De antidotis
- 1.6.92
Λοίγια δὲ σταλάουσι σὺν αἵματι, τῶν ἀπὸ πέζαν
- 1.6.93
Ἐκτὸς ἔχων, ἱλαρὴν δέρξεται ἀντολίην.
- 1.6.94
Ὁππότε δὴ τὰ γένοιτο, τότ' ἐν κεραμηΐδι χύτρῃ
- 1.6.95
Κατθέμενος πυρσοῦ σάρκας ἐπιφλεγέτω,
- 1.6.96
Ὕδατι ἐγχεύσας ὅσσον ἄρκιον, καὶ ἀνήθου
- 1.6.97
Κλῶνας ἐχιδναίῃ σαρκὶ συνεψομένας.
- 1.6.98
Ἡνίκα δὲ σκολιαί γε ἀποῤῥείωσιν ἄκανθαι,
- 1.6.99
Καὶ κακὸν οἰδήνῃ νῶτον ὕπερθεν ἔχις
- 1.6.100
Ἐκτὸς ἕλοι, ζείοντα καταψύχων κυκεῶνα,
- 1.6.101
Ὄφρ' ἑκὰς ἐντύναις σάρκας ἀπεχθομένας
- 1.6.102
Ἑρπυστῶν τ' ἰόεντας ἀποῤῥίψειεν ἀκάνθας
- 1.6.103
Πάμπαν ὑπ' εὐδίφρου χειρὸς ἐλεγχομένας.
- 1.6.104
Αὐαλέου δ' ἐπὶ ταῖσι βάλοις εὐεργέος ἄρτου,
- 1.6.105
Ὅσσον τερσύναι σάρκα, δύναιτο τροχοὺς
- 1.6.106
Πλάσασθαι δ' ὅτε μίγδα κύτει περιαγέος ὅλμου
- 1.6.107
Θλασθείη, σκιεροῦ κάτθες ὑπὲρ δαπέδου.
- 1.6.108
Αὐτίκα δὲ σκίλλην τριχώδεσιν ἄμμιγα φλοιοῖς,
- 1.6.109
Σταιτὶ περιπλάσας, θάλπε κατὰ φλογιῆς
- 1.6.110
Ὄφρα κεν ὀπταλέην τε καὶ οὐ σκληρὴν περὶ κόρσην
- 1.6.111
Ἐντείναις σποδιῆς ἠρέμα δαιομένης,
- 1.6.112
Καί ῥ' ὅτε θαλπομένη ῥῆξαι σέλας ἔκτοθι πυρσοῦ
- 1.6.113
Κάτθεο, καὶ τρισσὴν σαρκὸς ἔχεις μερίδα,
- 1.6.114
Ὄλμοις, καὶ στρυφνοῖο βάλοις δυοῖν ὀρόβοιο,
- 1.6.115
Ἐν δ' ὑπέρῳ μίξας συνδονέων μυχόθεν
- 1.6.116
Αἴνυσο, καὶ δινήεντας ἀνάπλασσε τροχίσκους,
- 1.6.117
Τοὺς δ' ἑκὰς ἠελίου ψύχεο τερσομένους.
- 1.6.118
Τῶν δ' ἤτοι δραχμὰς μὲν ὑπὸ πλάστιγγος ἀφέλκοις
- 1.6.119
Δοιὰς, τὴν πέμπτην παρθέμενος δεκάδα,
- 1.6.120
Ἥμισυ θηρείοιο βαλὼν τροχοειδέος ἄρτου,
- 1.6.121
Καὶ δολιχὸν σταθμῷ τόσσον ἔχοι πέπερι.
- 1.6.122
Ἶσα δ' ὀποῦ μήκωνος ἔχοι, καὶ μάγματος αὕτως,
- 1.6.123
Μάγματος ἡδυχρόου τόσσον ἐφελκομένου.
- 1.6.124
Δώδεκα δὲ ξηροῖο ῥόδου δραχμαῖσιν ἰσάζοις
- 1.6.125
Φύλλα, καὶ Ἰλλυρίην ἴριδα κατθέμενος,
- 1.6.126
Κυανέης μίξαιο μελιπτόρθου γλυκυρίζης
- 1.6.127
Τόσσον, καὶ γλυκερῆς σπέρματα βουνιάδος.
- 1.6.128
Σκόρδιον καὶ κεῖνον ὀπὸν μίσγοιο θυώδη,
- 1.6.129
Βαλσάμου Ἀσσυρίης ἔνδοθεν αἰνύμενος.
- 1.6.130
Τοῖς δ' ἐπὶ κιννάμωμον ἰσάζεο, μηδὲ σε λήθη,
- 1.6.131
Ἀγαρικὸν τούτοις ἰσοβαρὲς θέμεναι,
- 1.6.132
Ἤ ἔτι καὶ σμύρνης καὶ εὐόδμου κόστοιο
- 1.6.133
Καὶ κρόκου, ὃν ἄντρον θρέψατο Κωρύκιον,
- 1.6.134
Καὶ κασίην, Ἰνδήν τε βάλοις εὐώδεα νάρδον,
- 1.6.135
Καὶ σχοῖνον νομάδων θαῦμα φέροις Ἀράβων,
- 1.6.136
Καὶ λίβανον μίσγοιο, καὶ ἀγλαϊὴν στήσαιο
- 1.6.137
Ἄμμιγα κυανέῳ κατθέμενος πεπέρει,
- 1.6.138
Δικτάμνου τε κλῶνας, ἠδὲ χλοεροῦ πρασίοιο,
- 1.6.139
Καὶ ῥῆον. στοιχὰς δ' οὐκ ἀπάνευθε μένοι,
- 1.6.140
Οὐδέ νυ πετροσέλινον. ἠδ' εὐώδης καλαμίνθη,
- 1.6.141
Δριμύ τε τερμίνθου δάκρυ λιβυστιάδος,
- 1.6.142
Ζιγγίβερι θερμὸν, κ' εὔκλωνον πενταπέτηλον,
- 1.6.143
Τὰς δοιὰς δραχμῶν πάντα φέροι τριάδας
- 1.6.144
Αὐτίκα, καὶ πολίου πίσυρας ὁλκὰς βαρυέσσας.
