De antidotis
- 1.12.1
[Περὶ τῶν ἐν τῇ τρίτῃ τάξει γεγραμμένων δυνάμεων.] Ἐπὶ δὲ τὴν ὑπὸ Ἀνδρομάχου τάξιν γεγραμμένην τῶν ἐμβαλλομένων ἁπλῶν φαρμάκων τῇ θηριακῇ καιρὸς ἐπανελθεῖν. γράφει οὖν τρίτην τάξιν φαρμάκων ἀνὰ δραχ. ιβ΄. λαμβανόντων, ἃ προπαρασκευάσεις ἅπαντα δηλονότι κατὰ τὴν ἰδίαν ἀκμὴν ἐκλέγων, οἷον εὐθέως τὰ ῥόδα ξηραίνων μὲν, ὡς ἐπὶ τῶν ἀρτίσκων εἴρηται, τὰ κάλλιστα, λαμβάνων δ' αὐτῶν ἅπερ εὐοδμότατα πάντως ἐστὶ, καὶ μέντοι καὶ ἐρυθρότερα τῶν ἄλλων. φυλαττόμενος δὲ τοὺς καταγείους οἴκους, ὡς μηδὲν αὐτοῖς φάρμακον ἀποτίθεσθαι, καὶ μάλιστα τοὺς ὑγροὺς αὐτῶν, ἐν οἷς εὐρὼς ἐν τάχει γίνεται. ἐφεξῆς δὲ τῆς Ἰλλυρικῆς ἴρεως ὁ Ἀνδρόμαχος ἀξιοῖ βάλλειν τοῖς ῥόδοις· οὗ λόγου μὴ παρέργως ἀκούσῃς, ὡς ὑπὲρ ἄλλου τινὸς φαρμάκου, περὶ ὧν ἐφεξῆς ἐρῶ, τὸ κάλλιστον ἐν ἑκάστῳ γένει διδάσκων ὁποῖόν ἐστι. πόλιον μὲν οὖν καὶ χαμαίδρυς εἰς Ῥώμην κομίζεται, βραχὺ βελτίων τῶν ἐν Ἰταλίᾳ γεννωμένων. ἔν τισι γὰρ τόποις τῶν Ἰταλικῶν οὐ πολύ τι λειπόμενα γεννᾶται κατ' ἐκεῖνα τῶν ἐτῶν, ἐν οἶς οὐκ ἐγίνετο σύμπαν τὸ ἔαρ ὑγρὸν, ὥσπερ πολλάκις γίνεται κατὰ τὸν τρόπον τοῦ θέρους. ἀλλ' ὅταν γε κατάστασις γίνηται ξηροτέρα, τοῖς πλείστοις τῶν ἀπὸ Κρήτης ὅμοια τὰ κατὰ τὴν Ἰταλίαν, ἢ οὐ πολύ γε λειπόμενα γεννᾶταί τινα, καθάπερ ἥ τε χαμαίδρυς καὶ ἡ χαμαιπίτυς καὶ τὸ ὑπερικὸν, ἥ τε γεντιανὴ, καὶ τὸ θλάσπι, καὶ ὁ μέλας ἐλλέβορος, ἕτερά τε τοιαῦτα. τὸ δὲ τῆς ἴρεως οὐχ οὕτως ἔχει. παραβαλλομένη γὰρ ἡ ἐκ τῆς μεγάλης Λιβύης. ἥπερ εἰς Ῥώμην φέρεται πλείστη, τοσοῦτον ἀπολείπεται τῆς Ἰλλυρικῆς, ὅσον τὸ νεκρὸν σῶμα τοῦ ζῶντος, οὐ μὴν ἔν γε τοῖς ἄλλοις ἔθνεσιν οὕτω πολὺ φαίνεται λειπομένη. καὶ ταύτης γοῦν ἐκλέγου τὴν εὐωδεστέραν, ὥσπερ γε τῶν ἄλλων φαρμάκων. ἕκαστον γὰρ ἄριστόν ἐστι τὸ τὴν τοῦ γένους ἰδίαν ὀσμὴν ἰσχυροτάτην ἔχον, ὅπερ ἐκ τοῦ πολλὰ τεθεᾶσθαι γίνεται δῆλον ἑκάστῳ. καὶ μέντοι καὶ περὶ τῆς κατὰ τὴν γεῦσιν ποιότητος ὁμοίως τὸ ἴδιον ἐν ἑκάστῳ γένει πρωτεῦον ἄριστον ἀποφανεῖ τὸ φάρμακον, ἀδόκιμα δὲ καὶ τὰ λεπτότερα καὶ ἀτροφώτερα τῶν ὁμογενῶν. ἀμείνω γὰρ ἐν ἅπαντι γένει τὰ μὴ ῥυσὰ μηδὲ ἄτροφα, καθάπερ γε καὶ τὰ ὑπερβάλλοντα τῶν συμμέτρων χείρω τῶν εὔτροφόν τε καὶ ἐσφιγμένην τὴν σύστασιν ἐχόντων. διόπερ, ὡς ἔφην, ἑορακέναι χρὴ πολλὰ πολλάκις, καὶ μάλιστα τὰ κάλλιστα, καὶ πολλῷ χρόνῳ πεῖραν ἐκ γενετῆς σφῶν αὐτῶν παρεσχηκότα, καὶ συμφώνως ὑπὸ τῶν ἐμπείρων ὕλης ἰατρικῆς ἐπῃνημένα. πάντες γοῦν ἔγραψαν ἴριν μὲν ἀρίστην εἶναι τὴν ἐν Ἰλλυριοῖς γεννωμένην, πετροσέλινον δὲ τὸ Μακεδονικὸν, ἄσφαλτον δὲ τὴν Ἰουδαϊκὴν, ὥσπερ γε καὶ ὀποβάλσαμον, ἐπί τε τῶν ἄλλων ὁμοίως, ὑπὲρ ὧν ἐφεξῆς κατὰ τὸν ἴδιον ἑκάστου λόγον οὐ παραλείψω τὴν ἀπὸ τῆς χώρας ἀρετήν. ἐφεξῆς δὲ γλυκυῤῥίζης τε χυλοῦ καὶ βουνιάδος ἀγρίας σπέρματος μνημονεύει, καλλίστων ἡμῖν ἀμφοτέρων ἐκ Κρήτης φερομένων, καὶ μάλιστα τῆς γλυκυῤῥίζης αὐτῆς τε καὶ τοῦ χυλοῦ. σκόρδιον δὲ κάλλιστον ἡμῖν ἐκ Κρήτης φέρεται. εὕροις δ' ἂν οὐ φαῦλον οὐδ' ἐν ἄλλοις τῶν ἐθνῶν. γέγραπται δ' ὑπό τινων ἀνδρῶν ἀξιολόγων, πολέμῳ νεκρῶν ἀτάφων ἡμέραις πλείοσι γενομένων, ὅσα τῶν σωμάτων ἐπὶ τοῦ σκορδίου κατὰ τύχην ἔκειτο, πολὺ τῶν ἄλλων ἀσηπτότερα διαμεῖναι, καὶ μάλιστα αὐτῶν ἐκεῖνα τὰ μόρια τοῦ σώματος, ὅσα τῆς πόας ἔψαυε τοῦ σκορδίου· καὶ δὴ καὶ πεπίστευται τοῖς σηπεδονώδεσιν ἰοῖς τῶν ζώων, καὶ φαρμάκων δηλη τηρίοις ἀντιτετάχθαι. γέγραπται δὲ αὐτάρκως περὶ πάσης τῆς κατ' ἰατρικὴν ὕλης ἐν ε΄. βιβλίοις Διοσκορίδου, παρ' οὗ τά τε ἄλλα καὶ τὰς ὀσφρητὰς καὶ γευστὰς ποιότητας, αἷς γνωρίζεται μάλιστα καὶ διακρίνεται τὰ δοκιμώτερα φάρμακα τῶν φαυλοτέρων, ἔνεστί σοι μανθάνειν. ἐπ' ἐνίων δὲ καὶ τὰς ὁρατὰς ποιότητας οὐ σμικρὰ συντελούσας εὑρήσεις. ἐμοὶ δ' οὐ πρόκειται κατὰ τὴν ἐνεστῶσαν πραγματείαν, ὅσα καλῶς ἑτέροις γέγραπται μεταφέρειν, ἀλλ' ἐξεργάσασθαι σαφῶς τὰ λείποντα.
