Adversus mathematicos
- 1.93.1
ἰδιαίτερον δέ τὸ κατὰ τοὺς ποιητὰς καὶ συγγραφεῖς [ἐπισκοποῦσι| καθʼ ὃ τὰ ἀσαφῶς λεγόμενα ἐξηγοῦνται, τά τε ὑγιῆ καὶ τὰ μὴ τοιαῦτα κρί- νουσι, τά τε γνήσια ἀπὸ τῶν νόθων διορίζουσιν. ἀλλʼ ὡς μὲν τύπῳ καὶ ὁλοσχερέστερον περιλαβεῖν, ταῦτά ἐστι τὰ τῆς γραμματικῆς μέρη·
- 1.94.1
νοητέον δὲ αὐτὰ οὐ κατ’ εἰλικρί- νειαν, οὐδʼ ὡς ἄν τις εἴποι· ‘μέρη τοῦ ἀνθρώπου ψυχὴ καὶ σῶμαʼ. ταυτὶ μὲν γὰρ ὡς ἕτερα ὄντα ἀλλήλω νοεῖται, τὸ δὲ | τεχνικὸν καὶ ἱστορικὸν καὶ τὸ περὶ τὰς ποιήσεις καὶ συγγραφὰς τῆς γραμματικῆς μέρη πολλὴν ἔχει συμπλο- κὴν καὶ ἀνάκρασιν πρὸς τὰ λοιπά·
- 1.95.1
καὶ γὰρ ἡ τῶν ποιητῶν ἐπίσκεψις σὐ χωρίς τοῦ τεχνικοῦ καὶ ἱστορικοῦ γίνεται μέρους, καὶ ἑκάτερον τούτων οὐ δίχα τῆς τῶν ἄλλων πα- ραπλοκῆς συνέστηκεν. ὥσπερ οὖν οἱ λέγοντες τῆς ἰατρικῆς μέρη δίαιταν χειρουργίαν φαρμακείαν οὕτω λέγουσιν ὡς πολλῆς οὔσης ἐν τοῖς θεωρήμασιν ἀλληλουχίας (καὶ γὰρ ἡ δίαιτα οὐ χωρὶς φαρμακείας καὶ χειρουργίας πρό[σ ]εισι, καὶ ἡ φαρμακεία πάλιν περιείχετο καὶ τῇ τῶν ἄλλων δυ- νάμει), ὧδε καὶ ἐπὶ τοῦ παρόντος οὐκ ἀπότακτόν τί ἐστιν ἕκαστον μέρος, οὐδʼ εἰλικρινές ἀπὸ τῆς τῶν ἄλλων ἐπι- μιξίας.
- 1.96.1
τοῦτο δέ προδιηρθρώσαμεν οὐ παρέργως, ἀλλʼ ἵνα εἰδῶμεν ὡς ἄν ἕν τι ἐξ αὐτῶν δειχθῇ ἀσύστατον, δυ- νάμει καὶ τὰ λοιπὰ ἀνῄρηται, ὧν ἑκάτερον οὐ χωρὶς τοῦ ἀναιρεθέντος ὑφίσταται. ὅμως δέ οὐ ποιήσομεν τοῦτο καίπερ ὂν σύντομον, ἀλλὰ πειρασόμεθα πρὸς ἕκαστον ἀντιλέγειν, ὡς εἰ καὶ μὴ ἔχρῃζε τῆς τῶν λοιπῶν παρου- σίας. τάξει δέ ἀρκτέον ἀπὸ τοῦ πρώτου.
- 1.97.1
Διὰ πολλὰ μὲν καὶ ἄλλα δίκαιόν ἐστι μετὰ σπουδῆς ἐξετάζειν τὴν γραμματικὴν τεχνολογίαν, μάλιστα δέ ἁπόντων διὰ τὸ ἐπʼ αὐτῇ κομᾶν καὶ μέγα φρονεῖν τοὺς γραμματικούς, ἀεὶ δὲ τῶν κατὰ τὰ λοιπὰ κοσμουμένων μαθήματα κατατρέχειν ὡς μηδέ τὴν κοινὴν τῶν Ἑλλήνων συνήθειαν ἐπισταμένων, καὶ ἔτι διὰ τό, εἴ ποτε θλίβοιντο ἐν ζητήσει, μὴ ἄλλην εὑρίσκειν πολλάκις ἀποφυγὴν εῖς τὸ περισπᾶν τοὺς συζητοῦντας αὐτοῖς ἢ τὸ ὅτι βάρβαρον ἢ σόλοικόν ἐστι τὸ ὑπʼ αὐτῶν λεχθέν.
- 1.98.1
οὐκ ὀλίγην δέ ἂν ἔχοι μοῖραν εἰς προτροπὴν καὶ ὅταν βλέπωμεν τοὺς μηδὲ δύο σχεδὸν ῥήματα δεξιῶς εἴρειν δυναμένους γραμματι- κοὺς θέλοντας ἕκαστον τῶν μέγα δυνηθέντων ἐν εὐφρα- δεία καὶ ἑλληνισμῷ παλαιῶν, καθάπερ Θουκυδίδην Πλά- τωνα Δημοσθένην, ὡς βάρβαρον ἐλέγχειν. μία γὰρ ἀντὶ πάντων ἄμυνα γενήσεται πρὸς αὐτούς, ἐὰν τὴν ψευδώνυ- μον αὐτῶν .
- 1.99.1
τεχνολογίαν ἄτεχνον ἀποδείξωμεν. τάξει δὲ λεκτέον ἡμῖν πρῶτον περὶ τῶν στοιχείων, ἐξ ὧν τὰ πάντα κατʼ αὐτοὺς συνέστηκεν καὶ ὧν ἀναιρεθέντων ἀγραμμά- τους ἀνάγκη γίνεσθαι τοὺς γραμματικούς.
- 1.99.2
Καὶ δὴ τριχῶς λεγομένου τοῦ στοιχείου, τοῦ τε γρα- φομένου χαρακτῆρος καὶ τύπου καὶ τῆς τούτου δυνάμεως καὶ ἔτι τοῦ ὀνόματος, προαγέτω νῦν ἡ ζήτησις μάλιστα περὶ τῆς δυνάμεως· αὕτη γὰρ καὶ κυρίως στοιχεῖον παρʼ αὐτοῖς προσηγόρευται.
- 1.100.1
εἰκοσιτεσσάρων τοίνυν στοιχείων ὄντων τῆς ἐγγραμμάτου φωνῆς, τούτων διττὴν ὑποτίθεν- ται κατὰ τὸ ἀνωτάτω τὴν φύσιν. τὰ μὲν γὰρ αὐτῶν φω- νάεντα προσαγορεύουσι τὰ δὲ σύμφωνα, καὶ φωνάεντα μὲν ἑπτά, α ε η ι ο υ ω, σύμφωνα δὲ τὰ λοιπά. τῶν δέ φωναέντων τρεῖς λέγουσι διαφοράς· δύο μέν γὰρ αὐτῶν φύσει μακρὰ λέγουσι τυγχάνειν, τὸ η καὶ τὸ ω, ἰσάριθμα δέ βραχέα, τὸ ε καὶ τὸ ο, τρία δέ κοινὰ μήκους τε καὶ βραχύτητος, α ι υ, ἅπερ δίχρονα καὶ ὑγρὰ καὶ ἀμιφίβολα καὶ μεταβολικὰ καλοῦσιν
- 1.101.1
ἕκαστον γὰρ αὐτῶν πέφυκεν ὁτέ μὲν ἐκτείνεσθαι ὁτέ δὲ συστέλλεσθαι, οἷον τὸ μὲν α ἐπὶ τοῦ (Hom. Ε 31) Ἆρες Ἄρες βροτολοιγέ μιαιφόνε τειχεσιπλῆτα, τὸ δὲ ι (Hom. H 20) Ἴλιον εἰς ἱερήν· τῇ δʼ ἀντίος ὤρνυτʼ Ἀπολλῶν, τὸ δὲ υ (fr. enon. 391 Schneider, Callim. reiecit Pfeiffer) θεσπέσιον νεφέων ἐκ Διὸς ὗεν ὕδωρ.
- 1.102.1
τῶν δέ συμφώνων τὰ μὲν ἡμίφωνά ἐστι κατʼ αὐτοὺς τὰ δὲ ἄφωνα, καὶ ἡμίφωνα μὲν ὅσα διʼ αὑτῶν ῥοῖζον ἢ σιγμὸν ἢ μγμὁν ἤ τινα παραπλήσιον ἦχον κατὰ τὴν ἐκφώνησιν ἀποτελεῖν πεφυκότα, καθάπερ τὸ ζ θ λ μ ν ξ ρ σ φ χ ψ, ἢ ὥς τινες, χιορὶς τοῦ θ καὶ φ καὶ χ τὰ λειπόμενα ὀκτώ ἄφ ωνα δέ ἐστι τὰ μήτε συλλαβὰς καθʼ ἑαυτὰ ποιεῖν δυνά- μενα μήτε ἤχων ἰδιότητας, αὐτὰ δὲ μόνον μετὰ τῶν ἄλ- λων συνεκφωνούμενα, καθάπερ β γ δ κ π τ, ὡς ἔνιοι, καὶ τὸ θ φ χ.
- 1.103.1
καὶ μὴν κοινῶς τῶν συμφώνων πάλιν τὰ μὲν φύσει δασέα λέγουσι τὰδὲ ψιλά, καὶ δασέα μὲν θ φχ, ψιλὰ δέ κ π τ· μόνον δέ φασι τὸ ρ ἐπιδέχεσθαι ἑκάτερον, δασύτητα καὶ ψιλότητα. λέγουσι δέ τινα τῶν συμφώνων καὶ διπλᾶ, καθάπερ τὸ ζ ξ ψ· συνεστηκέναι γάρ φασι τὸ μέν ζ ἐκ τοῦ σ καὶ δ, τὸ δέ ξ ἐκ τοῦ κ καὶ σ, τὸ δέ ψ ἐκ τοῦ π καὶ σ.