- 1.6.145
Ἠδὲ χαμαιζήλου πτόρθους ἄγοις πίτυος,
- 1.6.146
Καὶ στύρακος, μήου τε καὶ βοτρυόεντος ἀμώμου,
- 1.6.147
Καὶ νάρδου, Γαλάτης ἣν ἐκόμισσεν ἀνὴρ,
- 1.6.148
Λημνιάδος μίλτοιο, καὶ ἐκ· Πόντοιο βάλοιο
- 1.6.149
Φοῦ, καὶ Κρηταίης σπέρμα χαμαιδρυάδος,
- 1.6.150
Μαλαβάθρου καλὰ φύλλα, καὶ ὀπταλέην χαλκῖτιν,
- 1.6.151
Μίσγεσθαι ῥίζης οὐ δίχα γεντιάδος
- 1.6.152
Ἄνισον, χυλόν θ' ὑποκιστίδος, ἠδέ νυ καρπὸν
- 1.6.153
Βαλσάμου, λιπαρὸν κόμμι διῃνάμενος,
- 1.6.154
Καὶ μαράθρου σπέρμα, καὶ Ἰδαῖον καρδάμωμον,
- 1.6.155
Καὶ ψαφαρὸν στήσεις παρθέμενος σέσελι.
- 1.6.156
Δάκρυον εὖ μίσγοιο βαλὼν κυανωπὸν ἀκάνθης,
- 1.6.157
Θλάσπι σὺν τούτοις ἰσοβαρὲς τελέθοι.
- 1.6.158
Τόσσον δ' ὑπερικοῦ, τόσσον δ' ἐπιμίσγεται ἄμμι.
- 1.6.159
Καὶ σαγαπηνὸν ἄγοις τετράδα τοσσατίην,
- 1.6.160
Δοιὰς δ' εἰσάξεις, τά περ Ἴστριος ἔκβαλε κάστωρ
- 1.6.161
Μήδεα, καὶ λεπτὴν ῥίζαν ἀριστολόχου,
- 1.6.162
Δαύκου τε σπέρμα, καὶ αὐαλέην ἄσφαλτον
- 1.6.163
Ἰοβόλων κοίταις ἀντία δαιομένην.
- 1.6.164
Ἶσα δ' ὀποῦ πάνακος συμμίσγεο κενταυρίῳ,
- 1.6.165
Χαλβανίδος λιπαρῆς ἰσόμορον θέμενος.
- 1.6.166
Καὶ τὰ μὲν ἐν θυίῃ πολλῷ μαλθάσσεο οἴνῳ,
- 1.6.167
Ὅσσα περ ὑγροτέροις δάκρυσιν ἐμφέρεται.
- 1.6.168
Κόψαι δ' εὖ λεπτῶς, τὰ δέ κεν ξυλοειδέα πάντα
- 1.6.169
Ἀκταίῳ μίσγοις συγκεράσας μέλιτι.
- 1.6.170
Ἱλήκοις ὃς τήνδε μάκαρ τεκτήναο Παίων,
- 1.6.171
Εἴτε σὲ Τρικκαῖοι δαῖμον ἔχουσι λόφοι,
- 1.6.172
Ἢ Ῥόδος ἢ Βουρίννα καὶ ἀγχιάλη Ἐπίδαυρος.
- 1.6.173
Ἱλήκοις, ἱλαρὴν δ' αἰὲν ἄνακτι δίδου
- 1.6.174
Παῖδα τεὴν Πανάκειαν. ὃ δ' εὐαγεέσσι θυηλαῖς
- 1.6.175
Ἱλάσεται τὴν σὴν αἰὲν ἀνωδυνίην.
