De antidotis
- 2.5.31
Τριωβόλου τὸ πλῆθος, ἢ μικρῷ πλέον
- 2.5.32
Ἐν τρισὶ κυάθοις κράματος κεκραμένου.
- 2.5.33
Οἴνου δ᾿ ἀπὸ μύρτων καὶ ὕδατος τοῦ ἀπολύτου,
- 2.5.34
Τοῖς ἀπὸ νεφρῶν οὐροῦσιν, ἢ τῆς κύστεως,
- 2.5.35
Δίδου λέον τε φαρμάκου κεκραμένου.
- 2.5.36
Ἀπὸ νήστεως τε καταφέρει καὶ κώλου,
- 2.5.37
Λεπτῶν τε πάντων ἐντέρων τῆς θ᾿ ὑστέρας,
- 2.5.38
Τοῦ φαρμάκου δίδου μὲν ὡς δραχμὴν μίαν.
- 2.5.39
Δι᾿ ὕδατος ὀμβρίου δὲ τοῖς πυρουμένοις,
- 2.5.40
Ἀπυρέτοισι δὲ καὶ διὰ κράματος δίδου,
- 2.5.41
Ἤτοι δ᾿ ἀπὸ μύρτων ἢ γλυκέος τοῦ Κρητικοῦ.
- 2.5.42
Εἰ δέ τις ἔχειν βούλοιτο μὴ πολυμίγματον
- 2.5.43
Ἀντίδοτον, ἀλλ᾿ ἔχουσαν ὀλίγα μίγματα
- 2.5.44
Ταύτην ἀκριβῶς σκευάσας, ἕξει καλὴν
- 2.5.45
Πρὸς τοὺς ἀτόνους στομάχους τε καὶ ἀνορέκτους,
- 2.5.46
Καὶ τοὺς καχέκτας, τούς τ᾿ ἀπεπτοῦντας ταχύ.
- 2.5.47
Πρὸς πάνθ᾿ ἁπλῶς ἀλγήματα, κύτος
- 2.5.48
Κεχρονισμένον τε καὶ κατασκευὴν ἔχον.
- 2.5.49
Ταύτῃ Τιβέριον τὸν Σεβαστὸν χρώμενον
- 2.5.50
Λέγουσιν, ἄλλην μὴ πεπωκέναι ποτέ.
- 2.5.51
Ἔχει δὲ μέλανος πεπέρεως πέντ᾿ οὐγγίας,
- 2.5.52
Κροκομάγματος ιε΄. καὶ ῥόδων ι΄.
- 2.5.53
Σεσησμένα ταῦτα πάντα μέλιτ᾿ ἀναλάμβανε.
- 2.5.54
Ἄλλη ποιοῦσα ταὐτὰ τῇ προγεγραμμένῃ.
- 2.5.55
Ἔχει δὲ ῥόδων μὲν οὐγγίας δὶς τέσσαρας,
- 2.5.56
Κεκομμένα ταῦτα πάντα καὶ σεσησμένα,
- 2.5.57
Ἀναλάμβαν᾿ ἑφθῷ μέλιτι τῷ λίαν καλῷ,
- 2.5.58
Δίδου καρύου τὸ μέγεθος τοῦ Ποντικοῦ,
- 2.5.59
Μετ᾿ οἰνομέλιτος ἢ μελικράτου προσφάτου,
- 2.5.60
Ἑψημένου καλῶς τε καὶ πεφρισμένου,
- 2.5.61
Τοῖς θηριοδήκτοις, ἢ τὰ δηλητήρια
- 2.5.62
Πεπωκόσι προσένεγκε καρύου τὸ μέγεθος
- 2.5.63
Τοῦ βασιλικοῦ μεθ᾿ ἑπτὰ κυάθων κράματος.
- 2.5.64
Ῥοδίδος σκευή.
