De antidotis
- 1.1.1
[Τί ἐστιν ἡ ἀντίδοτος καὶ πόθεν τὴν γένεσιν ἔχει ἡ θηριακή.] Τὰς ἰωμένας τὰ πάθη δυνάμεις οὐκ ἔξωθεν ἐπιτιθεμένας, ἀλλ' εἴσω τοῦ σώματος λαμβανομένας ἀντιδότους ὀνομάζουσιν οἱ ἰατροὶ. τρεῖς δ' αὐτῶν εἰσιν αἱ πᾶσαι διαφοραί. τινὲς μὲν γὰρ ἕνεκα τῶν θανασίμων προσφέρονται φαρμάκων, τινὲς δὲ τῶν ἰοβόλων ὀνομαζομένων θηρίων, τινὲς δὲ τοῖς ἐκ φαύλης διαίτης γιγνομένοις πάθεσιν ἀρήγουσιν. ἔνιαι δὲ τὰς τρεῖς ἐπαγγέλλονται χρείας, ὥσπερ καὶ ἡ θηριακὴ καλουμένη, συντεθεῖσα μὲν ὑπὸ Ἀνδρομάχου τοῦ ἰατροῦ, παρωσαμένη δὲ τὴν Μιθριδάτειον ὀνομαζομένην, καὶ αὐτὴν ἀπὸ τοῦ συνθέντος αὐτὴν οὕτω κληθεῖσαν. ὁ γάρ τοι Μιθριδάτης οὗτος, ὥσπερ καὶ ὁ καθ' ἡμᾶς Ἄτταλος, ἔσπευσεν ἐμπειρίαν ἔχειν ἁπάντων σχεδὸν τῶν ἁπλῶν φαρμάκων, ὅσα τοῖς ὀλεθρίοις ἀντιτέτακται, πειράζων αὐτῶν τὰς δυνάμεις ἐπὶ πονηρῶν ἀνθρώπων, ὧν θάνατος κατέγνωστο. τινὰ μὲν οὖν αὐτῶν ἀνεῦρεν ἐπὶ φαλαγγίων ἰδίως ἁρμόζοντα, τινὰ δὲ ἐπὶ σκορπίων, ὥσπερ ἐπὶ τῶν ἐχιδνῶν ἄλλα. καὶ ἐπὶ τῶν ἀναιρούντων φαρμάκων τὰ μὲν ἐπὶ ἀκονίτου, τὰ δὲ ἐπὶ λαγωοῦ τοῦ θαλαττίου, τὰ δ' ἐπ' ἄλλου τινὸς ἢ ἄλλου. πάντα δ' οὖν αὐτὰ μίξας ὁ Μιθριδάτης ἓν ἐποίησε φάρμακον, ἐλπίσας ἕξειν ἀρωγὸν ἐπὶ πᾶσι τοῖς ὀλεθρίοις. ὕστερον δὲ Ἀνδρόμαχος ὁ Νέρωνος ἀρχιατρὸς, ἔνια μὲν προσθεὶς, ἔνια δὲ ἀφελὼν, ἐποίησε τὴν θηριακὴν ὀνομαζομένην ἀντίδοτον, οὐκ ὀλίγην ἐχιδνῶν σάρκα μίξας τοῖς ἄλλοις, ἣν οὐκ εἶχεν ἡ Μιθριδάτειος. καὶ διὰ τοῦτο πρὸς μὲν τὰ τῶν ἐχιδνῶν δήγματα καλλίων ἐστὶν ἡ θηριακὴ τῆς Μιθριδάτειος ὀνομαζομένης· πρὸς τὰ ἄλλα δὲ οὐδὲν ἥττων ἡ Μιθριδάτειος, ἀλλ' ἔστιν ἐφ' ὧν καὶ βελτίων. οὐ τὴν αὐτὴν δὲ δύναμιν ἔχουσιν ἐπιλαμβανόμεναι καὶ προλαμβανόμεναι τῶν ἀναιρούντων φαρμάκων. ὃ γὰρ αὔταρκες αὐτῶν ἐστι μέγεθος εἰς τὸ μηδὲν παθεῖν προληφθέντων, τοῦτο αὐξηθὲν εἰς τετραπλάσιον ἢ πενταπλάσιον ἐπιδιδόμενον ὀνίνησι, καὶ οὐχ ἅπαξ γε τῆς ἡμέρας, ἀλλὰ δίς. εἰ δέ τις ἤτοι καθ' ἑκάστην τὴν ἡμέραν, ὡς ὁ καθ' ἡμᾶς γενόμενος αὐτοκράτωρ Αὐρήλιος Ἀντωνῖνος ἢ ὡς αὐτὸς ὁ Μιθριδάτης, λαμβάνοι τοῦ φαρμάκου, παντάπασιν ἀβλαβὴς ὑπὸ τῶν θανασίμων τε καὶ δηλητηρίων φαρμάκων ὀνομαζομένων ἔσται, ὥσπερ φασὶ καὶ τὸν Μιθριδάτην αὐτὸν, ἡνίκα προείλετο δι' ὀλεθρίου φαρμάκου μᾶλλον ἀποθανεῖν, ἢ ὑπὸ Ῥωμαίοις γενέσθαι, μηδὲν εὑρεῖν ἀνελεῖν αὐτὸν δυνάμενον. τὰ μὲν οὖν κατὰ Μιθριδάτην ἀκούομεν· αὐτοὶ δ' ἡμεῖς ἴσμεν κατὰ τὸν Ἀντωνῖνον, ὃς τὸ μὲν πρῶτον εἰς ἀσφάλειαν ἑαυτοῦ κατασκευάζων ἑκάστης ἡμέρας, ὅσον Αἰγυπτίου κυάμου μέγεθος ἐλάμβανεν, ἢ καταπίνων ἄνευ μίξεως ὕδατος ἢ οἴνου ἢ τοιούτου μιγνύς. ἐπεὶ δὲ συνέβαινεν αὐτῷ νυστάζειν καρωδῶς ἐν ταῖς ὁσημέραι πράξεσιν, ἀφεῖλε τὸν ὀπὸν τῆς μήκωνος. πάλιν οὖν αὐτὸν συνέβη διὰ τὸ πρόσθεν ἔθος, ὡς ἂν αὐτῷ τε φύσει ξηροτέρας ὄντι κράσεως, καὶ ξηραῖνον φάρμακον ἐκ πολλοῦ προσφερόμενον, τό γε πλεῖστον μέρος τῆς νυκτὸς ἄγρυπνον διατελεῖν, καὶ διὰ τοῦτο ἠναγκάσθη προσφέρεσθαι, καὶ τοῦ τὸν ὀπὸν ἔχοντος ἤδη πως κεχρονικότος. εἴρηται γάρ μοι πολλάκις ἤδη τὰ τοιαῦτα φάρμακα χρονίζοντα πραότερον ἴσχειν αὐτόν. ἦν δὲ τηνικαῦτα διὰ τὸν Γερμανικὸν πόλεμον ἐν τοῖς περὶ τὸν Ἴστρον χωρίοις, ἐμοῦ παραιτησαμένου τὴν ἀποδημίαν ἐκείνην. ἐπεὶ δὲ τὴν ὑπὸ Δημητρίου τοῦ ἀρχιατροῦ σκευαζομένην ἀντίδοτον ἐπῄνει, μετὰ θάνατον αὐτοῦ γράψας Εὐφράτει τῷ καθολικῷ, παρ' οὖ τὰ πρὸς τὴν σύνθεσιν ἐλάμβανεν ἁπλᾶ φάρμακα, δηλῶσαι τίς αὐτῷ παρῆν τῶν λαμβανόντων σύνταξιν αὐτοκρατορικὴν, καὶ πυθόμενος ἐμὲ διὰ παντὸς αὐτῷ κατὰ πάσας τὰς συνθέσεις παραγεγονέναι, σκευάζεσθαι μὲν ἐκέλευσεν ὑπὸ ἐμοῦ τὴν ἀντίδοτον. ἀρεσθεὶς δὲ αὐτῇ μόνῃ, παραγενόμενος εἰς Ῥώμην, ἐπυνθάνετο κατὰ τίνα συμμετρίαν τῶν ἁπλῶν φαρμάκων σκευάζοιμι, κᾀγὼ τἀληθὲς αὐτῷ διῆλθον, ὡς οὐδὲν οὐδὲ τοὐλάχιστον, οὔτ' ἐνέλιπον, οὔτε προσέθηκα τῶν ἐμβαλλομένων ἐξ ἔθους παλαιοῦ τοῖς κατὰ τὴν αὐλὴν ἰατροῖς, ἐδήλωσά τε τὴν αἰτίαν, δι' ἣν ἀρέσκει μάλιστα αὐτῷ ἐμοὶ σκευασία, περὶ ἧς εἰπεῖν καὶ νῦν προθέμενος, ἐμνημόνευσα τῶν τότε πραχθέντων. ἅτε γὰρ ἑκάστης ἡμέρας λαμβάνων ὁ Ἀντωνῖνος ἅμα πολλῷ μέλιτι τοῦ φαρμάκου, ἀκριβέστατα διεγίνωσκε τήν τε κακίαν αὐτοῦ καὶ τὴν ἀρετήν.
