1

    οὐ μὴν ἀλλʼ ἐὸν ἐξ- ετάζῃ τις, τὴν ἐναντίαν ἔχοντα δόξαν εὑρήσει τὸν ποιη- τήν. αἱ μὲν γὰρ ψυχαὶ κοινῶς δεψῶσιν αἱματος (Hom. ἀλλʼ ἀποχάζεο βόθρου, ἄπισχε δέ φάσγανον ὀξὺ αἵματος, ὄφρα πίω καί τοι νημερτέα εἴπω), ὁ δὲ Πιτυὸς ὑπὸ γυπῶν διὰ τὴν ἐπιθυμίαν ἡπατοφαγεῖ- ται, ὁ δὲ Τάνταλος ἕστηκεν ἐν λίμινῃ, (Hom. λ 583) ἡ δὲ προσέκλυζε γενείῳ· στεῦτο δέ δεψάων, πιέειν δʼ οὐκ εἶχεν ἑλέσθαι.

  11. 1.287.1

    καὶ μὴν ὅσον ἐπὶ τῷ ὑπʼ Εὐριπίδου λεχθέντι περὶ θεῶν, τὴν αὐτὴν καὶ οἱ ἰδιῶται δόξαν ἔχουσιν. ἴσον γάρ ἐστι τῷ (Eurip. fr. 835 Nauck) ὅστις δὲ θνητῶν οἴεται τοὐφήμερον κακόν τι πράσσων τοὺς θεούς λεληθέναι, δοκεῖ πονηρά, καὶ δοκῶν ἁλίσκεται ὅταν σχολὴν ἄγουσα τυγχάνῃ δίκη καὶ τὸ οὕτω παρὰ τοῖς πολλοῖς λεγομενον· ἀψέ θεῶν ἀλέουσι μύλοι, ἀλέουσι δέ λεπτά μόνῳ δέ διενήνοχε τῷ μέτρῳ.

  12. 1.288.1

    ἄν δέ καὶ ἐξετάσῃ τις, πολλῷ χείρονα τῆς τῶν ἰδιωτῶν ὑπολήψεως εὑρήσει τὰ τῶν ποιητῶν. καὶ ὁ μὲν σκηνικὸς ἀναγορευθεὶς φιλόσο- φος ἔτι μετριώτερος φαίνεται, λέγων μὴ εἰδέναι ᾧ προσ- εύχεται (Eurip. Troad. 884) ὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν, ὅστις ποτ’ εἴ οὑ, δυστόπαστος εἰσιδεῖν, Ζεύς, εἴτ’ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, προσευξάμην σέ.

  13. 1.289.1

    Ὅμηρος δέ καὶ Ἡσίοδος κατὰ τὸν Κολοφώνιον Ξενο- φάνη (B 12 Dieis) ὡς πλεῖστ’ ἐφθέγξαντο θεῶν ἀθεμίστια ἔργα, κλέπτειν μοιχεύειν τε καὶ ἀλλήλους ἀπατεύειν. Κρόνος μὲν γάρ, ἐφʼ οὖ τὸν εὐδαίμονα βίον γεγονέναι λέγουσι, τὸν πατέρα ἦνδροτόμησε καὶ τὰ τέκνα κατέπιεν, Ζεύς τε ὁ τούτου παῖς ἀφελόμενος αὐτὸν τῆς ἡγεμονίας (Ηom. Ξ 204) γαίης νέρθε καθεῖσε καὶ ἀτρυγέτοιο θαλάσσης, τῆλε μάλʼ ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον.

  14. 1.290.1

    τῷ δὲ Διὶ ἐπιβουλεύουσιν οἱ συγγενεῖς, παρὸ καὶ ὑπὸ Θέτιδος βοηθεῖται, (Ηom. Α 399) ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι, Ἥρη τ’ ἠδέ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη ὠμότατος γάρ ἐστι, καὶ τὴν μὲν ἀδελφὴν καὶ γυναῖκα ἱεροσύλου τρόπον κρεμάσας οὐκ ἀρκεῖται, ἀλλὰ καὶ ὀνει- δίζει λέγων (Hom.G 18) ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμω ὑψόθεν, ἐκ δέ ποδοῖιν ἄκμονας ἧκα δύω, περὶ χερσὶ δέ δεσμὸν ἴηλα χρύσεον ἄρρηκτον, σὺ δʼ ἐν αἰθέρι καὶ νεφέλῃσιν ἐκρέμω, ἠλάστεον δέ θεοὶ κατὰ μακρὸν λυμπον ;

  15. 1.291.1

    τὸν δὲ Ἥφαισον ὀργισθεὶς ῥίπτει ἀπὸ τοῦ οὐρανοῦ, ὁ δὲ (Α 593) κάππεσεν ἐν Λήμινῳ, ὀλίγος δʼ ἔτι θυμὸς ἐνῆεν. τὸν δὲ ἀδελφὸν ὑπερορᾷ (ι 531 et Y 65) οἰκί’ ἔχοντα σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ. πρόσεστι δὲ αὐτῷ πρὸς τῇ ἀποτομίᾳ καὶ ἀκρασία, ὅς θειυάμενος τὴν Ἥραν ἐπὶ τῆς Ἴδης κεκοσμημένην οὐ καρτερεῖ μέχρις τῶν ἀποδεδειγμένων αὐτοῖς θαλάμων ἐλθεῖν, ἀλλʼ ἐπὶ τοῦ ὄρους χαμαὶ ῥέψας ἑαυτὸν συγκυ- λίνδεται τῇ γυνμικί, (Ξ 347) τοῖσι δʼ ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην, λωτόν θʼ ἑρσήεντα ἰδέ κρόκον ἡδʼ ὑάκινθον.

  16. 1.292.1

    ποικίλης οὖν πεψωραμένης τῆς ποιήσεως ἀνωφελὴς ἡ γραμματικὴ μὴ δυναμένη ἀποδεῖξαι τίσι πιστευτέον ἐστὶν ὡς ἀλθέσι καὶ τίσιν ἀπιστητέον ὡς μυθικοῖς ψεύσ- μασιν.

  17. 1.293.1

    Ἀλλὰ πόλει φασὶ χρησίμην εἶναι τὴν γραμματικήν, ἐπεὶ καὶ Αεβεδίοις νίκης αἴτιον ἐγένετο ἐκ ποιητικῆς μαρ- τύριον. ἕνεκα δὲ τούτου καὶ τὴν ὀρχηστικὴν ἀναγκαίαν λέγομεν εἶναι, ἐπεὶ Σώστρατος ὁ ντιόχου ὀρχηστής, λα- βόντος ὑποχείριον τὴν Πριήνην τοῦ βασιλέως πατρίδα οὖσαν αὐτοῦ, καὶ παρὰ τὸ συμπόσιον τὴν ἐλευθερίαν ἀναγκαζόμενος ὀρχεῖσθαι, οὐ καλὸν ἔφη τῆς πατρίδος αὐ- τοῦ δουλευούσης αὐτὸν ἐλευθερίαν ὀρχεῖσθαι καὶ διὰ τοῦτο ἐλευθερωθῆναι τὴν πόλιν.

  18. 1.294.1

    εἶτα ἄλλο μέν ἐστι τό πόλει χρήσιμον, ἄλλο δὲ τὸ ἡμῖν αὐτοῖς. σκυτοτομικὴ γοῦν καὶ χαλκευτικὴ πόλει μέν ἐστιν ἀναγκαῖον, ἡμῖν δὲ χαλκεῦσι γενέσθαι καὶ σκυτοτόμοις πρὸς εὐδαιμονίαν οὐκ ἀναγκαῖον. διόπερ καὶ ἡ γραμματικὴ οὐκ ἐπεὶ πόλει χρη- σίμη καθέστηκεν, ἐξ ἀνάγκης καὶ ἡμῖν ἐστιν [ἡ] τοιαύτη. ἡ μέν γὰρ ὁμιλητικὴ οὐκ ἀπὸ γραμματικῆς περιγίνεσθαι πέφυκεν,

  19. 1.295.1

    ἀλλʼ ἀπὸ κοινῆς τινος ἐντρεχείας, εἰ μή τι καὶ Δημάδης ὁ ῥήτωρ γραμματικὸς ἦν, πολλοῖς τῶν Ἀθη- ναίων μετὰ τὴν ἐν Μαιρωνείᾳ ἧτταν συναιχμαλωτισθεὶς καὶ εἰπὧν πρὸς τὸν φἰλιππον ἀναγκάζοντα εὐωχεῖσθαι (Hom. κ 383) τίς γάρ κεν ἀνήρ, ὅς ἐναίσιμος εἴη, πρὶν τλαίη πάσασθαι ἐδητύος ἠδὲ ποτῆτος, πρὶν λῦσαί θʼ ἑτάρους καὶ ἐν ὀφθαλμοῖσιν ἰδέσθαι;

  20. 1.296.1

    Παῦτα μέν οὖν πρὸς τὰς τῶν γραμματικῶν ἐπιχειρή- σεις λεγέσθω· προηγουμένως δέ ῥητέον ὡς εἰ μὲν μόνοι ἧκαν οἱ ποιηταὶ βιωφελεῖς, τάχα ἄν ἡ γραμματικὴ βιω- φελὴς ἐγίνετο περὶ τούτους πονουμένη, ωῦν δὲ ἐπεὶ οὗτοι μὲν ἢ ἀνωφελεῖς εἰσιν ἢ ὀλιγωφελεῖς, φιλόσοφοι δὲ καὶ οἱ λοιποὶ συγγραφεῖς διδάσκουσι τὰ ὧφέλιμα τῶν πραγ- μάτων, οὐ δεόμεθα γραμματικῆς.