- 1.104.1
Τούτων δὴ προεστοιχειωμένων φημὶ πρῶτον μὲν ἀτό- πως αὐτοῖς λέγεσθαι τῶν στοιχείων τινὰ εἶναι διπλᾶ. τὸ γὰρ διπλοῦν σύστημά ἐστιν ἐκ δυοῖν, τὸ δὲ στοιχεῖον οὐκ ἔστι ούστηιισ ἐκ τινῶν ἁπλοῦν γὰρ ὀφείλει τυγχάνειν καὶ οὐκ ἐξ ἑτέρων συστατόν. οὐκ ἄρα ἔστι διπλοῦν στοι- χεῖον. ἄλλως τε, εἰ τὰ συστατικὰ τοῦ διπλοῦ στοιχείου στοιχεῖά ἐστι, τὸ διπλοῦν ἐκ τῶν στοιχείων συνεστὼς οὐκ ἔσται στοιχεῖον ἀλλὰ μὴν τὰ συστατικὰ τοῦ διπλοῦ στοι- χείου στοιχεῖά ἐστιν οὐκ ἄρα τὸ διπλοῦν ἐστι στοιχεῖον. Καὶ μὴν ὡς ταῦτα ἀναιρεῖται,
- 1.105.1
οὕτω καὶ τὰ δίχρονα, κοι- νὴν φύσιν μέκους τε καὶ βραχύτητος ἀξιούμεναι ἔχειν. εἴπερ γὰρ τοιαῦτα ἐστιν, ἤτοι αὐτὸ τὸ γράμμα κατʼ ἰδίαν καὶ ὁ ψιλός, εἰ τύχοι, τοῦ α ι υ χαρακτὴρ ἐμφανιστικός ἐστι τῆς διχρόνου φύσεως, 〈ἢ τὸ〉 [καὶ] νυνὶ μὲν συστέλλεσθαι νυνὶ δέ ἐκτείνεσθαι δυνάμενον 〈κοινὸν σὺν〉 τῇ προσῳδία.
- 1.106.1
ἀλλʼ ὁ μὲν χαρακτὴρ κατʼ ἰδίαν οὐκ ἔστι κοινοῦ φύσει στοιχείου μηνυτικός. οὔτε γὰρ ὅτι μηκύνεται οὔθ’ ὅτι βραχύνεται οὔθʼ ὅτι τ συναμφότερον καὶ μηκύνεται καὶ βραχύνεται ἐμφαίνει: ἀλλʼ ὃν τρόπον ἡ διʼ αὐτοῦ αυλλαβή, καθάπερ εἴρηται ἐπὶ τῆς Ἆρες λέξεως, οὐ χωρὶς τῆς προστιθε- μένῃς προσῳδίας οὐτ’ εἰ μακρά ἐστιν οὐτ’ εἰ βραχεῖα γι- νώσκεται, οὕτω καὶ τὸ α ι υ κατ’ ἰδίαν λαμβανόμενα οὐ κοινὰ ἑκατέρας ἔσται δυνάμεως ἀλλʼ οὐδετέρας.
- 1.107.1
λείπεται οὖν σὺν προσῳδία λέγειν αὐτὸ κοινὸν ὑπάρχειν. ὅ πάλιν ἐστὶν ἀμήχανον· προσλαμβάνον γὰρ ταύτην ἢ μακρὸν γί- νεται, ὅτε ἔστι μακρά, ἢ βραχύ, ὅτε ἔστι βραχεῖα, κοινὸν δέ οὐδέποτε.
- 1.108.1
οὐκ ἄρα ἔστι φύσει δίχρονα στοιχεῖα. εἰ δὲ λέγοιεν κοινὰ φύσει ὑπάρχειν ταῦτα παρόσον ἐπιδεκτικά ἐστιν ἑκατέρου, μήκους τε καὶ συστολῆς, λήσονται σχεδὸν εἰς τὴν αὐτὴν ἐγκυλισθέντες ἀπορίαν. τὸ γὰρ ἐπιδεκτι- κόν τινος οὐκ ἔσται ἐκεῖνο τὸ οὗπερ ἐπιδεκτικόν ἐστιν ὥσπερ γὰρ ὁ χαλκὸς ἐπιδεκτικὸς μέν ἐστι τοῦ ἀνδριὰς γενέσθαι, οὐκ ἔστι δέ ἀνδριὰς ἐφʼ ὅσον ἐπιδεκτικός ἐστι, καὶ ὃν τρόπον τὰ ξύλα ἐπιτήδειον μὲν ἔχει φύσιν εἰς τὸ ναῦς γενέσθαι, οὔπω δέ ἔστι ναῦς, οὕτω καὶ τὰ τοιαῦτα τῶν στοιχείων ἐπιδεκτικὰ 〈μέν〉 ἐστι μήκους τε καὶ συ- στολῆς, οὔτε δὲ μακρά ἐστιν οὔτε βραχέα οὔθ’ ἑκάτερον πρὶν ἀπὸ προσῳδίας ποιωθῆναι.
- 1.109.1
πρός γε μὴν τοῖς λεχθεῖ- σιν ἐναντίον ἐστὶν ἥ τε βραχύτης καὶ ἡ ἐπέκτασις καὶ οὐ συνυφίσταται· ἀναιρέσει γὰρ τῆς βραχύτητος ἡ ἐπέκτασις συνίσταται, καὶ ἀναιρουμένης μακρᾶς βραχεῖα γίνεται. παρʼ ἦν αἰτίαν ἀδύνατον περισπωμένην βραχεῖαν γενέσθαι, διὰ τὸ τῷ περισπασμῷ κατ’ ἀνάγκην συνυφίστασθαι τὴν ἐπέκτασιν.
- 1.110.1
διόπερ εἰ φύσει τι δίχρονόν ἐστι στοιχεῖον, ἤτοι ὑφʼ ἓν περὶ αὐτὸ ἥ τε τῆς βραχύτητος καὶ ἡ τῆς ἐπ- εκτάσεως ὑποστήσεται δύναμις ἢ παρὰ μέρος. ἀλλʼ ὑφʼ ἓν μὲν ἀμήχανον περὶ γὰρ τὴν αὐτὴν ἐκφώνησιν κατὰ τὸ αὐτὸ ἀναιρετικαὶ ἀλλήλων δυνάμεις οὐκ ἂν ὑποσταῖεν. λείπεται ἄρα παρὰ μέρος. ὃ πάλιν ἐστὶν ἀπίθανον ὅτε γὰρ ἐστι μακρόν, τότε οὐκ ἔστι κοινὸν στοιχεῖον βραχύ- τητος καὶ μήκους, ἀλλὰ βραχὺ μόνον.|
- 1.111.1
Ὁ δʼ αὐτὸς τῆς ἐπιχειρήσεως τρόπος γινέσθω καἰ ἐπὶ τῶν φύσει ψιλῶν δασέων ἢ καθʼ ἑκάτερον κοινῶν· ἡμῖν δὲ ἀπόχρη τὸ γένος τῆς ἐπιχειρήσεως ὑποδεῖξαι.
- 1.111.2
Καὶ μὴν ἐπεὶ ἀνῄρηται τὰ κοινὰ καὶ δέδεικται τὸ ἐκ- τείνεσθαι μόνον αὐτὰ ἢ συστέλλεσθαι, ἀκολουθήσει καὶ τὸ δισσὸν ὑπάρχειν ἕκαστον, τὸ μὲν φύσει μακρὸν τὸ δʼ αὖ φύσει βραχύ.
- 1.112.1
δισσοῦ οὖν ὄντος τοῦ α καὶ ι καὶ υ οὐ- κέτι ἑπτὰ γενήσεται μόνον στοιχεῖα φωνάεντα, ὧν δύο μὲν μακρά, τό τε η καὶ τὸ ω, δύο δὲ βραχέα, τὸ τε ε καὶ τὸ ο, τρία δὲ δίχρονα, τό τε α καὶ ι καὶ υ, ἀλλὰ τὰ σύμπαντα δέκα, καὶ τούτων τὰ πέντε μὲν μακρά, τό τε η καὶ τὸ ω καὶ τὸ μακρὸν α καὶ ι καὶ υ, ἰσάριθμα δὲ τὰ βραχέα, τὸ ο καὶ τὸ ε καὶ τὸ βραχὺ α καὶ ι καὶ υ.
- 1.113.1
ἀλλʼ ἐπεὶ οὐ δύο μόνον ὑπειλήφασιν εἶναι προσῳδίας γραμμα- τικῶν παῖδες, τήν τε μακρὰν καὶ βραχεῖαν, ἀλλὰ καὶ ὀξεῖαν βαρεῖαν περισπωμένην δασεῖαν ψιλήν, ἕκαστον τῶν ὑποδεδειγμένων φωναέντων ἔχον τινὰ τούτων κατʼ ἰδίαν προσῳδίαν γενήσεται στοιχεῖον· καὶ ᾧ λόγῳ οὐδὲν ἦν κοι- νὸν μήκους τε καὶ βραχύτητος στοιχεῖον, ἀλλʼ μακρόν μόνον, ὅτ’ εἶχε τὴν μακράν, ἢ βραχύ, ὅτ’ εἶχε τὴν βρα- χεῖαν, τῷ αὐτῷ λόγῳ οὐδέν ἔσται κοινὸν ὀξύτητος καὶ βαρύτητος, ἀλλʼ ἢ ὀξὺ μόνον, ὅτε προσειλήφει τὴν ὀξεῖαν, ἢ βαρύ, ὅτε τὴν βαρεῖαν· καὶ ἐπὶ τῶν ἄλλων τὸ ἀνάλογον. ἐπεὶ οὖν τὰ μέν βραχέα δύʼ ὄντα ἀνὰ πέντε ἐπιδέχεται προσῳδίας, βραχεῖαν ὀξεῖαν βαρεῖαν δασεῖαν ψιλήν, δέκα γενήσεται.
- 1.114.1
τὰ δὲ μακρὰ πάλιν δύο ὄντα 〈εἰ〉 ἐκ περισσοῦ προσλαμβάνει καὶ τὴν προσῳδίαν τὴν περισπωμένην (μη- κύνεται γὰρ ταῦτα καὶ ὀξύνεται καὶ βαρύνεται καὶ δασύ- νεται καὶ ψιλοῦται καὶ ἰδιαίτερον περισπᾶσθαι πέφυκε), γενήσεται δώδεκα. τὰ δέ κοινὰ τρία καθεστῶτα τὰς ἑπτὰ προσῳδίας καθʼ ἕκαστον ἐπιδέχεται, καὶ ταύτῃ γίνεται εἴκοσι καὶ ἕν ὥστε πάντα τεσσαράκοντα καὶ τρία τυγχά- νειν· οἷς τῶν δεκαεπτὰ συμφώνων προστιθεμένων ἑξή- κοντα γίνεσθαι στοιχεῖα, ἀλλʼ οὐκ εἰκοσιτέσσαρα.
- 1.115.1
Ἔστι δὲ καὶ ἕτερος λόγος καθʼ ὃν ἀξιοῦται διαφόρως τὰ φωνάεντα πάλιν στοιχεῖα ἐλάσσονα εἶναι τῶν παρὰ τοῖς γραμματικοῖς θρυλουμένων ἑπτά. εἰ γὰρ τὸ α κατ’ αὐτοὺς ἐκτεινόμενον καὶ συστελλόμενον οὐχ ἕτερόν ἐστι στοιχεῖον ἀλλʼ ἓν κοινόν, ὡσαύτως δὲ καὶ τὸ ι καὶ τὸ υ, ἀκολουθήσει καὶ τὸ ε καὶ τὸ η ἓν εἶναι στοιχεῖον κατὰ τὴν αὐτὴν δύνσμιν κοινόν ἡ γὰρ αὐτὴ δύναμις ἐπʼ ἀμ- φοτέρων ἐστί, καὶ συσταλὲν μὲν τὸ η γίνεται ε, ἐκταθὲν δὲ τὸ ε γίνεται η. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ ο καὶ τὸ ω μία στοιχείου γενήσεται φύσις κοινή, ἐκτάσει καὶ συστολῇ διαφέρουσα, ἐπείπερ τὸ μὲν ω μακρόν ἐστιν [τὸ ] ο, τὸ δέ ο βραχύ ἐστιν ω.