- 1.13.1
[Περὶ τοῦ ὀποβαλσάμου τε καὶ κινναμώμου.] Ἐφεξῆς ὀποβαλσάμου τε καὶ κινναμώμου διὰ τῶν προγεγραμμένων ἐπῶν ἐμνημόνευσεν ὁ Ἀνδρόμαχος, ἐφ' ὧν ἐπὶ τοῖς γεγραμμένοις ὑπὸ τοῦ Διοσκορίδου γνωρίσμασι μέγιστόν ἐστι τεθεᾶσθαι πρότερον αὐτὰ κατὰ τί χωρίον ἕκαστον αὐτῶν ἄριστον γεννᾶται, καθάπερ ἐπειράθην ἐγὼ, γνοὺς πολυειδῶς παραποιούμενον ὀποβάλσαμον, ὡς εἶναι δυσδιάγνωστον, αὐτὸς ἰδεῖν ὀπιζόμενον αὐτὸ, καὶ σχεῖν ἐξ ἐκείνου, καθάπερ τινὰ κανόνα τῶν ἄλλων. ἔμαθον δὲ παραποιήσεις αὐτοῦ πολλὰς, ὡς καὶ τοὺς τριβακωτάτους λαθεῖν, ἃς οὐκ ἀξιῶ δημοσιεύειν τοὺς γνόντας, ὅπως μὴ κατὰ τὸ πάρεργον οἱ πονηροὶ μανθάνοντες αὐτὰς, ἐν ἔργῳ μεταφέροιεν ἐπὶ τὰς κακὰς πράξεις. οὐδὲ γὰρ οὐδὲ τὰς τῶν δηλητηρίων φαρμάκων γραφὰς τοὺς δημοσιεύοντας ἐπαινῶ. τὰς γοῦν ὑπὸ τοῦ Διοσκορίδου τε καὶ τῶν ἄλλων, ὅσοι περὶ ὕλης ἔγραψαν ἑκάστου τῶν φαρμάκων, δοκιμασίας ἐπιφέροντες αὐτοῖς, ὅταν προσθῆτε τὴν ἰδίαν αὐτοψίαν ἐπὶ πολλῶν, ἀκριβῶς δυνήσεσθε διακρίνειν ἀλλήλων, ὅσα γε διακρίνεσθαι δύνανται. τινῶν γὰρ, ὡς ἔφην, ἢ οὐδ' ὅλως ἐστὶν ἢ οὐκ ἀκριβὴς ἡ διάκρισις, ἀλλὰ συγκέχυται τὰ γνωρίσματα τῶν πανούργως ἐσκευασμένων. περὶ δὲ κινναμώμου τἀναντία τοῖς εἰρημένοις ἐπὶ τοῦ ὀποβαλσάμου γινώσκω. πέπεισμαι γὰρ αὐτὸ πάντων εὐδιαγνωστότατον εἶναι τοῖς ἑορακόσι πολλάκις ἄριστον κιννάμωμον. τούτου δ' οὐχ οἷόν τέ τινα τυχεῖν, εἰ μή τις θεάσοιτο τὴν παρασκευὴν τῶν αὐτοκρατόρων κινναμώμων, σχεδὸν εἰς ἕξ που διαφορὰς γενικὰς ἡκόντων. ἔστι γὰρ κᾀν τούτοις αὐτοῖς ἀξιόλογος ὑπεροχὴ τοῦ καλλίστου πρὸς τὸ χείριστον, ὥσπερ κᾀν ταῖς κασσίαις, ὥστε τὴν καλλίστην κασσίαν ἀπολείπεσθαι βραχὺ τοῦ φαυλοτάτου κινναμώμου, καὶ ὅτι οὐ γίνεται μακροχρόνιος ἡ κατὰ τὴν χρῆσιν ἀρετὴ τοῦ κινναμώμου. οὐδὲ γὰρ μέχρι λ΄. χρόνων ὁλόκληρον αὐτοῦ τὴν ἀπ' ἀρχῆς διασώζεσθαι δύναμιν. ληροῦσι δ' ἔνιοι τῶν τοιούτων φαρμάκων τὸ κιννάμωμον ἀγήρω διαμένειν φάσκοντες. οὐδὲ γὰρ ρ΄. οὐδὲ διακοσίων ἐτῶν μεταξὺ γεγενημένων, ἀλλ' ὀλίγων, ὡς πρὸς τοσοῦτον ἀριθμὸν, ἤδη τινὰ μεταβολὴν ἑόρακα τῷ παλαιοτέρῳ κινναμώμῳ γεγενημένην. Ἀντωνίνῳ γοῦν σκευάζων τὴν θηριακὴν ἐθεασάμην ἀγγεῖα πολλὰ ξύλινα, τὰ μὲν ἐπὶ Τραϊανοῦ ταῖς ἀποθήκαις ἐγκαθέντα μετὰ κινναμώμου, τὰ δὲ ἐπ' Ἀδριανοῦ, τὰ δὲ ἐπ' Ἀντωνίνου τοῦ μετὰ τὸν Ἀδριανὸν ἄρξαντος, καὶ πάντα γε τῷ ὁμογενεῖ κινναμώμῳ σαφῶς ἀλλήλων ὑπερεῖχε, κατά τε τὴν τῆς γεύσεως, καὶ τῆς ὀσφρήσεως ἀτονίαν καὶ εὐτονίαν, ὅσον καὶ τῷ χρόνῳ, καὶ μέντοι κομισθέντος ποτὲ ἐκ τῆς βαρβάρου, γλωττοκωμίου μακροῦ πηχέων δ΄. καὶ ἡμίσεος, ἐν ᾧ δένδρον ὅλον ἦν κινναμώμου τοῦ πρώτου γένους, ἐξ αὐτοῦ σύνθεσίν τινα τῷ αὐτοκράτορι Μάρκῳ Ἀντωνίνῳ ποιησάμενος, ὅλην εὗρον τὴν ἀντίδοτον ἱκανῶς τῶν ἄλλων ὑπερέχουσαν, ὥστε γευσάμενον αὐτῆς τὸν αὐτοκράτορα μὴ περιμεῖναι χρόνον, ὥσπερ ἐπὶ τῶν ἄλλων, ἐν ᾧ πεφθήσεται τὸ φάρμακον, ἀλλ' εὐθέως χρῆσθαι, μηδὲ δύο μηνῶν ὁλοκλήρων ἐν τῷ μεταξὺ γενομένων. διαδεξαμένου δ' αὐτὸν Κομμόδου, μήτε τῆς θηριακῆς ἀντιδότου μήτε τοῦ κινναμώμου πεφροντικότος, ἐκείνου τε τοῦ δένδρου τὸ περιττὸν, ὅσον τ' ἄλλο μετὰ τοὺς Ἀδριανοῦ χρόνους ἐκομίσθη, διαπώλετο τὸ πᾶν, ὥστε τοῦ νῦν ὄντος ἡμῶν αὐτο κράτορος Σεβήρου, κελεύσαντος αὐτῷ κατὰ τὸν αὐτὸν τρόπον ὃν ἐσκεύαζον Ἀντωνίνῳ συνθεῖναι τὴν ἀντίδοτον, ἠναγκάσθην ἐκ τῶν ἐπὶ Τραϊανοῦ καὶ Ἀδριανοῦ κατατεθειμένων ἐκλέγειν, καί μοι σαφῶς ἀσθενέστερα γεγονέναι νῦν ἐφαίνετο, μηδὲ λ΄. πεπληρωμένων ἐτῶν τῶν μεταξύ. περὶ δ' οὖν τοῦ καλλίστου κινναμώμου προσθεῖναί τι τῷ λόγῳ βούλομαι τῶν ἀναγκαίων, εἶναι μὲν εὐωδέστατον, ἄῤῥητόν τέ τινα εὐωδίαν ὑπὲρ ἅπαντα τὰ ἄλλα ἔχειν, γευομένῳ δὲ θερμὸν ἱκανῶς, οὐ μὴν, ὥστε δάκνειν, λυπηρόν. τῇ χροιᾷ δὲ τοιοῦτον, ὡς εἴ τις μίξειε τὸ τοῦ γάλακτος χρῶμα τῷ φαιῷ, μετὰ βραχέος τοῦ κυανοῦ καλουμένου. λαβὼν δ' ὅσον ἐβουλόμην ἐξ αὐτοῦ, καθάπερ εἰώθειν, ἀπεθέμην ὀλίγα παρ' ἐμαυτῷ κλώνια κατὰ τὴν ἀποθήκην, ἐν ᾖ πάντα μου τὰ τιμαλφέστατα κτήματα περιείχετο. κατακαυθείσης δ' αὐτῆς, ὁπότε καὶ τὸ τῆς Εἰρήνης τέμενος ἐκαύθη, καὶ τῶν ἄλλων πέντε διαφορῶν τοῦ κινναμώμου πᾶν ὅσον ἐκεκτήμην ἀπώλετο. τῷ μὲν οὖν νῦν ἡμῶν αὐτοκράτορι Σεβήρῳ τὴν ἀντίδοτον ἐσκεύασα, τῶν Ἀδριανείων ἐκλέξας κινναμώμων, περὶ ὧν καὶ αὐτῶν χρήσιμόν τι τοῖς ἀναγνωσομένοις ἔχων προσθεῖναι, διελθεῖν οὐκ ὀκνήσω. πολλὰ μὲν οὖν ἐστιν αὐτοῦ καὶ νῦν ἔτι τὰ σωζόμενα ξύλινα σκεύη. πάντα δ' ἔχει τῶν πολυῤῥίζων, ἢ πολυκλάδων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ κινναμώμων τὰς διαφοράς. οὐδὲν δ' ὥσπερ πρέμνον εἰς πολλοὺς κλάδους σχιζόμενον εἰς μῆκος ἐκτέταται πλέον, ἀλλ' οἵα περὶ τῶν ἑλλεβόρων ἀμφοτέρων ἰδέα ἐστὶ, καὶ μᾶλλον ἔτι τοῦ καλουμένου μὲν δαμασωνίου, φερομένου δ' ἐκ Κρήτης ἡμῖν. ἕκαστον δ' αὐτῶν ἐστιν ἐξ ἑνὸς πυθμένος φυόμενον, οἷον θαμνίσκος τις, ὁ μὲν στ΄. ὁ δὲ ζ΄. τὰς ἐκφύσεις ἔχων, ἢ βραχὺ πλείους, ἢ ἐλάττους, οὐκ ἴσων μὲν ἁπάντων κατὰ τὸ μῆκος, ἀλλὰ τὸ μέγιστον αὐτῶν οὐ μεῖόν ἐστιν ἡμίσεος ποδὸς Ῥωμαϊκοῦ. ἡ δ' ὅλη τῆς οὐσίας αὐτοῦ φύσις, παραπλησία πώς ἐστιν ἀρίστῃ κασσίᾳ, καλουμένῃ μὲν ὑπὸ τῶν κομιζόντων αὐτὴν ὀνόματι βαρβαρικῷ δισυλλάβῳ, τὴν μὲν πρώτην συλλαβὴν ἐκ τοῦ γ καὶ ι ἔχοντι, τὴν δὲ δευτέραν ἐκ τοῦ ζ καὶ ι. ταῦθ' ἡμῖν ἱκανὰ καὶ περὶ κινναμώμου λέλεκται.
- 1.14.1
[Περὶ τῆς τῶν ὑπολοίπων δυνάμεων δοκιμασίας τε καὶ ἐκλέξεως.] Γεγραμμένου δὲ ἐφεξῆς ἀγαρικοῦ δόλωσιν οὐδεμίαν ἐπιδεχομένου, τοῦτ' ἀρκέσει μόνον ἀκούειν, ὃ καὶ παρὰ τοῖς πρόσθεν εἴρηται, τὸ κουφότατον ἐν αὐτῷ κάλλιστον εἶναι· τὸ πυκνὸν δὲ καὶ βαρὺ καὶ ξυλῶδες φαυλότατον. ὅσον δ' ἐν τῷ μεταξὺ τούτων ἀφέστηκε τοῖς γνωρίσμασιν ἑκατέρου, τοσοῦτον καὶ τῇ δυνάμει. τὰ δὲ ἐφεξῆς τῶν προγεγραμμένων, ἥ τε σμύρνα καὶ ὁ κόστος, οὐ χαλεπὰ γνωρίσαι τοῖς ἤδη προεορακόσιν· εἰδέναι δὲ δεῖ ἐπιτήδειον οὖσαν εἰς τὰς ἀντιδότους τὴν τρωγλοδύτιν λεγομένην σμύρναν· ἔνιοι δ' αὐτὴν ὀνομάζουσι Μιναίαν ἀπὸ χωρίου καθ' ὃ γεννᾶσθαί φασι τὴν καλλίστην. εὐοδμοτάτη δὲ ἔστω καὶ, ὡς πρόσθεν εἴρηται, μηδὲν ὀποκαλπαθίζον ἐχέτω. κρόκον δὲ τὸν κωρύκιον ἐπαινοῦσι μὲν ἅπαντες οἱ παλαιοὶ, μέχρι καὶ τῶν ποιητῶν· ἐγὼ δὲ ἀκριβῶς τό τε κωρύκιον ἄντρον ἐν ᾧ γεννᾶται, καὶ τὸν κρόκον αὐτὸν ἐθεασάμην, εὐτραφῆ μὲν, οὐ μὴν ὑπὲρ ἅπαντας τοὺς ἄλλους, οὔτ' ἰσχύϊ τῆς ἐν τῷ παραυτίκα ὀδμῆς οὔτ' ἐν τῷ μονίμῳ διαφέροντα. τούτοις δ' ἀξιῶ κρίνειν ὑμᾶς τὸν ἄριστον, οὐ τῷ κατὰ τὴν εὐτροφίαν ὑπερβάλλειν. πρόδηλον δ' ὅτι καὶ ξανθότατός ἐστιν, ὥσπερ εὐοδμότατος ὁ ἄριστος, καὶ χρόνῳ πλείονι παραμένων ἀκμαῖος. ἐπεὶ δὲ καὶ τούτου τίς ἐστι παραποίησις, οὐκ εὔγνωστος τοῖς μὴ πάνυ πολλάκις ἑορακόσι τὸν ἄριστον, ἄμεινον ἡμῖν ἐστιν ἐκ πολλοῦ προεωνημένοις αὐτὸν ἔχειν ἀποκείμενον ἐν ἐπιτηδείῳ τινὶ τῶν κατὰ τὴν οἰκείαν οἰκήματι, ὡς πρόσθεν εἴρηται. μέγιστον γάρ ἐστι δοκίμιον, ἐὰν παραμένῃ τοιοῦτος ὢν ὁποῖος ἐλήφθη. τοῦ γὰρ νενοθευμένου καὶ ἡ χρόα καὶ ὀδμὴ διὰ ταχέων ἐκλύονται. περὶ δὲ κασσίας ἀναγκαῖόν ἐστι μοι μνημονεῦσαι τοῦ γεγραμμένου κατὰ πολλὰς τῶν φαρμακιτίδων βίβλων, ὡς ἄρα τοῖς ἀποροῦσι κινναμώμου διπλάσιος ὁ τῆς κασσίας σταθμὸς ἐμβλητέος ἐστί. σκώπτων γὰρ τοῦτο Σάτυρος ὁ διδάσκαλος ἡμῶν ἔλεγεν, ὡς Κοΐντου τῶν εὐπραπέλων λόγων ἕνα καὶ τόνδε λέγοντος, ὅμοιόν τι ποιεῖν τοὺς κελεύοντας διπλασίαν ἐμβάλλειν ἡμᾶς κασσίαν, ὅταν ἀπορῶμεν κινναμώμου τοῖς ἀξιοῦσιν, ὅταν μὴ σχῶμεν οἶνον Φαλερῖνον, ποιεῖν διπλάσιον πίνειν τοῦ πιπρασκομένου κατὰ τὰ καπηλεῖα, κᾂν ἄρτου ποτ' ἀπορῶμεν καθαροῦ, διπλάσιον ἐσθίειν τοῦ πιτυρίου καλουμένου. ἐμοὶ δ' ὁ λόγος οὗτος, ἢν μὲν περὶ ἑνός τινος αὐτοῦ καθ' αὑτὸ μόνου μέλλοντος εἰς χρῆσιν ἄγεσθαι, λέγηται, κατὰ πᾶν ἀληθής τε καὶ ἄμεμπτος εἶναι δοκεῖ, ἐν συνθέσει δὲ πολλῶν, οὐκέθ' ὁμοίως ἀληθής. ἓν μὲν γὰρ ὁτιοῦν εἰ δέοι προσενέγκασθαι, καθάπερ εἰ τύχοι ῥοῦν, ἢ ἀψίνθιον, ἢ ἴριν, ἢ γεντιανὴν, ἢ ὁτιοῦν ἄλλο τοιοῦτο φάρμακον, εἰ διπλάσιον αὐτοῦ μοχθηρὸν ἀντὶ τοῦ καλλίστου προσφέροι τις, ἢ εἴσωθεν, ἢ ἔξωθεν ἐν τῷ σώματι, βλάψει διπλάσιον. ὅταν δὲ ἀναμίξαι δέῃ πολλοῖς τοῖς κατὰ μέρος ἕν τι κάλλιστον, αὐξήσειν τὴν τῶν ἄλλων δύναμιν ὑπισχνούμενον, ἂν ἀπορῶμεν τοῦ γενναιοτάτου, διπλασίῳ χρῆσθαι τῷ τὴν αὐτὴν ἔχοντι κατὰ γένος ἐπαγγελίαν, οὐδὲν ἂν εἴη χεῖρον, εἰ καὶ φαυλότερον φαίνοιτο τοῦ καλλίστου. ἔστι δ' ἡ κασσία πλησίον τοῦ κινναμώμου τῷ γένει. καὶ γὰρ καὶ γίνεταί ποτε κιννάμωμον ἐκ μεταβολῆς αὐτῆς, ὥστε ὅλον μὲν ὁρᾶσθαι τὸ οἷον δένδρον ἀκριβὲς κασσίαν, ἀκρέμονας δέ τινας ἐν αὐτῷ κινναμώμου, συνεχεῖς τοῖς κλάδοις τῆς κασσίας εὑρίσκεσθαι. παραπλήσιον δέ ἐστι τὸ τοιοῦτον οὐ τῷ κατὰ τοὺς οἴνους ἢ τοὺς ἄρτους, οἷα ὁ Κόϊντος ἔλεγεν, ἀλλὰ τῷ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις, ἐν οἰκοδομίαις, ἐν ναυπηγίαις, ἐν ἄρσεσι βαρέων σωμάτων, καὶ μεταφοραῖς, ἐν πόλεσιν, ἐν ἁπάσαις ταῖς βοηθείαις, ἐν αἷς τὸ δι' ἑνὸς ἰσχυροῦ γινόμενον, ὅταν οὗτος μὴ παρῇ, διὰ δυοῖν ἀσθενεστέρων ἐπιτελεῖται. ταῦτα μὲν οὖν ἐκ τοὐναντίου ἐπικεχειρήσθω τῷ τοῦ Κοΐντου λόγῳ, πρὸς τῷ μὴ πάντῃ δοκεῖν ἀπόβλητον εἶναι τὴν πρόσταξιν τῶν ἀξιούντων, ἀντὶ τοῦ κινναμώμου διπλάσιον ἐμβάλλειν τῆς κασσίας. ἐγὼ μέντοι διὰ παντὸς ἐνέβαλον κινναμώμου. πᾶσι γὰρ οἷς ἐσκεύασα τὸ φάρμακον, ἢ φίλοις αὐτοκράτορσιν, ἢ πλουσίοις, οὐ χαλεπὸν ἦν τοῖς μὲν αἰτῆσαι παρὰ τοῦ βασιλέως, τοῖς δὲ καὶ πρίασθαι παρά τινος. τὸ δὲ προσθεῖναι τούτῳ ὅτι μηδ' ὁσάκις ἐσκεύασα τοῖς αὐτοκράτορσιν, ἠπόρησά ποτε κινναμώμου, προφανῶς ἐστι περιττόν. περὶ μέντοι τοῦ καρπησίου τὴν Κοΐντου γνώμην, ἣν οὐ παρὰ Σατύρου μόνον, ἀλλὰ καὶ ἄλλων μαθητῶν ἤκουσα τοῦ Κοΐντου, διελθεῖν ἄμεινον. ἐνέβαλλε γὰρ ἐκεῖ νος, ὥς φασιν, ὅταν ἠπόρει κινναμώμου, τὸ καρπήσιον, ὡς οὐδὲν ἀπολειπόμενον εἰς δύναμιν ἀρίστης κασσίας, καὶ πλεῖστον γοῦν αὐτοῦ κομίσας ἐγὼ διὰ τοῦτο, κατὰ τὴν γενομένην μοι τῶν ἀντολικῶν χωρίων ὁδοιπορίαν ἐπιμελῶς κατατιθέμενος, ἔχω μέχρι νῦν πάμπολυ, διασῶζον ὀσμήν τε καὶ γεῦσιν, εἰ καὶ μὴ τὴν ἴσην τῇ πρόσθεν, ἀλλ' οὐκ ἐξίτηλόν γε