- 1.7.1
[Ἀνδρομάχου νέου θηριακὴ δι' ἐχιδνῶν, ἡ καλουμένη Γαλήνη.] Ταῦτα μὲν ὁ πρεσβύτερος Ἀνδρόμαχος ἔγραψεν· ὁ δὲ υἱὸς αὐτοῦ κατὰ τὴν φαρμακῖτιν βίβλον, ἣν τῶν ἐντὸς ἐπιγράφει, ταύτην ἐποιήσατο τὴν γραφὴν, λέξει πεζῇ χρησάμενος. ἀντίδοτος ἡ καλουμένη Γαλήνη, πρὸς πᾶν πάθος ἐντοσθίδιον, μάλιστα πρὸς τὰ τοῦ στομάχου πάθη καὶ πρὸς τὰ θανάσιμα καὶ περιόδους. ♃ Ἀρτίσκων σκιλλητικῶν δραχ. μη΄. ἀρτίσκων θηριακῶν δραχ. κδ΄. μάγματος ἡδυχρόου, πεπέρεως μέλανος, ἀνὰ δραχ. κδ΄. ὀπίου δραχ. κδ΄. ῥόδων ξηρῶν, σκορδίου Κρητικοῦ, βουνιάδος σπέρματος, ἴρεως Ἰλλυρικῆς, ἀγαρικοῦ ποντικοῦ, κινναμώμου, γλυκυῤῥίζης χυλοῦ, ὀποβαλσάμου ἀνὰ δραχ. ιβ΄. σμύρνης, κρόκου, ζιγγιβέρεως, ῥήου Ποντικοῦ, πενταφύλλου ῥίζης, νεπέτου, οὕτως οἱ Ῥωμαῖοι τὴν καλαμίνθην ὀνομάζουσι, πρασίου, πετροσελίνου, στοιχάδος, κόστου, πεπέρεως λευκοῦ, καὶ μακροῦ, δικτάμνου Κρητικοῦ, σχοίνου ἄνθους, λιβάνου, τερμινθίνης, κασσίας σύριγγος, νάρδου Ἰνδικῆς, ἀνὰ δραχ. στ΄. πολίου Κρητικοῦ, σεσέλεως, στύρακος, θλάσπεως, ἄμμεως, χαμαίδρυος, χαμαιπίτυος, ὑποκιστίδος, χυλοῦ μαλαβάθρου, νάρδου Κελτικῆς, γεντιανῆς ῥίζης, ἀνίσου, μείου ἀθαμαντικοῦ, μαράθρου σπέρματος, Λημνίας μίλτου, χαλκίτεως ὀπτῆς, ἀμώμου, ἀκόρου, φοῦ Ποντικοῦ, βαλσάμου καρποῦ, ὑπερικοῦ, ἀκακίας, κόμμεως, καρδαμώμου, ἑκάστου δραχ. δ΄. δαύκου σπέρματος, χαλβάνης, σαγαπηνοῦ, ὀποπάνακος, ἀσφάλτου, καστορίου, κενταυρίου λεπτοῦ, ἀριστολοχίας λεπτῆς, ἑκάστου δραχ. β΄. μέλιτος Ἀττικοῦ δραχ. ρν΄. τοῦ δὲ ὀρόβου δραχ. π΄. ταῦτα γράψαντος Ἀνδρομάχου τοῦ νεωτέρου πεζῇ, πάρεστι τῷ μὴ νοοῦντι τῶν εἰρημένων ὁτιοῦν ἐν τοῖς ἐλεγείοις τοῦ πρεσβυτέρου, τὴν εὕρεσιν ἐντεῦθεν ποιεῖσθαι. διὸ κᾀγὼ τῶν δοκούντων ἀσαφέστερον ἐν αὐτῷ λελέχθαι τὴν ἐξήγησιν οὐ προσέθηκα τὸ μῆκος τῆς γραφῆς εὐλαβούμενος. ἐθαύμασα δὲ ἓν μόνον τοῦ νεωτέρου Ἀνδρομάχου; γράψαντος ἐν τῷ καταλόγῳ τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν συντίθησι τὴν ἀντίδοτον ἀντὶ καλαμίνθης τὸν νέπετον, Ῥωμαῖοι γὰρ οὕτω ὀνομάζουσι τὴν καλαμίνθην. οὐκ ἐχρῆν δ' αὐτὸν ἑλληνιστὶ πάντα γράψαντα, τοῦτο μόνον ἐνθεῖναι Ῥωμαϊκὸν ὄνομα τοῖς Ἑλληνικοῖς. ἐν ἐνὶ μέντοι διαφωνεῖ πρὸς τὴν ἔμμετρον γραφὴν τῷ τὴν ἔμμετρον δραχ. κδ΄. ἔχειν τοῦ μακροῦ πεπέρεως, τὴν δὲ πεζῇ γεγραμμένην στ΄. ἐπεὶ δ', ὡς ἔφην, πολλὰ τῶν ἀντιγράφων ἡμαρτημένας ἔχει τὰς ποσότητας τῶν φαρμάκων, διὰ τοῦτο α΄. μὲν ὁλογραμμάτως αὐτὰς ἔγραψα, μιμησάμενος τὸν Μενεκράτην· δεύτερον δὲ ἐπὶ τῷδε καὶ διὰ τῶν ἐμμέτρως γεγραμμένων. ἀσαφέστερον δὲ συγκειμένων τῶν τοῦ Ἀνδρομάχου ἐλεγείων ἄμεινον ἔδοξέ μοι τὰ Δαμοκράτους προσθεῖναι πάνυ σαφῶς ἡρμηνευμένα. ἀλλὰ τοῦτο μὲν ὀλίγον ὕστερον ἔσται. νυνὶ δὲ ἐπειδὴ τῶν ἐμβαλλομένων εἰς τὴν ἀντίδοτον φαρμάκων ἁπλῶν εἴρηταί μοι πολλὰ, προσθεῖναι βέλτιον αὐτοῖς τὰ λείποντα.