  21. 1.297.1

    καὶ ὅτι οἱ συγγραφεῖς μᾶλλον ἢ οἱ ποιηταὶ τὰ χρήσιμα τῷ βίῳ δηλοῦσιν, εὐεπι- λόγιστον. οἱ μέν γὰρ τοῦ ἀληθοῦς στοχάζονται, οἱ δέ ἐκ παντὸς ψυχαγωγεῖν ἐθέλουσιν, ψυχαγωγεῖ δὲ μᾶλλον τὸ ψεῦδος ἢ τἀληθές. τοίνυν ἐκείνοις 〈μᾶλλον〉 ἢ τούτοις προσεκτέον τοῖς ἐπίτηδες τὸ ψεῦδος μεταδιώκουσιν.

  22. 1.298.1

    καθ- όλου τε, ὅσον ἐπὶ τοῖς ποιηταῖς, οὐχ οἷον ἀνωφελὴς τῷ βίῳ ἀλλὰ καὶ βλαβερωτάτη. ἐπιτείχισμα γὰρ ἀνθρωπί- νων παθῶν ἡ ποιητικὴ καθέστηκεν· καὶ ὡς ( TGV fr. adesp. 364 Nauck) γέρων γέροντι γλῶσσαν ἡδίστην ἔχει, οὕτως οἱ μέν ἐρωτομανεῖς καὶ μέθυσοι τὰς λκαίου καὶ νακρέοντος ποιήσεις ἀναγνόντες προσεκκαίονται, οἱ δὲ ὀργίλοι Ἡππώνακτα καὶ λρχίλοχον ἀλείπτας ἔχουσι τῆς περὶ αὐτοὺς κακίας.

  23. 1.299.1

    ὰ μὲν οὖν ὑπὸ τῶν ἄλλων λεγόμενα κατὰ τὸν τόπον, καὶ μάλιστα τῶν πικουρείων, ἐστὶ τοιαῦτα· ἡμεῖς δέ μηδέν κατειπόντες τῆς ποιητικῆς ἄλλως ποιώμεθα τὰς ἀντιρρήσεις πρὸς τοὺς ἀξιοῦντας γραμματικὴν ἔχειν τέ- χνην τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων δια- γωπυστικήν.

  24. 1.300.1

    ἐπεὶ τοίνυν πᾶν σύγγραμμα καὶ πᾶσα ποίησις ἐκ λέξεων τῶν δηλουσῶν καὶ πραγμάτων τῶν δηλουμέ- νων συνέστηκε, δεήσει τὸν γραμματικόν, εἴπερ ἔχει τέ- χνην | διαρθρωτικὴν τῶν παρὰ συγγραφεῦσι καὶ ποιηταῖς λεγομένων, ἤτοι τὰς λέξεις μόνον ἢ τὰ ὑποκείμενα πράγ- ματα γινώσκειν ἢ τὸ συναμφότερον. ἀλλὰ τὰ μέν πράγ- ματα, κἂν ἡμεῖς μὴ λέγωμεν, φαίνεταμι μὴ γινώσκειν. τούτων γὰρ τὰ μέν ἐστι φυσικὰ τὰ δέ μαθηματικὰ τὰ δὲ ἰατρικὰ τὰ δέ μουσικά, καὶ δεῖ τὸν μέν φυσικοῖς ἐπιβάλ- λοντα πράγμασιν εὐθὺς φυσικὸν εἶναι καὶ τὸν μουσικοῖς μουσικὸν εἶναι καὶ τὸν μαθηματικοῖς εὐθύς εἶναι μαθη- ματικόν, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ μέντοι γραμμά- τικὸς 〈ὅτι〉 οὐκ ἐστιν ἐν τῷ αὐτῷ πάνσοφος καὶ πάσης ἐπιστήμης δαήμων, σὺν τῷ καὶ αὐτόθεν προσπίπτειν, ἔτι κἀκ τῶν ἀποτελεσμάτων ἐλέγχεται.

  25. 1.301.1

    ποῦ γάρ τις δύ- ναται τῶν ὧφρυωμένων γραμματικῶν Ἡράκλειτον συν- εῖναι καὶ Πλάτωνι παρακολουθῆσαι λέγοντι (Plat. Tim. 35 A) ‘τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ ταὐτὰ ἐχούσης οὐσίας καὶ τῆς περὶ τὰ σώματα μεριστῆς τρίτον ἐξ ἀμφοῖν συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύ- σεως καὶ τῆς θατέρου’ καὶ ἤδη τὰ ἑξῆς, — περὶ τὴν λέξιν πάντες οἱ Πλάτωνος ἐξηγηταὶ ἐσίγησαν — ἢ ποῦ τοῖς Χρυσίππου διαλεκτικοῖς θεωρήμασιν ἤ λρχιμήδους τε καὶ Εὐδόξου μαθηματικοῖς ἐπιβάλλειν ἰσχύσει;

  26. 1.302.1

    καὶ μὴν ὡς ἐν τούτοις ἐστὶ τυφλός, οὕτω κἀν τοῖς περὶ αὐτῶν γραφεῖσι ποιυμασιν, οἷον Εμπεδοκλίους λέγοντος (B 112, 4- 5 D.) χαίρετʼ, ἐγὼ δʼ ὑμῖν θεὸς ἄμβροτος, οὐκέτι θνητός, πωλεῦμαι μετὰ πᾶσι τετιμένος, καὶ πάλιν (B 113 Dieis) ἀλλὰ τί τοῖσδʼ ἐπίκειμʼ ὡσεὶ μέγα χρῆμά τι πράσσων εἰ θνητῶν περίειμι πολυφθερέων ἀνθρώπωνς ὁ μέν γὰρ γραμματικὸς καὶ ὁ ἰδιώτης ὑπολήψονται κατ’ ἀλαζονείαν καὶ τὴν πρὸς τοὺς ἄλλους ἀνθρώπους ὑπερ- ο ψίαν ταῦτ’ ἀνεφθέγχθαι τὸν φιλόσοφον, ὅπερ ἀλλότριόν ἐστι τοῦ κἂν μετρίαν ἕξιν ἐν φιλοσοφία ἔχοντος, οὐχ ὅτι γε τοῦ τοσούτου ἀνδρός

  27. 1.303.1

    ὁ δὲ ἀπὸ φυσικῆς ὁρμώμενος θεωρίας, σαφῶς γινώσκων ὅτι ἀρχαῖον ὅλως τὸ δόγμμια ἐστί, τοῖς ὁμοίοις τὰ ὅμοια γιγνώσκεσθαι, ὅπερ ἀπὸ Πυ- θαγόρου δοκοῦν κατεληλυθέναι κεῖtπτμι μέν καὶ παρὰ Πλά- τωνι ἐν τῷ Τιμαίῳ (35 A et 45 B), εἴρηται δέ πολὺ πρό- τερον ὑπʼ αὐτοῦ Ἡμπεδοκλέους (B 109 Diels) γαίῃ μέν γὰρ γαῖαν ὀπώπαμεν, ῦδατι δʼ ὕδωρ, ἠέρι δʼ ἠέρα δῖον, ἀτὰρ πυρὶ πῦρ ἀίδηλον, στοργὴν δέ στοργῇ, νεῖκος δέ τε νείκεῖ λυγρῷ, συνήσει ὅτι ὁ Ἐμιπεδοκλῆς θεὸν ἑαυτὸν προσηγόρευσεν, ἐπεὶ μόνος καθαρὸν ἀπὸ κακίας τηρήσας τὸν νοῦν καὶ ἀνεπιθόλωτον τῷ ἐν ἑαυτῷ θεῷ τὸν ἐκτὸς θεὸν κατεί- ληφεν.

  28. 1.304.1

    Ἀράου τε μὴν γράφοντος (phaon. 54I ) ὅσσον ἀπʼ ὀφθαλμοῖο βολῆς ἀπολάμπεται αὐγή, ἑξάκις ἂν τόσση μιν ὑποδράμοι· αὐτὰρ ἑκάστη ἴση μετρηθεῖσα δύω περιτέλλεται ἄστρα οὐ γραμματικοῦ τοῦτο νοῆσαι, ὅτι ἡλίκη ἐστὶν ἡ ἀπὸ τῆς ἡμιῶν ὄψεως πρὸς τὴν ἀνατολὴν ἐκβαλλομένη εὐθεῖα, ἑξά- κις αὕτη ληφθεῖσα τὸν ζῳδιακὸν καταμετρήσει κύκλον ὥστε δύο αὐτὴν ἀποτέμινεσθαι ζῷδια, ἀλλὰ μαθηματικοῦ, γγραμμικῶς αὐτὸ ἀποδεικνύντος, ὅτι τὸ ἓκτον τοῦ ζωδια- κοῦ κύκλου μέρος ἀπὸ τῆς μέχρι τῆς ἀνατολῆς ἐκβαλλο- μένης εὐθείας καθέστηκεν.

  29. 1.305.1

    Τίμωνός τε τοῦ ψλιασίου τὸν Πύρρωνα ἡλίῳ ἀπεικάζοντος ἐν οἰς φησι (B 67, 5 Diels PPF) μοῦνος δʼ ἀνθρώποισι θεοῦ τρόπον ἡγεμονεύεις, ὅς περὶ πᾶσαν ἐλῶν γαῖαν ἀναστρέφεται, δεικνὺς εὐτόρνου σφαίρας πυρικαύτορα κύκλον, δόξει μὲν τοῖς γραμματικοῖς κατὰ τιμὴν αὐτὸ λέγειν καὶ | διὰ τὴν περὶ τὸν φιλόσοφον ἐπιφάνειαν ἄλλος δέ ἐπι- στήσει μήποτε καὶ μάχεται [τὰ παραδείγματα] τῷ σκε- πτικῷ βουλήμιατι τὰ ὑπὸ τοῦ Φλιασίου εἰς τὸν Πύρρωνα λεχθέντα, εἴγε ὁ μὲν ἥλιος τὰ πρότερον μὴ βλεπόμενα τῷ φωτὶ καταυγάζων δείκνυσιν, ὁ δέ Πύρρων καὶ τὰ προ- δήλως ἡμῖν ληφθέντα τῶν πραγμάτων εἰς ἀδηλότητα περι- σπῖν βιάζεται.