- 1.116.1
τυφλώττουσιν οὖν οἱ γραμ- ματικοὶ καὶ τὸ ἀκόλουθον αὑτοῖς οὐ συνορῶσι, λέγοντες ἑπτὰ φωνάεντα τυγχάνειν, πέντε μόνων ὄντων πρὸς τὴν φύσιν.
- 1.116.2
Καὶ ἀναστρόφως ἔσεσθαί τινά φασιν ἔνιοι τῶν φιλο- σόφων πλείονα στοιχεῖα, διάφορον ἔχοντα δύναμιν τῶν συνήθως παραδιδομένων, οἶον καὶ τὸ αι καὶ τὸ ου καὶ πᾶν ὃ τῆς ὁμοίας ἐστὶ φύσεως. τὸ γὰρ στοιχεῖν κριτέον μάλιστα, ὅτι στοιχεῖόν ἐστιν, ἐκ τοῦ ἀσύνθετον καὶ μονό- ποιον ἔχειν φθόγγον, οἷός ἐστιν ὁ τοῦ α καὶ ε καὶ ο καὶ τῶν λοιπῶν.
- 1.117.1
ἐπεὶ οὖν ὁ τοῦ αι καὶ ει φθόγγος ἁπλοῦς ἐστι καὶ μονοειδής, ἔσιαι καὶ ταῦτα στοιχεῖα. τεκμήριον δέ τῆς ἁπλότητος καὶ μονοειδείος τὸ λεχθησόμενον. ὁ μὲν γὰρ σύνθετος φθόγγος οὐχ οἷος ἀπʼ ἀρχῆς προσπίπτει τῇ αἰσθήσει, τοιοῦτος ἄχρι τέλους παραμένειν πέφυκεν, ἀλλὰ κατὰ παράταοιν ἑτεροιοῦται, ὁ δέ ἀπλοῦς καὶ ὄντως τοῦ στοιχείου λόγον ἔχων τοὐναντίον ἀπʼ ἀρχῆς μέχρι τέ- λους ἀμετάβολός ἐστιν. οἷον τοῦ μέν ρα φθόγγου ἐν παρατάσει προφερομένου, δῆλον ὡς οὐχ ὡσαύτως αὐτοῦ κατὰ τὴν πρώτην πρό〈ο 〉πτωσιν ἀντιλήψεται ἡ αἴσθησις καὶ κατὰ τὴν τελευταίαν, ἀλλὰ κατ’ ἀρχὰς μὲν ὑπὸ τῆς ρ ἐκφωνήσεως κινηθήσεται, μεταῦθις δὲ ἐξαφανισθείσης αὐτῆς εἰλικρινοῦς τῆς τοῦ α δυνάμεως ποιήσεται τὴν ἀντί- ληψιν. ὅθεν οὐκ ἄν εἴη στοιχεῖον τὸ ρα καὶ πᾶν τὸ ἐοικὸς αὐτῷ.
- 1.118.1
εἰ δέ τὸν τοῦ αι φθόγγον λέγοιεν, οὐδὲν ἔσται τοιοῦτον, ἀλλʼ οἷον ἀπʼ ἀρχῆς ἐξακούεται 〈τὸ〉 τῆς φω- νῆς ἰδίωμα, τοιοῦτον καὶ ἐπὶ τέλει, ὥστε στοιχεῖον ἔσται τὸ αι. τούτου δέ οὕτως ἔχοντος, ἐπεὶ καὶ ὁ τοῦ ει φθόγγος καὶ ὁ τοῦ ου μονοειδὴς καὶ ἀσύνθετος καὶ ἀμετάβολος ἐξ ἀρχῆς ἄχρι τέλους λαμβάνεται, ἔσται καὶ οὗτος στοιχεῖον.
- 1.119.1
Ἀλλὰ ἀφέμενοί γε ταύτης τῆς ζητήσεως ἐκεῖνο ἂν λέ- γοιμεν, ὃ μᾶλλον δύναται θλίβειν τοὺς γραμματικούς. εἰ γὰρ κοινὰ λέγεται στοιχεῖα τρία, α ιυ, διὰ τὸ ἐπιδεκτικὰ τυγχάνειν μήκους τε καὶ συστολῆς, ἀκολουθήσει πᾶν στοι- χεῖον κοινὸν εἶναι λέγειν· ἐπιδεκτικὸν γάρ ἐστι τῶν τεσ- σάρων προσῳδιῶν, βαρύτητος ὀξύτητος ψιλότητος δασύ- τητος. ἢ εἴπερ οὐχ ὑπομένουσι πᾶν στοιχεῖον κοινὸν εἶναι λέγειν, μηδʼ ἐκεῖνα λεγέτωσαν κοινὰ παρόσον ἐκτάσεως καὶ συστολῆς ἐστὶν ἐπιδεκτικά.
- 1.120.1
Ἤρκει μὲν οὖν ἠπορημένων τῶν στοιχείων τῆς γραμ- ματικῆς πέρας ἐπιτεθεικέναι τῇ ζητήσει· τίς γὰρ ἀπολεί- πεται λόγος περὶ τῶν μετὰ τὰς ἀρχὰς τοῖς τὰς ἀρχὰς οὐκ ἔχουσι γραμματικοῖς; ὅμως δʼ οὖν ἐνδοτέρω προχω- ροῦντας οὐκ ἔστιν ἀλλότριον κἀκείνων δείγματος χάριν ἀποπειραθῆναι. καὶ ἐπεὶ ἐκ στοιχείων αἱ συλλαβαί εἰσι, 〈τὰ〉 περὶ τούτων ἐπισυνάπτωμεν.
- 1.120.2
Πᾶσα οὖν συλλαβὴ ἢ μακρά ἐστιν ἢ βραχεῖα.
- 1.121.1
μακρὰ δὲ γίνεται, φασί, διχῶς, φύσει τε καὶ θέσει, φύσει μὲν τριχῶς, ἢ ὅταν ἔχῃ στοιχεῖον φύσει μακρὸν ὡς ἐπὶ τῆς ἠώς λέξεως, ἑκατέρα γὰρ τούτων τῶν συλλαβῶν ἐστι μακρὰ διὰ τὸ τὴν μὲν τὸ η τὴν δὲ τὸ ω φύσει ἔχειν μα- κρόν, ἢ | ὅταν ἐκ δυοῖν φωναέντων συνεστήκῃ ὡς ἐπὶ τῆς αἰεί λέξεως, αἱ γὰρ δύο συλλαβαὶ μακραὶ τῷ ἑκατέραν ἐκ δυοῖν φωναέντων ὑπάρχειν, ἢ ὅταν κοινὸν ἔχῃ τὸ στοι- χεῖον μακροτόνως παρειλημμένον ὡς ἐπὶ τῆς ‘Ἄρης’· τὸ γὰρ α δίχρονον νῦν μακροτόνως ἐκφέρεται.
- 1.122.1
οὐκοῦν φύσει τριχῶς μηκύνεται συλλαβή, θέσει δὲ πενταχῶς, ἤτοι ὅταν εἰς σύμφωνα τῶν ἁπλῶν λήγῃ δύο, ἢ ὅταν ἡ μετ’ αὐτὴν συλλαβὴ ἀπὸ συμφώνων δύο ἄρχηται, ἢ ὅταν εἰς σύμψω- νον λήγῃ καὶ ἀπὸ συμφώνου ἡ ἑξῆς ἄρχηται, ἢ ὅταν εἰς διπλοῦν λήγῃ στοιχεῖον, ὅταν μετ αὐτὴν διπλοῦν ἐπι- φέρηται.
- 1.123.1
εἰ δὴ πᾶσα συλλαβὴ ἤτοι μακρά ἐστιν ἢ βραχεῖα κατὰ τοὺς ὑποδεδειγμένους τῆς τεχνολογίας τρόπους, ἐὰν παραστήσωμεν μηδετέραν οὖσαν αὐτῶν, δῆλον ὡς οὐδέ λέξιν ἕξουσιν οἱ γραμματικοί· καθὰ γὰρ τῶν στοιχείων ἀναιρουμένων συναναιροῦνται καὶ αἱ συλλαβαί, οὕτω καὶ τῶν συλλαβῶν μὴ οὐσῶν οὔτε αἱ λέξεις γενήσονται οὔτε κοινῶς τὰ τοῦ λόγου μέρη, διὰ δὲ τοῦτʼ οὐδὲ λόγος.
- 1.124.1
Ἵνʼ οὖν ᾖ τις βραχεῖα συλλαβή, δεῖ προωμολογῆσθαι ὅτι ἐλάχιστος καὶ βραχὺς ἔστι χρόνος, ἐν ᾧ ὑφίσταται. οὐκ ἔστι δὲ ἐλάχιστος χρόνος· πᾶς γὰρ εἰς ἄπειρον τέμνε- ται, ὡς ἐν τοῖς ὕστερον δείξομεν· εἰ δέ εἰς ἄπειρον τέμνε- ται, οὐκ ἔστιν ἐλάχιστος. οὐκ ἄρα ἔσται βραχεῖα συλλαβὴ βραχὺν ἔχουσα χρόνον. εἰ δὲ λέγοιεν νῦν βραχεῖαν καλεῖν καὶ ἐλαχίστην συλλαβὴν οὐ τὴν πρὸς φύσιν ἐλαχίστην οὖσαν ἀλλὰ τὴν πρὸς αἴσθησιν, ἑαυτοῖς προσαύξουσι τὴν ἀπορίαν.
- 1.125.1
τὰς γὰρ λεγομένας παρʼ αὐτοῖς βραχείας συλ- λαβὰς εὑρήσομεν ὡς πρὸς αἴσθησιν μεριστάς, οἷον τὴν ερ. αἰσθητῶς γὰρ ἐπιβάλλομεν ἐπʼ αὐτῆς ὅτι προεκφωνεῖται τῆς τοῦ ρ δυνάμεως ἡ τοῦ ε δύναμις. καὶ ἐναλλάξαντες εἰ λέγοιμεν ρε, πάλιν ἀντιληψόμεθα ὅτι πρώτη μέν ἐστι κατὰ τὴν τάξιν ἡ τοῦ ρ δύναμις, δευτέρα δέ ἡ τοῦ ε.
