Ancient Textssearch the texts themselves, not just their titles

← Library

De compositione medicamentorum secundum locos

First Thousand Years of Greek · First Thousand Years of Greek · 941 sections

  1. 3.1.14

    [Τὰ ὑπ’ Ἀρχιγένους γεγραμμένα φάρμακα τῶν προγεγραμμένων ἐφεξῆς.] Ὅσα μὲν πρὸς τὰς ὠταλγίας ἔγραψεν ὁ Ἀρχιγένης φάρμακα, πρόσθεν εἴρηται. νυνὶ δὲ προσθήσω καὶ τὰ πρὸς τὰς ἄλλας διαθέσεις ὑπ’ αὐτοῦ γεγραμμένα. ἐπὶ δὲ τῶν ὑγραινομένων πολυγόνου χυλὸν μετὰ ἴσου ῥόδων χυλοῦ ἐγχυμάτιζε. ἢ κρόκον καὶ σμύρναν μετὰ γλυκέος καὶ ῥοδίνου χλιάνας ἔγχει. ἐπὶ δὲ τῶν πυοῤῥοούντων ποιεῖ μὲν καὶ πολύγονον σὺν ῥοδίνῳ ἐγχεόμενον, συμφωνεῖ δὲ ἄκρως οἶνος ἐνσταζόμενος, ἐναφεψημένων αὐτῷ κονύζης τῆς λεπτοφύλλου φύλλων. ἔνιοι δὲ καὶ λίβανον προσμίσγουσι τῷ οἴνῳ. ἢ λύκιον ῥοδίνῳ διεὶς ἔνσταζε. ἢ πρασίου ἀγρίου σπέρμα σὺν ὄξει καὶ ῥοδίνῳ ὁμοίως. ἢ κυμίνου καὶ κρόκου ἴσον σὺν οἴνῳ αὐστηρῷ· ἢ κρόκου καὶ σμύρνης ἀνὰ δραχ. β΄. κάρυα λεπτὰ λελεπισμένα λεάνας μῖξον μετὰ μέλιτος κοτ. (S''). καὶ πράσον χυλοῦ κοτ. S". λεάνας τὰ ξηρὰ εὖ μάλα καὶ διεὶς τοῖς ὑγροῖς συλλεαίνων ἔνσταζε.

  2. 3.1.15

    [Περὶ ἡλκωμένων ὤτων.] Ἐπὶ δὲ τῶν ἡλκωμένων ὤτων καὶ αἱμασσομένων καὶ ἀλγούντων χαλβάνην καὶ ὄπιον μετὰ γλυκέος καὶ ῥοδίνου μέλιτος πάχος ἔνσταζε. ἢ ἀντὶ τῆς χαλβάνης ὀπὸν πευκεδάνου μίσγε, καὶ μᾶλλον ποιεῖ. ἢ σπόδιον ὀπτηθὲν λεῖον μετὰ ῥοδίνου ἔγχει. ἢ λύκιον μετὰ γυναικείου γάλακτος μεγάλως ἐνεργεῖ. καὶ τὸ μέλι καθ’ ἑαυτὸ χλιαρὸν ἐγχεόμενον, μάλιστα δὲ ἐφ’ ὧν καὶ δυσωδίαι εἰσίν. ἔνιοι δὲ τοὺς ἐπὶ ταῖς ὑδρίαις ὄνους μετά τινος μύρου ἐνστάζουσι, καὶ ἄκρως ὠφελεῖ. ἢ τὰς κατοικιδίους σίλφας, μετὰ ῥοδίνου ἔνσταζε. καλῶς ποιεῖ πρὸς πᾶσαν ὠτὸς διάθεσιν ἀλώπεκος στέαρ τεταριχευμένον, τηκόμενον καὶ ἐνσταζόμενον. ἢ σπονδυλίου τὸ ἐντὸς σὺν μέλιτι καὶ ῥοδίνῳ ἔγχει, ἢ κλύσας καὶ διαψήσας τὸ οὖς, πράσου ἢ πρασίου χυλὸν μετὰ μέλιτος ἔγχει. ἢ κονίαν τὴν τῶν πηλοποιῶν μετὰ μέλιτος ἀνεζεσμένην, ἢ λίβανον μετὰ ὄξους ἐν ῥοιᾶς κελύφει ζέσας ἔγχει. ἢ κρόκον καὶ σχιστὴν μετ’ οἰνομέλιτος ὁμοίως ἐν τῷ κελύφει. ζέσας ἔγχει. ἢ κηκίδα λείαν ὀθονίῳ ἐνδήσας ἕψε ἐν οἴνῳ καὶ ἐκ τούτου ἔνσταζε, εὐθέως ἀπόνους ποιεῖ.

  3. 3.1.16

    [Περὶ σκωλήκων ἐν ὠσίν.] Ἐφ’ ὧν δὲ σκώληκές εἰσιν, ἐλλέβορον λευκὸν μετὰ μέλιτος κάθιε ἢ ξηρὸν ἐμφύσα ἢ χυλὸν βάτου ἔγχει. εἰ δὲ λελεπισμένον τὸ τοῦ ὠτὸς ὀστέον τύχῃ, διελὼν ὄπισθεν τοῦ ὠτὸς ξύσον, ἔπειτα καύσας ἀπούλου ἀλύπως.

