Ancient Textssearch the texts themselves, not just their titles

← All works

De compositione medicamentorum secundum locos

First Thousand Years of Greek · First Thousand Years of Greek · 941 sections

  1. 4.8.48

    [Ἄλλο κολλύριον τραχωματικόν.] ♃ Χαλκίτεως κεκαυμένης δραχμὰς ιβ΄. μίσυος κεκαυμένης καὶ πεπλυμένης δραχ. η΄. κρόκου, ὀπίου ἀνὰ δραχμὰς στ΄. λίθου αἱματίτου δραχ. η΄. κόμμεως δραχ. ιβ΄. ὄξει δριμυτάτῳ.

  2. 4.8.49

    [Κολλύριον τραχωματικὸν, οὐλὰς καὶ τύλους ἀποσμήχει. ποιεῖ δὲ καὶ πρὸς κεχρονισμένας διαθέσεις.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. κδ΄. σποδοῦ πομφόλυγος δραχ. ιστ΄. σμύρνης δραχ. ιστ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. ιβ΄. λίθου αἱματίτου δραχ. κδ΄. ὀπίου δραχ. δ΄. πεπέρεως κόκκους ιβ΄. ἐν ἄλλῳ κόκκους ιστ΄. κόμμεως δραχ. η΄. οἴνῳ ἀναλάμβανε καὶ χρῶ.

  3. 4.8.50

    [Εὐημέρου, οὐλὰς καὶ τύλους ἀποσμήχει, ποιοῦν καὶ πρὸς κεχρονισμένας διαθέσεις.] ♃ Καδμείας δραχ. ξ΄. κρόκου δραχμὰς ν΄. ναρδοστάχυος δραχ. κ΄. λεπίδος χαλκοῦ πεφωγμένου καὶ πεπλυμένου δραχ. ν΄. σμύρνης δραχ. ν΄. ὀπίου δραχ. λ΄. χαλκοῦ κεκαυμένου δραχ. ξ΄. μίσυος ὠμοῦ δραχμὰς ν΄. κόμμεως δραχ. ο΄. οἴνῳ Χίῳ ἀναλάμβανε.

  4. 4.8.51

    [Ἄλλο Πυράμου, οὐλὰς καὶ τύλους ἀποσμῆχον καταστέλλει πᾶσαν ἐξοχήν.] ♃ Καδμείας Κυπρίας δραχ. μ΄. λίθου αἱματίτου δραχμὰς μ΄. χαλκοῦ κεκαυμένου δραχ. μ΄. μίσυος κεκαυμένου δραχμὰς κ΄. κρόκου δραχ. κ΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς κ΄. λεπίδος χαλκοῦ κεκαυμένης καὶ πεπλυμένης δραχ. κ΄. ὀπίου δραχμὰς κ΄. σμύρνης δραχ. κ΄. κόμμεως λίτραν μίαν, ὄξει δριμυτάτῳ χρῶ.

  5. 4.8.52

    [Ἄλλο Εὐημέρου πρὸς τὰς αὐτὰς διαθέσεις.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς κδ΄. σποδοῦ πομφόλυγος δραχμὰς ιβ΄. σμύρνης δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς ιβ΄. λίθου αἱματίτου δραχ. δ΄. πεπέρεως δραχμὰς ιβ΄. κόμμεως δραχμὰς η΄. οἴνου Χίου τὸ ἀρκοῦν.

  6. 4.8.53

    [Λυγκεὺς ἐπιγραφόμενον πρὸς τετυλωμένας διαθέσεις, ὀξυδερκὲς ἀγαθὸν, οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Καδμείας δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιβ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. ιβ΄. σμύρνης δραχ. ιστ΄. λίθου αἱματίτου δραχ. στ΄. ὀπίου δραχ. στ΄. ἀλόης δραχ. δ΄. χολῆς ταυρείας δραχ. δ΄. χαλβάνης δραχ. δ΄. ἰοῦ δραχ. α΄. ὀποπάνακος δραχ. δ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. β΄. κόμμεως δραχ. στ΄. οἱ δὲ δραχ. β΄. ὕδωρ ὄμβριον.

  7. 4.8.54

    [Ῥίνημα ἐπιγραφόμενον. ποιεῖ πρὸς τετυλωμένας διαθέσεις καὶ οὐλὰς ἀποσμήχει, ποιεῖ καὶ πρὸς ὑποχύματα.] ♃ Καδμείας δραχμὰς μη΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς μη΄. χαλκοῦ κεκαυμένου δραχ. μη΄. ὀπίου δραχμὰς ιστ΄. ἰοῦ Κυπρίου δραχμὰς ιστ΄. ἀλόης δραχ. ιστ΄. σμύρνης δραχμὰς ιστ΄. λίθου αἱματίτου δραχμὰς κδ΄. χαλβάνης δραχμὰς ιδ΄. ὀποπάνακος δραχμὰς ιη΄. χολῆς ταυρείας δραχ. η΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς δ΄. κόμμεως δραχμὰς ξ΄. ὕδωρ ὄμβριον. ἡ χρῆσις ὑδαρής.

  8. 4.8.55

    [Κολλύριον ἁρμάτιον ἐπιγραφόμενον, ᾧ ἐχρήσατο Πτολεμαῖος ὁ βασιλεὺς, σμηκτικὸν, οὐλὰς ἀποσμήχει. ἔστι δὲ καὶ ὀξυδερκικὸν καὶ τραχωματικὸν ἀγαθόν.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς η΄. λίθου αἱματίτου δραχ. η΄. φλοιοῦ λιβάνου δραχμὰς η΄. κόμμεως δραχ. η΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὕδατος, ἐν ἄλλαις γραφαῖς ἔχει καὶ ἰοῦ δραχμὰς β΄.

  9. 4.8.56

    [Τὸ διὰ τοῦ αἱματίτου ὀξυδερκικὸν οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Ἀμμωνιακοῦ θυμιάματος δραχμὰς κδ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς κδ΄. λίθου αἱματίτου δραχμὰς κδ΄. κόμμεως δραχμὰς κδ΄. ἰοῦ δραχμὰς η΄. ὕδωρ ὄμβριον.

  10. 4.8.57

    [Ἀρτεμώνιον ἐπιγραφόμενον, ᾧ ἐχρήσατο Βάσσος ὁ ἑταῖρος. ποιεῖ πρὸς τὰ χρόνια ῥεύματα καὶ πρὸς τὰς τῶν βλεφάρων τραχύτητας καὶ πρὸς τοὺς μυδῶντας καὶ βεβρωμένους κανθοὺς, καθύγρους ὀφθαλμοὺς καὶ τὰς τῶν ὑμένων ἐξοχάς· οὐλὰς καὶ τύλους ἀποσμήχει. τὸ δὲ μέγιστον τοῦ φαρμάκου τοῦτό ἐστι τὸ μετὰ τὰς ἐγχρίσεις ἀταράχους τοὺς ὀφθαλμοὺς διαφυλάττειν.] ♃ Στίμμεως δραχμὰς δ΄. χαλκοῦ κεκαυμένου δραχ. β΄. ψιμυθίου δραχμὰς β΄. κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. φλοιοῦ λιβάνου δραχ. α΄. ἰοῦ σκώληκος δραχ. α΄. κηκίδων ὀμφακίνων δραχ. α΄. πεπέρεως λευκοῦ δραχμὴν μίαν, κόμμεως δραχ. α΄. οἴνῳ ἀναλάμβανε, ἡ χρῆσις δι’ ὕδατος. ἄλλο φάρμακον ἐπιτετευγμένον. ♃ καδμείας δραχμὰς η΄. στίμμεως δραχ. η΄. ψιμυθίου δραχμὰς η΄. χαλκοῦ κεκαυμένου δραχμὰς δ΄. φλοιοῦ λιβάνου δραχμὰς β΄. κρόκου δραχ. β΄. σμύρνης δραχμὰς β΄. ἰοῦ σκώληκος δραχμὰς β΄. κηκίδων ὀμφακίνων δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. α΄. κόμμεως δραχμὰς δ΄. οἴνῳ ἀναλάμβανε.

  11. 4.8.58

    [Κολλύριον Ἰνδικὸν ἀέρινον ἐπιγραφόμενον προκαταληπτικὸν  ἁπάσης ὀφθαλμίας, ποιεῖ πρὸς ἀμβλυωπίας καὶ ψωρώδεις διαθέσεις καὶ πρὸς βεβρωμένους κανθοὺς καὶ οὐλὰς ἀποσμήχει. τὸ δὲ μέγιστον τοῦ φαρμάκου τοῦτό ἐστι τὸ μετὰ τὰς ἐγχρίσεις ἀταράχους τοὺς ὀφθαλμοὺς διαφυλάττειν.] ♃ Ψιμυθίου Ῥοδιακοῦ δραχμὰς μη΄. καδμείας Κυπρίας δραχ. κδ΄. μέλανος Ἰνδικοῦ δραχμὰς η΄. ὀπίου δραχ. η΄. πεπέρεως λευκοῦ δραχμὰς η΄. ἢ στ΄. ὀποβαλσάμου δραχ. η΄. ἢ στ΄. κόμμεως δραχ. ιστ΄. κινναμώμου δραχ. β΄. ἐν ἄλλῳ δραχ. ιβ΄. ὕδατι ὀμβρίῳ.

  12. 4.8.59

    [Ἑρμοφίλου θαλασσερὸς κολλύριον ἐπιτετευγμένον πρὸς ὑποχύσεις καὶ πᾶσαν ἀμβλυωπίαν, ποιεῖ καὶ πρὸς ἀρχὰς ὑποχύσεως. ἔστι δὲ εὐωδέστατον φάρμακον.] ♃ Καδμείας δραχμὰς ιστ΄. μέλανος Ἰνδικοῦ δραχ. ιστ΄. πεπέρεως λευκοῦ δραχμὰς η΄. ἰοῦ δραχ. δ΄. ὀπίου Μηδικοῦ δραχ. δ΄. ὀποβαλσάμου δραχ. δ΄. κόμμεως δραχ. ιβ΄. ὕδατι ἀναλάμβανε. ἡ χρῆσις μεθ’ ὕδατος, ἡ κρᾶσις διαφέρουσα πρὸς τὰς διαθέσεις.

  13. 4.8.60

    [Πομπωνίου Βάσσου, ποιεῖ καὶ πρὸς ἀρχὰς ὑποχύσεως.] ♃ Καδμείας δραχμὰς κζ΄. μέλανος Ἰνδικοῦ δραχ. ιστ΄. πεπέρεως μακροῦ δραχμὰς ιστ΄. πεπέρεως λευκοῦ δραχμὰς ιβ΄. ὀποῦ Κυρηναϊκοῦ δραχμὰς ε΄. ὀποβαλσάμου δραχ. στ΄. ναρδοστάχυος δραχμὰς στ΄. σαγαπηνοῦ δραχ. ε΄. ὀποπάνακος δραχ. ε΄. ὀπίου δραχμὰς δ΄. εὐφορβίου δραχ. κινναμώμου δραχμὴν μίαν, κόμμεως δραχμὰς λ΄. τὸ ὑγρὸν χυλῷ μαράθρου.

  14. 4.8.61

    [Ἰνδικὸν βασιλικὸν ἐπιγραφόμενον, ποιεῖ πρὸς ἀρχὰς ὑποχύσεως καὶ πᾶσαν ἀμβλυωπίαν καὶ οὐλὰς ἀποσμήχει.] ♃ Καδμείας κεκαυμένης καὶ πεπλυμένης λίτραν μίαν, γο δ΄. μέλανος Ἰνδικοῦ δραχμὰς στ΄. ψιμυθίου γο δ΄. πεπέρεως λευκοῦ γο στ΄. χολῆς ὑαίνης τὸ ὅλον ὅσον ἔχει. σκάρων χολὰς ι΄. περδίκων χολὰς δ΄. ὀποῦ μήκωνος γο α΄. ὀποβαλσάμου γο β΄. ὀποπάνακος γο β΄. σαγαπηνοῦ γο β΄. κόμμεως λίτραν α΄. ἀναλάμβανε μαράθρου χυλῷ ἢ τῆς λεγομένης ἡρακλείας βοτάνης.

  15. 4.8.62

    [Ἔνστακτον Πακκίου, ὡς Θεμίσων.] ♃ Καδμείας δραχμὰς ξδ΄. μίσυος δραχμὰς λβ΄. χαλκάνθου δραχμὰς λβ΄. στίμμεως δραχμὰς λβ΄. πεπέρεως λευκοῦ δραχμὰς λβ΄. ὀπίου δραχμὰς ιστ΄. ἰοῦ δραχμὰς ιστ΄. ὀποβαλσάμου δραχμὰς ιστ΄. κόμμεως δραχμὰς ξδ΄. ὕδατι ὀμβρίῳ.

  16. 4.8.63

    [Τὸ χελιδόνιον ἐπιγραφόμενον.] ♃ Καδμείας δραχμὰς μη΄. στίμμεως δραχμὰς ιβ΄. μίσυος δραχμὰς η΄. πεπέρεως δραχ.λστ΄. χαλκάνθου δραχμὰς στ΄. ὀπίου δραχμὰς στ΄. ὀποβαλσάμου δραχ. τέσσαρας, κόμμεως δραχμὰς κδ΄. ὕδατι ὀμβρίῳ.

  17. 4.8.64

    [Τὸ ἱεράκιον πρὸς ἀμβλυωπίαν καὶ ψωρώδεις διαθέσεις.] ♃ Ψιμυθίου δραχμὰς ιστ΄. καδμείας δραχμὰς η΄. ἰοῦ δραχμὰς β΄. πεπέρεως λευκοῦ δραχμὰς β΄. ὀμφακίου δραχμὰς β΄. ὀπίου δραχ. β΄. κόμμεως δραχμὰς στ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὕδατος.

  18. 4.8.65

    [Ἄλλο. οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Καδμείας δραχμὰς ιστ΄. ψιμυθίου δραχμὰς η΄. πεπέρεως λευκοῦ δραχμὰς δ΄. ἰοῦ δραχμὰς β΄. ὀποβαλσάμου δραχμὰς β΄. ὀμφακίου δραχ. β΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ὀμβρίῳ.

  19. 4.8.66

    [Κολλύριον κιῤῥὸν πάγχρηστον ἐπιγραφόμενον φάρμακον ἐπιτετευγμένον πρὸς ψωρώδεις καὶ περιβεβρωμένους κανθοὺς καὶ ἐπιτεταμένους κνησμοὺς καὶ βλέφαρα συκώδη.] ♃ Καδμείας δραχ. π΄. χαλκίτεως κεκαυμένης δραχ. μ΄. πεπέρεως λευκοῦ δραχμὰς μ΄. κόμμεως δραχ. μ΄. ὕδατι ὀμβρίῳ. ἐν ἄλλαις γραφαῖς ἐπίσης ἔχει τὰς συσταθμίας. ἄλλο. ♃ καδμείας δραχμὰς π΄. χαλκίτεως κεκαυμένης δραχμὰς μ΄. πεπέρεως λευκοῦ δραχμὰς μ΄. κρόκου δραχμὰς ιβ΄. σμύρνης δραχμὰς ιβ΄. κόμμεως δραχ. μ΄. ὕδωρ ὄμβριον.

  20. 4.8.67

    [Τρύφωνος τὸ σφαιρικόν.] ♃ Καδμείας δραχ. μ΄. λεπίδος χαλκοῦ δραχ. λβ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. λβ΄. πεπέρεως λευκοῦ δραχ. λβ΄. ὀπίου δραχ. η΄. σμύρνης δραχ. η΄. ὀποβαλσάμου δραχ. δ΄. κόμμεως δραχ. λβ΄. ὕδωρ ὄμβριον.

  21. 4.8.68

    [Κολλύριον Γάλλου ὀξυδερκικόν.] ♃ Καδμείας δραχ. μη΄. χαλκίτεως κεκαυμένης δραχ. κδ΄. πεπέρεως λευκοῦ δραχ. στ΄. λεπίδος χαλκοῦ δραχ. η΄. ὀπίου δραχ. στ΄. ὀμφακίου δραχ. δ΄. σμύρνης δραχ. β΄. ὀποβαλσάμου δραχ. δ΄. κόμμεως δραχ. ιβ΄. πεπέρεως λευκοῦ κόκκους ι΄. ὕδατος ὀμβρίου τὸ αὔταρκες.

  22. 4.8.69

    [Κολλύριον ἀρωματικὸν ἐπιγραφόμενον.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστ΄. ἰοῦ δραχμὰς δ΄. σμύρνης δραχμὰς δ΄. ὀπίου δραχμὰς δ΄. πεπέρεως λευκοῦ δραχμὰς δ΄. νάρδου δραχμὰς β΄. κρόκου δραχμὰς δ΄. ὀποβαλσάμου δραχμὰς β΄. κόμμεως δραχ. δ΄. ὕδατι ὀμβρίῳ.

  23. 4.8.70

    [Ἡρακλείδου ἀρωματικὸν κροκῶδες δι’ αἱματίτου.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς μη΄. καδμείας δραχμὰς κδ΄. κρόκου δραχμὰς κδ΄. λίθου αἱματίτου δραχμὰς κδ΄. ὀπίου δραχμὰς ιβ΄. πεπέρεως λευκοῦ δραχμὰς ιβ΄. κόμμεως δραχ. κδ΄. οἴνῳ Φαλερίνῳ.

  24. 4.8.71

    [Κροκῶδες Ἀσκληπιὸς ὀξυδερκικόν.] ♃ Χαλκοῦ κεκαυμένου δραχ. μῃ΄. κρόκου δραχμὰς ιβ΄. ὀμφακίου δραχμὰς δραχ. δ΄. ὀπίου δραχ. ιβ΄. σμύρνης δραχμὰς β΄. ὀποβαλσάμου δραχ. δ΄. κόμμεως δραχ. ιβ΄. πεπέρεως λευκοῦ κόκκους ι΄. ὕδατος ὀμβρίου τὸ αὔταρκες.