  30. 1.306.1

    τὸ δέ οὐχ οὕτως ἔχειν φαίνεται τῷ φιλο- σοφώτερον ἐπιβάλλοντι, ἀλλʼ ἡλίου τρόπον ἐπέχειν φησὶ τὸν Πύρρωνα καθόσον 〈ὡς〉 ὁ θεὸς τὰς τῶν ἀκριβῶς εἰς αὐτὸν ἀτενιζόντων ὄψεις ἀμαυροῖ, οὕτω καὶ ὁ σκεπτικὸς λόγος τὸ τῆς διανοίας ὄμμα τῶν ἐπιμελέστερον αὐτῷ προσεχόντων συγχεῖ, ὥστε ἀκαταληπτεῖν περὶ ἑκάστου τῶν κατὰ δογματικὴν θρασύτητα τιθεμένων.

  31. 1.307.1

    εἰ δέ δεῖ περὶ ἰατρικῆς διεξέρχεσθαι θεωρίας, καὶ παριστν ὡς καὶ ἐπίθετον πολλάκις προσριφὲν ὑπὸ ποιητοῦ βαθὺν ἐμφαίνει καὶ ἐπιστημονικὸν νοῦν, οἷόν ἐστι τὸ βαθύσχοινον λεχε- ποίην’ παρʼ Ὁμήρῳ (Δ 383). σημαίνει γάρ, ὅ μὴ δύναται νοῆσαι γραμματικός, 〈ὅτι〉 παραστατικὸν πρὸς συνουσίαν ἐστὶ τὸ τῆς σχοίνου σπέρμα, λέχος καλοῦντος τοῦ ποιητοῦ τὴν μῖξιν.

  32. 1.308.1

    ἢ τὸ παρὰ τῷ Εὐριπίδῃ ἐπὶ τῇ Αυκομήδους θυγατρὶ Δηιδαμείᾳ λεγόμενον (fr. 682 Nauck) ἡ παῖς νοσεῖ σου κἀπικινδύνως ἔχει πρὸς τοῦ; τίς αὐτὴν πημονὴ δαμάζεται; μῶν κρυμὸς αὐτῆς πλευρὰ γυμνάζει χολῆς; πυνθάνεται γὰρ μή τι πλευριτικὴ γέγονε διὰ τὸ τοὺς πλευριτικοὺς βήσσοντας ὑπόχολον ἀνάγειν. ὧν οὐδὲν οἴδεν ὁ γραμματικός.

  33. 1.309.1

    Καίτοι περιττὸν ἴσως ἐστὶν ἀπὸ τῶν ἀρχαιοτέρων καὶ τάχα ἐπιστημονικῶν δυσωπεῖν τοὺς ἀπὸ τῆς γραμματι- κῆς, ὅτε καὶ τὸ τυχὸν ἐπιγραμμάτιον οὐχ οἷοί τέ εἰσι νοῆσαι, καθάπερ καὶ τὸ ὑπὸ τοῦ Καλλιμάχου εἰς Διόδω- ρον τὸν Κρόνον συγγραφέν (fr. 393, 3 Pfeiffer) ἠνίδε κου κόρακες τεγέων ἔπι ‘κοῖα συνῆπταιʼ κρώζουσιν καὶ ‘κῶς αὖθι γενησόμεθαʼ.

  34. 1.310.1

    ὅτι γὰρ διαλεκτικώτατος ἧν ὁ Κρόνος καὶ ἐδίδασκε πῶς κριτέον ἐστὶ τὸ ὑγιές συνημμένον, ὥστε διὰ τὸ ἐπικρα- τεῖν ἤδη τὴν διδασκαλίαν καὶ τούς ἐπὶ τῶν δωμάτων κό- ρακας ἐκ πολλῆς τῆς κατηχήσεως κράζειν τὴν κατ’ αὐτὸν τοῦ συνημμένου κρίσιν, εἴποι ἄν ὁ γραμματικός, καὶ μέχρι τούτου συνήσει τὸ καὶ παιδίοις γνώριμον·

  35. 1.311.1

    ἐλθὼν δὲ καὶ ἐπὶ τὸ ‘καὶ κῶς αὖθι γενησόμεθαʼ ἡσυχάσει, μὴ εὑρί- σκων τὸ δηλούμενον πρᾶγμα. φιλοσόφου γὰρ ἧν εἰπεῖν ὅτι ἀρέσκει τῷ Διοδώρῳ μηδὲν κινεῖσθαι. τὸ γὰρ κινού- μένον ἤτοι ἐν ὧ ἔστι τόπῳ κινεῖται ἢ ἐν ᾦ μὴ ἔστιν οὕτε δὲ τὸ πρῶτον οὐτε τὸ δεύτερον· οὐκ ἄρα κινεῖταί τι. τῷ δέ μηδὲν κινεῖσθαι τὸ μηδὲν φθείρεσθαι ἀκολου- θεῖ.

  36. 1.312.1

    ὡς γὰρ διὰ τὸ μήτε ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαί τι μήτε ἐν ᾧ μή ἐστιν οὐδὲν κινεῖται, οὕτως ἐπεὶ τὸ ζῷον οὕτε ἐν ῥ ζῇ χρόνῳ ἀποθνῄσκει οὔτε ἐν ᾧ μὴ ζῇ, οὐδέ- ποτε ἄρα ἀποθνῄσκει. εἰ δὲ τοῦτο, ἀεὶ ζῶντες κατ’ αὐτὸν καὶ αὖθις γενησόμεθα.

  37. 1.313.1

    Οὐκοῦν τὰ μὲν πράγματα οὐ νοοῦσιν οἱ γραμματικοί. λείπεται τοίνυν τὰ ὀνόματα νοεῖν αὐτούς. ὅ πάλιν ἐστὶ ληρῶδες. πρῶτον μέν γὰρ οὐδὲν ἔχουσι τεχνικὸν εἰς τὸ λέξιν γινώσκειν. οὐδὲ γὰρ ἐκ τέχνης τινὸς μεμαθήκασιν ὅτι οἱ παρὰ τῷ Σοφοκλεῖ (fr. 472 Nauck) ποιμένες ‘ἰώ βαλλήνʼ λέγοντες ‘ίώ βαοιλεῦʼ λέγουσιφρυγιστί,ἀλλὰ παρʼ ἄλων ἀκούσαντες. διήνεγκε δέ οὐδὲν ἢ βαρβάρου λέξεως ἑρμηνευτὰς γίνεσθαι ἢ τῆς κατὰ γλῶσσαν προενεχθείσης, ὁμοίως οὐσης ἀσυνήθους ἡμῖν.

  38. 1.314.1

    εἶτα καὶ τοῦτʼ ἀδύνατόν ἐστιν ἀπείρων οὐσῶν λέξεων καὶ ἄλλως παρʼ ἄλλοις ὀνο- ματοποιηθεισῶν ἢ ἐπὶ πράγμασιν οἶς ἡμεῖς οὐκ ἴσμεν τε θεικῶν. οἷόν ἐστι τὸ 〈 ἐβαρβάριζε τὸ ὅλον, ἕλκη ἔχον ἐν τῇ χειρίʼ, τοῦ μὲν〉 ἐβαρβάριζεν ἀντὶ τοῦ ἐσύριζε κει- μένου, βάρβαροι γὰρ οἱ Σύροι, τοῦ δὲ ὅλου ἀντὶ τοῦ παντός, ὅλον γὰρ καὶ πᾶν συνώνυμον, τοῦ δέ ἕλκους ἀντὶ τῆς σύριγγος, εἶδος γὰρ ἕλκους ἡ σύριγξ· ὥστε τὸ ὅλον γίνεσθαι τοιοῦτον ἐσύριζεν ὁ Πάν, σύριγγας ἔχων ἐν τῇ χειρί..

  39. 1.315.1

    ἄλλως τε καὶ ποῦ ἴσασιν ἐνίας τῶν ἐπιστημονικῶν λέξεων οἱ γραμματικοί, καθάπερ τὴν παρὰ λριστοτέλει ἐντελέχειαν ἢ τὸ τί ἦν εἶναι; ἢ ποῦ συνήσουσι τίνα δύ- ναμιν ἔχει παρὰ σκεπτικοῖς ἡ οὐδὲν μᾶλλον’ φωνή, πό- τερον πυσματική ἐστιν ἢ ἀξιωματική, καὶ ἐπὶ τίνος τάσ- σεται, ἀρά γε τοῦ ἐκτὸς ὑποκειμένου ἢ τοῦ περὶ ἡμᾶς πάθους ;

  40. 1.316.1

    τί δέ καὶ ἐροῦσιν ἐκ λέξεών τινων συντεθέντος τινὸς ποιήματος· ἦ γάρ σοι δισσοῖσιν ὑπʼ οὔρεσι διττὸς ἐραστὴς ἔφθιτο καὶ νεάτην μοῖραν ἔθηκε φύσιν. ἄρθρῳ ἐν ἀσπιδόεντι βεβηκότα γυῖα καθʼ όλμοῦ βᾶσα τροχαντήρων ἄχρι περιστρέφεται σμερδαλέα δʼ ὑπένερθεν ἀλώπεκος ἄχρι δοχαίης αἰῶνος χαλαρὰν σύνδρομον ἁρμονίης.