  4. 3.1.17

    [Περὶ τῶν ἐν τοῖς ὠσὶν ἤχων.] Ἔνιοι μὲν αὐτῶν φυσώδους πνεύματός εἰσιν ἔκγονοι, τινὲς δὲ διὰ τὴν ἀκρίβειαν τῆς ἀκουστικῆς αἰσθήσεως γίνονται, καθάπερ ἐν ὀφθαλμοῖς τὰ τῶν ὑποχεομένων φαντάσματα διὰ τὰς ἀπὸ τοῦ τῆς γαστρὸς στόματος ἀναθυμιάσεις, ἀκριβὲς δὲ οὐδετέρας τῶν διαθέσεων γνώρισμα δυνατὸν ἐν ἀρχῇ σχεῖν, οὐ μὴν οὐδὲ ἀτέχνως προσήκει ἄρχεσθαι τῆς τε διαγνώσεως αὐτῶν καὶ τῆς ἰάσεως. εἴρηται γὰρ καὶ δέδεικται πολλάκις οὐχ ἕν τι γένος ὂν ἐλπίδος στοχαστικῆς. εἶναι γὰρ τεχνικὸν στοχασμόν τινα ἐκ τῶν προκαταρκτικῶν ὀνομαζομένων αἰτίων, ὅταν ἐπίστηταί τις αὐτῶν τὰς δυνάμεις, ἄλλης μὲν ἐπὶ ψύξει διαθέσεως γινομένης, ἄλλης δὲ ἐπ’ ἐγκαύσει, καθάπερ γε καὶ πληγῆς προηγησαμένης ἢ νόσου τοίας ἢ τοίας, ὥσπερ γε καὶ ἀπεψίας ἢ οἰνοποσίας δαψιλοῦς ἢ ἐμέτων βιαίων τε καὶ πολλῶν. ἔσθ’ ὅτε καὶ ἐπὶ φαρμάκων ὠτικῶν χρήσει γίνονταί τινες ἦχοι. καὶ τὸ κατὰ βραχὺ δὲ συστῆναι τὸν ἦχον ἢ ἀθρόως γενέσθαι συντελεῖται πρὸς τὴν τῆς διαθέσεως εὕρεσιν. ἔτι τε τὸ διαλείμματα ποιεῖν ἢ παραμένειν τὸ σύμπτωμα διηνεκῶς. ἀκριβὴς δὲ διάγνωσις ἐν τῷ χρόνῳ γίγνεται μετὰ τὴν τῶν τεχνικῶς στοχασθέντων χρῆσιν φαρμάκων. εἰ μὲν οὖν ἐπὶ πυρετοῖς ἦχοι γίνονται, μὴ παρενοχλεῖν, παύονται γὰρ παραυτίκα ὡς ἐπὶ τὸ πολύ. ἐὰν δὲ ὑπονοήσας τις ἐπὶ πνεύματι φυσώδει διέξοδον οὐκ ἔχοντι γίνεσθαι τοὺς ἤχους τὰ τέμνοντα καὶ λεπτύνοντα καὶ διαφοροῦντα φάρμακα προσφέρων ἀνύῃ μηθὲν, ἅμα τῷ δηλονότι καὶ ἀποφλεγματισμοῖς χρῆσθαι καὶ τῇ τῆς ὅλης κεφαλῆς προνοίᾳ,  πολλὴν ἕξει ῥοπὴν εἰς ὑπόνοιαν εὐαισθησίας ἀκριβοῦς, καὶ μάλιστα ἐὰν ὀξυήκους ὁ πάσχων φαίνηται. τοιούτῳ γοῦν τινι περιπεσὼν ἐγὼ, κεχρημένῳ φαρμάκοις οἷς εἶπον, οὐδὲν δὲ ὠφελουμένῳ, προσέμιξά τι τῶν ναρκούντων τὴν αἴσθησιν, ὁποῖόν ἐστιν ὅ τε τοῦ μανδραγόρου χυλὸς καὶ ὁ τοῦ μήκωνος ὀπός· ὅπερ ἀπήλλαξε τοῦ συμπτώματος αὐτόν. αἱ δὴ οὖν ὑπὸ τῶν ἔμπροσθεν ἰατρῶν ὠτικαὶ δυνάμεις, πρὸς τὰ τοιαῦτα συμπτώματα γεγραμμέναι, διαφορητικῶν καὶ τμητικῶν φαρμάκων εἰσίν. ἔμπροσθεν μὲν οὖν ἐν τῷ καταλόγῳ τῶν ὠτικῶν δυνάμεων, ἃς ἔγραψεν Ἀνδρόμαχος, ἦσαν ὑπ’ αὐτοῦ τινες λεγόμεναι πρὸς ἤχους ἁρμόττειν ἐκ τῆς τοιαύτης ὕλης συγκείμεναι. νυνὶ δὲ προσθήσω τὰς ὑπ’ Ἀρχιγένους γεγραμμένας.

  5. 3.1.18

    [Αἱ ὑπ’ Ἀρχιγένους γεγραμμέναι δυνάμεις πρὸς ἤχους.] Ἐπὶ δὲ τῶν ἐξαίφνης ἤχων ὄξος μετὰ ῥοδίνου ἔγχεε, ἢ κύμινον καὶ ἔλαιον, μέλιτος πάχος ποιῶν, ἢ σικύου ἀγρίου ῥίζης χυλὸν, ἢ αὐτὴν ἕψε τὴν ῥίζαν τῷ ἐλαίῳ. εἰ δὲ ἐπιμένοι πλείονα χρόνον, πᾶσι τοῖς πικροῖς καὶ δριμέσι καὶ λεπτυντικοῖς καὶ διαφορητικοῖς, τοῖς ἀναγραφεῖσιν ἐπὶ τῶν διὰ πάχος χυμῶν ὀδυνωμένων, ἕκαστον ἕψων σὺν ὄξει καὶ μέλιτι, προσπλέκων ἢ κατακλίνας τὸν πάσχοντα καὶ νίτρον ὠμὸν λεῖον ἐμπάσας εἰς τὸ οὖς, ὄξος δριμὺ χλιαρὸν ἔγχει. εἶτα ἐπειδὰν παύσηται ζέον, ἐρίῳ ἑψήσας καρύων πικρῶν χυλὸν ἔγχει καὶ ἀπόφραττε ἐρίῳ. ἢ νίτρον καὶ σμύρναν εὖ ἑνώσας μετὰ ῥοδίνου καὶ ὄξους καὶ μέλανος γραφικοῦ παχέος ἔνσταζε. ἢ πτερῷ βάπτων δὶς τῆς ἡμέρας ἐπιτίθει, ἢ καστορίῳ καὶ ναρδίνῳ ἴσοις μετ’ ὄξους καὶ ῥοδίνου χρῶ, ἢ ὄξει καὶ νίτρῳ καὶ μέλιτι κλύζε. ἐφ’ ὧν δὲ διὰ πολλὴν αἴσθησιν ἐγγίνεται ἦχος, καστόριον καὶ κωνείου σπέρμα λειώσας σὺν ὄξει ἐπίσταζε. ἐπὶ δὲ τῶν ἐκ νόσου ἤχων ἀψινθίου ἀφεψήματος πυριάσας, τὸ ὄξος καὶ τὸ ῥόδινον ἔγχει, ἢ ῥαφάνου χυλὸν μετὰ ῥοδίνου, ἢ ἀλόην καλλίστην μετ’ οἰνομέλιτος ἀνεθεῖσαν. εἰ δ’ ἐπιμένοι, ἐλλέβορον μέλανα ἑψήσας μετ’ ὄξους χρῶ. τοιαῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψε πρὸς τοὺς ἐν τοῖς ὠσὶν ἤχους, ὁ δ’ Ἀπολλώνιος ἐν τῷ πρώτῳ τῶν εὐπορίστων τὰ ὑπογεγραμμένα.