  25. 4.8.72

    [Ἰσοχρύσου πρὸς βεβρωμένους κανθοὺς, ψωρώδεις διαθέσεις, χρονιζούσας ὀφθαλμίας, τραχώματα, συκώδεις ἐπαναστάσεις, οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Καδμείας δραχμὰς  στ΄. λίθου αἱματίτου δραχμὰς ιστ΄. σμύρνης δραχμὰς ιστ΄. ὀπίου δραχμὰς ιστ΄. κρόκου δραχμὰς κδ΄. πεπέρεως μακροῦ δραχμὰς ιβ΄. πεπέρεως λευκοῦ δραχμὰς κδ΄. κόμμεως δραχ. ξδ΄. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες.

  26. 4.8.73

    [Κινναβάριον ἀξίου ὀφθαλμικοῦ Στόλου Βρεττανικοῦ πρὸς περιβεβρωμένους κανθοὺς, καχεκτικὰς ὀφθαλμίας, ἐπιτεταμένους κνησμοὺς, χρονίας διαθέσεις.] ♃ Ψωρικοῦ δραχμὰς κδ΄. καδμείας δραχμὰς κδ΄. κρόκου δραχμὰς ιστ΄. πεπέρεως δραχμὰς ιστ΄. κινναβάρεως δραχμὰς ιστ΄. ὀπίου δραχμὰς ιβ΄. κόμμεως δραχμὰς κδ΄. ὕδωρ ὄμβριον. ἄλλο. ♃ ψωρικοῦ δραχ. κδ΄. πεπέρεως δραχμὰς κδ΄. καδμείας δραχμὰς κδ΄. κρόκου δραχμὰς κδ΄. σανδαράχης δραχμὰς η΄. ὀπίου δραχμὰς η΄. κινναβάρεως δραχμὰς η΄. κόμμεως δραχμὰς η΄. ὕδατι ὀμβρίῳ.

  27. 4.8.74

    [Μήλινον ἀτάραχον ἐπιγραφόμενον. ποιεῖ πρὸς πᾶσαν ἀμβλυωπίαν καὶ πρὸς παλαιὰς διαθέσεις, οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Καδμείας δραχμὰς κδ΄. ὀμφακίου δραχμὰς ιβ΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ιβ΄. ὀπίου δραχμὰς η΄. κόμμεως δραχ. κδ΄. ψιμυθίου δραχ. κδ΄. κρόκου δραχ. ιστ΄. πεπέρεως λευκοῦ δραχ. κδ΄. ὕδωρ ὄμβριον.

  28. 4.8.75

    [Λουκίου καθηγητοῦ μήλινον, πρὸς ψωρώδεις καὶ περιβεβρωμένους κανθοὺς, ἐπιτεταμένους κνησμοὺς, καθύγρους ὀφθαλμούς. πρὸς πᾶσαν ἀμβλυωπίαν, οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Ψιμυθίου δραχμὰς κδ΄. κρόκου δραχ. κδ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. στ΄. νάρδου Ἰνδικῆς δραχ. στ΄. ὀπίου δραχ. στ΄. σμύρνης δραχ. στ΄. ὀμφακίου δραχ. στ΄. κόμμεως δραχ. κδ΄. ὕδατι ὀμβρίῳ.

  29. 4.8.76

    [Ἄλλο κολλύριον ὁ Πρωτεύς. ᾧ οὐδὲν ἴσον· ποιεῖ πρὸς ἀρχὰς ὑποχύσεως καὶ πρὸς πᾶσαν ἀμβλυωπίαν, οὐλὰς καὶ τύλους ἀποσμήχει.] ♃ Καδμείας δραχμὰς β΄. χαλκίτεως ὠμῆς δραχ. μ΄. ψιμυθίου δραχμὰς μ΄. πεπέρεως λευκοῦ δραχ. λ΄. ὀποῦ Κυρηναϊκοῦ δραχμὰς κ΄. κρόκου δραχ. ιστ΄. ὀπίου δραχμὰς ιβ΄. σαγαπηνοῦ δραχμὰς ιβ΄. ἐλαίας δακρύου δραχ. ιβ΄. ἀρσενικοῦ δραχμὰς η΄. σμύρνης δραχ. ιβ΄. κόμμεως δραχ. κ΄. ὀποπάνακος δραχ. κ΄. ὀποβαλσάμου δραχμὰς ιβ΄. σκεύαζε ὕδατι ὀμβρίῳ, ἡ χρῆσις μεθ’ ὕδατος.

  30. 4.8.77

    [Ὑγιεινοῦ τὸ χρυσοῦν, πρὸς βεβρωμένους κανθοὺς καὶ ψωρώδεις διαθέσεις.] ♃ Σανδαράχης δραχμὰς κδ΄. πεπέρεως λευκοῦ κόκκους ιβ΄. σμύρνης δραχμὰς στ΄. κρόκου δραχ. στ΄. κόμμεως δραχ. ιβ΄. ὕδατι ὀμβρίῳ. ἄλλως τὸ χρυσοῦν. ♃ σανδαράχης δραχ. ιστ΄. κρόκου δραχμὰς ιστ΄. πεπέρεως δραχ. ιστ΄. σμύρνης δραχμὰς δ΄. κόμμεως δραχμὰς ιβ΄. ἡ χρῆσις δεδήλωται. ἄλλως. ♃ σανδαράχης δραχ. κδ΄. πεπέρεως λευκοῦ δραχμὰς ιβ΄. σμύρνης δραχ. στ΄. κρόκου δραχμὰς στ΄. κόμμεως δραχ. ιβ΄. ὕδατι ὀμβρίῳ.

  31. 4.8.78

    [Εὐημέρου ψωρικόν. ποιεῖ πρὸς βεβρωμένους κανθοὺς καὶ ψωρώδεις οὐλὰς καὶ τύλους ἀποσμήχει, ποιεῖ καὶ πρὸς κεχρονισμένας διαθέσεις καὶ καχεκτικὰς ὀφθαλμίας καὶ τραχώματα.] ♃ Ψωρικοῦ δραχμὰς κδ΄. κρόκου δραχ. ιβ΄. ὀπίου, ψιμυθίου ἀνὰ δραχμὰς δ΄. πεπέρεως λευκοῦ δραχ. δ΄. ὀμφακίου δραχ. δ΄. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε. βασιλίδιον ψωρικόν. ♃ ψωρικοῦ δραχμὰς μη΄. κρόκου δραχ. κδ΄. ὀπίου δραχμὰς η΄. λίθου Ἀσίου τοῦ ἄνθους δραχμὰς η΄. ψιμυθίου δραχ. η΄. πεπέρεως δραχμὰς στ΄. ὀποβαλσάμου δραχ. δ΄. ὀμφακίου δραχμὰς δ΄. κόμμεως δραχμὰς ιστ΄. οἴνῳ Φαλερίνῳ. πάγχρηστον Ἀθηνίπιον. ♃ ψωρικοῦ δραχμὰς ξδ΄. κρόκου δραχ. ιστ΄. χαλκίτεως κεκαυμένης δραχμὰς ιστ΄. σανδαράχης δραχ. κ΄. σμύρνης δραχμὰς η΄. πεπέρεως λευκοῦ δραχμὰς ιστ΄. κασσίας σύριγγος δραχμὰς η΄. μαλαβάθρου φύλλων δραχ. δ΄. ὀπίου δραχμὰς στ΄. ὀμφακίου δραχμὰς δ΄. μίσυος κεκαυμένου δραχμὰς β΄. κόμμεως δραχμὰς κδ΄. ὕδατι ὀμβρίῳ.

  32. 4.8.79

    [Πτολεμαίου γνωρίμου φάρμακον ἐπιτετευγμένον πρὸς ψωρώδεις καὶ βεβρωμένους κανθοὺς, ἐπιτεταμένους κνησμοὺς, μιλφώσεις, ἀμβλυωπίας.] ♃ Ψωρικοῦ δραχ. ξ΄. σανδαράχης δραχμὰς λ΄. χαλκίτεως κεκαυμένης δραχ. κδ΄. κρόκου δραχ. κδ΄. σμύρνης δραχ. ιβ΄. ὀπίου δραχ. β΄. κασσίας σύριγγος δραχμὰς ιβ΄. πεπέρεως δραχ. δ΄. πεπέρεως λευκοῦ δραχ. ζ΄. ὀμφακίου δραχμὰς στ΄. μίσυος κεκαυμένου δραχ. γ΄. μαλαβάθρου φύλλων δραχ. α΄. κόμμεως δραχ. λστ΄. ὕδωρ ὄμβριον.

  33. 4.8.80

    [Κολλύριον μαλαβάθρου ὀξυδερκικὸν, πρὸς περιβεβρωμένους κανθούς.] ♃ Στίμμεως δραχμὰς κδ΄. ἀκακίας δραχ. κδ΄. πεπέρεως λευκοῦ δραχμὰς κδ΄. νάρδου Ἰνδικῆς δραχ. ιβ΄. ὀπίου δραχ. στ΄. κρόκου δραχμὰς στ΄. σμύρνης δραχ. στ΄. ὀμφακίου δραχμὰς στ΄. κόμμεως δραχμὰς λστ΄. ὕδατι ὀμβρίῳ. ἄλλο. ♃ στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς μ΄. ἀκακίας δραχ. μστ΄. νάρδου Κελτικῆς δραχμὰς στ΄. σμύρνης δραχ. η΄. κρόκου δραχ. η΄. ὀμφακίου δραχμὰς στ΄. ὀπίου δραχ. στ΄. καδμείας δραχμὰς λστ΄. κόμμεως δραχμὰς λβ΄. ὕδωρ ὄμβριον.

  34. 4.9.1

    [Τὰ ὑπ’ Ἀρχιγένους ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων γεγραμμένα πρὸς ὀφθαλμοὺς πάσχοντας βοηθήματα.] Ἐπὶ δὲ τῶν περὶ τοὺς ὀφθαλμοὺς ῥευματισμῶν ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία, ὀλιγοποσία, ὑδροποσία καὶ πάντων μᾶλλον συνουσίας ἀποχὴ, ἥ τε κοιλία ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ τὸ πρῶτον, εἶτα καὶ ὀλίγου μιγέντος ὄξους, συνεχῶς τὸ πρόσωπον προσκλυζέσθωσαν. ἔνιοι δὲ χάλκανθον ὕδατι διϊέντες διδόασι προσκλύζεσθαι περικαμπτέτωσαν ὀσμὰς δριμείας καὶ κονιορτοὺς καπνόν τε καὶ τὴν ἀπὸ τοῦ ἡλίου καὶ λύχνων αὐγὴν, εἰς νύκτα δὲ ἔρια καθαρὰ ἐξ οἴνου ἢ ῥυπαρὰ ἐξ ὕδατος ψυχροῦ ἐπιτιθέτωσαν, ἕωθέν τε, ὡς εἴρηται, προσκλυζέσθωσαν. εἰ δ’ ἐπιτείνοιτο ὁ ῥευματισμὸς καὶ ἀλγηδὼν ἐπιγένοιτο, φλεβοτομία τε ἁρμόδιος καὶ τελέως ἀσιτία καὶ δίψα, εἰ μὴ ἐκκαίοιτο καὶ ἐπιτείνοιτο, κοιλίας εὔτονος λύσις ἤτοι διὰ συμφώνου καθαρτικοῦ ἢ διὰ κλυστήρων εὐτόνων. μετὰ ταῦτα δὲ κατὰ τοῦ μετώπου ἀμπέλου φύλλα χλωρὰ συνεχῶς ἐπιτιθέμενα βοηθεῖ. ἢ μυρσίνης ἢ σχίνου ἢ βάτου χύλισμα ἢ κράμβης ἢ ἀμπέλου φύλλα, μετὰ πάλης ἀλφίτου. ἢ κυπάρισσος, σάμψυχον, ὤκιμον, σισύμβριον, οἰνάνθη, κρόκος ἥμερος, ἄγριος, ἀνδράχνη καὶ ῥοᾶς κύτινοι, ἄγνος, μήλου κυδωνίου τὰ ἁπαλὰ τῶν φύλλων, ἕκαστον μετὰ οἴνου καὶ πάλης ἀλφίτων. κατ’ αὐτῶν δὲ τῶν ὀφθαλμῶν ἔριον καθαρὸν, ὠοῦ τῷ λευκῷ διάβροχον ἢ ὠοῦ λέκυθον ὀπτοῦ ἢ μελίλωτον ἐν γλυκεῖ καθεψημένον, ἢ ἀσφοδέλου ῥίζαν μετ’ οἴνου καὶ πάλης ἀλφίτων, ἢ ἴριν κεκομμένην μετ’ οἴνου καὶ πάλης ἀλφίτων ἢ ῥοᾶς  χυλὸν μετὰ πάλης ἀλφίτων καὶ αὐτὴν καθεψημένην ἐν οἴνῳ ἀθαλάσσῳ. ἢ ἀρκευθίδες λεῖαι μετ’ οἴνου καὶ πάλης ἀλφίτων ἐπὶ τὸ μέτωπον ἐπιπλαττόμεναι καὶ ἐπ’ αὐτοὺς ἐπιτιθέμεναι τοὺς ὀφθαλμούς. πρὸς δὲ τούτοις ἠρυγγίου καὶ ἱππομαράθρου ῥίζαν λείαν μεθ’ ὕδατος καὶ κωνείου σπέρμα τὸν αὐτὸν σκευαζόμενον τρόπον ὠφελεῖ. τυρὸς ἁπαλὸς νεαλὴς μετὰ σελίνου φύλλων καταπλασσόμενος. ἢ μήκων ἀγρία ἐν γλυκεῖ ἑψηθεῖσα καὶ λεία καταπλασθεῖσα. ὁμοίως καὶ μελίλωτον ἑψηθὲν ἐν γλυκεῖ, ὀλίγον μιγέντος κρόκου καὶ ὀποῦ μήκωνος. ἢ ἄρτος ἐξ οἴνου, ῥοδίνῳ φυραθεὶς, ὠφελεῖ θαυμαστῶς. ἢ τριβόλῳ ἁπαλῷ κατάπλασσε, καθ’ ἑαυτὸν ἢ καὶ μιγεὶς ἀλφίτῳ θαυμαστῶς ποιεῖ. καὶ καθόλου πᾶν τὸ τῶν στυφόντων γένος καὶ ἀποκρουόμενον ἐν ἀρχαῖς, οἷά ἐστι κώνειόν τε καὶ ψύλλιον, σέλινον, στρύχνον, οἱ ἐπὶ τῶν τελμάτων φακοὶ, φύλλα ἀμπέλου, κόριον, ἀνδράχνη, φακὸς ὁ ἐπὶ τοῦ ὕδατος, ἀείζωον, μήκωνος φύλλα, ἀκαλήφη. τούτων ἕκαστον λεαίνων μετ’ οἴνου κατάπλασσε, τὸ δὲ ψύλλιον μεθ’ ὕδατος καὶ τὸν ἀπὸ τῶν τελμάτων φακόν.

  35. 4.9.2

    [Πρὸς θερμὸν ῥεῦμα.] Κράμβην λείαν μετὰ πάλης ἀλφίτου σὺν ὕδατι κατάπλασσε. ἢ ὠκίμου φύλλοις ὁμοίως. ἢ πηγάνου φύλλοις μετὰ στέατος χηνείου, ἢ σαμψύχου πέταλα, ἢ καὶ ἁλικάκαβον λείαν κατάπλασσε. ἵστησι δὲ πολὺ ῥεῦμα κωδύα καὶ ὑοσκύαμος μετὰ ἀλφίτου πάλης σὺν οἴνω. προπυρία δὲ καὶ οὕτω κατάπλασσε, μετὰ δὲ τοῦτο τὴν ἀκμὴν παραλλάξαι, καὶ ὅ τε καιρὸς οὐκέτι ἐστὶ τῶν στυφόντων χρήσαιτο ἄν τις τῶν τε ὀφθαλμῶν καὶ τῆς κεφαλῆς πυρίᾳ. μεγάλως δὲ ὠφελεῖ, λύει τε τὰς φλεγμονὰς καὶ εἴ τις διάστασις εἴη, ὀθόνιον ἁπαλὸν βουτύρῳ βρεχόμενον καὶ ἐπιβαλλόμενον τοῖς ὀφθαλμοῖς.

  36. 4.9.3

    [Περὶ χυμώσεως.] Ἐφ’ ὧν δὲ χύμωσις ἰσχυρὰ γένοιτο, λαβὼν ὠοῦ λέκιθον σάρκα μυΐας προσεκλέανον, εἶτα ὅταν κηροτοειδὲς γένηται, εἰς ῥάκος ἐπιτίθει, παραχρῆμα παύει.

