Ancient Texts

← Library

Apotelesmatica (= Tetrabiblos)

First Thousand Years of Greek · First Thousand Years of Greek · 685 sections

  1. 1.21.3.1

    εἴτε τοῖς τριγώνοις, διὰ τί τῷ τοῦ Ἑρμοῦ δεδώκασιν ἐν Αἰγόκερῳ καὶ οὐ τῷ τῆς Ἀφροδίτης; εἴτε καὶ τοῖς ὑψώμασι, διὰ τί τῷ τοῦ Ἄρεως ἐν Καρκίνῳ καὶ οὐ τῷ, τοῦ Διός; εἴτε τοῖς τὰ πλεῖστα τούτων ἔχουσι διὰ τί έν Ὑδροχόῳ τῷ τοῦ Ἑρμοῦ δεδώκασι, τρίγωνον ἔχοντι μόνον, καὶ οὐχὶ τῷ τοῦ Κρόνου;

  2. 1.21.4.1

    τούτου γὰρ καὶ οἶκός ἐστι καὶ τρίγωνον. ἢ διὰ τί ὅλως ἐν Αΐγόκερῳ τῷ τοῦ Ἑρμοῦ πρώτῳ δεδώκασι, μηδένα λόγον ἔχοντι πρὸς τὸ ζῴδιον οἰκοδεσποτείας; καὶ ἐπὶ τῆς λοιπῆς δὲ τάξεως τὴν αὐτὴν ἀναλογίαν ἄν τις εὕροι. δεύτερον δὲ καὶ ἡ ποσότης τῶν ὁρίων οὐδεμίαν ἀκολου- θίαν ἔχουσα φαίνεται.

  3. 1.21.5.1

    ὅ τε γὰρ καθ’ ἕνα ἕκαστον ἀστέρα ἐπισυναγόμενος ἐκ πάντων ἀριθμός, πρὸς ὄν φασιν αὐτῶν τὰ χρονικὰ ἐπιμερίζεσθαι, οὐδένα οἰκεῖον οὐδὲ εὐαπόδεικτον ἔχει λόγον· ἐάν τε καὶ τούτῳ τῷ κατὰ συναγωγὴν ἀριθμῷ πιστεύσωμεν ὡς ἄντικρυς ὑπ᾿—Αἰγυπτίων ὡμολογημένῳ, πολλαχῶς μὲν καὶ ἄλλως τῆς κατὰ τὸ ζῴδιον ποσότητος ἐναλλασσομένης ὁ αὐτὸς ἀριθμὸς ἂν συναγόμενος ἀγόμενος εὑρεθείη.

  4. 1.21.6.1

    καὶ ὃ πιθανολογεῖν καὶ σοφίζεσθαί τινες ἐπιχειροῦσι περὶ αὐτῶν ὅτι κατὰ παντὸς κλίματος ἀναφορικὸν λόγον οἱ καθ’ ἕκαστον ἀστέρα σχηματιζόμενοί πως χρόνοι τὴν αὐτὴν ἐπισυνάγουσι ποσότητα, ψευδές ἐστι.

  5. 1.21.7.1

    πρῶτον μὲν γὰρ ἀκολουθοῦσι τῇ κοινῇ πραγματείᾳ καὶ πρὸς ὁμαλὰς ὑπεροχὰς τῶν ἀναφορῶν συνισταμένῃ μὴ κατὰ μικρὸν ἐγγιζούσῃ τῆς ἀληθείας, καθ’ ἣν ἐπὶ τοῦ διά τῆς κάτω χώρας τῆς Αἰγύπτου παραλλήλου τὸ μὲν τῆς Παρθένου καὶ τῶν Χηλῶν δωδεκατημόριον δεκατημόριον ἐν λη΄ χρόνοις ἑκάτερον καὶ ἔτι τρίτῳ θέλουσιν ἀναφέρεσθαι, τὸ δὲ τοῦ Λέοντος καὶ τοῦ Σκορπίου ἑκάτερον ἐν λε’, δεικνυμένου διὰ τῶν γραμμῶν, ὅτι ταῦτα μὲν ἐν πλείοσι τῶν λε’ χρόνων ἀναφέρεται, τὸ δὲ τῆς Παρθένου καὶ τὸ τῶν Χηλῶν ἐν ἐλάττοσι.

  6. 1.21.8.1

    ἔπειτα καὶ οἱ τὸ τοιοῦτον ἐπιχειρήσαντες κατασκευάζειν οὐκέτι φαίνονται κατηκολουθηκότες οὐδὲ οὕτως τῇ παρὰ τοῖς πλείστοις φερομένῃ ποσότητι τῶν ὁρίων καὶ τὰ πολλὰ διηναγκασμένοι καταψεύσασθαι καί που καὶ μορίοις μορίων χρήσασθαι τοῦ σῶσαι τὸ προκείμενον αὐτοῖς ἕνεκεν, οὐδ’ αὐτοῖς ὡς ἔφαμεν ἀληθοῦς ἐχομένοις σκοποῦ. τὰ μέντοι φερόμενα παρὰ τοῖς πολλοῖς διὰ τὴν τῆς ἔτι ἄνωθεν παραδόσεως ἀξιοπιστίαν τοῦτον ὑπόκειται τὸν τρόπον.

  7. 1.21.8.2

    Ὅρια κατ’ Αἰγυπτίους.

  8. 1.21.11.1

    Συνάγεται δὲ ἑκάστου αὐτῶν ὁ ἀριθμὸς οὕτως· Κρόνου μοῖραι νζ΄, Διὸς οθ΄, Ἄρεως ξς΄, Ἀφροδίτης πβ΄ Ἑρμοῦ ος΄· γίνεται ὁμοῦ τξ΄.

  9. 1.21.12.1

    Ὁ δὲ Χαλδαϊκὸς τρόπος ἁπλῆν μέν τινα ἔχει καὶ μᾶλλον πιθανήν, οὐχ οὕτως δὲ αὐτάρκη πρός τε τὰς τῶν τριγώνων δεσποτείας τὴν ἀκολουθίαν καὶ τὴν τῆς ποσότητος τάξιν, ὥστε μέντοι καὶ χωρὶς ἀναγραφῆς δύνασθαι σθαι ῥᾳδίως τινὰ διαβάλλειν αὐτούς.

  10. 1.21.13.1

    ἐν μὲν γὰρ τῷ πρώ- τῳ τριγώνῳ Κριοῦ καὶ Λέοντος καὶ Τοξότου τὴν αὐτὴν ἔχοντι παρ’ αὐτοῖς κατὰ ζῴδιον διαίρεσιν πρῶτος μὲν λαμβάνει 6 τοῦ τριγώνου κύριος ὁ τοῦ Διός, εἷθ’ ἑξῆς ὁ τοῦ ἐφεξῆς τριγώνου, λέγω δὴ τὸν τῆς Ἀφροδίτης, εἶθ’ ἑξῆς ὁ τῶν Διδύμων ὅ τε τοῦ Κρόνου καὶ ὁ τοῦ Ἑρμοῦ, τελευταῖος δὲ ὁ τοῦ λοιποῦ τριγώνου κύριος ὁ τοῦ Ἄρεως.

  11. 1.21.14.1

    ἐν δὲ τῴ δευτέρῳ τριγώνῳ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω πάλιν τὴν αὐτὴν κατὰ ζῴδιον ἔχοντι διαίρεσιν, ὁ μὲν τῆς Ἀφροδίτης πρῶτος, εἷθ’ ὁ τοῦ Κρόνου πάλιν καὶ ὁ τοῦ Ἑρμοῦ, μετὰ ταῦτα δὲ ὁ τοῦ Ἄρεως, τελευταῖος δὲ ὁ τοῦ Διός. σχεδὸν δὲ καὶ ἐπὶ τῶν λοιπῶν δύο τριγώνων ἡ τάξις ἥδε συνορᾶται.

  12. 1.21.15.1

    τῶν μέντοι τοῦ αὐτοῦ τριγώνου δύο κυρίων, λέγω δὲ τοῦ τοῦ Κρόνου καὶ τοῦ τοῦ Ἑρμοῦ, τὸ πρωτεῖον τῆς κατὰ τὸ οἰκεῖον τάξεως ἡμέρας μὲν ὁ τοῦ Κρόνου λαμβάνει, νυκτὸς δὲ ὁ τοῦ Ἑρμοῦ. καὶ ἡ καθ’ ἕκαστον δὲ ποσότης ἁπλῆ τις οὖσα τυγχάνει.

  13. 1.21.16.1

    ἵνα γὰρ καθ’ ὑπόβασιν τῆς τῶν πρωτείων τάξεως καὶ ἡ ποσότης τῶν ἑκάστου ὁρίων μιᾷ μοίρᾳ λείπηται τῆς προτεταγμένης, τῷ μὲν πρώτῳ πάντοτε διδόασι μοίρας η΄, τῴ δὲ δευτέρῳ ζ΄, τῷ δὲ τρίτῳ ς΄, τῷ δὲ τετάρτῳ ε΄, τῴ δὲ πέμπτῳ δ’, συμπληρουμένων οὕτως τῶν κατὰ τὸ ζῴδιον λ΄ μοιρῶν.

  14. 1.21.17.1

    συνάγεται δὲ καὶ ἐκ τούτου τοῦ μὲν τοῦ Κρόνου μοῖραι ἡμέρας μὲν οή, νυκτὸς δὲ ξς΄, τοῦ δὲ τοῦ Διὸς οβ΄, τοῦ δὲ τοῦ Ἄρεως ξθ΄, τοῦ δὲ τῆς Ἀφροδίτης οε΄, τοῦ δὲ τοῦ Ἑρμοῦ ἡμέρας μὲν ξς΄, νυκτὸς δὲ οη΄. γίνεται τὸ πᾶν τξ΄.