- 1.126.1
ἐπεὶ οὖν πᾶν ὃ πρῶτον καὶ δεύτερον μέρος ἔχει πρὸς αἴσθησιν, οὐκ ἔστιν ἐλάχιστον πρὸς αἴσθησιν, φαίνεται δέ ἡ κατὰ τοὺς γραμματικοὺς βραχεῖα συλλαβὴ πρῶτον καὶ δεύτερον ἔχουσα, οὐκ ἄν εἴη πρὸς αἴσθησιν ἐλαχίστη καὶ βραχεῖα συλλαβή. μουσικοὶ μὲν γὰρ ἴσως ἀλόγους τινὰς χρόνους καὶ φωνῶν παραυξήσεις δυνή- σονται ἀπολιπεῖν τοῖς δέ μὴ χωροῦσι τὸ τοιοῦτον βάθος γραμματικοῖς τῆς ἀπειρίας, ἀλλὰ [αὐτὸ] μόνον εἰς βραχεῖαν καὶ μακρὰν διαιρουμένοις τὴν γενικὴν συλλαβήν, οὐκ ἔστι συγγνωμονεῖν δίκαιον. οὐκοῦν ἀνυπόστατός ἐστιν ἡ βραχεῖα συλλαβή.
- 1.127.1
Καὶ μὴν ἡ μακρὰ πάλιν ἔσται ἀνύπαρκτος· δίχρονον μὲν γὰρ αὐτὴν εἶναι λέγουσι, δύο δέ χρόνοι οὐ συνυπάρ- χουσιν ἀλλήλοις. εἰ γὰρ δύο εἰσί, τούτῳ διορίζονται ὅτι εἰσὶ δύο, τῷ τὸν μὲν ἐνεστηκέναι τὸν δὲ μή· εἰ δὲ ὃς μὲν ἐνέστηκεν ὃς δὲ οὐκ ἐνέστηκεν, οὐ συνυπάρχουσιν ἀλλήλοις.
- 1.128.1
διόπερ καὶ ἡ μακρὰ συλλαβὴ εἶπερ ἐστὶ δίχρο- νος, ὀφείλει, ὅτε μὲν αὐτῆς ἐνέστηκεν ὁ πρῶτος χρόνος, τότε ὁ δεύτερος μὴ ἐνεστηκέναι, καὶ ὅτε ὁ δεύτερος ἐνί- σταται, τότε ὁ πρῶτος μηκέτι εἶναι. ἀσυνυπάρκτων δέ αὐτῆς ὄντων τῶν μερῶν ὅλη μὲν οὐχ ὑφέστηκε, μέρος δέ τι αὐτῆς. ἀλλὰ τό γε μέρος αὐτῆς οὐκ ἦν αὐτή, ἐπεὶ οὐ διοίσει τῆς βραχείας ἡ μακρὰ συλλαβή. οὐκ ἄρα οὐδέ μακρά τις ἔστι συλλαβή.
- 1.129.1
εἰ δέ λέγοιεν κατὰ συμμνημό- νευσιν νοεῖσθαι μακρὰν συλλαβήν (τοῦ γὰρ προλεχθέντος φθόγγου μνημονεύοντες καὶ τοῦ νῦν λεγομένου ἀντιλαμβα- νόμενοι τὸ ἐξ ἀμφοτέρων συντιθέμενον μακρὰν ἐνενοή- σαμεν συλλαβήν) — εἰ δὴ τοῦτο λέγοιεν, οὐδὲν ἄλλο ἢ ἀνυπόστατον ὁμολογήσουσιν εἶναι τὴν τοιαύτην συλλα- βήν.
- 1.130.1
εἰ γὰρ ὑφέστηκεν, ἤτοι ἐν τῷ προαναφωνουμένῳ φθόγγῳ ὑφέστηκεν ἢ ἐν τῷ ἐπαναφωνουμένῳ. οὔτε δὲ ἐν τῷ προαναφωνουμένῳ οὔτε ἐν τῷ ἐπαναφωνουμένῳ· ἑκάτερος γὰρ αὐτῶν κατ’ ἰδίαν μὴ ὑφεστὼς οὐδὲ τὴν ἀρχὴν συλλαβή ἐστιν ὥστε οὐδὲ ὑφέστηκεν, ὑφεστῶσα δὲ βραχεῖά ἐστιν ἀλλʼ οὐ μακρὰ συλλαβή· οὔτε δὲ ἐν ἀμφο- τέροις· ὁ γὰρ ἕτερος αὐτῶν τοῦ ἑτέρου ὑφεστῶτος οὐχ ὑφέστηκεν, ἐκ δέ τοῦ ὑπάρχοντος καὶ μὴ ὑπάρχοντος οὐ- δὲν ἔστιν ἐπινοῆσαι συγκείμενον ὡς ἐκ μερῶν. οὐκ ἄρα ἔστι τις μακρὰ συλλαβή.
- 1.131.1
Ἀνάλογον δὲ τούτοις ἐστὶ καὶ τὰ περὶ λέξεως καὶ τῶν τοῦ λόγου μερῶν ἀπορεῖσθαι ὀφείλοντα. πρῶτον μὲν γάρ, ὡς μικρῷ πρότερον (§ 123) ὑπεδείκνυμεν, μὴ οὔσης συλλαβῆς μηδὲ λέξιν εἶναι δυνατόν ἐκ συλλαβῶν γὰρ αἱ λέξεις λαμβάνουσι τὴν ὑπόστασιν. εἶτα καὶ κατὰ τὴν αὐτὴν ἔφοδον ἐξέσται προηγουμένως ἐπʼ αὐτῆς τῆς λέξεως τὰς αὐτὰς χειρίζειν ἀπορίας. ἢ γὰρ συλλαβή ἐστιν ἢ ἐκ συλ- λαβῶν συνέστηκεν ὅπως δʼ ἂν ἔχῃ, τὰς ἐκκειμένας ἡμῖν ἐπὶ τῆς συλλαβῆς ἀπορίας ἐπιδέξεται.
- 1.132.1
ἀλλʼ ὅμως ἵνα μὴ καινοτέρων ἐλέγχων ἀπορεῖν δοκῶμεν, προσφωνητέον τι κἀνταῦθα τοῖς γραμματικοῖς.
- 1.132.2
Ὅταν γὰρ μέρη τινὰ λόγου καλῶσιν, οἷον ὄνομα ῥῆμα ἄρθρον καὶ τὰ λοιπά, πόθεν λαβόντες; ἤτοι γὰρ ταῦτα ὅλον τὸν λόγον καλοῦσιν, ἢ ταῦτα μέρη ἐκείνου, μήτε δʼ ἐκείνου ὡς ὅλου νοεῖσθαι δυναμένου μήτε τούτων ὡς με- ρῶν ἐκείνου 〈 ...〉.λαμβανέσθω δὲ τὰ εἰς τὴν ὑπόθεσιν παρα- δείγματα, ὡς μὴ ἀπῶμεν τῶν τῆς γραμματικῆς θεωρη- μάτων.
- 1.133.1
ἔστω τοίνυν ὑποθέσεως χάριν λόγος μὲν ὁ σύμπας οὗτος ὁ στίχος· μῆνιν ἄειδε θεὰ Πηληιάδεω ἀχιλῆος, μέρη δέ αὐτοῦ ταῦτα, τό τε μῆνιν προσηγορία καθεστώς, καὶ τὸ ἄειδε ῥῆμα προστακτικόν, καὶ τὸ θεά προσηγορία πάλιν θηλυκή, καὶ τὸ Πηληιάδεω ὄνομα πατρωνυμικόν, πρὸς δὲ τούτοις καὶ τὸ Ἀχιλῆος ὄνομα κύριον.
- 1.134.1
οὐκοῦν ἤτοι ἄλλο τί ἐστιν ὁ λόγος παρὰ τὰ μέρη αὐτοῦ καὶ ἄλλα τὰ μέρη παρὰ τὸν λόγον, ἢ τὸ ἄθροισμα τῶν μερῶν ὁ λόγος ὑπείληπται. καὶ εἰ μέν ἄλλο τι τῶν με |ρῶν ἐστιν ὁ λόγος, αἰρομένων δηλονότι τῶν ἐκκειμένων τοῦ λόγου μερῶν ὑπολειφθήσεται ὁ λόγος. τοσοῦτον δέ ἀπέχει ὁ προειρημένος στίχος τοῦ μένειν πάντων αἰρομένων αὐτοῦ τῶν μερῶν, ὡς κἄν ἓν ὁδηποτοῦν αὐτοῦ μέρος ἀνέλωμεν, οἷον τὸ μῆνιν ἢ τὸ ἄειδε, μηκέτι στίχος ὑπάρχειν.
- 1.135.1
εἰ δὲ τὸ ἄθροισμα τῶν τοῦ λόγου μερῶν νοεῖται λόγος, τῷ μηδὲν εἶναι τὸν ἀθροισμὸν παρὰ τὰ ἠθροισμένα καθάπερ καὶ τὸ διάστημα παρὰ τὰ διεστηκότα, οὐδὲν ὑπάρξει ὁ λόγος οὗ νοηθήσεταί τινα μέρη. μηδενὸς δέ ὄντος ὅλου λόγου οὐδέ μέρη τινὰ τούτου γενήσεται. ὥσπερ οὖν εἰ μηδὲν ἔστιν ἀριστερόν, οὐδέ δεξιὸν ἔστιν, οὕτως εἰ μὴ ἔστι τι ὅλον λόγος, οὐδέ τὰ μέρη ὑπάρξει.
- 1.136.1
καθόλου τε, εἰ τὸν ἀθροισμὸν τῶν τοῦ λόγου μερῶν ὅλον ἡγήσονται λόγον, ἀκολουθήσει αὐτοῖς τὰ μέρη τοῦ λόγου ἀλλήλων λέγειν εἶναι μέρη. εἰ γὰρ μηδέν ὑπόκειται ὅλον παρʼ αὐτὰ οὗ γενήσεται μέρη, ἀλλήλων ἔσται μέρη. τοῦτο δὲ ὡς ἔστιν ἀλογώτατον, σκοπῶμεν.
- 1.137.1
τὰ γὰρ μέρη πάντως ἐμπεριέχεται ἐκείνοις τοῖς ὧν λέγεται μέρη, ἴδιον τόπον ἐπέχοντα καὶ ἰδίαν ὑπόστασιν ἔχοντα, ἐν ἀλλήλοις δὲ οὐκ ἐμπεριέχεται. οἷον ἀνθρώπου μέν μέρη χεῖρες καθεστᾶσι, χειρῶν δὲ δάκτυλοι καὶ δακτύλων ὄνυχες. διόπερ ἐν μέν ἀνθρώπῳ χεῖρες περιέχονται, ἐν χερσὶ δε δάκτυλοι, ἐν δακτύλοις δὲ ὄνυχες, καὶ οὐχὶ μὲν ἡ δεξιὰ χεὶρ τὴν ἀριστε- ρὰν συμπληροῖ, ὁ δὲ λιχανὸς τὸν ἀντίχειρα δάκτυλον ἀπαρ- τίζει, ἡ δὲ κεφαλὴ τοὺς πόδας συντίθησι καὶ οἱ πόδες τὸν θώρακα.
- 1.138.1
ὅθεν καὶ τὰ μέρη τοῦ λόγου οὐ ῥητέον ἀλλή- λων εἶναι μέρη, ἐπεὶ ἐν ἀλλήλοις αὐτὰ δεήσει περιέχεσθαι, τὸ μὲν μῆνιν ἐν τῷ ἄειδε, τὸ δέ ἄειδε ἐν τῷ θεά, καὶ καθόλου πάντα ἐν πᾶσιν, ὅπερ ἀδύνατον. οὐ τοίνυν ἀλ- λήλων τῶν τοῦ λόγου μερῶν δυναμένων εἶναι μερῶν διὰ τὸ ἀνόητον τοῦ πράγματος, οὔτε ὅλου τινὸς εὑρισκομένου λόγου παρὰ τὰ ἑαυτοῦ μέρη, μηδενὸς [τε ] εὑρισκομένου πράγματος παρʼ αὐτὰ τὰ μέρη οὗ λέξομεν εἶναι τὰ μέρη λείπεται λέγειν ὡς οὐδέν ἐστι μέρος λόγου. διὰ δὲ τοῦτʼ οὐδέ λόγος.
- 1.139.1
Ἐπακτέον δὲ καὶ οὕτως. εἴπερ τὸ μῆνιν μέρος ἐστὶ τοῦ στίχου, ἤτοι ὅλου τοῦ στίχου μέρος ἐστὶν ἢ τοῦ ‘ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος.’ ἀλλʼ εἰ μὲν τοῦ ὅλου στίχου μέρος ἐστίν, ἐπεὶ ὅλος σὺν αὐτῷ τῷ μῆνιν νοεῖται, καὶ ἑαυτοῦ μέρος συμπληρωτικὸν γενήσεται τὸ μῆνιν, διὰ δέ τοῦτο καὶ μεῖζον ἑαυτοῦ καὶ ἧττον, μεῖζον μὲν ἑαυτοῦ συμπληροῦται ὑφʼ ἑαυτοῦ (τὸ γὰρ ὑπό τινος συμπλη- ρούμενον μεῖζόν ἐστι τοῦ συμπληροῦντος αὐτό), ἔλασσον δὲ ᾗ συμπληροῖ ἑαυτό τὸ γάρ τινος συμπληρωτικὸν ἔλασσόν ἐστι τοῦ συμπληρουμένου. οὐ πάνυ δὲ ταῦτα πιθανά οὐκ ἄρα τοῦ ὄλου στίχου μέρος ἐστὶ τὸ μῆνιν. καὶ μὴν οὐδὲ τοῦ λειπομένου,
- 1.140.1
φημὶ δὲ τοῦ ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος’. πρῶτον μὲν γὰρ τὸ μέρος περιέχε- ται ἐν τῷ οὗ ἐστι μέρος, τὸ δὲ μῆνιν οὐκ ἐμπεριέχεται ἐν τῷ ‘ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος’, ὥστε οὐκ ἂν εἴη μέρος τούτου. εἶτα δὲ οὐδὲ τὸ ‘ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος’ χρῄζει συμπληρώσεως· κατὰ γὰρ τὸν ἴδιον λόγον συμπεπλήρωται. ἀλλὰ ὅλος ὁ λόγος, λέγω δὲ ὁ στίχος, οὐκ ἔστι τὸ ‘ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆος. τοίνυν οὐδὲ τούτου μέρος ἐστὶ τὸ μῆνιν. ἀλλʼ εἰ μήτε τοῦ ὅλου στίχου μέρος ἐστὶ τὸ μῆνιν μήτε τοῦ ἀπολειπομένου μέρους, παρὰ δὲ ταῦτα οὐδὲν ἄλλο ὑπόκειται, οὐδενὸς λόγου μέρος ἐστὶ τὸ μῆνιν.
- 1.141.1
Ταῦτα μὲν οὖν καθολικώτερον πρὸς τὰ μέρη τοῦ λό- γου ῥητέον· ἐμβάντες δὲ εἰς τὰς κατὰ μέρος παρʼ αὐτοῖς περὶ τούτων τεχνολογίας πολὺν λῆρον εὑρήσομεν. καὶ τοῦτο πάρεστι μαθεῖν οὐκ ἐπὶ τὴν πᾶσαν ὕλην φοιτήσαν- τας (ἀδόλεσχον γάρ ἐστι καὶ γραμματικῆς γραολογίας πλῆρες), ἀλλʼ ὅμοιόν τι τοῖς οἰνοκαπήλοις ποιήσαντας, καὶ | ὃν τρόπον ἐκεῖνοι ἐξ ὀλίγου γεύματος τὸν ὅλον δοκι- μάζουσι φόρτον, οὕτω καὶ αὐτοὶ ἓν λόγου μέρος προχει- ρισάμενοι, καθάπερ τὸ ὄνομα, ἐκ τῆς περὶ τούτου τεχνο- λογίας συνοψόμεθα καὶ τὴν ἐν τοῖς ἄλλοις τῶν γραμματι- κῶν ἐντρέχειαν.
- 1.142.1
Αὐτίκα τοίνυν ὅταν τῶν ὀνομάτων τὰ μὲν ἀρσενικὰ φύσει λέγωσι τὰ δὲ θηλυκὰ τὰ δὲ οὐδέτερα, καὶ τὰ μὲν ἑνικὰ τῷ ἀριθμῷ τὰ δὲ δυϊκὰ τὰ δὲ πληθυντικά, καὶ ἤδη τὰς ἄλλας ἐπισυνείρωσι διαιρέσεις, ἐπιζητήσωμεν τί ποτέ ἐστι τὸ ἐπιφωνούμενον τοῦτο ‘φύσειʼ.
- 1.143.1
γὰρ ὅτι οἱ πρῶτοι ἀναφθεγξάμενοι τὰ ὀνόματα φυσικὴν ἐποιήσαντο τὴν ἀναφώνησιν αὐτῶν ὡς καὶ τὴν ἐπὶ τῷ ἀλγεῖν κραυγὴν καὶ τὴν ἐπὶ τῷ ἥδεσθαι ἢ τῷ θαυμάζειν ἐκβόησιν, οὕτω λέ- γουσι φύσει τὰ μὲν τοιαῦτα εἶναι τῶν ὀνομάτων τὰ δέ τοιάδε ἢ ὅτι καὶ ἐπὶ τοῦ παρόντος ἕκαστον αὐτῶν φυ- σικῶς ἡμᾶς κινεῖ ὅτι ἀρρενικόν, κἂν ἡμεῖς μὴ νομίζωμεν αὐτὸ ἀρρενικὸν εἶναι, καὶ πάλιν φυσικῶς αὐτὸ ἐνδείκνυται ὅτι θηλυκόν ἐστι, κἄν ἡμεῖς μὴ θέλωμεν.
- 1.144.1
ἀλλὰ τὸ μὲν πρῶτον οὐκ ἂν εἴποιεν. πόθεν γὰρ γραμματικῇ παχύτητι διαγινώσκειν πότερον φύσει ἢ θέσει τὰ ὀνόματα, ἢ τίνα μὲν οὕτως τίνα δὲ ἐκείνως; ὅτε οὐδὲ τοῖς ἐπʼ ἄκρον ἥκουσι φυσιολογίας εὐμαρὲς εἰπεῖν διὰ τὰς ἑκατέρωθεν ἰσολογίας. ἄλλως τε καὶ ἰσχυρὸς ἀντικάθηται τούτῳ λόγος,
- 1.145.1
πρὸς ὅν οὐδʼ εἰ καταπέλτην ὑπομένοιεν, φοασίν, οἱ γραμματικοὶ δυνήσονταί τι συνιδεῖν ἱκνούμενον. εἴπερ γὰρ φύσει τὰ ὀνόματα ἧν καὶ μὴ τῇ καθʼ ἕκαστον θέσει ἐσήμαινεν, ἐχρῆν πάντας πάντων ἀκούειν, Ἕλληνας βαρβάρων καὶ βαρβάρους Ἑλλήνων καὶ βαρβάρους βαρβάρων. οὐχὶ δέ γε τοῦτο· οὐκ ἄρα φύσει σημαίνει τὰ ὀνόματα.
- 1.146.1
ὥστε τοῦτο μὲν οὐκ ἐροῦσιν εἰ δʼ ὅτι φυσικῶς διαδείκνυσιν ἕκαστον ὄνομα ὅτι ἀρρενικόν ἐστιν ἢ θηλυκὸν ἢ οὐδέτερον, φασὶ τὰ μέν τοιάδε τὰ δὲ τοιαῦτα τυγχάνειν, ἴστωσαν λειότε- ρον αὑτοῖς τρίβοντες τὸν κλοιόν.
- 1.147.1
πάλιν γὰρ φήσομεν ὅτι τὸ φύσει κινοῦν ἡμᾶς ὁμοίως πάντας κινεῖ, καὶ οὐχ οὓς μὲν οὕτως οὕς δὲ ἐναντίως· οἷον φύσει τὸ πῦρ ἀλεαίνει, βαρ - βάρους Ἕλληνας ἰδιώτας ἐμπείρους, καὶ οὐχ Ἕλληνας μέν ἀλεαίνει βαρβάρους δὲ φύχει· καὶ ἡ χιὼν φύσει ψύ- χει, καὶ οὐ τινὰς μὲν ψύχει τινὰς δὲ θερμαίνει. ὥστε τὸ φύσει κινοῦν ὁμοίως τοὺς ἀπαραποδίστους ἔχοντας τὰς αἰσθήσεις κινεῖ.
- 1.148.1
τὰ δὲ αὐτὰ ὀνόματα οὐ πᾶσίν ἐστι τὰ αὐτά, ἀλλὰ τοῖς μὲν ἀρρενικὰ τοῖς δὲ θηλυκὰ τοῖς δὲ οὐ- δέτερα· οἷον θηναῖοι μὲν τὴν στάμμινον λέγουσι θηλυ- κῶς, Πελοποννήσιοι δὲ τὸν στάμνον ἀρρενικῶς, καὶ οἱ μέν τὴν θόλον οἱ δέ τὸν θόλον, καὶ οἱ μὲν τὴν βῶλον οἱ δὲ τὸν βῶλον,
- 1.149.1
καὶ οὐ διὰ τοῦτο οὖτοι ἢ ἐκεῖνοι λέγονται ἁμαρτάνειν· ἕκαστος γάρ, ὡς τεθεμάτικεν, οὕτω χρῆταμι. καὶ οἱ αὐτοὶ δὲ διαφόρως ταὐτὰ ὁτέ μέν ἀρρενικῶς ἐκ- φέρουσιν ὁτὲ δὲ θηλυκῶς, λέγοντες τὸν λιμόν καὶ τὴν λι- μόν. οὐκ ἄρα φύσει τῶν ὀνομάτων τὰ μέν ἀρρενικὰ τὰ δὲ θηλυκά, ἀλλὰ κατὰ θεματισμὸν τὰ μέν τοιαῦτα γίνε- ται τὰ δὲ τοιαῦτα.