- 1.8.1
[Ἀρτίσκων θηριακῶν σκευασία.] Τὰς ἐχίδνας οὐχ ὥσπερ ἔνιοι μέσου θέρους, οὐ μὴν οὐδ' ἄρτι τῆς φωλεᾶς παυσαμένας θηρεύειν προσῆκεν. ἐν μὲν γὰρ τῷ θέρει διψώδης ἡ σὰρξ αὐτῶν ἐστιν, ἐπὶ δὲ τῇ φωλεᾷ ξηρὰ καὶ ψυχρὰ καὶ ἄτροφος. κάλλιστος οὖν ἐστι καιρὸς ὁ μεταξὺ τούτων, ὃν καὶ αὐτὸς ὁ Ἀνδρόμαχος ἐδήλωσεν, ἡνίκα καὶ οἱ τῷ Διονύσῳ βακχεύοντες εἰώθασι διασπᾷν τὰς ἐχίδνας, παυομένου μὲν τοῦ ἦρος, οὔπω δ' ἠργμένου θέρους, ἢ εἰ χειμέριον ἐπὶ πολὺ τὸ ἔαρ γίγνοιτο, κατὰ τὴν ἀρχὴν τοῦ θέρους, οὐ κατὰ πολὺ τῆς τῶν πλειάδων ἐπιτολῆς. ὅσαι δὲ ἐγκύμονές εἰσι τῶν ἐχιδνῶν, παραιτεῖσθαι ταύτας. ἀποτέμνειν δὲ τάς τε κεφαλὰς καὶ τὰς οὐρὰς αὐτῶν. πρὸς γὰρ τῷ δοκεῖν ἰωδέστερα ταῦτ' εἶναι τὰ μόρια καὶ τὸ σκληροῖς, καὶ ὀλιγοσάρκοις ὑπάρχειν αὐτοῖς πρόσεστιν. αὔταρκες δ' ἐπὶ τῶν μεγάλων ἐχιδνῶν τὸ ἀφαιρεθησόμενον ἑκατέρωθεν, εἶναι δακτύλων δ΄. ὅλον δὲ τὸ λοιπὸν σῶμα, τῶν μὲν ἐντέρων ἐξαιρεθέντων, ἀποδαρέντος δὲ τοῦ δέρματος, ὕδατι περιπλύναντα, ἐμβάλλειν κακάβῃ προσήκει καθαρὸν ὕδωρ, καὶ ἄνηθον χλωρὸν, ἀκμάζει γὰρ τηνικαῦτα, καὶ ἕψειν ἐπ' ἀνθράκων διακεκαυμένων, ἢ ξύλων ξηρῶν, ἃ καλοῦσιν ἄκαπνα. βέλτιον δ' αὐτὰ τὰ τῶν ἀμπέλων εἶναι κλήματα. προσεπεμβάλλειν δ' ἁλῶν, ἐὰν μὲν ἐν τῷ προσήκοντι καιρῷ λάβῃς τὰς ἐχίδνας, ἐλάχιστον, ἐὰν δὲ θέρους, μηδέν. φυλάττεσθαι δὲ τὰς ἐκ παραθαλαττίων χωρίων λαμβάνειν, ἤ τινος ἁλμυρᾶς ὑδάτων συστάσεως. διψώδης γὰρ ἡ ἀντίδοτος ἡ ἐκ τῶν τοιούτων ἐχιδνῶν γίνεται. καλῶς δὲ ἑψηθεισῶν αὐτῶν, ὥσπερ εἰ καί τις ἐσθίειν ἔμελλεν, ἐξαίρειν μὲν χρὴ τοῦ ὕδατος, ἀφαιρεῖν δὲ τὰς σάρκας, ἄνευ τοῦ συναφαιρεῖν τι τῶν ἀκανθῶν, καὶ ταύτας ἀκριβῶς λειώσαντα, μιγνύειν ἄρτου καθαρωτάτου, καλῶς ἐξηρασμένου βραχύ τι. πρὸ πάντων δ' εὔζυμός τε καὶ καλῶς ὠπτημένος ὁ ἄρτος ἔσται κριβανίτης, οὐκ ἰπνίτης. ἔνιοι μὲν οὖν ἥμισυ μέρος σταθμοῦ βάλλουσι τοῦ ἄρτου, τινὲς δὲ τὸ τρίτον μέρος. ἐγὼ δὲ καὶ τέταρτον καὶ πέμπτον ἐνίοτε ἔβαλλον. εἰ μὴ γὰρ καλῶς ὠπτημένος εἴη, κίνδυνος ὀξύτητός τι προστρίψασθαι τῷ φαρμάκῳ. κάλλιον δὲ καὶ προεξηράνθαι τισὶν ἡμέραις ἐν οἴκῳ ξηρῷ τὸν οὕτως ὠπτημένον. μιχθέντων δὲ αὐτῶν καὶ λειωθέντων ἀκριβῶς, ὡς μηδεμίαν τῆς σαρκὸς τῶν ἐχιδνῶν ἀλείωτον ὑπολείπεσθαι, κυκλίσκους ἀναπλάττειν λεπτούς. οἱ γὰρ παχεῖς δυσξήραντοι γενόμενοι τὰς μὲν τῆς ἐχίδνης σάρκας σήπεσθαι συγχωροῦσι, τὸν δ' ἄρτον ὀξύνεσθαι. διὸ καὶ ξηρὸν λειοῦν τὸν ἄρτον ἄμεινόν ἐστιν, οὐχ ὡς οἱ πρὸ ἐμοῦ σκευάζοντες τῷ Καίσαρι συνετίθεσαν, ἐμβρέχοντες αὐτὸν τῷ τῶν ἐχιδνῶν ἀφεψήματι, κᾀγὼ μέχρι πολλοῦ τοῦτ' ἐποίουν, ἀλλ' ὕστερόν μοι βέλτιον ἔδοξεν εἶναι λειώσαντι τὸν ἄρτον οὕτως ἀναμιγνύναι τῇ σαρκὶ τῶν ἐχιδνῶν ἀκριβῶς προλελειωμένῃ, θᾶττον γὰρ οὕτως οἱ κυκλίσκοι ξηραίνονται, τὸν ξηρὸν ἄρτον, οὐ τὸν ὑγρὸν ἀναμιξάντων ἡμῶν. ἔστω δὲ καὶ ὁ οἶκος ἐν ᾧ ξηραίνεσθαι μέλλουσι, πάντως μὲν ὑπερῶος, ἐστραμμένος δὲ πρὸς μεσημβρίαν, ἢ πάντως γε μὴ πρὸς ἄρκτον, ὅπως δέχηται τὰς ἡλιακὰς ἀκτῖνας ἐν πολλῷ χρόνῳ τῆς ἡμέρας, ἐν τοιούτῳ γὰρ ἀλύπως ξηρανθήσονται. μετὰ τὴν ἀνάπλασιν εὐθέως ἐν ἐκείνῳ τῷ μέρει τιθέντες, ἔνθα μὴ προσβάλλουσιν αἱ ἀκτῖνες τοῦ ἡλίου. στρέφεσθαι δὲ αὐτοὺς χρὴ συνεχῶς, ὅπως ὁμαλῶς ξηραίνωνται καθ' ἑκάτερον μέρος. εἰ μὴ γὰρ τοῦτο πράττοι τις, τὸ μὲν ἕτερον μέρος ὑπερξηρανθήσεται, τὸ δὲ ἕτερον, ὑγρὸν ἕως πολλοῦ διαμένον, σηπεδόνι περιπεσεῖν κινδυνεύσει, καὶ μετὰ τὸ ξηρανθῆναι δὲ κείσθωσαν ἄλλαις ἡμέραις πλείοσι κατὰ τὸν αὐτὸν οἶκον, ἔξω τῶν ἡλιακῶν ἀκτίνων στρεφόμενοι συνεχῶς. ἀρκεῖ δ' ὁ χρόνος οὗτος ὁ πλεῖστος ἡμερῶν ιε΄. μεθ' ἃς ἀποτίθεσθαί σοι καιρός ἐστιν, ἕως ἂν μέλλῃς σκευάζειν τὸ φάρμακον. ἡ δ' ἀπόθεσις ἐν ἀγγείῳ καττιτερινῷ ἢ ὑαλίνῳ ἢ χρυσῷ γινέσθω. τὸ μὲν οὖν ὑάλινον καὶ τὸ χρυσοῦν οὐδεμίαν ἔχει τὴν δόλωσιν, ὁ δὲ καττιτερινὸς μίξει μολύβδου δολοῦται. τὸν τοιοῦτον οὖν φεύγειν προσήκει, οὐ μόνον ἐπὶ ταύτης, ἀλλὰ καὶ τῶν ἄλλων ἀντιδότων ἁπασῶν, ὥσπερ γε καὶ τὸν ἐξ ἀργύρου μὴ κεκαθαρμένου, τάχιστα γὰρ καὶ οὗτος ἰὸν ἐπιτρεφόμενον ἔχει. καλοῦσι δ' οἱ Ῥωμαῖοι τὸν κεκαθαρμένον ἄργυρον κάνδιδον. ἄμεινον δὲ μὴ μετὰ πολὺν χρόνον χρῆσθαι τοῖς ἀρτίσκοις, οὐ μὴν πολύ γέ τοι βλάπτονται, κᾂν μετ' ἐνιαυτὸν ἐμβληθῶσι, κᾂν μετὰ πλείονα χρόνον ἔτι τοῦδε. καλῶς γὰρ ξηρανθέντες ἐν ἀρχῇ καὶ τριῶν ἐτῶν καὶ τεττάρων ἀκμαῖοι παραμένουσιν, ἐάν γε καλῶς ὦσιν ἀποκείμενοι, καὶ καθαροῖς ὀθονίοις δι' ἡμερῶν τινων ἀπομάττοιτο τὸ ἐπιτρεφόμενον αὐτοῖς κονιορτῶδες. ἐὰν γὰρ προσμείνῃ τοῦτο χρόνῳ πλέονι, διατίτρησιν αὐτούς. εὔδηλον δ' ὅτι τοῦτο παθόντες ἄχρηστοι γίνονται, ὡς πρίν γε τοῦτο παθεῖν αὐτοὺς, κᾂν χρονίσωσιν ἱκανῶς διαμένουσι χρήσιμοι.
- 1.9.1
[Ἀρτίσκων σκιλλητικῶν σκευασία.] Εἴτε σκιλλητικοὺς, εἴτε σκιλλίνους ἐθέλοι τις ὀνομάζειν τοὺς διὰ σκίλλης σκευαζομένους ἀρτίσκους, ἢ κυκλίσκους, ἢ τροχίσκους, διαφέρει οὐδέν. οὐδὲν γὰρ βλάψεις τὸ φάρμακον, ὅπως ἂν ὀνομάζῃς, ἐάν γε ἐν τῇ συνθέσει μηδὲν ἁμάρτῃς. ἐγὼ δὲ σοι φράσω καὶ ταύτην σαφῶς. σκίλλαν εὔτροφον ἀναιρήσῃ μὲν ἐκ τῆς γῆς, ὁπόταν ἀκριβῶς αὐτῆς ξηρανθῇ τά τε φύλλα καὶ ὁ καυλός. περιελὼν δὲ τὸ φλοιῶδες, εἶτα περιπλάσας τὶ πυρῶν νέων καλλίστων ὡς ὅτι μάλιστα, μετὰ ταῦτα ὄπτησον ἐν θερμῇ τέφρᾳ πολλῇ, μέχρις ἂν ἀκριβῶς ὀστρακωθῇ τὸ περιπλασθὲν σταίς. εἰ δὲ καὶ κατὰ τὸ χωρίον ἐν ᾧ σκευάζεις, ἴπνος εἴη τις, ἐν ἐκείνῳ καταθέμενος ἅμα τοῖς ἄρτοις, ὅταν ξηρανθῇ τὸ σταὶς, ἀφελὼν αὐτὸ, λείωσον τὴν σκίλλαν. αὐτάρκως δ' ὠπτῆσθαι γνώσῃ, καὶ διὰ καταθέσεως κάρφους. ἑτοίμως γὰρ αὐτὸ καταδέχεται τὸ σῶμα τῆς σκίλλης, ἐπειδὰν καλῶς ὀπτηθῇ. λειωθείσης δὲ ἀκριβῶς αὐτῆς μίγνυε τὸ τῶν λευκῶν ὀρόβων ἰσχυρῶς γάρ ἐστι τὸ τῶν μὴ λευκῶν πικρόν. εὔδηλον δ' ὅτι σεσῆσθαι τοῦτο χρὴ λεπτῷ κοσκίνῳ, καὶ μετὰ ταῦτα ἀκριβῶς λελειῶσθαι, τῷ σταθμῷ δὲ ἡμιολίαν εἶναι χρὴ τὴν σκίλλαν. λέγω δὲ ἡμιολίαν, ὡς δύο μὲν ἀλεύρου μοίρας εἶναι, τρεῖς δὲ τῆς σκίλλης. ὡς δὲ ταὐτὸν λέγων ὁ νεώτερος Ἀνδρόμαχος, οὐκ οἶδεν ὅπως π΄. μὲν εἶναι δραχμὰς βούλεται τοῦ ὀροβίνου ἀλεύρου, τῆς σκίλλης δὲ ρκ΄. ἤρκει γὰρ εἰπεῖν ἡμιόλιον. εἶτα λεπτοὺς κυκλίσκους ἐκ τῆς μίξεως ταύτης ἀναπλάσας ἐν οἴκῳ τίθει πρὸς μεσημβρίαν ἐστραμμένῳ, καθότι προείπομεν, οὐ μὴν ἐν αὐταῖς γε ταῖς αὐγαῖς τοῦ ἡλίου ξήραινε. καὶ τὰ ἄλλα τὰ προειρημένα περὶ τῶν θηριακῶν κᾀπὶ τούτων πρᾶττε.