  15. 1.21.18.1

    τούτων μὲν οὖν τῶν ὁρίων ἀξιοπιστότερα ὡς ἔφαμεν τυγχάνει τὰ κατὰ τὸν Αἰγυπτιακὸν τρόπον καὶ διὰ τὸ τὴν συναγωγὴν αὐτῶν παρὰ τοῖς Αἰγυπτίοις συγγραφεῦσιν ὡς χρησίμην ἀναγραφῆς ἠξιῶσθαι καὶ διὰ τὸ συμφωνεῖν αὐτοῖς ὡς ἐπίπαν τὰς μοίρας τῶν ὁρίων ἐν ταῖς κατατεταγμέναις παρ’ αὐτῶν παραδειγματικαῖς γενέσεσιν·

  16. 1.21.19.1

    αὐτῶν μέντοι τούτων τῶν συγγραφέων μηδαμῇ τὴν σύνταξιν αὐτῶν μηδὲ τὸν ἀριθμὸν ἐμφανισάντων, ὕποπτον ἂν εἰκότως καὶ εὐδιάβλητον αὐτῶν γίνοιτο τὸ περὶ τὴν τάξιν ἀνομόλογον.

  17. 1.21.20.1

    ἤδη μέντοι περιτετυχήκαμεν ἡμεῖς ἀντιγράφω παλαιῷ καὶ τὰ πολλὰ διεφθαρμένῳ, περιέχοντι φυσικὸν καὶ σύμφωνον λόγον τῆς τε τάξεως καὶ τῆς ποσότητος αὐτῶν, μετὰ τοῦ τάς τε τῶν προειρημένων γενέσεων μοιρογραφίας καὶ τὸν τῶν συναγωγῶν ἀριθμὸν σύμφωνον εὑρίσκεσθαι τῇ τῶν παλαιῶν ἀναγραφῇ.

  18. 1.21.21.1

    τὸ δὲ κατὰ λέξιν τοῦ βιβλίου πάνυ μὲν μακρὸν ἦν καὶ μετὰ πολλῆς τινος ἀποδείξεως, ἀδιάγνωστον δὲ διὰ τὸ διεφθάρθαι καὶ μόλις ἡμῖν αὐτὴν τὴν καθόλου προαίρεσιν δυνάμενον ὑποδεῖξαι καὶ τυπῶσαι καὶ ταῦτα συνεφοδιαζούσης καὶ αὐτῆς τῆς τῶν ὁρίων ἀναγραφῆς μᾶλλόν πως διὰ τὸ πρὸς τῷ τέλει τοῦ βιβλίου κατατετάχθαι διασεσωσμένης.

  19. 1.21.22.1

    ἔχει δὲ οὖν ὁ τύπος τῆς ὅλης αὐτῶν ἐπιβολῆς τὸν τρόπον τοῦτον. ἐπὶ μὲν γὰρ τῆς τάξεως τῆς καθ’ ἕκαστον δωδεκατημόριον παραλαμβάνεται τά τε ὑψώματα καὶ τὰ τρίγωνα καὶ οἱ οἶκοι. καθόλου μὲν γὰρ ὁ μὲν δύο τούτων ἔχων ἀστὴρ οἰκοδεσποτείας ἐν τῷ αὐτῷ ζωδίῳ προτάσσεται κἂν κακοποιὸς ὅπου δὲ τοῦτο οὐ συμβαίνει,

  20. 1.21.23.1

    οἱ μὲν κακοποιοὶ πάντοτε ἔσχατοι τάσσονται, πρῶτοι δὲ οἱ τοῦ ὑψώματος κύριοι, εἶτα οἱ τοῦ τριγώνου, εἶτα οἱ τοῦ οἴκου ἀκολούθως τῇ ἐφεξῆς τάξει τῶν ζῳδίων, πάλιν τῶν ἑξῆς ἀνὰ δύο ἐχόντων οἰκοδεσποτείας προτασσομένου τοῦ μίαν ἔχοντος ἐν τῷ αὐτῷ ζῳδίῳ.

  21. 1.21.24.1

    ὁ μέντοι Καρκίνος καὶ ὁ Λέων οἶκοι ὄντες ἡλίου καὶ σελήνης ἐπεὶ οὐ δίδοται τοῖς φωσὶν ὅρια, ἀπονέμονται τοῖς κακοποιοῖς, διὰ τὸ ἐν τῇ τάξει πλεονεκτεῖσθαι, ὁ μὲν Καρκίνος τῷ τοῦ Ἄρεως, ὁ δὲ Λέων τῷ τοῦ Κρόνου, ἐν οἷς καὶ ἡ τάξις αὐτοῖς ἡ οἰκεία φυλάσσεται.

  22. 1.21.25.1

    ἐπὶ· δὲ τῆς ποσότητος τῶν ὁρίων, ὡς μὲν μηδενὸς εὑρισκομένου κατὰ δύο τρόπους κυρίου ἤτοι ἐν αὐτῷ τῷ ζῳδίῳ ἢ καὶ έν τοῖς ἐφεξῆς μέχρι τεταρτημορίου, τοῖς μὲν ἀγαθοποιοῖς, τουτέστι τῷ τε τοῦ Διὸς καὶ τῷ τῆς Ἀφροδίτης, ἑκάστῳ δίδονται μοῖραι ζ΄, τοῖς δὲ κακοποιοῖς, τουτέστι τῷ τε τοῦ Κρόνου καὶ τῷ τοῦ Ἄρεως ἑκάστῳ μοῖραι ε΄ τῷ δὲ τοῦ Ἑρμοῦ ἐπικοίνῳ ὄντι μοῖραι ζ΄ εἰς συμπλήρωσιν τῶν λ΄.

  23. 1.21.26.1

    ἐπειδὴ δὲ ἔχουσί τινες ἀεὶ δύο λόγους, ὁ γὰρ τῆς Ἀφροδίτης μόνος γίνεται οἰκοδεσπότης τοῦ κατὰ τὸν Ταῦρον καὶ Αἰγόκερων τριγώνου, τῆς σελήνης εἰς τὰ ὅρια μὴ παραλαμβανομένης, προσδίδοται μὲν ἑκάστῳ τῶν οὕτως ἐχόντων ἐάν τε ἐν αὐτῷ τῷ ξῳδίῳ, ἐάν τε ἐν τοῖς ἑξῆς μέχρι τεταρτημορίου, μοῖρα μία, οἷς καὶ παρέκειντο στιγμαί.

  24. 1.21.27.1

    ἀφαιροῦνται δὲ αἱ προστιθέμεναι τοῖς διπλοῖς ἀπὸ τῶν λοιπῶν καὶ μοναχῶν, ὡς ἐπὶ τὸ πολὺ δὲ ἀπὸ τοῦ τοῦ Κρόνου, εἶτα καὶ τοῦ τοῦ Διὸς διὰ τὸ βραδύτερον αὐτῶν τῆς κινήσεως. ἔστι δὲ καὶ ἡ τούτων τῶν ὁρίων ἔκθεσις τοιαύτη.

  25. 1.21.28.1

    Ὅρια κατὰ Πτολεμαῖον. ΑΒΒREV

  26. 1.21.30.1

    γίνεται καὶ τούτων ἐκ τῆς ἐπισυνθέσεως Κρόνου μοῖραι νξ΄, Διὸς οθ΄, Ἄρεως ξς’, Ἀφροδίτης πβ΄, Ἑρμοῦ ος΄· μου τξ΄.

  27. 1.22.1.1

    Διεῖλον δέ τινες καὶ εἰς ἔτι τούτων λεπτομερέστερα τμήματα τὰς οἰκοδεσποτείας, τόπους καὶ μοίρας ὀνομάσαντες· καὶ τόπον μὲν ὑποτιθέμενοι τὸ τοῦ δωδεκατημορίου δωδεκατημόριον, τουτέστι μοίρας β΄ ἥμισυ καὶ διδόντες αὐτοῦ τὴν κυρείαν τοῖς ἐφεξῆς ξῳδίοις, ἄλλοι δὲ καὶ κατ’ ἄλλας τινὰς ἀλόγους τάξεις, μοῖραν δὲ ἐκάστην πάλιν ἀπ’ ἀρχῆς ἑκάστῳ διδόντες τῶν ἀστέρων ἀκολούθως τῇ τάξει τῶν Χαλδαϊκῶν ὁρίων.

  28. 1.22.2.1

    ταῦτα μὲν οὖν πιθανὸν <μόνον> καὶ οὐ φυσικὸν ἀλλὰ κενόδοξον ἔχοντα λόγον παρήσομεν· ἐκεῖνο δὲ ἐπιστάσεως ἄξιον τυγχάνον οὐ παραλείψομεν ὅτι καὶ τὰς τῶν δωδεκατημορίων καὶ τὰς τῶν ὁρίων ἀρχὰς ἀπὸ τῶν τροπικῶν καὶ τῶν ἰσημερινῶν σημείων εὐλογόν ἐστι ποιεῖσθαι, καὶ τῶν συγγραφέων τοῦτό πως ἐμφανισάντων, καὶ μάλιστα διότι τὰς φύσεις καὶ τάς δυνάμεις καὶ τὰς συνοικειώσεις αὐτῶν ὁρῶμεν ἐκ τῶν προαποδεδειγμένων ἀπὸ τῶν τροπικῶν καὶ ἰσημερινῶν ἀρχῶν καὶ οὐκ ἀπ’ ἄλλου τινὸς ἐχούσας τὴν αἰτίαν·

  29. 1.22.3.1

    ἄλλων γὰρ ἀρχῶν ὑποτιθεμένων ἢ μηκέτι συγχρῆσθαι ταῖς φύσεσιν αὐτῶν εἰς τὰς προτελέσεις ἀναγκασθησόμεθα ἢ συγχρώμενοι διαπίπτειν, παραβάντων καὶ ἀπαλλοτριωθέντων τῶν τὰς δυνάμεις αὐτοῖς ἐμπεριποιησάντων τοῦ ξῳδιακοῦ διαστημάτων.