  41. 1.317.1

    τούς γὰρ ἐραστὰς οἴτίνές εἰσι καὶ τὰ ὄρη καὶ τὸ ἀσπιδόεν ἄρθρον καὶ τούς τροχαντῆρας, ἔτι δὲ καὶ τὸν ὅλμον καὶ τὰς ἀλώπεκας δοχαίην τε καὶ αἰῶνα καὶ ἁρμονίαν, μήτε τροπικῶς μήτε κατὰ ἱστορίαν ἀλλὰ κυρίως ἐξενεχθέντα ὀνόματα, κἆν μυριάκις ἐπιστήσωσιν, οὐ συνήσουσιν.

  42. 1.318.1

    Εἰ οὖν μήτε τὰ πράγματα μήτε τὰς λέξεις ἴσασιν, παρὰ δὲ ταῦτα οὐδέν ἐστιν ἡ ποίησις ἢ τὸ σύγγραμμα, οὐκ ἄν ἔχοιεν τέχνην ἐξηγητικὴν τῶν παρὰ ποιηταῖς καὶ συγγραφεῦσι λεγομένων. ἄλλως τε καὶ εἰ χρῄζομεν γραμ- ματικῆς, ἐπὶ τῶν ἀρίστων ποιημάτων χρῄζομεν ἀλλʼ οὐ τῶν μοχθηρῶν. ἄριστον δὲ ποίημά ἐστι κατ’ αὐτοὺς τὸ σαφές·

  43. 1.319.1

    ἀρετὴ γὰρ ποιήματος ἡ σαφήνεια, καὶ μοχθηρὸν τὸ ἀσαφές παρὰ γραμματικῇ. οὔτε οὖν ἐπὶ ἀρίστου ἐστὶ ποιήματος χρειώδης διὰ τὸ μὴ δεῖσθαι ἐξηγήσεως σαφές ὄν, οὐτε ἐπὶ τοῦ μοχθηροῦ διὰ τὸ αὐτόθεν εἶναμι μοχθη- ρόν.

  44. 1.320.1

    τό τε ἀνεπικρίτως διαφωνούμενον ἀκατάληπτόν ἐστιν, ἀνεπικρίτως δʼ ἔτι διαφωνοῦσιν ἐν ταῖς ἐξηγήσεσιν οἱ γραμματικοὶ περὶ τῆς τοῦ συγγραφέως διανοίας· ἀκατά- ληπτος ἄρα ἐστὶν ἡ τοῦ συγγραφέως διάνοια, καὶ διὰ τοῦτο ἄχρηστος ἡ γραμματική.

  45. 1.320.2

    Ἀλλὰ γὰρ πρὸς μὲν τούς ἀπὸ τούτου τοῦ μαθήματος ἀναγομένους ἐπὶ τοσοῦτον εἰρήσθω ἀπʼ ἄλλης δέ ἀρχῆς σκεψώμεθα καὶ πρὸς τοὺς ῥήτορας ἅ δεῖ λέγειν.

  46. 2.1.1

    Τοῖς περὸ γραμματικῆς διεξοδευθεῖσιν ἡμῖν ἀκόλουθον ἂν εἴη καὶ περὶ ῥητορικῆς λέγειν, ἀνδρικωτέρας ἤδη καθ- εστώσης καὶ τὸ πλέον ἐπʼ ἀγορᾶς καὶ βημάτων ἐξεταζο- μένης. ἀλλʼ ἐπεὶ κοινὸν ὑπάρξεως τε καὶ ἀνυπαρξίας ἐστὶν ἡ ἔννοια, καὶ οὐδὲν τούτων ἕτερον οἷόν τέ ἐστι ζητεῖν μὴ προλαβόντας ὅ ἐστι τὸ ζητούμενον, φέρε πρῶτον σκε- ψώμεθα τί ἂν εἴη ῥητορική, τὰς ἐπιφανεστάτας εἰς τοῦτο τῶν φιλοσόφων ἀποδόσεις παρατιθέμενοι.

  47. 2.2.1

    Πλάτων μὲν οὖν ἐν τῷ οργίᾳ κατὰ διοριστικὴν ἔφο- δον τοιοῦτον ἔοικεν ἐξ ἐπισυνθέσεως ὅρον τῆς ῥητορικῆς ἀποδιδόναι ῥητορική ἐστι πειθοῦς δημιουργὸς διὰ λόγων, ἐν αὐτοῖς τοῖς λόγοις τὸ κῦρος ἔχουσα, πειστική, οὐ δι- δασκαλικήʼ, τὸ μὲν διὰ λόγων’ προστιθεὶς τάχα παρόσον πολλά ἐστι τὰ πειθὼ τοῖς ἀνθρώποις ἐνεργαζόμενα χωρίς λόγου, καθάπερ πλοῦτος καὶ δόξα καὶ ἡδονὴ καὶ κάλλος. οἱ γοῦν παρὰ τῷ ποιητῇ δημογέροντες,

  48. 2.3.1

    καίπερ ἐκπεπο- λεμωμένοι καὶ τελέως ἀπηλλοτριωμένοι πρὸς τὴν Ἑλένην ὡς κακῶν αἰτίαν γενομένην αὐτοῖς, ὅμως ὑπὸ τοῦ περὶ αὐτὴν κάλλους πείθονται, καὶ προσιούσης τοιαῦτά τινα πρὸς ἀλλήλους διεξίασιν (Πʼ 156) οὐ νέμεσις Τρῶας καὶ ἐυκνήμιδας βχαιούς τοιῇδʼ ἀμφὶ γυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν. Eψψρύνη τε,

  49. 2.4.1

    ὡς φασιν, ἐπεὶ συνηγοροῦντος αὐτῇ Υπερίδου ἔμελλε καταδικάζεσθαι, καταρρηξαμένη τοὺς χιτωνίσκους καὶ γυμνοῖς στήθεσι προκυλινδουμένη τῶν δικαστῶν πλεῖον ἴσχυσε διὰ τὸ κάλλος τοὺς δικαστὰς πεῖσαι τῆς τοῦ συνηγοροῦντος ῥητορείας. τὸ δέ αὐτὸ καὶ ἐπὶ χρημά- των ἐστὶν ἡδονῆς τε καὶ δόξης· τούτων γὰρ ἕκαστον εὑρή- σομεν οὕτω πεῖθον ὡς πολλάκις τινὰ τῶν καθηκόντων ὑπερβαίνειν. οὐ τοίνυν ἀσκόπως ὁ Πλάτων ἀποβλέπων εἰς τὴν διʼ αὐτῶν γινομένην πειθὼ ἔλεξεν ὅτι ῥητορική ἐστι πειθοῦς δημιουργὸς οὐχ ὁπωσοῦν ἀλλὰ διὰ λόγων.

  50. 2.5.1

    καὶ μὴν οὐκ ἐπεὶ λόγοις πείθει, πάντως ἐστὶ ῥητορική (καὶ γὰρ ἡ ἰατρικὴ καὶ αἱ ὁμοειδεῖς ταύτῃ τέχναι διὰ λόγου πείθουσιν), ἀλλʼ εἴ τις ἐν αὐτοῖς προηγουμένως τοῖς λό- γοις ὑποκειμένην ἔχει τὴν ἰσχύν· καὶ οὐ κοίνως, ἐπείπερ καὶ ἡ γεωμετρία καὶ ἀριθμητικὴ καὶ πᾶσα ἡ τῷ γένει θεωρητικὴ τέχνη ἐν λόγοις προηγουμένως ἔχει τὸ κῦρος, ἀΑλλʼ ὅταν σὺν τούτοις μὴ διδασκαλικήν, ὤσπερ γεωμετρία, ἀλλὰ πειστικὴν ποιῆται τὴν πειθώ ὅπερ ἦν ἴδιον ῥητο- ρικῆς.

  51. 2.6.1

    Ξενοκράτης (fr. 13 Heinze) δὲ ὁ Πλάτωνος ἀκουστὴς καὶ οἱ ἀπὸ τῆς Στοᾶς φιλόσοφοι (fr. II 294 Arn.) ἔλε- γον ῥητορικὴν ὑπάρχειν ἐπιστήμην τοῦ εὖ λέγειν, ἄλλως μὲν Ξενοκράτους τὴν ἐπιστήμην λαμβάνοντος καὶ ἀρχαι- κῷ νόμῳ, ἀντὶ τῆς τέχνης, ἄλλως δὲ τῶν Στωικῶν, ἀντὶ τοῦ βεβαίας ἔχειν καταλήψεις, ἐν σοφῷ μόνῳ φυομέ ην. τὸ δέ λέγειν ἀμφότεροι παραλαμβάνουσιν ὡς διαφέρον τοῦ διαλέγεσθαι, ἐπειδήπερ τὸ μέν ἐν συντομίᾳ κείμενον κἀν τῷ λαμβάνειν καὶ διδόναι λόγον διαλεκτικῆς ἔστιν ἱργον,

  52. 2.7.1

    τὸ δέ λέγειν ἐν μήκει καὶ διεξόδῳ | θεωρούμενον ῥητορικῆς ἐτύγχανεν ἴδιον. ἔνθεν γοῦν καὶ Ζήνων ὁ Κι- τιεύς (Stoic. fr. I 75) ἐρωτηθεὶς ὅτῳ διαφέρει διαλεκτικὴ ῥητορικῆς, συστρέψας τὴν χεῖρα καὶ πάλιν ἐξαπλώσας ἔφη ῾ τούτῳ᾿, κατὰ μὲν τὴν συστροφὴν τὸ στρογγύλον καὶ βραχὺ τῆς διαλεκτικῆς τάττων ἰδίωμα, διὰ δέ τῆς ἐξ- απλώσεως καὶ ἐκτάσεως τῶν δακτύλων τὸ πλατὺ τῆς ῥητορικῆς δυνάμεως αἰνιττόμενος.