  6. 3.1.19

    [Τὰ ὑπ’ Ἀπολλωνίου πρὸς ἤχους καὶ βόμβους καὶ συριγμοὺς καὶ ἐμπνευματώσεις.] Ὄξος δριμὺ χλιαίνων ἔνσταζε. ἔλαιον καὶ ὄξος χλιαίνων ἔνσταζε. μέλι Ἀττικὸν θερμὸν ἔνσταζε. δάφνινον ἔλαιον ὡσαύτως. πράσου χυλὸν μετὰ γάλακτος γυναικείου ἢ ῥοδίνου ἐγχυμάτιζε. σικύου ἀγρίου τὸν καρπὸν χυλίσας ἢ φύλλα δι’ ὀθονίου ἔνσταζε. κολοκύνθης ἀγρίας ἐντεριώνην ἐλαίῳ διεὶς ἔγχει, κύμινον λεῖον καὶ μυελὸν μόσχειον ἔνσταζε. σικύου ἀγρίου ἐντεριώνην ἐλαίῳ διεὶς ἔγχει, βάλανον μυρεψικὴν τρίψας καὶ στέαρ χήνειον καὶ ῥητίνην, ἴσα μίξας ἔνσταζε. λινόσπερμα τρίψας καὶ διεὶς μύρῳ Ἀραβικῷ ἔνσταζε. μίσυ λεάνας καὶ διεὶς μύρῳ ῥοδίνῳ χρῶ. πήγανον καὶ κύμινον ἴσα τρίψας καὶ διεὶς καὶ εἰς μέλι μίξας ἔγχει. ὕσσωπον τρίψας καὶ κεδρίνῳ διεὶς ἐλαίῳ ἔνσταζε, ἀμυγδάλων πικρῶν ἔλαιον μέλιτι μίξας. ἐὰν δὲ ἐνεργεστέρῳ βούλῃ χρῆσθαι, σύμπλεξον τοῦτο τῷ προτέρῳ, ἄγνου καὶ ἀσκαλαβώτου κεφαλὴν τρίψας ἐξ ἴσου καὶ μίξας ἔλαιον ἔνσταζε. νίτρον καὶ ῥητίνην καὶ στέαρ χήνειον, ἴσα μετ’ ἐλαίου μίξας καὶ διαλύσας χρῶ. κρόμμυον καὶ σκόροδον καὶ στέαρ χήνειον ἴσα τρίψας καὶ διηθήσας ἔγχει καὶ προεκκλύσας ὕδατι θερμῷ νίτρον λεῖον ἐμφύσα.

  7. 3.1.20

    [Πρὸς ὦτα ἡλκωμένα καὶ ἰχωῤῥοοῦντα τοῦ αὐτοῦ.] Πρώτους μὲν ἔγραψε κλυσμοὺς Ἀπολλώνιος, δεύτερα δὲ τὰ ἔγχυτα φάρμακα καὶ τρίτα τὰ ξηραντικὰ καὶ τέταρτα τὰ ἐμφυσώμενα κατὰ τὴν ὑπογεγραμμένην λέξιν ἑρμηνεύων ταῦτα. κλυσμοί. ὕδατι θερμῷ συνεχέστερον ἔκκλυζε. φακοῦ ἀφεψήματι ὡσαύτως. ὑδρομέλιτι θερμῷ παραπλησίως ἔκκλυζε. κισσοῦ ἀποβρέγματι ἢ ἀφεψήματι μετ’ οἴνου χρῶ. σιδίων ἀποβρέγματι ἢ ἀφεψήματι μετ’ οἴνου παραπλησίως. κηκίδος ἁδρᾶς ἀφεψήματι μετ’ οἴνου μυρσίνην ἀφεψημένην ἐν οἴνῳ κλύζε. οἴνῳ μετ’ ὀλίγης στυπτηρίας τετριμμένης χρῶ. στοιβῆς καρπὸν ἐν οἴνῳ ἑψήσας κλύζε. οὖρον καὶ οἶνον μίξας καὶ θερμάνας ἔκκλυζε, πίσσης ὀῤῥῷ ἐγχυμάτιζε. ἐλαίας φύλλα χυλίσας καὶ μέλιτι μίξας, συνέψησον καὶ τούτῳ χρῶ. μηκώνιον διεὶς γλυκεῖ ἔνσταζε. κρομμύου χυλίσματι μετὰ μέλιτος χρῶ. πηγάνου ἀγρίου χυλὸν μετ’ οἴνου καὶ ῥοδίνου ἐλαίου, ἐν ῥοιᾶς σιδίῳ τεθερμασμένον ἔνσταζε. χολὴν βοὸς ἢ συὸς ἐν σιδίῳ ῥοιᾶς χλιαρὰν ἔνσταζε. χολὴν αἰγὸς ἢ προβάτου. ἢ χελώνης θαλασσίας μετὰ γάλακτος γυναικείου χλιαρὰν ἔνσταζε. καρδάμωμον τρίψας μετὰ μέλιτος ἔνσταζε. πευκεδάνου ὀπὸν ῥοδίνῳ διεὶς χρῶ. ἀλόην καὶ κροκόμαγμα διεὶς ἔνσταζε. ἀψινθίῳ λείῳ μετὰ μέλιτος χρῶ. σμύρνην καὶ ῥητίνην καὶ στέαρ χήνειον μετ’ ἐλαίου τρίψας ἐγχυμάτιζε. τὸ λίπος τὸ ἐπιγινόμενον ἐπὶ τοῦ τυροῦ ἐν τοῖς κεραμείοις συγκειμένου χλιάνας ἔνσταζε. διφρυγὲς λεάνας μετὰ μέλιτος ἔνσταζε. στυπτηρίαν σχιστὴν λεάνας μετὰ γλυκέος καὶ ὄξους ἕψησον, ἕως ἂν μέλιτος σχῇ πάχος καὶ χρῶ. ξηραντικά. κεδρίαν μέλιτι μίξας ἔνσταζε. πεπέρεως λευκοῦ κόκκους τρεῖς διεὶς μύρῳ Αἰγυπτίῳ, κόγχῃ μικρᾷ λεάνας ἔνσταζε. κρόκου καὶ ψιμμυθίου ἴσα τρίψας καὶ διεὶς ῥοδίνῳ ἔγχει. μελάνθιον καὶ θεῖον ἴσα τρίψας καὶ διεὶς ῥοδίνῳ καὶ μίξας  μύρον ἴρινον καὶ στέαρ αἴγειον, ἴσα καὶ αὖθις τρίψας χρῶ. σμύρναν καὶ θεῖον ἴσα τρίψας καὶ ἐλαίῳ μίξας ἔνσταζε. σμύρναν καὶ σίδιον ῥοιᾶς γλυκείας ἴσα τρίψας καὶ μέλιτι διεὶς ἔγχει. θηρία τὰ ἀπὸ τῶν δένδρων, ὥσπερ σκώληκας ἐρυθροὺς, τρίψας καὶ διεὶς ἐλαίῳ χρῶ. θηρίον ὃ γῆς ἔντερον καλεῖται, ἑψήσας καὶ διασήσας ἔνσταζε. ῥητίνην καὶ μέλι καὶ ἔλαιον ἴσα μίξας καὶ διαλύσας ἔνσταζε. ῥοιὰν λαβὼν γλυκεῖαν καὶ περιτεμὼν τὸν ὀμφαλὸν ἐκκόκκισον, εἶτα ἐγχέας γλυκέος κύαθον καὶ προσεπιπάσας χαλκάνθου λείου ὀβολοὺς δύο, συνέψησον μέχρις ἂν σύμμετρον πάχος σχῇ καὶ χλιαρῷ χρῶ.