  30. 1.23.1.1

    Αἱ μὲν οὖν συνοικειώσεις τῶν τε ἀστέρων καὶ τῶν δωδεκατημορίων σχεδὸν ἂν εἷεν τοσαῦται. λέγονται δὲ καὶ ἰδοπροσωπεῖν μὲν ὅταν ἕκαστος αὐτῶν τὸν αὐτὸν διασώζῃ πρὸς ἥλιον ἢ σελήνην σχηματισμόν, ὅνπερ καὶ ὁ οἶκος αὐτοῦ πρὸς τοὺς ἐκείνων οἴκους, οἷον ὅταν ὁ τῆς Ἀφροδίτης λόγου ἕνεκεν ἑξάγωνον ποιήσῃ πρὸς τὰ φῶτα διάστασιν, ἀλλὰ πρὸς ἥλιον μὲν ἑσπέριος ὤν, πρὸς σελήνην δὲ ἑῷος ἀκολούθως τοῖς ἐξ ἀρχῆς οἴκοις.

  31. 1.23.2.1

    λαμπήναις δ’ ἐν ἰδίαις λέγονται εἶναι καὶ θρόνοις καὶ τοῖς τοιούτοις, ὅταν κατὰ δύο ἢ καὶ πλείους τῶν προεκτεθειμένων τρόπων συνοικειούμενοι τυγχάνωσι τοῖς τόποις ἐν οἷς καταλαμβάνονται, τότε μάλιστα τῆς δυνάμεως τῶν πρὸς ἐνέργειαν αὐξομένης διὰ τὸ ὅμοιον καὶ συμπρακτικὀν τῆς τῶν περιεχόντων δωδεκατημορίων ὁμοφύλου οἰκειότητος.

  32. 1.23.3.1

    χαίρειν δέ φασιν αὐτούς, ὅταν κἄν μὴ πρὸς αὐτοὺς ἡ συνοικείωσις τῶν περιεχόντων ξῳδίων ἀλλὰ μέντοι πρὸς τοὺς τῶν αὐτῶν αἱρέσεων, ἐκ μακροῦ μὲν μᾶλλον οὕτως-γινομένης τῆς συμπαθείας, κοινωνούσης δὲ ὅμως καὶ κατὰ τὸν τοιοῦτον τρόπον τῆς ὁμοιότητος, ὥσπερ, ὅταν ἐν τοῖς ἠλλοτριωμένοις καὶ τῆς ἐναντίας αἱρέσεως τόποις καταλαμβάνωνται, πολὺ παραλύεται τῆς οἰκείας αὐτῶν δυνάμεως, ἄλλην τινὰ φύσιν μικτὴν ἀποτελούσης τῆς κατὰ τὸ ἀνόμοιον τῶν περιεχόντων ξῳδίων κράσεως.

  33. 1.24.1.1

    Καθόλου συνάπτειν μὲν λέγονται τοῖς ἑπομένοις οἱ προηγούμενοι, ἀπερρυηκέναι δὲ οἱ ἑπόμενοι τῶν προηγουμένων, ἐφ’ ὅσον ἂν μὴ μακρὸν τὸ μεταξὺ αὐτῶν διάστημα. παραλαμβάνεται δὲ τὸ τοιοῦτον ἐάν τε σωματικῶς ἐάν τε καὶ κατά τινα τῶν παραδεδομένων σχηματισμῶν συμβαίνῃ·

  34. 1.24.2.1

    πλὴν ὅτι γε πρὸς μὲν τὰς δι’ αὐτῶν τῶν σωμάτων συναφὰς καὶ ἀπορροίας καὶ τὰ πλάτη παρατηρεῖν αὐτῶν χρήσιμον εἰς τὸ μόνας τὰς ἐπὶ τὰ αὐτὰ μέρη τοῦ διὰ μέσων εὑρισκομένας παρόδους παραδέχεσθαι, πρὸς δὲ τὰς διὰ τῶν συσχηματισμῶν. περισσόν ἐστι τὸ τοιοῦτον, πασῶν ἀεὶ τῶν ἀκτίνων ἐπὶ τὰ αὐτὰ τουτέστιν ἐπὶ τὸ κέντρον τῆς γῆς φερομένων καὶ ὁμοίως πανταχόθεν συμβαλλουσῶν.

  35. 1.24.3.1

    ἐκ δὴ τούτων ἁπάντων εὐσύνοπτον ὅτι τὸ μὲν ποιὸν ἑκάστου τῶν ἀστέρων ἐπισκεπτέον ἔκ τε τῆς ἰδίας αὐτῶν φυσικῆς ἰδιοτροπίας καὶ ἔτι τῆς περιεχόντων δωδεκατημορίων ἢ καὶ τῆς τῶν πρός τε τὸν ἥλιον καὶ τὰς γωνίας συσχηματισμῶν κατὰ τὸν ἐκτεθειμένον ἡμῖν περὶ αὐτῶν τούτων τρόπον, τὴν δὲ δύναμιν πρῶτον μὲν ἐκ τοῦ ἤτοι ἀνατολικοὺς αὐτοὺς εἶναι καὶ προσθετικοὺς ταῖς ἰδίαις κινήσεσι, τότε γὰρ μάλιστά εἰσιν ἰσχυροί, ἤ δυτικοὺς καὶ ἀφαιρετικούς, τότε γὰρ ἀσθενεστέραν ἔχουσι τὴν ἐνέργειαν,

  36. 1.24.4.1

    ἔπειτα καὶ ἐκ τοῦ πως ἔχειν πρὸς τὸν ὁρίζοντα· μεσουρανοῦντες μὲν γὰρ ἢ ἐπαναφερόμενοι τῷ μεσουρανήματι μάλιστά εἰσι δυναμικοί, δεύτερον δὲ ὅταν ἐπ’ αὐτοῦ τοῦ ὁρίζοντος ὦσι ἢ ἐπαναφέρωνται, καὶ μᾶλλον ὅταν ἐπὶ τοῦ ἀνατολικοῦ, ἧττον δὲ ὅταν ὑπὸ γῆν μεσουρανῶσιν ἢ ἄλλως συσχηματίζωνται τῷ ἀνατέλλοντι τόπῳ. μὴ οὕτως δὲ ἔχοντες ἀδύνατοι παντελῶς τυγχά- τυγχάνουσιν.

  37. 2.1.1.1

    Τὰ μὲν δὴ κυριώτερα τῶν πινακικῶς προεκτεθειμένων εἰς τὴν τῶν κατὰ μέρος προρρήσεων ἐπίσκεψιν· ὡς ἐν κεφαλαίοις μέχρι τοσούτων ἡμῖν ἐφοδευέσθω. συνάψομεν δὲ ἤδη κατὰ τὸ ἑξῆς τῆς ἀκολουθίας τὰ καθ’ ἕκαστα τῆς πραγματείας τῶν εἰς τὸ δυνατὸν τῆς τοιαύτης προρρήσεως ἐμπιπτόντων, ἐχόμενοι πανταχῆ τῆς κατὰ τὸν φυσικὸν τρόπον ὑφηγήσεως.

  38. 2.1.2.1

    εἰς δύο τοίνυν τὰ μέγιστα καὶ κυριώτατα μέρη διαιρουμένου τοῦ δι’ ἀστρονομίας νομίας προγνωστικοῦ, καὶ πρώτου μὲν ὄντος καὶ γενι- κωτέρου τοῦ καθ’ ὅλα ἔθνη καὶ χώρας ἢ πόλεις λαμβανομένου, ὃ καλεῖται καθολικόν, δευτέρου δὲ εἰδικωτέρου τοῦ καθ’ ἕνα ἕκαστον τῶν ἀνθρώπων, ὅπερ καλεῖται γενεθλιαλογικόν, προσήκειν ἡγούμεθα περὶ τοῦ καθολικοῦ πρῶτον ποιήσασθαι τὸν λόγον, ἐπειδήπερ ταῦτα μὲν κατὰ μείζους καὶ ἰσχυροτέρας αἰτίας τρέπεσθαι πέφυκε μᾶλλον τῶν μερικῶς ἀποτελουμένων·

  39. 2.1.3.1

    ὑποπιπτουσῶν δὲ ἀεὶ τῶν ἀσθενεστέρων φύσεων ταῖς δυνατωτέραις καὶ τῶν κατὰ μέρος ταῖς καθόλου, παντάπασιν ἀναγκαῖον ἂν εἴη τοῖς προαιρουμένοις περὶ ἑνὸς ἑκάστου σκοπεῖν πολὺ πρότερον περὶ τῶν ὁλοσχερεστέρων προδιειληφέναι.