- 1.10.1
[Ἡδυχρόου σκευασία.] Ἐν τῇ προγεγραμμένῃ συνθέσει τῆς θηριακῆς δυνάμεως ὁ Ἀνδρόμαχος, ὅπως μὲν χρὴ σκευάζειν τούς τε θηριακοὺς καὶ τοὺς σκιλλητικοὺς κυκλίσκους, δεδήλωκεν· ὅπως δὲ τὸ ἡδύχροον, οὐδὲν εἶπεν. καὶ ἄλλοι δὲ πολλοὶ τῶν γεγραφότων σύνθετα φάρμακα παρέλιπον εἰπεῖν τὴν σκευασίαν τοῦ ἡδυχρόου κατὰ τὴν περὶ τῆς θηριακῆς διήγησιν, ὥστε τις ἰατρὸς ἐν Ῥώμῃ τῶν μὴ τεθεαμένων σκευαζόμενον τὸ φάρμακον, ἐκ τῆς γραφῆς ἐπ' αὐτὸ παραγίνεσθαι τολμῶν, ἐζήτει παρὰ τοῖς μυροπώλαις ἡδύχροον, οἰόμενος εἶναι βοτάνην, ἤ τι τοιοῦτο τῶν ἁπλῶν φαρμάκων. ἐγὼ δὲ καὶ τοῦτο δηλώσω κατὰ τὴν Ἀνδρομάχου διαδοχὴν τῶν Καίσαρι σκευαζόντων αὐτὸ μέχρι νῦν, ὅπως συντιθέασιν. ἵνα δὲ καὶ αὐτὴ δυσπαραποίητος ᾖ, διὰ λέξεως ἐμμέτρου δηλωθήσεται τοῖς ὑπογεγραμμένοις.
- 1.10.2
Ἡδυχρόου δέ τι μάγμα, μάρου μὲν ἔχει δύο δραχμὰς,
- 1.10.3
Ἴσας δ' αὖ ἀσάρου τε, καὶ ἀμαράκου, ἀσπαλάθου τε
- 1.10.4
Καὶ σχοίνου, καλάμου τ' εὐώδεος, ἐκ πόντου τε
- 1.10.5
Φοῦ, ξυλοβαλσάμου τ', ὀποβαλσάμου τε δραχμὰς τρεῖς,
- 1.10.6
Καὶ κιναμώμου εἰσὶν ἴσαι, καὶ κόστου ἐπ' αὐτῷ.
- 1.10.7
Σμύρνης τ' ἓξ δραχμὰς, καὶ φύλλου μαλαβάθροιο,
- 1.10.8
Ἴσον δ' αὖ Ἰνδῆς νάρδου ξανθοῦ τε κρόκοιο.
- 1.10.9
Καὶ μὴν καὶ κασίης ἴσαι, διπλαῖ δέ τ' ἀμώμου.
- 1.10.10
Λοιπὴ δ' ἐκ κραναῆς Χίου δραχμῆς βάρος εἴη,
- 1.10.11
Μαστίχη, οἴνῳ δ' αὖ Φαλερίνῳ φυρήσασθαι.
- 1.10.12
ὅταν ταῦτα μιχθῇ, κυκλίσκοι δηλονότι γίνονται παραπλήσιοι τοῖς θηριακοῖς τε καὶ σκιλλητικοῖς, καὶ ξηραίνονται κατὰ τὸν αὐτὸν τρόπον. αὕτη μὲν ἐκ διαδοχῆς, ὡς ἔφην, εἰς ἡμᾶς ἦλθεν ἀπ' Ἀνδρομάχου σύνθεσις τοῦ ἡδυχρόου. διαφέρουσαι δ' ἄλλαι γεγραμμέναι πρὸς τινῶν εἰσιν, ὑπὸ μὲν τῶν ἐπιμεληθέντων ἐμπειρίας φαρμάκων ἐν τῷ σταθμῷ τῶν βαλλομένων διαλλάττουσαι. τινὲς δ' οὐδ' ὅλως ἔχουσι τὸ ἀμάρακον καὶ τὸ μάρον, ἔνιαι δὲ τὸ ἕτερον αὐτῶν ἔχουσαι μόνον. οὐδὲ γὰρ οἱ μυροπῶλαι πάντες αὐτὰ γινώσκουσι, διὰ τὸ μόνας ὠνεῖσθαι τὰς ἀπὸ Κρήτης κομιζομένας βοτάνας ἅμα τοῖς σπέρμασί τε καὶ χυλοῖς. ἐγὼ δὲ καὶ τὰς βοτάνας αὐτὰς ἠπιστάμην ἐν Ἀσίᾳ γεννωμένας, ἐν ἄλλοις μὲν χωρίοις ὀλίγας, ἐν Κυζίκῳ δὲ πλείστας, καὶ κατά γε τὴν Ἰταλίαν ὥσπερ ἄλλας τινὰς, οὕτω καὶ τὸ ἀμάρακον εἶδον γεννώμενον. ἀπολείπεται δὲ τὸ φυτὸν τοῦτο τοῦ μάρου πάμπολυ κατὰ τὴν εὐωδίαν. ἱκανῶς γὰρ εὐῶδες τὸ μάρον, καὶ τό γε καλούμενον ἀμαράκινον μύρον ἐν Κυζίκῳ σκευαζόμενον, ὅσον μὲν ἐπὶ τῇ προσηγορίᾳ, δόξειεν ἅν τις ἀμαράκου ἔχειν πλεῖστον, καὶ ἴσως οὕτως ὑπὸ τῶν παλαιῶν ἐσκευάζετο, νυνὶ δὲ τὸ μάρον ἐμβάλλουσι μόνον. ἐγὼ μέντοι γευσάμενος τῆς πόας, εὑρών τε πικρότητα μὲν ἐν αὐτῇ παμπόλλην, δριμύτητα δὲ οὐ πολλὴν, παρεκάλεσά τινα τῶν συνήθως ἀμαράκινον σκευαζόντων, ἐπεμβάλλειν ἀμαράκου τῇ σκευασίᾳ τοσοῦτον ὅσον καὶ τοῦ μάρου. καί μοι τὸ σκευασθὲν οὕτως ἧττον μὲν εὐῶδες ἐφάνη, χείρω δ' οὐδὲν ἐνήργει. ταῦτα μὲν οὖν κατὰ τὸ πάρεργον εἰρήσθω.
- 1.11.1
[Περὶ βασάνου τῆς ὡντινῶν δυνάμεων εἰλικρινείας.] Μεταβῶμεν δ' ἤδη πρὸς τὴν σκευασίαν ταύτης τῆς ἀντιδότου, κατὰ τὴν αὐτὴν τάξιν, ἑκάστου τῶν ἐμβαλλομένων αὐτῇ μνημονεύοντες, ἣν διὰ τῶν προγεγραμμένων ἐπῶν τῆς ἐλεγείας ὁ Ἀνδρόμαχος ἐποιήσατο, πεντήκοντα μὲν ἀξιῶν δραχμὰς δυοῖν δεούσας ἐμβάλλειν τῶν σκιλλητικῶν ἀρτίσκων, ὅπερ ταὐτόν ἐστι τῷ φάναι μη΄. τούτων δ' ἡμισείας, ὅπερ ἐστὶ κδ΄. δραχμὰς τῶν θηριακῶν, ὀπίου τε καὶ ἡδυχρόου καὶ μακροῦ πεπέρεως. περὶ μὲν οὖν τῶν γ΄. εἴρηται. τὸ δὲ μακρὸν πέπερι πανούργως κατασκευαζόμενον ἐλέγξεις διαβρέχων ὕδατι. λύεται γὰρ τὸ σκευασθὲν, ἄλυτον δὲ μένει τὸ αὐτοφυές. ἔστι δὲ αὐτὸ βοτάνη τις ξανθὴ ἀπὸ τῆς Ξένης κομιζομένη παραπλησία ἰδεῖν, οὐ μὴν τῇ γεύσει γε ἐοικυῖα, διὸ καὶ ῥᾷστόν ἐστιν αὐτὴν διακρῖναι μακροῦ πεπέρεως. ἐλέγξεται δὲ καὶ τὸ σαγαπηνὸν καλούμενον ὕδατι βρεχόμενον, ἢ οἴνῳ. διαλύεται γὰρ εὐθὺς τὸ ἀληθινὸν, ἀτήκτου μένοντος τοῦ μὴ τοιούτου. εἴτε δ', ὡς οὐδέτερον ὄνομα τὸ σαγαπηνὸν ἐθέλεις λέγειν, εἴτε δ', ὡς ἀρσενικὸν, ὅλον τοῦτο καλῶν σαγαπηνὸν ὀπὸν, ἔστι γὰρ ὄντως ὀπὸς νάρθηκός τινος ὁμοίου τῷ πάνακι, διήνεγκεν οὐδέν. ἀλλ' ὁ μὲν τοῦ πάνακος ὀπὸς οὐδὲν ἔχει παραπλήσιον τῷ ἐν τῇ χαλβάνῃ λευκοτέρῳ. ἔστι δ' αὐτῆς τὸ μὲν ὄντως εἰς σαγαπηνὸν μεταπίπτον, ὅσον ἀφρῶδές τε καὶ κοῦφόν ἐστι, τὸ δὲ τῇ καλλίστῃ χαλβάνῃ σαγαπηνιζούσῃ. πυκνὸν δ' ἐστὶ τοῦτο, καὶ πολὺ μᾶλλον ἐσφιγμένον τῆς ἄλλης χαλβάνης. κεχρῆσθαι