  8. 3.1.21

    [Ἐμφυσητικά.] Κηκίδα λείαν ἐμφύσα. πέπερι στογγύλον μετ’ οἴνου συντρίψας ἔμπασον. τῷ δ’ αὐτῷ χρηστέον καὶ ἐγχύματι μᾶλλον διειμένῳ. ὀμφάκινον καὶ κηκίδα πεφωγμένην, ἴσην λεάνας ἐμφύσα. χρηστέον δὲ καὶ περιπάτοις καὶ κοιλίας κενώσεσι καὶ σιτίων ὑποστολῇ καὶ διακαθάρσει τῶν ὤτων ἐπιμελέστερον. πρὸς τὰ κάθυγρα ὦτα. πρὸς δὲ τὰ κάθυγρα τῶν ὤτων, οὕτω γὰρ αὐτὸς ὀνομάζει, φάρμακα χρήσιμά φησιν ὁ Ἀπολλώνιος τὰ ὑπογεγραμμένα. μίσυ καύσας ἐν ὀθονίῳ καὶ σὺν αὐτῷ λεάνας ἐμφύσα. κηκίδα καύσας καὶ τρίψας παραπλησίως χρῶ. σποδὸν λείαν ὡσαύτως, στυπτηρίαν ὀπτήσας ἐπ’ ὀστράκῳ καὶ λεάνας, ἔλαιον προσεγχέας ἐμφύσα. τῷ δ’ αὐτῷ τῆς ἐπιμελείας τρόπῳ χρῶ.

  9. 3.1.22

    [Πρὸς δυσηκοΐας.] Πρὸς δὲ τοὺς ὑποκώφους, εἴτε δυσκώφους εἴτε δυσηκόους ἐθέλοι τις ὀνομάζειν, τῶν μὲν μικρῶν φωνῶν μηδ’ ὅλως ἀκούοντας, τῶν δὲ μεγάλων μόγις, ὑποπτευτέον τὸ σύμπτωμα, κατὰ βραχὺ γὰρ αὐξανόμενον ἐν τῷ χρόνῳ κωφότητα τελείαν ἀπεργάζεται. καθαρτέον τοίνυν ἐστὶ τῇ ἱερᾷ καὶ τοῖς διὰ τῆς κολοκυνθίδος καταποτίοις, ἀποφλεγματιστέον τε καὶ κεφαλὴν ξηραντέον, ἅπαντί τε τρόπῳ ῥωστέον, ὡς ἐπιδέδεικται πολλάκις. ἔστι δὲ καὶ διαίτῃ λεπτυνούσῃ χρηστέον, εἰς αὐτὸ δὲ τὸ οὖς ἐμβλητέον φάρμακα διαιρετικά τε καὶ τμητικὰ καὶ λεπτυντικὰ γλίσχρων τε καὶ παχέων χυμῶν, ὧν ἡ ὕλη τοιάδε τίς ἐστιν.

  10. 3.1.23

    [Τὰ ὑπ’ Ἀπολλωνίου γεγραμμένα κατὰ τὸ πρῶτον τῶν εὐπορίστων, πρὸς δυσηκοΐαν φάρμακα κατὰ λέξιν οὕτως.] Πρὸς τὰς δυσηκοΐας τὰς ἐξαπίνης καὶ τὰς ἐκ τῶν κεφαλαλγιῶν ἀψίνθιον μεθ’ ὕδατος ἑψήσας, πυρία διὰ καλάμης κατὰ τὸν ὑποδεδειγμένον διὰ καλάμου τρόπον. δαφνίδας ἢ φύλλα δάφνης ἑψήσας ἐν ὕδατι παραπλησίως χρῶ. ὀρίγανον ὁμοίως, ὕσσωπον ὁμοίως, θάλασσαν καὶ ὄξος ὁμοίως. τοῖς δ’ αὐτοῖς τούτοις χρηστέον καὶ ἐν χυτρίδι ἑψημένοις, καὶ τῇ διὰ τῆς χυτρίδος δεδηλωμένῃ πυρίᾳ. κλυσμοί. ὄξει λευκῷ καὶ ὕδατι ἴσοις καὶ νίτρῳ λείῳ ὁμοῦ ἐξεσμένοις κλύζε ἐφ’ ἡμέρας πλείους, καὶ μετὰ ταῦτα κλύζε ὕδατι θερμῷ δαψιλεῖ. ἐνστάξεις. καὶ οὕτως ἐγχυμάτιζε τοῖς πρὸς ταῦτα ἀναγεγραμμένοις. πράσου χυλὸν καὶ ἴρινον μύρον μίξας ἔνσταζε. χολὴν βοείαν καὶ αἰγείαν καὶ μύρον ῥόδινον μίξας ἔνσταζε. κρομμύων χύλισμα καὶ ῥητίνην ἐλαίῳ διεὶς ἐξ ἴσου χρῶ. καρύων ἔλαιον καὶ ῥητίνην μίξας, ἐξ ἴσου χρῶ. στυπτηρίαν ὄξει διεὶς ἔνσταζε. σμύρναν καὶ στυπτηρίαν ἴσην λεάνας καὶ διεὶς ὄξει ἐγχυμάτιζε. στέαρ χήνειον καὶ χολὴν βοὸς καὶ δάφνινον ἴσα μίξας ἔνσταζε. κισσοῦ ἀγρίου τὸν καρπὸν χυλίσας δι’ ὀθονίου ἔνσταζε. ἐλλέβορον μέλανα σὺν ὄξει λεάνας καὶ μέλιτι ἐπὶ πολὺ ἑψημένῳ ἀναλαβὼν ποίει κολλύρια βαλανοειδῆ μικρὰ καὶ ἐντίθει τῷ πόρῳ καὶ ἔα ἐπὶ ἡμέρας ε΄. γῆρας ὄφεως τρίψας μετ’ ὄξους ἔνσταζε. τῷ δ’ αὐτῷ καὶ μετὰ χολῆς βοείας ἢ αἰγείας ἢ χελώνης θαλασσίας ἢ τοῦ καλλιωνύμου διειμένου χρῶ. καρδάμου τὸ ἱκανὸν καὶ νίτρου βραχὺ, σύκου σαρκὶ χωρὶς τῶν κεγχραμίδων ἀναλαβὼν ποίησον κολλύριον ἁρμόττον τῷ πόρῳ τῆς ἀκοῆς καὶ ἔνθες, κομίζου δὲ αὐτὸ τριταῖον. τοῦτο ἄγει ῥύπον ἱκανὸν καὶ παραχρῆμα κουφίζει. ἐπιμελητέον δὲ καὶ τοῦ λοιποῦ σώματος, περιπάτοις τε πρὸς δύναμιν ἱκανῶς καὶ τρίψει τῆς κεφαλῆς καὶ τῶν ἄλλων μερῶν, ἔτι δὲ ἀποφλεγματισμοῖς καὶ διακλύσμασιν ἀποκρίνειν δυναμένοις, τροφαῖς τε χρηστέον πλήθει συμμέτροις καὶ κατὰ τὸ γένος εὐλύτοις τε καὶ εὐεκκρίτοις. βοηθεῖ δὲ ἱκανῶς τοῖς ἐν ταύτῃ τῇ διαθέσει καθεστῶσι καὶ σπογγίον εἰς λεπτὰ κατατετριμμένον καὶ συνεστραμμένον καὶ μέλιτι καταβεβρεγμένον καὶ εἰς τὴν ἀκοὴν ἐπιτιθέμενον. τὸ δ’ αὐτὸ τοῦτο χρήσιμόν ἐστι καὶ πρὸς τὴν σάρκα, τὴν φυομένην ἐν τῷ πόρῳ τῆς ἀκοῆς. ἐπὶ δὲ τούτοις ἔφησε χρηστέον εἶναι τῇ διὰ τῆς χυτρίδος δεδηλωμένῃ πυρίᾳ, ἣν αὐτὸς δηλονότι πρόσθεν ἐγεγράφει κατὰ τὰ τῆς ἀκοῆς βοηθήματα. παραλέλοιπα δὲ αὐτὴν ἐγὼ, κατεγνωκὼς διὰ τὸ κλυσμὸν μέν τινα ποιεῖν τοῖς ὀδυνωμένοις, ὠφέλειαν δὲ οὐδεμίαν. διὰ τοῦτο νῦν αὐτὴν προσθήσω. τοὺς γὰρ δυσκωφοῦντας εἰκός ἐστιν ὑπ’ αὐτῆς ὠφεληθήσεσθαί τι τῶν ἐναντίων βοηθημάτων δεομένους τοῖς ὀδυνωμένοις. ἡσυχίας μὲν γὰρ ἀκριβοῦς ἐν ταῖς ὀδύναις χρήζει τὰ πεπονθότα μόρια, κινήσεως δὲ σφοδρᾶς καὶ ὡς ἂν εἴποι τις μεταποιήσεως εἰς ἐναντίαν διάθεσιν τῆς οὔσης τὰ δυσκωφοῦντα.