- 1.2.1
[Πῶς ἄν καλλίστη σκευάζηται ἡ θηριακή.] Γίνεται δὲ κάλλιστον τοῦτο, καὶ τὰ ἄλλα σχεδὸν ἅπαντα φάρμακα, διὰ τὴν τῶν ἐμβαλλομένων ἀρετήν τε καὶ ἀναλογίαν τῆς πρὸς ἄλληλα δυνάμεως. οἱ πολλοὶ δ' οὐδὲ τὴν ἀρχὴν ἴσασι δοκιμάζειν ἕκαστον αὐτῶν καταμόνας, εἰς ὅσον ἥκει κακίας ἢ ἀρετῆς, ὥστ' οὐδὲ τὴν ἀναλογίαν τῆς πρὸς ἄλληλα δυνάμεως ἐπίστανται. καὶ διὰ τοῦτο βάλλοντες ἐνίοτε τὰ πλεῖστα τῶν φαρμάκων ἀσθενῆ, ἢ διὰ χρόνον, ἢ διὰ γένος, ἔμιξαν αὐτοῖς τῶν ἰσχυροτάτων. ἐμβαλὼν γοῦν τίς ποτε ἐκ τῶν Θηβῶν τῶν Αἰγυπτίων ὀπὸν ἰσχυρότατον ὄντα, παραπλήσιον Φιλωνείῳ φαρμάκῳ καὶ τῇ γεύσει καὶ τῇ δυνάμει τὴν ἀντίδοτον εἰργάσατο. σμύρναν δὲ αὖθις ἐμβαλὼν, ἰσχυρότατον ἅμα τοῖς πλείστοις ἀσθενέσιν, ἐπικρατηθῆναι τὴν ἀντίδοτον ὑπ' ἐκείνης ἐποίησε, καί τις ἄλλος ὅμως ἐν κρόκῳ ταὐτὸν ἥμαρτεν, ὁ δὲ ἐν σαγαπηνῷ, καθάπερ γε πάλιν ἄλλος ἐν ἀσφάλτῳ καὶ χαλβάνῃ. τινὲς δὲ καὶ δύο καὶ τρία τῶν οὕτως ἰσχυρῶν ἀσθενέσι τοῖς ἄλλοις μίξαντες ὑπ' ἐκείνων ἐπικρατουμένην τὴν ἀντίδοτον εἰργάσαντο. τὴν σκευασίαν μὲν οὖν αὐτὴν κᾂν ἅπαξ τις ἤδη δριμὺς ἄνθρωπος εὐκόλως μαθήσεται· τῶν δ' ἐμβαλλομένων φαρμάκων τὴν διάγνωσιν οὐχ ἅπαξ ἢ δὶς ἢ τρὶς, ἀλλὰ πάνυ πολλάκις ἑωρᾶσθαι δεῖται, κᾂν ἀκριβῶς ὑπό τινος δεικνύντος τε ἅμα καὶ λόγου διδάσκοντος, ὁποῖόν ἐστι τὸ ἄριστον ἐκμάθοι, |τῷ δὲ χωρὶς τοῦ δείξαντος ἐξ ἀναγνώσεως βιβλίου τινὸς, ὁποῖα τά θ' Ἡρακλείδου τοῦ Ταραντίνου θηριακὰ καὶ Κρατεύα καὶ Διοσκορίδου καὶ Νίγρου καὶ Ἰόλλα καὶ Ῥούφου τοῦ Ἐφεσίου καὶ ἄλλων τινῶν ἐπὶ τὴν διάγνωσιν αὐτῶν ἥκοντι, πολὺ πλείονος αὐτοψίας δεῖ πρὸς τὸ διαγινώσκειν ἀκριβῶς ἑκάστου φαρμάκου τήν τε ἀρετὴν καὶ τὴν κακίαν. ἔνια μὲν γὰρ παραποιοῦσιν οἱ καπηλεύοντες οὕτω σαφῶς, ὡς καὶ τοὺς τριβακωτάτους ἐν αὐτοῖς λανθάνειν, ἐφ' ὧν κάλλιστόν ἐστιν αὐτῶν ἐκ πολλοῦ παρεσκευάσθαι διὰ φίλον ἀνόθευτον ἐκ τοῦ χωρίου, καθ' ὃ κάλλιστον γεννᾶται, πορίζεσθαι τὸ φάρμακον, ἢ ἅπαξ πορευθέντα παρασκευάσασθαι τὰ διαμεῖναι δυνάμενα πρὸς ὅλον τὸν βίον, ὁποία σχεδὸν ἅπαντά ἐστι τὰ μεταλλικὰ καλούμενα. Κύπρον γοῦν ἱστορῆσαι βουληθεὶς ἐγὼ διὰ ταῦτα, φίλον τε ἔχων τὸν ἐν αὐτῇ πολὺ δυνάμενον, ἑταῖρον ὄντα τοῦ προεστῶτος τῶν μετάλλων ἐπιτρόπου Καίσαρος, καδμείαν τε πολλὴν ἐκεῖθεν ἐκόμισα καὶ διφρυγὲς καὶ σπόδιον καὶ πομφόλυγα χαλκῖτίν τε καὶ μίσυ καὶ σῶρυ καὶ χάλκανθον, ὥσπερ γε πάλιν ἐκ τῆς Παλαιστίνης Συρίας ὀποβάλσαμον ἀκριβές. ἄσφαλτος μὲν γὰρ οὐδὲ δολωθῆναι δύναται πανούργως, ὥσπερ οὐδὲ ὁ τοῦ ὀποβαλσάμου καρπὸς ἢ τὸ ξυλοβάλσαμον. ἔπλευσα δὲ καὶ εἰς Λῆμνον, ἴσασι δὲ οἱ θεοὶ, δι' οὐδὲν ἄλλο ἢ διὰ τὴν Λημνίαν, εἴτε γῆν ἐθέλει τις ὀνομάζειν, εἴτε σφραγῖδα, λέλεκται δὲ περὶ αὐτῆς αὐτάρκως ἐν τῷ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐνάτῳ. ταύτην οὖν εἴτε Λημνίαν γῆν, εἴτε σφραγῖδα καλεῖν ἐθέλεις, παραποιοῦσιν, ὡς μηδένα δυνάσθαι διαγνῶναι τὴν ἀληθινὴν ἀπὸ τῆς παραπεποιημένης. καθάπερ γε τὸ καλούμενον Ἰνδικὸν Λύκιον, ἕτερά τε πολλὰ δυσκολωτάτην ἔχοντα διάγνωσιν ἀπὸ τῶν νενοθευμένων, ἃ χρὴ παρὰ τῶν εἰς τὰ χωρία πορευομένων, ἐπιτρόπων τε καὶ |συγκλητικῶν ἀρξάντων τῆς χώρας ἀθροίζειν, ἢ καὶ τῶν κατοικούντων ἐν αὐτοῖς φίλων, ὥσπερ ἐμὲ ποιοῦντα τεθέασθε. κομίζεται γάρ μοι τὰ μὲν ἐκ τῆς μεγάλης Συρίας, τὰ δ' ἐκ τῆς Παλαιστίνης, τὰ δὲ ἐξ Αἰγύπτου, τὰ δὲ ἐκ Καππαδοκίας, ἐκ Πόντου δ' ἄλλα, καθάπερ γε καὶ Μακεδονίας τε καὶ τῶν πρὸς τὴν δύσιν χωρίων, ἔνθα Κελτοὶ καὶ Ἴβηρες, οἵ τε κατὰ τὴν ἀντικειμένην χώραν οἰκοῦντες Μαυρούσιοι. τίνα μὲν οὖν ἐν ἑκάστῃ χώρᾳ γίνεται κάλλιστα φάρμακα, Διοσκουρίδης τε καὶ οἱ ἄλλοι γεγράφασιν ἀληθῶς. ἡμᾶς δ', ὡς ἔφην, χρὴ παρασκευάσασθαι καθ' ὃν εἴρηκα τρόπον αὐτὰ, καὶ μάλιστα ἐὰν ἐν Ῥώμῃ κατοικῶμεν, εἰς ἣν ἐξ ἁπάντων τῶν ἐθνῶν καθ' ἕκαστον ἐνιαυτὸν ἐξικνοῦνται πάμπολλα. τίνα δὲ καὶ κατ' αὐτὴν τὴν Ἰταλίαν τὰ μὲν αὐτοφυῶς γεννᾶται, τὰ δὲ κατασκευάζεται, καθάπερ ἐν Δικαιαρχίᾳ τῇ νῦν καλουμένῃ Ποτιόλοις, ἰὸς καὶ ψιμύθιον καὶ χαλκὸς καὶ λεπὶς χαλκοῦ καὶ ἄλλα τινὰ, κατὰ δὲ τὴν Ῥώμην αὐτὴν ἡ λιθάργυρος. ἔνια δὲ μόνον οὐχὶ καθ' ἑκάστην ἡμέραν κομίζεται, καθάπερ τά τ' ἐκ τῆς Σικελίας καὶ τῆς μεγάλης Λιβύης καθ' ἕκαστον ἐνιαυτὸν ὥρᾳ θέρους ἀπό τε Κρήτης πολλὰ, τῶν ἐκεῖ βοτανικῶν ἀνδρῶν ὑπὸ Καίσαρος τρεφομένων, οὐκ αὐτῷ Καίσαρι μόνῳ, ἀλλὰ καὶ πάσῃ τῇ Ῥωμαίων πόλει, πλήρη πεμπόντων ἀγγεῖα ταυτὶ τὰ πλεκτὰ καλούμενα, διὰ τὸ τῶν λυγῶν εἶναι πλέγματα. φέρεται δὲ ἀπὸ Κρήτης τὰ τοιαῦτα καὶ εἰς ἄλλα πολλὰ τῶν ἐθνῶν, ὡς μηδὲν τῶν ἀπ' αὐτῆς ἐνδεῖν, μήτε βοτανῶν, μήτε καρπῶν, μήτε σπερμάτων, μήτε ῥιζῶν, μήτε χυλῶν. τὰ μὲν οὖν ἄλλα πάντα εἰλικρινῆ· νοθεύονται δὲ ἔνιοι τῶν χυλῶν, ἀλλὰ καὶ τοῦτο σπανίως γίνεται. διὰ γὰρ τὸ πλῆθος τῶν γενομένων βοτανῶν ἐν τῇ νήσῳ οὐ πάνυ τι πανουργεῖν ἐπιχειροῦσιν οἱ κατ' αὐτὴν βοτανικοὶ, οὐ μὴν οὐδ' ἡ καινουργία μεγάλη, καθάπερ ἐπ' ἄλλων, ἀλλ' ἀντὶ τοῦ χυλὸν ἀψινθίου μόνου ποιήσασθαι πρασίου μιγνύουσιν, ἤ τι τοιοῦτον παραποιοῦσι μικρὸν, ὥστε τοὺς ἐν Ῥώμῃ μυροπώλας ὠνουμένους καθ' ἕκαστον ἔτος τὰ πλήρη τῶν φαρμάκων ἀγγεῖα τὰ πλεκτὰ, πρῶτον μὲν ἕκαστον αὐτὸν διδάσκεσθαι γνωρίζειν, εἰ καὶ μὴ πρότερον ἑορακώς τις εἴη. πρὸς τούτῳ δὲ καὶ τὸ κάλλιστον ἐκ τῆς συνεχοῦς θέας, ὁποῖόν ἐστι διδάσκεσθαι. μεμνημένοι γὰρ ὧν ὠνήσαντο πέρυσι, ὅταν ἴδωσιν ἕτερον, ἄμεινον αὐτοῦ γνωρίζουσιν· ἐν μὲν ταῖς βοτάναις, ὅσαι μετὰ τοῦ καρποῦ προσκειμένου τοῖς ἀκρέμοσι κομίζονται, πολυκαρπότερον· εὐθαλέστερόν τε καὶ ἁδρότερον, ἐσφιγμένον τε κατὰ τὴν οἰκείαν οὐσίαν, ἔν τε τῷ χρόνῳ μὴ διαφθειρόμενον, ἐννοοῦντες εἶναι κρεῖττον τῶν ἀτροφωτέρων τε καὶ ἀκαρποτέρων, ἀραιῶν τε καὶ κούφων καὶ διαφθειρομένων ταχέως. ὄνος γὰρ ἂν εἴη σαφῶς ὁ μηδὲν τούτων ἐννοῆσαι δυνάμενος. ὥσπερ γε καὶ κατὰ τὴν γεῦσίν τε καὶ ὄσφρησιν οὐδὲν χαλεπὸν ἐννοῆσαι τὸ ἄριστον, ἑορακότας πολλάκις ταὐτόν. ἐν ᾧ γὰρ τῶν ἄλλων διαφέρει κατ' ὀσμὴν ἢ γεῦσιν ἕκαστον τῶν φαρμάκων, ἐν ἐκείνῳ σφοδρυνόμενον πρωτεύει τῶν ὁμοειδῶν. οὕτω γοῦν καὶ τὸ μέλι λέγομεν ἄριστον εἶναι τὸ γλυκύτατόν τε καὶ δριμύτατον τῶν ἄλλων ἁπάντων, ἐπειδὴ τὸ γένος αὐτοῦ τὴν ἐν γλυκύτητι τοιαύτην ὑπεροχὴν ἔχειν φαίνεται. ὅταν οὖν ἐκ γλυκειῶν φύσει σταφυλῶν τὸ γλεῦκος εἰς ἥμισυ μέρος ἢ καὶ τρίτον ἑψηθείη, γλυκύτητι μὲν οὐδὲν ἀποδεῖ μέλιτος, ἀμβλὺ δ' ἐστὶ καὶ ἄδηκτον, ὥσπερ τὸ ὕδωρ· ἀλλ' οὐ τό γε μέλι τοιοῦτον· ἔχει γάρ τινα δριμύτητα μετὰ τῆς γλυκύτητος, ὥστε ἄριστόν ἐστι τὸ πρωτεῦον ἐν τούτοις, καὶ πρῶτά γε αὐτῶν τὰ γνωρίσματα τῆς οἰκείας ἀρετῆς ἐκ τούτων ἔσται. κατὰ συμβεβηκὸς δέ τι καὶ παρεπόμενον αὐτῇ κατὰ χροιὰν καὶ σύστασιν καὶ ὀσμὴν καὶ τὴν οἷον ἀλληλουχίαν τῶν μορίων. ὠχρὸν μὲν οὖν ἐστι τῇ χροιᾷ, τῇ συστάσει δὲ οὔτε παχὺ καὶ θρομβῶδες οὔτε λίαν ὑγρὸν ἡνωμένον τε δι' ὅλου καὶ γλίσχρον, ὡς ἐάν γε βαστάσας ἀπ' αὐτοῦ τῷ δακτύλῳ ῥεῖν ἐπιτρέψῃς, κατατείνεσθαι συνεχὲς αὐτὸ, καθάπερ ἰξὸν, οὐ διασπώμενον, οὐδὲ ἀποῤῥηγνύμενον, ἀλλ' οὐ διὰ ταῦτ' ἔστιν ἄριστον, ἀλλ' ὅτι τὸ κατὰ τὴν οἰκείαν φύσιν ἄριστον μέλι ταῦτ' ἔχει συμβεβηκότα διὰ παντὸς ἑαυτῷ, καὶ διὰ τοῦτο γνωρίσματα γίνεται τοῦ βελτίστου. διὸ καὶ πολλάκις ἑωρᾶσθαί φημι δεῖν ἕκαστον τῶν ἁπλῶν φαρμάκων, ἵνα διὰ μνήμης ἔχωμεν εἰς ὅσον ἥκει δριμύτητος, ἢ γλυκύτητος, ἤ τινος τῶν ἄλλων αἰσθητῶν ποιοτήτων, ὧν τὸ ποσὸν ἀδύνατον λόγῳ δηλωθῆναι. προσέρχεται δέ τις καὶ ἄλλη κρίσις τῆς ἑκάστου φαρμάκου δυνάμεως ἐξ ἐμπειρίας πολυχρονίου, μηδὲν ὑπὸ τοῦ λόγου βοηθουμένη. τὸ γοῦν ἀπὸ Κνίδου κάλλιστον μέλι φαινόμενον οἷς εἶπον ἄρτι γνωρίσμασιν, ὡς ἐγγὺς εἶναι τῷ Θασίῳ τε καὶ Ὑμηττίῳ, κακίαν οὐ μικρὰν ἐνδείκνυται χρονίζον, εἰς οἰνώδη μεταβάλλον ποιότητα. παραπλήσιον δέ τι πέπονθεν αὐτῷ καὶ τὸ Ῥόδιον. ὥστε τις ἐμβαλὼν τούτου τοῦ μέλιτος εἰς τὴν θηριακὴν. εἶτα μετὰ γ΄ ἐνιαυτὸν εὑρὼν αὐτὴν οἰνίζουσαν, οὐ κατὰ τὴν γεῦσιν μόνον, ἀλλὰ καὶ κατὰ τὴν ὀσμὴν ἔδειξέ μοι, κᾀγὼ θεασάμενος εἶπον τὸ γεγονὸς αὐτῷ παρὰ τοῦ βεβλημένου μέλιτος, ὥστε θαυμάσαι τὸν ἄνθρωπον. ἔτι δὲ προσεπυθόμην, εἴ γε ἐπὶ πλέον ἥψησέ τε καὶ ἀπήφρισεν αὐτό. προσωμολόγει δὲ καὶ ταῦτα, καὶ διὰ τοῦτο ἐθαύμαζε μὲν ὥς τι σοφὸν ἀκηκοὼς παρ' ἐμοῦ, κατέγνω δὲ τῆς ἑαυτοῦ προπετείας, ἐπιχειρήσαντος σκευάζειν φάρμακον ἐκ μόνης τῆς γραφῆς. ἄλλως δ' ὀξώδη γενομένην, ἣν ἐσκεύασε θηριακὴν ἔδειξέ μοι, πυνθανόμενος τὴν αἰτίαν. ἀκούσας οὖν παρ' ἐμοῦ πλείονα τοῦ δέοντος ἐμβεβλῆσθαι οἶνον, καὶ τοῦτον οὐκ ἄριστον οὐδὲ παλαιὸν, ἴσως δὲ καὶ ἄρτου μὴ καλῶς κατεσκευασμένου, πλέον μεμίχθαι τῇ σαρκὶ τῶν ἐχιδνῶν, ὁμολογήσας οὕτως ἔχειν, ἑαυτοῦ κατέγνω τῆς προπετείας.