  37. 4.9.4

    [Περίχριστον ὀφθαλμῶν.] Ἄρτος καθαρὸς κεκαυμένος μιγεὶς ἀκακίᾳ καὶ κιττῷ σὺν ὕδατι. πρὸς δὲ τὰς περιωδυνίας ῥόδα χλωρὰ ἢ ξηρὰ βρέξας ἐν γλυκεῖ λέαινε καὶ μίξας ὠοῦ ὀπτοῦ τὴν λέκιθον καὶ κρόκου τὸ αὔταρκες ἐν γλυκεῖ. ἢ ὠμῇ λύσει κριθίνῃ ἢ πυρίνῃ ἐν γλυκεῖ ἑψημένῃ. ἐὰν δὲ πλείων ἡ ὀδύνη εἴη, πρόσμιγε μήκωνος ἁπαλῆς φύλλα, ἢ τὰ κελύφη τῶν κωδυῶν, ἢ ὑοσκυάμου φύλλα, ὅσον ὁλκὰς τέσσαρας σὺν λεκίθῳ ὠοῦ. ἢ σισύμβριον ἑψήσας ἐν ὕδατι λέανον, παραχέων οἴνου τὸ αὔταρκες καὶ κατάπλασσε. ἢ μήκωνος λευκῆς κωδύας ἑψήσας ἐν γλυκεῖ καὶ λεάνας κατάπλασσε. ἢ σελίνου ἁπαλῇ κόμῃ ἢ γλήχωνι ἁπαλῇ ὁμοίως. ἢ πέπονος ἢ σικύου τῇ σαρκί. ἢ λέκιθον ὠοῦ ὀπτοῦ καὶ ὀλίγον κρόκου λεάνας σὺν οἴνῳ ὀλίγῳ κατάπλασσε. ἐν δὲ ταῖς φλεγμοναῖς τοὺς ἀλγοῦντας ὀφθαλμοὺς πάνακι μετὰ γλήχωνος σὺν οἴνῳ φυρῶν κατάπλασσε. καλῶς ποιεῖ πίτυος φλοιὸς καὶ ἄλφιτα σὺν οἴνῳ. ἢ ὑοσκυάμου φύλλα καὶ ὄπιον τρίψας κατάπλασσε. ἢ τῆς μήκωνος τὰ κελύφη λεάνας καὶ ῥόδα καὶ μελίλωτα καὶ σμύρνης μικρὸν μίξας καὶ διεὶς ὠοῦ τῷ λευκῷ, οὕτω κατάπλασσε ἢ ἀλόην καὶ ὄπιον, σὺν ὕδατι εἰς ῥάκος ἀναλαβὼν κατάπλασσε, φυλάσσου δὲ μὴ παρενστάζῃς εἰς τὸν ὀφθαλμόν. ἐπὶ δὲ τῶν περιωδυνώντων κρόκον καλὸν μετὰ γάλακτος λαβὼν ἔνσταζε. πρὸς δὲ τὰς σφοδρὰς περιωδυνίας, κορίου χυλὸς μετὰ γυναικείου γάλακτος, εἰς τοὺς ὀφθαλμοὺς ἐνσταζόμενος, ὁμοίως δὲ μήκωνος ὀπὸς ὀπτός. φύλλα πλατάνου λεῖα μετὰ πάλης ἀλφίτων ἄνωθεν ἐπὶ τοὺς ὀφθαλμοὺς ἐπιπλαττόμενα. ἐπὶ δὲ τῶν ῥευμάτων καταπλάσματα. κυπάρισσος χλωρὰ μετ’ οἴνου ἢ παλιούρου φύλλα ἢ ἀνδράχνη λεία μετὰ στέατος χηνείου καὶ κρόκου. ἢ ἴρις ξηρὰ μετὰ μέλιτος. ἢ μάνναν καὶ σμύρναν μετὰ ὠοῦ τοῦ λευκοῦ, ἐν ἐρίῳ ἐπιτίθει τῷ μετώπῳ. κατάπλασσε δὲ σελίνῳ μετὰ ἀλφίτων. ἢ σεσέλεως ἄνθη οἴνῳ βεβρεγμένα. ἢ μήκωνος ἁπαλοῖς φύλλοις. εἰ δὲ ἀγρυπνοῖεν, μανδραγόρου ῥίζαν καὶ ὀπὸν, μήκωνος φύλλα καὶ ἀλφίτων ἴσα ὡς μᾶζαν ποιήσας ὄσφραινε καὶ ὑπνώσονται. ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων γλήχωνος προσφάτου καρπὸν, μάλιστα τὸν χυλὸν εὖ μάλα σὺν ὄξει μαλαγματῶδες ποιήσας, ἐπιτίθει κατὰ τοῦ βρέγματος ἐπάνω ἔρια καὶ ἐπιδέσμει ἐλαφρῶς, ἔνιοι δὲ καὶ μήκωνος ἁπαλῆς προσμίσγουσιν αὐτῷ. ἢ ὀπίου ἐλάχιστον ἢ ῥόδα καὶ μελίλωτα ἑφθά. ἢ ἄμυλον σὺν οἴνῳ, ὠοῦ λευκῷ αὐτοὺς τοὺς ὀφθαλμοὺς κατάπλασσε. ἄκρως ποιεῖ πρὸς πολὺ καὶ λεπτὸν καὶ παλαιὸν ῥεῦμα καὶ ἕλκη. πομφόλυγος δραχ. δ΄. ὀπίου πεφωγμένου γ΄. τριώβολα, κόμμεως δραχ. δ΄. ὕδωρ ὄμβριον ἢ πηγαῖον. παράκολλον πρὸς ῥεῦμα. σεμίδαλιν καὶ μάννης ἥμισυ μετ’ ὠοῦ τοῦ λευκοῦ ἐμπλαστρῶδες ποιῶν, ἐν ἀρχῇ ῥάκει ἐπιτίθει τῷ μετώπῳ. ἢ ὠοῦ λεπτοῦ λέκιθον μετὰ λιβανωτοῦ. ἢ κοχλίαν σὺν τῷ ὀστράκῳ, μετὰ ὠοῦ τοῦ λευκοῦ γλοιῶδες ποιήσας ἐν σπληνίῳ ἀπὸ κροτάφου, ἐπὶ κρόταφον ἐπιτίθει, αὐτόματον πίπτει ὅταν ῥεῦμα στῇ, ἢ τοῦ μόσχου μαλάγματος ἢ γῆς βαρβάρου ἢ χλωρᾶς ἢ ἄλλης τραυματικῆς τῶν δι’ ὄξους, σπληνίον ἐπιτίθει τῷ μετώπῳ.

  38. 4.9.5

    [Πρὸς αἱμάλωπας καὶ ὑποσφάγματα.] Πρὸς δὲ τὰς εἰς τοὺς ὀφθαλμοὺς γινομένας πληγὰς καὶ διὰ τοῦτο συμβαινούσας αἱματώδεις ὑποχύσεις, εὐθὺς ἐν ἀρχῇ πρὸς τὰς φλεγμονὰς καὶ τὸ ἄλγημα ποιεῖ περιστερᾶς ἐνσταζόμενον αἷμα καὶ μάλιστα τὸ ἐκ τῶν ἁπαλῶν πτερῶν ἐκπιεζόμενον καὶ τὸ λευκὸν τοῦ ὠοῦ τὸν αὐτὸν τρόπον ποιεῖ εἰς τὸν ὀφθαλμὸν ἐγχεόμενον. ἔτι δὲ ἐρίῳ καθαρῷ προσαναλαμβανόμενον καὶ ἄνωθεν ἐπιτιθέμενον. εὐθετεῖ δὲ καὶ λέκιθος ὠοῦ κατωπτημένου, μετ’ οἴνου καταπλασσομένη ἢ μελίλωτον ἑψόμενον οἴνῳ τὸν αὐτὸν τρόπον ἐπιτιθέμενον. ἔτι δὲ ῥόδων τὰ φύλλα καὶ τὸ ἄνθος ἰδίᾳ καὶ ὁμοῦ μετ’ οἴνου τριβόμενα καὶ μετὰ πάλης ἀλφίτων ἢ κράμβης φύλλα καταπλασσόμενα. χρονισάντων δὲ, ἂν ἐπιμένῃ ὁ αἱμάλωψ, λιβανωτὸν ἄσφαλτον ἴσα μίξας ὑποθυμία τὸν ὀφθαλμὸν, ἢ ὑσσώπου κόμην λείαν βαλὼν εἰς λινοῦν ῥάκος, καθεὶς εἰς ζέον ὕδωρ πρόσαγε τῷ ὀφθαλμῷ. ἀκολουθεῖ γὰρ τὸ αἷμα, ὥστε ἐκ τοῦ ὀθονίου ἐκπιέζεσθαι ἐκθλιβόμενον. ἢ νίτρον καὶ γῆν Αἰθιοπικὴν, σμύρναν ἴσα σὺν ὕδατι ἔγχριε, ἢ ἐλαίας φύλλων χυλὸν χλωρῶν ὑπόχριε, ἢ ἄμμι καὶ ὕσσωπον μετὰ γάλακτος βοείου λείου εἵλισσον καὶ ὑπάλειφε, ἢ λινόσπερμα λεῖον μετὰ βουτύρου ἐκθλίψας δι’ ὀθονίου ὑπάλειφε, τὴν δὲ κεφαλὴν ψυχρῷ κατάντλει.

  39. 4.9.6

    [Θεραπεία οἰδημάτων.] Πρὸς δὲ τὰ γινόμενα περὶ τοὺς ὀφθαλμοὺς οἰδήματα διὰ τὰς πληγὰς λίαν ἁρμόττει πυρία  μαλακῷ σπόγγῳ συνεχῶς γινομένη, εἶτα ὄξει βρεχόμενος κεκραμένῳ καλῶς ὁ σπόγγος καὶ ἐπιτιθέμενος. ἔτι δὲ παλαιὸν νᾶπυ τριβόμενον μεθ’ ὕδατος καὶ περιτιθέμενον συνεχῶς καὶ ἀφαιρούμενον. ὁμοίως δὲ κάρδαμον κατὰ τὴν ἀφαίρεσιν, πυριωμένων ὕδατι θερμῷ συνεχῶς τῶν τόπων.

  40. 4.9.7

    [Πρὸς ψωροφθάλμους.] Πρὸς δὲ τὰς περὶ τοὺς ὀφθαλμοὺς διὰ τὸν ἥλιον καὶ κονιορτὸν, ὡς ἐπίπαν ψωροφθαλμίας καὶ ξηροφθαλμίας, ὕδωρ πλεῖον προσκλυζόμενον, θέρους μὲν ψυχρὸν, χειμῶνος δὲ θερμὸν, ἁρμόζει καὶ πυρία σπόγγου ἐκ θερμοῦ ὕδατος ἢ φακοῦ ἀφεψήματος, αὐτοῖς δὲ πρόσαγε τοῖς κανθοῖς, βάτου, σχίνου, μυρσίνης, ῥόδων χυλὸν κατ’ ἰδίαν ἕκαστον σὺν ὕδατι. ἢ ῥόδα ξηρὰ τριβόμενα σὺν οἴνῳ, ἢ τὸ ἄνθος αὐτῶν, ἢ οἶνον ἀθάλασσον καὶ παλαιὸν ἔλαιον, καὶ μάλιστα ὅταν κοιμᾶσθαι θέλωσι. συμφέρει δὲ καὶ ἐπὶ τούτων τῶν ἁλμυρῶν δριμέων, ἔτι δὲ καὶ ὀξέων ἀπέχεσθαι πάντων. καὶ πρὸς δὲ τὰς χρονίους περὶ τὰ βλέφαρα διαθέσεις καὶ τετυλωμένας ἀμόργην ἑφθὴν μετ’ ἐλαίου ἔγχριε τριβομένην.

  41. 4.9.8

    [Πρὸς πτίλους.] Ἐπὶ δὲ τῶν πτίλων καὶ τρίχας μὴ ἐχόντων ἄκρως ποιεῖ καὶ τρίχας ἀνάγει. ♃ ἀκακίας δραχ. β΄. μέλανος γραφικοῦ ξηροῦ, ἢ εἰ οἷόν τε Μεμφιτικοῦ δραχ. ε΄. χυλοῦ πράσου κοτύλας δ΄. οἴνου ἀθαλάσσου κοτύλας δ΄. ἕψε μέχρις ἂν γλοιῶδες γένηται καὶ εἰς πυξίδα ἀνελόμενος χρῶ, ἢ μυόχοδα καὶ κόπρον αἰγείαν κεκαυμένην ἴσον, καλάμου Ἑλληνικοῦ τῆς τέφρας τὸ διπλοῦν σὺν μέλιτι Ἀττικῷ ἔγχριε. τοῦτο δὲ μίλφους ὠφελεῖ, ἰοῦ λείου μέρος α΄. ἀμμωνιακοῦ θυμιάματος τὸ ἴσον, λείοις προσάπτου, τοῦτο ποιεῖ ἄκρως καὶ ψωροφθαλμιῶσιν. ἢ καδμείαν λείαν μέλιτι φυράσας, ὄπτησον ἐν χυτριδίῳ, εἶτα χαλκοῦ κεκαυμένου τὸ ἴσον μίξας λείοις χρῶ.

  42. 4.9.9

    [Περὶ τριχιάσεως.] Τὰς δὲ ἐπιφυομένας ἐπὶ τῶν βλεφάρων τρίχας τίλλων, αἵματι κόρεως κατάχριε καὶ οὐ φυήσονται. Παπίας Λαοδικεὺς Αὐτολύκου ἰατρὸς πολλὰ ᾑρεῖτο ἐπὶ τῶν τριχιώντων, τίλλων τὰς τρίχας, εἶτα δρωπακίζων τὸν τόπον ἐπιμελῶς, χαμαιλέοντί τε λευκῷ λείῳ πεφυραμένῳ αἵματι βρατράχων χλωρῶν, οἳ ἐπὶ τῶν καλάμων γίνονται, καταχρίων, οὐ γὰρ ἐπιφύονται. ἢ τίλας τὰς τρίχας κατάχριε κεδρίαν μετὰ τελλινῶν ὀστράκων λεπτῶν λεάνας, ἢ ὀρνέου τοῦ λεγομένου κιναίδου χολῇ χρῶ, ἢ φάγρου θαλασσίου χολῇ. ἢ κρότωνος ἀπὸ κυνὸς θηλείας αἵματι. ἄκρως ποιεῖ τοῦτο. ἐχίνου χερσαίου χολὴ καὶ τοῦ αἵματος τὰ ἴσα. χαμαιλέοντος χολῆς ἴσον, καστορίου τὸ σύμμετρον ἀνάπλασσε, ὡς λεπίδας ὀψαρίου, χρῶ δὲ ἐκ ῥιζῶν τίλλων τὰς τρίχας, εἶτα λεπίδα μίαν τῷ ἐκ τοῦ στόματος σιάλῳ νήστης διαλύων κατάχριε καὶ κράτει τὸν τόπον, ὡς ἡμιώριον ἀλγοῦσι μὲν, ἀλλ’ οὐκ ἔτι φυήσονται. ἢ χολὴν ὑαίνης θηλείας τίλλων εὐθέως κατάχριε. ἢ τελλίναις λειοτάταις κατάχριε. ἢ τίλας φύλλον κωνείου, κεδρίαν ἴσα μετὰ νυκτερίδος αἵματος κατάχριε καὶ κράτει ἕως ξηρανθῇ. ἐὰν γὰρ θίγῃ τοῦτο τοῦ ὀφθαλμοῦ τὸ ὑγρὸν, ἀδικεῖ. ἢ τίλας αἰγείᾳ χολῇ μετὰ κράμβης χυλοῦ κατάχριε. ἢ καπνοῦ τῆς βοτάνης χρῖε τὸν ταρσὸν, εἶτα τίλας τὰς τρίχας πάλιν ἐπίχριε. ἔλεγε δὲ Ἑρμείας, ἀφρὸν ὕδατος καταχριόμενον μετὰ τοῦ δρωπακισθῆναι ἄκρως ποιεῖν.

  43. 4.9.10

    [Περὶ σταφυλωμάτων καὶ λευκωμάτων.] Σταφυλώματα αἴρεις, κανθαρίδων χυλὸν ἐναλείφων, λευκώματα δὲ ταχέως ἰᾶται νίτρον μετ’ ἐλαίου παλαιοῦ λεανθὲν ἐπιμελῶς καὶ χριόμενον, ἢ σαύρας ἀφόδευμα ἔγχριε καὶ αἴρεις, ἢ νυκτικόρακος ὠῷ ἔγχριε καὶ βάψεις αὐτὰ, ἢ κρόκον, πέπερι, ἴσα μετ’ αἰλούρου χολῆς κολλύρια ποιῶν ἔγχριε, ἢ σηπίας ὄστρακον λεῖον, φυράσας μετὰ μέλιτος κατάκαυσον καὶ λείῳ ὑπάλειφε.

  44. 4.9.11

    [Θεραπεία ἀμαυρώσεως καὶ ὑποχύσεως.] Ἀμαύρωσιν πᾶσαν ἢ ἀρχομένην ὑπόχυσιν θεραπεύει γυπὸς χολὴ μετὰ πρασίου χυλοῦ καὶ μέλιτος Ἀττικοῦ, ἢ σμύρνης καὶ πεπέρεως ἴσα σὺν μέλιτι, ἢ στρύχνῳ μέλανι ἔγχριε. ποιεῖ καὶ κύπρος ἀποτεθεῖσα ἐν χαλκῷ πυξιδίῳ, ἢ μαράθρου χυλὸν καὶ χολὴν ταυρείαν ὑγρὰν ἴσα, μέλιτος Ἀττικοῦ τὸ διπλοῦν ἔγχριε, ἢ κρόκου καὶ πεπέρεως ἴσα μετὰ χολῆς ταυρείας ἀναλαβὼν, ὡς κολλύρια ποιῶν ἔγχριε, ἢ αἰγείρου ὀπῷ μετὰ διπλοῦ μέλιτος Ἀττικοῦ ἔγχριε.

  45. 4.9.12

    [Περὶ ὑποχυμάτων.] ♃ Χελώνης θαλασσίας τῆς χολῆς μέρος α΄. μέλιτος Ἀττικοῦ τὸ τετράπλουν ἔγχριε. ἡ χολὴ ἀρκεῖ μεθ’ ὕδατος.

  46. 4.9.13

    [Πρὸς πτερύγια.] Ἐπὶ δὲ τῶν πτερυγίων ♃ χαλκάνθου, ἁλὸς ἀμμωνιακοῦ ἴσα, κόμμεως τὸ ἥμισυ, ὄξει ἀναπλάσας κολλύρια ἔγχριε, ἢ αἰγείρου ὀπῷ μετὰ διπλοῦ μέλιτος ἔγχριε λείῳ.