- 1.150.1
καὶ μὴν εἶπερ φύσει τῶν ὀνομάτων ἦν τὰ μιέν ἀρρενικὰ τὰ δὲ θηλυκά, ὧφε〈ι〉λον αἱ ἀρρενικαὶ φύσεις ἀεί ποτε ἀρρενικοῖς ὀνόμασι προσαγορεύεσθαι καὶ αἱ θηλυκαὶ θηλυκοῖς καὶ αἱ μήτε ἀρρενικαὶ φύσεις μήτε [αἱ] θηλυκαὶ οὐδετέρως.
- 1.151.1
οὐχὶ δὲ τοῦτο, ἀλλὰ καὶ τὰς ἀρ- ρενικὰς φύσεις θηλυκῶς καλοῦμεν καὶ τὰς θηλυκὰς ἀρρε- νικῶς καὶ τὰς οὐτε ἀρρενικὰς οὐτε θηλυκὰς ἤτοι ἀρρενι- κῶς ἢ θηλυκῶς, οὐχὶ δὲ οὐδετέρως· οἷον κόραξ μέν λέγε- ται ἀετός κώνωψ κάνθαρος σκορπίος μῦς ἀρρενικῶς καὶ ἐπὶ τοῦ θήλεος, καὶ πάλιν χελιδών χελώνη κορώνη ἀκρίς μυγαλῆ ἐμπίς καὶ ἐπὶ τοῦ ἄρρενος τὴν φύσιν θηλυκῶς·
- 1.152.1
ὡσαύτως δὲ κλίνη θηλυκῶς ἐπὶ τῆς μήτε ἄρρενος μήτε θηλείας τὴν φύσιν, καὶ στῦλος ἀρρενικῶς ἐπὶ τοῦ οὐδε- τέρου. τοίνυν εἰ φύσει οὐδέν ἐστιν ἀρρενικὸν θηλυκὸν ὄνομα, ζητῶ πῶς ὁ γραμματικὸς ἐπιλήψεται τοῦ διαστρό- φως λέγοντος ὁ χελιδών καὶ ἡ ἀετός. ἤτοι γὰρ ὡς φύσει τοῦ ὀνόματος τῆς χελιδόνος θηλυκοῦ ὄντος, ἐκείνου δὲ ἀρρενικὸν αὐτὸ τῷ ἄρθρῳ βιαζομένου γενέσθαι, ἢ ὡς τῆς κοινῆς συνηθείας θηλυκὸν αὐτὸ θεματισάσης ἀλλʼ οὐκ ἀρρενικόν.
- 1.153.1
ἀλλʼ εἰ μὲν ὡς φύσει θηλυκοῦ καθεστῶτος, ἐπεὶ οὐδὲν φύσει θηλυκόν ἐστι καθὼς παρεστήσαμεν, ἀδιάφορον τὸ ὅσον ἐπὶ τούτῳ ἐάν τε οὕτως ἐάν τε ἐκείνως ἐκφέρηται· εἰ δʼ ὡς ὑπὸ τῆς κοινῆς συνηθείας ἀντὶ θη- λυκοῦ θεματισθέν, γενήσεται τοῦ τε εὖ λεγομένου καὶ μὴ κριτήριον οὐχὶ τεχνικός τις καὶ γραμματικὸς λόγος ἀλλʼ ἡ ἄτεχνος καὶ ἀφελὴς τῆς συνηθείας παρατήρησις.
- 1.154.1
Τὰ δέ αὐτὰ ταῦτα μετακτέον καὶ ἐπὶ τὰ ἑνικὰ καὶ πληθυντικὰ τῶν ὀνομάτων. Πθῆναι γὰρ λέγονται πλη- θυντικῶς ἡ μία πόλις καὶ Πλαταιαί, καὶ πάλιν Θήβη ἑνι- κῶς καὶ Θῆβαι πληθυντικῶς, καὶ Μυκήνη καὶ Μυκῆναι. ῥηθήσεται δὲ ἐπιμελέστερον περὶ τῆς ἐν τούτοις ἀνωμα- λίας προβαινούσης τῆς ζητήσεως.
- 1.154.2
Τὰ νῦν δέ ἐπεὶ καὶ ὑποδειγματικῶς κατωπτεύκαμεν τὴν ἐν τούτοις τῶν γραμματικῶν ἀκρίβειαν, φέρε κἀκεῖνο, πρὶν ἐπʼ ἄλλον τ[ρ]όπον ἀὶπελύεῖν, ἐξεατῖσυμεν,
- 1.155.1
ψημὶ δέ τίνα λόγον καλοῦσιν μέρη λόγου.
- 1.155.2
Ἤτοι γμρ αὐτὴν τὴν σωματικιν ψωνιν ἐροῦσιν ἧ ἀσώ- ματον λεκτύν, διαφεέρον ταύτης. οὒτε δὲ τν φωνινέροῦσιν· ταύτης μὲν γὰρ ῥηθείσης πάντες ἀκούουσιν, Ἡλληνές τε καὶ βάρβαροι καὶ ἰδιῶται καὶ οἱ παιδείας ἐντός, τοῦ δέ λόγου καὶ τῶν τούτου μερῶν Ἕλληνες μόνοι καὶ οἱ τούτου ἔμπειροι. τοίνυν οὐχ ή φωνή ἐστιν ὁ λόγος καὶ μέρη λόγου. καὶ μὴν οὐδέ τὸ ἀσώματον λεκτόν.
- 1.156.1
πῶς γὰρ ἀσώματον ἔτι ἔστι τι ἄλλο τοιοῦτο παρὰ τὸ σῶμα καὶ τὸ κενόν, πολλῆς | καὶ ἀνηνύτου γενομένης παρὰ τοῖς φιλοσόφοις περὶ αὐτοῦ διαμάχης; εὶ μέν γὰρ κινεῖται, σῶμά ἐστιν τὸ γὰρ κινούμενον σῶμα· εἰ δέ μένει, δεχόμενον μὲν τὰ εἰς αὐτὸ φερόμενα σώματα καὶ μὴ ἀντιτυποῦν κενὸν γε- νήσεται, κενοῦ γὰρ ἴδιον τὸ μὴ ἀντιτυπεῖν, ἀντιτυποῦν δέ τοῖς εἰς αὐτὸ φερομένοις σῶμά ἐστιν, ἰδίωμα γὰρ σώμα- τος τὸ ἀντιτυπεῖν.
- 1.157.1
ἄλλως τε ὁ λέγων ἀσώματόν τι λεκeτὸν ὑπάρχειν ἤτοι φάσει μόνον ἀρκούμενος λέγει ἢ ἀπόδει- ξιν παραλαμβάνων. ἀλλὰ φάσει μὲν ἀρκούμενος ἐν ἀντι- φάσει ἐπισχεθήσεται· ἀπόδειξιν δὲ παραλαμβάνων, ἐπεὶ καὶ αὐτὴ διʼ ἀναμφισβητήτων ὀφείλει λημμάτων προάγειν, τὰ δὲ λήμματά ἐστι λεκτά, προαρπάζων τὸ ζητούμενον ὡς ὁμολογούμενον ἄπιστος ἔσται.
- 1.158.1
παρʼ ἣν αἰτίαν λοιπόν, εἰ μήτε ἡ φωνὴ λόγος ἐστὶ μήτε τὸ σημαινόμενον ὑπʼ αὐ- τῆς ἀσώματον λεκτόν, παρὰ δὲ ταῦτα νοεῖν οὐδὲν ἐνδέχε- ται, οὐδέν ἐστι λόγος.
- 1.158.2
Ἔστω δὲ νῦν καὶ ὁ λόγος καὶ μέρη τούτου ὁπόσα θέ- λουσιν οἱ γραμματικοὶ ὑπάρχειν. ἀλλʼ εἰπάτωσάν γε ἡμῖν πῶς τὸν λόγον μερίζουσιν.
- 1.159.1
Ἐπεὶ γαρ τὸν μερισμὸν τὸν τῶν ἐμ μέτρων ἐν δυσὶ μάλιστα τοῖς ἀναγκαιοτάτοις κεῖσθαι συμβέβηκεν, ἔν τε τῷ βαίνειν, τουτέστι τῇ εἰς τοὺς πόδας διανομῇ, καὶ ἐν τῇ εἰς τὰ τοῦ λόγου μέρη διαιρέσει, ἀκόλουθον μὲν ἂν ἧν τοῖς τελέως πρὸς αὐτοὺς ἀντιλέγουσιν ἑκάτερον κινεῖν, τόν τε τρόπον τοῦ βαίνειν, σκελίσαντας αὐτῶν ἄπαντας τοὺς οἷς βαίνουσι πόδας ὡς ἀνυπάρκτους, καὶ ἔτι τὸν τρόπον τῆς τῶν τοῦ λόγου μερῶν διανομῆς, δείξαντας τὸ ἀδύνατον τῆς διαιρέσεως.
- 1.160.1
ἀλλʼ ἐπεὶ κἀν τοῖς πρὸς τούς μουσικούς ( VI 60—67) προηγουμένως περὶ ποδῶν ζητοῦμεν, ἵνα μὴ προλαμβάνωμεν τὰ μελλήσοντα πρὸς ἐκείνους λέγεσναι ἢ μὴ δὶς τὰ αὐτὰ λέγωμεν, ταύτην μὲν τὴν ἀπορίαν εἰς τὸν δέοντα καιρὸν ὑπερθη σόμεθα, περὶ δέ τῆς διαιρέσεως τῶν τοῦ λόγου μερῶν σκεψώμεθα.
- 1.161.1
Ὁ οὖν μερίζων τινὰ στίχον τὰ μὲν ἀφαιρεῖ τὰ δὲ προσ- τίθησι, καὶ ἀφαμιρεῖ μὲν τὸ μῆνιν, εἰ τύχοι, χρίζων τοῦ παντὸς στίχου, καὶ πάλιν τὸ ἄειδε καὶ τὰ λοιπὰ μέρη, προστίθησι δὲ τοῖς κατὰ συναλοιφὴν ἐκφερομένοις, οἷον τῷ ‘αἶμʼ ἐμέωνʼ (Hom. Ο 11) τὸ α, τὸ γὰρ πλῆρες ἦν ‘αἶμα ἐμέωνʼ, καὶ πάλιν τῷ ‘βῆ δʼ ἀκέωνʼ (Hom. Α 34) τὸ ε, κατὰ γὰρ ἐκπλήρωσιν οὕτως εἶχε ‘βῆ δὲ ἀκέων.’ μηδενὸς μέντοι μήτε ἀφαμιρεῖσθαι δυναμένου ἀπό τινος μήτε προστίθεσθαί τινι πεφυκότος ἀδύνατος γίνεται ὁ κατὰ γραμματικὴν μερισμός.