- 1.3.1
[Ὁποῖον δεῖ τὸν οἶνον ἐμβαλεῖν ταῖς ἀντιδότοις.] Διὸ καὶ προνοητέον ἐστὶν οἶνον ἐμβαλεῖν τῷ γένει τοιοῦτον, ὁποῖος μὲν ἐκ τῆς ἐμπειρίας ἔγνωσται μονιμώτατος ὑπάρχειν, ἔπειτα δ' ἰσχυρὸν, ἔτεσι πλείοσιν ἤδη δεδωκότα βάσανον, ὡς οὐκ ἔτι μεταβληθήσοιτο. καὶ γάρ τοι καὶ ἀσθενέστατοί γε καὶ ὡς ἂν εἴποι τις ὑδατωδέστατοι τῶν οἴνων ἢ σφόδρα αὐστηροὶ, καὶ μάλιστα πάντων οἴνων ὀξυνόμενοι, φθάσαντες ἐν τοῖς πρώτοις ἔτεσιν ὀξυνθῆναι, διαμένουσι τοῦ λοιποῦ. χρόνος δὲ τῆς τοιαύτης κρίσεως ἄλλος ἄλλῳ οἴνων ἐστὶν, οὐ πολλῶν μὲν ἐτῶν τοῖς ὑδατώδεσιν· οὕτω δ' ὀνομάζουσι τοὺς λευκοὺς τῇ χρόᾳ καὶ λεπτοὺς τῇ συστάσει, καὶ μὴ πολλοῦ δεομένους ὕδατος ἐν τῷ κεράννυσθαι. πάντως δ' αὐτοῖς ὑπάρχει τοιούτοις οὖσιν, ὥσπερ οὐδ' ὅλως πλήττουσι τὴν κεφαλὴν, οὕτω μηδὲ θερμαίνειν σαφῶς τὸ σῶμα, μηδὲ πέψει τῇ κατὰ γαστέρα, καὶ φλέβας ἐναργῶς συντελεῖν τι, μηδὲ εὐτροφίᾳ συναίρεσθαι. τάχιστα πάντων οἴνων οὗτοι παλαιοῦνται. καλοῦσι δὲ οἱ περὶ ταῦτα δεινοὶ παλαιοῦσθαι τὸ μεταβάλλειν ἑτοίμως εἰς τὴν τοιαύτην ποιότητα τῶν παλαιουμένων. δριμύτης δ' ἐστὶν αὕτη μετὰ τοῦ θερμαίνειν σαφῶς, ὕστερον δὲ καὶ πικρότης, εἰς ἣν μετέστη. ἐνίοτε δὲ καὶ τοὺς ὑδατώδεις οἴνους ἀφικνουμένους ἐστὶν ἰδεῖν, ὅταν γε μὴ φθάσωσιν ἐν τοῖς πρώτοις, ἢ τρισὶν, ἢ τέτρασιν ἔτεσιν ὀξυνθῆναι· τοῖς δ' ἰσχυροῖς τε ἅμα καὶ αὐστηροῖς καὶ λευκοῖς μετὰ πάχους οἴνοις καὶ μετὰ δεκαετίαν ἐνίοτε συνέπεσε μὴ καλῶς ἀποκειμένοις ὀξυνθῆναι. συνέβαινε δ' αὐτοῖς καὶ παλαιοῦσθαι χρόνῳ παμπόλλῳ· τοιοῦτοι κατὰ τὴν Ἰταλίαν εἰσὶν, ὅ τε Τιβουρτῖνος καὶ Σιγνῖνος καὶ Μάρσος καὶ Σουῤῥεντῖνος. ὁ μέντοι Τιβουρτῖνος καὶ Μάρσος αὐστηροί τε, καὶ ῥᾳδίως ὀξυνόμενοι κατὰ τὴν ἀπρονόητον ἀπόθεσιν. ὁ δὲ Σιγνῖνος ἰσχυρότερός τε τούτων ὑπάρχει, καὶ ἧττον ὀξύνεται καὶ παλαιωθεὶς κάλλιστος γίνεται. περὶ δὲ τοῦ Σουῤῥεντίνου τί δεῖ καὶ λέγειν; ἅπαντες γὰρ τοῦτ' ἤδη γινώσκουσιν ὡς σχεδὸν πρὸ κ΄ ἐτῶν ἔτι ἐστὶν ἄπεπτος. ἀκμάζει δὲ τοσούτων ἐτῶν γιγνόμενος, ἐπὶ πολύ τε παραμένει πότιμος, οὐκ εὐκόλως ἐκπικρούμενος, συνάμιλλος κατ' ἀρετὴν ὑπάρχων τῷ Φαλερίνῳ ἐναντία δὲ τούτοις τοῖς οἴνοις οἱ ὑδατώδεις πάσχουσιν, ὅ τε Σαβῖνος καὶ ὁ Ἀλβανὸς καὶ ὁ Γαυριανὸς ἐν τῷ Ποτιόλων λόφῳ γενόμενος, ὅ τε ἐν Νεαπόλει κατὰ τοὺς ὑποκειμένους αὐτῇ λόφους, Ἀμιναῖος μὲν ὀνομαζόμενος, ἀλλὰ λεπτὸς μὲν ὑπάρχων, οὐχ ὥσπερ οἱ κατὰ τὴν Σικελίαν τε καὶ Βιθυνίαν Ἀμιναῖοι, καίτοι κᾀν τούτοις τοῖς ἔθνεσιν ὀλίγος μὲν ὁ ὑδατώδης καὶ λεπτὸς οἶνος γεννᾶται, οὐ μὴν ἀποδεῖ γε οὔτε τοῦ Σαβίνου κατὰ τὴν Ἰταλίαν οὔτε κατὰ τὴν Ἀσίαν Ἀρσινίου τε καὶ Τιτακαζηνοῦ καὶ τοῦ παρ' ἡμῖν ὀνομαζομένου Τιβηνοῦ διὰ τὸ χωρίον ἐν ᾧ γεωργεῖται Τίβας ὀνομαζόμενον. οὗτοι πάντες ῥᾳδίως μεταβάλλονται πρὸς τὰς ἐναντίας ποιότητας, ἤτοι τὴν ὀξεῖαν ἢ τὴν πικρὰν, ἐν μὲν ἀρχῇ τὴν ὀξεῖαν, ἐὰν δὲ διαμένωσι, τὴν πικράν. πολὺ δὲ εἰς ἑκάτερα τὴν ἀλλοίωσιν αὐτοῖς συμβάλλεται τὸ χωρίον ἐν ᾦ κεῖνται. καταρχὰς μὲν ἄριστόν ἐστι τὸ ψυχρὸν, ὕστερον δὲ τὸ θερμὸν, ἢ πάλιν ἱκανῶς θερμὸν ἐξ ἀρχῆς, ὡς τό γε χλιαρὸν ὀξύνει ῥᾳδίως αὐτούς. ἐὰν δὲ ἐν τῷ ψυχρῷ κείμενοι διαμένωσιν ἔτεσι β΄ καὶ γ΄, τοὐντεῦθεν ἱκανῶς θερμαίνεσθαι δέονται, τοῦ χλιαροῦ δὲ χωρίου καὶ τοῦ μέσου, κατὰ τὴν κρᾶσιν οὐδέποτε δέονται. τινὲς γε μὴν οὕτως ἀσθενεῖς εἰσι καὶ ὑδατώδεις, ὡς μηδ' ἐξ ἀρχῆς φέρειν τὸ ψυχρὸν, ἐφ' ὧν ὁ πατήρ μου πείρας ἕνεκεν εἰς θερμότατον οἶκον ἐμβαλὼν στοιβὴν πολλὴν καὶ θερμὴν ἐνέκρυψεν αὐτῇ πληρώσας κεράμια, καὶ τυχὼν τῆς ἐλπίδος οὐδέποτε ἔσχεν οἶνον ὀξυνόμενον, ἀλλὰ πάντας τάχιστα παλαιουμένους. ὅπως δ' ἄν τις οἴκημα παρασκευάσειε θερμὸν, ὡς ἐκεῖνος παρεσκεύασεν, καὶ δὴ φράσω. κατὰ τοὺς ἀγροὺς ἅπαντας παρ' ἡμῖν οἶκοι γίνονται μεγάλοι, τὴν μὲν ἑστίαν, ἐφ' ἧς καίουσι· τὸ πῦρ, ἐν μέσοις ἑαυτῶν ἔχοντες, οὐ πολὺ δὲ αὐτῆς ἀπέχουσιν αἱ τῶν ὑποζυγίων στάσεις, ἤτοι κατ' ἀμφότερα τὰ μέρη, δεξιόν τε καὶ ἀριστερὸν, ἢ πάντως γε κατὰ θάτερον. εἰσὶ δὲ κρίβανοι συνεζευγμένοι ταῖς ἑστίαις κατὰ τὸ πρόσω μέρος ἑαυτῶν, ὃ πρὸς· τὴν θύραν βλέπει τοῦ παντὸς οἴκου. τοιοῦτοι μὲν οὖν ἅπαντες οἱ κατὰ τοὺς ἀγροὺς οἶκοι κατασκευάζονται, κᾂν εὐτελεῖς ὦσιν. οἱ δ' ἐπιμελέστερον αὐτῶν κατασκευαζόμενοι κατὰ τὸν ἔνδον τοῖχον ἔχουσι τὴν κατ' ἄντικρυ τῇ θύρᾳ τεταγμένην εξέδραν. ἑκατέρωθεν δ' αὐτῆς κοιτῶνα, καθ' ὃν ἄνωθέν ἐστιν ὑπερῴα οἰκήματα, καθάπερ καὶ κατὰ πολλὰ τῶν πανδοχείων ἐν κύκλῳ κατὰ τρεῖς τοίχους τοῦ οἴκου τοῦ μεγάλου, πολλάκις δὲ καὶ κατὰ τέτταρας. ἐκ τούτων οὖν τῶν οἰκημάτων τὸ μάλιστα σκεπόμενον ἑκατέρωθέν ἐστι, τὸ κατὰ τῆς ἐξέδρας ἐπικείμενον, ἐν ᾧ τὸν οἶνον ὁ πατήρ μου κατετίθετο. μετὰ τὸ κατὰ τοὺς πίθους ζέσαι. τὸ δὲ μονιμώτερον ἐπὶ τῶν κεραμίων ἀποτίθεται πρότερον, ὥσπερ καὶ τοὺς ἄλλους ἐστὶ παρ' ἡμῖν δι' ἔτους θερμαίνειν διόλου. ἀμείνων δὲ τῶν οἴκων ὁ πρὸς μεσημβρίαν μὲν ἐστραμμένος, ἀπεστραμμένος δὲ τὰς ἄρκτους. ἔστι δέ τις παρ' ἡμῖν γενομένη βοτάνη θαμνώδης, πάνυ θερμὴ καὶ δριμεῖα, καὶ ἀρωματίζον ἔχουσά τι, καλοῦσι δ' αὐτὴν οἱ ἐπιχώριοι κολυμβάδα, ἔνιοι δὲ στοιβὴν, ἐπιτηδειοτάτην οὖσαν εἰς φυλακὴν οἴνου. συντίθεται οὖν ἐν ταύτῃ τῇ βοτάνῃ τὰ κεράμια, καὶ τῶν οἴκων τῶν ὑπερώων τοῦ μέρους τὸν ἕνα τοῖχον διετίτρα τρήμασιν ἀξιολόγοις, ἐστραμμένοις εἰς τὸν μέγαν οἶκον, ἐν ᾧ τόν τε κρίβανον ἔφην εἶναι καὶ τὴν ἑστίαν, προμηθούμενος, διὰ τῶν τρημάτων εἰσιέναι θερμασίαν εἰς τὸν οἶκον, ἐν ᾧ τὰ κεράμια κατετίθετο. ἔκ τε οὖν τῆς κατὰ τὸν μέγαν οἶκον θερμασίας ἡ ἀποθήκη θερμαινομένη, κᾀκ τῆς στοιβῆς θαλπομένη, διεφύλαττε πάντα τὸν οἶνον, ὡς μηδέποτε ὀξυνθῆναι. πρὸς δὲ τὸ μᾶλλον ἐπιτυγχάνειν, καὶ μηδέποτε ἁμαρτεῖν τοῦ σκοποῦ, τοῖς κεραμίοις ἐνέχει τὸν οἶνον οὐ καινοῖς, ἀλλ' ἐξ ὦν ἐκεκένωτό τις τῶν πεπαλαιωμένων. παραπλήσιον δ' οἷς εἴρηκα καὶ κατὰ τὴν Ἰταλίαν εἶδον ἐν τοῖς περὶ Νεάπολιν, καὶ τὸν γειτνιῶντα λόφον αὐτῇ τῇ χώρᾳ γενόμενον, ὃν ὀνομάζουσι Τριφύλλινον. ἐπυθόμην δὲ καὶ κατ' ἄλλα πολλὰ χωρία τῆς Ἰταλίας οὕτω θερμαίνεσθαι τὸν οἶνον, ἄλλ' ὅ γε τοιοῦτος, ὥσπερ μόνιμος, οὕτω καὶ κεφαλαλγὴς γίνεται, διὰ τὴν ἐκ τοῦ καπνοῦ προσερχομένην αὐτῷ ποιότητα. φευκτέον οὖν σοι τοὺς τοιούτους ἅπαντας οἴνους ἐν τοῖς συντιθεμένοις φαρμάκοις, ἃ μέλλομεν εἴσω τοῦ σώματος λήψεσθαι. κατὰ δὲ τὰς ἐμπλάστρους καὶ τὰ ἄλλα τὰ ἔξωθεν ἐπιτιθέμενα φάρμακα, καὶ τοῖς τοιούτοις, οὐδὲν κωλύει χρῆσθαι, μὴ παρόντων ἀρίστων. αἱρετέον οὖν εἰς τὰς ἀντιδότους οἴνους φύσει μονίμους, ὧν πρῶτος οὐκ εἰς τοῦτο μόνον, ἀλλὰ καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν, ὁ Φαλερῖνός ἐστιν. αἱρετέον δὲ καὶ τούτου τὸν μήπω πικρὸν ὑπὸ παλαιότητος, ὡς ἔνιοι καὶ κατὰ τοῦτο σφάλλονται τῶν τὴν θηριακὴν σκευαζόντων. ἀκηκοότες γὰρ ἀεὶ τὸν περιφερόμενον λόγον τοῦτον, ὡς τἄλλα πάντα γηρᾷ τῷ χρόνῳ πλὴν οἴνου, τὸν παλαιότατον ἐμβάλλουσιν, οὐδὲ τῆς ποσότητος ἔνιοι στοχαζόμενοι, διὰ τὸ μηδὲ γεγράφθαι τὴν συμμετρίαν αὐτοῦ κατὰ τὰς φαρμακίτιδας βίβλους. δυοῖν δ' ὄντοιν εἰδῶν αὐτοῦ, μηδὲν ἀλλήλων διαφερόντων ἀρετῇ, ἡδίονα τὴν ἀντίδοτον ὁ γλυκύτερος ἐργάζεται, καὶ καλοῦσιν αὐτὸν ἰδίως Φαυστιανόν. καθάπερ οὖν οἱ τὸν μεταβάλλοντα καὶ ὀξυνόμενον οἶνον ἐμβάλλοντες ἁμαρτάνουσιν, εἰ γὰρ καὶ μηδὲν ἔχον ἔγκλημα καθ' ἑαυτὸν ἀναμιχθείη τοῖς τῆς ἀντιδότου φαρμάκοις, ὀξύνεται πολλάκις, οὕτως ὁ παλαιότατος Φαλερῖνος, καὶ μάλισθ' ὅταν βραχὺ πλείων ληφθῇ, πικρὸν ἐργάζεται τὸ φάρμακον.
- 1.4.1
[Περὶ μέλιτος ταῖς ἀντιδότοις ἐμβληθῆναι δεομένου.] Εἰς δέ τις ἰατρὸς καὶ τὸ μέλι πάνυ παλαιὸν ἐνέβαλεν ὁμοίως τῷ Φαλερίνῳ, κατὰ τοῖόνδε τινὰ λογισμόν. οἰνῶδές ποτε μέλι τι γέγονε τὸ κεκραμένον, ἔμπροσθεν ἄριστον αὐτὸ φαινόμενον. ἀσφαλέστερον οὖν ἔδοξε, καθάπερ ἐπ' οἴνου τοῦ τῷ μήκει τοῦ χρόνου κεκριμένου ὡς οὐ φθείροιτο, μῖξαι τῷ φαρμάκῳ. τὸ δὲ ἦν ἄρα διὰ τὸν χρόνον ὑπόπικρον, εἶτα καὶ τὴν ἕψησιν προσλαβὸν ἐπὶ πλέον γενομένην, ἔτι μᾶλλον ἐδείχθη πικρὸν, ὅπερ ἅπαντι μέλιτι τῷ παλαιοτέρῳ συμβαίνει κατὰ τὴν ἕψησιν. καὶ θαυμαστὸν οὐδὲν, ὅπου γε καὶ χωρὶς τῆς ἑψήσεως ἐν τῷ χρόνῳ πικρότερον ἀντὶ τοῦ γλυκυτέρου γίνεται. καὶ παρά γε τῷ ἐμῷ πατρὶ μέλι τι πικρὸν οὕτως ἦν, οἶον ἐν τῷ Πόντῳ γίνεται κατά τινα τῶν χωρίων, ἐν οἷς αἱ μέλιτται συνάγουσιν ἀπὸ τῶν ἀψινθίων. αὐτὸ τοῦτο δ' ἔφασκε τὸ μέλι τὸ παρὰ Ἀθηναίοις ἄριστον χρόνῳ παμπόλλῳ παλαιωθὲν γεγονέναι πικρόν. ἐπεὶ δ' ἄχρηστον ἐφάνη μοι, καὶ μετὰ τὴν τελευτὴν τοῦ πατρὸς ἄχρι νῦν φυλάττω, πικρότερον μὲν ἔτι καὶ μᾶλλον, ἢ τότε ἦν γεγονὸς, ὥσπερ γε καὶ μελάντερον, οὐ μὴν παχύτερόν γε πολλῷ. καὶ τοῦτ' ἔοικεν ἐξαίρετον ὑπάρχον τῷ καλλίστῳ μέλιτι. καὶ γάρ τοι καὶ τὸ ἐν Ἐλεοῦντι τῆς Χεῤῥονήσου κατὰ τὴν χώραν ἐκείνην ἔνθα τὸ ἡρῷόν ἐστι τοῦ Πρωτεσιλάου γενόμενον μέλι, πάντ' ἔχον Ὑμηττίου μέλιτος, μέχρι πολλοῦ τὰ αὐτὰ, τῷ χρόνῳ προϊόντι, πρὸς τὸ παχύτερον γίνεσθαι, καὶ θρομβοῦται πολλάκις. μέλι μὲν οὖν πάντως ἐμβλητέον ἐστὶ τὸ κάλλιστον ταῖς ἀντιδότοις Ὑμήττιον ἢ Θάσιον ἢ πάντως γε Ἀττικόν· εἰ δὲ ἀποροῖμέν ποτε αὐτοῦ, τοῦ ἐν ταῖς Κυκλάσι νήσοις γινομένου, ὅ τί περ ἂν ὁμοιότατον ᾖ τούτῳ. γίνεται δὲ κατὰ τὸν Ἰσθμὸν μέλι ἀγαθὸν, καὶ καλεῖταί γε τοῦτο Ἰσθμιακὸν ἰδίως ἀπὸ τοῦ χωρίου, καθάπερ καὶ Τούβρεον καὶ αὐτὸ τὴν ἐπωνυμίαν ἔχον. ἔνδοξα μὲν οὖν ταῦτα. γίνεται δὲ καὶ κατ' ἄλλα χωρία κάλλιστον μέλι, διὰ βραχύτητα δ' ἅπαν δαπανώμενον ὑπὸ τῶν ἐγχωρίων, ὡς μὴ περιττεύειν εἰς ἄλλην χώραν ἐξάγεσθαι, καὶ διὰ τοῦτ' ἀγνοεῖσθαι. καὶ γὰρ οὖν ἐν τῇ παρ' ἡμῖν χώρᾳ τῇ μεταξὺ Περγάμου τε καὶ τῆς ἐπὶ θαλάττῃ πόλεως Ἐλαίας ἔστι τις λόφος