  47. 4.9.14

    [Πρὸς γλαυκοὺς καὶ νυκτάλωτας.] Πρὸς γλαυκοὺς στρύχνου χυλὸς ἐγχυματιζόμενος μέλανας ὀφθαλμοὺς ποιεῖ. καὶ ἀνάπαλιν ἐπὶ τῶν νυκταλωπιώντων, ἧπαρ τράγειον ὀπτήσας, αὐτὸν τὸν ἐν τῇ ὀπτήσει ἀποῤῥέοντα ἰχῶρα διάκρινε, καὶ οὕτω μὲν ἔγχριε αὐτοὺς, αὐτὸ δὲ τὸ ἧπαρ ἐσθίειν δίδου. ὠφελεῖ καὶ αἷμα περιστερᾶς ἐγχριόμενον ἢ χολὴ αἰγεία. ἢ ἧπαρ αἴγειον ἕψων, κέλευε αὐτοὺς περικαλυψαμένους ἀτενίζειν εἰς τὴν χύτραν καὶ δέχεσθαι τὴν ἀτμῖδα τοῖς ὀφθαλμοῖς, ἐξ αὐτοῦ δὲ τοῦ ἥπατος ἐσθίειν δίδου συνεχῶς, τοῦτο ποίει καὶ ὠφεληθήσονται ταχέως. ἢ ἐλατηρίου ὀβολὸν καὶ ἀνδράχνης σπέρματος δραχ. α΄. σὺν μέλιτι ἔγχριε, ἢ ὀνίδα πρόσφατον χυλίσας ὑπάλειφε, τρωγέτω δὲ σεῦτλον· ἢ γυπὸς ἧπαρ ὀπτὸν ἢ τῇ χολῇ ἐγχριέσθω.

  48. 4.9.15

    [Πρὸς κριθὰς, ἃς καὶ ποσθίας καλοῦσιν.] Τὰς γινομένας κριθὰς ἐπὶ τῶν βλεφάρων, κηρῷ πυριάσας λευκῷ διαφορήσεις, ἢ μυίας τὴν κεφαλὴν ἀποβαλὼν, τῷ λοιπῷ σώματι παράτριβε τὴν κριθήν.

  49. 5.1.1

    Τὸ ὑπώπιον ὅτι μὲν ὑπὸ τοὺς ὦπας γίνεται, καὶ τοὔνομα αὐτὸ δηλοῖ, καθάπερ εἴ τις ὑποφθάλμιον ὠνόμασεν αὐτό. τοῦ γένους δέ ἐστιν τῶν ἐκχυμωμάτων, ὀνομάζουσι δ’ οὕτως Ἱπποκράτης τε καὶ ἄλλοι πολλοὶ τῶν ἰατρῶν τὸ κατὰ τὸ δέρμα πάθος, ὅταν τῶν ἐν αὐτῷ λεπτῶν φλεβῶν θλασθεισῶν αἷμα διὰ τῶν θλασμάτων ἐκχυθῇ, μὴ καθ’ ἕνα τόπον ἀθρόως θρομβούμενον αὐτίκα τὸ οὕτως ἐκκριθὲν, ἀλλ’ ἐπειδὰν, ὡς αὐτοὶ καλοῦσιν, κατὰ διαπήδησιν ἡ ἔκχυσις γίνεται. συμβαίνει γε μὴν ἐνίοτε, κᾂν οὕτω συστῇ, πελιδνοῦσθαί τε καὶ μελαίνεσθαι τῷ χρόνῳ, μικρῶν δηλονότι θρομβίων γενομένων ἐκ τοῦ διασπαρέντος αἵματος εἰς πολλὰ μόρια τοῦ δέρματος, ὅθεν εἰκότως οἱ ἰατροὶ σπεύδουσιν αὐτὸ θεραπεύειν αὐτίκα πρὶν μελανθῆναι, σκοπὸν μὲν ἔχοντες τῆς ἰάσεως διαφορῆσαι τὸ αἷμα, δυσδιαφόρητον εἰδότες γινόμενον τὸ θρομβωθέν. ἐπεὶ δὲ ὁ χιτὼν θλᾶται τῶν φλεβίων ἐξ ὧν διαπηδᾷ τὸ αἷμα, μίγνυταί τι βραχὺ τοῖς διαφορητικοῖς φαρμάκοις τῶν στυπτικῶν. ἂν γὰρ ἁπλῆς εἴη δυνάμεως μόνης τῆς διαφορητικῆς τὸ φάρμακον, ἐξ ἀρχῆς παραλαμβανόμενον, οὐ μόνον διαφορήσει τὸ ἐκχυθὲν, ἀλλὰ καὶ διὰ τῶν θλασμάτων ἕλξει τι τοῦ περιεχομένου κατὰ τὰς τεθλασμένας φλέβας αἵματος. ὅταν δ’ εἰς τὸ κατὰ φύσιν ἐπανέλθῃ τὰ φλεβία καὶ χωρὶς τοῦ παραστύφειν, ἐπὶ τὰ διαφορητικὰ τῶν φαρμάκων μεταβαίνειν καιρός. ὥσπερ δ’ ἐπὶ τῶν ἄλλων παθῶν ἀδιορίστως οἱ πλεῖστοι τῶν ἰατρῶν τὰ βοηθήματα γεγράφασιν, οὕτω κᾀπὶ τούτων ἄνευ τῶν ἄρτι μοι λελεγμένων διορισμῶν, ἔγραψαν ἁπλῶς ὑπωπίων βοηθήματα. μεμνημένοι δὲ ὑμεῖς ὧν ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐμάθετε διακρίνειν δυνήσεσθε, τίνα μὲν αὐτῶν διαφορεῖν χρὴ μόνον ἄνευ τοῦ παραστύφειν, ἐπὶ τίνων δὲ μιγνύναι τῶν ἐπ’ ὀλίγον τι στυφόντων. καὶ μέντοι καὶ διαφορούντων αὐτῶν εὔδηλον ὅτι τὰ μὲν ἀσθενέστερα πρῶτα παραληπτέον ἐστὶ, τὰ δ’ ἰσχυρότερα τοῖς χρονίζουσί τε καὶ μελαινομένοις προσακτέα. παραδείγματος γοῦν ἕνεκα οἷς ἐγὼ χρῶμαι δηλώσω πρῶτον, εἶθ’ οὕτως ἐπὶ τῶν ἀξιοπίστων ἰατρῶν τὴν ἱστορίαν μεταβήσομαι. καλεῖται δὲ Νείλου διάῤῥοδον ἔνδοξον ἐκ παλαιοῦ κολλύριον, οὗ καὶ τὴν σύνθεσιν ἐν τῷ πρὸ τούτου γράμματι διῆλθον. τοῦτο δι’ ὕδατος ἐπιτρίβων ἐπ’ ἀκόνης ὀφθαλμικῆς ἐπαλείφω τὸ ὑπώπιον, ἀφεψήματι πυριῶν μελιλώτου τε καὶ τήλεως, εἶθ’ ἑξῆς τὸ κολλύριον αὐτὸ διὰ τούτου λύω, κᾄπειτα δι’ αὐτῆς μόνης τῆς τήλεως. εἰ δέ τι καταλείποι τὸ λείψανον τοῦ παθήματος, ἐν τῷ τῆς τήλεως ἀφεψήματι τὰ καλούμενα διάσμυρνα κολλύρια λύων ἐπιχρίω. συμφέρει δὲ δὶς τῆς ἡμέρας ἐπαλείφειν τὸ φάρμακον ἅμα τῷ προπυριᾶσαι διὰ σπόγγου μαλακοῦ θερμοῖς τοῖς ἀφεψήμασιν, ἐν ἀρχῇ μὲν δι’ ἀμφοῖν γεγενημένου τῆς τε τήλεως καὶ τοῦ μελιλώτου, χρονίζοντος δὲ διὰ μόνης τῆς τήλεως. οὗτος ὁ τρόπος τῆς θεραπείας ὡς τὸ πολὺ τελέως ἐκθεραπεύει τὰ ὑπώπια, παντάπασιν ὀλίγων διαφευγόντων αὐτῶν, ἐφ’ ὧν τό τε διὰ σάνδικος κολλύριόν ἐστι χρήσιμον καὶ τῶν γεγραμμένων τοῖς ἰατροῖς πρὸς ὑπώπια φαρμάκων ὅσα διαφορεῖ γενναίως. ἄρξομαι δ’ ἀπὸ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων, προγράφων μὲν τὴν λέξιν αὐτοῦ, μετὰ τοῦτο δὲ καὶ εἴ τις αὐτῷ λείποιτο διορισμὸς προστιθείς.

  50. 5.1.2

    [Ἀρχιγένους φάρμακα πρὸς ὑπώπια κατὰ τὴν ἐκείνου λέξιν.] Τὰ ὑπώπια ἰᾶται παραχρῆμα καταπλασσομένη ῥάφανος, ἀφαιρεῖν δὲ χρὴ αὐτὴν, ὅταν ἄρχηται δάκνειν. ὀρθῶς ἐποίησεν προσγράψας αὐτὴν αἱρεῖν, ὅταν ἄρξηται δάκνειν. ἀναστομώσει γὰρ, ἐὰν ἐπιμείνῃ δάκνουσα τὰ τῶν φλεβίων θλάσματα, διὸ καὶ κατ’ ἀρχὰς οὐ χρηστέον αὐτῇ, κεχρονισμένων μέντοι τῶν ὑπωπίων, ἡνίκα καὶ μελαίνεται, κᾂν πλείονα χρόνον ἐπικειμένην τις αὐτὴν φυλάξῃ, μᾶλλον ὠφελήσει. ποιεῖ δὲ καὶ τυρὸς νεαλὴς καταπλασσόμενος. καὶ αὐτὸς μὲν ὁ τυρὸς ἐμπλαστικός ἐστιν, ὁ δὲ νεαλὴς τουτέστιν ὁ νεωστὶ τοὺς ἅλας προσειληφὼς καὶ μήπω κεχρονισμένος μικτῆς ἐστι δυνάμεως, ἐμπλαστικῆς δι’ ἑαυτὸν, διαφορητικῆς δὲ καί τι στυπτικὸν ἐχούσης διὰ τοὺς ἅλας, ὥστε χρῆσθαι τούτῳ καὶ κατ’ ἀρχὰς, οὐδὲν ἄτοπον. ἢ κηρωτὴ μετὰ ἀψινθίου, ἢ χυλῷ ῥαφάνου ἀναληφθεῖσα, ἢ ὑσσώπου κόμη λεία ὁμοίως. ἄν τε μετὰ κόμης ἀψινθίου λελειωμένης, ἄν τε μετὰ τοῦ χυλοῦ τὴν κηρωτὴν ἀναμίξας προσενέγκῃς, ὁμοίαν ἐπιδείξεται δύναμιν. εὐαφέστερον δ’ ἂν εἴη τὸ φάρμακον, εἰ τοῦ χυλοῦ τῇ κηρωτῇ μιχθείη. ἡ μέντοι τῆς ῥαφανῖδος τὸ χύλισμα ἢ τὸ ὕσσωπον λαβοῦσα κηρωτὴ δραστικώτερόν ἐστι φάρμακον ἢ ὡς κατὰ τὴν ἀρχὴν εὐθέως προσφέρεσθαι, πλὴν εἰ φθάσειεν ἢ πελιδνὸν ἢ μέλαν γενέσθαι τὸ ὑπώπιον, ὅπερ καὶ αὐτὸς ἐφεξῆς ἐρεῖ. ἄκρως ποιεῖ πρὸς τὰ πρόσφατα καὶ πελιδνὰ τῶν ὑπωπίων σπόγγος εἰς ἅλμην ἀποβαπτόμενος καὶ συνεχῶς προστιθέμενος καὶ ἀφαιρούμενος, μετὰ τοῦτο δὲ πυρία συνεχὴς δι’ ὕδατος θερμοῦ ὠφελεῖ. ὥσπερ δὲ τῇ ῥαφανῖδι κατ’ ἀρχὰς χρῆσθαι οὐκ ἀσφαλὲς, δι’ ἣν εἶπον αἰτίαν, οὕτως οὐδὲ τῇ ἅλμῃ. διὸ καὶ μετὰ ταῦτα δι’ ὕδατος θερμοῦ κελεύει πυριᾷν, ἕνεκα τοῦ παρηγορῆσαι τὴν ἐκ τῆς ἅλμης δῆξιν. οὐ μὴν οὐδ’ ἐπὶ πάντων ὑπωπίων ἐν ἀρχῇ συνεβούλευε χρῆσθαι τῇ διὰ τῆς ἅλμης πυρίᾳ, ἀλλ’ ἐπὶ τῶν εὐθέως πελιδνῶν γινομένων. ἐπ’ ὀλίγον οὖν χρόνον ἐπὶ τούτων ἅλμῃ χρηστέον, ἐφ’ ὧν δὲ αἱματώδης ἐστίν ἢ ὑπόξανθος ἢ ὕπωχρος ἡ χρόα φεύγειν δεῖ τὴν ἅλμην. κατάπλασσε δὲ ἐρεγμῷ λείῳ, ἀψινθίῳ, ὑσσώπῳ, ὀριγάνῳ, ῥαφάνου φλοιῷ, σταφίδι χωρὶς τῶν γιγάρτων κατ’ ἰδίαν ἑκάστῳ μετὰ μέλιτος ἢ ὄξους ἢ ὕδατος. ἐλλιπῶς ἔγραψε τὰ πρῶτα τῶν βοηθημάτων μὴ προσθεὶς τῷ λόγῳ πότερον ἑφθοῖς ἢ ὠμοῖς χρῆσθαι κελεύει τῷ τε ἐρεγμῷ καὶ τῷ ἀψινθίῳ καὶ τῷ ὑσσώπῳ. ἔοικε δ’ ὠμοῖς χρῆσθαι κελεύειν, εἰπὼν ἐπὶ τῷ τέλει τῆς ῥήσεως μετὰ μέλιτος ἢ ὄξους ἢ ὕδατος ἑκάστῳ τῶν εἰρημένων χρῆσθαι, προσέθηκε γὰρ ἄν νῦν τὸ ἑψηθεῖσιν. ἀλλὰ καὶ κατ’ αὐτὸν τοῦτον τὸν λόγον, ἀνόμοια ταῖς δυνάμεσιν εἰπὼν τρία φάρμακα, μοχθηρῶς μοι δοκεῖ κελεῦσαι μετὰ τοῦδε ἢ τοῦδε χρῆσθαι. τὸ μὲν γὰρ ὕδωρ ἀδηκτότατόν ἐστὶν, οὐ τῷ δέρματι μόνον, ἀλλὰ καὶ τοῖς ἕλκεσιν. τὸ μέλι δὲ τοῖς μὲν ἕλκεσι δακνῶδες, ἄδηκτον δὲ τῷ δέρματι. τὸ δὲ ὄξος ἀμφοτέροις δακνῶδες. οὐ μὴν οὐδὲ ῥαφάνου φλοιὸς ἔοικε τῇ σταφίδι κατὰ δύναμιν, ὥσπερ οὐδ’ ἀψίνθιον ὕσσωπόν τε καὶ ὀρίγανον. ἰσχυρὰ μὲν γὰρ ταῦτά ἐστι καὶ διαφορητικὰ, μετρίας δὲ καὶ ἀδήκτου δυνάμεως ἡ σταφὶς καὶ λευκὸς βολβὸς μετ’ ὠοῦ καὶ μέλιτος. ὡς δριμύτερον τὸν ξανθὸν βολβὸν παραιτεῖται κατ’ ἀρχὰς εὐθέως προσφέρειν. ἴσμεν δ’ ὅτι καὶ τὸ μέλι διαφορητικῆς ἐστι δυνάμεως. διό μοι δοκεῖ μιγνύναι τὸ ὠὸν αὐτοῖς, ἱκανῶς παρηγορικὸν ὑπάρχον. κυκλάμινος κατ’ ἰδίαν καὶ μετὰ σταφίδος. οὐδὲ ἐνταῦθα μικρόν ἐστι τὸ ἐν μέσῳ κυκλαμίνου καὶ σταφίδος, ὥστε οὐκ οἶδα τίνι λόγῳ καταμόνας κέχρηται τῇ κυκλαμίνῳ καὶ μιγνὺς σταφίδι. καταμόνας μὲν γὰρ ἰσχυρότατόν ἐστι φάρμακον, ἅμα δὲ τῇ σταφίδι τοσοῦτον ἀφαιρήσει τῆς δυνάμεως, ὅσῳ περ ἄν ὄγκῳ συμμιχθῇ τῆς σταφίδος. ἢ νίτρον μετὰ ὑσσώπου καὶ σταφίδος μέλιτι μιχθέν. βελτίων οὗτος ὁ λόγος τοῦ πρόσθεν, ἐν ᾧ καὶ μόνῃ ποτὲ χρῆσθαι τῇ κυκλαμίνῳ συνεχώρει. ὡς εἴ γε καὶ νῦν τὸ ὕσσωπον αὐτό τε καθ’ ἑαυτὸ προσφέρειν συνεβούλευε μὴ προσθεὶς ἐπὶ τῶν πάνυ κεχρονισμένων ὑπωπίων, ὁμοίως ἄν ἥμαρτε. μυρσίνην μετὰ ἁλῶν καὶ ὕδατος. εἴρηταί μοι καὶ πρόσθεν ὡς ἐν ἀρχῇ βελτίονα τῶν διαφορούντων μόνον ἐστὶ τὰ προσειληφότα βραχείας στύψεως, ὁποῖα τά τε ῥόδα καὶ τὸ μελίλωτόν ἐστι καὶ ὁ κρόκος. οὐ μὴν ἔκ γε τῶν τοιούτων φαρμάκων ἐστὶν ἡ μυρσίνη σφοδρῶς στύφουσα, διόπερ οὐκ ἄν ἔγωγέ ποτε χρησαίμην αὐτῇ, καὶ μάλιστα, ἐὰν ἤδη πελιδνὸν εἴη τὸ χρῶμα τῶν ὑπωπίων. νᾶπυ μετὰ στέατος προβατείου. τοῖς κεχρονισμένοις καὶ μεμελασμένοις ὑπωπίοις μόνοις ἁρμόσειεν ἄν τοῦτο, καὶ μάλιστα ἐὰν μὴ παντάπασιν ὀλίγον ᾖ τὸ μιγνύμενον νᾶπυ τῷ στέατι. μυρίκης φύλλα καὶ ὁ καρπὸς λεῖα μεθ’ ὕδατος κατ’ ἰδίαν καὶ ὁμοῦ μιγνύμενα. καὶ τοῦτο τὸ φάρμακον οὐ μόνον διαφορητικὸν, ἀλλὰ καὶ συνακτικὸν ἔχει τι, διόπερ οὐχ ἁρμόττει τοῖς χρονίοις καὶ μελανθεῖσιν ὑπωπίοις. ποιεῖ δὲ καὶ σπόγγος καὶ ὀθόνιον ὄξει καὶ μέλιτι διάβροχα προστιθέμενα. τοῦτο τὸ βοήθημα κατ’ ἀρχὰς μὲν προσφερόμενον οὐ πάνυ δριμέος ὄξους δεῖται, προήκοντος δὲ τοῦ χρόνου καὶ πελιδνωθέντος ἤ μελανθέντος οὐδὲν ὀνίνησι χωρὶς ὄξους δριμυτάτου σκευασθέν. ἢ ἐρεγμὸν μασησάμενος ἐπίθες σὺν μέλιτι. καὶ χωρὶς τοῦ μασήσασθαι κυάμινον ἄλευρον εἰ μετὰ μέλιτος φυραθείη διαφορεῖ πελιώματα. διαφορητικώτατον δὲ γίνεται μασησάμενον αὐτὸ, προσλαμβάνον τὴν ἀπὸ τοῦ σιέλου δύναμιν. ὠοῦ λέκιθον ὁμοίως. ἐὰν μίξωμεν ὠοῦ λεκύθῳ μέλι, καθάπερ ἔμπροσθεν εἶπον τὸν ἐρεγμὸν, ὅμοιον ἐργασόμεθα τῷ προειρημένῳ φαρμάκῳ ἔν τε τῇ σκευασίᾳ καὶ τῇ δυνάμει. ἤ χοίρου πνεύμονα θερμὸν ἐπιτίθει. οὐκ ἄν τις ἀνάσχοιτο καθάριος ἀνὴρ τοιούτου βοηθήματος. ἢ μυρίκης ἀφεψήματι πρόσκλυζε. οὐ πρὸ πολλοῦ περὶ μυρίκης δυνάμεως εἴρηται. ἢ καρδάμωμον μετὰ σμύρνης ἐπιτίθει. διαφορητικὸν μὲν ἡ σμύρνα φάρμακόν ἐστι, τὸ δὲ καρδάμωμον δριμύ. ταῦτα ἀρκεῖν μοι δοκεῖ τῶν ὑπ’ Ἀρχιγένους γεγραμμένων ἐν παραδείγματος μοίρᾳ λελέχθαι, δεικνύντι τὸν τρόπον τῆς ἐξετάσεως τῶν φαρμάκων, ὁποῖα μέν ἐστι κατ’ ἀρχὰς ἁρμόττοντα χωρὶς τοῦ πελιδνὸν ἢ μέλαν ἤδη τὸ ὑπώπιον ὑπάρχειν. ὁποῖα δὲ πελιδνῶν ἢ μελάνων ἤδη γεγονότων ἢ κεχρονισμένων, ὥστε τὰ τούτων ἐφεξῆς αὐτὰ γράψω μόνα κατὰ τὴν τοῦ Ἀρχιγένους λέξιν. ἢ ψιμυθίου καὶ λιθαργύρου ἴσα μετὰ μέλιτος λεάνας ἐρεγμὸν μίσγε, ὥστε κηρωτῶδες γενέσθαι, καὶ χρῶ. ἢ ὄφεως γῆρας μετὰ θαλάσσης τρίβων ἐπίχριε, ἤ κύμινον ῥάκει ἐνδήσας ζεστὸν ἀποβάπτων πυρία, ἢ σίνηπι μετὰ κηρωτῆς ἐπιτίθει, ἢ μάραθρον λεῖον ἐπιτίθει, ἢ λίβανον καὶ θαψίαν ἴσα μετὰ ῥοδίνης κηρωτῆς, ἢ ἡδύοσμον καὶ λιθάργυρον ἴσα ἐπιτίθει, ἢ κρίθινον ἄλευρον μετ’ ὀξυμέλιτος ἑψημένον, ἢ κύαμον ἐν οἴνῳ βεβρεγμένον μέχρις ἂν λυθῇ λεάνας, ὡς σπληνίον ἐπιτίθει, ἢ ἐρέβινθον ὀροβιαῖον ὁμοίως, ἢ τὴν ἐπὶ τῶν ἰπνῶν αἰθάλην μετὰ ἴσου ψιμυθίου σὺν οἴνῳ εὐώδει κατάχριε, ἢ θαψίαν καὶ ἀλεύρου ὀροβίνου τὸ τριπλοῦν ὁμοίως, ἢ ὠμὸν τάριχον βρέξας ἀπόθλιψον, εἶτα ἐν οἴνῳ εὐώδει λεάνας ἐπίθες. πρὸς δὲ τὰ παλαιότερα ὑπώπια σμίλακος καρπὸς μετὰ μελαίνης σταφυλῆς λεῖος, ἢ θαψίας ῥίζα κοπεῖσα καὶ ὁ χυλὸς ἀναληφθεὶς στέατι καὶ συνεχῶς προστιθέμενος. γέγραπται μὲν ἔν τισι τῶν ἀντιγράφων οὐ παλαιότερα παραβλητικῶς, ἀλλ’ ὑπερθετικῶς παλαιότατα. λέλεκται δέ μοι κατ’ ἀρχὰς εὐθέως ὡς ἐπὶ τῶν τοιούτων ὑπωπίων ἰσχυρῶς διαφορητικοῖς χρῆσθαι δεῖ φαρμάκοις, ὁποῖα τά τε κατὰ τὴν προκειμένην ῥῆσίν ἐστιν ὑπ’ αὐτοῦ γεγραμμένα καί τινα τῶν ἔμπροσθεν ὡς ἐδείχθη. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν, ὁ δὲ Ἀπολλώνιος ἅμα διορισμοῖς πλείοσιν ἐπιμελέστερον ἐν τῷ πρώτῳ τῶν εὐπορίστων ὡδί πως ἔγραψεν.