- 2.5.65
Αὐτὸν δ᾿ ἐπιμελῶς δεῖ σε προδιασκευάσαι
- 2.5.66
Οὕτως ἀκριβῶς, ῥόδα λαβὼν τὰ πρόσφατα,
- 2.5.67
Τὸ φύλλον αὐτῶν ἐν σκιαῖς δυσὶ ψῦξον,
- 2.5.68
Ἢ τρισὶ τὸ πλεῖστον ἡμέραις, σήσας τε τρεῖς
- 2.5.69
Λίτρας, ἀπ᾿ αὐτῶν ὅλμῳ κόπτων συμμέτρως,
- 2.5.70
Σχοίνου τε δραχ. κ΄. εὖ κεκομμένης
- 2.5.71
Σμύρνης δέκα δύο καὶ κρόκου δὶς τέσσαρας,
- 2.5.72
Προσέμπασον, καὶ κόπτε πάνθ᾿ ὁμοῦ πάλιν
- 2.5.73
Ποιῶν κυκλίσκους εὐμεγέθεις, ψῦξον καλῶς,
- 2.5.74
Οὕτω θ᾿ ὅσον δεῖ λάμβαν᾿ εἰς τὸ φάρμακον.
- 2.5.75
Κροκομάγματος σκευασία.
- 2.5.76
Κροκόμαγμα δ᾿ εἰ βούλοιο καλὸν ἔχειν ἄγαν,
- 2.5.77
Σκεύαζ᾿ ἐπιμελῶς, Κιλικίου κρόκου δραχμὰς
- 2.5.78
Ἑκατὸν καταμίξεις, τῆς λιπαρᾶς σμύρνης ἅμα
- 2.5.79
Δὶς κε΄. καὶ ῥόδων ξηρῶν ἴσον,
- 2.5.80
Ἀμύλου δὲ ν΄. λευκοῦ κόμμεως
- 2.5.81
Ἴσας, ἄμυλον δὲ κόπτε σήσας ἐπιμελῶς,
- 2.5.82
Πρόσβαλλ᾿ ἀθάλασσον οἶνον εὐώδη βραχὺν,
- 2.5.83
Δεύσας ἐπιμελῶς κᾀναπλάσας ψῦξον κύκλους
- 2.5.84
Καὶ χρῶ δεόντως ὡς καλῷ κροκομάγματι.
- 2.5.85
Ἀντίδοτος προγνωστική.
- 2.5.86
Προγνωστικὴν δ᾿ ἀντίδοτον οὕτως σκευάσεις,
- 2.5.87
Ἣν οἱ προλαβόντες ἂν λάβωσι θανάσιμον,
- 2.5.88
Ἐμέσουσιν αὐτὸν μετὰ τροφῆς παραυτίκα.
- 2.5.89
Οἱ δ᾿ εὐλαβῶς ἔχοντες ὡς εἰληφότες,
- 2.5.90
Ἂν ἐπιλάβωσιν, ἐξεμοῦσι τὴν τροφὴν,
- 2.5.91
Σὺν τῷ μετ᾿ αὐτῆς καταποθέντι φαρμάκῳ.
- 2.5.92
Ὁ δὲ μηδὲν ἄτοπον, μηδὲ δηλητήριον,
- 2.5.93
Συγκαταπεπωκὼς τοῖς δοθεῖσι σιτίοις,
- 2.5.94
Οὐ ναυτιάσει, καὶ καθέξει τὴν τροφήν.
- 2.5.95
Ποιεῖ δὲ ταὐτὸ φάρμακον καὶ πρὸς πόνους
- 2.5.96
Πλευρῶν, μεταφρένων, κύστεως, καὶ τῶν νεφρῶν,
- 2.5.97
Ἐπέχει τ᾿ ἀλύπως αἷμα φερόμενον πολὺ
- 2.5.98
Ὅθεν ἂν ἐκφέρεται τοῦτο, κᾂν ἐκ πνεύμονος.
- 2.5.99
Σκεύαζε δ᾿ οὕτω, Λημνίαν· ἔχων καλὴν
- 2.5.100
Ἀπαραχάρακτον, τὴν ὁμοίως εἰρημένην
- 2.5.101
Στήσας ἀπ᾿ αὐτῆς δύ᾿ ὀβολοὺς δραχμὴν μίαν,
- 2.5.102
Ἀρκευθίδων τε τῶν λιπαρῶν δραχ. β΄.