θύμων μεστὸς, ἐν ᾧ κάλλιστον αἱ μέλιτται συντιθέασι μέλι, δαπανώμενον αὐτόθι. κεῖται δὲ ὁ λόφος οὗτος ἀπὸ Περγάμου πορευομένῳ εἰς Ἐλαίαν ἐν τοῖς ἀριστεροῖς μέρεσιν, οὐ μὴν ἐγγὺς τῆς ὁδοῦ, καὶ κατὰ τὴν ὑπερκειμένην δὲ τῆς ἡμετέρας χώρας Μυσίαν, ἣν ὀνομάζουσι Βρῖττον, ἐθαύμασα θεασάμενος μέλι παραπλήσιον ἀκριβῶς Ἀττικῷ, καίτοι τοῦ ἄλλου μέλιτος ἀκριβῶς ἐν αὐτῷ φαυλοτάτου γενομένου. ἀλλὰ γὰρ κᾀκεῖ λόφος τις ἦν οὐ μέγας, πετρώδης ὅλως, θύμων τε καὶ ὀριγάνων μεστός. ἄλλοθι δὲ κυτίσου μὲν ἦν τὸ χωρίον μεστόν. ἐγεώργει δ' ὁ δεσπότης αὐτοῦ μέλι γλυκύτατον, ὡς ὑπερβάλλειν ἐν τούτῳ τὸ Ἀττικὸν, οὐ μὴν δριμύ γε, καὶ διὰ τοῦτο ταχέως μὲν ἀποστρέφον τοὺς χρησαμένους αὐτῷ, ταχέως δὲ ναυτίαν κινοῦν, εἰ καὶ βραχὺ πλέον ληφθείη. καὶ γὰρ οὖν καὶ τοῖς γράψασι περὶ τῆς κυτίσου ταῦθ' ὁμολογεῖται πᾶσιν, ὡς πλεῖστον μέλιτος ἐκ τῶν ἀνθέων αὐτῆς αἱ μέλιτται δρέπονται. θαμνῶδες δ' ἐστὶ φυτὸν ἡ κύτισος, εἰς ὕψος ἀνῆκον ὅσον αἱ μυῤῥίναι. εἴρηται δέ μοι ταῦτα χρησιμώτατα τοῖς μὴ μόνον ἐν Ῥώμῃ κατοικοῦσιν ἰατροῖς, εἰς ἣν τὰ πανταχόθεν ἥκει καλὰ διὰ παντὸς ἔτους, ἀλλὰ καὶ τοῖς ἐν ἅπαντι μέρει τῆς οἰκουμένης, ὅπως εἰδότες τὰ γνωρίσματα τῶν ἀρίστων ἐκλέγοιντ' ἂν τῶν παρ' ἑαυτοῖς ἢ πάντως γε τῶν ἀστυγειτόνων ἢ ὁμοεθνῶν τὰ κάλλιστα. Φιλώνειον μὲν οὖν τις ἀντίδοτον ἤ τινα ἄλλην τῶν εὐτελῶν συντιθεὶς, οὐ πάνυ τι δεῖται τῶν εἰς ἄκρον ἀρίστων φαρμάκων. εἰ δὲ τὴν Μιθριδάτειον ἢ τὴν θηριακὴν ἤ τινα ἄλλην τῶν πολυμιγμάτων τε καὶ κιννάμωμον ἐχουσῶν συντιθείη, πάντων τῶν ἀρίστων δεῖται φαρμάκων. καὶ οὐκ ἂν εὐπορήσειεν ἐν ἄλλῳ χωρίῳ, καὶ διὰ τοῦτο ἐν Ῥώμῃ σκευάζουσι τὰς τοιαύτας ἀντιδότους οὐχ οἱ ἄριστοι μόνοι τῶν ἰατρῶν, ἀλλὰ καὶ οἱ μυροπῶλαι, πάντες μέντοι τῶν ἐν αὐταῖς ἁμαρτάνοντες ἔλαττον ἢ μεῖζον, ὅμως μὴ συντιθέντες ἄχρηστον φάρμακον. Ἀντωνίνου μὲν οὖν βασιλεύοντος τῶν πλουσίων ἡ θηριακὴ ἐσκευάζετο πολλοῖς, καὶ διὰ τοῦτο ἐνίοτε τῶν δυσπορίστων ἀπέλιπέ τινα θαυμαστὸν γὰρ ὅπως οἱ πλούσιοι τὰ τῶν αὐτοκρατόρων ζηλοῦσιν, ἢ βούλονταί γε φαίνεσθαι ζηλοῦντες. ἐπεὶ δ' ἐκεῖνος ἐξ ἀνθρώπων ἀπῆλθεν, ὀλίγιστοι κατασκευάζουσι τὴν ἀντίδοτον ταύτην, ὥσπερ γε καὶ τὴν Μιθριδάτειον. ὡς οὖν ἐν Ῥώμῃ τῶν ἀρίστων φαρμάκων ἁπάντων εὐπορῆσαι μᾶλλόν ἐστιν, ἢ κατ' ἄλλο χωρίον, οὕτως ἐν αὐτῇ τῇ Ῥώμῃ Καίσαρι σκευάζων τις, ἔτι μᾶλλον εὐπορεῖ πάντων τῶν εἰς ἄκρον ἀρετῆς ἡκόντων, οἴνου μὲν τοῦ Φαλερίνου καὶ μέλιτος Ὑμηττίου, ὀποβαλσάμου τε τοῦ Συριακοῦ καλουμένου. διὰ δὲ τὸν τόπον ἐν ᾧ γεννᾶται πλεῖστόν τε καὶ κάλλιστον, ἕτερον ὄνομα δεύτερον ἔχον, τὸ Ἐγγαδηνὸν γὰρ ὀνομάζεται, κρεῖττον ὂν τῶν ἐν ἄλλοις χωρίοις τῆς Παλαιστίνης γινομένων. ὅσῳ δ' ὁ οἶνος ὁ Φαλερῖνος ἀμείνων ἐστὶ τοῦ κατὰ τὰ καπηλεῖα, τοσούτῳ τοῦ κατ' Αἴγυπτον γενομένου. τῷ τοίνυν ἐπισταμένῳ γνωρίζειν ἀκριβῶς ἑκάστου τῶν φαρμάκων τὴν ἀρετὴν ἐὰν ὑπάρξῃ Καίσαρι σκευάζειν ὡς ὑπῆρξεν ἐμοὶ, τὸ κάλλιστον σκευασθήσεται. κομιζομένων γὰρ τοῖς βασιλεῦσι τῶν ἀρίστων ἁπανταχόθεν, ἐξ αὐτῶν πάλιν τούτων τὸ κάλλιστον αἱρήσεται, ἔγωγέ τοι τῶν οἴνων τῶν Φαλερίνων ἑκάστου τὴν ἡλικίαν ἀναγινώσκων ἐπιγεγραμμένην τοῖς κεραμίοις, εἰχόμην τῆς γεύσεως, ὅσοι πλειόνων ἐτῶν ἦσαν εἴκοσι, προερχόμενος ἀπ' αὐτῶν ἄχρι τῶν οὐδὲν ὑπόπικρον ἐχόντων. ὁ γὰρ παλαιὸς τῶν οὐδέπω πικρότητα προσειληφότων ἄριστός ἐστιν, ὡς ἐφ' ἡλικίᾳ. τοῦ δ' Ὑμηττίου μέλιτος ἐν ταῖς αὐτοκρατορικαῖς ἀποθήκαις ὄντος πολλοῦ, τοῦ διετοῦς γευομένου, ἐκλέγων ἐξ αὐτοῦ πάλιν τὸ γλυκύτατον καὶ δριμύτατον. ἄμεινον γὰρ τοῦτο τοῦ προσφάτου καὶ παλαιοτέρου. ἐπεὶ δ' οὐ μόνοις τοῖς βασιλικὴν ἀφθονίαν ἔχουσι τῆς τοιαύτης παρασκευῆς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασιν ἰατροῖς ὠφέλιμον εἶναι χρὴ τὴν γραφὴν, ὁ λόγος μοι γίνεται μακρότερος. αὐτίκα γέ τοι πολλὰ τῶν Ἀθήνησι πιπρασκομένων, ἔχει μόρια πολλὰ κατακεκρυμμένα μὲν ἐν τῷ βάθει, καὶ διὰ τοῦτο μὴ βλεπόμενα, δριμύτητα δὲ τῷ μέλιτι παρέχοντα, τῷ χρόνῳ δὲ ἐπιπολῆς γίνεται τὰ θύμα, καθάπερ καὶ τἄλλα ὅσα τῶν ἑτερογενῶν ἐμφέρεται τῷ μέλιτι, καὶ πολλὰ τῶν πιπρασκομένων ἐν Ῥώμῃ τοιαῦτα φαίνεται, πλὴν εἰ τρίβωνες ὄντες οἱ κομίζοντες αὐτὰ φθάσειαν ἀφελεῖν ὅσα τῶν θύμων ἐπεπόλασεν, ὡς τοὺς πολλοὺς ἐξαπατᾶσθαι γευομένους τοῦ μέλιτος, ἐπικρατοῦσαν ἔχοντος τὴν τῶν θύμων ποιότητα. τοῦτο δ' οὐ γίνεται κατὰ τὸ μὴ δολωθέν. ἐάν ποτ' οὖν αἴσθῃ θύμου ὄζον τὸ μέλι, τὴν εἰρημένην ἄρτι πανουργίαν τεκμαίρου. τὸ γὰρ ἄριστον μέλι τὴν μὲν δριμύτητα τῶν θύμων ἐπισπᾶται, τὴν ὀσμὴν δ' οὐκ ἐκμάττεται, καθάπερ οὐδὲ τὸ τῆς γεύσεως σφοδρόν. περὶ μὲν οὖν τῆς μέλιτος ἀρετῆς αὐτάρκως εἴρηται. μέχρι γὰρ πόσου χρὴ ἕψειν αὐτὰ, ἐν τῷ τῆς σκευασίας εἰρήσεται λόγῳ. περὶ δὲ τῶν οἴνων λεκτέον ἐφεξῆς, ὅσα μικρῷ πρόσθεν ἀπελίπομεν.