  51. 5.1.3

    [Τὰ ὑπ’ Ἀπολλωνίου γεγραμμένα φάρμακα, πρὸς ὑπώπια πρόσφατα καὶ πελιώματα.] Σπόγγον εἰς θάλατταν ἀποβάπτων ἀπεζεσμένην πυρία συνεχῶς τοὺς τόπους, ἢ σπόγγον εἰς ἅλμην δριμεῖαν ἀποβάπτων πυρία παραπλησίως. ἢ εἰς ὄξος ἀπεζεσμένον καὶ οἶνον ὁμοίως. ἐπιτίθει τε καὶ σπλήνιον μέλιτι καὶ ὄξει καταβρέχων ἢ ἔριον ἢ σπόγγον. ἀψινθίῳ λείῳ μετὰ μέλιτος ἀνάπλασσε, ἢ ὑσσώπῳ λείῳ μετὰ μέλιτος ἐρεγμῷ παραπλησίως, ὀριγάνῳ ὁμοίως, ῥαφανῖδος φλοιῷ μετὰ μέλιτος, βολβοῖς λείοις καθ’ αὑτοὺς, ἢ μετὰ μέλιτος καὶ μετὰ λεκίθου ὠοῦ. λίνου σπέρματι καὶ ἁλσὶ λείοις μετ’ ἐλαίου καὶ λεκίθου ὠοῦ. σιλφίῳ λείῳ μετ’ ἐλαίου καὶ οἴνου, σαμψύχῳ λείῳ μετὰ μέλιτος, μυρσίνῃ καὶ ἁλσὶ λείοις μετ’ ὄξους, μαράθρῳ λείῳ μετὰ κηρωτῆς, ὑσσώπῳ καὶ νίτρῳ μετὰ μέλιτος καὶ ὄξους, ἀσβέστῳ μετὰ κηρωτῆς, νάπυϊ λείῳ μετὰ μοσχείου στέατος ἢ μετὰ κηρωτῆς.

  52. 5.1.4

    [Πρὸς ὑπώπια χρόνια.] Ἄρου ῥίζαν ξύσας καὶ μέλιτι μίξας εἰς ὀθόνιον ἐγχρίσας ἐπιτίθει, χρῶ δὲ καὶ ταῖς διαφορητικαῖς τῶν δυνάμεων, αἵτινες ἀναγραφῆς τεύξονται.

  53. 5.1.5

    [Πρὸς ὑπώπια μετ’ οἰδήματος.] Σπογγίον ὄξει καταβρέξας ἐπιτίθει καὶ ταῖς ὑποδεδειγμέναις πυρίαις χρῶ συνεχέστερον, κατάπλασσε δὲ ἀλεύρῳ κριθίνῳ μετ’ ὀξυμέλιτος ἑψημένῳ μέχρι ταπεινώσεως καὶ τὸ λοιπὸν ἤδη χρῶ τοῖς ὑπογεγραμμένοις καταπλάσμασιν.

  54. 5.1.6

    [Πρὸς ὑπώπια μετὰ φλεγμονῆς.] Ὕδατι θερμῷ πυρία καὶ καταπλάσσων φακῷ ἑφθῷ λείῳ μετὰ μέλιτος ἐπιτίθει. κοχλίαν Αἰγύπτιον κεκομμένον ἐπιτίθει, ὅταν δὲ τὰ τῆς φλεγμονῆς ἔνδοσιν λάβῃ, τότε ἤδη καὶ τοῖς λοιποῖς χρῶ φαρμάκοις.

  55. 5.1.7

    [Πρὸς ὑπώπια μετὰ διακόμματος.] Ἐπὶ μὲν τὴν διακοπὴν ἐπιτίθει τι τῶν ἐναίμων τραυματικῶν, τὰ δὲ κύκλῳ κατάπλασσε τοῖς πρὸς τὰ χωρὶς διακοπῆς ὑπώπια γεγραμμένοις φαρμάκοις. ἤρκει μὲν οὖν ἴσως καταπαύειν ἐνταῦθα τὸν περὶ τῶν ὑπωπίων λόγον, ἀλλ’ ἐπειδὴ τὰ παρὰ τῆς συμφωνουμένης πείρας κεκριμένα τῶν γε ἄλλων βεβαιότερά ἐστιν, ἔδοξέ μοι καὶ τὰ ὑπὸ Κρίτωνος ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν γεγραμμένα προσθεῖναι κατὰ τὴν ἐκείνου λέξιν οὕτως ἔχουσαν.

  56. 5.1.8

    [Τὰ ὑπὸ Κρίτωνος γεγραμμένα πρὸς ὑπώπια πρόσφατα.] Κώνειον λεῖον μεθ’ ὕδατος κατάπλασσε. ἀψίνθιον τρίψας μεθ’ ὕδατος καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει. ἐὰν δὲ ᾖ ἁπαλὸς ὁ χρὼς, μέλιτος βραχὺ ἐπιβαλὼν ἐπιτίθει. ὕσσωπον Κιλίκιον τρίψας μεθ’ ὕδατος ἢ εἰς ῥάκος ἐνδήσας ποίει σφαιρώματα, καὶ ταῦτα εἰς ζέον ὕδωρ ἀποβάπτων ἡσυχῇ ἀποπυρία. βρυωνίας ῥίζαν τρίψας μετὰ μέλιτος ἐπιτίθει. ἢ τετριμμένην κηρωτῇ ἀναλαβὼν ἐπιτίθει. ἅλμην δριμεῖαν ποιήσας καὶ σπόγγους ἐπιβρέχων ἀποπυρία καὶ μετὰ ταῦτα τῆς ῥαφανῖδος τὸν φλοιὸν τρίψας μετὰ μέλιτος καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει. ἢ σίνηπι λεῖον κηρωτῇ ἀναλαβὼν καὶ μικρὸν στέατος μοσχείου ἐπιβαλὼν καὶ εἰς ῥάκος ἐμπλάσας ἐπιτίθει. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. χρονίων δὲ ὄντων τῶν ὑπωπίων ἢ καὶ τῶν λεγομένων πελιωμάτων, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.

  57. 5.1.9

    [Πρὸς πελιώματα καὶ βαθύτατα ὑπώπια.] Τορδύλου μέρη δύο, γῆς Σαμίας μέρος ἓν, ὄξει ἀναλαβὼν ἐπιτίθει, μέλιτος ὀλίγον ἀνακόψας, προσέχειν δὲ δεῖ ἐπιμελῶς μή ποτε ἑλκωθῇ ὁ χρώς.

  58. 5.1.10

    [Ἀπόψηκτρον ὑπωπίων Ἀριστάρχου.] ♃ Ὑσσώπου Κιλικίου δραχ. α΄. θαψίας ῥίζης τὸ ἴσον, λιβανωτοῦ ἀτόμου τὸ ἴσον, κηροῦ Τυῤῥηνικοῦ δραχ. β΄. ῥητίνης τερμινθίνης δραχ. α΄. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν, εἶτ’ ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει προσέχων μὴ ἑλκωθῇ, καὶ διὰ τοῦτο αἴρειν δεήσει συνεχῶς. ἄλλο. ♃ θαψίας ῥίζης δραχ. ιβ΄. ἢ τοῦ χυλίσματος δραχ. στ΄. λιβανωτοῦ ἀτόμου δραχ. η΄. ἐλλεβόρου λευκοῦ δραχ. β΄. ἀψινθίου δραχ. α΄. καὶ κηρωτῆς ῥοδίνης δραχ. ιστ΄. μαλάξας ἀπόθου καὶ χρῶ, ἐμπλάσσων εἰς ὀθόνιον, αἴρειν δὲ δεῖ συνεχῶς. ἄλλο. ♃ ἄγνου λευκοῦ ὀβολοὺς γ΄. στρουθίου τὸ ἴσον, βαλάνου Αἰγυπτίας τὸ ἴσον, πνεύμονος αἰγείου κεκαυμένου τὸ ἴσον, ἀσπαράγου ῥίζης τὸ ἴσον, βδελλίου τὸ ἴσον, θαψίας χυλοῦ τὸ ἴσον, ὀξυμέλιτι ἀναλαβὼν χρῶ. ♃ ἄγνου λευκοῦ τοῦ καρποῦ δραχ. γ΄. στρουθίου ῥίζης τὸ ἴσον, νίτρου ἐρυθροῦ τὸ ἴσον, ῥαφάνου χυλοῦ τὸ ἴσον, ὑσσώπου Κιλικίου τὸ ἴσον, ἀλεύρου κυαμίνου τὸ ἴσον, βαλάνου μυρεψικῆς δραχμὰς μ΄. μυρίκης δραχμὰς μ΄. πνεύμονος αἰγείου κεκαυμένου τῆς σποδοῦ δραχ. μ΄. βολβῶν ἐρυθρῶν δραχμὰς μ΄. θαψίας ῥίζης δραχ. μ΄. λιβανωτοῦ δραχμὰς ιβ΄. ἀναλάμβανε κηρωτῇ σκευασθείσῃ διὰ ῥοδίνου καὶ χρῶ καθὰ προείρηται.

  59. 5.1.11

    [Τὸ ὑφ’ Ἥρα γεγραμμένον πρὸς ὑπώπια, αἴροντος, ὥς φησιν, ὥραις τρισίν.] Προσκαταπλάττειν δὲ ἀξιοῖ φλεγμονῆς γενομένης τυρῷ χλωρῷ καὶ ἄρτῳ πυριᾷν. ἢ ♃ κωνείου χυλοῦ ὀβολοὺς β΄. κρόκου δραχ. β΄. σμύρνης δραχ. α΄. ἀκακίας δραχ. α΄. ὀπίου δραχ. β΄. θαψίας χυλοῦ δραχ. α΄. κόμμεως δραχ. α΄. ὕδωρ. τοῦτο μὲν ὁ Ἥρας ἔγραψεν. ἐγὼ δὲ ἐπειράθην καρύου, διὰ χρόνου ἤδη γεγονότος ἐλαιηροῦ, θεραπεύσαντος ἐνίοτε τοὺς αἱμάλωπας. δεῖ δὲ δηλονότι τρίβειν ἐπιμελῶς αὐτὸ καὶ οὕτως ἐπιτιθέναι κατακλίναντα τὸν ἄνθρωπον ὕπτιον, ὅπως προσμείνῃ τὸ φάρμακον ὥραις δύο καὶ γ΄. οὕτω γὰρ ποιήσαντος, εἰ καὶ μετὰ ταῦτα ἀνασταίη, προσμένει μέχρι πολοῦ, καὶ χρὴ δηλονότι τοῦ προτέρου ἀποπεσόντος, ἕτερον. εὐθέως τιθέναι. τοῦ αὐτοῦ Ἥρα πρὸς αἰγίλωπας. ♃ μαλάχης φύλλα μετὰ ἁλῶν καὶ μέλιτος λειώσας ἐπίθες, ἀνασκευάζει αἰγίλωπας. καὶ χόνδρον ἑψήσας ὄξει, ἐπίθες ἀρχομένῳ αἰγίλωπι. ἢ μυρσίνης νεαρωτάτῳ καρπῷ κατάπλασσε, ὅταν ῥευματίζηται. ὡσαύτως δὲ ποιεῖ καὶ ἡ Λημνία ἐπιχριομένη.