  40. 2.1.4.1

    καὶ αὐτῆς δὲ τῆς καθολικῆς ἐπισκέψεως τὸ μὲν πάλιν κατὰ χώρας ὅλας λαμβάνεται, τὸ δὲ κατὰ πόλεις, καὶ ἔτι τὸ μὲν κατὰ μείζους καὶ περιοδικωτέρας περιστάσεις, οἷον πολέμων ἢ λιμῶν ἢ λοιμῶν ἢ σεισμῶν ἢ κατακλυσμῶν καὶ τῶν τοιούτων, τὸ δὲ κατ’ ἐλάττους καὶ καιρικωτέρας, οἷαί εἰσιν αἱ τῶν ἐτησίων ὡρῶν καὶ ἡ κατὰ τὸ μᾶλλον καὶ ἧττον ἀλλοίωσις περί τε ἀνέσεις ἢ ἐπιτάσεις χειμώνων καὶ καυμάτων καὶ πνευμάτων ἢ εὐφορίας τε καὶ ἀφορίας καὶ τὰ τοιαῦτα.

  41. 2.1.5.1

    προηγεῖται δὲ καὶ τούτων εἰκότως ἑκατέρου τό τε κατὰ χώρας ὅλας καὶ τὸ κατὰ μείζους περιστάσεις διὰ τὴν αὐτὴν αἰτίαν τῇ προειρημένῃ. πρὸς δὲ τὴν τούτων ἐπίσκεψιν μάλιστα παραλαμβανομένων δύο τούτων, τῆς τε τῶν δωδεκατημορίων τοῦ ξῳδιακοῦ καὶ ἔτι τῆς τῶν ἀστέρων πρὸς ἕκαστα τῶν κλιμάτων συνοικειώσεως καὶ τῶν ἐν τοῖς οἰκείοις μέρεσι κατὰ καιροὺς γινομένων ἐπισημασιῶν,

  42. 2.1.6.1

    κατὰ μὲν τὰς συζυγίας ἡλίου καὶ σελήνης τῶν ἐκλειπτικῶν, κατὰ δὲ τὰς τῶν πλανωμένων παρόδους τῶν περὶ τὰς ἀνατολὰς καὶ τοὺς στηριγμούς, προεκθησόμεθα τὸν τῶν εἰρημένων συμπαθειῶν φυσικὸν λόγον ἅμα παριστάντες ἐξ ἐπιδρομῆς καὶ τὰς καθ’ ὅλα ἔθνη θεωρουμένας ὡς ἐπίπαν σωματικάς τε καὶ ἠθικὰς ἰδιοτροπίας, οὐκ ἀλλοτρίας τυγχανούσας τῆς τῶν συνοικειουμένων ἀστέρων τε καὶ δωδεκατημορίων φυσικῆς περιστάσεως.

  43. 2.2.1.1

    Τῶν τοίνυν ἐθνικῶν ἰδιωμάτων τὰ μὲν καθ’ ὅλους παραλλήλους καὶ γωνίας ὅλας διαιρεῖσθαι συμβέβηκεν ὑπὸ τῆς πρὸς τὸν διὰ μέσων τῶν ξῳδίων κύκλον καὶ τὸν ἥλιον αὐτῶν σχέσεως.

  44. 2.2.2.1

    τῆς γὰρ καθ’ ἡμᾶς οἰκουμένης ἐν ἑνὶ τῶν βορείων τεταρτημορίων οὔσης οἱ μὲν ὑπὸ τοὺς νοτιωτέρους παραλλήλους, λέγω δὲ τοὺς ἀπὸ τοῦ ἱσημε- ρινοῦ μέχρι τοῦ θερινοῦ τροπικοῦ, κατὰ κορυφὴν λαμβάνοντες τὸν ἥλιον καὶ διακαιόμενοι μέλανές τε τὰ σώματα καὶ τὰς τρίχας οὖλοί τε καὶ δασεῖς καὶ τὰς μορφὰς συνεσπασμένοι καὶ τὰ μεγέθη συντετηγμένοι καὶ τὰς φύσεις θερμοὶ καὶ τοῖς ἤθεσιν ὡς ἐπίπαν ἄγριοι τυγχάνουσι διὰ τὴν ὑπὸ τοῦ καύματος συνέχειαν τῶν οἰκήσεων·

  45. 2.2.3.1

    οὓς δὴ καλοῦμεν κοινῶς Αἰθίοπας. καὶ οὐ μόνον αὐτοὺς οὕτως ὁρῶμεν ἔχοντας, ἀλλὰ καὶ τὸ περιέχον αὐτοὺς τοῦ ἀέρος κατάστημα καὶ τὰ ἄλλα ζῷα καὶ τὰ φυτὰ παρ’ αὐτοῖς ἐμφανίζοντα τὴν διαπύρωσιν.

  46. 2.2.4.1

    οἱ δὲ ὑπὸ τοὺς βορειοτέρους παραλλήλους, λέγω δὲ τοὺς ὑπὸ τὰς ἄρκτους τὸν κατὰ κορυφὴν ἔχοντες τόπον, πολὺ τοῦ ξῳδιακοῦ καὶ τῆς τοῦ ἡλίου θερμότητος ἀφεστῶτες κατεψυγμένοι μέν εἰσι διὰ τοῦτο, δαψιλεστέρας δὲ μεταλαμβάνοντες τῆς ὑγρᾶς οὐσίας θρπτικωτάτης οὔσης καὶ ὑπὸ· μηδενὸς ἀναπινομένης θερμοῦ λευκοί τε τὰ χρώματά χρώματά καὶ τετανοὶ τὰς τρίχας τά τε σώματα μεγάλοι καὶ εὐτραφεῖς τοῖς μεγέθεσι καὶ ὑπόψυχροι τὰς φύσεις, ἄγριοι δὲ καὶ αὐτοὶ τοῖς ἤθεσι διὰ τὴν ὑπὸ τοῦ κρύους συνέχειαν τῶν οἰκήσεων·

  47. 2.2.5.1

    ἀκολουθεῖ δὲ τούτοις καὶ ὁ τοῦ περιέχοντος αὐτοὺς ἀέρος χειμὼν καὶ τῶν φυτῶν τὰ μεγέθη καὶ τὸ δυσήμερον τῶν ζῴων. καλοῦμεν δὲ τούτους ὡς ἐπίπαν Σκύθας.

  48. 2.2.6.1

    οἱ δὲ μεταξὺ τοῦ θερινοῦ τροπικοῦ καὶ τῶν ἄρκτων, μήτε κατὰ κορυφὴν γινομένου παρ’ αὐτοῖς τοῦ ἡλίου μήτε πολὺ κατὰ τὰς μεσημβρινὰς παρόδους ἀφισταμένου, τῆς τῶν ἀέρων εὐκρασίας μετειλήφασι, καὶ αὐτῆς μὲν διαφερούσης, ἀλλ’ οὐ σφόδρα μεγάλην τὴν παραλλαγὴν τῶν καυμάτων πρὸς τὰ ψύχη λαμβανούσης.

  49. 2.2.7.1

    ἔνθεν τοῖς χρώμασι μέσοι καὶ τοῖς μεγέθεσι μέτριοι καὶ ταῖς φύσεσιν εὔκρατοι καὶ ταῖς οἰκήσεσι συνεχεῖς καὶ τοῖς ἤθεσιν ἥμεροι τυγχάνουσι.

  50. 2.2.8.1

    τούτων δὲ οἱ πρὸς νότον ὡς ἐπίπαν ἀγχινούστεροι καὶ εὐμήχανοι μᾶλλον καὶ περὶ τὴν τῶν θείων ἱστορίαν ἱκανώτεροι διὰ τὸ συνεγγίζειν αὐτῶν τὸν κατὰ κορυφὴν τόπον τοῦ ξῳδιακοῦ καὶ τῶν περὶ αὐτὸν πλανωμένων ἀστέρων, οἷς οἰκείως καὶ αὐτοὶ τὰς ψυχικὰς κινήσεις εὐεπιβόλους ἔχουσι καὶ διερευνητικὰς καὶ τῶν ἰδίως καλουμένων μαθημάτων περιοδευτικάς.

  51. 2.2.9.1

    καθόλου δὲ πάλιν οἱ μὲν πρὸς ἕω μᾶλλόν εἰσιν ἠρρενωμένοι καὶ εὔτονοι τὰς ψυχὰς καὶ πάντα ἐκφαίνοντες, ἐπειδὴ τὰς ἀνατολὰς ἄν τις, εἰκότως τῆς ἡλιακῆς φύσεως ὑπολάβοι καὶ τὸ μέρος ἐκεῖνο ἡμερινόν τε καὶ ἀρρενικὸν καὶ δεξιόν, καθ’ ὃ καὶ ἐν τοῖς ζῴοις ὁρῶμεν τὰ δεξιὰ μέρη μᾶλλον ἐπιτηδειότητα ἔχοντα πρὸς ἰσχὺν καὶ εὐτονίαν.

  52. 2.2.10.1

    οἱ δὲ πρὸς ἑσπέραν τεθηλυσμένοι μᾶλλόν εἰσι καὶ τὰς ψυχὰς ἁπαλώτεροι, καὶ τὰ πολλὰ κρύπτοντες, ἐπειδὴ πάλιν τοῦτο τὸ μέρος σεληνιακὸν τυγχάνει πάντοτε τῆς σελήνης τὰς πρώτας ἐπιτολὰς καὶ ἀπὸ συν- όδου φαντασίας ἀπὸ λιβὸς ποιουμένης. διὰ δὴ τοῦτο νυκτερινὸν δοκεῖ κλίμα καὶ θηλυκὸν καὶ εὐώνυμον, ἀντικείμενον τῷ ἀνατολικῷ.

  53. 2.3.1.1

    Ἥδη δέ τινες καὶ ἐν ἑκάστοις τούτων τῶν ὅλων μερῶν <μορίοις> ἰδιότροποι περιστάσεις ἠθῶν καὶ νομίμων ἐξηκολούθησαν. ὥσπερ γὰρ ἐπὶ τῶν τοῦ περιέχοντος καταστημάτων καὶ ἐν τοῖς ὡς ἐπίπαν κατειλεγμένοις θερμοῖς ἢ ψυχροῖς ἢ εὐκράτοις καὶ κατὰ μέρος ἱδιάξουσι τόποι καὶ χῶραί τινες ἐν τῷ μᾶλλον ἢ ἧττον ἤτοι διὰ θέσεως τάξιν ἢ διὰ ὕψος ἢ ταπεινότητα ἢ διὰ παράθεσιν, ἔτι δὲ ὡς ἱππικοί τινες μᾶλλον διὰ τὸ τῆς χώρας πεδινὸν καὶ ναυτικοὶ διὰ τὴν τῆς θαλάσσης ἐγγύτητα καὶ ἥμεροι διὰ τὴν τῆς χώρας εὐθηνίαν,

  54. 2.3.2.1

    οὕτως καὶ ἐκ τῆς πρὸς τοὺς ἀστέρας καὶ τὰ δωδεκατημόρια φυσικῆς τῶν κατὰ μέρος κλιμάτων συνοικειώσεως ἰδιοτρόπους ἄν τις εὕροι φύσεις παρ’ ἑκάστοις, καὶ αὐτὰς δὲ ὡς ἐπίπαν, οὐχ ὡς καὶ καθ’ ἕνα ἕκαστον πάντως ἐνυπαρχούσας. ἀναγκαῖον οὖν, ἐφ’ ὅσον ἂν εἴη χρήσιμον, πρὸς τὰς κατὰ μέρος ἐπισκέψεις κεφαλαιωδῶς ἐπελθεῖν.

  55. 2.3.3.1

    τεσσάρων δὴ τριγωνικῶν σχημάτων ἐν· τῷ ξῳδιακῷ θεωρουμένων δέδεικται διὰ τῶν ἔμπροσθεν ἡμῖν, ὅτι τὸ μὲν κατὰ τὸν Κριὸν καὶ τὸν Λέοντα καὶ τὸν Τοξότην βορρολιβικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν προηγουμένως ὑπὸ τοῦ τοῦ Διὸς διὰ τὸ βόρειον, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβικόν·

  56. 2.3.4.1

    τὸ δὲ κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν Αἰγόκερων νοταπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν πάλιν προηγουμένως ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπηλιωτικόν· τὸ δὲ κατὰ τοὺς Διδύμους καὶ τὰς Χηλὰς καὶ τὸν ‘γδροχόον βορραπηλιωτικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν προηγουμένως ὑπὸ τοῦ Κρόνου διὰ τὸ ἀπη λιωτικόν,

  57. 2.3.5.1

    συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ Διὸς διὰ τὸ βόρειον· τὸ δὲ κατὰ τὸν Καρκίνον καὶ τὸν Σκορπίον καὶ τοὺς Ἰχθύας νοτολιβικόν τέ ἐστι καὶ οἰκοδεσποτεῖται μὲν πάλιν προηγουμένως ὑπὸ τοῦ τοῦ Ἄρεως διὰ τὸ λιβικόν, συνοικοδεσποτεῖται δὲ καὶ ὑπὸ τοῦ τῆς Ἀφροδίτης διὰ τὸ νότιον.

  58. 2.3.6.1

    τούτων δὴ οὕτως ἐχόντων, διαιρουμένης δὲ τῆς καθ’ ἡμᾶς οἰκουμένης εἰς τέσσαρα τεταρτημόρια τοῖς τριγώνοις ἰσάριθμα κατὰ μὲν πλάτος ὑπό τε τῆς καθ’ ἡμᾶς θαλάσσης ἀπὸ τοῦ ‘Ηρακλείου πορθμοῦ μέχρι τοῦ Ἰσσικοῦ κόλπου καὶ τῆς ἐφεξῆς πρὸς ἀνατολὰς ὀρεινῆς ῥάχεως,

  59. 2.3.7.1

    ὑφ’ ὧν χωρίζεται τό τε νότιον καὶ τὸ βόρειον αὐτῆς μέρος, κατὰ δὲ μῆκος ὑπὸ τοῦ Ἀραβικοῦ κόλπου καὶ Αἰγαίου πελάγους καὶ Πόντου καὶ τῆς Μαιώτιδος λίμνης, ὑφ’ ὧν χωρίζεται τό τε ἀπηλιωτικὸν καὶ τὸ λιβικὸν μέρος, γίνεται τεταρτημόρια τέσσαρα, σύμφωνα τῇ θέσει τῶν τριγώνων· ἓν μὲν τὸ πρὸς βορρόλιβα τῆς ὅλης οἰκουμένης κείμενον, τὸ κατὰ τὴν Κελτογαλατίαν, ὃ δὴ κοινῶς Εὐρώπην καλοῦμεν·

  60. 2.3.8.1

    τούτῳ δὲ ἀντικείμενον καὶ πρὸς νοταπηλιώτην τὸ κατὰ τὴν ‘Εῲαν Αἰθιοπίαν, ὃ δὴ τῆς Μεγάλης Ἀσίας νότιον ἂν μέρος καλοῖτο· καὶ πάλιν τὸ μὲν πρὸς βορραπηλιώτην τῆς ὅλης οἰκουμένης τὸ κατὰ τὴν Σκυθίαν, ὃ δὴ καὶ αὐτὸ βόρειον μέρος τῆς Μεγάλης Ἀσίας γίνεται· τὸ δὲ ἀντικείμενον· τούτῳ καὶ πρὸς λιβόνοτον ἄνεμον, τὸ κατὰ τὴν Ἑσπερίαν Αἰθιοπίαν, ὃ δὴ κοινῶς Λιβύην καλοῦμεν.

  61. 2.3.9.1

    πάλιν δὲ καὶ ἑκάστου τῶν προκειμένων τεταρτημορίων τὰ πρὸς τῷ μέσῳ μᾶλλον ἐσχηματισμένοι τῆς ὅλης οἰκουμένης τὴν ἐναντίαν λαμβάνει θέσιν πρὸς αὐτὸ τὸ περιέχον τεταρτημόριον ἥνπερ ἐκεῖνο πρὸς ὅλην τὴν οἰκουμένην·

  62. 2.3.10.1

    τοῦ γὰρ κατὰ τὴν Εὐρώπην πρὸς βορρόλιβα κειμένου τῆς ὅλης οἰκουμένης τὰ περὶ τὸ μέσον αὐτοῦ καὶ ἀντιγώνια πρὸς νοταπηλιώτην αὐτοῦ τοῦ τεταρτημορίου τὴν θέσιν ἔχοντα φαίνεται καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως, ὡς ἐκ τούτων ἕκαστον τῶν τεταρτημορίων δυσὶ καὶ τοῖς ἀντικειμένοις τριγώνοις συνοικειοῦσθαι,

  63. 2.3.11.1

    τῶν μὲν ἄλλων μερῶν πρὸς τὴν καθόλου πρόσνευσιν ἐφαρμοζομένων, τῶν δὲ περὶ τὸ μέσον πρὸς τὴν κατ’ αὐτὸ τὸ μέρος ἀντικειμένην, συμπαραλαμβανομένων πρὸς τὴν οἰκειωσιν καὶ τῶν ἐν τοῖς οἰκείοις τριγώνοις τὴν οἰκοδεσποτείαν ἐχόντων ἀστέρων, ἐπὶ μὲν τῶν ἄλλων οἰκήσεων πάλιν αὐτῶν μόνων, ἐπὶ δὲ τῶν περὶ τὸ μέσον τῆς οἰκουμένης κάκείνων καὶ ἔτι τοῦ τοῦ Ἑρμοῦ διὰ τὸ μέσον καὶ κοινὸν αὐτὸν ὑπάρχειν τῶν αἱρέσεων.

  64. 2.3.12.1

    ἐκ δὴ τῆς τοιαύτης διατάξεως τὰ μὲν ἄλλα μέρη τοῦ πρώτου τῶν τεταρτημορίων, λέγω δὲ τοῦ κατὰ τὴν Eὐρώπην, τὰ πρὸς βορρόλιβα κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ βορρολινικῷ τριγώνῳ τῷ κατὰ Κριὸν καὶ Λέοντα καὶ Τοξότην, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπὸ τῶν κυρίων τοῦ τριγώνου Διὸς καὶ Ἄρεως ἑσπερίων.

  65. 2.3.13.1

    ἔστι δὲ ταῦτα καθ’ ὅλα ἔθνη λαμβανόμενα Βρεττανία Γαλατία Γερμανία Βασταρνία Ἰταλία Γαλλία Ἀπουλία Σικελία Τυρρηνία Κελτικὴ Σπανία. εἰκότως δὲ τοῖς προκειμένοις ἔθνεσιν ὡς ἐπίπαν συνέπεσε, διά τε τὸ ἀρχικὸν τοῦ τριγώνου καὶ τοὺς συνοικοδεσποτήσαντας ἀστέρας ἀνυποτάκτοις τε εἶναι καὶ φιλελευθέροις καὶ φιλόπλοις καὶ φιλοπόνοις καὶ πολεμικωτάτοις καὶ ἡγεμονικοῖς καὶ καθαρίοις καὶ μεγαλοψύχοις.