- 1.162.1
Τὸ δὲ ὅτι οὐδὲν οὐδενὸς ἀφαιρεῖται μάθοιμεν ἄν τὸν τρόπον τοῦτον. εἰ γὰρ ἀφαιρεῖταί τι ἀπό τινος, ἢ ὅλον ἀφʼ ὅλου ἀφαιρεῖται ἢ μέρος ἀπὸ μέρους ἢ ὅλον ἀπὸ μέρους ἤ μέρος ἀπὸ ὅλου. ὅλον μὲν οὖν ἀπὸ ὅλου οὐκ ἀφαι- ρεῖται ἑνὸς γὰρ ὑποκειμένου στίχου, εἰ ὅλον ἐστὶ τὸ ἀφαμμιρούμενον, ὅλον στίχον ἀφελοῦμεν. καὶ οὕτως εἰ μέν ἔτι μένοι ὁ στίχος ἀφʼ οὖ ἡ ἀφαίρεσις, οὐδὲ ὅλως ἔσται γεγονυῖά τις ἀφαίρεσις ἀπʼ αὐτοῦ πῶς γὰρ ἔτι μένειν οἷόν τέ ἐστι τὸ ὅλον, εἴπερ ἀφῄρηται; εἰ δέ μὴ μένοι, δῆλον ὡς ἐκ τοῦ μὴ ὄντος οὐκ ἔστι πάλιν γεγονυῖα ἀφαί- ρεσις.
- 1.163.1
ὥστε ὅλον ἀπὸ ὅλου οὐκ ἀφαιρεῖται. καὶ μὴν οὐδὲ ὅλον ἀπὸ μέρους· ἐν μέν γὰρ τῷ μέρει οὐκ ἐμπεριέχεται τὸ ὅλον, οἷον τῷ μῆνιν τὸ ‘〈μῆνιν〉 ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆοςʼ, τὸ δὲ ἀφαμιρούμενον ὀφείλει ἐμπεριέχεσθαι τῷ τὴν ἀφαίρεσιν ἐπιδεχομένῳ. λείπεται ἄρα ἢ μέρος ἀφʼ ὅλου ἢ μέρος ἀπὸ μέρους ἀφαιρεῖσθαι. ἀλλὰ καὶ τοῦτʼ ἄπορον. τὸ γὰρ μῆνιν εἰ μὲν ἀφʼ ὅλου ἀφαμιρεῖται τοῦ στίχου, καὶ ἀπὸ αὐτοῦ ἀφαιρεῖται· σὺν αὐτῷ γὰρ ὅλος ὁ στίχος ἐνοεῖτο. καὶ ἄλλως, εἰ ἀφʼ ὅλου ἀφαμιρεῖται, τὸ δʼ ὅλον ἥν μῆνιν ἄειδε θεὰ Πηληιάδεω Ἀχιλῆοςʼ, ὥφειλεν ἠλαττῶσθαι καὶ |τὸ ʼἄειδε θεὰ Πηληιάδεω χιλῆος ʼ καὶ μὴ μένειν ἐν τῷ αὐτῷ, παντὸς τοῦ ἀφαίρεσιν ἐπιδεξαμέ- νου μὴ μένοντος ἐν ταὐτῷ.
- 1.164.1
ἐχρῆν δὲ καὶ αὐτὸ τὸ μῆνιν, ἀφʼ ὅλου ἐκείνου λαμβάνον τὴν ἀφαίρεσιν, ἔχειν τι ἐξ ἑκάστου τῶν ἐν ἐκείνῳ, ὅ πάλιν ἐστὶ ψεῦδος. εἰ οὖν μήτε ὅλον στίχον ἀπὸ στίχου δυνατὸν μερίζειν μήτε μέρος στίχου ἀπὸ μέρους μήτε ὅλον ἀπὸ μέρους μήτε μέρος ἀφʼ ὅλου, καὶ παρὰ ταῦτα οὐδὲν ἐνδέχεται ποιεῖν, ἀδύνα- τος τῷ γραμματικῷ ὀ μερισμός.
- 1.165.1
Οὐ μὴν ἀλλὰ καὶ ἡ κατὰ τὰς συναλειπτικῶς ἐκφερομέ- νας λέξεις τινῶν πρόσθεσις οὐκ ἔσται. καὶ τοῦτʼ ἔσται σαφές, ἂν μὴ ἐπὶ συλλαβῶν ἢ σποιχείων χειρίζηται ὁ λόγος, ὧν μάλιστα τὰς προσθέσεις ἐν τοῖς μερισμοῖς ποιοῦνται οἱ γραμματικοί, ἀλλʼ ἐπὶ ὅλων λέξεων. ὑποκει- μένου τοίνυν ἡμιστιχίου τοῦ ‘δειδε θεὰ Πηληιάδεω Μχιλῆοςʼ (ἔστω γὰρ πρὸς τὸ παρὸν τουτὶ ἡμιστίχιον, καὶ προσλαμβανέτω τὸ μῆνιν, ὥστε τὸ ἐξ ἀμφοτέρων ἡρωικὸν γίνεσθαι μέτρον) ζητοῦμεν τίνι ἡ πρόσθεσις γί- νεται·
- 1.166.1
ἤτοι γὰρ ἑαυτῷ τὸ μῆνιν προστίθεται ἢ τῷ πρου- ποκειμένῳ ἡμιστιχίῳ ἢ τῷ ἐξ ἀμφοτέρων ἀποτελεσθέντι ἡρωικῷ μέτρῳ. καὶ ἑαυτῷ μέν οὐκ ἂν προστεθείη· μὴ ὄν γὰρ ἕτερον ἑαυτοῦ καὶ μὴ διπλασιάζον ἑαυτὸ οὐκ ἂν λέγοιτο ἑαυτῷ προστίθεσθαι. τῷ δὲ προϋποκειμένῳ ἡμιστιχίῳ πῶς ἐνδέχεται; ὅλῳ μέν γὰρ αὐτῷ προστιθέ- μενον καὶ αὐτὸ παρισαζόμενον ἐκείνῳ ἡμιστίχιον γενή- σεται,
- 1.167.1
ταύτῃ τε ἀκολουθήσει καὶ τὸ μέγα ἡμιστίχιον λέ- γειν εἶναι βραχύ, βραχεῖ συνεξισούμενον τῷ μῆνιν, καὶ τὸ βραχὑ μέγα, μείζονι ἀντιπαρῆκον τῷ ἡμιστιχίῳ, εἴπερ τῷ παντὶ ἡμιστιχίῳ προστίθοιτο τὸ μῆνιν. 〈εἰ δὲ μέρει αὐτοῦ,〉 οἷον τῷ ἄειδε, καὶ εἰ μὲν μόνον αὐξήσει τὸ ἄειδε, τὸ δʼ ὅλον 〈οὐκ αὐξήσει〉, οὐ ποιήσει στίχον. λεί πεται οὖν φάσκειν τῷ ἐξ ἀμφοῖν, αὐτοῦ τε τοῦ μῆνιν καὶ τοῦ προυποκειμένου ἡμιστιχίου, ἀποτελουμένῳ ἑξαμέτρῳ καὶ ἡρωικῷ στίχῳ προστίθεσθαι.
- 1.168.1
ὃ τελέως ἦν ἀπίθανον τὸ γὰρ ἐπιδεχόμενον πρόσθεσιν προῦπόκειται τῆς προσθέσεως, οὐ μὴν τὸ γινόμενον ἐκ τῆς προσθέσεως προϋπόκειται ταύτης. οὐκ ἄρα οὖν τῷ γινομένῳ ἐκ τῆς προσθέσεως τοῦ μῆνιν ἑξαμέτρῳ στίχῳ προστίθεται τὸ μῆιν ὅτε μὲν γὰρ γίνεται ἡ πρόσθεσις, οὔπω ἑξάμετρός ἐστιν, ὅτε δὲ ἔστιν ἑξάμετρος, οὐκέτι γίνεται ἡ πρόσθεσις. πλὴν συν- ἤκται τὸ προκείμενον, καὶ μήτε προσθέσεως μήτε ἀφαιρέ- σεως οὔσης ἀναιρεῖται ὁ προειρημένος τοῦ μερισμοῦ τρόπος.
- 1.168.2
Ἀλλὰ δὴ πάλιν τὴν ἐν τούτοις τῶν γραμματικῶν ἀκρίβειαν κατανοήσαντες, φέρε καὶ τῆς ἐν τῷ γράφειν αὐτῶν δυνάμεως ἀποπειραθῶμεν.
- 1.169.1
Π ὴν γὰρ ὀρθογραφίαν φασὶν ἐν τρισὶ κεῖσθαι τρόποις, ποσότητι ποιότητι μερισμῷ. ποσότητι μὲν οὖν, ὅταν ζη- τῶμεν εἰ ταῖς δοτικαῖς προσθετέον τὸ ι, καὶ εὐχάλινον καὶ εὐώδινας τῷ ι μόνον γραπτέον ἢ τῇ ει ποιότητι δέ, ὅταν σκεπτώμεθα πότερον διὰ τοῦ ζ γραπτέον ἐστὶ τὸ σμιλίον καὶ τὴν Σμύρναν ἢ διὰ τοῦ σ· μερισμῷ δέ, ἐπειδὰν διαπορῶμεν περὶ τῆς ὄβριμος λέξεως, πότερόν ποτε τὸ β τῆς δευτέρας ἐστὶ συλλαβῆς ἀρχὴ ἢ τῆς προηγουμένης πέρας, καὶ ἐπὶ τοῦ ριστίων ὀνόματος ποῦ τακτέον τὸ σ. πάλιν δʼ ἡ τοιαύτη τεχνολογία,
- 1.170.1
ἵνα μηδὲν τῶν ἀπορωτέ- ρων κινῶμεν, μάταιος εἶναι φαίνεται, πρῶτον μὲν ἐκ τῆς διαφωνίας, ἔπειτα δὲ καὶ ἐξ αὐτῶν τῶν ἀποτελεσμάτων. καὶ ἐκ μὲν τῆς διαφωνίας, ἐπείπερ οἱ τεχνικοὶ μάχονταί τε καὶ εἰς αἰῶνα μαχήσονται πρὸς ἀλλήλους, τῶν μὲν οὕτως τῶν δὲ ἐκείνως τὸ αὐτὸ γράφειν ἀξιούντων.
- 1.171.1
ὅθεν καὶ οὕτως αὐτοὺς ἐρωτητέον. εἰ χρειώδης ἐστὶν ἡ περὶ ὀρθογραφίας τεχνο λογία τῷ βίῳ, ἐχρῆν ἡμᾶς τε καὶ ἕκα- στον τῶν διαφωνούντων περὶ αὐτῆς γραμματικῶν, ἀνε- πικρίτου ἀκμὴν καθεστώσης τῆς κατὰ ταύτην διαφω- νίας, παραποδίζεσθαι εἰς ὁ ἂν δέῃ γράφειν.