παντάπασιν. ἔστι δ' ὁμοία μὲν τῷ καλουμένῳ φοῦ κατὰ γένος, ἰσχυροτέρα μέντοι, καί τι καὶ ἀρωματίζον ἔχουσα. πλεῖστον δ' ἐν τῇ Σίδῃ τῆς Παμφυλίας τὸ καρπήσιον τοῦτο γεννᾶται· διὰ τοῦτο καἰ εὐωνότατόν ἐστιν, ὡς εἴ τις ὑμῶν ἐκεῖ ποτε γένοιτο, λαμβανέτω πλεῖστον, εἰδὼς ἐπὶ πλείονα χρόνον ἐξαρκοῦν αὐτῷ. λεπτὰ δέ ἐστι τὰ κάρφη, παραπλήσια τοῖς ἀκρέμοσι τοῦ κινναμώμου, καὶ καλοῦσιν οἱ ἐπιχώριοι τὸ μὲν ἕτερον αὐτῶν λαέρκινον, τὸ δὲ ἕτερον τὸ πικρὸν, ὅπερ καὶ βέλτιόν ἐστιν. ἑκατέρου δὲ ἀπὸ τοῦ ὄρους ἡ ἐπωνυμία καθ' ὃ φύεται. πολὺ δ' ἔχων αὐτοῦ καὶ εἰς ἄλλα πολλὰ τῶν κατὰ μέρος ἐπειράθην, εἰς ἅπερ καὶ τοῦ καλουμένου φοῦ βάλλομεν. ἔστι γὰρ αὐτὸ παραπλήσιον μὲν, ἰσχυρότερον δὲ, καὶ ὡς ἔφην, ἔχον τι ποιότητος ἀρωματιζούσης ἐν ὀσμῇ τε καὶ γεύσει. τούτων δ' ἁπάντων ὦν περὶ κασσίας εἶπον ἀναγκαιότατόν ἐστι διορίσασθαι ποίαν ἐμβλητέον ἐστὶ κασσίαν, ἐπειδὴ τὴν μὲν Γιζὶ μάλιστα ἐπαινοῦσιν, ἐφεξῆς δὲ τὴν μοτὼ καλουμένην, εἰσὶ δὲ οἳ καὶ τὴν ἀρηβὼ καὶ τὴν δαφνῖτιν. ὅτι μὲν οὖν ἡ Γιζὶ παραπλήσιον κινναμώμῳ κατὰ πάντα ἐστὶν εἴρηταί μοι καὶ πρόσθεν. ἡ γοῦν συνεχέστατα παρὰ τῶν περὶ τὰ τοιαῦτα δεινῶν, ὡς κιννάμωμον πιπρασκομένη, ταὐτοῦ γένους ἐστίν. ἀλλὰ τῆς γε συριγγίδος ὑπό τινων ὀνομαζομένης, ὁ νεώτερος Ἀνδρόμαχος ἐμβάλλειν ἀξιοῖ. πᾶσι δ' αὕτη γινώσκεται, καὶ γὰρ καὶ εὐωνοτάτη πάντων ἐστὶ, τὸν μὲν ἔξωθεν φλοιὸν, ὅνπερ καὶ σύριγγα καλοῦσιν, ἰσχυρὸν ἔχουσα κατ' ὀσμήν τε καὶ γεῦσιν, τὸ δ' ἔνδον ἀσθενέστατον, ὡς μηδεμίαν αὐτοῦ χρείαν ἡμῖν γίνεσθαι. διὰ μὲν οὖν τῶν προγεγραμμένων ἐλεγείων ἀδιορίστως εἴρηται τὸ τῆς κασσίας ὄνομα. κατὰ δὲ τὴν πεζῇ γεγραμμένην ὑπὸ τοῦ υἱέως αὐτοῦ πρόσκειται τῷ τῆς κασσίας ὀνόματι τὸ τῆς σύριγγος, ἥ τ' ἀπ' ἐκείνου μέχρι νῦν ἡμῖν παραδεδομένη διαδοχὴ τῶν σκευαζόντων τῷ αὐτοκράτορι, τὸ τῆς σύριγγος ὄνομα προσκείμενον ἔχει. ἐφεξῆς δὲ τῆς προγεγραμμένης ὁ Ἀνδρόμαχος Ἰνδικὴν νάρδον κελεύει βαλεῖν, ἥνπερ καὶ στάχυν ὀνομάζομεν νάρδου, καίτοι ῥίζαν οὖσαν, ἀπὸ τῆς πρὸς τοὺς ἀστάχυας ὁμοιότητος κατὰ τὴν μορφὴν, ἐφ' ἧς φυλάττεσθαι χρὴ, μή πως ἀποδῷ τις ἡμῖν τὴν ἔκπλυτον ὀνομαζομένην. ἔστι δ' αὐτὴ τοῖς τὰ μύρα σκευάζουσι προϋπηρετηκυῖα κατὰ τὴν ἕψησιν αὐτῶν, ὡς εἰώθασιν, ἀκέραιος πιπρασκομένη. διὸ καὶ τὰς ὄμφας ὀνομαζομένας βαρβάρῳ γλώττῃ προσήκει λαμβάνειν, ὧν καὶ ἡ περιπεπλασμένη γῆ τῇ ῥίζῃ ἀφεψηθεῖσα τὴν ὀσμὴν ἔχει τῆς νάρδου. σχοῖνον δὲ ἐπὶ τούτοις τὴν ἐξ Ἀραβίας ἐμβάλλειν κελεύει, καλουμένην ὑπὸ τῶν πολλῶν, οὐκ οἶδ' ὅπως ἄνθος σχοίνου, καίτοι γ' ἡμῶν οὐ πάνυ τι τοῦ ἄνθους εὐπορούντων, ὅλης τῆς κομιζομένης πόας ἐπιβεβρωμένης πολλάκις ἄνωθεν ὑπὸ τῶν καμήλων· ἥδιστά τε γὰρ αὐτὴν νέμονται καὶ πλείστην ἔχουσιν ἐν ταῖς Ἀραβίαις ὁδοῖς γεννωμένην. ἔστι δ' εὔωνόν τε τὸ φάρμακον καὶ μόνῳ τῷ τῆς ὀσμῆς ἀκμαίῳ κρινόμενον, ἐπειδὴ διὰ ταχέων ἀποπνεῖ τὸ εὐῶδες αὐτῆς. ἐφεξῆς δὲ γράφοντος τοῦ Ἀνδρομάχου, καὶ λίβανον μίσγοιο καὶ ἀγλαΐην στήσαιο, τὴν ἀγλαΐην οὐ χρὴ ζητεῖν ἡμᾶς ὡς ἄλλου τινὸς φαρμάκου ὄνομα. διὰ γὰρ τῆς πεζῇ γεγραμμένης τῷ νεωτέρῳ Ἀνδρο μάχῳ συνθέσεως τῆς ἀντιδότου καὶ διὰ τῆς ἄχρι νῦν εἰς ἡμᾶς καθηκούσης παραδόσεως, οὔτε φαρμάκου τινὸς ὄνομά ἐστιν ἡ ἀγλαΐα· καὶ τὰς δραχ. ιβ΄. ἕλκον τῷ σταθμῷ τὸ φάρμακον πάντα συμφώνως εἴρηται τῷ τε πρεσβυτέρῳ καὶ τῷ νεωτέρῳ Ἀνδρομάχω, καὶ οὐδὲν ἔξωθεν ἐκείνων πρόσκειται, καθ' οὗ τὸ τῆς ἀγλαΐας ὄνομα λέγεσθαί τις ἡγήσεται, ὥστ' ἴσως τὴν ἀγλαΐαν ἐπίθετον τοῦ λιβανωτοῦ τῷ συντιθέντι τὴν ἐλεγείαν ἔδοξε προσθεῖναι. ἐφεξῆς δὲ μέλανός τε πεπέρεως καὶ δικτάμνου καὶ πρασίου καὶ ῥήου μνημονεύει, γνωρίμων ἅπασι πραγμάτων. ἡ δ' ἐκ παραδόσεως ἡμῖν δεδομένη γραφὴ προσκείμενον ἔχει τοῦ πεπέρεως τὸ βαρύσταθμον. μεῖζον δ' ἐστὶ τοῦτο τοῦ ἄλλου πεπέρεως, καὶ τὸν φλοιὸν ἔχει λεπτότερόν τε καὶ ἦττον ῥυσσόν. ἐπὶ δὲ τοῦ ῥήου καὶ αὐτοῦ παραποίησις μέν ἐστιν, ἐπειδὴ εὐθέως ἐν τοῖς χωρίοις ἐν οἶς γεννᾶται, πρόσφατον ἔνιοι λαμβάνοντες αὐτὸ καὶ ἀφέψοντες, ὡς ἀνεῖναι τὸν χυλὸν, ἐκεῖνον μὲν ἑψήσαντες πέμπουσιν ἡμῖν, ὡς εἰλικρινῆ καὶ ἄμικτον ὕδατι. τὸ δὲ ῥῆον ξηράναντες ὡς οὐδὲ αὐτὸ προαφεψημένον ἀποστέλλουσι. διὰ τοῦτ' ἐπίστασθαι χρὴ γνωρίζειν τὸ πανουργηθὲν, εὐγνωστότατον ὂν τοῖς ἑορακόσι τὸ αὐτοφυὲς ῥῆον. οὕτε γὰρ τὸ διὰ τῆς ὄψεως αὐτοῦ κρινόμενον πυκνὸν καὶ συνηγμένον ἔχει τῆς ὅλης οὐσίας, ἀλλ' ἔστιν ἀραιότερον, ἐν τῇ γεύσει τε τὴν στύφουσαν ποιότητα παντάπασιν ἀμυδρὰν, ἢ οὐδ' ὅλως ἔχει, καίτοι γε ἰσχυρὰν ἔχοντος τοῦ ἀκμαίου ῥήου, τίτραται μέντοι καὶ αὐτὸ ταχέως. στοιχὰς δὲ φύεται μὲν πολλὴ πολλαχόθι τῆς γῆς. πλείστης δ' οὔσης ἐν Κρήτῃ καὶ ταῖς Κυκλάσιν ὀνομαζομέναις νήσοις, ἀφ' οὖ καὶ τοὔνομα αὐτῇ κατὰ τὴν Ἰβηρικὴν θάλασσαν