  66. 2.3.14.1

    διὰ μέντοι τὸν ἑσπέριον συσχηματισμὸν Διὸς καὶ Ἄρεως καὶ ἔτι διὰ τὸ τοῦ προκειμένου τριγώνου τὰ μὲν ἐμπρόσθαι ἠρρενῶσθαι, τὰ δὲ ὀπίσθια τεθηλῦσθαι πρὸς μὲν τὰς γυναῖκας ἀζήλοις αὐτοῖς εἶναι συνέπεσε καὶ καταφρονητικοῖς τῶν ἀφροδισίων, πρὸς δὲ τὴν τῶν ἀρρένων συνουσίαν κατακορεστέροις τε καὶ μᾶλλον ζηλοτύποις αὐτοῖς τε τοῖς διατιθεμένοις μήτε αἰσχρὸν ἡγεῖσθαι τὸ γινόμενον μήτε ὡς ἀληθῶς ἀνάνδροις διὰ τοῦτο καὶ μαλακοῖς ἀποβαίνειν ἕνεκεν τοῦ μὴ παθητικῶς διατίθεσθαι, συντηρεῖν δὲ τὰς ψυχὰς ἐπάνδρους καὶ κοινωνικὰς καὶ πιστὰς καὶ φιλοικείους καὶ εὑεργετικάς.

  67. 2.3.15.1

    καὶ τούτων δὲ αὐτῶν τῶν χωρῶν Βρεττανία μὲν καὶ Γαλατία καὶ Γερμανία καὶ Βασταρνία μᾶλλον τῷ Κριῷ συνοικειοῦνται καὶ τῷ τοῦ Ἄρεως, ὅθεν ὡς ἐπίπαν οἱ ἐν αὐταῖς ἀγριώτεροι καὶ αὐθαδέστεροι καὶ θηριώδεις τυγχάνουσιν·

  68. 2.3.16.1

    Ἰταλία δὲ καὶ Ἀπουλία καὶ Σικελία καὶ Γαλλία τῷ Λέοντι καὶ τῷ ἡλίῳ, διόπερ ἡγεμονικοὶ μᾶλλον οὗτοι καὶ εὐεργετικοὶ καὶ κοινωνικοί· Τυρρηνία δὲ καὶ Κελτικὴ καὶ Σπανία τῷ Τοξότῃ καὶ τῷ τοῦ Διός, ὅθεν τὸ φιλελεύθερον αὐτοῖς καὶ ἁπλοῦν καὶ φιλοκάθαρον.

  69. 2.3.17.1

    τὰ δὲ ἐν τούτῳ μὲν ὄντα τῷ τεταρτημορίῳ μέρη, περὶ δὲ τὸ μέσον ἐσχηματισμένα τῆς οἰκουμένης, Θρᾴκη τε καὶ Μακεδονία καὶ Ἰλλυρία καὶ Ἑλλὰς καὶ Ἀχαΐα καὶ Κρήτη, ἔτι δὲ καὶ <αἱ< Κυκλάδες καὶ τὰ Παράλια τῆς Μικρᾶς Ἀσίας καὶ Κύπρος, πρὸς νοταπηλιώτην κείμενα τοῦ· ὅλου τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοταπηλιωτικοῦ τριγώνου τοῦ τε κατὰ τὸν Ταῦρον καὶ τὴν Παρθένον καὶ τὸν ἰγόκερων,

  70. 2.3.18.1

    ἔτι δὲ συνοικοδεσποτοῦντας τόν τε τῆς Ἀφροδίτης καὶ τὸν τοῦ Κρόνου καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ, ὅθεν οἱ κατοικοῦντες τὰς χώρας ἐκείνας συγκατεσχηματισμένοι μᾶλλον ἀπεφάνθησαν καὶ κεκραμένοι τοῖς τε σώμασι καὶ ταῖς ψυχαῖς, ἡγεμονικοὶ μὲν καὶ αὐτοὶ τυγχάνοντες καὶ γενναῖοι καὶ ἀνυπότακτοι διὰ τὸν τοῦ Ἄρεως,

  71. 2.3.19.1

    φιλελεύθεροι δὲ καὶ αὐτόνομοι καὶ δημοκρατικοὶ καὶ νομοθετικοὶ διὰ τὸν τοῦ Διός, φιλόμουσοι δὲ καὶ φιλομαθεῖς καὶ φιλαγωνισταὶ καὶ καθάριοι ταῖς διαίταις, διὰ τὸν τῆς Ἀφροδίτης κοινωνικοί τε καὶ φιλόξενοι καὶ φιλοδίκαιοι καὶ φιλογράμματοι καὶ έν λόγοις πρακτικώτατοι διὰ τὸν τοῦ Ἑρμοῦ, μυστηρίων δὲ μάλιστα συντελεστικοὶ διὰ τὸν τῆς Ἀφροδίτης ἑσπέριον σχηματισμόν.

  72. 2.3.20.1

    πάλιν δὲ κατὰ μέρος καὶ τούτων αὐτῶν οἱ μὲν περὶ τὰς Κυκλάδας καὶ τὰ Παράλια τῆς Μικρᾶς Ἀσίας καὶ Κύπρον τῷ τε Ταύρῳ καὶ τῷ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦνται, ὅθεν ὡς ἐπὶ τὸ πλεῖστον τρυφηταί εἰσι καὶ καθάριοι καὶ τοῦ σώματος ἐπιμέλειαν ποιούμενοι·

  73. 2.3.21.1

    οἱ δὲ περὶ τὴν Ἑλλάδα καὶ τὴν Ἀχαΐαν καὶ τὴν Κρήτην τῇ τε Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ, διὸ μᾶλλον λογικοὶ τυγχάνουσι καὶ φιλομαθεῖς καὶ τὰ τῆς ψυχῆς ἀσκοῦντες πρὸ τοῦ σώματος· οἱ δὲ περὶ τὴν Μακεδονίαν καὶ Θρᾴκην καὶ Ἰλλυρίαν τῷ τε Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου, διὸ φιλοκτήματοι μέν, οὐχ ἥμεροι δὲ οὕτως οὐδὲ κοινωνικοὶ τοῖς νομίμοις.

  74. 2.3.22.1

    τοῦ δὲ δευτέρου τεταρτημορίου τοῦ κατὰ τὸ νότιον μέρος τῆς Μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περι- έχοντα Ἰνδικὴν Ἀριανὴν Γεδρουσίαν Παρθίαν Μηδίαν Περσίδα Βαβυλωνίαν Μεσοποταμίαν Ἀσσυρίαν καὶ τὴν θέσιν ἔχοντα πρὸς νοταπηλιώτην τῆς ὅλης οἰκουμένης εἰκότως καὶ αὐτὰ συνοικειοῦται μὲν τῷ νοταπηλιωτικῷ τριγώνῳ Ταύρου καὶ Παρθένου καὶ Αἰγόκερω.

  75. 2.3.23.1

    οἱκοδεσποτεῖται δὲ ὑπὸ τοῦ τῆς Ἀφροδίτης καὶ τοῦ τοῦ Κρόνου ἐπὶ ἑῴων σχημάτων. διόπερ καὶ τὰς φύσεις τῶν ἐν αὐτοῖς ἀκολούθως ἄν τις εὕροι τοῖς ὑπὸ τῶν οὕτως οἰκοδεσποτησάντων ἀποτελουμένας. σέβουσί τε γὰρ τὸν μὲν τῆς Ἀφροδίτης Ἶσιν ὀνομάζοντες, τὸν δὲ τοῦ Κρόνου Μίθραν <ἣ< καὶ προθεσπίζουσαν οἱ πολλοὶ τὰ μέλλοντα·

  76. 2.3.24.1

    καθιεροῦταί τε παρ’ αὐτοῖς τὰ γεννητικὰ μόρια διά τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμὸν σπερματικὸν ὄντα φύσει. ἔτι δὲ θερμοὶ καὶ ὀχευτικοὶ καὶ καταφερεῖς πρὸς τὰ ἀφροδίσια τυγχάνουσιν ὀρχηστικοί τε καὶ πηδηταὶ καὶ φιλόκοσμοι μὲν διὰ τὸν τῆς Ἀφορδίτης, ἁπλοδίαιτοι δὲ διὰ τὸν τοῦ Κρόνου.

  77. 2.3.25.1

    ἀναφανδὸν δὲ ποιοῦνται καὶ οὐ κρύβδην τὰς πρὸς τὰς γυναῖκας συνουσίας διά τὸ ἑῷον τοῦ σχηματισμοῦ, τὰς δὲ πρὸς τοὺς ἄρρενας ὑπερεχθαίρουσι διὰ ταῦτα. καὶ τοῖς πλείστοις αὐτῶν συνέπεσεν ἐκ τῶν μητέρων τεκνοῦν καὶ τὰς προσκυνήσεις τῷ στήθει ποιεῖσθαι διὰ τὰς ἑῴας ἀνατολὰς καὶ τὸ τῆς καρδίας ἡγεμονικὸν οἰκείως ἔχον πρὸς τὴν ἡλιακὴν δύναμιν.

  78. 2.3.26.1

    εἰσὶ δὲ ὡς ἐπίπαν καὶ τὰ μὲν ἄλλα περὶ τὰς στολὰς καὶ—τοὺς κόσμους καὶ ὅλως τὰς σωματικὰς σχέσεις τρυφεροὶ καὶ τεθηλυσμένοι διὰ τὸν τῆς Ἀφροδίτης, τὰς δὲ ψυχὰς καὶ τὰς προαιρέσεις μεγαλόφρονες καὶ γενναῖοι καὶ πολεμικοὶ διὰ τὸ οἰκείως ἔχειν τὸν τοῦ Κρόνου πρὸς τὸ τῶν ἀνατολῶν σχῆμα.