  53. 2.8.1

    Ἀριστοτέλης δὲ ἐν τῷ πρώτῳ τῶν Ῥητορικῶν τεχνῶν (1354 a 12) ἁπλούστερον παραδίδωσι τὴν ῥητορικὴν τέχνην λόγων. καὶ ζητουμένου πρὸς αὐτὸν ὅτι καὶ ἡ ἰατρικὴ τέχνη ἐστὶ λόγων ἰατρικῶν, ἀπολογούμενοί τινές φασιν ὅτι ἡ ἰατρικὴ τοὺς λόγους ἐφʼ ἕτερόν τι ἀναφέρει τέλος, καθάπερ τὴν ὑγείαν, ἡ δέ ῥητορικὴ ἄντικρύς ἐστι λόγων τέχνη.

  54. 2.9.1

    καὶ ἄλλους δέ ἐκτίθεται ὁ ἀνὴρ οὗτος ὅρους, περὶ ὧν οὐκ ἀναγκαῖόν ἐστιν ἡμῖν λέγειν τοῖς μὴ προηγουμέ- νως τὸν περὶ ῥητορικῆς διεξοδεύουσι λόγον, ἀλλʼ ὅσον τοῦ τὴν ἰδιότητα ταύτης περινοῆσμι πρὸς τὴν χειρισθη- σομένην ἡμῖν ἀντίρρησιν. ἧς ἀρχὴ γένοιτʼ ἂν εὐθέως ἀπὸ τῆς ἐκκειμένης νοήσεως. ἐπεὶ γὰρ τέχνην ἢ ἐπιστήμην λόγων ἢ τοῦ λέγειν καὶ πειθοῦς περιποιητικὴν βούλονται τυγχάνειν τὴν ῥητορικὴν οἱ τὴν ἔννοιαν αὐτῆς ἀποδιδόν- τες, πειρασόμεθα καὶ ἡμεῖς τῶν τριῶν τούτων ἐχόμενοι διδάσκειν τὸ ἀνυπόστατον αὐτῆς.

  55. 2.10.1

    Πάσα τοίνυν τέχνη (Stoic. fr. I 73 Arn.) σύστημά ἐστιν ἐκ καταλήψεων συγγεγυμνασμένων καὶ ἐπὶ τέλος εὔχρηστον τῶν ἐν τῷ βίῳ λαμβανουσῶν τὴν ἀναφοράν· ἡ δέ ῥητορικὴ οὐκ ἔστι σύστημα ἐκ καταλήψεων, ὡς παρα- στήσομεν· οὐκ ἄρα 〈τέχνη〉 ἐστιν ἡ ῥητορική.

  56. 2.11.1

    τῶν γὰρ ψευδῶν οὐκ εἰσι καταλήψεις, ψευδῆ δέ ἐστι τὰ λεγόμενα τῆς ῥητορικῆς εἶναι θεωρήματα, τοιαῦτα ὄντα οὕτω παραπει- στέον τοὺς δικαστὰς καὶ ‘ὀργὴν κινητέον ἔλεον’ καὶ ‘μοι- χῷ συνηγορητέον καὶ ἱεροσύλῳ’ 〈ἃ〉 ἐμφαίνει τὸ καθήκειν οὕτω τοὺς δικαστὰς παραπείθειν | καὶ ὀργὴν ἢ ἔλεον κι- νεῖν· ἅπερ οὐκ ἐστιν ἀληθῆ, καὶ διὰ τοῦτο ἀκατάληπτα. οὐ τοίνυν αὐτῶν εἰσιν αἱ καταλήψεις· ᾧ συνεισέρχεται τὸ μηδέ τὴν ῥητορικὴν ὑπάρχειν.

  57. 2.12.1

    καθάπερ οὖν οὐκ ἄν εἴποι- μὲν τὴν τοιχωρυχικὴν εἶναί τινα τέχνην παραινοῦσαν τὸ οὕτω δεῖν τοῖχον διορύττειν, καὶ τὴν κλεπτικὴν τὸ οὕτω καθήκειν κλέπτειν καὶ βαλαντιοτομεῖν, (ψευδῆ γάρ ἐστι ταῦτα, καὶ οὔτε καθήκοντα οὔτε θεωρήματα), οὕτως οὐδέ τὴν ῥητορικὴν ὑποληπτέον ἔχειν τεχνικὴν ὑπόστασιν, ἐπὶ τοιούτοις παραγγέλμασι σαλεύουσαν. ἀμέλει γέ τοι καὶ οἱ περὶ Κριτόλαον τὸν Περιπατητικόν, καὶ πολὺ πρό- τερον οἱ περὶ Πλάτωνα, εἰς τοῦτο ἀπιδόντες ἐκάκισαν αὐτὴν ὡς κακοτεχνίαν μᾶλλον ἢ τέχνην καθεστηκυῖαν.

  58. 2.13.1

    καὶ μὴν ἐπεὶ πᾶσα τέχνη ἤτοι ἑστηκὸς ἔχει τὸ τέλος καὶ πάγιον, ὡς φιλοσοφία καὶ γραμματική, ἢ τοῦ ὡς τὸ πολὺ ἐχόμενον, καθάπερ ἰατρική τε καὶ κυβερνητική, δεήσει καὶ τὴν ῥητορικήν, εἴπερ ἐστὶ τέχνη, τὸ ἕτερον τούτων ἐπ- αγγέλλεσθαι.

  59. 2.14.1

    οὔτε δέ ἑστηκὸς ἔχει παν〈τελῶς τὸ〉 τέλος (οὐδὲ γὰρ ἀεὶ περιγίνεται [περὶ] τῆς τῶν ἀντιδίκων νίκης, ἀλλʼ ἔσθʼ ὅτε ἕτερον μέν προτίθεται ὁ ῥήτωρ ἕτερον δὲ ἐξακολουθοῦν ἔχει τέλος)

  60. 2.15.1

    οὔτε τοῦ ὡς τὸ πολὺ ἐφιέμε- νον, ἐπεὶ πᾶς ῥήτωρ ἑαυτῷ συγκρινόμενος πολλάκις ἐλεί- φθη μᾶλλον ἢ ἐνίκησεν, ἅτε διὰ παντὸς ἑτέρου τὰς ἐπι- χειρήσεις αὐτοῦ διαλύοντος· οὐκ ἄρα τέχνη ἐστὶν ἡ ῥη- τορική.

  61. 2.16.1

    εἴπερ τε ἐνδέχεται γενέσθαι ῥήτορα μὴ μετα- σχόντα τῆς ῥητορικῆς τέχνης, οὐκ ἂν εἴη τις τέχνη ῥη- τορική. ἐνδέχεται δέ γε ἱκανῶς καὶ κατὰ τρόπον ῥητο- ρεύειν μὴ μετασχόντα ῥητορικῆς, ὡς καὶ περὶ Δημάδου παρειλήφαμεν· κωπηλάτης γὰρ ὢν ὁμολογεῖται ἄριστος γεγονέναι ῥήτωρ, καὶ σὺν τούτῳ ἄλλοι παμπληθεῖς. τοίνυν οὔκ ἐστι τέχνη ἡ ῥητορική.

  62. 2.17.1

    ἄλλως τε καὶ [ἐπεὶ] τούτοις ἀπιστοῦμεν ὡς τοιούτοις γεγο|νόσι καὶ ἐν ἕξει κἀκ τοιαύ- της τινὸς τριβῆς ἐπὶ τὸ ῥητορεύειν παρεληλυθόσιν, ἀλλ᾿ οὖν γε ἐν τῷ καθʼ ἡμᾶς βίῳ πολλούς πάρεστιν ὁρᾶν λέ- γοντας μέν εὐφυῶς ἐπὶ δικαστηρίων καὶ ἐν ἐκκλησίαις, τὰ δέ τεχνικὰ τῆς ῥητορικῆς παραγγέλματα μὴ γινώ- σκοντας.

  63. 2.18.1

    καὶ ἀντιστρόφως, εἰ οἱ ἐξηκριβωκότες [ἐπὶ πλεῖον] καὶ ἐπὶ πλεῖον ἐκπονήσαντες τὸν τεχνικὸν τῆς ῥητορικῆς λόγον ἀδυνατοῦσι ῥητορεύειν ἐπὶ δικαστηρίων καὶ ἀγορᾶς, οὐ ῥητέον τεχνικὴν μέθοδον εἶναι τὴν ῥητο- ρικήν. ἀλλὰ μὴν ὡς ὁ σύμπας οἶδε βίος, οἱ σοφιστεύοντες ἐπʼ ἄκρον μέν τὴν ῥητορικὴν ἐξήσκησαν τεχνολογίαν, ἰχθύων δὲ ἀφωνότεροι ἐπὶ τῆς [γῆς] ὑπαίθρου θεωροῦνται. τοίνυν οὐ κατὰ τέχνην εἰσί τινες ῥήτορες.

  64. 2.19.1

    ὅθεν καὶ γελᾶν ἔστιν ἐπʼ αὐτούς, ὅταν πρὸς τοῦτον ἀπολογούμενοι τὸν ἔλεγχον φάσκωσιν ὅτι, ὧσπερ αἱ ἀκόναι τέμνειν μέν οὐ πεφύκασιν, ὀξύνουσαι δέ τὴν μάχαιραν τέμνειν παρασκευά- ζουσιν, οὕτω καὶ αὐτοὶ ἀδυνατοῦσι μέν εἰπεῖν ὑπὸ τῆς ἀηθείας, ἄλλους δέ διὰ τέχνης προάγοντες λέγειν ποιοῦ- σιν. οὐκ ᾔδεσαν γὰρ οἱ θαυμάσιοι τὴν ἀνομοιότητα ταύτης τῆς εἰκόνος, εἴ γε ἡ μέν ἀκόνη οὐχ ἣν εἶχε δύναμιν, ταύ- την τῷ σιδήρῳ ἐμποιεῖν πέφυκεν, αὐτοὶ δὲ ἐπαγγέλλονται ὡς προηγούμενον ἔργον, ἣν ἔχουσι τέχνην, ταύτην τῷ πέλας περιποιήσειν.