κειμέναις. εὐτροφωτέρα δέ ἐστι καὶ κρείττων ἡ ἐκ τῶν νήσων τῆς Κρητικῆς. πετροσέλινον γινώσκεται μὲν πᾶσιν ἐπῃνημένον τὸ Μακεδονικὸν, ὃ καὶ καλοῦσί τινες Ἐστρεατικὸν, ἀπὸ τοῦ χωρίου καθ' ὅ φύεται τὴν ἐπωνυμίαν αὐτῇ τιθέμενοι. παντελῶς δ' ὀλίγον ἐστὶ τὸ γεννώμενον ἐν ἐκείνῳ τῷ χωρίῳ, κρημνώδει τε ὄντι καὶ οὐ μεγάλῳ. τὸ δὲ Ἐστρεατικὸν Μακεδονικὸν ἐκ Μακεδόνων εἰς πάντα τὰ ἔθνη κομιζόμενον, ὀλίγον μὲν καὶ αὐτὸ κατὰ τὴν Μακεδόνων φύεται γῆν. ἀλλ' ὅπερ ἐπὶ τοῦ μέλιτος καὶ τοῦ οἴνου τοῦ Φαλερίνου, τοῦτο καὶ ἐπὶ τοῦ πετροσελίνου συμβέβηκεν. εἰς ἅπασαν γὰρ σχεδόν γε τὴν οἰκουμένην οἱ ἔμποροι |κομίζουσιν ὡς Ἀττικὸν μέλι καὶ οἶνον Φαλερῖνον, οὕτω καὶ Μακεδονικὸν πετροσέλινον, οὐ τοσούτου αὐτοῦ γεννωμένου, ὡς ἅπασι τοῖς ἔθνεσιν ἐξαρκεῖν, ἀλλ' ἐν Ἠπείρῳ πλεῖστον γεννᾶται πετροσέλινον, ὥσπερ ἐν ταῖς Κυκλάσι νήσοις τὸ μέλι καὶ κομίζεταί γε τὸ μὲν ἐκ τῶν νήσων Ἀθήναζε, τὸ δὲ ἐξ Ἠπείρου πρότερον μὲν εἰς Μακεδονίαν, καὶ πλεῖστόν γε, καὶ σχεδὸν ἅπαν εἰς Θεσσαλονίκην, ἐκεῖθεν δ' ὡς Μακεδονικὸν ἐκφέρεται. καὶ κατὰ τὸν οἶνον δὲ τὸν Φαλερῖνον ὅμοιόν τι συμβέβηκεν. ἐν μικρῷ γάρ τινι χωρίῳ τῆς Ἰταλίας ὀλίγος γεννώμενος, ὡς δῆθεν αὐτὸς ἐκεῖνος ὢν εἰς ἅπασαν τὴν ὑπὸ Ῥωμαίοις γῆν εἰσκομίζεται, σκευαζομένων δ' ἄλλων οἴνων εἰς ὁμοίου πανουργίαν ὑπὸ τῶν περὶ ταῦτα δεινῶν. ἐὰν δ' ἀπορήσῃς ποτὲ Ἐστρεατικοῦ πετροσελίνου, μηδὲν ἡγοῦ χεῖρον ἔσεσθαί σοι τὸ τῆς θηριακῆς φάρμακον, ἐὰν ἕτερον ἐμβάλῃς. οὐ γὰρ ὡς δηλητηρίοις φαρμάκοις, ἢ ἰοβόλων θηρίων τοῖς δήγμασιν ἐναντιοῦται, ἀλλ' ἐῤῥιμμένοις τοῖς ὑδερικοῖς, καὶ ὅσα πάθη ἄλλα τοιαῦτά ἐστιν, οὐ μὴν τῷ κυριωτάτῳ γε τῆς θηριακῆς ἐπαγγέλματι. ποιεῖ δ' αὐτὴν καὶ πικροτέραν δηλονότι τὸ Ἐστρεατικὸν πετροσέλινον, καὶ μάλιστα ἐὰν πρόσφατον ᾖ. διαφέρει γὰρ ὥσπερ δριμύτατον τῶν ἄλλων πετροσελίνων, οὕτω καὶ πικρότατον. τὴν δὲ τερμινθίνην οὐκ οἶδ' ὅπως τὴν ἐκ Λιβύης ἐμβάλλειν ἐκέλευσεν ὁ Ἀνδρόμαχος, ἀτιμάσας γε τὴν ἐκ τῆς Χίου προκεκριμένην σχεδὸν ὑπὸ πάντων. ἐπαινῶ μὲν γὰρ καὶ τὴν ἐκ τῆς Λιβύης κομιζομένην ἀρίστην. οὐ γὰρ δὴ πᾶσά γέ ἐστιν ἀρίστη, καθάπερ ἡ ἐκ Χίου. γίνεται δὲ καὶ κατὰ τὴν Ποντικὴν γῆν καί τισιν ἄλλοις ἔθνεσι καλλίστη τερμινθίνη ῥητίνη, ἀλλ' ὑπερέχει πασῶν ἡ Χία κατ' ὀσμήν τε καὶ γεῦσιν. ἐφεξῆς δὲ τῶν προγεγραμμένων ὁ Ἀνδρόμαχος ἐν τῇ συνθέσει τῆς θηριακῆς ἔγραψε, ζιγγίβερι καὶ πενταπέτηλον ὅπερ ἐστὶ πεντάφυλλον πόαν ἐμβάλλομεν, οὔτε παραποιούμενα φάρμακα καὶ πᾶσι γιγνωσκόμενα. μετὰ δὲ ταῦτα πολίου μνημονεύει πᾶσι γνωρίμου καὶ μηδὲν ἔχοντος ὅμοιον, εἶτα χαμαιπίτυος, ἐφ' ἦς τοσοῦτον χρὴ προσθεῖναί με κατὰ τὸν λόγον, ὡς πολλαχόθι τῆς γῆς γεννᾶται, καὶ κατ' ὀδμὴν καὶ γεῦσιν ἀκμαιότερον τῆς ἐν τῇ Κρήτῃ. φέρεται δ' ἡμῖν ἐκεῖθεν, ὡς καὶ τοὺς Καίσαρι σκευάζοντας ἀεὶ τῇ Κρητικῇ χρῆσθαι, καίτοι καὶ κατ' αὐτὴν τὴν Ῥώμην ἐν τοῖς προαστείοις καὶ τὴν χαμαιπίτυν καὶ τὴν χαμαίδρυν εὗρον εὐοσμοτέρας τῶν ἀπὸ τῆς Κρήτης ὅταν γε μὴ πολλῷ κατακλυσθῶσιν ὄμβρῳ. ἔτι τε καὶ τοῦτο χρὴ γινώσκειν, ὡς φερομένων ἀπὸ Κρήτης τῶν βοτανῶν, ἐνειλιγμένων χαρτίοις, οἷς ἐπιγέγραπται τὸ τῆς ἑκάστης βοτάνης ὄνομα, τινὲς μὲν ἁπλῆν ἔχουσι τὴν ἐπιγραφὴν, τινὲς δὲ μετὰ προσθήκης τῆς πεδιάδος. εὑρήσεις δὲ τὴν πεδιάδα γενναιοτέραν, καίτοι τῶν πλείστων βοτανῶν ἐν τοῖς πεδίοις ἀσθενεστέρων γεννωμένων. στύρακα δὲ δῆλον ὅτι τὸν ἐν τοῖς καλάμοις φερόμενον ἐκ Παμφυλίας, ἐμβάλλειν προσῆκεν, ὀλίγιστόν τε γεννώμενον καὶ τοσούτῳ διαφέροντα τοῦ πολλοῦ τούτου στύρακος, ὅσον ὁ Φαλερῖνος οἶνος τοῦ πιπρασκομένου κατὰ τὰ καπηλεῖα. λαμβάνειν δ' αὐτοῦ χρὴ τὸν ὠχρότατον, εὔδηλον δ' ὅτι καὶ κατὰ ὀσμὴν οὗτός ἐστιν ἰσχυρότατος, καὶ κατὰ γεῦσιν οὐδὲν ἧττον. νάρδου δ' ἐφεξῆς ἐμνημόνευσεν ὁ Ἀνδρόμαχος, ὡς αὐτὸς προσέγραψε τῆς ἐκ Γαλατείας, ἣν συνήθως οἱ περὶ ταῦτα δεινοὶ Κελτικὴν ὀνομάζουσι. συγκέχυται γάρ πως τὰ τρία ταῦτα ὀνόματα καθ' ἑνὸς ἔθνους φερόμενα τοῦ Κελτικοῦ. καλοῦσι γοῦν αὐτοὺς ἔνιοι μὲν Γαλάτας, ἔνιοι δὲ Γάλλους, συνηθέστερον δὲ τὸ τῶν Κελτῶν ὄνομα. περὶ δὲ τῶν ἐφεξῆς γεγραμμένων τὸ μέν πού τι πρόσθεν εἴρηται, καθάπερ ἐπὶ Λημνίας γῆς καὶ μίλτου· καλεῖν δ' αὐτὴν ἄμεινον οὐ μίλτον, ἀλλὰ γῆν· ἔστι γάρ τις Λημνία μίλτος ἐν τῇ Μίλτῳ γεννωμένη, πρὸς ἄλλας χρείας ἐπιτήδειος, οὐ μὴν εἰς ἃς ἡ καλουμένη Λημνία σφραγίς. γέγραπται δὲ καὶ περὶ τούτων, ὥσπερ οὖν καὶ περὶ τῶν ἄλλων ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ. τὰ δ' ἐφεξῆς γεγραμμένα φάρμακα σχεδὸν ἅπαντα καὶ γινώσκεται πᾶσιν ἰατροῖς, καὶ πανουργίαν οὐκ ἐπιδέχεται. τινὰ δ' αὐτῶν σαφέστερον δηλοῦται διὰ τῆς πεζῇ γεγραμμένης θηριακῆς. καὶ τὸ
- 1.14.2
Δάκρυον εὖ μίσγοιο, βαλὼν κυανωπὸν ἀκάνθης.