  11. 3.1.24

    [Πυρίαι πρὸς ὠταλγίαν αἱ ὑπὸ Ἀπολλωνίου γεγραμμέναι κατὰ λέξιν οὕτως.] Πυρίαις δὲ χρηστέον ταῖς διὰ τῶν  σπόγγων, εἰς θερμὸν ὕδωρ ἀποβεβρεγμένων τούτων, ἱκανῶς τε ἐκτεθλιμμένων καὶ ταῖς διὰ τῆς σικύας, ἔτι τε ταῖς διὰ τοῦ ἀτμοῦ τῶν τετρημένων καλάμων. χρὴ δὲ τὸ μὲν ἕτερον τοῦ καλάμου πέρας ἡρμόσθαι τῇ κοιλότητι τοῦ ὠτίου, τὸ δὲ ἕτερον ἐν χύτρᾳ πῶμα τετρημένον ἐχούσῃ καὶ πάντοθεν ἐστεγνωμένῃ ἐγκεῖσθαι. ἔστω δὲ ἀψίνθιον ἐν ὕδατι ἀπεζεσμένον ἐχούσῃ ἐν αὐτῇ, ὥστε τὸν ἀναφερόμενον χυμὸν προσπίπτειν τῷ τῆς ἀκοῆς πόρῳ, ὡσαύτως δὲ πυριατέον καὶ στέατι περὶ ὀβελίσκον ὠπτημένῳ. σφόδρα δὲ ἁρμόζει καὶ ὁ ὑπογεγραμμένος τῆς πυρίας τρόπος. οὖρον μάλιστα μὲν ταύρου, εἰ δὲ μὴ, βοὸς, ὡς παλαιότατον εἰς χύτραν ἐγχέοντα καινὴν στενόστομον καὶ ὄξος τὸ τρίτον μέρος, τοῦ οὔρου μίξαντα καὶ μυρσίνην κεκομμένην, ὄστρακα πίθου τοῖς μεγέθεσιν ἱκανὰ διάπυρα ποιήσαντα, ἐμβάλλειν εἰς τὴν χύτραν, εἶτα κλίναντα τὸν ἄνθρωπον εἰς τὸ οὖς προσθεῖναι τὴν χυτρίδα καὶ οὕτω πυριᾷν. περὶ δὲ τὸ οὖς σπεῖραν χρὴ ποιεῖν ἐξ ἐρίου, πρὸς τὸ μὴ κατακαίεσθαι τοὺς ἐν κύκλῳ τόπους. χρηστέον δὲ καὶ ἀλεύρῳ κριθίνῳ τε καὶ πυρίνῳ μετ’ οἴνου ἑψημένῳ καὶ ἰρίνῳ μύρῳ θερμῷ πυρίας χάριν. ἐπὶ δὲ τὸ οὖς ἄνωθεν ἐπιθετέον ἔρια μαλακὰ καὶ καθαρὰ οἴνῳ καὶ ἐλαίῳ κατειργασμένα καὶ ἄλευρον κρίθινον ἢ πύρινον, ποτὲ μὲν αὐτὸ καθ’ αὑτὸ ἑψημένον μετ’ οἴνου καὶ ἰρίνου μύρου, ποτὲ δὲ καὶ μίγμα ἔχον περιστερᾶς ἀφόδου καὶ ἀριστολοχίας λεπτῆς ἴσον. συνοίσει δὲ καὶ τροφῆς ἔνδεια καὶ λεπτὴ δίαιτα καὶ κοιλίας κένωσις ἀξιόλογος, ἔτι δὲ ἀνάπαυσις, ἡσυχία, σκέπη τῆς κεφαλῆς, πόμα θερμὸν ὕδωρ, μελίκρατον, πτισάνης χυλὸς μετὰ μέλιτος ἄχρις ἂν ἐνδῶσιν οἱ πόνοι.