  65. 2.20.1

    Οἱ δέ περὶ τὸν Κριτόλαον καὶ οἱ ἀπὸ τῆς Ἀκαδημίας, ἐν οἷς ἐστι Κλειτόμαχος καὶ Χαρμίδας, εἰώθασι καὶ οὗ- τοι τοιαῦτά τινα λέγειν, ὅτι τὰς μέν τέχνας οὐκ ἐκβάλ- λουσιν αἱ πόλεις, πάνυ τι βιωφελεῖς οὔσας ἐπιστάμεναι, ὡς οὐδὲ τοὺς μέν οἰκονομικοὺς τῶν οἴκων ἐκβάλλομεν τούς δέ βουκόλους ἐκ τῆς ἀγέλης, τὴν μέντοι ῥητορικὴν πάντες πανταχόθεν ὡς πολεμιωτάτην ἐδίωξαν, ὥσπερ ὁ μὲν Κρητικὸς νομοθέτης εἴρξας ἐπιβαίνειν τῆς νήσου τοὺς ἐν λόγοις ἀλαζονευσαμένους,

  66. 2.21.1

    ὁ δὲ Σπαρτιάτης Λυ- κοῦργος, ὡς | ἂν ζηλωτὴς Θάλητος τοῦ Κρητὸς γενόμενος, τὸν αὐτὸν τοῖς Σπαρτιάταις νόμον εἰσηγήσατο· παρʼ ἣν αἰτίαν πολλοῖς ὕστερον χρόνοις τὸν ἐπὶ ξένης ῥητορικὴν ἐκπονήσαντα νεανίαν ἐπανελθόντα ἐκόλασαν οἱ ἔφοροι, τὴν αἰτίαν προσθέντες τῆς καταδίκης ὡς δολεροὺς λόγους ἐπὶ παρακρούσει τᾶς Σπάρτας ἐμελέτησεν. καὶ αὐτοὶ δὲ διέμειναν ῥητορικὴν μισοῦντες, ἀφελεῖ δὲ βραχυλογίᾳ χρώμενοι.

  67. 2.22.1

    ὅθεν καὶ ὁ ἀντιχειροτονηθεὶς Ἀθηναίοις ὑπʼ αὐτῶν πρὸς Τισσαφέρνην πρεσβευτής, τῶν Ἀθηναίων μακρὰς καὶ ποικίλας ῥήσεις διεξιόντων, δύο τῇ βακτηρίᾳ γραμμὰς κατὰ τοῦ ἐδάφους χαράξας, τὴν μὲν εὐθεῖαν καί μικρὰν τὴν δὲ ἐπιμήκη καὶ σκολιάν, ῾ τούτωνʼ εἶπεν, ῾ ὧ βασιλεῦ, ὁποτέραν θέλεις ἑλοῦ,ʼ αἰνιττόμενος διὰ μὲν τῆς ἐπιμήκους καὶ τῆς σκολιᾶς γραμμῆς τὴν τερθρείαν τὴν ῥητορικήν, διὰ δὲ τῆς βραχείας ἅμα καὶ εὐθείας τὴν ἀφελῆ καὶ σύντομον εὐθυρρημοσύνην,

  68. 2.23.1

    διʼ ἣν οὐκ ἐν οἰ- κείοις μόνοις ἀλλὰ καὶ ξένοις τὴν ἀπεριττότητα τοῦ λό- γου μεταδιώκουσιν. ἐκ μέσων μέντοι γε καὶ τὸν Χίων πρεσβευτὴν περὶ ἐξαγωγῆς πυροῦ δεόμενον, ἐπεὶ μακρῶς ἡρμήνευσε τὴν δέησιν, ἄπρακτον ἐξαπέστειλαν, ἑτέρου δὲ πεμφθέντος συντομωτέρου (ἤπειγε γὰρ ἀνάγκη τοὺς Χίους) ἔδοσαν κενὸν γὰρ θύλακον αὐτοῖς οὗτος ἀνατεί- νας ἀλφίτων αὐτὸν ἔφη δεῖσθαι. ὅμως δʼ οὖν καὶ τοῦτον ὡς ἀδολέσχην ἐμέμεψαντο ἀποχρώντως γὰρ κενὸς δειχθεὶς ὁ θύλακος ἐσήμηνε τὴν τῶν Χίων αἴτησιν.

  69. 2.24.1

    ἔνθεν ὁ τραγικὸς Ἴων κινηθεὶς εἶπεν ἐπʼαὐτῶν (fr. 63 Nauck ═107 Blum.) οὐ γὰρ λόγοις Λάκαινα πυργοῦται πόλις, ἀλλʼ εὖτ᾿ ἂν Ἄρης νεοχμὸς ἐμπέσῃ στρατῷ, βουλὴ μέν ἄρχει, χείρ δʼ ἐπεξεργάζεται, ἅτε βουλευομένων μὲν τὰ κράτιστα, στυγούντων δὲ τὴν ῥητορικήν. ὅθεν εἰ μὴ τὰς τέχνας ἐκβάλλουσιν αἱ πόλεις, ἐκβεβλήκασι δὲ τὴν ῥητορικήν, οὐκ ἂν εἴη τῶν τεχνῶν ἡ ῥητορική.

  70. 2.25.1

    τὸ μέν γὰρ ἀναστρέφειν καὶ λέγειν ὡς καὶ φι- λοσόφους ἐξώρισάν τινες τῶν Ἑλληνίδων πόλεων, εὔηθές ἐστιν. πρῶτον μέν γὰρ οὐκ ἄν ἔχοιεν τούτῳ παρασχεῖν μαρτυρίαν ὧσπερ ἐπὶ ῥητορικῆς οἱ τοὐναντίον συναγαγόν- τες· ἔπειτα εἰ καὶ ἐξέβαλόν τινες τῶν πόλεων φιλοσοφίαν, οὐ κατὰ γένος πᾶσαν ἐξέβαλον ἀλλὰ τινὰς αἱρέσεις, οἷον τὴν Ἐπικούρειον ὡς ἡδονῆς διδάσκαλον, τὴν Σωκρατικὴν δὲ ὡς ἐκφαυλίζουσαν τὸ θεῖον. αἱ μέντοι γε προειρημέ- ναι πόλεις οὐ τινὰ μὲν παρῃτήσαντο ῥητορικὴν τινὰ δέ προσήκαντο, ἀλλὰ κοινῶς πᾶσαν περιέστησαν.

  71. 2.26.1

    Πρός γε μὴν τοῖς εἰρημένοις, καὶ εἰ τέχνη πάντως ἐστὶν ἡ ῥητορική, ἤτοι τῷ ἔχοντι ἢ ταῖς πόλεσιν ἔσται χρειώδης ὡς καὶ αἱ λοιπαὶ τῶν τεχνῶν οὔτε δὲ τῷ ἔχοντι οὔτε ταῖς πόλεσίν ἐστιν ὠφέλιμος, ὡς παραστή- σομεν· οὐκ ἄρα τέχνη καθέστηκεν.

  72. 2.27.1

    καὶ δὴ τῷ μέν ἔχοντι οὐκ ἔστιν ὠφέλιμος, ἐπεὶ πρῶτον μὲν 〈ἐν〉 ἀγοραῖς καὶ γραμματοφυ λακίοις ἀναγκαῖόν ἐστι καλινδεῖσθαι, κἄν τε θέλῃ κἄν τε μὴ θέλῃ, μετὰ μοχθηρῶν καὶ παλιμβόλων καὶ συκοφαντῶν διατρίβειν, εἰς τοὺς αὐτοὺς ἐκείνοις τό- πους κατερχόμενον, εἶτα καὶ τῆς αἰδοῦς ὀλίγην ποιεῖσθαι φειδώ, ἵνα μὴ εὐκαταφρόνητος εἶναι δοκῇ τοῖς πανουργο- τέροις,

  73. 2.28.1

    θρασέως δὲ λέγειν καὶ τὴν τόλμμιαν ὥσπερ ὅπλον προβεβλῇσθαι, ἵνα φοβερὸς ᾖ τοῖς ἀντιδίκοις, ἀπατητι- κόν τε καὶ γόητα τυγχάνειν καὶ χειρίστοις ἐντεθραμμένον πράγμασι, μοιχείαις τε καὶ κλοπαῖς καὶ ταῖς πρὸς τοὺς γονεῖς ἀχαριστίαις, εἰς τὸ πραγματικῶς ταῦτα διελέγχειν ὅτε δεῖ,

  74. 2.29.1

    καὶ πάλιν ἐπιθολοῦν, ἔχειν δέ ἐχθροὺς πολλοὺς καὶ μῖσος πρὸς πάντας, τοὺς μὲν ὅτι ἀντηδικήθησαν, τοὺς δὲ εἰδότας ὅτι τοῦ μισθωσαμένου [τί] ἐστί, καὶ ὃ ἄλλους διέθηκε, τοῦτο καὶ αὐτούς ποτε πλείονι λήμματι δελεασθεὶς διαθήσει,

  75. 2.30.1

    | μετὰ τοῦ διὰ παντὸς ἀγωνιᾶν καὶ πειρατοῦ τρόπον ὁτέ μέν φεύγειν ὁτὲ δὲ διώκειν, ὥστε κο- πούμενον νύκτωρ καὶ μεθʼ ἡμέραν ὑπὸ τῶν πράγματα ἐχόντων ὀχλεῖσθαι, μεστὸν δὲ ἔχειν τὸν βίον θρήνων τε καὶ δακρύων. καὶ τινῶν μὲν εἰς δεσμωτήριον τινῶν δὲ ἐπὶ τύμπανον ἀπαγομένων. ὥστε τῷ μὲν ἔχοντι ἐπιβλαβὴς ἡ ῥητορική.