- 1.14.3
δηλοῖ γὰρ τὴν ἐκ τῆς Αἰγυπτίας ἀκάνθης γεννωμένην ἀκακίαν. μόνον οὖν εἰπεῖν ἔτι περὶ θλάσπεως ἀναγκαῖόν ἐστιν, ἐπειδὴ καὶ σχεδὸν ἅπαντα ἐμβάλλουσι, τό τ' ἐκ Κρήτης φερόμενον καὶ τὸ πανταχόθι γεννώμενον, ὅπερ ἐστὶ τῇ χρόᾳ μὲν ὠχρόξανθον, τῷ σχήματι δὲ στρογγύλον πάνυ σμικρὸν, ὡς εἶναι κέγχρου πολλοστὸν μόριον. ἄμεινον δὲ τὸ ἀπὸ Καππαδοκίας κομιζόμενον ἐμβάλλειν, τῇ χρόᾳ μὲν ἐπὶ τὸ μελάντερον ἀποκεχωρηκὸς πάμπολυ, τῷ σχήματι δὲ οὐκ ἀκριβῶς στρογγύλον, καὶ τῷ μεγέθει πολλῷ γε μεῖζον ἢ κατὰ τὸ προειρημένον. ἔχον δὲ κατά τι μέρος ἑαυτοῦ, καὶ οἷον ἔνθλασμά τι μικρὸν, ἀφ' οὗ καὶ ὠνομάσθη θλάσπι. γεννᾶται δὲ ὥσπερ καὶ τοῦτο, οὕτω καὶ ἕτερον ἐν Καππαδοκίᾳ πάμπολυ. ὥστε οὐχ ἁπλῶς τὸ ἀπὸ Καππαδοκίας φερόμενον ἄριστόν ἐστιν, ἀλλὰ τὸ ἰδίως ἐν αὐτῷ γεννώμενον, ἀνόμοιον δὲ τῷ Κρητικῷ τε καὶ πολλαχόθι τῆς γῆς φυομένῳ. εἰ δέ τι καὶ ἄλλο μὴ σαφῶς εἴρηται διὰ τῶν ἐλεγείων μέτρων ὑπὸ τοῦ πρεσβυτέρου Ἀνδρομάχου, τουτέστι κεκρυμμένον, γινώσκοντί σοι τὴν ἄνευ μέτρου γραφὴν ὑπὸ τοῦ υἱέως αὐτοῦ γεγραμμένην Ἀνδρομάχου, καθάπερ καὶ τὸ,
- 1.14.4
Ἀκταίῳ μίσγοις,
- 1.14.5
Συγκεράσας μέλιτι,
- 1.14.6
τουτέστι μέλιτι τῷ Ἀττικῷ. κενταύριον γοῦν κατὰ μὲν τὴν ἔμμετρον γραφὴν οὐ προσδιώρισται ποῖον λέγει, κατὰ δὲ τὴν πεζῇ γεγραμμένην πρόσκειται τὸ λεπτὸν, διὰ τὸ καὶ ἄλλων εἶναι κενταύριον ἁδρόν. οὕτω καὶ ἀριστολοχίας εἴρηται λεπτῆς, ἔστι γὰρ καὶ ἄλλη τις ἁδρὰν ἔχουσα τὴν ῥίζαν, ὥσπερ καὶ τρίτη τὶς ἐστιν ἐπὶ ταῖσδε στρογγύλη.
- 1.15.1
[Περὶ τῆς σκευασίας τῆς θηριακῆς.] Εἴρηταί μοι καὶ πρόσθεν ὡς ἅπαξ μέν τις ἰδὼν σκευαζόμενον τὸ φάρμακον οὐκέτι δεήσεται θεάσασθαι δεύτερον, ἢ γ΄. εἰς δὲ τὴν διάκρισιν τῶν ἀρίστων ἐν ἑκάστῳ γένει φαρμάκου οὐχ ἅπαξ καὶ δὶς καὶ τρὶς, ἀλλὰ πάνυ πολλάκις ἑωρᾶσθαι χρὴ τὰ δόξαν ἔχοντα γεννᾶσθαι κάλλιστα καθ' ἑκάστην χώραν. ἔχειν δ' οὖν χρὴ καὶ πρὸς τὴν τούτων χρῆσιν παραγγέλματα, περὶ ὧν εἴπομεν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἐν ὀλίγοις κεφαλαίοις περὶ πάντων ἐρῶ. τὰς μὲν ῥίζας ὧν ἂν ὦσι χρήσιμοι τεταμένον ἔχειν χρὴ τὸν φλοιὸν, οὐ ῥυσόν· ἀτρόφου γὰρ ῥίζης τοῦτο σημεῖον· τοὺς δὲ καρποὺς μετὰ τῶν ἀκρεμόνων τε καὶ βλαστημάτων ὀνομαζομένων εὐθαλεῖς, καὶ πολλοὺς ἅμα τοῖς περικαρπίοις· τὰ σπέρματα δὲ, ὥσπερ καὶ τὰς ῥίζας, εὔτροφα διὰ τοῦ τετάσθαι τὸν φλοιὸν γνωριζόμενα· τοὺς δὲ ὀποὺς καὶ τοὺς χυλοὺς μὴ κατεξηραμμένα ἐν τῷ χρόνῳ, μήτ' ἀμυδρὰς ἔχοντα ἑκάστου τὰς ἑαυτῶν ποιότητας, ὀσμῇ τε καὶ γεύσει κρινομένας. οἱ μὲν οὖν καρποὶ μετὰ τῶν βλαστημάτων τε καὶ περικαρπίων, ἀνθῶν τε καὶ φύλλων, ὅσα περ τούτων εἰς τὴν θηριακὴν ἐμβάλλονται. τῶν δὲ βοτανῶν, σκορδίου καλαμίνθης, πρασίου, στοιχάδος, δικτάμνου, πολίου, χαμαίδρυος, χαμαιπίτυος, ὑπερικοῦ, κενταυρίου. αἱ ῥίζαι δὲ τῶνδε, ζιγγιβέρεως, ἴρεως, ῥήου, πενταφύλλου, κόστου, νάρδου Ἰνδικῆς, νάρδου Κελτικῆς, γεντιανῆς, μήου, ἀκόρου, φοῦ, ἀριστολοχίας λεπτῆς. σπέρματα δὲ ἐμβάλλεται τῷ φαρμάκῳ ταυτί. βουνιάδος, πετροσελίνου, θλάσπεως, ἄμμεως, ἀνήθου, μαράθρου, δαύκου, καρδαμώμου. ταῦτα μὲν οὖν πάντα τὰ τρία γένη τοῖς Αἰγυπτίοις ὅλμοις ἐμβάλλειν προσήκει, ἐπειδὴ σκληρότατοι τυγχάνουσιν ὄντες, ὡς μηδὲν ἐν τῷ κόπτεσθαι τῆς ἑαυτῶν οὐσίας προστρίβεσθαι τοῖς κοπτομένοις. ἐμβαλλέσθω δὲ ἅμα τοῖσδε καὶ ταυτὶ, ἀρτίσκοι σκιλλητικοὶ, ἀρτίσκοι θηριακοὶ, ἡδυχρόου μάγμα, πεπέρεως τε τὸ μέλαν καὶ τὸ λευκὸν καὶ τὸ μακρὸν, καὶ ῥόδα ξηρὰ, καὶ πρὸς τούτοις ἀγαρικὸν, καὶ κρόκος ἐὰν ξηρὸς ᾖ, σφραγὶς, καὶ ἡ ὀπτὴ χαλκῖτις, ἄμωμόν τε καὶ κιννάμωμον, καὶ ἡ σῦριγξ τῆς κασσίας, ὅ τε τοῦ βαλσάμου ὀπὸς, ἥ τ' ἀκακίας, πλὴν εἰ μαλακή τις εἴη καὶ ὑγρὰ, τό τε καστόριον καὶ ἡ ἄσφαλτος, ἢ ὥς τινες ἀῤῥενικῶς ὁ ἄσφαλτος. εἴρηται γὰρ πολλάκις ὡς οὐδὲν χρὴ φροντίζειν τῆς τοιαύτης λεπτολογίας. οἴνῳ δὲ διαβραχέντα λελειώσθω σμύρνα καὶ κρόκος, ἐάν γε ἀσφαλέστερον εἶναί σοι δόξῃ, μὴ κόπτειν αὐτὸν ὑγρὸν ὄντα. πάντες δὲ οἱ ὀποὶ οἴνῳ διαβρεχέσθωσαν, ὥστε καὶ λυθῆναι καὶ πρὸς τὴν λείωσιν ἐπιτήδειοι γενέσθαι, ὁ τοῦ σαγαπηνοῦ, ὁ τοῦ πάνακος, ὁ τῆς μήκωνος, ὃν δὴ καὶ μηκώεινόν τε καὶ ὄπιον ὀνομάζουσιν, ἥ τε ἀκακία, ὅταν ὑγροτέρα σοι δόξῃ, καὶ δύσκοπτος ὑπάρχῃ, ὅ τε τῆς ὑποκυστίδος χυλὸς καὶ ὁ τῆς γλυκυῤῥίζης. τὸ δὲ θλάσπι καὶ τὸ τῆς γογγυλίδος σπέρμα κατὰ μὲν τὰς πρώτας σκευασίας, ὥσπερ ἑώρων τοὺς πρὸ ἐμοῦ σκευάζοντας, καὶ αὐτὸς ἐνέβαλον ἅμα τοῖς κοπτομένοις εἰς ὅλμον, εἶτά ποτε θεασάμενος ἐμπεπλασμένα διὰ γλισχρότητα τῷ κύτει τοῦ ὅλμου, κατὰ θυίαν ἐδικαίωσα μόνα προλειώσας, ἐπιχέαι οἶνον ἐπ' ἐκεῖνα, μέχρις ἂν ἀκριβῶς ὅλα διαλυθῇ, καὶ μετὰ ταῦτα μιγνύναι τοῖς ἐν τῷ οἴνῳ ἰδίᾳ βεβρεγμένοις τε καὶ λελειωμένοις. καὶ τὸν λιβανωτὸν δὲ λειοῦν