  60. 5.2.1

    [Περὶ αἰγίλωπος.] Ὅμοιον ἀποστήματι μικρῷ γίνεταί τι, μεταξὺ τοῦ τε τῆς ῥινὸς ὀστοῦ καὶ τοῦ μεγάλου κατὰ τὸν ὀφθαλμὸν κανθοῦ, καὶ συῤῥήγνυται δὲ πολλάκις εἰς τὸν κανθὸν, ὡς δυσθεράπευτον γενέσθαι φθάνειν. χρὴ οὖν θεραπεύειν αὐτὸ διαφορητικοῖς φαρμάκοις, ὅσα χωρὶς δήξεως ἐνεργεῖ, συμπάσχει τε γὰρ ὁ ὀφθαλμὸς ἐπὶ τοῖς δριμέσιν, οὕτω τε τὸ πεπονθὸς μόριον αὐξάνεται φλεγμαῖνον. οὐ μόνον δὲ διὰ τοῦτο δυσθεράπευτόν ἐστι τὸ πάθος, ἀλλὰ καὶ διότι πολλῶν φαρμάκων ὑγρῶν κατὰ τὴν σύστασιν εἰς πεῖραν ἄγεσθαι δυναμένων οὐκ ἀνέχεται τὸ μέρος. εἰσρεῖν γὰρ ἐξ αὐτῶν εἰς τὸν ὀφθαλμὸν ἀναγκαῖον, οὐ μὴν οὐδὲ προσμεῖναι δύνανται τὰ τοιαῦτα χωρὶς ἐπιδέσεως ἐπιλαμβανούσης ὅλον τὸν ὀφθαλμὸν, ἣν οὐχ οἷόν τε φέρειν ἡμέραις τοσαύταις ὅσον εἰς θεραπείαν χρῄζει τὸ πάθος. διὰ τοῦτο οὖν ὁ μὲν Ἀπολλώνιος οὐδὲν ἔγραψε τῶν πρὸς αἰγίλωπας φαρμάκων· ὁ δ’ Ἀρχιγένης ὀλίγων μνημονεύσας ἐφεξῆς αὐτῶν ἔγραψε τὴν διὰ χειρουργίας αὐτῶν θεραπείαν, καίτοι τῆς πραγματείας οὐ χειρουργικῆς, ἀλλὰ τῶν περὶ τῶν κατὰ γένος φαρμάκων οὔσης. ὅλην οὖν αὐτοῦ παραγράψω τὴν ῥῆσιν ὧδέ πως ἔχουσαν.

  61. 5.2.2

    [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα πρὸς αἰγίλωπας, ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων.] Τοὺς δὲ γινομένους περὶ τοὺς κανθοὺς αἰγίλωπας καταπλάττομεν ὀρόβοις μετὰ μέλιτος, ἢ σποδὸν ἀμπελίνην ὄξει φυράσαντες. καλῶς ποιεῖ καὶ λιβανωτὸς μετὰ περιστερᾶς κόπρου νεαρᾶς καταπλασθεῖσα. ἢ χυλὸν αἰγίλωπος βοτάνης μετὰ μέλιτος ἔγχριε. ἐπὶ δὲ τῶν μήπω συντετρημένων σταφίδα ἀγρίαν καὶ ἀμμωνιακὸν θυμίαμα σὺν μέλιτι ὡς σπλήνιον ἐπίθες. ἢ σχιστὴν μετὰ τερμινθίνης ὡς σπλήνιον ἐπίθες. ἢ λαγωοῦ θαλασσίου αἵματι κροκύδα βάψας ἐντίθει. ἢ μελαντηρίαν λεάνας προσάπτου. εἰ δὲ μηδ’ οὕτως ἀφυγιάζοιντο, διελὼν τὸν κανθὸν καὶ διαστήσας κατατίτρα λεπτῷ τρυπανίῳ συνεχεῖς κατατρήσεις, εἶτα τῇ κεφαλικῇ χρῶ, ἀποστήσονται γὰρ λεπίδες καὶ ὑγιασθήσονται. ἢ καυτήριον ἐπέρειδε, ψιλώσας τὸ ὀστέον, καὶ οὕτω λεπίδες ἀφίστανται καὶ ὑγιάζονται. ἔνιοι δὲ διελόντες τὸν κανθὸν ἐπερείδουσι τῷ ὀστέῳ, καθὸ τέτρηται χωνεῖον λεπτὸν καὶ μόλυβδον τετηκότα ἐγχέοντες καίουσι καὶ ἄριστα οὕτως ὑγιάζουσιν. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν.

  62. 5.2.3

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς αἰγίλωπας.] Ὁ δὲ Ἀσκληπιάδης ἐν τῷ πρώτῳ τῶν ἐκτός. ♃ ἰλλεκέβρας χυλοῦ λίτρας S". στρύχνου χυλοῦ λίτρας S". λιβάνου δραχ. η΄. μαστίχης δραχ. γ΄. χαλβάνης λίτρας S". ἕψε τοὺς χυλοὺς μετὰ τοῦ λιβάνου καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε τὴν χαλβάνην, τὴν δὲ μαστίχην παραιτούμεθα. ἄλλο. ♃ λιβάνου δραχ. η΄. σμύρνης δραχ. η΄. λαδάνου δραχ. δ΄. κηροῦ δραχ. δ΄. σχιστῆς, πιτύας λαγωοῦ ἀνὰ δραχ. δ΄. ἀφρονίτρου δραχ. δ΄. κόπτε τὸ φάρμακον καὶ μάλασσε ἰρίνου μύρου ὑποστάθμη.

  63. 5.3.1

    [Περὶ ἰόνθων, συκωδῶν ὄγκων, λειχηνωδῶν καὶ ἐξανθημάτων καὶ δοθιηνῶν.] Ὄγκος μικρὸς καὶ σκληρὸς ἐν τῷ κατὰ τὸ πρόσωπον δέρματι γίνεται καλούμενος ἴονθος, ὑπὸ παχέος δηλονότι χυμοῦ συνιστάμενος, ἐνδεικνύμενός τε τὴν ἑαυτοῦ θεραπείαν εὐλόγως ἐσομένην διὰ φαρμάκων μαλαττόντων τε καὶ διαφορούντων. ἡ μὲν γὰρ σκληρότης αὐτοῦ τῶν μαλαττόντων, ὁ δὲ παρὰ φύσιν ὄγκος τῶν διαφορούντων δεῖται. προειρηκότος οὖν ἤδη μου πολλάκις ἔν τε τοῖς ἔμπροσθεν ὑπομνήμασι κᾀν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, τὰς ὕλας τῶν διαφορούντων τε καὶ μαλαττόντων φαρμάκων, ἡ τῶν κατὰ μέρος σύνθεσις ὑπὸ τῆς πείρας κεκριμένη χρήσιμος ἔσται πρὸς τὸ καλῶς χρῆσθαι τοῖς εἰρημένοις, ἃ μετ’ ὀλίγον εἰρήσεται, διορίσαντός μου πρότερον, ὅσα παραπλήσια τοῖς ἰόνθοις ἐστὶ πάθη, διαφορὰν ἔχοντα κατὰ τι πρὸς αὐτούς.

  64. 5.3.2

    [Περὶ συκωδῶν ὄγκων.] Ἕν τι τοῦτο πάθημα τῶν ἐπὶ τοῦ γενείου γεννωμένων ἐστὶ, διαφέρον τοῦ κατὰ τοὺς ἰόνθους τῷ μὴ μόνον παχὺν εἶναι τὸν ἐργαζόμενον αὐτὰ χυμὸν, ἀλλὰ καὶ λεπτότητος ἰχωροειδοῦς μετέχειν, δι’ ἣν καὶ ταχέως ἑλκοῦται μὴ θεραπευόμενον ὡς προσήκει, καὶ διὰ τοῦτο δεῖται ξηραντικωτέρων ἢ κατὰ τοὺς ἰόνθους φαρμάκων.

  65. 5.3.3

    [Περὶ τῶν ἐν τῷ γενείῳ λειχηνωδῶν ὄγκων.] Καὶ τοῦτο τὸ πάθος ἐκ μικτοῦ τινος γίνεται χυμοῦ μεμιγμένων τῶν ἰχωροειδῶν τε καὶ λεπτῶν καὶ δριμέων τοῖς παχέσι, καὶ διὰ τοῦτο ῥᾳδίως εἰς ψώραν τε καὶ λέπραν μεταπίπτει, δεόμενον καὶ αὐτὸ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων. ὅταν δ’ εἰς ψώραν ἢ λέπραν μεταπέσῃ, πρὸς τῷ τῶν ξηραινόντων δεῖσθαι φαρμάκων, ἔτι καὶ τῶν ῥυπτόντων χρῄζει.

  66. 5.3.4

    [Περὶ τῶν ἐν τοῖς γενείοις ἐξανθημάτων.] Κοινόν γε τοῦτο τοὔνομα, κατὰ τῶν αὐτομάτως γιγνομένων ἑλκωδῶν τε καὶ τραχέων ἐν τοῖς γενείοις παθημάτων ἐπιφέρουσιν ἔνιοι, καθάπερ γε καὶ ὁ Ἀρχιγένης ξηραντικῶν καὶ αὐτὸ δεόμενον φαρμάκων.

  67. 5.3.5

    [Περὶ τῶν δοθιήνων.] Ἐκ παραπλησίων τοῖς ἰόνθοις χυμῶν οἱ δοθιῆνες γίνονται καθ’ ὅλον τὸ σῶμα διττοί πως ὄντες· ἔνιοι μὲν, ὡς ἂν εἴποι τις, ἰονθώδεις, σκληροὶ καὶ δύσπεπτοι, τινὲς δὲ φλεγματώδεις, ἐφ’ ὧν καὶ πυρετοὶ συνίστανται ἐνίοτε καὶ μέγεθος ὁ ὄγκος ἔχει καὶ μεταβολὴν εἰς πῦον, ὅθεν καὶ ἡ θεραπεία τὸ πλεῖστον ἔχει αὐτῶν τῆς φλεγμονῆς.

  68. 5.3.6

    [Ἐκ τῶν Κρίτωνος πρὸς ἰόνθους.] Κρίτων μὲν ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγραψεν αὐτοῖς ὀνόμασι πρὸς ἰόνθους τοὺς ἐν τοῖς προσώποις. ♃ μέλιτος Ἀττικοῦ κύαθ. α΄. ἤτοι δραχ. ιβ΄. ὄξους δριμυτάτου τὸ ἴσον, μίξας ἐπιμελῶς ἐπίχριε τοὺς ἰόνθους τῷ δακτύλῳ ἐπιχρίων καὶ παρατρίβων. ἄλλο. ♃ λιθαργύρου χήμην, ἤτοι δραχ. γ΄. τερμινθίνης καθαρᾶς κυάμου Αἰγυπτίου μέγεθος. εἶτα βαλὼν ἐλαίου λευκοῦ ὀλίγον, ἔπειτα προαποσμήξας τὸ πρόσωπον λάμβανε τοῦ φαρμάκου βραχὺ τῷ δακτύλῳ, ἔπειτα ἀμφοτέραις ταῖς χερσὶ διατρίψας περιάλειφε τοὺς ἰόνθους τοῦτο καὶ τετανὸν καὶ καθαρὸν διαφυλάττει τὸ πρόσωπον. ἄλλο. ἀμύγδαλα πικρὰ ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς κατάχριε τὸ πρόσωπον. σχιστὴν λεάνας ἐπιμελῶς ἀναλάμβανε τερμινθίνῃ καὶ μαλάξας ἐπιτίθει. ἄλλο. κόστον Ἰνδικὸν κόψας καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀναλάμβανε αἰγείᾳ χολῇ καὶ ποιήσας κηρωτῆς τὸ πάχος, ἐπίχριε τοὺς ἰόνθους περὶ ἑσπέραν, καὶ πρωῒ ἀναστὰς κέλευε γάλακτι τῷ παθόντι προσκλύζεσθαι τὸ πρόσωπον. ἐγχρονιζόντων δὲ τῶν ἰόνθων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.

  69. 5.3.7

    [Πρὸς τετυλωμένους ἰόνθους.] ♃ Σάπωνος Γαλλικοῦ δραχμὰς δ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. α΄. λιβανωτοῦ δραχ. α΄. ὕδατι διαλύσας ποίει κηρωτῆς τὸ πάχος, τούτῳ ἐπιχρίσας καὶ διαστήσας ὥραν μίαν, ἀπονίπτεσθαι παραίνει χλιαρῷ. ἄλλο. ♃ νίτρου ἐρυθροῦ, ὑσσώπου, γλήχωνος, ἁλῶν ὀρυκτῶν τὸ ἴσον, κόψας, σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀναλαβὼν κηρωτῇ ῥοδίνῃ χρῶ. ἄλλο. ♃ ὠκίμου σπέρματος, νίτρου ἐρυθροῦ, γλήχωνος χλωροῦ, σχιστῆς, κόστου Ἰνδικοῦ, κόψας, σήσας, ὁμοῦ ἀναλαβὼν στέατι χηνείῳ ἢ ὀρνιθείῳ, ὥστε κηρωτῶδες ἔχειν τὸ πάχος, ἐκ τούτου ἔμπλασσε εἰς ὀθόνιον καὶ ἐπιτίθει μέχρι παντελοῦς ἀπαλλαγῆς. ἄλλο. ♃ ἁλῶν ὀπτῶν, γλήχωνος, ὑσσώπου, ἀμμωνιακοῦ θυμιάματος, ῥοῦ βυρσοδεψικοῦ, ἑκάστου τὸ ἴσον, κηρωτῇ ῥοδίνῃ ἀναλαβὼν, ἐπιτίθει μέχρι ἀπαλλαγῆς.

  70. 5.3.8

    [Πρὸς τὰς ὀχθώδεις διαθέσεις καὶ τοὺς ἐπὶ τοῦ προσώπου κνησμοὺς καὶ ἀρχὴν ἐλεφαντιάσεως.] ♃ Κόμμεως λευκοῦ, νίτρου ἀφροῦ, λιβανωτοῦ, θείου ἀπύρου, ἑκάστου τὸ ἴσον ὄξει διαλύσας καὶ τρίψας ἐπιμελῶς, ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ, ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύων ἐπίχριε. ὅταν δὲ ξηρανθῇ, ἀπόσμηχε τῇ ὑπογεγραμμένῃ σκευασίᾳ. ♃ σάπωνος Γαλλικοῦ λίτραν μίαν, ἀμμωνιακοῦ θυμιάματος τὸ ἴσον, λιβανωτοῦ γο γ΄. μαστίχης γο γ΄. ἀφρονίτρου γο γ΄. ἕψε σάπωνα καὶ ἀμμωνιακὸν, εἰς ἀγγεῖον κεραμεοῦν ἐμβαλὼν καὶ ὕδατος ξεστ. β΄. καὶ ὅταν διαλυθῇ, ἐπίβαλε τὰ ξηρὰ, κεκομμένα καὶ σεσησμένα λεπτοτάτῳ κοσκίνῳ, ἔπειτα μεταίρων εἰς θυίαν καὶ ἀνακόψας ἐπιμελῶς ἀνελοῦ εἰς ἀγγεῖον ὑέλινον, ἐπὶ δὲ τῆς χρήσεως μολύνων τὸ πρόσωπον καὶ μικρὸν διαστήσας ἀπονίπτου ὕδατι δαψιλεῖ προανατρίβων μαλακῶς. χρηστέον δὲ τῷ σμήγματι παρ’ ὅλην τὴν ἐπιμέλειαν τῶν ἰόνθων.

  71. 5.3.9

    [Πρὸς τὰς ἐπὶ τοῦ γενείου συκώδεις ἐπαναστάσεις.] Ὁ μὲν Κρίτων ἐν τῷ τρίτῳ τῶν κοσμητικῶν οὕτως ἔγραψε περὶ αὐτῶν πρὸς τὰς ἐπὶ τοῦ γενείου συκώδεις ἐπαναστάσεις, ὡς Λεύκιος ὁ καθηγητής. ♃ λιθαργύρου, μίσυος ὠμοῦ τὸ ἴσον τρίψας κατάπλασσε. ἄλλο. ♃ λιβανωτοῦ δραχ. β΄. λιθαργύρου δραχμὰς δ΄. ἁλῶν ὀρυκτῶν δραχ. η΄. σανδαράχου δραχμὰς β΄. λείοις κατάπλασσε. ἄλλο. ♃ ψιμυθίου δραχ. δ΄. μίσυος ὠμοῦ δραχ. δ΄. ἁλῶν ὀρυκτῶν δραχμὰς β΄. σανδαράχης δραχ. β΄. λείοις κατάπλασσε. ἄλλο. ♃ χαλκάνθης δραχμὰς β΄. θείου ἀπύρου δραχ. β΄. ἰοῦ δραχ. α΄. νίτρου ἐρυθροῦ δραχμὰς β΄. λείοις κατάπλασσε. ἄλλο. ♃ ἐλατηρίου δραχμὰς δ΄. ἁλῶν ὀρυκτῶν δραχ. δ΄. χαλκάνθου δραχ. β΄. μίξας κατάπλασσε, παραπτόμενος πυρῆνι μήλης καθύγρου, ὥστε τὸ φάρμακον προσκαθίσαι. μετὰ δὲ τὴν τοῦ φαρμάκου ἐπίθεσιν χρηστέον λίνου σπέρματι λεανθέντι μεθ’ ὕδατος. καθύγρων δὲ ὄντων τῶν ἑλκῶν, καὶ γὰρ ἀπ’ αὐτῶν ὕδωρ καθαρὸν ἀποῤῥεῖ, ὥσπερ ἀπὸ πηγῆς, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. τροχίσκος πρὸς τὰς ἐπὶ τῶν γενείων συκώδεις ἐπαναστάσεις. ἐχρήσατο Ἀρτεμίδωρος, ἔστι δὲ καὶ παντὸς ὄγκου κατασταλτικὸς, ὃς συμβαίνει ἐπὶ τῶν κακῶς συνουλωκότων, ὥσπερ ἐπὶ τῶν συνεῤῥαμμένων, ἡ δὲ σύνθεσις ἥδε. ♃ λεπίδος χαλκοῦ δραχμὰς δ΄. χαλκάνθου δραχμὰς β΄. σχιστῆς δραχμὰς β΄. κόλλης τεκτονικῆς διαυγοῦς δραχμὰς β΄. τὰ ξηρὰ κόπτεται καὶ σήθεται, ἡ δὲ κόλλα ὄξει βρέχεται καὶ τοῖς λελειωμένοις ἐπιβάλλεται ὑγροῖς καὶ πάλιν λεαίνεται καὶ τροχίσκους ἀναπλάσσομεν, ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύοντες ἐπιχρίομεν, καὶ σύριγγας ἐκτυλοῖ.

  72. 5.3.10

    [Μάγνου κλινικοῦ.] ♃ Στυπτηρίας σχιστῆς, ἰοῦ Κορινθίου, μίλτου σινώπιδος, χαλκίτεως, κόλλης τεκτονικῆς τὸ ἴσον, συντίθει καὶ χρῶ καθὰ προείρηται.

  73. 5.3.11

    [Ἀρείου Ἀσκληπιαδείου.] Μίλτου σινώπιδος, ἰοῦ Κορινθίου, σχιστῆς, κηκίδος ὀμφακίτιδος, σιδίων ῥοιᾶς τὸ ἴσον, κόμμεως τὸ διπλοῦν, ὄξει ἀναλαβὼν χρῶ ὡς προείρηται.

  74. 5.3.12

    [Ἀπολλωνίου, ὡς Χαρίξενος.] ♃ Λεπίδος χαλκοῦ, μίσυος ὀπτοῦ, ἀρσενικοῦ, ἑκάστου δραχμὰς β΄. διφρυγοῦς δραχ. γ΄. χαλκοῦ κεκαυμένου δραχ. δ΄. χαλκίτεως κεκαυμένης δραχ. δ΄. κόλλης τεκτονικῆς δραχ. δ΄. ὄξει διαλύσας, ἀνάπλαττε τροχίσκους καὶ χρῶ καθὰ προείρηται.

  75. 5.3.13

    [Ἄνδρωνος φάρμακον ἐπιτετευγμένον.] ♃ Χαλκάνθου δραχμὰς β΄. σμύρνης δραχ. β΄. λιβανωτοῦ δραχμὰς δ΄. σχιστῆς δραχ. δ΄. σιδίων δραχ. η΄. κηκίδων δραχμὰς η΄. ἀριστολοχίας δραχμὰς η΄. οἴνῳ αὐστηρῷ ἀναλαβὼν χρῶ καθὰ προείρηται.

  76. 5.3.14

    [Κρίτωνος πρὸς τοὺς ἐπὶ τῶν γενείων λειχῆνας.] Ἐφεξῆς τούτων, ὁ Κρίτων ἔγραψε πρὸς τοὺς ἐπὶ τῶν γενείων λειχῆνας ὧδέ πως. πρὸς δὲ τοὺς ἐπὶ τῶν γενείων λειχῆνας πάθος ἀηδέστατον, καὶ γὰρ κνησμοὺς ἐπιφέρει καὶ περίστασιν τῶν πεπονθότων καὶ κίνδυνον οὐκ ὀλίγον, ἕρπει γὰρ ἔστιν ὅτε καθ’ ὅλου τοῦ προσώπου, καὶ ὀφθαλμῶν ἅπτεται καὶ σχεδὸν τῆς ἀνωτάτω δυσμορφίας ἐστὶν αἴτιον, καὶ διὰ τοῦτο χρηστέον ἂν εἴη ἐπιμελέστερον τῇ θεραπείᾳ, ἐφορῶντα τοὺς παροξυσμοὺς καὶ τὰ διαλείμματα καὶ συγκρίνοντα ἀπὸ τῶν κεχρονισμένων τὰ νεοσύστατα, ἐφ’ ὧν ἁρμόσει χρῆσθαι τοῖς ξηραίνουσι φαρμάκοις. ὅταν δ’ εἰς ψώραν ἢ λέπραν μεταπέσῃ, πρὸς τοῖς ξηραίνουσι χρῆσθαι καὶ τοῖς ῥύπτουσιν, ἔπειτα δὲ καὶ ταῖς ὑπογεγραμμέναις σκευασίαις.

  77. 5.3.15

    [Κρίσπου τοῦ φίλου πρὸς τοὺς ἐπὶ τῶν γενείων προσφάτους λειχῆνας ἢ ἄλλο τι μέρος τοῦ προσώπου.] Πυροὺς πολλοὺς λαμβάνων, ἐπιτίθει ἐπί τινος ἄκμονος, εἶτα πλάτυσμα χαλκοῦν πυρώσας ἐπιτίθει τοῖς πυροῖς καὶ τὸ ἀνιέμενον ἐξ αὐτῶν ὑγρὸν ἔτι θερμὸν ἀνελὼν ἐπίχριε τοὺς λειχῆνας. τούτῳ μόνῳ πολλοὺς θεραπευθέντας ἱστορήσαμεν. ἄλλο. μαλάχης ἀγρίας τὸν καρπὸν ἁπαλὸν ὄντα καθαρίσας συλλέγων, κόψας τὸν χυλὸν ἀπόθου καὶ τούτῳ συνεχῶς ἐπίχριε. ἄλλο. ἀνδράχνης χυλὸν κατάχριε συνεχῶς. ἄλλο. ἐλαίας Αἰθιοπικῆς δάκρυον τρίψας μεθ’ ὕδατος καὶ στύρακος ὀλίγον ἐπιβαλὼν καὶ μίξας ἐπιτίθει. ἄλλο. πτελέας δάκρυον. ὕδατι διαλύων ἐπιτίθει. ἐγχρονιζόντων δὲ τῶν λειχήνων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις πρὸς τοὺς ἐγχρονίζοντας. ἀσφοδέλου ῥίζαν ἐν ὄξει ἑψήσας καὶ τρίψας ἐπίχριε. ἄγνου τὰ φύλλα τρίψας ὄξος ἐπιβαλὼν ὀλίγον κατάπλασσε. καππάρεως τὰ φύλλα τρίψας μετ’ ὄξους ἐπιτίθει. λαπάθου ἡμέρου τὸν φλοιὸν τῆς ῥίζης μετ’ ὄξους λεάνας κατάπλασσε προεκνιτρώσας. χαμαιλέοντος ῥίζαν ἐν ὄξει ἑψήσας καὶ τρίψας κατάπλασσε. πρὸς δὲ τὴν τῶν λειχήνων ἐπιμέλειαν, ἐπεὶ τὰ κατὰ μέρος πολλά ἐστι καὶ ποικίλα, ἐν μέρει περὶ ἑκάστου ἐρῶ, ἄρξομαι δὲ ἀπὸ σῶν λεγομένων τροχίσκων.

  78. 5.3.16

    [Τροχίσκος λειχηνικός.] ♃ Κόλλης τεκτονικῆς δραχ. δ΄. ἐν ἄλλῳ δραχμὰς β΄. θείου ἀπύρου δραχ. β΄. χαμαιλέοντος δραχμὰς δ΄. λιβανωτοῦ δραχ. β΄. ὄξους κοτύλης S". ἡ κόλλα ὄξει διαλύεται, εἶτα ἐπιβάλλεται τοῖς ξηροῖς. ἐπὶ δὲ τῆς χρήσεως ὄξει διαλύων, ὅσον ἐξαρκεῖ θερμαίνων ἐπιτίθει. ἐν ἄλλοις ἴσα ἔχει. ἄλλος. ♃ χαμαιλέοντος, θείου ἀπύρου ἀνὰ δραχ. δ΄. ἐλαίας Αἰθιοπικῆς δακρύου δραχμὰς β΄. λιβανωτοῦ δραχμὴν μίαν, ὄξους ὅσον ἐξαρκεῖ. παρ’ ἄλλοις. ♃ ἀλκυονίου δραχ. β΄. χαμαιλέοντος μέλανος δραχμὰς δ΄. πυρέθρου δραχ. β΄. θείου ἀπύρου δραχμὰς δ΄. λιβανωτοῦ δραχ. δ΄. ταυροκόλλης δραχμὰς δ΄. ὄξους δριμυτάτου κοτύλας δ΄. ἄλλος. ♃ ἐλαίας Αἰθιοπικῆς δραχμὰς δ΄. θείου ἀπύρου δραχ. δ΄. ἀλκυονίου δραχ. η΄. ἀφρονίτρου δραχμὰς η΄. ἄλικος ἐν ὄξει ἑψημένου δραχ. η΄. τὸ αὔταρκες ὄξους. ἄλλος. ♃ ἀλκυονίου κεκαυμένου δραχ. β΄. χαμαιλέοντος μέλανος δραχ. δ΄. ἀσφοδέλου ῥίζης δραχ. δ΄. θείου ἀπύρου· δραχ. β΄. λιβανωτοῦ δραχ. β΄. πυρέθρου δραχ. β΄. νίτρου ἀφροῦ δραχ. β΄. ταυροκόλλης δραχ. δ΄. ὄξους τὸ αὔταρκες. ἐπιτεινομένης δὲ τῆς διαθέσεως καὶ τυλώδους γενομένης, χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. ὑγρὰ πρὸς λειχῆνας διαθέσεις. ♃ μίσους ξενικοῦ, λιβάνου; σμύρνης σχιστῆς, ἑκάστου δραχ. η΄. ἀλόης, θείου ἀπύρου ἀνὰ δραχ. δ΄. ἀναλάμβανε γλυκεῖ, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος, καὶ δὶς ἢ τρὶς τῆς ἡμέρας προαποσμήχων ἐπίχριε καὶ ἔξωθεν ἐπιτίθει φυλακῆς χάριν τοῦ φαρμάκου, κύστεως ὑμένα ἢ ὠοῦ τῶν λεπύρων ἢ χλωρῶν φύλλων ὅσον ἐξαρκεῖ. ἄλλο. ♃ μίσυος δραχ. δ΄. ἀκακίας δραχ. β΄ λεπίδος χαλκῆς δραχ. δ΄. θείου ἀπύρου δραχ. στ΄. χαλκίτεως δραχ. η΄. κόμμεως δραχ. η΄. ὄξους ὅσον ἐξαρκεῖ. ὅταν δὲ διαλυθῇ, ἀμόργην ἐπιβαλὼν καὶ ἀνακόψας ἐπιμελῶς ἀνελόμενος χρῶ, ὡς προείρηται. ἄλλο. ♃ θείου ἀπύρου, λιβάνου, σμύρνης, χαλκάνθου, μίσυος ὠμοῦ ἑκάστου δραχ. β΄. κόμμεως δραχ. δ΄. ὄξει διαλύσας καὶ κεδρίνῳ ἐλαίῳ ὅσον ἐξαρκεῖ χρῶ ὁμοίως.

  79. 5.3.17

    [Ἐκ τῶν Ζεύξιδος.] ♃ Χαλκίτεως ὠμῆς, μίσυος ὠμοῦ, σμύρνης Ἀμιναίας, θείου ἀπύρου τὸ ἴσον, κόμμεως τὸ διπλοῦν, ὄξει διαλύσας, ἀναλάμβανε κεδρίνῳ ἐλαίῳ· δεῖ δὲ τὸ κέδρινον πρότερον ἕψειν, ὡς μέλιτος ἔχειν πάχος. ἄλλο Διοδώρον. ♃ δάκρυον Αἰθιοπικῆς ἐλαίας δραχ. η΄. κόμμεως δραχ. μ΄. χαλκάνθου δραχμὰς ιστ΄. θείου ἀπύρου δραχ. ι΄. λιβάνου δραχ. ι΄. ἰοῦ δραχ. ι΄. ἀκακίας δραχ. ι΄. σμύρνης Ἀμιναίας δραχ. ι΄. ὄξους τὸ αὔταρκες, καὶ ὅταν διαλυθῇ καὶ λειότατον γένηται, ἕκαστον αὐτῶν ἀναλάμβανε συνεστραμμένῃ ἀμόργῃ καὶ ἀνελόμενος χρῶ, συναπτέον δὲ τούτοις καὶ ἄλλας σκευασίας.

  80. 5.3.18

    [Περίχριστος ἑφθὴ πρὸς λειχῆνας χρονίους, ὥστε χωρὶς ἑλκώσεως ἀπαλλάττειν.] ♃ Χαλκάνθου, τήλεως ἀληλεσμένης, καρδαμώμου ἀνὰ δραχμὰς β΄. μελανθίου δραχμὴν μίαν S". συκῆς ἡμέρου φύλλων δραχμὴν μίαν S". ὄξους δριμέος τὸ ἱκανὸν, λεῖα ποιήσας μίξον ὥστε μέλιτος ἔχειν τὸ πάχος, εἶτα ἕψε, καὶ ὅταν μέλαν γένηται καὶ συνεστραμμένον, αἴρων ἐπίχριε προαπονίπτων αὐτούς.

  81. 5.3.19

    [Ἡρακλείδου Ταραντίνου λειχηνικὴ, ὥστε χωρὶς ἑλκώσεως ἀπαλλάττειν.] ♃ Ἀλφίτων δραχμὰς η΄. ταυροκόλλης δραχμὰς στ΄. χαλκάνθου δραχμὰς δ΄. χαλκίτεως δραχμὰς δ΄. θείου ἀπύρου δραχμὰς δ΄. ἀφρονίτρου δραχμὰς στ΄. ἀλκυονίου δραχμὰς δ΄. σμύρνης Ἀμιναίας δραχ. β΄. ὄξους κοτύλας γ΄. Διονυσίου συμμαθητοῦ, ὥστε δίχα ἑλκώσεως ἀπαλλάττειν. ♃ ἀλεύρου κριθίνου ξεστ. α΄. χαλκάνθου γο α΄. λαπάθου ἀγρίου τῶν ῥιζῶν τῶν φλοιῶν δραχμὴν μίαν. θείου ἀπύρου δραχ.α΄. σμύρνης γο α S". κόμμεως γο α΄. ὄξους κοτύλας στ΄. ἕψε λαπάθου ῥίζαν. ὅταν δὲ διαλυθῇ, ἐξελὼν τρῖβε, τὸ δὲ κρίθινον λαβὼν εἰς τὸ λειπόμενον ὑγρὸν ἕψε, καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλε τὰ λοιπὰ καὶ ἀνελόμενος χρῶ.

  82. 5.3.20

    [Σωκρατίωνος ἑφθή.] ♃ Ἄλικος ἀληλεσμένου ξεστ. στ΄. θείου ἀπύρου δραχ. ιστ΄. μίσυος ξενικοῦ δραχμὰς ιστ΄. χαλκίτεως δραχ. ιστ΄. κιμωλίας δραχμὰς ιστ΄. ἀφρονίτρου δραχ. η΄. ἀλκυονίου δραχμὰς η΄. σχιστῆς δραχμὰς η΄. ἀσφοδέλου ῥίζης δραχ. η΄. σμύρνης δραχμὰς η΄. λιβάνου δραχμὰς η΄. ἐλαίας δακρύου δραχ. η΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς η΄. ὄξους κοτύλας γ΄. ἕψε ἀλκυόνιον ἀσφόδελον ὄξος, ὅταν δὲ εἰς ἥμισυ καταντλήσῃ, διύλιζε. ἐκ δὲ τοῦ διυλίσματος ἀνάλυε ἀμμωνιακὸν καὶ σμύρναν, λίβανον, ἐλαίας δάκρυον, εἶτα τρίβεται, εἶτα ἐπιβάλλεται τούτοις τὰ ξηρά. τὸν δὲ ἅλικα ἕψε ἐν τῷ ὑπολειφθέντι ὑγρῷ, καὶ ὅταν διαλυθῇ, ἐπίβαλλε τοῖς λοιποῖς καὶ τρῖβε ὁμοῦ καὶ χρῶ. ἐν ἄλλαις συναγωγαῖς ἔχει οὕτω. ♃ θείου ἀπύρου, μίσυος ξενικοῦ, χαλκίτιδος, ἑκάστου δραχ. ιστ΄. νίτρου σχιστοῦ, ἀλκυονίου, ἀσφοδέλου ῥίζης, λιβανωτοῦ, ἐλαίας δακρύου, κιμωλίας γῆς, ἀμμωνιακοῦ θυμιάματος, ἑκάστου ἀνὰ δραχ. η΄. ὄξους κοτ. α΄. ἄλλη σφόδρα ἐνεργής. ♃ ὄξους δριμυτάτου ξεστ. στ΄. ἀλεύρου κριθίνου ξεστ. β΄. μάννης ξεστ. α΄. λαπάθου ἀγρίου ῥίζης δραχμὰς η΄. ἐλλεβόρου λευκοῦ δραχ. ι΄. ἀλκυονίου δραχμὰς ιε΄. καρδαμώμου δραχ. α΄. κιμωλίας γῆς δραχ. η΄. ταυροκόλλης δραχμὰς ιστ΄. ἀφρονίτρου δραχ. ιστ΄. ἁλικακάβου δέσμιον χειροπληθὲς τῶν ἀκρεμόνων χλωρῶν συντίθει. ἐπεὶ δὲ οἱ πολλοὶ τὰς μὲν τῶν ἐπιχριομένων φαρμάκων δυνάμεις παραιτοῦνται, αἱροῦνται δὲ μᾶλλον τὰς τῶν ἐμπλάστρων ἐπιθέσεις, αἵτινες οὔθ’ ἱδρώτων ἐπιγενομένων περιῤῥέουσιν οὔτε ξηραινόμεναι περιτείνουσι τὸν χρῶτα, συναπτέον ἂν εἴη καὶ τὰς τοιαύτας σκευασίας.

  83. 5.3.21

    [Ἔμπλαστρα λειχηνικὰ, ὥστε χωρὶς ἑλκώσεως ἀπαλλάττειν.] ♃ Κηροῦ, πίσσης ἑφθῆς, λιβανωτοῦ, τερμινθίνης, θείου ἀπύρου, ἑκάστου ἀνὰ λίτραν S". τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο. ♃ λιβάνου δραχ. η΄. στυπτηρίας δραχ. η΄. χαλκάνθου δραχ. η΄. θείου ἀπύρου δραχμὰς δ΄. ταυροκόλλης δραχ. δ΄. χαμαιλέοντος ῥίζης δραχμὰς δ΄. κηροῦ δραχ. η΄. πίσσης ὠμῆς κοτύλας β΄. ἕψε πίσσαν, ταυροκόλλαν, καὶ ὅταν συστραφῇ, ἐπίβαλλε κηρὸν, καὶ κατέρα κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ.

  84. 5.3.22

    [Ἄλλο ποιεῖ πρὸς τοὺς ἐπαιρομένους λειχῆνας, ὥστε καταστέλλειν τὰ δοκοῦντα ὑπολείπεσθαι.] ♃ Μάννης λιβάνου, πίσσης ἀνὰ δραχ. η΄. ἀσφάλτου δραχ. η΄. κηροῦ δραχμὰς η΄. πιτυΐνης δραχ. η΄. θείου ἀπύρου δραχμὰς η΄. ἐλαίου Κυπρίνου ὀλίγον, ἕψε, ὡς προείρηται, καὶ ἀνελόμενος χρῶ καὶ ἔμπλασσε εἰς ὀθόνιον ἢ δέρμα λεπτόν.