  76. 2.30.2

    Καὶ μὴν οὐδέ ταῖς πόλεσίν ἐστιν ὠφέλιμος·

  77. 2.31.1

    οἱ γὰρ νόμοι πόλεών εἰσι σύνδεσμοι, καὶ ὡς [ψυχὴ ] σῶμ〈α πνεύ- μα 〉τος ἐκφθαρέντος φθείρεται, οὕτω νόμον ἀναιρεθέντων καὶ αἱ πόλεις διόλλυνται. παρὸ καὶ ὁ ἠθολόγος Ὁρφεὺς τὸ ἀναγνκαῖον αὐτῶν ὑποφαίνων φησὶν (fr.292 Κern ) ἦν χρόνος ἡνίκα φῶτες ἀπʼ ἀλλήλων βίον εἶχον σαρκοδακῆ, κρείσσων δὲ τὸν ἥττονα φῶτα δάιζεν.

  78. 2.32.1

    μηδενὸς γὰρ ἐπιστατοῦντος νόμου ἕκαστος ἐν χερσὶ τὸ δίκαιον εἶχε, καθὼς (Hesiod. 0p. 277) ἰχθύσι 〈μὲν〉 καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς ἐπιτέτραπται (ibid. 278) ἔσθειν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἔστι μετ’ αὐτοῖς, μέχρις ὅτου ὁ θεὸς οἰκτείρων μογοῦσιν αὐτοῖς θεσμο- φόρους θεὰς ἐξαπέστειλεν, ἃς ἐπὶ τῷ τὴν ἀλληλοφάγον ἀνομίαν καταλῦσαι πλέον ἢ ἐπὶ τῷ καρποῖς ἡμερῶσαι τὸν βίον ἐθαύμασαν ἄνθρωποι.

  79. 2.33.1

    ἐντεῦθεν καὶ οἱ Περ σῶν χα- ρίεντες νόμον ἔχουσι βασιλέως παρʼ αὐτοῖς τελευτήσαν- τος πέντε τὰς ἐφεξῆς ἡμέρας ἀνομίαν ἄγειν, οὐχ ὑπέρ τοῦ δυστυχεῖν ἀλλʼ ὑπὲρ τοῦ ἔργῳ μαθεῖν ἡλίκον κακόν ἐστιν ἡ ἀνομία, σφαγὰς καὶ ἁρπαγὰς καὶ εἴ τι χεῖρόν ἐστιν ἐπάγου σα, ἵνα πιστότεροι τῶν βασιλέων φύλακες γένωνται.

  80. 2.34.1

    ἀλλʼ γε ῥητορικὴ κατὰ τῶν νόμων εἰσκεκύ- κληται. τεκμήριον δέ παμμέγεθες τὸ παρὰ μὲν τοῖς βαρ- βάροις, παρʼ οἶς ἢ οὐδʼ ὅλως ἢ σπανίως ἔστι ῥητορική, τοὺς νόμους ἀσαλεύτους μένειν, παρὰ δὲ τοῖς προιεμένοις αὐτὴν ὁσημέρμι | νεοχμοῦσθαι,

  81. 2.35.1

    ὥσπερ καὶ παρʼ Ἀηναίοις, καθάπερ καὶ Πλάτων ὁ τῆς ἀρχαίας κωμῳδίας (fr. 220 Κock) ποιητὴς λέγει· καὶ γὰρ τρεῖς ἐάν τις, φησίν, ἐκ- δημήσῃ μῆνας, οὐκέτι ἐπιγινώσκειν τὴν πόλιν, ἀλλὰ παρα- πλησίως τοῖς νυκτὸς περιπατοῦσι παρὰ τὰ τείχη καθάπερ τινὰς ἀγγάρους κατάγεσθαι, τὸ ὅσον ἐπὶ τοῖς νόμοις μὴ τῆς αὐτῆς οὔσης πόλεως.

  82. 2.36.1

    πρόδηλον δέ ἐστι τὸ κατὰ τῶν νόμων αὐτὴν ὑπάρ χειν καὶ ἐξ ὧν ἐν ταῖς κακο τέχνοις τέ- χναις ὑποτίθενται. ὁτέ μὲν γὰρ παραινοῦσι τῷ ῥητῷ καὶ ταῖς φοναῖς τοῦ νομοθέτου προσέχειν ὡς σαφέσι καὶ μη- δεμιᾶς ἐξηγήσεως δεομέναις, ὁτὲ δὲ ἀναστρέψαντες μήτε τῷ ῥητῷ μήτε ταῖς φωναῖς ἀλλὰ τῇ διανοίᾳ κατακολου- θεῖν

  83. 2.37.1

    οὐδέ γὰρ ὁ κολάζειν ἀξιῶν τὸν ἐπανατεινόμενόν τινι σίδηρον τὸν ὁπωσοῦν ἐπανατεπτνόμενον, οἷον † δακτύλιον †, ἢ ὁποιον〈οῦν〉, καθάπερ βελόνην, κολάζειν ἠξίωσεν, ἀλλʼ ἐὰν τὴν διάνοιαν αὐτοῦ πολυπραγμονῶμεν, τὸν ἀνδροφονῆ- σαι τολμήσαντα τεθέληκεν[αι] τιμωρεῖσθαι.

  84. 2.38.1

    κελεύουσιν δὲ ἐνίοτε καὶ κατὰ ἀποκοπὴν ἀναγινώσκειν τοὺς νόμους καὶ ἐκ τῶν λειπομένων ἕτερόν τι νόημα συντιθέναι. πολλάκις δέ καὶ ἀμφιβόλους λέξεις διαστέλλουσι, πρόσφορον ἑαυτοῖς κατασκευάζοντες τὸ σημαινόμενον· καὶ ἄλλα μυρία πρὸς ἀνατροπὴν τῶν νόμων ποιοῦσιν. ὅθεν καὶ ὁ Βυζάντιος ῥή- τωρ ἐρωτηθεὶς πῶς ὁ Βυζαντίων ἔχει νόμος εἶπεν ῾ ὡς ἐγὼ θέλω.ʼ

  85. 2.39.1

    καθὰ γὰρ οἱ ψηφοπαῖκται τὰς τῶν θεωμένων ὄψεις διʼ ὀξυχειρίαν κλέπτουσιν, οὕτως οἱ ῥήτορες διὰ πανουργίαν τὰς τῶν δικαστῶν διανοίας ἀμιαυρώσαντες τῷ νόμῳ συγκλέπτουσι τὰς ψήφους.

  86. 2.40.1

    τό γε μὴν τῶν παρα- νόμων ψηφισμάτων εἶδος οὐδεὶς ἐτόλμησε γράφειν ἀλλʼ ἢ οἱ ῥήτορες. τὸν γοῦν γραφέντα κατὰ Κτησιφῶντος Δη- μοσθένης πολλὰ βοῶν καὶ τερατευόμενος ἥρπασεν. ὅθεν καὶ ὁ Αἰσχίνης (adv. Ctesiph. 193) | ʼκακὸν ἔθοςʼ φησὶν ῾εἰς τὰ δικαστήρια παρῆλθεν ὁ μὲν γὰρ κατήγορος ἀπο- λογεῖται, ὁ δὲ φεύγων τὴν γραφὴν κατηγορεῖ, οἱ δὲ δι- κασταὶ ὧν μή εἰσι κριταί, περὶ τούτων ψηφοφορεῖν ἀναγκάζονται.ʼ

  87. 2.41.1

    ἀλλʼ εἰ κατὰ τῶν νόμων ἐστὶν ἡ ῥητορική, πρὸς τῷ μὴ χρησιμεύειν τι καὶ βλαβερὰ καθέστηκεν. οὐ μὴν ἀλλʼ οὐδὲ οἱ δημαγωγοῦντες ῥήτορες ἐπʼ ἀγαθῷ τῶν πόλεων προβαίνουσιν, ἀλλʼ ὃν λόγον ἔχει φαρμακοπώλης πρὸς ἰατρόν, τοῦτον ὁ δημαγωγὸς πρὸς τὸν πολιτικόν.

  88. 2.42.1

    κακοδιδασκαλεῖ γὰρ τοὺς πολλοὺς τὰ κεχαρισμένα λέγων, καὶ διαβολαῖς αὐτοὺς ἐξαλλοτριοῖ πρὸς τοὺς ἀρίστους. λόγῳ μέν γὰρ καὶ τῷ δοκεῖν ὑπὲρ τοῦ κοινῇ συμφέροντος ὑπισχνεῖται πάντα ποιήσειν, ταῖς δὲ ἀληθείαις ἀπʼ οὐ- δενὸς ὑγιοῦς τροφὴν πορίζεται, ἐοικότως ταῖς τίτθαις, αἵ μικρὸν τοῦ ψωμίσματος τοῖς παιδίοις διδοῦσαι τὸ ὅλον καταπίνουσιν.

  89. 2.43.1

    Τοσαῦτα μὲν οὖν καὶ τοῖς Ἀκαδημαϊκοῖς ἐν καταδρο- μῆς μέρει λέγεται περὶ ῥητορικῆς, ὥστε εἰ μήτε τῷ ἔχοντι μήτε τοῖς πέλας ἐστὶν ὠφέλιμος, οὐκ ἂν εἴη τέχνη. ἀλλὰ πρὸς ταῦτα ἀπο λογούμενοί τινες μέν φασιν ὅτι διτ- τῆς οὔσης ῥητορικῆς, τῆς μὲν ἀστείας καὶ ἐν σοφοῖς τῆς δὲ ἐν μέσοις ἀνθρώποις, τὴν κατηγορίαν γεγονέναι οὐ τῆς ἀστείας ἀλλὰ τῆς τῶν μοχθηρῶν.