- 2.5.103
Λέαιν᾿ ἐπὶ πολὺ, παραχέων χρηστὸν βραχὺ
- 2.5.104
Ἔλαιον ἱκανῶς πρόσφατόν τε καὶ γλυκὺ,
- 2.5.105
Διὰ μελικράτου δ᾿ ὡς καρύου τοῦ Ποντικοῦ
- 2.5.106
Μέγεθος προσοίσεις, οἷς ἐχρῆν σε προσφέρειν.
- 2.5.107
Ἐπέχειν δὲ πλεῖον αἷμα φερόμενον θέλων,
- 2.5.108
Δι᾿ ὀξυμέλιτος σφόδρα καθέφθου πρόσφερε.
- 2.6.1
[Περὶ τῶν ὑπ᾿ Ἀσκληπιάδου γεγραμμένων κατὰ τὸ ε΄. τῶν ἐντὸς παθῶν, ὃ Ἄσωνος ἐπιγράφεται.] Καλεῖν μὲν οὖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς ἀντιδότους οὐ μόνον ὅσα πρὸς τὰ θανάσιμα φάρμακα διδόασιν, ἀλλὰ καὶ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα, καὶ προσέτι πάθη, καὶ μάλιστα χρόνια, κατά τι τῶν σπλαγχνῶν, ἢ ἀποστήματα. τεμὼν δὲ τριχῇ τὴν διδασκαλίαν αὐτῶν ὁ Ἀσκλη πιάδης, πρῶτα μὲν ἔγραψεν ὅσα φησὶ τοῖς κατὰ περίοδον πυρέττουσιν ἁρμόττειν, ἅμα τῷ καὶ συγχρίσματά τινα, καλεῖ γὰρ οὕτως αὐτὸς, ἐφεξῆς προσγράψαι. ταῦτα μὲν οὖν ἅπαντα ληξιφάρμακα καὶ ληξιπύρετα καλεῖ· τὸ δὲ β΄. γένος αὐτῶν θηριακὰ φάρμακα, πρὸς λυσσοδήκτους καὶ σκορπιοδήκτους, ἔτι τε τούς τε ὑπὸ φαλαγγίων δεδηγμένους καὶ ἐχιδνῶν. τὸ δὲ τρίτον γένος τῶν φαρμάκων διχῇ τεμὼν καὶ αὐτὸ, τὸ μὲν ἕτερον αὐτῶν πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας ὀνομάζει. τὸ δ᾿ ἕτερον προφυλακτικὸν θανασίμων φαρμάκων, οὐ κατὰ τὴν αὐτὴν τάξιν τῷ Ἀνδρομάχῳ τὴν διδασκαλίαν ποιησάμενος. ἐκεῖνος γὰρ, ὡς ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος εἴρηταί μοι κατὰ τὴν ἐντὸς ἐπιγραφομένην τῶν βιβλίων αὐτοῦ, προτάξας ἀντίδοτα πάντα, ἐφεξῆς γράφει τὰ πινόμενα φάρμακα πρὸς ἡντιναοῦν διάθεσιν, οὐ μόνον ἀποστημάτων ἢ θανασίμων φαρμάκων ἢ θηρίων ἰοβόλων, ἀλλὰ κᾂν ἔμβρυον ἐκβαλεῖν δέῃ, καὶ τοῦτο τὸ φάρμακον ἀντίδοτον ὀνομάζει, καὶ πρὸς σπάσματα καὶ ῥήγματα, καὶ συνελόντι φάναι πρὸς πάντα τὰ ἐντὸς πάθη, περὶ ὅ τι ἂν ᾖ μέρος τοῦ σώματος ἡ σύστασις αὐτῶν γεγενημένη. τὰ δὲ πρὸς τὰ τοιαῦτα πάθη πινόμενα φάρμακα καὶ ποτίσματα κέκληκεν ὁ Ἀσκληπιάδης ἐν τῷ δ΄. τῶν Ἄσωνος κατὰ τὸ τέλος αὐτὰ γεγραφώς. ὑστάτας μὲν οὖν ἔγραψεν ἀντιδότους ὁ Ἀσκληπιάδης ἐπὶ τῇ τελευτῇ τοῦ ἐν Ἄσωνος, τὰ πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας, ἢ προφυλακτικὰ τοῦ μηδὲν παθεῖν ὧν πίωσιν. ἐγὼ δὲ πρώτας ἐνταῦθα γράψαι τὰς τοιαύτας ἔγνωκα, διά τε τὴν πρὸς τὰς γεγραμμένας κοινωνίαν καὶ ὅτι πολύχρηστοι τυγχάνουσιν οὖσαι. καὶ γὰρ πρὸς τὰ ἀποστήματα καθ᾿ ὁτιοῦν σπλάγχνον καὶ μόριον ἐν τῷ βάθει κείμενον ἁρμόττουσι, καὶ πρὸς ἀτονίαν αὐτῶν ἔνιαι, καὶ πρὸς κακοχυμίαν, ἀνωδυνίαν τε καὶ πέψιν ἀπέπτων χυμῶν, δι᾿ ὅλης τῆς ἐπιφανείας κένωσιν ἄδηλον αἰσθήσει, καθάπερ καὶ τὰς αἰσθητὰς, δι᾿ οὔρων καὶ διαχωρημάτων καὶ πτυσμάτων, ὅσα μετὰ βηχὸς συνεκκαθαίρει πνεύμονά τε καὶ θώρακα. τὰ πλεῖστα δ᾿ αὐτῶν καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς πέφυκε, καὶ τέμνειν, καὶ ἀποῤῥύπτειν τοὺς γλίσχρους, οἷς ἕπεται καὶ τὸ τὰς ἐμφράξεις ὠφελεῖν, ὅσαι συνεχῶς μὲν καθ᾿ ἧπαρ εἰώθασι γίνεσθαι, συνίστανται δὲ καὶ κατὰ τὰ ἄλλα σπλάγχνα καὶ μόρια· σκοπὸς γὰρ ἐπ᾿ αὐτῶν ἐστι λεπτῦναί τε καὶ ἀποῤῥύψαι τοὺς χυμοὺς, ἀναστομῶσαί τε τὰ πεφραγμένα τῶν ἀγγείων πέρατα.
- 2.7.1
[Ἀσκληπιάδου πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας, ὡς αὐτὸς ἔγραψε κατὰ λέξιν.] [Πρὸς τὸν τῆς μήκωνος ὀπόν.] Τοῖς μὲν οὖν τὸν τῆς μήκωνος ὀπὸν πιοῦσι συνοίσει ὑδρέλαιον συνεχῶς θερμὸν διδόμενον πίνειν, καὶ ἀναγκαζόμενον ἐμεῖσθαι· ἢ θερμὸν ὕδωρ μετ᾿ ὀξυμέλιτος διδόναι καὶ ἀναγκάζειν ἐμεῖν· ἁρμόσει δὲ καὶ διὰ κλυστῆρος τὴν κοιλίαν κενοῦν.
- 2.7.2
[Πρὸς μηκώνιον.] Τοῖς δὲ μηκώνειον πίνουσιν ἁρμόσει ἄκρατον πολὺ παραχρῆμα διδόμενον· ἢ πέπερι μετὰ οἴνου, ἢ κάρδαμον, ἢ καρδάμωμον. ἁρμόσει δὲ καὶ γάλα πίνειν ὄνειον ἢ βόειον καὶ τὰ περὶ τὴν κοιλίαν καταπλάττειν ἀλεύρῳ πυρίνῳ ἢ κριθίνῳ ἡψημένῳ μετ᾿ οἴνου, καὶ κλύσμασι χρῆσθαι πρᾳοτέροις.
- 2.7.3
[Πρὸς ἀκόνιτον.] Τοῖς δὲ ἀκόνιτον πεπωκόσι βοηθεῖ ποθὲν πήγανον χειροπληθὲς, λεανθὲν μὲν μετ᾿ οἴνου ἀκράτου, καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς.
- 2.7.4
[Πρὸς ὑοσκύαμον.] Τοῖς δὲ τὸν ὑοσκύαμον πιοῦσι συμφέρει γάλα ποθὲν, μάλιστα μὲν ὄνειον· εἰ δὲ μὴ, ἄλλο κατ᾿ ἰδίαν, καὶ μετὰ μελικράτου θερμοῦ.