  79. 2.3.27.1

    κατὰ μέρος δὲ πάλιν τῷ μὲν Ταύρῳ καὶ τῆς Ἀφροδίτης μᾶλλον συνοικειοῦται ἥ τε Παρθία καὶ Μηδία καὶ Περσίς, ὅθεν οἱ ἐνταῦθα στολαῖς τε ἀνθιναῖς χρῶνται κατακαλύπτοντες ἑαυτοὺς ὅλους πλὴν τοῦ στήθους, καὶ ὅλως εἰσὶν ἁβροδίαιτοι καὶ καθάριοι.

  80. 2.3.28.1

    τῇ δὲ Παρθένῳ καὶ τῷ τοῦ Ἑρμοῦ τὰ περὶ τὴν Βαβυλωνίαν καὶ Μεσοσοταμίαν καὶ Ἀσσυρίαν, διὸ καὶ παρὰ τοῖς ἐνταῦθα τὸ μαθηματικὸν καὶ παρατηρητικὸν τῶν πέντε ἀστέρων ἐξαίρετον συνέπεσε, τῷ δὲ Αἰγόκερῳ καὶ τῷ τοῦ Κρόνου τὰ περὶ τὴν Ἰνδικὴν καὶ Ἀριανὴν καὶ Γεδρουσίαν, ὅθεν καὶ τὸ τῶν νεμομένων τὰς χώρας ἐκείνας ἄμορφον καὶ ἀκάθαρτον καὶ θηριῶδες.

  81. 2.3.29.1

    τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη περὶ τὸ μέσον ἐσχηματισμένοι τῆς ὅλης οἰκουμένης, Ἰδουμαία Κοίλη Συρία Ἰουδαία Φοινίκη Χαλδαϊκὴ Ὀρχηνία Ἀραβία εὐδαίμων καὶ τὴν θέσιν ἔχοντα πρὸς βορρόλιβα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει πάλιν τὴν συνοικείωσιν τοῦ βορρολιβικοῦ τριγώνου, Κριοῦ Λέοντος Τοξότου, ἔχει δὲ συνοικοδεσπότας τόν τε τοῦ Διὸς καὶ τὸν τοῦ Ἄρεως καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ.

  82. 2.3.30.1

    διὸ μᾶλλον οὗτοι τῶν ἄλλων ἐμπορικώτεροι καὶ συναλλακτικώτεροι, πανουργότεροι δὲ καὶ δειλοκαταφρόνητοι καὶ ἐπιβουλευτικοὶ καὶ δουλόψυχοι καὶ ὅλως ἀλλοπρόσαλλοι διὰ τὸν τῶν προκειμένων ἀστέρων συσχηματισμόν.

  83. 2.3.31.1

    καὶ τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Κοίλην Συρίαν καὶ Ἰδουμαίαν καὶ Ἰουδαίαν τῷ τε Κριῷ καὶ τῷ τοῦ Ἄρεως μᾶλλον συνοικειοῦνται, διόπερ ὡς ἐπίπαν θρασεῖς τέ εἰσι καὶ ἄθεοι καὶ ἐπιβουλευτικοί. Φοίνικες δὲ καὶ Χαλδαῖοι καὶ Ὀρχήνιοι τῷ Λέοντι καὶ τῷ ἡλίῳ διόπερ ἁπλούστεροι καὶ φιλάνθρωποι καὶ φιλαστρόλογοι καὶ μάλιστα πάντων σέβοντες τὸν ἥλιον·

  84. 2.3.32.1

    οἱ δὲ κατὰ τὴν Ἀραβίαν τὴν εὐδαίμονα τῷ Τοξότῃ καὶ· τῷ τοῦ Διός, ὅθεν ἀκολούθως τῇ προσηγορίᾳ τό τε τῆς χώρας εὔφορον συνέπεσε καὶ τὸ τῶν ἀρωμάτων πλῆθος καὶ τὸ τῶν ἀνθρώπων εὐάρμοστον πρός τε διαγωγὰς ἐλεύθερον καὶ συναλλαγὰς καὶ πραγματείας.

  85. 2.3.33.1

    τοῦ δὲ τρίτου τεταρτημορίου τοῦ κατὰ τὸ βόρειον μέρος τῆς Μεγάλης Ἀσίας τὰ μὲν ἄλλα μέρη τὰ περιέχοντα Ὑρκανίαν Ἀρμενίαν Ματικανὴν Βακτριανὴν Κασπειρίαν Κα- σπειρίαν Σηρικὴν Σαυροματικὴν Ὠξιανὴν Σουγδιανὴν καὶ πρὸς βορραπηλιώτην κείμενα τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ βορραπηλιωτικῷ τριγώνῳ Διδύμων καὶ Ζυγοῦ καὶ Ὑδροχόου, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ <τοῦ> Κρόνου καὶ τοῦ τοῦ Διὸς ἐπὶ σχημάτων ἀνατολικῶν.

  86. 2.3.34.1

    διόπερ οἱ ταύτας ἔχοντες τὰς χώρας σέβουσι μὲν Δία καὶ Ἥλιον, πλουσιώτατοι δέ εἰσι καὶ πολύχρυσοι περί τε τὰς διαίτας καθάριοι καὶ εὐάγωγοι, γοι, σοφοὶ δὲ περὶ τὰ θεῖα καὶ μάγοι καὶ τὰ ἤθη δίκαιοι καὶ ἐλεύθεροι καὶ τὰς ψυχὰς μεγάλοι καὶ γενναῖοι, μισοπόνηροι δὲ καὶ φιλοστοργότατοι καὶ ὑπεραποθνῄσκοντες ἑτοίμως τῶν οἰκείων ἕνεκεν τοῦ καλοῦ καὶ ὁσίου πρός τε τὰς ἀφροδισίους χρήσεις σεμνοὶ καὶ καθάριοι καὶ περὶ τὰς ἐσθῆτας πολυτελεῖς χαριστικοί τε καὶ μεγαλόφρονες, ἅπερ ὡς ἐπίπαν ὁ τοῦ Κρόνου καὶ τοῦ Διὸς ἀνατολικὸς συσχηματισμὸς ἀπεργάζεται.

  87. 2.3.35.1

    καὶ τούτων δὲ πάλιν τῶν ἐθνῶν τὰ μὲν περὶ τὴν Ὑρκανίαν καὶ Ἀρμενίαν καὶ Ματιανὴν τιανὴν μᾶλλον συνοικειοῦται τοῖς τε Διδύμοις καὶ τῷ τοῦ Ἑρμοῦ, διόπερ εὐκινητότεροι μᾶλλον καὶ ὑποπόνηροι·

  88. 2.3.36.1

    τὰ δὲ περὶ τὴν Βακτριανὴν καὶ Κασπειρίαν καὶ Σηρικὴν τῷ τε Ζυγῷ καὶ τῷ τῆς Ἀφροδίτης, ὅθεν οἱ κατέχοντες τὰς χώρας πλουσιώτατοι καὶ φιλόμουσοι καὶ μᾶλλον ἁβροδίαιτοι· τὰ δὲ περὶ τὴν Σαυροματικὴν καὶ Ὠξιανὴν καὶ Σουγδιανὴν τῷ τε Ὑδροχόῳ καὶ τῷ τοῦ Κρόνου, διὸ καὶ ταῦτα τὰ ἔθνη μᾶλλον ἀνήμερα καὶ αὐστηρὰ καὶ θηριώδη.

  89. 2.3.37.1

    τὰ δὲ λοιπὰ τούτου τοῦ τεταρτημορίου καὶ περὶ τὸ μέσον κείμενα τῆς ὅλης οἰκουμένης, Βιθυνία Φρυγία Κολχικὴ Συρία Κομμαγηνὴ Καππαδοκία Λυδία Κιλικία Παμφυλία, τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον αὐτοῦ τοῦ τεταρτημορίου, προσλαμβάνει τὴν συνοικείωσιν τοῦ νοτολιβικοῦ τεταρτημορίου Καρκίνου Σκορπίου Ἰχθύων καὶ συνοικοδεσπότας τόν τε τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ.

  90. 2.3.38.1

    διόπερ οἱ περὶ τὰς χώρας ταύτας σέβουσι μὲν ὡς ἐπίπαν τὸν τῆς Ἀφροδίτης ὡς μητέρα θεῶν ποικίλοις καὶ ἐγχωρίοις ὀνόμασι προσαγορεύοντες καὶ τὸν τοῦ Ἄρεως ὡς Ἄδωνιν ἄλλως πως πάλιν ὀνομάζοντες καὶ μυστήρια τινα μετὰ θρήνων ἀποδίδοντες αὐτοῖς· περίκακοι δέ εἰσι καὶ δουλόψυχοι καὶ πονικοὶ καὶ ὑποπόνηροι καὶ ἐν μισθοφορικαῖς στρατείαις καὶ ἁρπαγαῖς καὶ αἰχμαλωσίαις γινόμενοι καταδουλούμενοί τε ἑαυτοὺς καὶ πολεμικαῖς ἀπωλείαις περιπίπτοντες·

  91. 2.3.39.1

    διὰ δὲ τὸν τοῦ Ἄρεως καὶ τὸν τῆς Ἀφροδίτης κατὰ ἀνατοδιόπερ λικὴν συναρμογήν, ὅτι ἐν μὲν τῷ τῆς Ἀφροδίτης τριγωνικῷ ξῳδίῳ τῷ Αἰγόκερῳ ὁ τοῦ Ἄρεως ὑψοῦται, ἐν δὲ τῷ τοῦ Ἄρεως τριγωνικῷ ξῳδίῳ τοῖς Ἰχθύσι ὁ τῆς Ἀφροδίτης ὑψοῦται, διὰ τοῦτο τὰς γυναῖκας συνέβη πᾶσαν εὔνοιαν πρὸς τοὺς ἄνδρας ἐνδείκνυσθαι, φιλοστόργους τε οὔσας καὶ οἰκουροὺς καὶ ἐργατικὰς καὶ ὑπηρετικὰς καὶ ὅλως πονικὰς καὶ ὑποτεταγμένας.

  92. 2.3.40.1

    καὶ τούτων δὲ πάλιν οί μὲν περὶ τὴν Βιθυνίαν καὶ Φρυγίαν καὶ Κολχικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ. διόπερ οί μὲν ἄνδρες ὡς ἐπίπαν εἰσὶν εὐλαβεῖς καὶ ὑποτακτικοί, τῶν δὲ γυναικῶν αἱ πλεῖσται διὰ τὸ τῆς σελήνης ἀνατολικὸν καὶ ἠρρενωμένον σχῆμα ἔπανδροι καὶ ἀρχικαὶ καὶ πολεμικαὶ καθάπερ αἱ Ἀμαζόνες, φεύγουσαι μὲν τὰς τῶν ἀνδρῶν συνουσίας, φίλοπλοι δὲ οὖσαι καὶ ἀρρενοποιοῦσαι τὰ θηλυκὰ πάντα ἀπὸ βρέφους ἀποκοπῇ τῶν c δεξιῶν μαστῶν χάριν τῶν στρατιωτικῶν χρειῶν καὶ ἀπογυμνοῦσαι ταῦτα τὰ μέρη κατὰ τὰς παρατάξεις πρὸς ἐπίδειξιν ἀθηλύντου τῆς φύσεως.

  93. 2.3.41.1

    οἱ δὲ περὶ τὴν Συρίαν καὶ Κομμαγηνὴν καὶ Καππαδοκίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ Ἄρεως, διὸ πολὺ παρ’ αὐτοῖς συνέπεσε τὸ θρασὺ καὶ πονηρὸν καὶ ἐπιβουλευτικὸν καὶ ἐπίπονον· οἱ δὲ περὶ τὴν Λυδίαν καὶ Κιλικίαν καὶ Παμφυλίαν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, ὅθεν οὗτοι μᾶλλον πολυκτήμονές τε καὶ ἐμπορικοὶ καὶ κοινωνικοὶ καὶ ἐλεύθεροι καὶ πιστοὶ περὶ τὰς συναλλαγάς.

  94. 2.3.42.1

    τοῦ δὲ λοιποῦ τεταρτημορίου τοῦ κατὰ τὴν κοινῶς καλουμένην Λιβύην τὰ μὲν ἄλλα τὰ περιέχοντα μιδίαν Καρχηδονίαν Ἀφρικὴν Φαξανίαν Νασαμονιτιν Γαραμαντικὴν Μαυριτανίαν Γαιτουλίαν Μεταγωνῖτιν καὶ τὴν θέσιν ἔχοντα πρὸς λιβόνοτον τῆς ὅλης οἰκουμένης συνοικειοῦται μὲν τῷ νοτολιβικῷ τριγώνῳ Καρκίνου Σκορπίου Ἰχθύων, οἰκοδεσποτεῖται δὲ εἰκότως ὑπό τε τοῦ τοῦ Ἄρεως καὶ τοῦ τῆς Ἀφροδίτης ἐπὶ σχήματος ἑσπερίου.

  95. 2.3.43.1

    διόπερ συνέπεσε τοῖς πλείστοις αὐτῶν ἕνεκεν τῆς εἰρημένης τῶν ἀστέρων συναρμογῆς ὑπὸ ἀνδρὸς καὶ γυναικὸς δυεῖν ὁμομητρίων ἀδελφῶν βασιλεύεσθαι, τοῦ μὲν ἀνδρὸς τῶν ἀνδρῶν ἄρχοντος, τῆς δὲ γυναικὸς τῶν γυναικῶν, συντηρουμένης τῆς τοιαύτης διαδοχῆς. θερμοί τέ εἰσι σφόδρα καὶ καταφερεῖς πρὸς τὰς γυναικῶν συνουσίας, ὡς καὶ τοὺς γάμους δι’ ἁρπαγῶν γίνεσθαι καὶ πολλαχῇ ταῖς γαμουμέναις τοὺς βασιλεῖς πρώτους συνέρχεσθαι, παρ’ ἐνίοις δὲ καὶ κοινὰς εἶναι τὰς γυναῖκας πάντων.

  96. 2.3.44.1

    φιλοκαλλωπισταὶ δὲ τυγχάνουσι καὶ κόσμους γυναικείους περιζώννυνται διὰ τὸν τῆς Ἀφροδίτης, ἔπανδροι μέντοι ταῖς ψυχαῖς καὶ ὑποπόνηροι καὶ μαγευτικοί, νοθευταὶ δὲ καὶ παράβολοι καὶ ῥιψοκίνδυνοι διὰ τὸν τοῦ Ἄρεως. τούτων δὲ πάλιν οἱ μὲν περὶ τὴν Νουμιδίαν καὶ Καρχηδονίαν καὶ Ἀφρικὴν συνοικειοῦνται μᾶλλον τῷ τε Καρκίνῳ καὶ τῇ σελήνῃ, διόπερ οὗτοι κοινωνικοί τε καὶ ἐμπορικοὶ τυγχάνουσι καὶ ἐν εὐθηνίᾳ πάσῃ διατελοῦντες·

  97. 2.3.45.1

    οἱ δὲ περὶ τὴν Μεταγωνῖτιν καὶ Μαυριτανίαν καὶ Γαιτουλίαν τῷ τε Σκορπίῳ καὶ τῷ τοῦ m Ἄρεως, ὅθεν οὗτοι θηριωδέστεροί τέ εἰσι καὶ μαχιμώτατοι καὶ κρεωφάγοι καὶ σφόδρα ῥιψοκίνδυνοι καὶ καταφρονητικοὶ τοῦ ζῆν, ὡς μηδὲ ἀλλήλων ἀπέχεσθαι· οἱ δὲ περὶ τὴν Φαξνίαν καὶ Νασαμωνῖτιν καὶ Γαραμαντικὴν τοῖς τε Ἰχθύσι καὶ τῷ τοῦ Διός, διόπερ ἐλεύθεροί τε καὶ ἁπλοῖ τοῖς ἤθεσι καὶ φιλεργοὶ καὶ εὐγνώμονες καθάριοί τε καὶ ἀνυπότακτοί εἰσιν ὡς ἐπίπαν καὶ τὸν τοῦ Διὸς ὡς Ἄμμωνα θρησκεύοντες.

  98. 2.3.46.1

    τὰ δὲ λοιπὰ τοῦ τεταρτημορίου μέρη καὶ πρὸς τὸ μέσον ἐσχηματισμένοι τῆς ὅλης οἰκουμένης, Κυρηναικὴ Μαρμαρικὴ Αἴγυπτος Θηβαΐς Ὅασις Τρωγλοδυτικὴ Ἀραβία Ἀζανία μέση Αἰθιοπία πρὸς βορραπηλιώτην τετραμμένα μένα τοῦ ὅλου τεταρτημορίου προσλαμβάνει τὴν συνοικείωσιν τοῦ βορραπηλιωτικοῦ τριγώνου Διδύμων Ζυγοῦ ‘γδροχόου καὶ συνοικοδεσπότας διὰ τοῦτο τόν τε τοῦ Κρόνου καὶ τὸν τοῦ Διὸς καὶ ἔτι τὸν τοῦ Ἑρμοῦ.

  99. 2.3.47.1

    ὅθεν οἱ κατὰ ταύτας τὰς χώρας κεκοινωνηκότες σχεδὸν τῆς τῶν πέντε πλανήτων οἰκοδεσποτείας ἑσπερίου φιλόθεοι μὲν γεγόνασι καὶ δεισιδαίμονες καὶ θεοπρόσπλοκοι καὶ φιλόθρηνοι καὶ τοὺς ἀποθνῄσκοντας γῇ κρύπτοντες καὶ ἀφανίζοντες διὰ τὸ ἑσπέριον σχῆμα, παντοίοις δὲ ἔθεσι καὶ νομίμοις καὶ θεῶν παντοίων θρησκείαις χρώμενοι καὶ ἐν μὲν ταῖς ὑποταγαῖς ταπεινοὶ καὶ δειλοὶ καὶ μικρολόγοι καὶ ὑπομονητικοί,

  100. 2.3.48.1

    ἐν δὲ ταῖς ἡγεμονίαις εὔψυχοι καὶ μεγαλόφρονες, πολυγύναιοι δὲ καὶ πολύανδροι καὶ καταφερεῖς καὶ ταῖς ἀδελφαῖς συναρμοζόμενοι καὶ ποθηριωδέστεροι γύσποροι μὲν οἱ ἄνδρες, εὐσύλληπτοι δὲ αἱ γυναῖκες, ἀκολούθως τῷ τῆς χώρας γονίμῳ, πολλοὶ δὲ καὶ τῶν ἀρρένων σαθροὶ καὶ τεθηλυσμένοι ταῖς ψυχαῖς, ἔνιοι δὲ καὶ τῶν γεννητικῶν μορίων καταφρονοῦντες διὰ τὸν τῶν κακοποιῶν μετὰ τοῦ τῆς Αφροδίτης ἑσπέριον σχηματισμόν.

← Previous · Next → — showing 201300 of 685

First Thousand Years of Greek. CTS URN tlg0363.tlg007.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.