  90. 2.44.1

    τινὲς δὲ καὶ ὑποδείγ- μασι χρῶνται· ὡς γὰρ ὁ τὸν πατέρα τύπτων παγκρα- τιαστὴς οὐ διὰ τὴν παγκρατιαστικὴν τέχνην γίνεται πα- τροτύπτης, ἀλλὰ διὰ τὴν τῶν τρόπων μοχθηρίαν, οὕτως ὁ ῥητορικὴν ἐξασκήσας, εἶτα κατὰ πατρίδος αὐτῇ καὶ νόμων χρώμενος οὐ διὰ ῥητορικὴν τοιοῦτός ἐστιν, ἀλλὰ διὰ τὴν ἰδίαν πονηρίαν.

  91. 2.45.1

    λέληθε δέ τοὺς μέν πρώτους ὅτι ἄκοντες δεδώκασι τὴν ἀνυπαρξίαν τῆς ῥητορικῆς· μηδενὸς γὰρ εὑρισκομένου σοφοῦ σπανίως γε εὑρισκομένου δεή- σει καὶ τὴν ἐν αὐτοῖς ῥητορικὴν ἢ ἀνύπαρκτον ἢ σπάνιον εἶναι.

  92. 2.46.1

    πρὸς δὲ τοὺς δευτέρους ῥητέον ὅτι ἀνόμοιόν ἐστι | τὸ παράδειγμα τοῖς ἐν χερσὶ ζητουμένοις· ἡ μὲν γὰρ ἄθλησις οὐχ ὑποδείκνυσι τὴν πρὸς τὸ κακὸν χρῆσιν αὐ- τῆς οἷον τὴν πατροτυψίαν, ἡ δέ ῥητορικὴ τοῦθʼ ὡς προη- γούμενον ἔργον διδάσκει, οἷον πῶς ἂν τὰ μικρὰ μεγάλα ποιήσαιμεν τὰ δὲ μεγάλα μικρά, ἢ πῶς ἂν τὰ μὲν δίκαια ἄδικα φανείη τὰ δὲ ἄδικα δίκαια.

  93. 2.47.1

    καθόλου δὲ τῆς ῥητορι- κῆς ἐξ ἐναντίων συνισταμένης λόγων οὐκ ἐνδέχεται τὸν μὲν ἀστεῖον λέγειν ῥήτορα, τὸν δέ μὴ τοιοῦτον οὐκέτι. ὁποῖος γὰρ ἄν ᾖ ὁ ῥήτωρ, πάντως τοὺς ἐναντίους ἐκ- μελετᾶν ὀφείλει λόγους, ἐν δὲ τοῖς ἐναντίοις ἔστι καὶ τὸ ἄδικον πᾶς ἄρα ῥήτωρ καὶ τοῦ ἀδίκου συναγωνιστὴς ὢν ἄδικός ἐστιν.

  94. 2.48.1

    Ἀλλὰ ὅτι μὲν οὐ ῥητέον τὴν ῥητορικὴν τέχνην, ἐκ τού- των συμφανές· τὸ δέ μετὰ τοῦτο καὶ ἐκ τῆς ὕλης περὶ ἤν ἐστι σκοπῶμεν αὐτῆς τὸ ἀνυπόστατον. καίτοι προαπο- δέδοται ἡμῖν τὸ κεφάλαιον ἐν τῷ πρὸς τοὺς γραμματι- κούς (MM I 99 sqq.). εἰ γὰρ περὶ λόγον ἡ γραμματικὴ πο- νεῖται, οὔτε δὲ λέξις ἐστί τι οὔτε λόγος ἐκ λέξεων συγ- κείμενος, ὡς ἐπεδείξαμεν, διὰ τὸ οὖ τὰ μέρη μὴ ἔστιν ἀνύπαρκτον εἶναι, ἀκολουθήσει καὶ τὸ τὴν ῥητορικὴν ἀν- υπόστατον ὑπάρχειν.

  95. 2.49.1

    ὅμως δʼ οὖν ῥητέον πρῶτον μὲν ὅτι οὐκ εἰ τὸν λόγον ἐξεπόνησεν ἡ ῥητορική, πάντως ἐστὶν ἔντεχνος, ἀλλʼ εἰ τὸν συμφέροντα. καθὸ γὰρ φαρμάκων διαφόρων ὄντων, καὶ τῶν μέν θανασίμων τῶν δὲ σωτη- ρίων, ἡ μὲν ἐν τοῖς θανασίμοις ἕξις καταγιγνομένη οὔτε τέχνη τίς ἐστιν οὔτε ἰατρική, ἡ δὲ περὶ τὰ σωτήρια καὶ τέχνη καὶ βιωφελής, οὕτω καὶ λόγων τῶν μὲν συμφε- ρόντων τῶν δὲ βλαπτικῶν ὄντων, εἰ μὴ περὶ τοὺς συμ- φέροντάς ἐστιν ἡ ῥητορικὴ ἀλλὰ τοὺς βλαβερούς, πρὸς τῷ μὴ εἶναι τέχνη ἔτι καὶ κακοτεχνία γενήσεται. παρεστή- σαμεν δέ γε πρότερον ὅτι βλαπτικωτάτοις ἐνυποδύεται λόγοις· τοίνυν οὐδὲ τέχνη καθέστηκεν.

  96. 2.50.1

    καὶ μὴν εἴπερ ἡ συκοφαντικὴ καὶ ἡ ὀχλο | κοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ οὔκ εἰσι τέχναι, δῆλον ὡς καὶ ἡ ῥητορικὴ κατὰ ψιλὸν τὸ ἐκπεπονηκέναι τὴν ἐν τῷ λέγειν δύναμιν ἐξεταζομένη οὐδὲ γενήσεται τέχνη. ἀλλὰ μὴν ἡ συκοφαντικὴ καὶ ἡ ὀχλοκοπικὴ τὸ λέγειν ἐξήσκησαν καὶ οὔκ εἰσι τέχναι· τοίνυν οὐδὲ ἡ ῥητορική.

  97. 2.51.1

    πρός γε μὴν τοῖς εἰρημένοις, οὐδὲ ἴδιον ῥητορικῆς ἐστι τοῦτο, ἀλλὰ τὸ κοινὸν παντὸς λογικοῦ μαθήματος· καὶ γὰρ ἰατρικὴ εὖ λέγει περὶ τῶν ἑαυτῆς θεωρημάτων καὶ μουσικὴ περὶ μουσικῶν. διόπερ ὡς ἑκάστη τούτων οὔκ ἐστιν ἕνεκα τοῦ λέγειν ῥητορική, οὕτως οὐδὲ περὶ ἧς ἐστιν ἡ ζήτησις.

  98. 2.52.1

    Συνελόντι δὲ φάναι, οὐδὲ κατασκευάζει καλὴν λέξιν ἡ ῥητορική. οὐδὲ γὰρ ὑποδείκνυσιν ἡμιῖν τὴν εἰς τοῦτο τεχνολογίαν, οἷον ὅτι καλῇ λέξει χρῆται πρῶτον μὲν ὁ μὴ ἐκκλίνων τὰ κατὰ τὴν συνήθειαν λεγόμενα, καθὼς καὶ ἐν τῷ πρὸς τοὺς γραμματικοὺς ὑπεδείξαμεν (M I 189 sq.), εἶτα καὶ ὁ τοῦ νοουμένου πράγματος ἀσφαλῶς κρατῶν· ῥέμβεται γὰρ ἡ λέξις ἀγνοουμένων τούτων, παρὸ καὶ εἰς τοῦτο ἀποβλέποντες ἀγαθὸν εἶναι λέγομεν ῥήτορα ἕκαστον τῶν ἰδίων ἐπιτηδευμάτων.

  99. 2.53.1

    σὺν δὲ τούτοις καὶ ὁ περιεσκεμ- μένος τίνες τῶν λέξεων κατὰ τὴν συνήθειαν κεῖνται καὶ τίνες δοξαστῶς, τὸ ἑκάστῳ πρόσφορον ἀποδίδωσιν. ῾ βαλα- νεῖονʼ μὲν γὰρ ῾ ἀνδρεῖονʼ κατὰ τὴν συνήθειαν εἴρηται ἀπὸ τοῦ ἄνδρας λούειν, ὁ δὲ πλούσιος μακάριος καὶ ῾ὁ θάνατος κακὸνʼ τῶν δοξαστῶν τό τε γὰρ τὸν θάνατον τῶν κακῶν εἶναι καὶ τὸν πλοῦτον τῶν ἀγαθῶν ἄδηλον καὶ δοξαστόν.

  100. 2.54.1

    χρῷτο δʼ ἂν καλῶς λέξει καὶ ὁ κατειληφὼς τίνος ἕνεκα τὰς μεταλήψεις ποιούμεθα τῶν λέξεων, ἤτοι ὑπέρ τοῦ μὴ εὐθυρρημονεῖν προσκοπὴν φέροντος τοῦ εὐθέος ῥήματος, ἢ ὑπέρ τοῦ τι σαφηνίζειν, ὡς ὅταν τὸ μὲν αἴτιον εἰς τὸ ποιοῦν μεταλαμβάνωμεν, τὸ δὲ σημεῖον εἰς τὸ δηλοῦν. εἰ μέν οὖν,

← Previous · Next → — showing 301400 of 2,861

First Thousand Years of Greek. CTS URN tlg0544.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.