  12. 3.1.25

    [Ἀρχιγένους τὰ πρὸς δυσηκοΐας καὶ κωφώσεις αὐτοῖς ὀνόμασι γεγραμμένα.] Ἐπὶ δὲ δυσηκοΐας τοῦ φλοιοῦ τῆς ῥαφάνου τὸν χυλὸν σὺν ῥοδίνῳ ἢ κυπρίνῳ χλιάνας ἔνσταζε. ἢ χαλβάνην σὺν ὄξει καὶ μέλιτι ζέσας. ἐπὶ δὲ τῶν ἐπιγενομένων κωφώσεων ἐλλεβόρου μέλανος ὅσον ὄροβον, ἐν μέλιτι ἑφθῷ τίθει καὶ ἔα ἕως ἂν τὸ ἐμποδίζον διαφράγῃ. ἢ ἀψινθίου ἐκκλύσας ἀφεψήματι μέλι καὶ ἔλαιον ἔνσταζε. ἢ κολλύριον καθέντες διὰ νίτρου καὶ σύκου καὶ νάπυος, οὐκ ἐξαιροῦμεν ἡμέρας τρεῖς. μετὰ τοῦτο δὲ ὀξείαις φωναῖς ἐμβοῶμεν συνεχέσι καὶ αὖθις βαρείαις, ἐνσαλπίσαντες δὲ αὐτοῖς ὕστερον ἀποκαθιστῶμεν, μεθ’ ἃ ἐγχέομεν ὠφελίμως ἀσφοδέλου ῥίζας ἐλαίῳ παλαιῷ ἀφεψήσαντες, αἰγείῳ τε οὔρῳ ἐκκλύζομεν συνεχῶς. πρὸς δὲ τὰς ἐκ κεφαλαλγιῶν κωφώσεις ῥαφάνου χυλὸν μετὰ ῥοδίνου ἔγχεον. ἢ σικύου ἀγρίου χυλὸν τῶν φύλλων. ἢ καστορίου μετὰ δαφνίδων καὶ ὄξους ἢ ἀλλεβόρου μέλανος λευκῷ ὄξει πεφυραμένου ὅσον ὄροβον, μέλιτι μίξας ἑφθῷ βαλάνια ποιῶν ἐντίθει. τοῦ αὐτοῦ περὶ τῶν ἐμπιπτομένων τοῖς ὠσὶ σωμάτων. εἰ δὲ ὕδωρ εἰς τὸ οὖς ἐμπέσοι, βοηθεῖ μὲν τὸ ὄξος καὶ ἐφ’ ἑνὶ ποδὶ τῷ κατὰ τὸ πάσχον οὖς ἅλλεσθαι, παρεκκλίναντά πως ἑαυτὸν, ἐκκρίνεται γὰρ αὐτόθι εὐχερῶς. καὶ ὁ ἐκμυξησμὸς δὲ ἄκρως ἐπισπᾶται διὰ ψιλοῦ τοῦ στόματος ἢ καὶ διὰ καλαμίδος, εἶτα δι’ ἐρίου διαψήσας τῶν προειρημένων τι μύρων ἔνσταζε. ψηφῖδος δὲ ἐμπεσούσης τῷ πόρῳ τοῦ ὠτὸς ἢ κυάμου ἢ τινος παραπλησίου ἔκκλυζε. ἢ μηλωτρίδι περιελίξας ἔριον καὶ ἐμβάψας ῥητίνῃ ἀνάσπα ἢ διά τινος τῶν ἐχεκόλλων φαρμάκων. εἰ δὲ μὴ ὑπακούοι, πταρμικὸν εἰς τὰς ῥῖνας ἐνιεὶς ἔμφραττε τὸ στόμα καὶ τοὺς ῥώθωνας. κατὰ γὰρ τὴν γεγενημένην ἔντασιν τοῦ πνεύματος ἐκφυσᾶται τὸ ἐμπεσόν. ποίει δὲ συνεχῶς ἄχρις ἂν ἐκπέσῃ. εἰ γὰρ ἐμμείνῃ ἐπιφλεγμαῖνον τὸ οὖς, σπασμοὺς ἐπιφέρει. κάλλιστα δὲ συνεργεῖ εἰς τὴν τῶν ἐμπεσόντων ἀποβολὴν καὶ ὁ κατασεισμὸς, εἰ μὲν παιδίον ᾖ, τῷ ποδὶ κατεχόμενον καὶ ἐπὶ κεφαλῇ αἰωρούμενον μετὰ κατασεισμοῦ, εἰ δὲ τέλειος εἴη ὁ πάσχων, κατακλίνας αὐτὸν ἐπὶ σανίδα κατὰ τὸ πάσχον οὖς, καὶ κελεύων τὴν κεφαλὴν ἐρείδειν τῇ σανίδι, ἔπειτα κουφίζων τὸ πρὸς τὴν κεφαλὴν μέρος τῆς σανίδος, ἔα καταφέρεσθαι καὶ τοῦτο ποίει πλειστάκις. κινηθήσεται γὰρ τὸ ἐμπεσὸν καὶ προβιβασθήσεται περὶ τὰ προχειρότερα μέρη τοῦ πόρου, μετὰ δὲ ταῦτα κυαθίσκῳ στενῷ μικρῷ μηλωτρίδος ἀνάσπα εὐφυῶς. εἰ δὲ κύαμος ἐμπεσὼν ἤ τι ἕτερον παραπλήσιον καὶ ἐμμεῖναν, διάβροχόν τε γενόμενον καὶ ἐξοιδῆσαν, ὀδύνας ἐπιφέροι, ὁλόκληρον μὲν αὐτὸ ἐξελεῖν ἀδύνατον, χρὴ δὲ τῷ κυαθίσκῳ τῆς μηλωτρίδος εὐφυῶς αὐτὸ διαμερίζειν καὶ οὕτω κατὰ βραχὺ ἐκφέρειν, ἔπειτα ἕψημα ἢ γλυκὺν οἶνον θερμὸν ἐγχεῖν καὶ παρηγορεῖν τὸν πόρον διὰ τὸν γινόμενον σπαραγμόν. ζώου δέ τινος ἐμπεσόντος, σκαμμωνίαν διεὶς ὄξει ἢ ἀψινθίου χυλὸν ἢ πευκεδάνου χυλὸν, καὶ νίτρου καὶ θείου μετὰ χυλοῦ ῥαφάνου ἔνσταζε.

  13. 3.1.26

    [Ἀπολλωνίου περὶ τῶν αὐτῶν.] Ἀπολλώνιος δὲ περὶ τῶν αὐτῶν οὕτως ἔγραψε. πρὸς ψύλλας καὶ σκώληκας ἐν ὠσὶ καὶ τὰ λοιπὰ τὰ εἰς τὸν πόρον τῆς ἀκοῆς εἰσδυόμενα. ὄξος καὶ ἔλαιον ἔνσταζε. ἢ καππάρεως χυλὸν ἔνσταζε. ἢ ἀμύγδαλα πικρὰ τρίψας καὶ τὸ ἐλαιῶδες αὐτῶν ἐκθλίψας ἔνσταζε. ἄλλο. ἐλλέβορον λευκὸν λεῖον ἔμπασσε. ἢ ἀριστολοχίαν λείαν ἔμπασον. ἢ καλαμίνθης χυλὸν ἔγχει. ἢ κινναβάρεως χλωρᾶς ἔνσταζε. ἢ ἐλλέβορον λευκὸν μετ’ οἴνου ἐγχυμάτιζε. ἢ στυπτηρίας καὶ κολοκύνθης τῆς ἀγρίας τοῦ σπέρματος ἢ τῆς ἐντεριώνης ἴσον τρίψας μετὰ κεδρίνου ἐλαίου ἔνσταζε. ἢ κρόμμυον τρίψας καὶ ὑσσώπου τὸ ἴσον οὔρῳ παλαιῷ διεὶς ἐγχυμάτιζε. ἢ σμύρναν τρίψας ὄξει τε καὶ  μέλιτι διεὶς ἴσοις χρῶ. ἢ χαλκῖτιν ὠμὴν τρίψας καὶ μέλιτι διεὶς ἐγχυμάτιζε. καθόλου δὲ ἐξαιρετέον τὰ εἰς τὸν πόρον ἐμπίπτοντα τοῦτον τὸν τρόπον. ὠτογλυφίδι ἢ λαβίδι ἢ ἐρίῳ μαλακῷ περὶ μηλωτρίδα περιειλημένῳ καὶ περιεῤῥητινωμένῳ ἢ ἄγκιστρον ἔχοντι λεπτόν. πρὸς ῥύπον τὸν ἐν ὠσί. νίτρον ὀπτὸν λεάνας ἔμπλασον εἰς τὸ οὖς καὶ ἐπίσταξον ὄξος καὶ ἔριον προσθεὶς, ἔασον διὰ νυκτὸς, τῇ δ’ ὑστεραίᾳ κλύσον ὕδατι καὶ ἐλαίῳ θερμῷ. πρὸς δὲ τὸ ἐναπολαμβανόμενον ὕδωρ κρομμύου χυλὸν καὶ στέαρ χήνειον χλιάνας ἔνσταζε. ἢ ῥοιᾶς ἀπυρήνου γλυκείας καὶ ὀξείας χυλὸν ἑψήσας ἐν χαλκῷ ἀγγείῳ, ἕως λειφθῇ τὰ δύο μέρη, χρῶ, ὅσον δύο σταλαγμοὶ ἐνστάζων. ἢ σμύρναν τρίψας ὄξει καὶ μέλιτι ἐγχυμάτιζε.

  14. 3.1.27

    [Ἐκ τῶν Κρίτωνος ὠτικῶν φαρμάκων γεγραμμένων αὐτοῖς ὀνόμασι.] Ὠτικαὶ πρὸς τοὺς ἀπὸ νόσων ἤχους. ἀψίνθιον ἑψήσας ἐν ὕδατι πυρία καὶ ῥόδινον μετ’ ὄξους ἔνσταζε. ἢ ῥαφάνου χυλὸν τοῦ φλοιοῦ μετὰ ῥοδίνου ἔνσταζε. ἢ ἀλόην μετ’ οἴνου καὶ μέλιτος. ἢ λίβανον μετ’ ὄξους καὶ ῥοδίνου, ἐν κελύφῳ ῥοιᾶς ἑψηθέντα, ὡς γενέσθαι μελιτῶδες. ἢ ὑοσκυάμου χυλὸν σὺν ῥοδίνῳ χλιαρόν. ἢ καλάμου χλωροῦ χυλὸν τῶν ῥιζῶν σὺν γάλακτι. ἢ ῥάμνου χυλὸν σὺν νάρδῳ Κελτικῇ. ἢ κηκίδα μέλαιναν μετὰ σμύρνης ἴσης σὺν μέλιτι. ἢ λύκιον μετ’ οἰνομέλιτος ἔνσταζε. ἢ ἀλώπεκος στέαρ. πρὸς τὰς χωρὶς ὑγρότητος περιωδυνίας τὰς ἐν ὠσὶ καὶ πυοῤῥοίας. ♃ οἴνου παλαιοῦ γο α΄ S". μέλιτος Κορσικοῦ γο α΄. νίτρου ἐρυθροῦ γο τὸ S". λυκίου Ἰνδικοῦ γο α΄. λειοτρίβει τὸ λύκιον μετὰ τοῦ οἴνου καὶ τοῦ νίτρου καὶ ἐπίμιξον τὸ μέλι καὶ εἰς ὑέλινον ἀγγεῖον ἀπόθου καὶ ἐγχυμάτιζε χειμῶνος μὲν δὶς τῆς ἡμέρας, θέρους δὲ πλεονάκις, καὶ ἐντίθει κροκύδα κογχυλίου. πρὸς ὦτα πυοῤῥοοῦντα. στυπτηρίαν σχιστὴν λειώσας παρέγχει ὄξος καὶ τρίψας ὡς γλοιοῦ ὑγροτέραν σχεῖν σύστασιν, ἀναλάμβανε πλακὶ ἐρίου καὶ ξηράνας τὸ ἔριον. ἐκ τούτου ἐντίθει εἰς τὸ οὖς. ἢ αὐτὸ τὸ φάρμακον ὑγρὸν δι’ ἐρίου περὶ μηλωτίδα καθιεὶς εἰς τὴν ἀκοὴν, διάχριε αὐτὴν καθ’ ἡμέραν. πρόσβαλλε δὲ καὶ γλυκέος ὀλίγου, ἵνα μὴ ξηραίνηται.

  15. 3.1.28

    [Ἀρχιγένους πρὸς τὰ ἔξωθεν τοῦ πόρου τῶν ὤτων πάθη.] Πρὸς δὲ τὰ τῶν ὤτων ἔξωθεν τοῦ πόρου πάθη Ἀρχιγένης μὲν οὕτως ἔγραψεν. ἐπὶ δὲ τῶν τεθλασμένων ὤτων, σμύρναν, λίβανον, γῆν μέλαιναν ᾗ τινες σμῶνται σὺν ὄξει δριμεῖ, εὖ ἑνώσας κηρωτῆς πάχος κατάπλασσε καὶ μὴ ἐρέθιζε μηδαμῶς. ἢ ψιμμυθίου καὶ σελίνου σπέρμα ἴσα μετὰ μέλιτος κατάχριε, τινὲς ἀψίνθιον ἀντὶ ψιμμυθίου γράφουσιν. ἢ θεῖον ἄπυρον, σμύρναν καὶ λίβανον μετὰ πίσσης ὑγρᾶς σπληνίον ἐπιτίθει. ἢ κόλλαν τεκτονικὴν καὶ ἄσφαλτον ὁμοίως, ἔνιοι καὶ μάνναν μίσγουσιν. ἢ τῇ Ἀσκληπιαδείῳ χρῶ κεφαλικῇ. ἢ τοῖς πρὸς τὰ αἰδοῖα τροχίσκοις κατάχριε. ἐφ’ ὧν δὲ τέθλασται τὰ ὦτα, πληρώσας ἔσωθεν τὴν κοιλότητα τὴν προχειροτέραν τοῦ χόνδρου, γῆς κεραμικῆς τῇ ἑξῆς, ὅταν ξηρανθῇ, στρύχνον μετὰ ψιμμυθίου ἐπάλειφε μέχρι καταστῇ. ἐπὶ δὲ τῶν περὶ τὰ ὦτα τραυμάτων καὶ διαιρέσεων ἐγχονδρίσας ἐπιμελῶς ἀγκτηρίασον, εἶτα τοῖς ἀφλεγμάντοις καὶ τῇ λοιπῇ κολλητικῇ ἀγωγῇ χρῶ. τὰ δὲ φλεγμαίνοντα τρήματα τῶν λοβῶν ἐπὶ παίδων, ἐλαίῳ ἐν χαλκῷ λύχνῳ ἰωθέντι καταχρίων ὑγιάσεις. Ἀσκληπιάδης δὲ τούτῳ πρὸς ὦτα τεθλασμένα ἐχρήσατο. κοχλίας τοὺς μικροὺς σὺν τοῖς ὀστράκοις τρίψας καὶ μίλτῳ χρώσας ἐπιτίθει. ἄλλο. ♃ ἀλόης μέρος α΄. κόλλης τεκτονικῆς ἑψημένης μετ’ ὄξους μέρος α΄. μίξας ἐπιτίθει, ἔνιοι καὶ μάνναν μίσγουσιν.

  16. 3.1.29

    [Ἐπιθέματα πρὸς τεθλασμένα ὦτα.] ♃ Κοτυληδόνος βοτάνης δραχ. η΄. ἀμυγδάλων πικρῶν κεκαθαρμένων δραχ. β΄. τραγακάνθου δραχ. β΄. ὄξει διαλύσας ἀναλάμβανε ἰξῷ δρυΐνῳ, ἔπειτα ἐμπλάσας ἐπιτίθει. ἢ κηροῦ δραχ. η΄. χαλβάνης δραχ. η΄. κάρυος δραχ. η΄. ἰξοῦ δρυΐνου δραχ. ιστ΄. λιβανωτοῦ δραχ. η΄. μίσυος ὀπτοῦ δραχ. η΄. συντίθει καὶ χρῶ. Ἀπολλώνιος δὲ οὕτω πρὸς τὰς τῶν ὤτων φλεγμονὰς τὰς ἐν τῇ ἐπιφανείᾳ γινομένας ἐξ ἐπιφορᾶς ἢ πληγῆς, καὶ τὰ οἰδήματα καὶ τὰ ἐρυθήματα ἐθεράπευε. βούτυρον πρόσφατον διηθήσας ἔνσταζε. ἢ στέαρ χήνειον διηθήσας ἐγχυμάτιζε. ἢ στέαρ χήνειον καὶ γάλα γυναικεῖον μίξας ἔνσταζε. ἢ βαλάνου πίεσμα καὶ ῥητίνην ὑγρὰν χλιαρὰν ἔγχει. ἢ στέαρ βόειον καὶ χήνειον ἴσα λεάνας ἔνσταζε. ἢ ὠκίμου χυλὸν καὶ στέαρ χήνειον ἴσα μίξας ἔνσταζε. ἄλλο ἐπίχριστον. μηκώνειον ὕδατι διεὶς πτερῷ ἔγχριε. ἢ κρόκον τρίψας καὶ γάλακτι γυναικείῳ διεὶς κατάχριε. ἢ λιθάργυρον τρίψας μεθ’ ὕδατος καὶ νάρδου λεπτῆς ἐπίχριε. ἢ ψιμμύθιον, κορίων χυλῷ ἢ πολυγόνου ἢ στρύχνου διεὶς κατάχριε. καταπλάσματα. ἀψίνθιον τρίψας μεθ’ ὕδατος κατάπλασσε. ἢ σήσαμον τρίψας ἐν ὕδατι κατάπλασσε. φακὸν ἑψήσας ἐν ὕδατι καὶ τρίψας μετὰ μέλιτος κατάπλασσε. ἢ ῥοιᾶς γλυκείας σίδια ἑψήσας ἐν οἴνῳ καὶ τρίψας κατάπλασσε, ἀγαθὸν πάνυ τὸ φάρμακον. σμύρναν καὶ στέαρ χήνειον ἢ βούτυρον ἢ ῥητίνην καὶ κογχυλίου τὸ ἐντὸς ἴσα τρίψας ἐπιτίθει ἐπὶ τὸ οὖς καὶ τὸν κατ’ αὐτῷ κρόταφον. ἔνδεια δὲ σιτίων ἁρμόζει καὶ κοιλίας κένωσις. ἔτι δὲ ἡσυχία καὶ σκέπη κεφαλῆς καὶ σώματος ἀνάπαυσις. ἀλλότρια δέ ἐστιν ἔγκαυσις, κατάψυξις, λουτρὸν, ἔμετος, κραυγὴ καὶ πᾶσα διάστασις.

  17. 3.1.30

    [Τοῦ αὐτοῦ πρὸς τὰ ἐκ πληγῆς εἱλκωμένα καὶ τὰ καταγνύμενα τῶν ὤτων.] Ἄρτου θερμοῦ τὸ ἐντὸς τρίψας μετὰ μέλιτος ἐπιτίθει. σμύρναν μετ’ οἴνου τρίψας· παλαιοῦ ἐπίχριε. κοχλιῶν τοὺς τραχήλους τρίψας σὺν τοῖς ὀστράκοις καὶ σμύρνης μίξας τὸ ἥμισυ μέρος ἐπιτίθει. ἀψινθίου καὶ σελίνου σπέρματος τὸ ἴσον λεάνας μετὰ μέλιτος ἐπιτίθει. πίσσῃ περιχρίσας θεῖον λεῖον ἢ μάνναν ἐπίπασσε, μὴ ἐπίδει δὲ ταῦτα, μηδὲ πυκνὰς ποίει τὰς τῶν ἐπιθεμάτων ἀφαιρέσεις.

  18. 3.2.1

    [Περὶ παρωτίδων.] Αἱ παρωτίδες ἐν τῷ γένει μέν εἰσι τῶν φλεγμονῶν. γίνονται δὲ τῶν παρὰ τοῖς ὠσὶν ἀδένων πασχόντων, οὐ μὴν χρώμεθά γε ἐπ’ αὐτῶν τῷ πρώτῳ μέρει τῆς τῶν φλεγμαινόντων μορίων θεραπείας. ἐπ’ ἐκείνων μὲν γὰρ ὡς τὸ πολὺ τῇ καλουμένῃ πρὸς τῶν ἰατρῶν ἀποκρουστικῇ καὶ ἀνασταλτικῇ θεραπείᾳ προσήκει χρῆσθαι, καὶ μάλισθ’ ὅταν μήτε κακόηθες ᾖ τὸ ἐπιῤῥέον μήτε πολὺ μήτε πληθωρικοῦ τοῦ σώματος ὑπάρχοντος. οὕτω γοῦν καὶ σπόγγος μόνος ἐπιτιθεὶς ἐξ ὀξυκράτου κατέστειλεν ἀρχομένας φλεγμονὰς, οὐδὲν ἐκ τούτου παθόντος τοῦ παντὸς σώματος· ἐπὶ δὲ τῶν παρωτίδων αὐτὸ τοὐναντίον ἐργαζόμεθα φαρμάκοις ἑλκτικοῖς χρώμενοι, κᾂν μηδὲν ἀξιόλογον ἀνύῃ ταῦτα, καὶ σικύαν προσφέροντες ἢ πυρίαις χρώμενοι συχναῖς. βουλόμεθα γὰρ ἐκ τοῦ βάθους εἰς τὸ δέρμα τὸν λυποῦντα χυμὸν ἐπισπάσασθαι, καὶ μάλισθ’ ὅταν ἐν τῇ κεφαλῇ τὸ πάθος ἐστηριγμένον ὑπάρχῃ ἐστηριγμένων ἐν αὐτῇ χυμῶν, καὶ μέντοι κᾀπειδὰν ἄνευ τοῦ πεπονθέναι τὴν κεφαλὴν ἐν πυρετοῖς ὀξέσιν ἡ φύσις ἀποτίθεται τοὺς περισσοὺς χυμοὺς ἐκ τῶν ἀγγείων ἐκχέουσα πρὸς τὴν μεταξὺ χώραν τοῦ δέρματός τε καὶ τῶν ὑποκειμένων σωμάτων, ἡνίκα καὶ οἱ ἀδένες ἀπολαύσουσι τῶν ἐκπιπτόντων χυμῶν, ἄμεινον εἶναι καὶ τότε δοκεῖ συνεργῆσαι τῇ φύσει, δι’ ἀποσκήμματος ἰωμένῃ τοὺς πυρετούς. ὅταν μέντοι σφοδρὰν ὁρμὴν ἔχῃ τὸ ἐπιῤῥέον, οὐδὲν ἡμεῖς προσπεριεργαζόμεθα τῇ φύσει τὸ πᾶν ἐπιτρέποντες. ἐὰν γὰρ ἤτοι σικύαν ