Ancient Textssearch the texts themselves, not just their titles

← All works

De antidotis

First Thousand Years of Greek · First Thousand Years of Greek · 1,101 sections

  1. 2.7.22

    Ἠέλιον σπείροντα θεοῖς φαεσίμβροτον αἴγλην,

  2. 2.7.23

    Οὐ μὰ θεῶν σκηπτοῦχον, ὑπερμενέα Κρονίωνα.

  3. 2.7.24

    Οὔτε μέ τις δώροισι παρήγαγεν, οὔθ᾿ ὑπ᾿ ἀνάγκης,

  4. 2.7.25

    Οὔτε χάριν φιλίης ἑτέρῳ κακὰ νεῖμαι ὑπέστην.

  5. 2.7.26

    Ἀλλ᾿ ὁσίας μὲν χεῖρας ἐς ἠέρα λαμπρὸν ἀείρω,

  6. 2.7.27

    Καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν.

  7. 2.7.28

    Ἐκ τῶν λεγομένων πείθειν ἐπιχειροῦσι τοὺς ἐντευξομένους ταῖς τοιαύταις πραγματείαις, τὴν παρὰ τοῖς πολλοῖς καταδρομὴν εὐλαβούμενοι. ἀλλ᾿ οὐδέ ἐστιν εἰπεῖν ὅτι διὰ τοῦτο χρὴ τὰς τῶν τοιούτων θανασίμων φαρμάκων σκευασίας εἰδέναι, πρὸς εὐχερῆ εὕρεσιν τοῦ βοηθηθῆναι τοῖς δυναμένοις· τοῦτο γάρ ἐστι ψεῦδος. ὁ γὰρ δυνάμενος τοῖς ὑπὸ τῶν ἁπλῶν θανασίμων βλαπτομένοις βοηθεῖν, ἕκαστον τῶν κατὰ μέρος ἐπὶ συμβαινόντων ἐποπτεύων, οὗτος ἂν εἴη ἄριστος προστάτης, καὶ τῶν ὑπὸ τῶν συνθέτων βλαπτομένων, εὐμηχάνως ἐκλαμβάνων ἕκαστον τῶν κατὰ τὴν τῶν συμπτωμάτων ἐπιπλοκὴν ἐξεχόντων. ἀνιτέον δὲ ἐπὶ τὸ προκείμενον. ἀδήλων γὰρ ὄντων τῶν βρωθέντων ἢ πωθέντων δηλητηρίων, χρὴ ὑδρέλαιον θερμὸν διδόναι, καὶ πολὺ πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν. χρήσιμον δ᾿ ἂν εἴη καὶ τοὺς ὕπνους περιγράφειν, οὐ μὴν ἀλλὰ καὶ εἰς τὴν τούτων φυλακὴν χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.

  8. 2.8.1

    [Προφυλακτικὰ θανασίμων φαρμάκων Ἀπολλωνίου Μυός.] ♃ Πηγάνου φύλλα κ΄. κάρυα βασιλικὰ β΄. ἁλὸς χόνδρον ἔνα, ἰσχάδας β΄. ταῦτα νήστει ἐσθίειν δίδου, καὶ κωλύει βλάπτεσθαι ὑπὸ τῶν θανασίμων.

  9. 2.8.2

    [Ἀντίδοτος προφυλακτικὴ διδομένη.] ♃ Ἀρκευθίδος δραχ. β΄. Λημνίας σφραγῖδος δραχ. β΄. καὶ διώβολον. ταῦτα τρίψας καὶ ἀναλαβὼν ἐλαίῳ ἀποτίθου. ἐπὶ δὲ τῆς χρήσεως καρύου Ποντικοῦ τὸ μέγεθος μεθ᾿ ὑδρομέλιτος καὶ κυάθων β΄. προπίνειν. ταύτῃ Νικομήδης ὁ βασιλεὺς ἐχρῆτο, εἴ ποτε ὑπόπτους εἶχε τοὺς κεκληκότας. τὸ μὲν οὖν φάρμακον, μηδεμιᾶς τοιαύτης δυνάμεως ὑποκειμένης, κατὰ χώραν μένει. ἐπὰν δέ τι τῶν θανασίμων δοθῇ, ναυτίαν κινεῖ, καὶ ἐμεῖν ἀναγκάζει, ὥστε τὸ δοθὲν δηλητήριον ἐκκρίνεται τῇ ἀντιδότῳ.

  10. 2.8.3

    [Ἀντίδοτος Κωδίου Τούκου, ᾗ καὶ Κρατερὸς ἐχρήσατο.] ♃ Πρασίου, ἱερᾶς βοτάνης, πηγάνου ἀγρίου σπέρματος, σκορδίου, ῥάμνου ῥίζης τοῦ φλοιοῦ, ἑκάστου τὸ ἴσον, μέλιτι ἀναλάμβανε καὶ δίδου, πρὸς μὲν τὰ θηρία δραχ. β΄. μετ᾿ οἴνου, πρὸς δὲ τὰ θανάσιμα μετ᾿ οἰνομέλιτος καὶ ἐλαίου.

  11. 2.8.4

    [Ἄλλη, ὡς Ἀπελλῆς.] ♃ Δικτάμνου δραχ. β΄. πολίου δραχ. γ΄. πεπέρεως μακροῦ δραχ. δ΄. πηγάνου ἀγρίου δραχ. στ΄. σκορδίου δραχ. γ΄. μέλιτι ἀναλάμβανε καὶ δίδου, καθάπερ εἴρηται. ἔστι δὲ καὶ πλευριτικὴ ἀγαθὴ ὀβολῶν γ΄. διδομένη. ἔμμηνά τε γυναιξὶ κατάγει ὁλκῆς μιᾶς διδομένη. Ἀντίδοτος Μιθριδάτου, ἀθανασία λεγομένη, πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ στομαχικοῖς ἀποξύνουσιν τὴν τροφὴν, αἱμοπτυϊκοῖς, βήττουσι χρονίως, καὶ ἡπατικοῖς, καὶ σπληνικοῖς. ποιεῖ καὶ πρὸς τὰς περὶ κύστιν ἢ μήτρας διαθέσεις. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ Πεπέρεως λευκοῦ κόκκους μ΄. κόστου, μήου, ἀσάρου, ἀκόρου, δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου, νάρδου Ἰνδικῆς, λίθου νηστωρίτου ἀνὰ δραχ. δ΄. κρόκου, σμύρνης ἀνὰ δραχ. η΄. κινναμώμου, κασσίας ἀνὰ δραχ. ιβ΄. μέλιτος Ἀττικοῦ ἑψημένου τὸ αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μετ᾿ οἰνομέλιτος κεκραμένου.

  12. 2.8.5

    [Ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει.] ♃ Ναρδοστάχυος, πεπέρεως λευκοῦ, κόστου, μήου, ἀσάρου, ἀκόρου, ὀποβαλσάμου, δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου σπέρματος, ἑκάστου ἀνὰ δραχ. δ΄. κρόκου, σμύρνης, σχοίνου ἄνθους ἀνὰ δραχ. η΄. κινναμώμου, κασσίας ἀνὰ δραχ. ιβ΄. μέλιτος τὸ ἀρκοῦν.

  13. 2.8.6

    [Ἐν ἄλλαις ἔχει οὕτως.] ♃ Πεπέρεως λευκοῦ κόκκους μ΄. κόστου, μήου, ἀκόρου, ἀγαρικοῦ, σκορδίου, δαύκου Κρητικοῦ, πετροσελίνου ἀνὰ δραχ. δ΄. κρόκου, σμύρνης ἀνὰ δραχ. η΄. κινναμώμου, κασσίας, σχοίνου ἄνθους ἀνὰ δραχ. ιβ΄. μέλιτος τὸ αὔταρκες.

  14. 2.8.7

    [Ἀμβροσία Φιλίππου Μακεδόνος, πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ καὶ πρὸς τὰς ἐντὸς διαθέσεις.] ♃ Στύρακος, χαλβάνης, πεπέρεως λευκοῦ καὶ μακροῦ, καὶ κινναμώμου, ἀνὰ δραχ. β΄. σελίνου σπέρματος, ἀνίσου, σχοίνου ἄνθους, κόστου, κυμίνου Αἰθιοπικοῦ, σεσέλεως, κύφεως, ῥήου Ποντικοῦ, καρδαμώμου, ἀμώμου, νάρδου, σμύρνης, κασσίας ἀνὰ δραχ. δ΄. πυρήνων καθαρῶν φοινίκων, καὶ καρύων τῆς σαρκὸς ἀνὰ δραχ. στ΄. κρόκου δραχ. η΄. σταφίδας ἐκγεγιγαρτισμένας ιβ΄. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. συντίθει κατὰ τρόπον.

  15. 2.8.8

    [Ἀντίδοτος ζωπύριος. ποιεῖ πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἑρπετοῦ πληγήν.] Ἐπὶ ταύτης τοιοῦτόν τι φέρεται, ὅτι Ζώπυρος δι᾿ ἐπιστολῆς προτρέπει τὸν Μιθριδάτην εἰς ἐπίκρισιν τῆς ἀντιδότου, μεταπεμψάμενος ἕνα τῶν κατακρίτων, τούτῳ θανάσιμον διδόναι φάρμακον, καὶ τότε παραινεῖ ἐπιπίνειν τὴν ἀντίδοτον. ἢ πρότερον διδόναι τὴν ἀντίδοτον, καὶ τότε τὸ θανάσιμον ἐπιπίνειν. τὸ δ᾿ αὐτὸ παρῄνει καὶ ἐπὶ ἑρπετῶν ἢ καὶ τοξικῶν πράσσειν. τούτων γὰρ οὕτω γινομένων συνέβαινε τὸν ἄνθρωπον ἀδιάπτωτον εἶναι. ποιεῖ δὲ καὶ στομαχικοῖς πρὸς ὀξυρεγμίαν, αἱμοπτυικοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ἡπατικοῖς, σπληνικοῖς, ἐπιληπτικοῖς, νεφριτικοῖς. ὑγιάζει δὲ καὶ τὰς περὶ μήτραν ἢ κύστιν διαθέσεις. κατάγει τὰ ἐναποθνήσκοντα τῶν ἐμβρύων, κατεχόμενα δεύτερα. τὰ δὲ τῆς σκευασίας ἔχει γε οὕτως. ♃ Ὀποβαλσάμου δραχ. δ΄. νάρδου Ἰνδικῆς, σμύρνης Τρωγλοδύτιδος, σχοίνου ἄνθους, κινναμώμου, χαρακίου, κόστου προσφάτου, πεπέρεως μακροῦ, ὑποκυστίδος, πολίου, πεπέρεως περεατικοῦ, σκορδίου, μήου Κρητικοῦ, καρδαμώμου ἀνὰ δραχ. δ΄. λιβάνου ἄῤῥενος, χόνδρου ὀποβαλσάμου, δικτάμνου ἀνὰ δραχ. στ΄. πετροσελίνου, κασσίας κιῤῥᾶς ἀνὰ δραχ. ζ΄. κρόκου κωρυκίου δραχ. η΄. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος, ἀπυρέτοις μετ᾿ οἴνου, πυρέττουσι μεθ᾿ ὑδρομέλιτος.

  16. 2.8.9

    [Ἡ διὰ τῶν αἱμάτων πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν.] ♃ Πεπέρεως μακροῦ καὶ λευκοῦ, κόστου, ἀκόρου, κρόκου, φοῦ, μήου, δικτάμνου Κρητικοῦ, ἀμμωνιακοῦ, ἀγαρικοῦ ἀνὰ δραχ. β΄. ἀμώμου, ὀποβαλσάμου, πηγάνου ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, ἀνίσου, νήσσης αἵματος, ἄῤῥενος καὶ θηλείας ξηροῦ, ἐριφείου αἵματος, χηνείου αἵματος, βουνιάδος ἀγρίας σπέρματος ἀνὰ δραχ. γ΄. Γεντιανῆς, τριφυλλίου, σχοίνου ἄνθους, λιβανωτοῦ, ῥόδων ξηρῶν ἀνὰ δραχ. δ΄. πετροσελίνου δραχ. ε΄. πολίου Κρητικοῦ τὸ ἴσον, κινναμώμου δραχ. στ΄. σκορδίου ἄνθους δραχ. η΄. σμύρνης, νάρδου ἀνὰ δραχ. ι΄. κρόκου δραχ. ιβ΄. κασσίας δραχ. η΄. κόψας καὶ σήσας ἐπιμελῶς, ἀνάκοπτε μέλιτι Ἀττικῷ ἀφηψημένῳ, καὶ ἀνελόμενος εἰς πυξίδα ἀργυρᾶν, χρῶ ὡς μεγίστῳ φαρμάκῳ.

  17. 2.9.1

    [Περὶ τῆς διὰ σκίγκου ἀντιδότου, περὶ θηριακῆς, καὶ ἑκατονταμιγμάτου.] Ἀντίδοτος Μιθριδάτου Εὐπάτορος, ἡ διὰ σκίγκου λεγομένη, ποιοῦσα πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ πρὸς πᾶσαν φθοροποιὸν ὕλην, καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις, καὶ πρὸς συλλήψεις συνεργεῖ, κατάγει ἔμμηνα· καὶ τὰ ἐναποθνήσκοντα ἔμβρυα, καὶ τὰ κατεχόμενα δεύτερα λύει, καὶ τοῖς κατὰ περίοδον πυρετοῖς βοηθεῖ, καὶ παρέτοις, τρομώδεσιν, ὀπισθοτονικοῖς, ἰσχιαδικοῖς, ποδαγρικοῖς, καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ Σκίγκου, σαγαπηνοῦ, ἀκόρου, φοῦ, ὑπερικοῦ, ἀκακίας, ἴρεως, μήου, κόμμεως ἀνὰ δραχ. β΄. ῥόδων ξηρῶν, γεντιανῆς, καρδαμώμου ἀνὰ δραχ. δ΄. μηκωναρίου σπέρματος δραχ. ε΄. καὶ διώβολον, στύρακος δραχ. η΄. πολίου, κασσίας μελαίνης, σεσέλεως, βδελλίου, βαλσάμου, πεπέρεως λευκοῦ ἀνὰ δραχ. ε΄. καὶ διώβολον, ὑποκυστίδος χυλοῦ, ὀποπάνακος, σμύρνης, λιβάνου ἄῤῥενος, καστορίου, πεπέρεως μακροῦ, κύφεως, μαλαβάθρου φύλλων ἀνὰ δραχ. στ΄. σκορδίου, κόστου, σχοίνου ἄνθους, χαλβάνης, ῥητίνης τερμινθίνης ἀνὰ δραχ. στ΄. καὶ διώβολον, νάρδου Συριακῆς, ὀποβαλ σάμου, θλάσπεως, δαύκου Κρητικοῦ ἀνὰ δραχ. στ΄. καὶ διώβολον, κρόκου, κινναμώμου, ζιγγιβέρεως ἀνὰ δραχ. στ΄. καὶ διώβολον, γλυκυῤῥίζης χυλοῦ, ἀγαρικοῦ, ἀνὰ δραχ. ζ΄. καὶ τριώβολον, μέλιτος τὸ αὔταρκες, οἴνου καλοῦ τὸ ἀρκοῦν εἰς τὸ διαλῦσαι τοὺς χυλούς. συντίθεται δὲ τοῦτον τὸν τρόπον. κῦφι, ὑπόκιστις, σαγαπηνὸν, κόμμι, μηκώνειον, στύραξ, ὀποπάναξ ἐν οἴνῳ Χίῳ βρέχεται, μέχρι παντελῶς διαλυθῆναι, ἡμέραν καὶ νύκτα, τὰ δὲ λοιπὰ κόπτεται καὶ σήθεται λεπτῷ κοσκίνῳ, καὶ μίγνυται τοῖς ἀποβρεχθεῖσι καὶ λεανθεῖσιν. ἡ δὲ ὅλη σύνθεσις ἀναλαμβάνεται μέλιτι Ἀττικῷ ἀφηψημένῳ, ὡς πάχος ἔχειν· εἶτ᾿ ἐπὶ πᾶσι βάλλομεν ὀποβάλσαμον, εἶτ᾿ ἀνελόμενοι κατατίθεμεν εἰς ἄγγος ἀργυροῦν, καὶ ἡ χρῆσις εἰς πολλὰ, ἡ δόσις πρὸς δύναμιν. ἡμεῖς πρὸς ἐπίτασιν τοῦ φαρμάκου, ἕνεκα τῆς τῶν ἐμμήνων ἐποχῆς, καὶ τῶν συλλημ μάτων, ὥστε ἀκινδύνως φέρεσθαι, δικτάμνου Κρητικοῦ δραχ. δ΄. ἀμμωνιακοῦ δραχ. γ΄. πηγάνου ἀγρίου σπέρματος δραχ. γ΄. κυμίνου Αἰθιοπικοῦ στ΄. τριφύλλου σπέρματος δ΄. βουνιάδος ἀγρίας δ΄. χαμαίδρυος δραχ. δ΄. ῥᾶ Ποντικοῦ γ΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. β΄. τούτων προσβαλλομένων ἡ τοῦ φαρμάκου χρῆσις γίνεται πρὸς πολλὰ χρήσιμος· φθείρει γὰρ τετραμηνιαῖα, καὶ τριμηνιαῖα κατάγει.

  18. 2.9.2

    [Μιθριδάτου θηριακή.] Ταύτῃ ὁ βασιλεὺς Μιθριδάτης ἀεὶ ἐχρῆτο προφυλακῆς χάριν θανασίμου. ἡνίκα γοῦν ὑπὸ Ῥωμαίων ἑάλω, δὶς πιὼν θανάσιμον, καὶ μὴ δυνηθεὶς ἀποθανεῖν, ξίφει ἑαυτὸν διεχρήσατο. πρὸς τὰ θανάσιμα δὲ τῶν φαρμάκων ποιεῖ, καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις. ταύτῃ ἐχρήσατο ὁ Ἀνδρόμαχος. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ Ἀρτίσκων σκιλλητικῶν δραχ. μη΄. θηριακῶν ἀρτίσκων, πεπέρεως μέλανος, ἡδυχρόου μάγματος, ὀποῦ μήκωνος Σπανοῦ, ἀνὰ δραχ. κδ΄. ῥόδων ξηρῶν, σκορδίου, σπέρματος βουνιάδος, ἴρεως Ἰλλυρικῆς, ἀγαρικοῦ, κινναμώμου, γλυκυῤῥίξης χυλοῦ, ὀποβαλσάμου, ἀνὰ δραχ. ιβ΄. λιβανωτίδος δραχ. η΄. σμύρνης, κρόκου, ζιγγιβέρεως, ῥᾶ Ποντικοῦ, πενταφύλλου ῥίζης, καλαμίνθης ὀρεινῆς, πρασίου, πετροσελίνου, στοιχάδος, κόστου, πεπέρεως λευκοῦ, πεπέρεως μακροῦ, λιβάνου, ἀνὰ ὀβολοὺς β΄. κασσίας μελαίνης δραχ. δ΄. κόστου δραχ. α΄. κρόκου δ΄. πεπέρεως λευκοῦ μίαν, καὶ μακροῦ μίαν, Ἰλλυρίδος, σχοίνου, πολίου, σκορδίου, ῥόδων ξηρῶν, νήσσης αἵματος, ἀνὰ δραχ. γ΄. μέλιτος Ἀττικοῦ ἑφθοῦ τὸ ἱκανόν.

  19. 2.9.3

    [Ἀντίδοτος ἑκατονταμίγματος, ᾗ χρῶμαι, ἣν ἐσκεύασα Καίσαρι πρὸς πάντα, ἰδίως δὲ πρὸς τὰ θανάσιμα.] ♃ Ἀβροτόνου δραχ. β΄. ἥμισυ, ἀριστολοχίας δραχ. κ΄. ἀκακίας δραχ. δ΄. ἀρκευθίδων σαρκὸς ἴσον, κρόκου δραχ. β΄. ἀσάρου δραχ. δ΄. ἀνίσου δραχ. γ΄. ἀμώμου δραχ. στ΄. ἀγαρικοῦ δραχ. γ΄. καρποῦ βαλσάμου δραχ. β΄. βδελλίου δραχ. γ΄. ὀβολοὺς γ΄. βαλαυστίου δραχ. β΄. γεντιανῆς δραχ. δ΄. γλυκείας χυλοῦ ἴσον, γογγυλίδος σπέρματος δραχ. δ΄. ἐν ἄλλῳ δραχ. η΄. γῆς Σαμίας μίαν, δαύκου σπέρματος δραχ. δ΄. δρακοντίου ῥίζης δραχ. γ΄. ὀβολοὺς γ΄. ἐρυσίμου σπέρματος δραχ. κ΄. ἴρεως Ἰλλυρικῆς δραχ. β΄. σμύρνης δραχ. ζ΄. ὀβολοὺς γ΄. ζιγγιβέρεως ἶσον, ἠρυγγίου ῥίζης δραχ. δ΄. ὀβολοὺς β΄. θλάσπεως δραχ. κ΄. κονύζης λεπτῆς δραχ. στ΄. ἀκόρου δραχ. στ΄. ὀβολοὺς γ΄. κυπέρου δραχ. στ΄. κωνείου σπέρματος ἐπτισμένου δραχ. α΄. ὀβολοὺς γ΄. ἄμμεως δραχ. δ΄. κνίκου σπέρματος δραχ. ζ΄. ὀβολοὺς β΄. κινναμώμου δραχ. ζ΄. κόστου δραχ. ζ΄. ὀβολοὺς β΄. κασσίας δραχ. ε΄. ὀβολοὺς β΄. κενταυρίου χυλοῦ δραχ. δ΄. ὀβολοὺς ε΄. καστορίου στ΄. καλάμου ἀρωματικοῦ β΄. οἱ δὲ δ΄. κόμμεως δραχ. β΄. καρδαμώμου δ΄. κάγχρυος δραχ. γ΄. ὀβολοὺς γ΄. κύφεως δραχ. στ΄. χαλβάνης δραχ. στ΄. ὀβολοὺς β΄. λιβανωτίδος φύλλων δραχ. δ΄. ἐλελισφάκου ἴσον, λογχίτιδος σπέρματος δραχ. β΄. ὀβολοὺς γ΄. λιθοσπέρμου δραχ. γ΄. λιβάνου δραχ. στ΄. τριώβολον, μαράθρου σπέρματος δραχ. στ΄. ὀποῦ μήκωνος δραχ. στ΄. μίλτου Λημνίας δραχ. α΄. μαλαβάθρου ι΄. μήου δραχ. στ΄. νήσσης αἵματος στ΄. νάρδου Συριακῆς δραχ. στ΄. ὀβολοὺς γ΄. νάρδου Κελτικῆς δραχ. η΄. ξυλοβαλσάμου δραχ. γ΄. ὀποπάνακος ἴσον, ὀρμίνου σπέρματος η΄. ὀρόβων λευκῶν ἴσον, πανακείας ῥίζης δραχ. στ΄. ὀποβαλσάμου δραχ. γ΄. πελεκίνου δραχ. στ΄. πολίου ε΄. ὀβολοὺς β΄. πολυγόνου φύλλων δραχ. θ΄. ἑλενίου ῥίζης δραχ. ε΄. ὀβολοὺς γ΄. πετροσελίνου στ΄. ὀβολοὺς β΄. πενταφύλλου δραχ. η΄. ὀποῦ πευκεδάνου τὸ ἴσον, πεπέρεως μέλανος δραχ. ε΄. τριώβολον, καὶ λευκοῦ δ΄. ὀβολοὺς γ΄. καὶ μακροῦ δραχ. α΄. σκίγκου δραχμὰς γ΄. τερμινθίνης β΄. ῥόδων ξηρῶν δραχ. στ΄. σαγαπηνοῦ δραχμὰς η΄. στοιχάδος δ΄. στροβίλων πεφρυγμένων δραχ. στ΄. σχοίνου δραχμὰς δ΄. ὀβολοὺς β΄. σταφίδος σαρκὸς δραχ. δ΄. σεσέλεως δραχμὰς ε΄. ὀβολοὺς β΄. σταφυλίνου σπέρματος δραχ. δ΄. χολῆς ταυρείας δραχ. ε΄. χολῆς ἀρκείας ἴσον, χαμαιπίτυος δραχ. γ΄. ψυλλίου σπέρματος δ΄. χαμαίδρυος ἶσον, σησάμου πεφρυγμένου δραχ. στ΄. συμφύτου ῥίζης δραχμὰς β΄. σκορδίου κορύμβων δραχμὴν α΄. ὀβολοὺς δ΄. σταφίδος ἀγρίας δραχμὰς ε΄. στύρακος δραχ. ε΄. ὀβολοὺς β΄. τριφύλλου καρποῦ δραχ. ι΄. τορδύλου σπέρματος β΄. τευκρίου φύλλων, ὅ τινές φασιν εἶναι χαμαίδρυν, δραχμὴν μίαν, ὑποκυστίδος χυλοῦ δραχμὰς β΄. S". ὑπερικοῦ καρποῦ β΄. ὑοσκυάμου σπέρματος δραχμὰς β΄. ῥοῦ Ποντικοῦ δραχ. β΄. φοῦ δραχ. η΄. ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα δραχ. ε΄. τριώβολον· κοτυληδόνος ῥίζης δραχ. α΄. ὀβολοὺς γ΄. οἴνου καὶ μέλιτος τὸ ἱκανόν. ἐγὼ οἶνον οὐ βάλλω.

  20. 2.10.1

    [Ποικίλαι τῶν πολλῶν ἀντίδοτοι πρὸς πολλὰ καὶ διάφορα πάθη.] [Ἀντίδοτος Αἰλίου Γάλλου πρὸς ἄλλα καὶ πρὸς λυσσοδήκτους.] ♃ Νάρδου Συριακῆς δραχ. δ΄. σμύρνης δραχ. η΄. κινναμώμου δραχ. ιβ΄. κασσίας μελαίνης ἴσον, κρόκου δραχ. η΄. κόστου δραχ. δ΄. δαύκου |σπέρματος ἴσον, μήου ἴσον, οἱ δὲ μίαν, πετροσελίνου δραχ. δ΄. πεπέρεως λευκοῦ κόκκους μ΄. βαλσάμου καρποῦ δραχ. δ΄. ἀκόρου, ἀσάρου ἀνὰ ἴσον, σχοίνου δραχ. η΄. οἱ δὲ οὐ βάλλουσι. μέλιτος ἑφθοῦ τὸ ἱκανὸν, πλῆθος δίδοται ἐσθίειν.

  21. 2.10.2

    [Ἄλλη ἀντίδοτος Αἰλίου Γάλλου πρὸς τὰ ἐντὸς πάθη ἐνεργής.] ♃ Κινναμώμου δραχ. στ΄. κρόκου δραχ. β΄. ὀβολοὺς γ΄. πεπέρεως λευκοῦ δραχ. δ΄. ὀβολοὺς β΄. καὶ μακροῦ δὲ δραχ. γ΄. ὀβολοὺς γ΄. ὀπίου δραχ. γ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. σμύρνης δραχ. δ΄. ὀβολοὺς β΄. ἀκόρου δραχ. γ΄. νάρδου Κελτικῆς δραχ. δ΄. στύρακος μίαν, ὀβολοὺς β΄. χαλβάνης δραχ. δ΄. καστορίου δραχ. γ΄. ὀβολοὺς β΄. κόστου δραχ. β΄. ὀβολοὺς β΄. μέλιτι φύρα, δίδοται καταπότια, τοῖς δὲ πότιμα. ἔστι δὲ πεπτικὴ καὶ ἀνώδυνος.

  22. 2.10.3

    [Ἀρωματικὴ ἀρίστη Γάλλου ποιοῦσα πρὸς πάντα.] ♃ Κινναμώμου οὐγγίας ἥμισυ, κασσίας δραχ. α΄. κρόκου δραχμῆς ἥμισυ, ἀμώμου δραχ. ε΄. μαλαβάθρου δραχ. β΄. σμύρνης δραχ. S". οἱ δὲ δραχ. α΄. σχοίνου ἄνθους α΄. κόστου οὐγγίας τὸ ἥμισυ, πεπέρεως δραχ. γ΄. μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν. ἐγὼ δὲ τοῦ κινναμώμου τὸ διπλοῦν, καὶ γίνεται καλλίων.

  23. 2.10.4

    [Ἀμβροσία Ἀρχιβίου ἱερὰ, πρὸς πάντα τὰ ἐντὸς ποιοῦσα, ᾗ χρῶμαι.] ♃ Ἀνίσου δραχ. δ΄. σελίνου σπέρματος ἶσον, σμύρνης δραχ. α΄. πάνακος δραχ. α΄. κινναμώμου δραχ. β΄. πικρολώτου σπέρματος δραχ. β΄. κασσίας δραχ. β΄. νάρδου δραχ. β΄. κρόκου δραχ. β΄. ὀβολοὺς γ΄. πεπέρεως τριώβολον, ὀπίου μήκωνος δραχ. δ΄. μέλιτος τὸ ἀρκοῦν. γίνεται πότιμα πρὸς δυσεντερικοὺς μετὰ μυρτίτου κοτύλης τετάρτης καὶ ὕδατος, πρὸς ἧπαρ μετὰ μελικράτου κοτύλης ἡμισείας, πρὸς ἀγρυπνίαν καὶ ὀφθαλμίαν καὶ πλευρῖτιν μετὰ μελικράτου, πρὸς δὲ κακοστομάχους μετὰ ῥοΐτου οἴνου κυάθους β΄. καὶ ὕδαδος ἴσον.

  24. 2.10.5

    [Ἀντίδοτος Ἀντιπάτρου θηριακὴ, καὶ πρὸς ἀσπιδοδήκτους, προδιδομένη καὶ ἐπιδιδομένη, ᾗ χρῶμαι.] ♃ Γεντιανῆς δραχ. δ΄. τριφύλλου ῥίζης δραχ. δ΄. καὶ τοῦ καρποῦ δραχ. β΄. πολίου δραχ. δ΄. ἀριστολοχίας λεπτῆς δραχ. β΄. πευκεδάνου ῥίζης ἴσον, χαλβάνης δραχ. β΄. πετροσελίνου δραχ. δ΄. πηγάνου ἀγρίου γ΄. πυρέθρου δραχ. α΄. σταφίδος ἀγρίας ἴσον, ἀκόρου δραχ. γ΄. βρυωνίας ῥίζης δραχ. β΄. πεπέρεως λευκοῦ ἴσον, καὶ μακροῦ δραχ. γ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. α΄. τριώβολον, φλόμου, ἰδαίου χαμαιπίτυος, χαμελαίας, πρασίου λεπτοῦ, κονύζης λεπτῆς, κυμίνου Αἰθιοπικοῦ, ὀποῦ μήκωνος, καστορίου, μαράθρου σπέρματος, ἀγαρικοῦ, κασσίας κιῤῥᾶς, σχοίνου ἄνθους, ῥήου ἀνὰ δραχ. β΄. δαύκου Κρητικοῦ δραχ. α΄. ὀβολοὺς γ΄. ὀποπάνακος ἶσον, σαγαπηνοῦ δραχ. β΄. ὀβολοὺς γ΄. ἀβροτόνου δραχ. α΄. ὀβολοὺς γ΄. δικτάμνου ἴσον, στύρακος ἴσον, κινναμώμου δραχ. γ. νάρδου δραχ. γ΄. σμύρνης δραχ. δ΄. λιβανωτοῦ δραχ. α΄. κρόκου δραχ. η΄. ἀνίσου δραχ. α΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. α΄. πιτυᾶς νεβροῦ δραχ. γ΄. μέλι Ἀττικόν. ταύτης λαμβάνεται καρύου Ποντικοῦ μέγεθος εἰς προφυλακήν.

  25. 2.10.6

    [Θηριακὴ Αἰλίου Γάλλου, ᾖ χρῶμαι, καλή.] ♃ Βρυωνίας ῥίζης δραχ. ιστ΄. τριφύλλου σπέρματος, ὀποπάνακος ἀνὰ δραχ. η΄. ἀριστολοχίας λεπτῆς δραχ. ιβ΄. λιβανωτίδος ῥίζης, ἴρεως Ἰλλυρικῆς, ζιγγιβέρεως, μηκωνείου ἀνὰ δραχ. η΄. πηγάνου ἀγρίου σπέρματος δραχ. ιβ΄. κυμίνου Αἰθιοπικοῦ δραχ. ιστ΄. σμύρνης, κασσίας, καστορίου, σεσέλεως, ἠρυγγίου ῥίζης, ἑρπύλλου, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. στ΄. Μηδικοῦ δραχ. ιβ΄. σαγαπηνοῦ δραχ. στ΄. κρόκου δραχ. ε΄. ἀλεύρου ὀροβίνου δραχ. κδ΄. σὺν ὕδατι ἀνάπλαττε τριωβολιαίους τροχίσκους, δίδου σὺν οἴνῳ.

  26. 2.10.7

    [Θηριακὴ ἄλλη Αἰλίου Γάλλου σφόδρα ἐνεργής.] ♃ Τριφύλλου σπέρματος δραχ. ιβ΄. ἀριστολοχίας δραχ. στ΄. ἡδυχρόου μάγματος δραχ. η΄. πενταφύλλου δραχ. δ΄. ἐχίου βοτάνης δραχ. στ΄. φιλοκράτου δραχ. ε΄. σαγαπηνοῦ δραχ. δ΄. πολίου δραχ. στ΄. καστορίου δραχ. γ΄. κρόκου δραχ. η΄. σελίνου σπέρματος, ἀνίσου, μαράθρου, πετροσελίνου, ἀνὰ δραχ. στ΄. ὀποπάνακος δραχ. δ΄. ὀποβαλσάμου δραχ. στ΄. σεσέλεως δραχ. δ΄. κυμίνου Αἰθιοπικοῦ ἢ Θηβαίου δραχ. ε΄. σμύρνης, σκορδίου, φοῦ, μήου ἀνὰ δραχ. στ΄. ἀλύσσου Κρητικοῦ σπέρματος δραχ. στ΄. ὀροβίνου ἀλεύρου δραχ. η΄. λεῖος οἶνος παραχεῖται Ἀριούσιος, ἀνάπλασσε τροχίσκους, ἀνὰ τετρώβολον, ἕνα δίδου σὺν οἴνῳ Χίῳ ἀθαλάσσῳ ἀκράτῳ, κοτύλῃ ἡμισείᾳ. Θηριακὴ πρὸς τοὺς ἐντὸς πόνους, Εὐκλείδου Παλατιανοῦ, ἣν ἐσκεύασεν, ὡς ἔλεγεν Εὐκλείδης, ἐπὶ ἀσπιδοδήκτων. ταῦτα καὶ πρὸς πλευριτικοὺς καὶ πρὸς τεταρταίους, προεμηκόσι, μέγεθος καρύου Ποντικοῦ· βήσσουσιν, ἀναφορικοῖς δι᾿ ὕδατος, θηριοδήκτοις, σὺν οἴνῳ· πλευριτικοῖς καὶ αἷμα ἀνάγουσι μεθ᾿ ὕδατος κυάθων β΄. καὶ ὄξους κυάθου ἑνός. ♃ Καστορίου δραχ. στ΄. ὀποπάνακος, σαγαπηνοῦ, σεσέλεως, κάγχρυος, χαμαίδρυος, χαμαιπίτυος πρασίου, ἀνὰ δραχ. ιστ΄. στύρακος, ἀσφάλτου Ἰουδαϊκῆς, σμύρνης, ἀνὰ δραχ. ζ΄. ὀποῦ μήκωνος δραχ. η΄. μέλιτος λίτραν α΄. πότιζε θηριοδήκτους, εἰ οἷόν τε ἠμεμηκότας, μετὰ χυλοῦ μελίης πλείονος· εἰ δὲ μὴ, μετ᾿ οἴνου δραχ. α΄. τοῦ φαρμάκου, ἢ καὶ πλέον· τεταρταϊκοῖς, καρύου μέγεθος, χρῶ.

  27. 2.10.8

    [Θηριακὴ Ζήνωνος Λαοδικέως, ὡς Μηνουκιανὸς λαβὼν ἔδωκεν.] ♃ Καρδαμώμου κεκαθαρμένου καὶ ἀφῃρημένου τῶν λοβῶν, ἑρπύλλου, σελίνου σπέρματος, βρυωνίας ῥίζης, τριφύλλου σπέρματος, ἀνίσου, πετροσελίνου, μαράθρου ῥίζης καὶ τοῦ σπέρματος, ἄμμεως, ἀριστολοχίας λεπτῆς, ὀροβίνου ἀλεύρου, ὀποπάνακος, ἴσον ἑκάστου· κόψας ἰδίᾳ μίσγε, ἀναλάμβανε οἴνῳ αὐστηρῷ, καὶ ποίει τροχίσκους τριωβολιαίους. ὅταν ξηρανθῶσιν ἐν σκιᾷ, ἐχέτωσαν τὸ τριώβολον. πότιζε ἕνα σὺν δραχμαῖς δυσὶν ὕδατος τρὶς τῆς ἡμέρας, καὶ ἅπαξ τῆς νυκτὸς ἕνα τροχίσκον. ὁτὲ δὲ πλεονάκις, καὶ μάλιστα τοὺς συνεχῶς ἀπεμοῦντας, ποτὲ καὶ διὰ μυκτήρων ἔγχει, ἐὰν μὴ δύνηται καταπίνειν, ἤδη καταφερομένοις, καὶ ἄλλως δυσχερεῖ συμπτώματι περιπεπτωκόσι. τοὺς δὲ μετὰ φλυκταινώσεως μελανουμένους τὸ δῆγμα καὶ ἄλλως ῥέοντας σάρκας ὡς ἕλκη κακοήθη ἔχοντας θεράπευε. Ἀντίδοτος πρὸς σπάσματα ποιοῦσα, καὶ ῥήγματα, αἱμοπτοϊκοὺς, σπληνικοὺς, ἡπατικοὺς, τοὺς περὶ κύστιν εἰλεώδεις, στομαχικοὺς, κοιλιακοὺς, πνευματώδεις, ἰκτερικούς. πρὸς πάντας ἀγαθὴ διδόναι μέγεθος ἐλαίας μετ᾿ οἰνομέλιτος. ♃ Κινναμώμου, κόστου, ἀνὰ δραχ. στ΄. νάρδου Συριακῆς δραχ. κ΄. κρόκου, σμύρνης, μαλαβάθρου, ἀνὰ δραχ. η΄. κασσίας δραχ. ιβ΄. πεπέρεως λευκοῦ δραχ. ι΄. λιβάνου δραχ. δ΄. σχοίνου δραχ. ιστ΄. νάρδου Ἰλλυρικῆς δραχ. ιβ΄. Λημνίας δραχ. κ΄. μήου, σεσέλεως, ἀνὰ δραχ. η΄. σελίνου σπέρματος δραχ. δ΄. στροβίλων δραχ. ιβ΄. ἐρυσίμου δραχ. στ΄. σικύου σπέρματος πεφωγμένου δραχ. στ΄. τερμινθίνης δραχ. γ΄. πετροσελίνου δραχ. δ΄. ἀμώμου γ΄. σκορδίου, πολίου, ὀποβαλσάμου, γεντιανῆς, κυμίνου Αἰθιοπικοῦ, ἀνὰ δραχ. ε΄. πηγάνου ἀγρίου σπέρματος δραχ. γ΄. ἀνίσου, τραγακάνθης, ἀνὰ δραχ. η΄. φοῦ, στοιχάδος, κνεώρου, ἀνὰ δραχ. β΄. τὸ ἐρύσιμον δι᾿ ὀθονίου ἐν ὕδατι ἕψησον, ὥστε τὸ φάρμακον ἀναλαβεῖν, μίξον πᾶσι λείοις, εἶτα ἐπέμβαλε τὴν τραγάκανθαν ὕδατι βεβρεγμένην, δίδου ἡλίκον κύαμον Αἰγύπτιον, μετὰ κυάθων δύο δι᾿ ὕδατος, ἀπυρέτοις δι᾿ οἰνομέλιτος. Ἀντίδοτος Μιθριδάτειος, ὡς Ξενοκράτης παρὰ Νικοστράτῳ, πρὸς πάντα θανάσιμα, καὶ πρὸς θηριοδήκτους, δυσπεψίας, πνευματώσεις, στομαχικοὺς, κοιλιακοὺς, ἡπατικοὺς, σπληνικοὺς, ἰσχιαδικοὺς, νεφριτικοὺς, πλευριτικοὺς, περιπνευμονικούς. ♃ Ὑποκιστίδος χυλοῦ δραχ. στ΄. σκορδίου δραχ. ε΄. καστορίου δραχ. δ΄. πετροσελίνου δραχ. ε΄. σεσέλεως δραχ. α΄. λιβάνου δραχ. στ΄. πολίου δραχ. β΄. δαύκου Κρητικοῦ δραχ. ι΄. πεπέρεως λευκοῦ δραχ. α΄. ὀβολοὺς γ΄. καὶ μακροῦ δραχ. α΄. κόστου δραχ. δ΄. τριώβολον, κινναμώ μου β΄. κρόκου δραχ. ε΄. ὀβολοὺς γ΄. κασσίας μελαίνης δραχ. δ΄. νάρδου δραχ. η΄. σμύρνης δραχ. η΄. σχοίνου δραχ. δ΄. ἀμώμου δραχ. β΄. χαλβάνης δραχ. β΄. τερμινθίνης δραχ. α΄. ὀβολοὺς γ΄. ὀποῦ μήκωνος δραχ. κ΄. μέλιτι Ἀττικῷ δίδου, ὡς τὰς λοιπάς. Ἀντίδοτος τυραννὶς καλουμένη, ὡς Νεῖλος Ἀντιπάτρου, ποιοῦσα πρὸς λιθιῶντας, καὶ τοὺς πνιγομένους. ἐκβάλλει καὶ τὰ ἐγκατεχόμενα δεύτερα καὶ ἔμβρυα. ἐπιληπτικοῖς, ποδαγρικοῖς, ἀρθριτικοῖς, ἰσχιαδικοῖς, ἄγουσα παχέα οὖρα πλεῖστα. πότιζε κυάθου μέγεθος οἰνομέλιτι καὶ πρὸς τὰ θανάσιμα, θηριοδήκτοις οἴνῳ, ἐπιληπτικοῖς πυρέσσουσι, σὺν ὑδρομέλιτι. ♃ Σκίγκου δραχ. η΄. σμύρνης δραχ. κη΄. Λημνίας μίλτου δραχ. δ΄. νάρδου δραχ. η΄. σχοίνου δραχ. δ΄. κινναμώμου δραχ. κδ΄. ῥίζης γλυκείας δραχ. κη΄. σμύρνης δραχ. κ΄. ἠρυγγίου δραχ. κδ΄. ἀμώμου δραχ. ιβ΄. καρδαμώμου δραχ. η΄. κρόκου δραχ. η΄. κεδρίδων μελαινῶν δραχ. ιβ΄. μελιλώτου δραχ. ιβ΄. ὑακινθίνου σπέρματος δραχ. δ΄. πεπέρεως μακροῦ δραχ. δ΄. καὶ λευκοῦ κόκκους πε΄. σφονδυλίου δραχ. ιβ΄. στοιχάδος δραχ. ε΄. πυρέθρου δραχ. στ΄. μαλάχης ἀγρίας σπέρματος δραχ. ιβ΄. λευκοΐου σπέρματος δραχ. γ΄. ὀποβαλσάμου δραχμὰς στ΄. κόστου δραχ. η΄. ὀβολὸν ἕνα, ἄμμεως δραχμὰς ιβ΄. κοτυληδόνος ῥίζης δραχμὰς ιδ΄. δαύκου σπέρματος δραχ. ιβ΄. καρποβαλσάμου δραχ. δ΄. ξυλοβαλσάμου δραχμὰς δ΄. κασσίας δραχ. η΄. κυμίνου Αἰθιοπικοῦ δραχ. δ΄. ὠκίμου σπέρματος δραχ. η΄. ἀκόρου δραχ. η΄. οἰνάνθης δραχ. η΄. σελίνου σπέρματος ιβ΄. σαγαπηνοῦ δραχ. η΄. καππάρεως ῥίζης δραχ. δ΄. γεντιανῆς δραχ. ιδ΄. περικλυμένου ῥίζης δραχ. η΄. λιβάνου δραχ. η΄. στύρακος δραχ. α΄. κέγχρου ἀγρίας δραχ. κδ΄. σμυρνίου ῥίζης δραχ. δ΄. σισάρου σπέρματος δραχ. η΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιστ΄. σεσέλεως δραχ. δ΄. κάγχρυος δραχ. δ΄. οἱ δὲ δραχ. α΄. Ἰλλυρίδος δραχ. δ΄. ἀνίσου δραχ. δ΄. χαμαιπίτυος δραχ. ιε΄. χαμαίδρυος ἴσον, σμυρνίου σπέρματος δραχ. η΄. ζιγγιβέρεως δραχ. ιδ΄. κενταυρίου λεπτοῦ δραχ. η΄. σταφυλίνου σπέρματος, μήου ἀνὰ δραχ. η΄. καλάμου ῥίζης δραχ. δ΄. μύρου καλοῦ κοτύλην α΄. μέλιτος Ἀττικοῦ τὸ ἱκανόν.

  28. 2.10.9

    [Πρὸς τεταρταίους, ὡς Ἅρπαλος.] ♃ Σμύρνης δραχ. δ΄. πεπέρεως μακροῦ ἢ λευκοῦ δραχ. β΄. μηκωνείου δραχ. β΄. καστορίου ὀβολοὺς γ΄. S". καρδαμώμου δραχ. δ΄. σαγαπηνοῦ δραχ. β΄. λεῖα σὺν ὕδατι ἀνάπλασσε τροχίσκους, ἀνὰ ὀβολοὺς β΄. τοῖς περιοδικοῖς σὺν οἴνου κυάθοις β΄. ἀδριανοῦ, ἢ ἀμιναίου, καὶ ὕδατος πηγαίου ἀφηψημένου κυάθοις δ΄. πυρέσσουσιν σὺν ὑδρομέλιτι. ποιεῖ δὲ καὶ πρὸς τὰς λοιπὰς περιόδους. ἐπεὶ δὲ καὶ πρὸς τοὺς δηχθέντας ἢ νυχθέντας ὑπό τινος τῶν ἰοβόλων ζώων, ἅμα τοῖς προγεγραμμένοις φαρμάκοις, ἐπέγραψαν οἱ περὶ τὸν Ἀσκληπιάδην τε καὶ Δαμοκράτην, διὰ τοῦτο κᾀμοὶ βέλτιον ἔδοξεν εἶναι κατὰ τὸ προκείμενον τοῦτο βιβλίον ἐφεξῆς αὐτὰ προσθεῖναι, καὶ πρῶτά γε τὰ τοῦ Ἀσκληπιάδου.

  29. 2.11.1

    [Τὰ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένα κατὰ τὸ ε΄. τῶν Ἄσωνος, πρὸς τὰς ἐκ τῶν ἰοβόλων βλάβας.]

  30. 2.11.2

    [Πόμα λυσσοδήκτοις προφυλακτικὸν σφόδρα γενναῖον.] ♃ Λυκίου Ἰνδικοῦ ὡς καλλίστου δίδου ὀβολοὺς γ΄. μεθ᾿ ὕδατος, καὶ ἱερᾶς βοτάνης μικρόν τι παραπλέκων, δίδου ἐφ᾿ ἡμέρας ἱκανάς. δίδου δὲ καὶ χωρὶς ὕδατος εἰς ὠὸν ῥοφητὸν βαλὼν τὸ λύκιον.

  31. 2.11.3

    [Ἄλλη.] ♃ Καστορίου δραχ. α΄. ῥοδίνου λευκοῦ κύαθον, δίδου πίνειν δεύτερον τῆς ἡμέρας καὶ διαλείπων, κενοῦ ἀψινθίου ἀφεψήματι ἁλῶν ἐπεμβεβλημένων τοσούτων, ὥστε τὸ ἐνειμένον σφοδρότερον εἶναι. Ἀντωνίνου Κώου. Ἄλυσσον βοτάνην κόψας καὶ σήσας, ἀπόθου, ἐν τῇ χρήσει δίδου κοχλιάριον λυσσοδήκτοις, μεθ᾿ ὕδατος καὶ ὑδρομέλιτος κυάθων γ΄. ἀπὸ α΄. ἡμέρας, καλὸν μὲν εἰ ἐπὶ ἡμέρας μ΄. εἰ δὲ μή γε, ἐπὶ τὰς πρώτας ἡμέρας ζ΄. ἄλυσσος δέ ἐστι βοτάνη τῷ πρασίῳ παρεμφέρουσα, τραχυτέρα δὲ, καὶ μᾶλλον ἀκανθώδης περὶ τὰ σφαιρία, ἄνθος δὲ φέρει κυανίζον. ταύτην χρὴ συλλέγειν ἐν τοῖς ὑπὸ κύνα καύμασι, καὶ ξηράναντος κόπτειν, καὶ σήθειν, καὶ φυλάττειν ἀδιάπνευστον. Ἄλλη ἔνδοξος πάνυ. ♃ Μιθρέου καρκίνων ποταμίων ἐπὶ κλημάτων λευκῆς ἀμπέλου κεκαυμένων καὶ τετριμμένων μύστρα ι΄. ῥίζης γεντιανῆς μύστρα γ΄. τερμινθίνης μύστρα β΄. δίδου δηχθεῖσιν εὐθέως μετ᾿ οἴνου ἀκράτου παλαιοῦ κυάθων γ΄. ἢ ὀλίγῳ πλέονος, ἢ ἐλάττονος. δεῖ γὰρ παραμετρεῖν ταῖς ἡλικίαις καὶ τὴν δύναμιν τῶν δηχθέντων· δίδου ἐπὶ ἡμέρας γ΄. τοῖς δὲ ὕστερον τῆς α΄. ἡμέρας, ἢ τῆς β΄. ἢ καὶ τῆς γ΄. μέλλουσι λαμβάνειν τὸ φάρμακον, ἐπιμηχανητέον, ὥστε τὸ ἅπαξ διδόμενον τῆς ἡμέρας, τοῦτο τριπλοῦν, καὶ διπλοῦν τοῦ φαρμάκου διδόναι, ὁ γὰρ οἶνος αὐτάρκης. ἐκπληρώσαντα δὲ τὸ ἐλλεῖπον τῶν ἡμερῶν, διδόναι καρκίνων ποταμίων μύστρον ἓν, καὶ γεντιανῆς μύστρα β΄. ἐπ᾿ ἄλλας ἡμέρας γ΄. μετ᾿ οἴνου κυάθων γ΄. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον. τοῖς μὲν εὐθέως δηχθεῖσι διδόναι καρκίνων μύστρον, καὶ γεντιανῆς μύστρα β΄. καὶ οἴνου ἀκράτου κυάθους γ΄. καθ᾿ ἑκάστην ἐπὶ ἡμέρας στ΄. εἰ δέ τις ἀφυστερήσει τῆς θεραπείας, εἰ μὲν δευτεραῖος εἴη, λαμβάνειν τοῦ φαρμάκου τὸ διπλοῦν, ὁ γὰρ οἶνος αὐτάρκης. εἰ δὲ τριταῖος, λαμβανέτω τριπλοῦν. μετὰ δὲ ταῦτα τρὶς ἐπ᾿ ἄλλας ἡμέρας λαμβανέτω, ὅπερ ἔθος ἔχει, καθ᾿ ἑκάστην ἡμέραν λαμβάνειν. τὸ φάρμακον ποθὲν, ἱκανὴν ἀσφάλειαν ποιεῖ, ὥστε μὴ περιπεσεῖν τῷ ὑδροφόβῳ.

  32. 2.11.4

    [Κρατίππου ἀνδρὸς, καὶ ἐπισήμου καὶ κυνοτρόφου.] ♃ Καρκίνων δραχ. κ΄. σμύρνης δραχ. β΄. κρόκου δραχ. α΄. S". γεντιανῆς δραχ. α΄. πεπέρεως λευκοῦ κόκκους ι΄. οἴνου ὅσον ἐξαρκεῖ εἰς ἀνάληψιν. ἡ δόσις δραχ. α΄. μετ᾿ οἴνου κυάθων γ΄. κεκραμένου.

  33. 2.11.5

    [Ἄλλη, ᾗ ἐχρήσατο Ἥρας ὁ Καππαδόκης.] ♃ Σκορδίου δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. β΄. S". ὀπίου δραχ. γ΄. ὀποῦ Κυρηναϊκοῦ δραχ. γ΄. S". κάγχρυος δραχ. δ΄. γεντιανῆς, πηγάνου ἀγρίου σπέρματος, μίλτου Λημνίας, ἀνὰ δραχ. ε΄. σμύρνης δραχ. ζ΄. ὀποβαλσάμου δραχ. η΄. σκεύαζε οἴνῳ, καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, ὕστερον ἐπιβαλὼν τὸ ὀποβάλσαμον, καὶ δίδου εὐτονωτέροις κυάμου Αἰγυπτίου τὸ διπλοῦν, καὶ ὕδατος θερμοῦ κυάθους γ΄.

  34. 2.11.6

    [Ἄλλη Αἰλίου Γάλλου, ὡς Βελχιόνιος ἔφη παρὰ Καίσαρος εἰληφέναι.] ♃ Πολίου, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. γ΄ S". κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ δραχ. δ΄. γεντιανῆς, μίλτου Λημνίας, ἀνὰ δραχ. ε΄. σμύρνης δραχ. στ΄. ἢ ζ΄. ὀποβαλσάμου δραχ. η΄. σκορδίου, πεπέρεως, ἀνὰ δραχ. ιβ΄. μέλιτι ἀναλάμβανε.

  35. 2.11.7

    [Ζήνωνος Λαοδικέως λυσσοδήκτοις. ἔστι δὲ καὶ θηριακὴ ἀγαθή.] ♃ Πετροσελίνου σπέρματος, ἄμμεως, ἀνίσου, ἑρπύλλου, βρυωνίας ῥίζης, μαράθρου σπέρματος, ὀροβίνου ἀλεύρου, ἀριστολοχίας μακρᾶς, τριφύλλου σπέρματος, ὀποπάνακος, καρδαμώμου τῶν λοβῶν χωρὶς τῆς ἐντεριώνης, ἀνὰ δραχ. δ΄. τὸν ὀποπάνακα οἴνῳ διαλύσας, ἔχε ἐν ἑτοίμῳ· τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, φυράσας καὶ τῷ ὀποπάνακι μίξας, ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου λυσσοδήκτοις δραχ. α΄. μετ᾿ οἴνου ἀκράτου κυάθων γ΄. ἐπὶ ἡμέρας γ΄. τοῖς δὲ ἤδη κατισχομένοις δίδου μετὰ ὕδατος ψυχροῦ. τὸ φάρμακον εἰς Διόνυσον ἀναφέρεται τὸν Μιλήσιον.

  36. 2.11.8

    [Κλαυδίου Ἀπολλωνίου φάρμακον ἐπιτετευγμένον λυσσοδήκτοις. ἔστι καὶ θηριακή.] ♃ Τριφύλλου σπέρματος, μαράθρου ῥίζης, ἀνὰ δραχ. στ΄. σκίλλης τῶν φύλλων ξηρῶν, ἀριστολοχίας μακρᾶς, ἀνὰ δραχ. ε΄. σκίγκου, ἑρπύλλου κλάδων, ἀνὰ δραχ. δ΄. καρδαμώμου κεκαθαρμένου, γλυκυῤῥίζης, ἀνὰ δραχ. γ΄. ἄμμεως, πηγάνου ῥίζης, ἀνὰ δραχ. β΄. ὀποπάνακος, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. α΄. οἴνου Φαλερίνου ξέστας γ΄. καὶ καρκίνων θαλασσίων κεκαυμένων λίτρας γ΄. εἰς τὸν οἶνον ἔα βρέχεσθαι, καὶ ὅταν συμπίωσι, λεάνας ἐπιμελῶς, ἔχε ἐν ἑτοίμῳ. τὰ δὲ ξηρὰ κόψας, καὶ σήσας λεπτῷ κοσκίνῳ, μίξας τοῖς καρκίνοις, ἀνάπλασσε τροχίσκους, καὶ δίδου τριώβολον μετ᾿ οἴνου ἀκράτου κυάθου α΄ S". ἐπὶ ἡμέρας γ΄. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. συναπτέον δὴ τούτοις καὶ τὰς τῶν ἔξωθεν ἐπιτιθεμένας σκευασίας.

  37. 2.11.9

    [Μενίππου πρὸς λυσσοδήκτους, ᾗ ἐχρήσατο Πέλοψ.] ♃ Πίσσης Βρυττίας λίτραν α΄. ὀποπάνακος γο δ΄. ὄξους ξέστην ἕνα. διάλυε τὸν ὀποπάνακα καὶ ὄξους κυάθοις δ΄. καὶ τὸ λειπόμενον ὑγρὸν μετὰ τῆς πίσσης ἕψε, καὶ ὅταν ἀναλωθῇ ἐπίβαλλε τὸν ὀποπάνακα, καὶ τήρει μὴ ἀναζέσῃ· καὶ ὅταν εὖ ἔχῃ, ἐμπλάσας ποίει σπλήνια εὐμεγέθη, καὶ κατὰ τοῦ δήγματος ἐπιτίθει. δεῖ δὲ τὸ ἕλκος παραφυλάττειν ἐπὶ ἡμέρας μ΄.

  38. 2.11.10

    [Μενελάου λυσσοδήκτοις, ποιεῖ καὶ πρὸς αἰγίλωπας καὶ παντὸς ἑρπετοῦ πληγήν.] ♃ Νίτρου ἐρυθροῦ δραχ. β΄. τρυγὸς οἴνου κεκαυμένης δραχ. ζ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ζ΄. στέατος αἰγείου λίτραν α΄. ἐλαίου λίτραν α΄ S". κηροῦ λίτρας β΄. ὕδατος ξέστην ἕνα. τρῖβε ἀμμωνιακὸν μεθ᾿ ὕδατος, ὥστε γλοιοῦ σχεῖν τὸ πάθος· τὸ δ᾿ ὑπολειπόμενον τοῦ ὕδατος ἕψε μετὰ νίτρου καὶ τῆς τρυγός. καὶ ὅταν συστῇ, ἐπίβαλλε τὰ τηκτά. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἐπίβαλλε ἀμμωνιακὸν, καὶ ἑκάτερα εἰς θυείαν, καὶ καταμαλάξας ἐπιμελῶς ἀνελόμενος χρῷ. Λευκὴ Βαφούλλου, ἢ Ἥρα πρὸς λυσσοδήκτους ἔξωθεν ἐπιτιθεμένη, δίδοται καὶ καταπότιον ἐξ αὐτῆς καρύου Ποντικοῦ τὸ μέγεθός, καὶ καταπίνεται ἐπὶ ἡμέρας μ΄. καὶ μάλιστα τοῖς κεκρατημένοις, ῥύεται γὰρ τοῦ κινδύνου. ἐπιτίθεται δὲ τῷ τραύματι, καὶ παρὰ μίαν ἡ λύσις γίνεται, καὶ διὰ τοῦτο δεῖ λύειν παρὰ μίαν, καὶ ἀποσπογγίζειν τὴν ἀπὸ τοῦ ἕλκους μελανίαν, καὶ τοῦτο ποιεῖν, ἄχρις οὗ λευκὸν παραμείνῃ τὸ φάρμακον. ἔχει δὲ οὕτως. ♃ Κηροῦ Ποντικοῦ λίτρας β΄. λιθαργύρου, ψιμυθίου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ ξέστην ἕνα, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ δραχ. β΄. λιβάνου ἄῤῥενος δραχ. α΄. ἕψε τὴν λιθάργυρον ἐλαίῳ, καὶ ὅταν μεταβάλλῃ, κατάπασσε τὸ ψιμύθιον, καὶ ἐπίβαλλε κηρόν· καὶ ὅταν ἀμόλυντος γένηται, ὑφελὼν τὸ πῦρ, ἀποδίδου τὸν μυελὸν, ἐπιπάσσων σμύρναν, καὶ λιβανωτὸν, καὶ μαλάσσων χρῶ. ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει. ♃ Κηροῦ λίτρας β΄. ψιμυθίου, λιθαργύρου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ ξέστην ἕνα, σμύρνης, λιβανωτοῦ, μυελοῦ ἐλαφείου, ἀνὰ δραχ. α΄. ἐλαίου παλαιοῦ κοτύλην α΄.

  39. 2.11.11

    [Ἐν ἄλλαις οὕτως ἔχει.] ♃ Κηροῦ Ποντικοῦ λίτραν α΄. ψιμυθίου, λιθαργύρου, ἀνὰ δραχ. γ΄. λιβάνου, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ γο S". δραχ. α΄. ἐλαίου παλαιοῦ δραχ. δ΄.

  40. 2.11.12

    [Βασιλικὴ πρὸς λυσσοδήκτους, φάρμακον ἐπιτετευγμένον, ὃ κωλύει περιπεσεῖν τῷ λεγομένῳ ὑδροφόβῳ. ταύτην Σεβαστὴ ἔσχε συγκειμένην ἀεί.] ♃ Ἁλὸς ἀμμωνιακοῦ, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ δραχ. β΄. ἐὰν δὲ μὴ παρῇ Κυρηναϊκὸς, τοῦ Συριακοῦ τὸ διπλοῦν. πιτυᾶς βάλλε λαγωοῦ δραχ. δ΄. ἴρεως Ἰλλυρικῆς, καστορίου Κοντικοῦ, ἀνὰ δραχ. ε΄. σύκων ὀλύνθων ὀποῦ πεπηγότος ξηροῦ, τὸ ἴσον. εἰ δὲ μὴ, ὑγροῦ τὸ διπλοῦν· στέατος ὑαίνης δραχ. η΄. ῥητίνης τερμινθίνης δραχ. θ΄. κυνὸς μελαίνης, ὑαίνης, ἀνὰ δραχ. ια΄. κηροῦ Ποντικοῦ δραχ. λστ΄. ἐλαίου παλαιοῦ κυάθους δύο, ὄξους σκιλλητικοῦ κυάθους γ΄. τὰ ξηρὰ τρῖβε μετ᾿ ὄξους, τὰ δὲ τηκτὰ τήκεται, εἶτα ἐπιβάλλεται τοῖς τετριμμένοις, καὶ εἰς χρῆσιν ἐπιτήδειον γίνεται.

  41. 2.12.1

    [Τὰ τῶν ἐντός τε καὶ τῶν ἐκτὸς πρὸς σκορπιοδήκτους φάρμακα.] [Πρὸς δὲ τὰς τῶν σκορπίων πληγὰς χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. σκορπιοδήκτοις καὶ πρὸς φαλαγγίων δήγματα ἐχρήσατο Διόφαντος.] ♃ Ἀριστολοχίας δραχ. δ΄. πεπέρεως δραχ. β΄. ὀπίου δραχ. α΄. πυρέθρου δραχ. δ΄. ἀνάπλαττε τροχίσκους κυάμου Αἰγυπτίου τὸ μέγεθος, καὶ δίδου καταπίνειν β΄. καὶ οἴνου ἀκράτου κυάθους β΄.

  42. 2.12.2

    [Ἄλλο πρὸς σκορπίους καὶ τὰ δηκτά.] ♃ Ἀριστολοχίας, ζιγγιβέρεως, ἀνὰ δραχ. η΄. καλαμίνθης, πηγάνου ἀγρίου καρποῦ, ἀνὰ τριώβολον, πεπέρεως διώβολον. φύρα αἵματι χελώνης, καὶ ἀνάπλασσε τροχίσκους τριωβολιαίους, καὶ δίδου μετ᾿ οἴνου ἀκράτου.

  43. 2.12.3

    [Ἄλλο.] ♃ Κυμίνου Αἰθιοπικοῦ, θείου ἀπύρου, πεπέρεως λευκοῦ, ἀνὰ δραχ. β΄. καστορίου, σιλφίου, τριφύλλου, ἀνὰ δραχ. α΄. οἴνῳ ἀνάπλασσε καὶ δίδου μετ᾿ οἴνου ἀκράτου.

  44. 2.12.4

    [Πρὸς τοὺς ἐπικινδύνως πεπληγμένους ὑπὸ σκορπίων, ἢ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ.] ♃ Πηγάνου ἀγρίου καρποῦ, εὐζώμου καρποῦ, πυρέθρου, στύρακος, θείου ἀπύρου, ἀνὰ δραχ. στ΄. καστορίου δραχ. β΄. ἀνάπλασσε αἵματι χελώνης, καὶ δίδου τετρώβολον μετ᾿ οἴνου ἀκράτου, ἢ ὄξους ἡμικοτυλίου.

  45. 2.12.5

    [Ἀνώδυνον φάρμακον ἐπιτετευγμένον πρὸς σκορπίων καὶ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ποιεῖ καὶ ταῖς δυστοκούσαις. ἐπιγράφεται δὲ Καλλίστη.] ♃ Σμύρνης, καστορίου, στύρακος, ἀνὰ δραχ. α΄. ὀπίου δραχ. β΄. χαλβάνης δραχ. γ΄. σελίνου σπέρματος ὀξύβαφον, ἀνίσου τὸ ἴσον, πεπέρεως κόκκους λ΄. ἀνάπλαττε δι᾿ οἴνου, καὶ δίδου δραχ. α΄. μετ᾿ οἴνου κοτύλης μιᾶς. τὸ φάρμακον ἄγαν ἐστὶ καλόν.

  46. 2.12.6

    [Ἀβασκάντου ἰατρεύοντος ἐν Λουγδούνῳ.] ♃ Πεπέρεως λευκοῦ, κόκκους κ΄. καστορίου, ὀπίου, κρόκου, σμύρνης, ἴρεως Ἰλλυρικῆς, σταφίδος ἀγρίας, χαμαίδρυος, βρυωνίας ῥίζης, πυρέθρου, ἑκάστου τὸ ἴσον, οἴνῳ ἀνάπλαττε, καὶ δίδου δραχ. α΄. μετ᾿ οἴνου ἀκράτου κυάθους γ΄. Ἀντίδοτος σκορπιακὴ, καὶ ἀδιάπτωτος, μετὰ σπουδῆς ἡμῖν δοθεῖσα, ὑπό τινος τῶν τὴν Λιβύην οἰκούντων ταύτῃ χρωμένου· ἀπήλλαττε παντὸς κινδύνου τοὺς σκορπιοδήκτους. ἔστι δὲ προφυλακτικὴ ἀγαθή. πίνεται δὲ ὑπὸ τῶν μηδέπω πεπληγότων πρὸς ἀσφάλειαν τῶν ἐσομένων. ♃ Θείου ἀπύρου, θείου ὀρυκτοῦ, ἀνὰ λίτρας β΄. πεπέρεως λευκοῦ δραχ. δ΄. ὀποπάνακος, βράθυος, λιβάνου ἄῤῥενος ἀνὰ δραχ. γ΄. ἀριστολοχίας στρογγύλης, πευκεδάνου, σμύρνης, κενταυρίου, ἑρπύλλου, χαμαίδρυος, χαμαιπίτυος, σκορπιακῆς βοτάνης, ἀναγαλλίδος, ἀσφάλτου ἀνὰ δραχ. β΄. γέγραπται δὲ ἐν τῇ γραφῇ, καὶ Ῥωμαϊστὶ ἑρβανικάτου κέστρου δραχ. β΄. τουτέστι βετονικῆς, μυελοῦ ἐλαφείου, κροκοδείλου χερσαίου τῆς σαρκὸς, ἢ τοῦ λεγομένου σκίγκου, ἀνὰ δραχ. α΄. ἕκαστον δὲ τῶν εἰρημένων κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, εἶθ᾿ ὁμοῦ μίγνυται καὶ ἀδιάπνευστον φυλάττεται. ἐν δὲ τῇ χρήσει δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κυάθους β΄. προφυλακτικῆς δὲ χάριν ἐπ᾿ ἐνιαυτὸν πινέτωσαν, ὥστε ἀκινδύνως διάγειν τοὺς παθησομένους. δεῖ δὲ τοὺς ἀρχῇ πίνοντας τοῦτο τὸ φάρμακον ἕνεκεν προφυλακῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μήτε λούσασθαι μήτε συνουσιάζειν.

  47. 2.12.7

    [Παρὰ Ζωΐλου, ᾖ ἐχρήσατο Ἐπαφρόδιτος ὁ Καρχηδόνιος. ἄπονον ποιεῖ παραχρῆμα, ἔστι δὲ καὶ προφυλακτικὴ ἀγαθὴ, ἐνιαυτὸν πινομένη.] ♃ Θείου ἀπύρου λίτρας δ΄. λιβάνου λίτραν α΄. βράθυος, στοιχάδος, ἀριστολοχίας ἀνὰ δραχ. στ΄. σμύρνης δραχ. ε΄. μυελοῦ ἐλα φείου, ὀποπάνακος ἀνὰ δραχ. δ΄. δικτάμνου Κρητικοῦ δραχ. γ΄. ἀσφάλτου, ἑρπύλλου, σκορδίου, ῥοῦ, τριφύλλου, κενταυρίου, χαμαίδρυος, πεπέρεως λευκοῦ, ἀβροτόνου, κέστρου, πολίου, πιτυῶν ἐριφείων, ἀναγαλλίδος ἀνὰ δραχ. β΄. κροκοδείλου χερσαίου δραχ. ι΄. σκεύαζε καθάπερ εἴρηται, καὶ δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κύαθον. ποιεῖ δὲ καὶ πρὸς φυλακὴν, ἐνιαυτοῦ ἅπαξ δοθεῖσα.

  48. 2.12.8

    [Ἐπίθεμα σκορπιοπλήκτων.] ♃ Δάφνης φύλλα ἑψήσας μετ᾿ οἴνου, καὶ τρίψας ἐπιτίθει, ἢ κρίνων τὰς ῥίζας τρίψας μετ᾿ ὄξους, ἐπιτίθει.

  49. 2.12.9

    [Ἄλλο.] ♃ Ἀριστολοχίας ἐν οἴνῳ ἡψημένης, καὶ πηγάνου ἀκρεμόνων, καὶ νίτρου τὸ ἴσον τρίψας μετ᾿ οἴνου, ἐπιτίθει.

  50. 2.12.10

    [Ἄλλο.] ♃ Καρκίνων ποταμίων, κάγχρυος, σταφίδος ἀγρίας, πηγάνου τὸ ἴσον μετ᾿ οἴνου, ἐπιτίθει.

  51. 2.12.11

    [Ἄλλο] ♃ Χαμαιμήλων, καὶ μελανθίου, καὶ νίτρου ἐρυθροῦ τὸ ἴσον, τρίψας μετ᾿ ὄξους, ἐπιτίθει.

  52. 2.12.12

    [Ἀραβᾶ Θηβαίου, ἐπιτετευγμένον φάρμακον, πρὸς σκορπίου πληγάς.] ♃ Χαλβάνης, τερμινθίνης ἀνὰ δραχ. β΄. σταφίδος ἀγρίας, πυρέθρου, θείου ἀπύρου, ἀπύρου, ἀνὰ δραχ. α΄. σμύρνης, πεπέρεως, ἀνὰ δραχ. α΄ S". πίσσης ὑγρᾶς τὸ αὔταρκες.

  53. 2.13.1

    [Διάφορα πρὸς τὰ τῶν φαλαγγίων δήγματα φάρμακα.] [Πρὸς φαλαγγίων δήγματα Χαρίτωνος ὀχλαγωγοῦ.] ♃ Σπονδυλίου καρποῦ, καλαμινθίνης τὸ ἴσον, τρίψας ὁμοῦ, δίδου ὅσον δραχ. α΄. μετ᾿ οἴνου κυάθων β΄. πλεονάκις τῆς ἡμέρας. ταύτῃ Χαρίτων χρώμενος περιήκει τὰς πανηγύρεις, ἀρήγειν βουλόμενος τοῖς δακνομένοις.

  54. 2.13.2

    [Ἄλλο. Σιμμία τοῦ Μηδίου.] ♃ Ὀποῦ Κυρηναϊκοῦ, δαύκου Κρητικοῦ σπέρματος, ἡδυόσμου ξηροῦ, νάρδου Ἰνδικῆς, ἑκάστου τὸ ἴσον, ἀνάπλασσε δι᾿ ὄξους, καὶ δίδου δραχ. α΄. μετ᾿ ὄξους κυάθων δ΄. καὶ πιόντα εἰς θερμὸν ὕδωρ κάθιε.

  55. 2.13.3

    [Ἀνδρέου, πρὸς φαλαγγιοδήκτους.] ♃ Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀπίου, βρυωνίας, χαλβάνης ἴσον ἑκάστου, ἀνάπλασσε μετ᾿ οἴνου εὐώδους, καὶ διδοὺς δραχ. α΄. μετὰ γλυκέος κοτύλης μιᾶς.

  56. 2.13.4

    [Ἄλλο, σφόδρα γενναῖον.] ♃ Κάγχρυος, πηγάνου ἀγρίου καρποῦ, πεπέρεως λευκοῦ, ἀσταφίδος ἀγρίας, σμύρνης, ἑκάστου δραχ. α΄. κυπρίου ῥίζης δραχ. β΄. ἀνάπλαττε μετ᾿ οἴνου εὐώδους κυάθων δ΄. καὶ μέλιτος κύαθον α΄.

  57. 2.13.5

    [Πρὸς φαλάγγια, καὶ σκορπίους, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ὡς ἐχρήσατο Διόφαντος.] ♃ Καστορίου, πεπέρεως λευκοῦ, σμύρνης, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, οἴνῳ διαλύσας ἀνάπλαττε τροχίσκους καὶ διδοὺς τριώβολον μετ᾿ οἴνου ἀκράτου κυάθων γ΄. ὡς Διόφαντος.

  58. 2.13.6

    [Ἄλλη.] ♃ Μανδραγόρου φλοιοῦ ῥίζης, πεπέρεως λευκοῦ, καστορίου, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, σκεύαζε, καὶ δίδου καθὰ προείρηται. Ἄλλη ἐκ τῶν Ἀπολλοδώρου, ἣν καὶ ὁ Ταραντῖνος ἐν τῷ πρὸς Ἀστυδάμαντα ἀναγράφει, πρὸς παντὸς θηρίου πληγὴν, καὶ τὰ σφοδρότατα τῶν ἀλγημάτων, καὶ πνίγας ὑστερικάς. ♃ Κωνείου χυλοῦ, ὑοσκυάμου, ἀνὰ δραχ. δ΄. καστορίου, πεπέρεως λευκοῦ, κόστου, σμύρνης, ὀπίου, ἀνὰ δραχ. α΄. ταῦτα λεάνας καὶ ἐπιβαλὼν κυάθους β΄. γλυκέος, τρῖβε ἡλιάζων, ἕως συστραφῇ, καὶ ἀνάπλαττε τροχίσκους κυάμου Ἑλληνικοῦ τὸ μέγεθος, καὶ δίδου μετ᾿ οἴνου κυάθων β΄.

  59. 2.13.7

    [Ἄλλη Ἡρακλείδου Ταραντίνου πρὸς φαλάγγια, καὶ παντὸς ἑρπετοῦ πληγὰς, τὸ δ᾿ αὐτὸ πινόμενον βοηθεῖ.] ♃ Κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, πεπέρεως λευκοῦ, σμύρνης, κόκκου κνιδίου, κόστου, πυρέθρου, ἀσταφίδος ἀγρίας, ἑκάστου τὸ ἴσον, κυπέρου διπλοῦν, ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπιτίθει.

  60. 2.13.8

    [Ἄλλη πρὸς φαλάγγια, καὶ παντὸς ἰοβόλου ἑρπετοῦ πληγήν.] ♃ Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀποῦ Λιβυκοῦ, ἀνὰ δραχ. δ΄. βρυωνίας ῥίζης, χαλβάνης ἴσον, ὄξει διαλύσας, καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον σφόδρα βοηθεῖ. ἐπίθεμα πρὸς φαλαγγίων πληγὰς καὶ παντὸς ἑρπετοῦ. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον βοηθεῖ. τούτῳ Σιμμίας ὁ ὀχλαγωγὸς ἐχρήσατο. ♃ Θείου ἀπύρου, χαλβάνης ἀνὰ δραχ. δ΄. ὀποῦ Λιβυκοῦ, καρύων Ποντικῶν κεκαθαρμένων, ἀνὰ δραχ. β΄. οἴνῳ διαλύσας καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει.

  61. 2.13.9

    [Ἄλλη.] ♃ Πηγάνου ἀγρίου σπέρματος, ἀγρίας ἀσταφίδος, εὐζώμου σπέρματος, κάγ χρυος, ἄγνου καρποῦ, κυπαρίσσου τῶν σφαιρίων, ἀνὰ ὀξύβαφον. ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπίθες. τὸ δ᾿ αὐτὸ καὶ πινόμενον βοηθεῖ.

  62. 2.14.1

    [Φάρμακα πρὸς ἐχιοδήκτους, ἐν οἶς καὶ ἡ Ἀντιόχου θηριακὴ περιέχεται, ἣν Πλίνιός φησι παρὰ πυλῶν Ἀσκληπιοῦ ἀναγεγράφθαι.] Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. ἐπὶ δὲ τῶν ἐχιοδήκτων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.

  63. 2.14.2

    [Πρὸς ἐχιοδήκτους Δωροθέου Ἡλίου.] Λέγει δὲ οὕτως. ποτήμασι μὲν οὖν ἐχρησάμην ἁπλοῖς τοῖς δι᾿ ὄξους· ὄξος γὰρ ὅσον ἡμικοτύλιον θερμανθὲν καὶ ποθὲν ὠφελεῖ. ♃ Ἀριστολοχίας ὅσον δραχ. β΄. τοῦ φλοιοῦ ἐν οἴνῳ, ἢ ὄξει κοτύλας ἡμισείας. καὶ ♃ Τριφύλλου καρποῦ ὅσον τριώβολον ἐν οἴνῳ κυάθου ἥμισυ. καὶ πάνακος τοῦ χειρωνείου δραχ. β΄. ἐν ὄξει. καὶ πιτυᾶς νεβρείας δραχ. α΄. ἐν οἴνῳ. καὶ χελώνης θαλασσίας ἐξηραμμένου αἵματος δραχ. β΄. ἐν ὄξει.

  64. 2.14.3

    [Τῶν δὲ συνθέτων, ἡ μὲν παρ᾿ Ἀπολλοδώρου τεθειμένη, καὶ ὑπὸ Σωστράτου ἐπαινουμένη, καὶ πάντων δὲ τῶν μετενεγκόντων παρ᾿ αὐτοῦ, ἡ διὰ τοῦ αἵματος τοῦ χελώνης ἐστὶν ἥδε.] ♃ Κυμίνου ἀγρίου σπέρματος ὀξύβαφον, χελώνης θαλασσίας αἵματος ξηροῦ δραχ. δ΄. στατῆρας β΄. πιτυᾶς νεβροῦ, εἰ δὲ μὴ, λαγωοῦ δραχ. γ΄. ἐριφείου αἵματος δραχ. δ΄. πάντα μίξας, καὶ οἴνῳ βελτίστῳ ἀναλαβὼν, ἀπόθου. ἐν δὲ τῇ χρήσει λαβὼν ἐλαίας τὸ μέγεθος, τρίψας μετ᾿ οἴνου, ὡς βελτίστου, κυάθου· ἥμισυ δίδου πίνειν. ἐὰν δὲ ἀπεμέσει τὸ φάρμακον, πάλιν δίδου ἐλαίας τὸ ἥμισυ, καθὰ προείρηται, καὶ πάλιν εἰ ἀποβάλλειν, ἐκ τρίτου δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος, καθὰ προείρηται.

  65. 2.14.4

    [Ἡ τοῦ ἀγροίκου ἐχιοδήκτου.] ♃ Τριφύλλου, στάχυος, ὀρόβου ἠλεσμένου, πηγάνου ἀγρίου σπέρματος, ἀριστολοχίας στρογγύλης, ἀνὰ δραχ. η΄. οἴνῳ διαλύσας ἀνάπλαττε τροχίσκους, καὶ δίδου δραχ. α΄. μετ᾿ οἴνου κυάθων γ΄. δὶς καὶ τρὶς τῆς ἡμέρας.

  66. 2.14.5

    [Ἄλλη τῶν παρ᾿ Εὐδήμου ἐμμέτρως ἀναγεγραμμένη, θηριακὴ Ἀντιόχου τοῦ Φιλομήτορος, ἧς ἡ ἀρχὴ ἥδε.]

  67. 2.14.6

    Ἴησιν μάθε τήνδε πρὸς ἑρπετὰ, ἣν Φιλομήτωρ

  68. 2.14.7

    Νικήσας, πείρᾳ κέκρικεν Ἀντίοχος.

  69. 2.14.8

    Τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως.

  70. 2.14.9

    Μήου ἀπὸ ῥίζης ὁλκὴν διδραχμίαν ὀρύξας,

  71. 2.14.10

    Σὺν τῷ δ᾿ ἑρπύλλου κλῶνας ἰσοῤῥεπέας.

  72. 2.14.11

    Σὺν δ᾿ ὀπὸν ἐκ πάνακος στήσας ἴσον ἠδὲ τριφύλλου

  73. 2.14.12

    Καρπὸν, ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου,

  74. 2.14.13

    Ἀνίσου, μαράθρου τε καὶ ἄμμιος, ἠδὲ σελίνου

  75. 2.14.14

    Ἐξ ἑνὸς, ἓν πληρῶν σπέρματος ὀξύβαφον.

  76. 2.14.15

    Σὺν δ᾿ ὀρόβου λείου δύο ὀξύβαφ᾿ ἔμπασ᾿ ἀλεύρου,

  77. 2.14.16

    Πάντα δ᾿ ὁμοῦ Χίῳ νέκταρι συγκεράσας,

  78. 2.14.17

    Κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς, ἰσότητι μερίζων,

  79. 2.14.18

    Ἡμιδραχμοῖο ῥοπῆς, ὄφρ᾿ ἂν ἕκαστος ἔχῃ.

  80. 2.14.19

    Χίῳ δ᾿ ἐγκεράσας τάδε μίγματα, πικρὸν ἐχίδνης,

  81. 2.14.20

    Ἡμίσεως δραχμὴν, ἰὸν ἀποσκεδάσεις.

  82. 2.14.21

    Τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια, καὶ σκολιοῖο

  83. 2.14.22

    Σκορπίου ἐκφεύξῃ κέντρα φέροντ᾿ ὀδύνας.

  84. 2.14.23

    Τὰ δὲ κατὰ μέρος ἐστὶ ταῦτα. ♃ Μήου ῥίζης, ἑρπύλλου, ὀποπάνακος, ἀνὰ δραχ. β΄. τριφύλλου σπέρματος δραχ. α΄. ἀνίσου, μαράθρου, ἄμμεως, σελίνου σπέρματος, ἀνὰ ὀξύβαφον, ἀλεύρου ὀροβίνου λεπτοτάτου ὀξύβαφα β΄. οἴνου παλαιοῦ εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλασσε τροχίσκους, καὶ ξήρανε ἐν σκιᾷ, καὶ δίδου τριώβολον μετ᾿ οἴνου κυάθων γ΄.

  85. 2.14.24

    [Ἡρακλείδου Ταραντίνου ἐννεαφάρμακος· ταύτην ἔθηκεν ἐν τῇ περὶ θηρίων αὐτοῦ πραγματείᾳ. ἔχει δὲ οὕτως.] ♃ Σμύρνης τρωγλοδύτιδος, ὀποπάνακος, ὀποῦ μήκωνος, ἀνὰ δραχ. β΄. βρυωνίας ῥίζης δραχ. δ΄. ταύτην οἱ μὲν ψίλωθρον, οἱ δὲ ἄμπελον ἀγρίαν, οἱ δὲ μάδον, οἱ δὲ χειρωνείαν, οἱ δὲ κερκίδα καλοῦσιν. ἀριστολοχίας μακρᾶς τοῦ φλοιοῦ δραχ. δ΄. καθόλου γὰρ τῶν ῥιζῶν χρησιμώτεροί εἰσιν οἱ φλοιοὶ μᾶλλον, ἤπερ ἐντεριῶναι. πυρέθρου ῥίζης δραχ. δ΄. πηγάνου ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, τριφύλλου σπέρματος, ἀνὰ ὀξύβαφον, πάντα κόψας καὶ σήσας, ἀναλάμβανε ὄξει, ἐναποβεβρεγμένου κόμμεως, ὥστ᾿ ἔχειν τι κολλῶδες, καὶ ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει δίδου τροχίσκου ἥμισυ, ἤτοι μετ᾿ οἴνου, ἢ μετ᾿ ὄξους ἐναφηψημένων πηγάνου φύλλων. ποίει τοῦτο πολλάκις τῆς ἡμέρας, ὥστε εἶναι τὴν τελείαν δόσιν τοῦ φαρμάκου δραχ. β΄. πλεῖον γὰρ διδόμενον ἔμετον κινεῖ, ὥστε μὴ πλέον διδόναι παραινοῦμεν. ἐμέτου δὲ γενομένου πάλιν δοτέον πολλάκις τὸ φάρμακον τῆς ἡμέρας. δεῖ δὲ καὶ τρέφειν τὸν πεπονθότα, καὶ οἴνῳ κεκραμένῳ ποτίζειν, καὶ πολλάκις τοῦτο ποιεῖν. ἀλλὰ καὶ πυριᾷν ὕδατι πολλῷ, καὶ καταντλεῖν τοῖς ὠφελεῖν δυναμένοις. ἡ δὲ κατάκλυσις ἔστω τοῦ πεπονθότος τόπου κατάῤῥοπος.

  86. 2.14.25

    [Δωροθέου φάρμακον ἐπιτετευγμένον πρὸς παντὸς ἑρπετοῦ πληγήν.] ♃ Ῥίζης φλόμου θήλεως τοῦ φλοιοῦ, τριφύλλου καρποῦ, ἀνὰ δραχ. α΄. ὀποπάνακος, ἑρπύλλου, μήου, νεβροῦ πιτυᾶς, ἀνὰ δραχ. β΄. σελίνου σπέρματος, ἄμμεως, μαράθρου σπέρματος, ἀνίσου σπέρματος, ἀνὰ ὀξύβαφον, ὀρόβων ἠλεσμένων δραχ. β΄. τὰ ξηρὰ κόψας καὶ σήσας ἀναλάμβανε οἴνῳ Ἀριουσίῳ· ἐν τούτῳ διαλυθείσης τῆς πιτυᾶς καὶ τοῦ ὀποπάνακος, ἀνάπλαττε τροχίσκους, καὶ δίδου πρὸς δύναμιν· τοῖς μὲν ἤδη συντόνως κατεχομένοις δραχ. α΄. καὶ οἴνου κοτύλην α΄. τοῖς δὲ ἄλλοις τριώβολον. ἐχρήσατο δὲ τῷ φαρμάκῳ καὶ πρὸς τὰς περὶ ἔντερα διαθέσεις, καὶ ὧν ἐβούλετο τὴν κύστιν ῥευματίζειν, καὶ πρὸς βῆχας, καὶ ἄλλας περιστάσεις, ὡς σφόδρα γενναίῳ. ἡ χρῆσις ἐπὶ μὲν τῶν ἰοβόλων μετ᾿ οἴνου, ἐπὶ δὲ τῶν ἄλλων μεθ᾿ ὕδατος. Ἄλλη Ὑβριστοῦ Ὀξυῤῥυγχίτου, φάρμακον ἐπιτετευγμένον πρὸς παντὸς ἰοβόλου πληγήν. ἀνεγράφη ὑπὸ Ἀπολλωνίου τοῦ Μεμφίτου. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. ♃ Ἀριστολοχίας, πάνακος, ἄγνου σπέρματος, ἀνὰ δραχ. δ΄. κάγχρυος καὶ σμύρνης, πεπέρεως, σεσέλεως Μασσαλεωτικοῦ, νάρδου Ἰνδικῆς, καστορίου, κινναμώμου μέλανος, ὡς λεπτοτάτου, πεπέρεως μακροῦ, Κυρηναϊκοῦ ὀποῦ, ἴριδος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ δραχ. β΄. ὑπερικοῦ δραχ. α΄. πάντα κόψας, καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀνάπλασσε τροχίσκους, οἴνῳ ἀθαλάσσῳ φυράσας, ξήραινε ἐν σκιᾷ, καὶ δίδου δραχ. α΄. ἐν οἴνῳ ἀκράτῳ κοτύλης α΄. καὶ ὕδατος δ΄. ἐπιτίθει δὲ καὶ ἐπὶ τὸ δῆγμα θλάσας ἔνα τῶν τροχίσκων, καὶ οἴνῳ διαλύσας, καὶ προσβαλὼν ἀριστολοχίας τῆς καλῆς λείας, ὅσον δραχ. β΄. καὶ ἀλφίτου πάλιν δραχ. δ΄. ταῦτα συλλεάνας καὶ τρίψας ἐπιμελῶς, ἐπιτίθει ἔξωθεν σκεπάσας συκῆς φύλλῳ, καὶ ταινιδίῳ καταδήσας. Ἀντίδοτος θηριακὴ ἐχιοδήκτοις. ποιεῖ δὲ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγήν. ταύτην Γάλλος παραγενόμενος ἐκ τῆς Ἀραβίας ἔδωκε Καίσαρι, πολλοὺς τῶν συστρατευσαμένων αὐτῷ πληγέντας ἀπό τε λυσσοδήκτων καὶ σκορπίων, καὶ φαλαγγίων, καὶ τῶν ἄλλων ἑρπετῶν διασώσας. ἔχει δὲ οὕτως. ♃ Ὀρόβων ἠλεσμένων δραχ. κε΄. βρυωνίας ῥίζας δραχ. ιστ΄. πηγάνου ἀγρίου σπέρματος δραχ. ιβ΄. τριφύλλου καρποῦ, ἴρεως Καρχηδονίας, ὀποπάνακος, ἀριστολοχίας μακρᾶς, ὀποῦ μήκωνος, ζιγγιβέρεως, ἑκάστου δραχ. η΄. κυμίνου Αἰθιοπικοῦ, σμύρνης, ἠρυγγίου, ὀποῦ Κυρηναϊκοῦ, κρόκου, ἑρπύλλου, κόστου, σαγαπηνοῦ, ἑκάστου δραχ. στ΄. οἴνῳ Ἀμιναίῳ φυράσας, ἀνάπλαττε τροχίσκους, καὶ δίδου πρὸς δύναμιν. ἔστω δὲ ἡ τελεία δόσις τριώβολον ἐξ οἴνου κοτύλης α΄. πρὸς δὲ τὰς λοιπὰς διαθέσεις μετ᾿ οἰνομέλιτος.

  87. 2.14.26

    [Ἐπίθεμα ἐχιοδήκτοις.] ♃ Σαγαπηνοῦ, πεπέρεως, ὀποῦ Κυρηναϊκοῦ, ὀποπάνακος ἀνὰ μέρος ἓν, χαλβάνης, θείου ἀπύρου, ἀνὰ δραχ. β΄. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, τοὺς δ᾿ ὀποὺς διαλύσας, ἐπίβαλλε τοῖς ξηροῖς, καὶ ποίει ἐμπλάστρου τὸ πάχος, καὶ ἐπιτίθει κατὰ τῶν πληγῶν, ἔξωθεν δὲ τούτων φύλλα συκῆς ἢ κνίδης.

  88. 2.14.27

    [Ἄλλο.] ♃ Καρδαμώμου, ἠρυγγίου ῥίζης, θείου ἀπύρου, πεπέρεως, ἑκάστου μέρος ἓν, σμύρνης, χαλβάνης, ἀνὰ β΄. μέρη, σκεύαζε καθὰ προείρηται.

  89. 2.14.28

    [Ἄλλο.] ♃ Κενταυρίου, ἀριστολοχίας, πευκεδανοῦ ῥίζης, ἴσον ἑκάστου, κόψας, καὶ σήσας, καὶ ὄξει φυράσας, ἀναλάμβανε χαλβάνῃ, καὶ χρῶ καθὰ προείρηται. [Ἄλλο.] Κάγχρυος, σταφίδος ἀγρίας, βρυωνίας ῥίζης, ἀριστολοχίας, ἑκάστου μέρος ἓν, σμύρνης, ὀποπάνακος, ἀνὰ μέρη β΄. ὄξει φυράσας ἀναλάμβανε, καθὰ προείρηται.

  90. 2.15.1

    [Ἀντίδοτοι Δαμοκράτους πρὸς ἑρπετὰ καὶ λυσσοδήκτους.] Ἐπεὶ δὲ τὰ ἔμμετρα τό τ᾿ εὐμνημόνευτον ἔχει καὶ τὸ ἀναμάρτητον ἐν τῇ συμμετρίᾳ τῶν φαρμάκων, ἄμεινον ἔδοξεν εἶναί μοι καὶ τὰ Δαμοκράτους ἐνταῦθα γράψαι μέτρα, τόνδε τὸν τρόπον ἔχοντα.

  91. 2.15.2

    Νυνὶ δ᾿ ἀποδοῦναι βούλομαι τὰς δυνάμεις,

  92. 2.15.3

    Μόνον θεραπεύειν ἰοβόλων δήγματα,

  93. 2.15.4

    Ἔχεων, κεραστῶν, ἀσπίδων, καὶ χερσύδρων,

  94. 2.15.5

    Πληγάς τε θηρίων, καὶ δήγματα

  95. 2.15.6

    Σφηκῶν, μελιττῶν, σκορπίων, φαλαγγίων.

  96. 2.15.7

    Σκεύαζε δ᾿ οὕτως. ἴρεως δὶς δ΄.

  97. 2.15.8

    Τῆς Ἰλλυρικῆς. τὸ δ᾿ ἀπὸ ζιγγιβέρεως

  98. 2.15.9

    Ὀποπάνακός τε καὶ ὀπίου, μηκωνίου,

  99. 2.15.10

    Λιβανωτίδος ῥίζης τε, καὶ τοῦ Κρητικοῦ

  100. 2.15.11

    Παντὸς τριφύλλου σπέρματος δὶς δ΄.

← Previous · Next → — showing 801900 of 1,101

First Thousand Years of Greek. CTS URN tlg0057.tlg078.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.