δ' αὐτῷ προσῆκεν, ὡς ἀρίστῳ μορίῳ χαλβάνης. ἐπεὶ δὲ μεταπίπτειν εἶπον ἐκ χαλβάνης εἰς σαγαπηνὸν, ὅσον ἂν ἀφρῶδες ἐν αὐτῷ, συστὰν καὶ λευκὸν, ἑτοίμως ἐν ὑγρῷ λύεται. προσθεῖναι μέντοι χρὴ τῷ λόγῳ καὶ μάλιστα διὰ τὴν ὁμοιότητα τῆς μεταπτώσεως ἐκ τῆς ἀρίστης κασσίας εἰς κιννάμωμον. ἐθεασάμην γὰρ ἤδη πολλάκις ὑψηλῆς καὶ εὐθαλοῦς κασσίας ὡς εἰς θάμνου μέγεθος ἀνήκειν ἀκρέμονάς τινας ἀκριβῶς ὁμοίους κινναμώμῳ κατά τε τὴν ὄψιν καὶ τοῦ φλοιοῦ τὴν λεπτότητα, καὶ πρὸς τούτοις ἔτι τὰ βεβαιότατα γνωρίσματα κινναμώμου διὰ τῆς γεύσεως τε καὶ ὀσφρήσεως γινόμενα. οὕτω δὲ καὶ κατὰ τὴν ἀρίστην σμύρναν ὀποκάλπασον εὑρίσκεται, διαφέρον σμύρνης, καὶ κατά γε τὰ τρία ταῦτα, λέγω δὲ τό τε σαγαπηνὸν καὶ τὸ ὀποκάλπασον καὶ τὴν κασσίαν, ἐν μὲν τῷ μεταξὺ γίνεταί τινα μηκέτι μένοντα, μήτε χαλβάνη, μήτε κασσία, μήτε σμύρνη, μηδέπω ἀκριβῆ τὴν ἰδέαν ἔχοντα σαγαπηνοῦ καὶ κινναμώμου καὶ ὀποκαλπάσου. διὸ καὶ πολλάκις χρὴ τεθεᾶσθαι τὸν μέλλοντα διαγιγνώσκειν καὶ διακρίνειν ἀλλήλων τὰ παραπλήσια· καθάπερ γε ἐπὶ τῶν ὁμοίων ἀλλήλοις παιδαρίων διδύμων οἱ μὲν ἀήθεις ὄντες οὐ δύνανται διακρίνειν τὸ ἕτερον ἀπὸ τοῦ ἑτέρου, ῥᾴστη δὲ ἡ διάγνωσις γίνεται τοῖς ὁμοδιαίτοις, οὕτως ἔχει κᾀπὶ τῶν φαρμάκων ἁπάντων. ὁ γὰρ ἐντεθραμμένος αὐτοῖς καὶ πολλάκις ἑορακὼς εὑρίσκει τε καὶ γνωρίζει ῥᾳδίως τὰς παρὰ μικρὸν διαφοράς· ὁ δ' ἅπαξ ἢ δὶς ἑορακὼς ὡς ἀπαράλλακτον τεθέαται τῷ ἑτέρῳ τὸ ἕτερον, ἔχον ἐνίοτε σαφεστάτην διάκρισιν, ἐναργῶς φαινομένην τῷ πολλάκις ἑορακότι, ὥστε καὶ δι' ἑνὸς τῶν συμβεβηκότων αὐτοῖς γνωρίζεσθαι ῥᾳδίως. τὸ γοῦν ἐκ χαλβάνης σαγαπηνὸν οὐκ ἔχει τὴν ὀσμὴν τῆς ἰδιότητος τὴν αὐτὴν τῷ κυρίως ὀνομαζομένῳ σαγαπηνῷ. τὸ γὰρ ὑπὸ τῶν περὶ τὰ τοιαῦτα δεινῶν ὀνομαζόμενον ὀσμῆς εἶδος τραγίζον οὐκ ἀποτίθεται τὸ ἐκ τῆς χαλβάνης σαγαπηνόν. ἀλλὰ ἐπὶ μὲν τοῦ τοιούτου σαγαπηνοῦ καὶ τῆς χαλβάνης ταύτης οὐ μεγάλη τίς ἐστιν ἡ διαφορὰ πρὸς τὴν τοῦ φαρμάκου σύνθεσιν. ἄμφω γὰρ ἁρμόττει καὶ ἀντιτέτακται τοῖς ἰοβόλοις τε καὶ δηλητηρίοις, ἀλλ' ἧττον ἡ χαλβάνη τοῦ σαγαπηνοῦ. τὸ δὲ ὀποκάλπασον ἀναιρετικόν ἐστι, καὶ πολλοὺς κατά τινα τύχην ἐν τοῖς τῆς ἡμετέρας ζωῆς χρόνοις ἀποθανόντας οἶδα διὰ τὴν ἄγνοιαν τῆς ὀποκάλπασον ἐχούσης σμύρνης. ἐξεπίτηδες γὰρ ἔνιοι τῶν σκευαζόντων αὐτὴν ὡς ἀρίστην ἔβαλον, ἐπειδὴ τοῖς κολλυρίοις ἐμβαλλομένην ὁρῶσι κάλλιστον οὖσαν φάρμακον, ἀδήκτως γὰρ διαφορεῖ τὸ πῦον. ἔστι δ' ὅτε καὶ ἀρχόμενον ὑπόχυμα λεπτὸν τῇ συστάσει, κᾂν εἰς ἔμπλαστρον δὲ, κᾂν εἰς κηρωτὴν, ἤ τι τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων διαφορητικῶν ἐμβάλῃς τὴν τοιαύτην σμύρναν, αὐξήσεις αὐτοῦ τὴν δύναμιν, ἀλλ' εἴσω τοῦ σώματος λαμβανομένη θανάσιμόν ἐστι φάρμακον. ταῦτα μὲν οὖν ἐπὶ πλέον εἴρηται διά τε τὴν ἀκολουθίαν τοῦ λόγου καὶ τὸ χρήσιμον τῆς θεωρίας.
← Previous · Next → — showing 101–200 of 1,101
First Thousand Years of Greek. CTS URN tlg0057.tlg078.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.