- 1.5.1
[Ὅτι κατὰ πάσας τὰς χώρας ζητεῖν χρὴ τό τε μέλι καὶ τὸν οἶνον καὶ τὰς ἁπλᾶς δυνάμεις.] Ἐὰν γὰρ ἐν Ἀσίᾳ σκευάζων ἤ τινι τῶν ἐθνῶν τῶν ἄλλων δεηθῇς οἴνου χρησίμου τῷ φαρμάκῳ, τὴν μὲν χροιὰν ζητεῖν τὸν κιῤῥόν. οὐδεὶς γὰρ οὔτε τῶν μελάνων οὔτε τῶν λευκῶν, ἀλλ' οὐδὲ τῶν ἐρυθρῶν ἐπιτήδειος εἰς τὰς τοιαύτας ἀντιδότους ἐστὶ, τῇ συστάσει δὲ τὸν λεπτὸν, ὡς διαυγεῖσθαι, τῇ γεύσει δ', ὡς ἐπὶ τοῦ Φαλερίνου προείρηται, τὸν μηδέπω μὲν πικρὸν, οὐ μὴν ἄπεπτον ἔτι διὰ τὴν νεότητα. γράψω δέ σοι καὶ παράδειγμα τῶν τοιούτων οἴνων ὀνομαστὶ, τῶν γε κατὰ τὴν ἡμετέραν Ἀσίαν γενομένων, καὶ πρὶν αὐξηθῆναι τὴν Ῥωμαίων δύναμιν, ἔνδοξον γεγενῆσθαι τὸν Φαλερῖνον, οἱ παλαιοὶ τῶν ἰατρῶν ἔγραψαν τὰς προσηγορίας. εἰσὶ δ' οὗτοι τρεῖς ἐν Ἀσίᾳ. γεννᾶται δὲ ὁ μὲν ἐπῃνημένος ὑπ' αὐτῶν Ἀριούσιος ἐν Χίῳ, τὴν προσηγορίαν ἀπὸ τοῦ χωρίου κτησάμενος ἐν ᾧ γίνεται. καθάπερ καὶ ὁ Λέσβιος ἀπὸ τοῦ τῆς νήσου πάσης ὀνόματος. ὁ δὲ Τμωλίτης ἀπὸ τοῦ λόφου καθ' ὃν γίνεται. Τμῶλος γὰρ αὐτῷ τοὔνομα. δῆλον δ' ὅτι τὸν ἄριστον αὐτῶν τούτων ἐκλέγεσθαί σε χρὴ κατὰ τὰ προειρημένα γνωρίσματα, καθάπερ ἐπὶ τοῦ μέλιτος εἶπον. ὄντος γὰρ ἅπαντος σχεδὸν τοῦ κατὰ τὴν Ἀττικὴν καλοῦ, τούτου πάλιν αὐτοῦ τὸ Ὑμήττιόν ἐστι κάλλιστον, εἶτ' ἐπ' αὐτῷ τὸ Θάσιον. οὕτως οὖν καὶ τῶν οἴνων πολλῶν ὄντων τῶν ἐν Λέσβῳ γενομένων, ὁ κιῤῥὸς καὶ μὴ παχὺς, εὐώδης δὲ καὶ στύφων μὲν ἥκιστα, βραχυτάτην δὲ γλυκύτητα ἔχων, οὐ μὴν ἀσαφὲς τοῦτο, καλεῖται μὲν ἰδίως Λέσβιος. ἄριστος δέ ἐστιν ἐν Ἐρεσῷ γεννώμενος τοιοῦτος, εἶτα δεύτερος ὁ ἐν Μηθύμνῃ, καὶ τρίτος ὁ ἐν Μιτυλήνῃ. τὸν ἄριστον οὖν ἐν τούτοις ἐκλέξῃ, τοῖς εἰρημένοις γνωρίσμασι κρίνων. ὃς γὰρ ἂν ἐν τοῖς εὐωδεστέροις ᾖ τοῦ παραλαμβανομένου, καὶ γλυκύτερος, καὶ κατὰ τὴν σύστασιν λεπτότερος, οὗτός ἐστιν ἄριστος. τοῦ μὲν οὖν Λεσβίου τοιοῦτο τὸ εἶδός ἐστιν, ὥσπερ γε καὶ τοῦ Ἀριουσίου, βραχεῖαν διαφορὰν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἐχόντων. οὐ μὴν τοῦτό γε Τμωλίτου, οὐδὲ τοῦ Φαλερίνου. δύο γὰρ αὐτῶν εἴδη, γλυκὺς μὲν ὁ ἕτερος, ὁ δὲ ἕτερος ὥσπερ οὐ γλυκὺς, οὕτως οὐδ' αὐστηρὸς, ἀλλ' ἐν τῷ μέσῳ κατά γε ταῦτα τῶν τε αὐστηρῶν καὶ τῶν γλυκέων οἴνων. ἐμβάλοις οὖν τῇ θηριακῇ τὸν γλυκὺν, οὐχ ὡς εἰς τὴν ὅλην τοῦ φαρμάκου δύναμιν ὄντα βελτίονα προαιρούμενος, ἀλλ' ἕνεκα τῆς ἐν τῷ γεύεσθαι χάριτος, ἧς χρὴ φροντίζειν ἐν τοῖς καταπινομένοις φαρμάκοις, ὅταν ἐν αὐτοῖς ἔχῃ πάμπολλα πικρὰ, καθάπερ ἡ Μιθριδάτειός τε καὶ ἡ θηριακή. καὶ τὰ ἄλλα δὲ πάντα φάρμακα διὰ πολλῆς πείρας κεκριμένα τοῖς ἰοβόλοις θηρίοις ἀντιτετάχθαι πικρὰ ταῖς ποιότησίν ἐστιν, ὡς κᾀν τῷ περὶ αὐτῶν λόγῳ φανεῖται. Ὅμηρος δ', ὡς ἔοικεν, οἴεται καὶ τὰς ὀδύνας ἰώμενα τοιαῦτ' εἶναι πάντα. λέγει γοῦν οὕτως·
- 1.5.2
Ἐπὶ δὲ ῥίζαν βάλε πικρὴν
- 1.5.3
Χερσὶ, διατρίψας ὀδυνήφατον, ἥ οἱ ἁπάσας
- 1.5.4
Ἔσχ' ὀδύνας.
- 1.5.5
ἔμπειρον εἶναι συμβουλεύω τὸν ἰατρὸν, εἰ οἷόν τε πάντων φυτῶν. εἰ δὲ μὴ, ἀλλὰ τῶν πλείστων γε, καὶ ὧν ἡ χρεία πολλή. γένη δ' αὐτῶν, εἰ δὲ βούλει διαφορὰς ὀνομάζειν, αἵδε εἰσὶν, δένδρα καὶ θάμνοι καὶ πόαι καὶ ἄκανθαι καὶ φρύγανα. δυνάμενος γὰρ αὐτὰ γνωρίζειν ἀπ' ἀρχῆς εἰς τέλος, ἐν πολλοῖς τῆς γῆς εὑρήσεις τόποις, ὥσπερ κᾀγὼ κατὰ τὴν Ἰταλίαν εὗρον ἐν πολλοῖς χωρίοις, ὅσα μήτε φυόμενα μήτε αὐξανόμενα γνωρίζουσιν οἳ τὰ ξηρανθέντα μόνα διαγινώσκουσιν. οὐδεὶς γοῦν ἐστι τῶν μυροπωλῶν, ὃς οὐκ οἶδεν τὰς ἐκ Κρήτης κομιζομένας βοτάνας, ὥσπερ καὶ τοὺς καρποὺς αὐτῶν, ἀλλ' ἐν τοῖς προαστείοις Ῥώμης ἐξ αὐτῶν οὐκ ὀλίγας φυομένας παντάπασιν ἀγνοοῦσι, καὶ διὰ τοῦτο κατὰ τὸν καιρὸν, ἐν ᾧ τοὺς καρποὺς αὐτῶν ἐκφέρουσιν, οὐκ ἐπιτηροῦσιν. ἐγὼ δ' εἶδον καὶ χαμαιπίτυν καὶ χαμαίδρυν καὶ θλάσπι καὶ κενταύριον, ὑπερικόν τε καὶ πόλιον, ἄλλα τε τοιαῦτα κατὰ τὸν καιρὸν ἐπιτηρῶν, ἀκμαῖα λαμβάνων, μήθ' ὑπερξηρανθέντα κατὰ τὸν θερινὸν ἥλιον, ἀλλὰ μηδὲ θᾶττον ἢ προσήκει ληφθέντα, τῶν καρπῶν ἀπέπτων ἔτι καὶ ἀτελῶν ὑπαρχόντων. ἡ γάρ τοι τῶν συνθέτων φαρμάκων ἀρετὴ ταῖς τῶν ἁπλῶν ἀρεταῖς ἕπεται, βραχείας τινὸς τῆς ἐν αὐτῇ τῇ σκευασίᾳ γιγνομένης διαφορᾶς, ἐφ' ἣν ἤδη μεταβήσομαι, προσγράψας τὴν συμμετρίαν τῶν μιγνυμένων ἀλλήλοις ἁπλῶν φαρμάκων. ἐπεὶ δ' ἔνιαι κακῶς εἰσι γεγραμμέναι, τινῶν μὲν ἐν τῷ τοῖς αἰτήσασι διδόναι τὰς γραφὰς ἑκοντί ψευδομένων, ἐνίων δὲ καὶ διαστρεφόντων ἃ παρά τινων ἔλαβον ἀντίγραφα. τὰ δὲ δὴ βιβλία τὰ κατὰ τὰς βιβλιοθήκας ἀποκείμενα, τὰ τῶν ἀριθμῶν ἔχοντα σημεῖα, ῥᾳδίως διαστρέφεται, τὸ μὲν πέντε ποιούντων ἐννέα, καθάπερ καὶ τὸ ο, τὸ δὲ ιγ, προσθέσει μιᾶς γραμμῆς, ὥσπερ γε καὶ ἀφαιρέσει μιᾶς ἑτέρας, διὰ τοῦτο ἐγὼ, καθάπερ ὁ Μενεκράτης ἔγραψε βιβλίον, ἐπιγράψας ὁλογράμματα αὐτοκράτορος, καθότι τὰ μὲν ζ, διὰ δυοῖν γέγραπται συλλαβῶν, οὐ διὰ τοῦ ζ μόνον, τὰ δὲ κ διὰ τριῶν, οὐ διὰ τοῦ κ μόνον, τὰ δὲ τριάκοντα διὰ τεττάρων, οὐ διὰ τοῦ λ μόνον, καὶ τἄλλα ὁμοίως, οὕτω ποιήσω καὶ αὐτός. ἐπαινῶ δὲ καὶ τὸν Ἀνδρόμαχον ἐμμέτρως γράψαντα τὴν θηριακὴν αὐτὴν, ὥσπερ καὶ ἄλλοι τινές. ὁ δὲ Δαμοκράτης καὶ τἄλλα πάντα διὰ μέτρων ἔγραψεν ὀρθῶς ποιήσας. ἥκιστα γὰρ οἱ πανοῦργοι δύνανται διαστρέφειν αὐτά. καὶ πρῶτόν γέ σοι τὴν ἐκείνου γραφὴν ἔμμετρον ἐνταῦθα παραθησόμεθα.
- 1.6.1
[Ἀνδρομάχου πρεσβυτέρου θηριακὴ δι' ἐχιδνῶν, ἡ καλουμένη Γαλήνη.
- 1.6.2
Κλῦθι πολυθρονίου βριαρὸν σθένος ἀντιδότοιο,
- 1.6.3
Καῖσαρ, ἀδειμάντου δῶτορ ἐλευθερίης.
- 1.6.4
Κλῦθι Νέρων, ἱλαρήν μιν ἐπικλείουσι, Γαλήνην,
- 1.6.5
Εὔδιον, ἣ κυανῶν οὐκ ὄθεται λιμένων.
- 1.6.6
Οὐδ' εἴ τις μήκωνος ἀπεχθέα δράγματα θλίψας,
- 1.6.7
Χανδὸν ὑπὲρ στυγνῆς χεῖλος ἔχοι κύλικος.