ἄμεινον ἰδίᾳ καθ' ἑαυτὸν ἐν θυείᾳ κούφως, ὡς μὴ πλατύνοιτο, κᾄπειτα διαττήσαντας ἔχειν ἕτοιμον ὡς ἐπιπάττειν, εἴπερ ἐθελήσειας, τοῖς μετὰ τοῦ οἴνου λελειωμένοις. τὸ δὲ κόμμι καὶ διαβρέχειν ἐν οἴνῳ ἀναγκαῖον καὶ λειοῦν αὐτό τε καθ' ἑαυτὸ καὶ μετὰ τοῦ λιβανωτοῦ. ταῦτα μὲν οὖν ἅπαντα καθ' ὃν εἴρηται τρόπον παρασκευαζέσθω, τὰ μὲν ἐν θυείᾳ μετὰ τὸ εἶναι λελειωμένα, τὰ δὲ διηττημένα καὶ λελειωμένα ξηρά. κατὰ δὲ τὸν καιρὸν αὐτὸν τῆς ἁπάντων ἑνώσεως τηκέσθω μετὰ μέλιτος ἐν ἀγγείῳ διπλῷ πρώτη μὲν ἡ ῥητίνη, μετὰ ταύτην δὲ ὁ στύραξ καὶ ἡ χαλβάνη, προτεθλασμένα καὶ προκεκομμένα κατὰ τὸν ὅλμον ὑπέροις, ἢ μοχλοῖς σιδηροῖς, παρασταζομένου βραχυτάτου μέλιτος ὠμοῦ, καὶ μετὰ ταῦτα διὰ τῶν ἡμετέρων δακτύλων πλατυνόμενα, προσεμβαλλέσθω τὶ καὶ τοῦ μέλιτος τετηγμένῃ ῥητίνῃ, καὶ οὕτω πάλιν ἐπιτεθειμένου τοῦ πώματος τῷ ἀγγείῳ διαλυέσθω. βέλτιον γὰρ μηκέτι κινεῖν τὸ μέλι τούτων ἐμβληθέντων, ἀλλὰ πωμάσαντας τὸ ἐνεστηκὸς ἀγγεῖον τῷ ὕδατι τὴν ἕψησιν ποιεῖσθαι. τηκομένων δὲ τούτων ἐπεμβαλλέσθω τοῖς μετὰ τοῦ οἴνου λελειωμένοις τὰ ξηρὰ, καὶ ἀναμιγνύσθω μέχρι πάχους ἱκανοῦ, καὶ οὕτω μετὰ βραχὺ τετηγμένα χλιαρὰ παραχείσθω τοῖς ἐν τῇ θυείᾳ διὰ μεγάλου δοίδυκος, ἰσχυροῦ τινος ἀνδρὸς ἑνοῦντος. καὶ ἐπειδὰν ἑνωθῇ καλῶς ἤδη τέ πως παχὺ φαίνηται τὸ ἐξ αὐτῶν, ἐπεμβάλλειν τοῦ μέλιτος ἀφεψημένου τε μετρίως καὶ δηλονότι καὶ ἀπηφρισμένου, καὶ μετὰ τοῦτο τῶν διηττημένων, εἶτ' αὖθις τοῦ μέλιτος, εἶτ' ἤδη μιγνύναι χλιαρὰ τὰ τηχθέντα, καὶ τρίβειν ἰσχυρῶς πάντα κατὰ τὴν μεγάλην θυείαν μεγάλῳ δοίδυκι, προσεμβαλλομένων ὅσα περιττὰ τῶν ξηρῶν ἐστι καὶ τοῦ μέλιτος. ὅταν δ' ὑπὸ τοῦ δοίδυκος ἑνωθῇ πάντα κατὰ τὴν θυείαν, ἐμβάλλειν ὅλμῳ τηνικαῦτα, καὶ διὰ μοχλῶν σιδηρῶν ἀκριβῶς καθαρῶν, ὡς μηδὲν ἔχειν ἰοῦ, κόπτειν συνεχῶς ἐπαλείφοντα τοὺς μοχλοὺς ὀποβαλσάμῳ, κατέχονται γὰρ ἐν τῷ γλίσχρῳ τοῦ φαρμάκου, καὶ δυσκόλως ὑπὸ τῶν κοπτόντων ἀναφέρονται. ὅπως οὖν ἑτοίμως ἀνύοιτο τὸ ἔργον, χρίειν ὀποβαλσάμῳ χρὴ τὰ τοῦ μοχλοῦ πέρατος συνεχῶς, εἰς αὐτὸ τοῦτο δαπανῶντα πᾶν αὐτό. βέλτιον δ' ἐν ἡλίῳ κόπτειν, ἑνοῦται γὰρ οὕτω θᾶττον ἅπαντα, καὶ τοῦτο πράξαντας σκεπάζειν χρὴ τὸν ὅλμον ἔχοντα τὸ φάρμακον ἐν αὐτῷ, καὶ μετὰ δ΄ ἡμέρας ἢ ε΄ κόπτειν ὁμοίως ἐν ἡλίῳ, καὶ τοῦτο ποιεῖν ἐκ διαλειμμάτων αὖθις καὶ αὖθις, ἡμερῶν στ΄ ἢ ζ΄ μέχρι δύο μηνῶν, ἢ πάντως μ΄ ἡμερῶν. ταῦτα μὲν οὖν ὡς πρὸς τὴν ἀρετὴν τοῦ φαρμάκου γέγραπται πάντα. τὸ δὲ μέλαιναν αὐτὴν γίνεσθαι, τοῦτο γὰρ οὐκ οἶδ' ὅπως εἴθισται, καὶ ὅστις ἀποτυγχάνει τῆς χρόας ταύτης, καταγελᾶται, φυλακτέον μὲν ἡμῖν ἐστι, γνωστέον δὲ μηδὲν ἐκ τῆς χροιᾶς ὑπαλλάττεσθαι τῆς τοῦ φαρμάκου δυνάμεως. γίνεται δὲ ἡ ἀποτυχία διὰ τὴν κεκαυμένην χαλκῖτιν ξανθὴν καὶ πυῤῥὰν γινομένην. καὶ γὰρ ἐλάχιστον αὐτῆς ἐμβαλλόμενον ὅμως ἐπικρατεῖ κατὰ τὴν χροιάν. ὅπως οὖν μηδὲ κατ' αὐτὸ τοῦτο δοκῇ τις σφάλλεσθαι, προσεχέτω τὸν νοῦν οἷς ἐρῶ. τέτταρας μὲν τὰς πάσας δραχμὰς ἡ ἀντίδοτος λαμβάνει τῆς χαλκίτεως, ὀπτᾷν δὲ προσῆκεν αὐτὴν πολὺ πλέονα κατὰ τόνδε τὸν τρόπον. ἔμβαλε εἰς χυτρίδιον δραχμὰς τῆς ὠμῆς χαλκίτεως οὐχ ἥττους τῶν μ΄. κᾄπειτα διακεκαυμένοις ἄνθραξιν ἐντιθεὶς τὸ χυτρίδιον ἄνευ πωμάτων, ὅταν χυθῇ τὸ φάρμακον, ἐποχούμενόν τε θεάσῃ τὸ κουφότατον καὶ ἀφρωδέστατον, αἴρειν αὐτίκα, καὶ θέντα χαμαὶ μὴ καθάπερ εἰώθαμεν ἐνίοτε, παραπλησίως τοῖς τὸ πῦρ ἐξάπτουσιν, ἐμφυσᾷν αὐτῇ. θαυμαστὸν γὰρ ὅπως ἐν τῷδε τὸ πυῤῥὸν τῆς χρόας ἴσχει καὶ ξανθὸν, ἀλλὰ μηδ' ἐν ἡλίῳ τιθέναι. ψυγείσης δὲ λαμβάνειν ὅσον ἀφρωδέστερον ἐποχεῖται, μηδὲν ἔχον ἐν ἑαυτῷ μήτε πυῤῥὸν μήτε ξανθὸν μήτε ὠχρὸν, εἶτ' ἐξ αὐτοῦ πείρας ἕνεκα λαβόντα βραχὺ καὶ λειώσαντα θεάσασθαι μή τι κατὰ τὴν λείωσιν ἐμφαίνοιτο τῶν εἰρημένων χρωμάτων. ἐὰν δὲ οἷον ἐλήφθη μένῃ πρασίζον, ἢ τεφρῶδες κατὰ τὴν χρόαν, ἐκ τούτου δραχ. δ΄. ἐμβάλλειν. ὀλίγον γὰρ τὸ τοιοῦτον εὑρήσεις ἐν πολλῷ τῷ κεκαυμένῳ. τὰ μὲν οὖν ἀναγκαῖα πρὸς τὴν τῆς ἀντιδότου σύνθεσίν τε καὶ κατασκευὴν ἤδη λέλεκται πάντα. διαφωνησάντων δέ τι πρὸς τὴν γραφὴν ταύτην Δαμοκράτους τε καὶ Κρίτωνος, ἄμεινον ἔδοξέ μοι καὶ τὰ πρὸς ἐκείνων γεγραμμένα παραθέσθαι, καὶ πρότερον τὰ Δαμοκράτους, ἐπειδὴ καὶ τὴν χρῆσιν αὐτῆς ὅλην ἔγραψε σαφῶς. ἔστι δὲ δι' ἐμμέτρου λέξεως, ὡς εἴωθεν, ἥτις οὐ μόνον τὸ μνημονεύεσθαι ῥᾳδίως, ἀλλὰ καὶ τὸ μὴ παραποιεῖσθαι τὰς συμμετρίας ἀγαθὸν ἔχει. ἄρχεται τοίνυν ὁ Δαμοκράτης ἐν τῷ βιβλίῳ καθ' ὃ τὰς ἀντιδότους γράφει, τόνδε τὸν τρόπον ἀπὸ τῆς κοινῆς χρήσεως αὐτῶν, καὶ τῆς κατὰ τὴν θηριακὴν ἰδέας.
- 1.15.2
Τὰς ἀντιδότους ἔχε προπαρεσκευασμένας,
- 1.15.3
Πρὸ πάντων θ' ἁπλῶς τὰ φαῦλα δηλητήρια,
- 1.15.4
Ὦν καὶ χάριν δοκοῦσιν εὕρεσιν λαβεῖν,
- 1.15.5
Καὶ τοῖς θανασίμοις ἀντιδώσεις φαρμάκοις.