- 1.172.1
οὕτε δὲ ἡμῶν οὔτε τούτων ἕκαστος παραποδίζεται, ἀλλὰ συμφώνως πάντες τυγχάνουσι τῆς προθέσεως, ἅτε δὴ μὴ ἀπʼ ἐκεί- νης ἀλλʼ ἀπὸ κοινοτέρας τινὸς καὶ συμφώνου ὁρμώμενοι τριβῆς, καθʼ ἣν τὰ μὲν κατ᾿ ἀνάγκην ὀφείλοντα παρα- λαμβάνεσθαι στοιχεῖα πρὸς τὴν μήνυσιν τοῦ ὀνόματος πάντες παραλαμβάνουσι, καὶ οἱ γραμματικοὶ καὶ οἱ μὴ γραμματικοί, περὶ δὲ τῶν μὴ κατ᾿ ἀνάγκην ἀδιαφοροῦ- σιν. οὐκ ἄρα χρειώδης ἐστὶν ἡ περὶ ὀρθογραφίας παρὰ τοῖς γραμματικοῖς ὑφήγησις.
- 1.173.1
ἀλλʼ ὁ μὲν ἀπὸ τῆς δια- φωνίας ἔλεγχος τοιοῦτος, ὁ δὲ ἀπὸ τῶν ἀποτελεσμάτων ἐμφανής. οὐδὲν γὰρ βλαπτόμεθα, ἐάν τε σὺν τῷ ι γράφω- μεν τὴν δοτικὴν πτῶσιν ἐάν τε μή, καὶ ἐάν τε διὰ τοῦ ο τὸ σμιλίον καὶ τὴν Σμύρναν ἐάν τε διὰ τοῦ ζ, καὶ ἐπὶ τοῦ ριστίων ὀνόματος ἐάν τε τῇ προηγουμένῃ συλλαβῇ τὸ σ προσμερίζωμεν ἐάν τε τῇ έμιφερομένῃ τοῦτο συντάτ- τωμεν.
- 1.174.1
εἰ μὲν γὰρ παρὰ τὸ διὰ τοῦ σ ἀλλὰ μὴ διὰ τοῦ ζ γράφειν τὸ σμιλίον οὐκέτι σμιλίον γίνεται ἀλλὰ δρέπανον, καὶ εἰ παρὰ [τὸ σ ] τὸ τοῦ Ἀριστίων ὀνόματος οὕτως ἀλλὰ μὴ ἐκείνως συντάσσεσθαι τὸ σ [ἢ] ὁ Ἀριστίων, καθώς φησί τις τῶν χαριεντιζομένων, Δειπνίων γίνεται, ἥρμοζε μὴ ἀδιαφορεῖν. εἰ δʼ ὅπως ἂν ἔχῃ τὰ τῆς γραφῆς, τὸ σμιλίον 〈ἐστὶ σμιλίον〉, ἐάν τε διὰ τοῦ σ ἐάν τε διὰ τοῦ ζ κατάρχηται, ὅ τε Ἀριστίων ἀεί ποτέ ἐστιν Ἀριστίων, ἐάν τε τῷ ι ἐάν τε τῷ τ τὸ σ προσμερίζωμεν, τίς χρεία τῆς πολλῆς καὶ ματαίας παρὰ τοῖς γραμματικοῖς περὶ τούτων μωρολογίας ς;
- 1.175.1
Κεφαλαιωδέστερον δὴ καὶ περὶ ὀρθογραφίας διεξιόν- τες, ἴδωμεν εἰς συμπλήρωσιν τῆς πρὸς τὸ τεχνικὸν μέ- ρος αὐ τῶν ἀντιρρήσεως πότερον ἔχουσί τινα πρὸς τὸ ἑλ- ληνίζειν συνεστῶσαν μέθοδον ἢ οὐδαμῶς.
- 1.176.1
Ὅτι μὲν δεῖ τινα φειδὼ ποιεῖσθαι τῆς περὶ τὰς διαλέκ- τους καθαριότητος, αὐτόθεν συμφανές ὅ τε γὰρ ἕκάστοτε βαρβαρίζων καὶ σολοικίζων ὡς ἀπαίδευτος χλευάζεται, ὅ τε ἑλληνίζων ἱκανός ἐστι πρὸς τὸ σαφῶς ἅμα καὶ ἀκρι- βῶς παραστῆσαι τὰ νοηθέντα τῶν πραγμάτων. ἤδη δέ τοῦ ἑλληνισμοῦ δύο εἰσὶ διαφοραί· ὅς μέν γάρ ἐστι κεχω- ρισμένος τῆς κοινῆς ἡμῶν συνηθείας καὶ κατὰ γραμμα- τικὴν ἀναλογίαν δοκεῖ προκόπτειν, ὅς δὲ κατὰ τὴν ἑκά- στου τῶν ἓλλήνων συνήθειαν ἐκ παραπλασμοῦ καὶ τῆς ἐν ταῖς ὁμιλίαις παρατηρήσεως ἀναγόμενος.
- 1.177.1
οἰον ὁ μὲν τῆς Ζεύς ὀρθῆς πτώσεως τὰς πλαγίους σχηματίζων τοῦ Ζεός τῷ Ζεῖ τὸν Eέα κατὰ τὸν πρότερον τοῦ ἑλληνισμοῦ χαρακτῆρα διαλέλεκται, ὁ δέ ἀφελῶς τοῦ Ζηνός λέγων καὶ τῷ Ζηνὶ καὶ 〈τὸν〉 Ζῆνα κατὰ τὸν δεύτερον καὶ συνη- θέστερον ἡμῖν. πλὴν δυοῖν ὄντων τῶν ἑλληνισμῶν εὔχρη- στον μέν εἶναί φαμεν τὸν δεύτερον διὰ τὰς προειρημένας αἰτίας, ἄχρηστον δέ τὸν πρῶτον διὰ τὰς λεχθησομένας.
- 1.178.1
ὥσπερ γὰρ ἐν πόλει νομίσματός τινος προχωροῦντος κατὰ τὸ ἐγχώριον δ μὲν τούτῳ στοιχῶν δύναται καὶ τὰς ἐν ἐκείνῃ τῇ πόλει διεξαγωγὰς ἀπαραποδίστως ποιεῖσθαι, ὁ δὲ τοῦτο μέν μὴ παραδεχόμενος ἄλλο δέ τι καινὸν χα- ράσσων ἑαυτῷ καὶ τούτῳ νομιστεύεσθαι θέλων μάταιος καθέστηκεν, οὕτω κἀν τῷ βίῳ ὁ μὴ βουλόμενος τῇ συνή- θως παραδεχθείσῃ, καθάπερ νομίσματι, ὁμιλίᾳ κατακο- λουθεῖν ἀλλʼ ἰδίαν αὑτῷ τέμνειν μανίας ἐγγύς ἐστιν.
- 1.179.1
διό- περ 〈εὶ〉 οἱ γραμματικοὶ ὑπισχνοῦνται τέχνην τινὰ τὴν καλουμένην ἀναλογίαν παραδώσειν, διʼ ἧς κατ’ ἐκεῖνον ἡμᾶς τὸν ἑλληνισμὸν ἀναγκάζουσι διαλέγεσθαι, ὑποδει- κτέον ὅτι ἀσύστατός ἐστιν αὕτη ἡ τέχνη,δεῖδέ τούς ὀρθῶς βουλομένους διαλέγεσθαι τῇ ἀτέχνῳ καὶ ἀφελεῖ κατὰ τὸν βίον καὶ τῇ κατὰ τὴν κοινὴν τῶν πολλῶν συνήθειαν πα- ρατηρήσει προσανέχειν.
- 1.180.1
Εἴπερ οὖν ἔστι τις περὶ ἑλληνισμὸν τέχνη, ἤτοι ἔχει ἀρχὰς ἐφʼ αἷς συνέστηκεν ἢ οὐκ ἔχει. καὶ μὴ ἔχειν μὲν οὐκ ἄν φαῖεν οἱ γραμματικοί πᾶσα γὰρ τέχνη ἀπό τινος ἀρχῆς ὀφείλει συνίστασθαι. εἰ δὲ ἔχει, ἤτοι τεχνικὰς ταύ- τας ἔχει ἢ ἀτέχνους. καὶ εἰ μέν τεχνικάς, πάντως ἢ ἀφʼ ἑαυτῶν ἢ ἀπʼ ἄλλης τέχνης συνέστησαν, κἀκείνη πάλιν ἀπὸ τρίτης, καὶ ἡ τρίτη ἀπὸ τετάρτης, καὶ τοῦτ’ εἰς ἄπει- ρον, ὥστε ἄναρχον γιγνομένην τὴν περὶ ἑλληνισμὸν τέχ- νην μηδέ τέχνην ὑπάρχειν·
- 1.181.1
εἰ δέ ἀτέχνους, οὐκ ἄλλαι τινές εὑρεθήσονται παρὰ τὴν συνήθειαν· ἡ ἄρα συνήθεια τοῦ τί τέ ἐστιν ἑλληνικὸν καὶ τί ἀνελλήνιστον γίνεται κριτήριον, καὶ οὐκ ἄλλη τις περὶ τὸν ἑλληνισμὸν τέχνη. ἄλλως τε,
- 1.182.1
ἐπεὶ τῶν τεχνῶν αἱ μέν τῷ ὄντι εἰσὶ τέχναμι, ὡς ἡ ἀνδριαντοποιικὴ καὶ ζωγραφία, αἱ δὲ ἐπαγγέλματι μέν εἰσι τέχναι, οὐ πάντως δὲ καὶ κατ’ ἀλήθειαν, ὡς Σαλ- δαῖκή τε καὶ θυτική, ἵνα μάθωμεν πότερόν ποτε καὶ ἡ περὶ τὸν ἑλληνισμὸν λεγομένη τέχνη ἢ ὑπόσχεσις μόνον ἐστὶν ἢ καὶ ὑποκειμένη δύναμις, δεήσει κριτήριόν τι ἡμᾶς ἔχειν εἰς τὴν ταύτης δοκιμασίαν.
- 1.183.1
τοῦτʼ οὖν τὸ κριτήριον πάλιν ἤτοι τεχνικόν τί ἐστι (καὶ περὶ ἑλληνισμόν, εἴγε καὶ τῆς περὶ τὸν ἑλληνισμὸν κρινούσης, εἰ ὑγιῶς κρίνει, δοκιμαστικὸν καθέστηκεν), ἢ ἄτεχνον. ἀλλὰ τεχνικὸν μὲν περὶ ἑλληνισμὸν οὐκ ἄν εἴη διὰ τὴν προειρημένην εἰς ἄπειρον ἔκπτωσιν ἄτεχνον δʼ εἰ λαμβάνοιτο τὸ κρι- τήριον, οὐκ ἄλλο τι εὑρήσομεν ἢ τὴν συνήθειαν. ἡ ἄρα συνήθεια καὶ αὐτὴν τὴν περὶ ἑλληνισμὸν τέχνην κρίνουσα οὐ δεήσεται τέχνης.
← Previous · Next → — showing 101–200 of 2,861
First Thousand Years of Greek. CTS URN tlg0544.tlg002.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.