- 1.6.8
Οὐδ' εἰ κωνείου πλήσοι γένυν, οὐκ ἀκονίτου,
- 1.6.9
Μέμψατο δ' οὐ ψυχροῦ χυλὸν ὑοσκυάμου.
- 1.6.10
Οὐ θερμὴν θάψον τε καὶ ὠκύμορον πόμα Μήδης,
- 1.6.11
Οὐδὲ μὲν αἱμηρῶν ἕλκεα κανθαρίδων.
- 1.6.12
Οὐ ζοφερῆς ἔχιός τε καὶ ἀλγεινοῖο κεράστου
- 1.6.13
Τύμματα, καὶ ξηρῆς διψάδος οὐκ ἀλέγοι.
- 1.6.14
Σκορπίος οὐκ ἐπὶ τήνδε κορύσσεται, οὐδὲ μὲν αὐτὴ
- 1.6.15
Ἀσπὶς, ἀδηρίτων ἰὸν ἔχουσα γόων.
- 1.6.16
Οὐ μὲν ἀπεχθόμενος καὶ δρύας ἀντιάσειε,
- 1.6.17
Καὶ κατὰ φωλειὸν θερμὸς ἔνερθε μένοι.
- 1.6.18
Οὐκ ἀλέγοι δρύϊνα ἂν ἀναίμακτον δ' ἔχει ἰὸν
- 1.6.19
Αἱμόῤῥους, τοιῷ δαμναμένη πόματι.
- 1.6.20
Οὐ μὲν ἀπεχθήεντα φαλάγγια σίνεται οὕτως
- 1.6.21
Ἀνέρα, φρικαλέον δ' ἄχθος ἔθηκε πόνων,
- 1.6.22
Οὐχ ὕδρος, οὐκ ἐπὶ χέρσον, ὅθ' ὕδατα καρκίνος αἴθει
- 1.6.23
Βοσκόμενος, θερμῆς ἤρξατο πρῶτον ἄλης,
- 1.6.24
Χέρσυδρος, θανάτῳ πεπαλαγμένα χείλεα σύρων,
- 1.6.25
Ἀντόμενος, γλυκεροῦ τέρμα φέροι βιότου.
- 1.6.26
Τῇ πίσυνος λειμῶσι θέρους ἐπιτέρπεο Καῖσαρ,
- 1.6.27
Καὶ Λιβυκὴν στείχων οὐκ ἀλέγοις ψάμαθον.
- 1.6.28
Οὐδὲ μὲν ἀμφίσβαινα φέρει μόρον, οὐδέ τις ἤδη
- 1.6.29
Φρύνος ἐνὶ ξηροῖς βοσκόμενος πεδίοις.
- 1.6.30
Ῥεῖα δὲ καὶ στομάχοιο φέροις ἄκος οἰδήναντος,
- 1.6.31
Καὶ θοὸν ἰήσαις ἆσθμα κυλινδόμενον.
- 1.6.32
Ἢ ὁπόταν περὶ γαστρὶ κυκώμενον ἔνδοθι πνεῦμα
- 1.6.33
Κυμαίνῃ, κωφὸν κῦμα βιαζόμενον.
- 1.6.34
Ἢ ὅτ' ἐνὶ στροφάλιγγι ἀπηνέϊ κυμήνειεν
- 1.6.35
Ἔντερον, ἢ ταναοῦ σφυγμὸν ἔχωσι κόλου,
- 1.6.36
Ἢ ὁπόταν χολόεντες ὅλον δέμας, ἔξοχα δ' ὄσσε,
- 1.6.37
Καὶ μερόπων χροιὴν πάμπαν ἀνηνάμενοι,
- 1.6.38
Ἴκτερον ἱλάσκωνται ἀπηνέα, μηδ' ἐπὶ θοίνας,
- 1.6.39
Εἰ καί σφιν μακρὸν Ζεὺς πετάσειε πέρας
- 1.6.40
Νεύοιεν, μοῦνον δὲ κατηφέα θυμὸν ἔχοντες,
- 1.6.41
Φεύγωσι σφετέρων ἤθεα κηδομένων.
- 1.6.42
Εἰ δέ που ἢ κακόεργον ἴδοις ἐπὶ σώμασιν ὦχρον,
- 1.6.43
Ῥύσαις ὑδρηλὴν νοῦσον ἐπεσσυμένην,
- 1.6.44
Καὶ φαέων ἀμβλεῖαν ἄφαρ λάμψειεν ὀπωπὴν
- 1.6.45
Τῷ, καὶ ἀρχομένης οὐκ ἀλέγοις φθίσιος.
- 1.6.46
Οἴη καὶ τετάνοιο καὶ ἀρχομένοιο τενόντων
- 1.6.47
Σπάσματος ἦρε βυθοῦ ἄχθος ὀπισθοτόνου,
- 1.6.48
Ἤτ' ἄρα καὶ θώρακος, ὅσην ὠτρύνατο χώρην,
- 1.6.49
Λοξὸς ἀναθλίβων πνεύμονα κοῦφον ὑμήν.
- 1.6.50
Ἢ ὅτε φρικαλέην τις ἔχοι περὶ κύστιν ἀνίην
- 1.6.51
Ἕλκεος, ἢ καί που δαμναμένοιο πόρου
- 1.6.52
Οὖρον ἐπιφράσσοιτο, ὅτ' ἔσχετο πολλάκι καυλὸς
- 1.6.53
Ὁρμὴν, ἢ κενεὴν σεύμενος ἐς Κυθέρην.
- 1.6.54
Νεφρῶν δ' ἡνίκα φῶτα κατ' ἰξύος ἄλγος ἐπείγοι,
- 1.6.55
Θαῤῥῶν τοιαύτην ἐξελάσεις ὀδύνην,
- 1.6.56
Καὶ μογερῶν στέρνων ἀπολύσεται ἔμπυον ἰλὺν,
- 1.6.57
Πινομένη πολλοὺς μέχρις ἐπ' ἠελίους.
- 1.6.58
Ἀλθαίνει, καὶ λοιμὸν ἀηδέα, πᾶσαν ἐπ' ἠὼ
- 1.6.59
Δύσπνοον, ἐκ τοίης παρθέμενος πόσιος,
- 1.6.60
Καὶ κυνὸς ὑδροφόβην γενύων λυσσῶσαν ἐρινὺν
- 1.6.61
Φεύξεται εὐόδμῳ γαῦρος ἐπ' ἀντιδότῳ.
- 1.6.62
Τῆς δή τοι κυάμοιο, τὸν ἔτρεφεν εὔσκιον ὕδωρ,
- 1.6.63
Τέλμασι, καὶ πολλοῖς κρυπτόμενον πετάλοις
- 1.6.64
Νειλώου κυάμοιο, διὰ βάρος ἄμμιγα χεύας,
- 1.6.65
Θερμὸν ὕδωρ τρισσῶν κιρνάμενος κυάθων.
- 1.6.66
Πίνοιεν δ' ὅτε κοῖτον ἄγοι κνέφας, ἄλλοτε δ' ἠοῦς,
- 1.6.67
Ἄλλοτε καὶ διπλῆν ἐς πόσιν ὀρνύμενοι.
- 1.6.68
Ἠοῦς μὲν κεράσαιο παρηγορέων κακοῦ ὁρμὴν,
- 1.6.69
Ὅσσοις ἀλγεινὸς λάμπεται ἠέλιος.
- 1.6.70
Νυκτὶ δ' ὁμῶς ὅσσοις περ ἐπώδυνος ἕσπεται ὄρφνη,
- 1.6.71
Εὐνάστειραν ἔχοις τειρομένων πρόποσιν.
- 1.6.72
Ἰοβόλων δ' εἰ καὶ τις ὑπὸ γναμπτῆρι δαμείη,
- 1.6.73
Ἢ μογερὸν κυανοῦ πῶμα λάβοι θανάτου,
- 1.6.74
Ἴσην δ' ἐντύναιο κατ' ὀρφναίην τε καὶ ἠὼ,
- 1.6.75
Δαμναμένοις ἱλαρὴν παρθέμενος κύλικα.
- 1.6.76
Καὶ κεν ἀεὶ πνείοντας ἄγοις ἐπὶ κοῖτον ἑτοίμως
- 1.6.77
Γηθαλέους ταύτῃ Καῖσαρ ἀνωδυνίῃ.
- 1.6.78
Πρῶτα μὲν ἀγρεύσαιτο κακήθεας ἐμπέραμος φὼς,
- 1.6.79
Τολμηρῇ μάρπτων χειρὶ θοοὺς ὄφιας.
- 1.6.80
Τοὺς ἤδη κρυεροῦ ἀπὸ χείματος, οὐκέτι γαίης
- 1.6.81
Κρύπτουσι στεινοὶ πάμπαν ἔνερθε μυχοὶ,
- 1.6.82
Εἰαρινὴν ἐφ' ἅλωα, χυτὸν βόσκονται ἂν ἄλσος
- 1.6.83
Διζόμενοι χλωροῦ σπέρμα λαβεῖν μαράθρου.
- 1.6.84
Ὀξυτέρην τὸ τίθησιν ἐφ' ἑρπυστῆρσιν ὀπωπὴν,
- 1.6.85
Πιαῖνον δειλοῖς ἄλγεα βουπελάταις.
- 1.6.86
Τῶν δ' αὐτῶν οὐράς τε καὶ ἰοβόλους ἀπὸ κόρσας
- 1.6.87
Τάμνοις, καὶ κενεὰς γαστέρας ἐξερύοις.
- 1.6.88
Οὖλα γὰρ ἀμφοτέρῳ φερέει ἐπὶ τύμμασι ἄχθη,
- 1.6.89
Λυγρὸν ὑπ' οὐραίην ἰὸν ἔχων φολίδα.
- 1.6.90
Τοὔνεκα οἱ τμήσαιο κατ' αὐχένα, ἠδὲ κατ' ἄκρα,
- 1.6.91
Ὅσσον πυγμαίης χειρὸς ἔνερθε βάθος.
Next → — showing 1–100 of 1,101
First Thousand Years of Greek. CTS URN tlg0057.tlg078.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.