- 1.15.6
Προδιδούς τι τοῖς ἔχουσιν ὑπόνοιάν τινα,
- 1.15.7
Μή τις μετὰ τροφὴν φάρμακον φαῦλον λάβῃ,
- 1.15.8
Ἐπὶ τῇ τροφῇ τε. προσφέρεσθαι δ' ὅταν δοκῇ,
- 1.15.9
Ἀναιρετικόν τις, μετὰ τροφὴν εἰληφέναι,
- 1.15.10
Ἐμέσαντι πάντως τὴν προσενεχθεῖσαν τροφὴν,
- 1.15.11
Καὶ δὶς δὲ διδόναι καὶ τρὶς αὐτὰς ἐπίτρεπε,
- 1.15.12
Ὅταν μένῃ σημεῖα φαύλων φαρμάκων.
- 1.15.13
Δώσεις δὲ καὶ τοῖς ἐντυχοῦσιν ἑρπετοῖς,
- 1.15.14
Τῶν ἰοβόλων τε θηρίων τοῖς δήγμασιν,
- 1.15.15
Ὕδρων, κεραστῶν, ἀσπίδων, καὶ διψάδων,
- 1.15.16
Καὶ τῶν ἐχιδνῶν, τῶν τε λυσσώντων κυνῶν.
- 1.15.17
Καὶ γὰρ τὰ τούτων ἐστὶ φαῦλα δήγματα,
- 1.15.18
Τῶν τ' ἐν θαλάττῃ ἰοβόλων πάντων ἁπλῶς,
- 1.15.19
Καὶ τῶν τε λεπτῶν λεγομένων θηραφίων
- 1.15.20
Σφηκῶν, μελιττῶν, σκορπίων, ἀνθηδόνων,
- 1.15.21
Φαλαγγίων τε θανασίμων, καὶ μυγαλῆς.
- 1.15.22
Τῆς ἀντιδότου μὲν πλεῖον ἢ δραχμὴν μίαν,
- 1.15.23
Τοῦ καρύου τὸ μέγεθος, καὶ μικρῷ πλέον,
- 1.15.24
Κεκραμένων δὲ ζωρότερον κυάθων δέκα.
- 1.15.25
Οὐκ ἀρκέσει δὲ τοῖς κακῶς δεδηγμένοις
- 1.15.26
Ἅπαξ προσενεγκεῖν, ἀλλὰ διδόναι πολλάκις
- 1.15.27
Δεῖ, τοὺς θέλοντας ἐξαλεῖψαι τοὺς φόβους.
- 1.15.28
Δίδου δὲ πρὸς πάντα τὰ πάθη καὶ τὰς νόσους,
- 1.15.29
Ὅσαι φέρουσι τῷ χρόνῳ καχεξίας,
- 1.15.30
Τοὺς περιοδικοὺς πυρετούς τε καὶ ῥίγεα,
- 1.15.31
Μάλισθ' ὅσα μένει μετὰ πόνου πολὺν χρόνον,
- 1.15.32
Ἀποστάσεις φέροντα κυρίων τόπων,
- 1.15.33
Ταῖς πνευματουμέναις τε μήτραις, ἢ κόλον,
- 1.15.34
Ὅσοι τε κύστιν, ἢ νεφροὺς ἀλγήμασι
- 1.15.35
Χρονίοις ὀχλοῦνται, κᾂν μεθ' ἑλκῶν, ἢ λίθων.
- 1.15.36
Δώσεις δὲ καὶ τοῖς ἡπατικοῖς αὐτὰς καλῶς,
- 1.15.37
Ἀνάγουσί τ' ἐκ τοῦ θώρακος αἷμα πολλάκις,
- 1.15.38
Καὶ τοῖς τρυγῶδες ἀναφέρουσι καὶ πύον,
- 1.15.39
Ὅθεν ἂν φέρηται τοῦτο, κᾂν ἐκ πνεύμονος.
- 1.15.40
Δίδου δὲ καὶ τοῖς ῥήγματα, ἢ καὶ σπάσματα
- 1.15.41
Ἐσχηκέναι λέγουσι τῶν ἐντός τινος,
- 1.15.42
Αἴρεις γὰρ αὐτῶν τοὺς φόβους τε τοὺς πόνους.
- 1.15.43
Προσενεγκέον δὲ τὴν τροφὴν μὴ ῥᾳδίως
- 1.15.44
Πέττουσι, κᾂν λάβωσιν ὀλίγην παντελῶς,
- 1.15.45
Ἀεὶ δ' ἀποξύνουσι, καὶ παραυτίκα
- 1.15.46
Ὅσοις τ' ἀνάγκη δι' ἀποδημίας μακρᾶς,
- 1.15.47
Χρῆσθαι πάνυ φαύλοις ὕδασι, καὶ τούτοις δίδου
- 1.15.48
Τῆς ἀντιδότου μὲν ὅσον ἄγειν τριώβολον,
- 1.15.49
Ὕδατος δὲ θερμοῦ τρεῖς κυάθους, ἢ τέσσαρας
- 1.15.50
Πρὸ τῆς τροφῆς, ὥραισι τρισὶν, ἢ πλείοσι.
- 1.15.51
Τοῖς δὲ περὶ κύστιν, ἐκ γλυκέος κεκραμένης,
- 1.15.52
Αἱμοπτυϊκοῖς τε καὶ στόμαχον ἡλκωμένοις.
- 1.15.53
Τοῖς ῥευματιζομένοις δὲ τὸν θώραχ' ὅλον
- 1.15.54
Δώσεις, ἀφεψῶν εἰς ὕδωρ δεσμίδιον
- 1.15.55
Πολίου, τὸ μὲν βέλτιον, ἢ τοῦ Κρητικοῦ,
- 1.15.56
Ἢ καὶ Σκυθικοῦ τὸ κρεῖσσον, τοῦ Ποντικοῦ
- 1.15.57
Θᾶττον. στελεῖς γὰρ τὰς φορὰς τῶν ῥευμάτων,
- 1.15.58
Ἐν τρισὶ δὲ κυάθοις, ὡς προεῖπον, πρόσφερε.
- 1.15.59
Τινὲς δὲ καὶ τοῖς σφόδρα πονοῦσιν ὠτίον,
- 1.15.60
Ἀνέντες αὐτὴν ἐν γλυκεῖ τῷ Κρητικῷ
- 1.15.61
Εἰς τοὺς πόρους ἐνέθεσαν ἔριον διάβροχον.
- 1.15.62
Ἐχέτω δ' ὁ ποιεῖν ἀντίδοτον θέλων καλὴν,
- 1.15.63
Πάντα μὲν ἄκρως τὰ μίγματά τ' ἐξηρασμένα,
- 1.15.64
Τὸν λεγόμενόν τε θηριακὸν πεπονημένον
- 1.15.65
Ἀρτίσκον οὕτω γεγονόθ', ὡς ὑποδείξομεν.
- 1.15.66
Ἔστιν γὰρ οὗτος τῶν καλῶν ἐκ μιγμάτων.
- 1.15.67
Λαβὼν ἐχίδνας τὰς ἀληθεῖς τοῦ θέρους
- 1.15.68
Τὰς ἀρτιθήρους, τὰς μεγάλας ὡς εἴκοσι,
- 1.15.69
Μικρῷ τε πλείους, οὐ γάρ ἐστ' αὐτῶν πολὺ,
- 1.15.70
Ὃ δεῖ λαβόντας σκευάσαι τὸ φάρμακον,
- 1.15.71
Τῶν μὲν κεφαλῶν ἀπόκοψον, ὡς τρεῖς δακτύλους,
- 1.15.72
Μικρῷ τε πλείους τῶν ἀπὸ τῆς οὐρᾶς μερῶν,
- 1.15.73
Πρῶτον κεφαλὰς μὲν, εἶτα τὰς οὐρὰς τότε.
- 1.15.74
Τοῦτο δὲ ποιεῖν δεῖ προσφάτων ζωσῶν τ' ἔτι,
- 1.15.75
Εἶτα περιδείρας ῥᾳδίως, ὡς ἐγχέλεις,
- 1.15.76
Ἔκβαλλέ τ' αὐτὸς καὶ τὸ λίπος αὐτῶν ἅπαν,
- 1.15.77
Πλύνας τε καθαρῶς, εἰς λοπάδιον ἐντίθει,
- 1.15.78
Ξηροῦ τ' ἀνήθου σύμμετρον δεσμίδιον,
- 1.15.79
Ὕδατος δέ τ' ἀρκοῦν παραχέας, ἕψει μέχρι
- 1.15.80
Ἡ σὰρξ ἀποστῇ ῥᾳδίως τῶν ὀστέων.
- 1.15.81
Τὸ λοπάδιόν τε βαστάσας ἀπὸ τοῦ πυρὸς,
- 1.15.82
Τῶν ὀσταρίων τὴν σάρκα καθαρὰν ἀπόβαλε,
- 1.15.83
Στήσας ἀκριβῶς ἰσοβαρῆ ταύτης σταθμὸν
- 1.15.84
Τῆς σαρκὸς, ἄρτου τοῦ καθαροῦ τοῦ πυρίνου,
- 1.15.85
Πρόσμισγε καὶ λείαινε, παραχέων βραχὺ
- 1.15.86
Τοῦ ζωμαρίου, ποιῶν τὰ λεπτὰ πέμματα,
- 1.15.87
Ξήραινε καὶ χρῶ θηριακοῖς ἀρτισκίοις.
- 1.15.88
Σκιλλητικοὺς δὲ σκευάσεις οὕτω πάλιν.
- 1.15.89
Τῷ πυραμητῷ σκίλλαν εὐμεγέθη λαβὼν,
- 1.15.90
Λευκήν τε, κάθῃρον πάντα τὸν ξηρὸν φλοιὸν,
- 1.15.91
Πᾶσαν δὲ ῥίζαν τὴν ξυλώδη περίελε,
- 1.15.92
Σταιτί τε περιπλάσας ἔμβαλ' αὐτὴν εἰς ἴπνον.
← Previous · Next → — showing 201–300 of 1,101
First Thousand Years of Greek. CTS URN tlg0057.tlg078.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.