- 2.7.5
[Πρὸς κορίανον.] Τοῖς δὲ χλωρὸν κορίανον πιοῦσι· βοηθεῖ οἶνος ἄκρατος ποθεὶς καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς.
- 2.7.6
[Πρὸς λαγωὸν θαλάττιον.] Τοῖς δὲ λαγωὸν θαλάττιον εἰληφόσιν ἁρμόττει γάλα πίνειν μάλιστα μὲν ὄνειον, εἰ δὲ μή γε, βόειον ἢ αἴγειον. δοτέον δὲ καὶ καυλοὺς μαλάχης ἡψημένους ἐπιμελῶς φαγεῖν, ἢ γλήχωνος χειροπληθοῦς μετὰ γλυκέος τριβέντος πίνειν, ἢ κυκλαμίνου ῥίζαν τριβεῖσαν μετ᾿ οἴνου· ἢ κεδρίας ὅσον ὀβολοῦ ἑνὸς, ἢ ἡμιώβολον, γλυκεῖ διεὶς πότιζε.
- 2.7.7
[Πρὸς τοξικόν.] Τοῖς δὲ τοξικὸν πιοῦσι βοηθεῖ οἶνος πινόμενος γλυκύς, καὶ ῥόδινον ἔλαιον, καὶ αἴγειον αἷμα, καὶ σπέρμα βουνιάδος τριβὲν μετ᾿ οἴνου.
- 2.7.8
[Πρὸς ἐφήμερον.] Τοῖς δ᾿ ἐφήμερον πεπωκόσι βοηθεῖ χυλὸς πολυγόνου, ἢ ἀρνογλώσσου, ἢ ὀριγάνου, ἢ θύμου μέρος τι οἴνῳ διαλυθέν.
- 2.7.9
[Πρὸς δορύκνιον.] Τοῖς δὲ δορύκνιον πιοῦσι βοηθεῖ γάλα βόειον ποθὲν, καὶ γλυκὺ, καὶ ζωμὸς κογχυλίων.
- 2.7.10
[Πρὸς μύκητας.] Τοῖς δὲ μύκητας εἰληφόσι δοτέον ῥαφάνους ὠμὰς, ὥστε πλείστας ἐσθίειν· δοτέον καὶ οἶνον ἄκρατον καὶ κονίας κληματίνης ἀφέψημα, καὶ νίτρον λεανθὲν μετ᾿ ὄξους· ἢ τρύγα οἴνου καύσας, καὶ τρίψας μεθ᾿ ὕδατος δίδου πίνειν· ἢ ἀψίνθιον μετ᾿ ὄξους· ἢ πήγανον λεῖον μετ᾿ ὄξους· ποιεῖ δὲ καὶ αὐτὸ καθ᾿ αὑτὸ ἐσθιόμενον πήγανον.
- 2.7.11
[Πρὸς ἰξίαν.] Τοῖς δὲ τὴν ἰξίαν πεπωκόσι βοηθεῖ ἀψίνθιον πινόμενον μετ᾿ οἴνου καὶ καστορίου καὶ πηγάνου. συνοίσει δὲ καὶ ὀξύμελι ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ ὀρίγανον μετ᾿ οἴνου. χρηστέον δὲ καὶ τῇ τοιαύτῃ σκευασίᾳ. ♃ πηγάνου δραχ. στ΄. ῥητίνης δραχ. δ΄. καστορίου δραχ. β΄. χαμαιλέοντος κοχλιάρια γ΄. ταῦτα τρίψας καὶ ὄξει θερμῷ διαλύσας, πότιζε.
- 2.7.12
[Πρὸς βουπρήστην.] Τοῖς δὲ τὴν βουπρήστην πεπωκόσι βοηθεῖ διδόναι γλυκὺ πλεῖστον πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν· καὶ ζωμὸν καθηψημένον κρεῶν ὑῶν, καὶ θερμὸν γάλα, καὶ οὐκ ἄπληστα φαγεῖν. καὶ ἀφέψημα σύκων δοτέον πίνειν, ἢ νίτρου ἐρυθροῦ δραχ. δ΄. λεάνας καὶ μίξας ὕδατι δίδου πίνειν.