  85. 5.3.23

    [Ἄλλο χωρὶς ἑλκώσεως ἀπαλλάττει.] ♃ Πίσσης βρυτίας ὑγρᾶς ξεστ. α΄. μάννης λίτραν α΄. θείου ἀπύρου λίτραν α΄. θερμίνου ἀλεύρου λίτραν α΄. συντίθει κατὰ τρόπον, εἶτα ἐπίβαλλε χαλβάνης· γο β΄. ἔστι δὲ τῶν ἄγαν σπουδαίων. ἐν ἄλλαις γραφαῖς οὐκ ἔχει τὸ ἄλευρον, οὐδὲ τὴν χαλβάνην.

  86. 5.3.24

    [Φιλώτου λειχηνικὸν ἐπιτετευγμένον χωρὶς ἑλκώσεως ἀπαλλάττει. ἐδόθη ὑπὸ Φιλώτου τοῦ ἑταίρου, διὰ στίχων ἀναγέγραπται.] ♃ Χαλκίτεως ὀπτῆς, χρυσοκόλλης, μίσυος ὀπτοῦ, λεπίδος χαλκοῦ, διφρυγοῦς, ἁλὸς ἀμμωνιακοῦ, γῆς Ἐρετριάδος, ἑκάστου ἀνὰ δραχ. δ΄. θείου ἀπύρου δραχ. ιβ΄. χαλκάνθου, λίθου Ἀσίου τὸ ἄνθος, χαλκοῦ κεκαυμένου ἀνὰ δραχ. στ΄. σώρεος δραχ. ε΄. στυπτηρίας ὑγρᾶς δραχ. δ΄. ἅπαντα ταῦτα λεάνας, εἶτα ἐπιβάλλων κοτύλας ιβ΄. ὄξους, τρῖβε ἐπιμελῶς ἐν ἡλίῳ, ἐν ταῖς ὑπὸ κύνα ἡμέραις ε΄. ἕως ἂν ξηρανθῇ τὸ φάρμακον. σκευαζέσθω δὲ ἐν ἄλλῃ θυείᾳ λιβανωτοῦ γο α΄. σμύρνης γο β΄. ἀλόης γο α΄. λαδάνου γο γ΄. ὀποπάνακος γο γ΄. ὄξει διαλυθέντα, ὡς γλοιοῦ ἔχειν πάχος, καὶ ὅταν εὖ ἔχῃ, ἐπίβαλε τοῖς ἐν ἡλίῳ λεανθεῖσι καὶ πάλιν τρῖβε, καὶ τούτοις ἐπίβαλε κεκομμένης καὶ σεσησμένης λεπτοτάτῳ κοσκίνῳ ἀριστολοχίας στρογγύλης καὶ μακρᾶς ἀνὰ δραχ. α΄. ὅταν δὲ ἤδη ἐμπλαστρώδη τὰ τριβόμενα γένηται, ἐπίβαλε τὰ τηκτὰ, τήξας πρότερον καὶ ψύξας. ἔστι δὲ ταῦτα. ♃ κηροῦ δραχ. ρι΄. τερμινθίνης δραχ. κ΄. χαλβάνης δραχ. θ΄. ἐλαίου κοτύλην α΄. καὶ μαλάξας ἐπιμελῶς ἀνελόμενος χρῶ. κείμενον δὲ τὸ φάρμακον διπρόσωπον γίνεται. τῆς δὲ διαθέσεως ἐμμόνου γενομένης καὶ πρὸς τὴν τῶν φαρμάκων ἐπίθεσιν ἀντιβαινούσης χρηστέον τοῖς λεγομένοις ἐκδορίοις, καὶ γὰρ ἀφιστᾶσι τὴν ἐπιφάνειαν ἐκ προχείρου.

  87. 5.3.25

    [Περὶ ἐκδορίων.] Ἐκδόριον λειχήνων. ταύτῃ Πάμφιλος χρησάμενος ἐπὶ Ῥώμης πλεῖστον ἐπορίσατο ἐπικρατούσης ἐν τῇ πόλει τῆς μεντάγρας λεγομένης. ♃ λεπίδος χαλκῆς δραχ. στ΄. ἀρσενικοῦ δραχ. δ΄. σανδαράχης δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. α΄ S". ἐλλεβόρου λευκοῦ δραχ. α΄ S". κανθαρίδων κοιλιδίων δραχ. α΄ S". ἕκαστον τρῖβε κατ’ ἰδίαν, εἶθ’ ὁμοῦ μίξας ἀναλάμβανε κεδρίᾳ, καὶ γλοιοῦ ποιήσας τὸ πάχος κατάθου εἰς πυξίδα Κυπρίου χαλκοῦ. ἐπὶ δὲ τῆς χρήσεως νίτρῳ καὶ ὄξει βραχεῖ ἀποσμήχων τὰς λειχῆνας ἐπίχριε, σπαθομήλῃ χρώμενος καὶ παρατρίβων, ἔπειτα ἀποσμήξας ἀπόξυε καὶ πάλιν ἐπιτίθει τὸ φάρμακον. ἔπειτα δὶς καὶ τρὶς τοῦτο ποιήσας. ὥστε κούφως ἀποξύειν, πάλιν ἐπιτιθέναι πειρῶ σκεπάζων τοὺς ἐπιχρισθέντας τόπους ὑμένι κύστεως βοείας ἢ ἑτέρου τινὸς ζώου, καὶ γὰρ τὸ φάρμακον ἀδιάῤῥευστον φυλάττει καὶ κοῦφόν ἐστι. μετὰ δὲ τὴν τοῦ ὑμένος ἀφαίρεσιν ἐπιθέσει ταινιδίου κούφως ἐπιδήσας ἔα. καλὸν μὲν διανυκτερεύειν· εἰ δὲ μή γε, μέχρις ὡρῶν τινων, ἕως φλυκταίνας γενέσθαι ἰχῶρας περιεχούσας παχεῖς καὶ κολλώδεις, εἶτα λούεσθαι παραινοῦμεν καὶ παρατείνειν ἐν τῷ βαλανείῳ. καὶ γὰρ τοῦτο συνεργεῖ τῇ τοιαύτῃ θεραπείᾳ, ἔστω δὲ θερμὸν τὸ βαλανεῖον. εἰ δέ τι κωλύει βαλανείῳ χρῆσθαι, ἀποπυριατέον θερμῷ ὕδατι πολλῷ, εἶτα περιμάττειν χρὴ καὶ καταπλάττειν ἄρτῳ φυραθέντι ὑδρομέλιτι. ῥυπαρῶν δὲ γενομένων τῆς χλωρᾶς ἐπιτίθει σπλήνιον, προσλαβὼν ὀλίγον τοῦ ἐκδορίου. ἰχώρων δὲ ἐκκρινομένων καὶ μηδεμιᾶς ἐπικειμένης ἐφελκίδος, ἐπιτίθει λευκὸν σπλήνιον, καὶ ταύτῃ χρῶ τῇ θεραπείᾳ μέχρι παντελοῦς ἀπουλώσεως, ἀποπυριῶν τε καθ’ ἑκάστην ἡμέραν καὶ νεαρῷ χρώμενος σπληνίῳ. μετὰ δὲ τὴν παντελῆ ἀπούλωσιν ὑπολειπομένης τινὸς ὑποψίας, χρηστέον ταῖς αὐταῖς ἀγωγαῖς. πρὸ δὲ τῆς τῶν ἐκδορίων ἐπιθέσεως περιλαμβάνειν δεῖ τὰ ἔξωθεν τοῦ λειχῆνος φαρμάκου ἀφλεγμάντου σπληνίῳ, προσχαριζόμενον τῇ ἐξωτάτῳ γραμμῇ τοῦ λειχῆνος μικρόν τι τῶν ἀπαθῶν σωμάτων. αὕτη κοινὴ ἐπιμέλεια τῆς μεντάγρας.

  88. 5.3.26

    [Ἀξιορίου.] ♃ Λεπίδος χαλκοῦ δραχ. στ΄. χαλκάνθου δραχ. δ΄. κανθαρίδων δραχ. α΄ S". ἐλλεβόρου λευκοῦ δραχ. α΄ S". σανδαράχης δραχ. α΄. κεδρίᾳ ἀναλάμβανε.

  89. 5.3.27

    [Ἄλλο Ἀπίου Φάσκου πρὸς τὰς μεντάγρας, ὥστε χωρὶς οὐλῆς ἀποθεραπεύειν. ποιεῖ δὲ καὶ πρὸς ἀλωπεκίας χρονίας.] Ἐπίχριε δὲ τὰς μὲν ἀλωπεκίας ἐν ἡλίῳ ἢ παρὰ πυρί. φλυκταίνης δὲ γενομένης βελόνῃ χρὴ διακεντεῖν, ὑγροῦ δὲ ἐκκριθέντος κηρωταῖς ἀποθεραπεύειν. μετὰ δὲ τὴν ἀπούλωσιν ἐκφύουσιν αἱ τρίχες. καὶ ταῦτά μὲν ἐπὶ τῶν ἀλωπεκίων. ἐπὶ δὲ τῶν λειχήνων χρηστέον καθὰ προείρηται, τὸ δὲ φάρμακον ἔχει οὕτως. ♃ σανδαράχης. δραχ. β΄. ἀρσενικοῦ δραχ. β΄. λεπίδος χαλκοῦ δραχ. β΄. ἐλλεβόρου μέλανος δραχ. α΄. ἐλατηρίου δραχ. α΄. κανθαρίδος τῆς κοιλίας δραχ. α΄. ἀναλάμβανε κεδρίᾳ. ἄλλο. ♃ κανθαρίδων δραχ. α΄ S". ἐλλεβόρου λευκοῦ δραχ. α΄ S". ἀρσενικοῦ δραχ. β΄. λεπίδος χαλκοῦ τὸ ἴσον, χαλκάνθου δραχ. α΄. σκαμμωνίας δραχ. β΄. ἀναλάμβανε κεδρίᾳ. ἄλλο. ♃ ἀρσενικοῦ κεκαυμένου δραχ. β΄. λεπίδος Κυπρίας δραχ. στ΄. χρυσοκόλλης δραχ. α΄. χαλκάνθου δραχ. α΄. ἐλλεβόρου μέλανος δραχ. α΄. σχιστῆς δραχ. α΄. θαψίας χυλοῦ δραχ. α΄. σκαμμωνίας δραχ. α΄. κανθαρίδων δραχ. α΄. κεδρίας τὸ αὔταρκες.

  90. 5.3.28

    [Ἔμπλαστρα χλωρὰ λειχηνικά.] Μετὰ δὲ τὴν ἐκδορίων χρῆσιν ἔμπλαστρα χλωρὰ καὶ λευκὰ ἐπιτιθέναι δεῖ. εὔλογον δ’ ἂν εἴη καὶ τὰς τούτων σκευασίας ἀναγράφειν.

  91. 5.3.29

    [Χλωρὸν ᾧ ἐχρήσατο Πάμφιλος ἐπὶ τῆς μεντάγρας λεγομένης μετὰ τὴν ῥῆξιν τῆς φλυκταίνης.] ♃ Κηροῦ λίτραν α΄. ἰοῦ ξυστοῦ γο στ΄. φρυκτοῦ λίτρας β΄. ἐλαίου κυάθους δ΄. ὄξους δριμυτάτου ὅσον ἐξαρκεῖ, τὸν ἰὸν χρὴ μετ’ ὄξους τρίβειν ἐν ἡλίῳ. τὰ δὲ τηκτὰ τήκεται καὶ ψύχεται, ἔπειτα ἀναξύεται καὶ τοῖς ὑγροῖς ἐπιβάλλεται.

  92. 5.3.30

    [Δημοσθένους χλωρόν.] ♃ Κηροῦ λίτρας β΄. φρυκτοῦ λίτραν α΄. ἰοῦ ξυστοῦ γο δ΄. ἐλαίου, θέρους κυάθους δ΄. χειμῶνος κυάθους στ΄. ὄξους ὅσον ἐξαρκεῖ.

  93. 5.3.31

    [Ἡροφίλου χλωρόν.] ♃ Ἰοῦ δραχ. β΄. μάννης δραχ. δ΄. στέατος μοσχείου δραχ. ιβ΄. χαλβάνης δραχ. γ΄. κηροῦ δραχ. π΄. ῥητίνης δραχ. κ΄. ὄξους τὸ ἀρκοῦν.

  94. 5.3.32

    [Τρύφωνος ἀρχαίου ἡ εὔχρους λεγομένη.] ♃ Χαλκοῦ κεκαυμένου γο δ΄. στυπτηρίας στρογγύλης γο β΄. ἰοῦ ξυστοῦ γο β΄. ἁλὸς ἀμμωνιακοῦ γο β΄. μάννης γο β΄. κηροῦ λίτρας β΄. φρυκτῆς λίτρας β΄. ἐλαίου γο ι΄. ὄξους τὸ ἀρκοῦν.

  95. 5.3.33

    [Ἀντωνίνου, ταύτην Τιμοκράτης μετὰ τὴν ἐκδορὰν τῶν λειχήνων ἐπιτίθησιν.] ♃ Κηροῦ δραχ. ρ΄. κολοφωνίας δραχ. σ΄. λεπίδος Κυπρίας δραχ. ιβ΄. στυπτηρίας στρογγύλης δραχ. ιβ΄. ἰοῦ δραχ. ιβ΄. μάννης δραχ. ιβ΄. χαλβάνης δραχ. ιβ΄. ἐλαίου κοτύλην μίαν, ὄξους τὸ ἀρκοῦν. συναπτέον δὲ τούτοις καὶ τὰς τῶν λευκῶν σκευασίας, καὶ γὰρ ταύταις χρηστέον ἐστὶ μετὰ τὰς χλωρὰς, καθαρῶν γενομένων τῶν περὶ τὴν ἐκδοράν. καὶ γὰρ φροντιστέον, ὥστε χωρὶς τύλου ἀπουλοῦσθαι, καὶ διὰ τοῦτο χρηστέον τοῖς τοιούτοις φαρμάκοις, ἅτινα πολλὴν εὐάφειαν πιφέρει.

  96. 5.3.34

    [Λευκὴ ὑδατίνη λεγομένη. ταύτῃ Μάγνος ὁ περιοδευτὴς ἐχρήσατο μετὰ τὴν τῶν λειχήνων ἐκδοράν.] ♃ Λιθαργύρου λίτραν α΄. κηροῦ Τυῤῥηνικοῦ λίτραν α΄. ἐλαίου ξεστ. α΄. ψιμυθίου λίτραν μίαν, ὕδατος ξεστ. α΄. τρῖβε λιθάργυρον, ψιμύθιον καὶ τὸ ὕδωρ, καὶ ὅταν λειότερα γένηται, ἐπίβαλλε κατὰ μικρὸν τὸ ἔλαιον καὶ τρῖβε συνεχῶς, καὶ ὅταν ἑνωθῇ, μετέρα εἰς ἀγγεῖον κεραμοῦν καὶ ἐπιτίθει ἐπὶ τὸ πῦρ συνεχῶς κινῶν. ὅταν δὲ τὸ ὕδωρ ἀναποθῇ, ἐπίβαλλε τὸν κηρὸν καταπλάσας, καὶ ὅταν διαλυθῇ, εἰς θυείαν μετεράσας καὶ μαλάξας ἀνελόμενος χρῶ.

  97. 5.3.35

    [Ἡ τῶν παγκρατιαστῶν λεγομένη τρυφερὰ, ποιεῖ καὶ πρὸς πυρίκαυστα, ὥστε χωρὶς οὐλῆς ἀπαλλάττειν.] ♃ Λιθαργύρου δραχ. κε΄. ψιμυθίου δραχ. κε΄. μολυβδαίνης δραχ. κε΄. κηροῦ δραχ. ιστ΄. τερμινθίνης δραχ. ιστ΄. ἐλαίου κοτ. α΄. ὕδατος τὸ ἴσον, συντίθει καθὰ προείρηται.

  98. 5.3.36

    [Μέγητος χειρουργοῦ.] ♃ Ψιμυθίου λίτρας β΄. κηροῦ λίτραν α΄. τερμινθίνης γο α΄. λιθαργύρου λίτραν α΄. ἐλαίου λίτρας γ΄. ὕδατος ξεστ. β΄. συντίθει.

  99. 5.3.37

    [Διοφάντου πρὸς πυρίκαυστα καὶ παρατρίμματα. ἔστι δὲ καὶ τοῦ προσώπου φυλακτικὴ ἀνιεμένη ῥοδίνῳ.] ♃ Λιθαργύρου πεφωγμένου δραχ. β΄. μυελοῦ ἐλαφείου δραχ. ιστ΄. ψιμυθίου πεφωγμένου δραχ. ιβ΄. κηροῦ δραχ. η΄. τερμινθίνης δραχ. η΄. λιβανωτοῦ δραχ. η΄. ἐλαίου κοτ. δ΄. συντίθει κατὰ τρόπον.

  100. 5.3.38

    [Μάννη, φάρμακον ἐπιτετευγμένον.] ♃ Λιθαργύρου δραχ. ρ΄. ψιμυθίου δραχ. ρ΄. κηροῦ δραχ. ν΄. τερμινθίνης δραχ. κε΄. μάννης δραχ. ιστ΄. σχιστῆς δραχ. μ΄. ἐλαίου κοτ. β΄. S". συντίθει καὶ ἀνελόμενος χρῶ. ἐπιτριβομένων δὲ τῶν λειχήνων ὑφ’ ἧς δηποτοῦν φαρμακείας, μάλιστα δὲ ἐπὶ τῶν ἐκδορῶν χρηστέον τοῖς ὑπογεγραμμένοις.

← Previous · Next → — showing 201300 of 941

First Thousand Years of Greek. CTS URN tlg0057.tlg076.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.