- 2.7.13
[Πρὸς κανθαρίδας.] Τοῖς δὲ κανθαρίδας πεπωκόσι συμφέρει πίνειν γλυκὺ μετ᾿ ἐλαίου, καὶ στέαρ ἑφθὸν ὕδατι διηθημένον, καὶ ἀναγκάζειν ἐμεῖν. συμφέρει δὲ καὶ γάλακτι πολλῷ ποτίζειν καὶ κώνους πλείονας τρώγειν· ἢ κώνους πλείστας τρίψας μετὰ μελικράτου δίδου πίνειν· ἢ πήγανον λεάνας καὶ ἰρίνῳ μύρῳ μίξας δίδου πίνειν· ἢ τῶν κανθαρίδων τὰ πτερὰ καὶ τοὺς πόδας σὺν μέλιτι τρίψας ἐκλείχειν δίδου.
- 2.7.14
[Πρὸς ψίλωθρον.] Τοῖς δὲ ψίλωθρον πιοῦσι συμφέρει θερμῷ ἐλαίῳ ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα αἴγειον πίνειν, καὶ μαλάχης ἑφθῆς χυλὸν μετὰ μελικράτου θερμοῦ, ἢ μετ᾿ ἐλαίου· ἢ ἰσχάδων ἀφέψημα μετ᾿ ἐλαίου, ἢ σήσαμον μετ᾿ οἴνου τρίψας δίδου πίνειν· ἢ κάρυα βασιλικὰ ε΄. λεάνας μετ᾿ ἐλαίου δίδου· ἢ τέφρας κληματίνης ἀπήθημα δίδου πίνειν.
- 2.7.15
[Πρὸς λιθάργυρον.] Τοῖς δὲ λιθάργυρον πεπωκόσι βοηθεῖ πέπερι, σέλινον, σμύρνα μετ᾿ οἴνου λειωθέντα, καὶ πινόμενα.
- 2.7.16
[Πρὸς γύψον.] Τοῖς δὲ γύψον πιοῦσι δοτέον πίνειν τέφρας κληματίνης ἀπήθημα, καὶ θύμον μεθ᾿ ὕδατος τριβέντα.
- 2.7.17
[Πρὸς τὰς τοῦ γάλακτος ἐκθρομβώσεις.] Πρὸς δὲ τὰς τοῦ γάλακτος ἐκθρομβώσεις συμφέρει ποτίζειν ὄξος· διδόναι δὲ χρὴ καὶ πητυὰν μεθ᾿ ὕδατος κρηναίου ἢ σιλφίου καὶ θείου τὸ ἴσον λεανθέντα μετ᾿ ὀξυκράτου διδόναι πίνειν.
- 2.7.18
[Πρὸς ταύρειον αἷμα.] Τοῖς δὲ ταύρειον αἷμα πιοῦσι συμφέρει ὄξος θερμὸν διδόναι πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν, ἢ σιλφίου ὀβολὸν, ἢ ἡμιωβόλιον, ἢ νίτρου διώβολον, διέντας οἴνῳ διδόναι πίνειν, ἢ ἐρινεῶν καρπὸν τρίψας μετ᾿ ὄξους δίδου. ἁρμόσει δὲ καὶ τὴν κοιλίαν κενοῦν, καὶ θερμίνῳ ἀλεύρῳ, καὶ νίτρῳ, ἡψημένοις μετ᾿ ὀξυμέλιτος καταπλάττειν.
- 2.7.19
[Πρὸς βδέλλας.] Τοῖς δὲ βδέλλας καταπιοῦσιν οἱ μὲν ἅλμην παρῄνουν πίνειν, οἱ δὲ χιόνα. ὁ δὲ Ἀσκληπιάδης λούειν παρῄνει, καὶ σπόγγον ἁπαλὸν ψυχρῷ δεύσαντα καθιέναι, ὥστε τὴν βδέλλαν ἐπιβᾶσαν τῷ σπόγγῳ κομίζεσθαι, καὶ ἔπειτα φακῆς χυλὸν ἐδίδου· τοὺς δὲ ἔξωθεν τοῦ τραχήλου τόπους τοῖς ψύχουσι καταπλάττειν παρῄνει. ὁ δὲ Μῦς Ἀπολλώνιος ὄξει δριμυτάτῳ ἐπότιζε, καὶ μετὰ ἅλμης ἐχρήσατο. ὁ δὲ χιόνα θερμήνας καὶ λύσας ἐχρήσατο, καὶ τοῖς κατὰ καιρὸν τὴν κοιλίαν καθαίρουσιν, ἐδεστοῖς τε καὶ ποτοῖς, πρὸς τὴν τῶν βδελλῶν ἔκκρισιν· συγκαταφέρεσθαι γάρ φησι ταύτας τοῖς κατὰ τὴν κοιλίαν ἐκκρινομένοις πολλάκις.
- 2.7.20
[Πρὸς ψιμύθιον.] Τοῖς δὲ ψιμύθιον πιοῦσι συνοίσει ἐλαίῳ θερμῷ ποτίζεσθαι καὶ ἀναγκάζειν ἐμέσαι. συνοίσει δὲ καὶ γλυκὺ καὶ θερμὸν ποτίζεσθαι ὕδωρ, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα ὄνειον πίνειν διδόναι, καὶ μαλάχης ἑφθῆς χυλὸν, καὶ μελίκρατον θερμὸν, μετ᾿ ἐλαίου ἀνακόψας δίδου πίνειν· ἢ ἀφέψημα ἰσχάδων μετ᾿ ἄλλων δίδου πίνειν, κάρυα βασιλικὰ ε΄. λεάνας μετ᾿ ἐλαίου, δίδου πίνειν· ἢ τέφρας κληματίνης ἀπήθημα δίδου. καὶ περὶ μὲν τῶν ἁπλῶν θανασίμων ἐπὶ τοσοῦτον εἰρήσθω. περὶ δὲ τῶν συνθέτων λεχθήσεται. ἐκτίθεσθαι δὲ τὰς τούτων σκευασίας μοχθηρόν μοι δοκεῖ, καίπερ πολλῶν ἐπιχειρησάντων ταῖς τούτων συγγραφαῖς, ὧς ἐστιν Ὀρφεὺς ὁ ἐπικληθεὶς Θεολόγος καὶ Ὦρος ὁ Μενδήσιος ὁ νεώτερος καὶ Ἡλιόδωρος ὁ Ἀθηναῖος τραγῳδιῶν ποιητὴς, καὶ Ἄρατος, καὶ ἄλλοι τινὲς τῶν τοιούτων συγγραφεῖς. τούτους μὲν οὖν ἄν τις θαυμάσειεν ἐμμέτρως ἐπιχειρήσαντας ταῖς περὶ τούτων πραγματείαις· μέμψαιτο δ᾿ ἂν εὐλόγως διὰ τὰ πράγματα. διδάσκειν γὰρ μᾶλλόν ἐστι καὶ προσάγειν τοὺς βουλομένους ἐπὶ κακῷ, τὸ πλησίον ἐπιχειρεῖν ταῖς τούτων σκευασίαις. οἱ γοῦν τῶν καλῶν τούτων ποιημάτων συγγραφεῖς τὴν παρὰ τοῖς πολλοῖς εὐλαβούμενοι καταδρομὴν, ἐναρχόμενοι τῆς τούτων παραδόσεως, τοὺς ἐντευξομένους πείθειν ἐπιχειροῦσιν ὡς οὐκ |ἂν εἴησαν φαῦλοι τὸ ἦθος, οὐδὲ τῶν τοιούτων φθοροποιῶν διδάσκαλοι, ὥσπερ καὶ Ἡλιόδωρον ἐν τοῖς πρὸς Νικόμαχον ἀπολυτικοῖς ἐναρχόμενόν ἐστιν εὑρεῖν οὕτω γράφοντα.
- 2.7.21
Οὐ μὰ τὸν ἐν Τρίκκῃ πρηὺν θεὸν, οὐ μὰ τὸν ὑψοῦ
← Previous · Next → — showing 701–800 of 1,101
First Thousand Years of Greek. CTS URN tlg0057.tlg078.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.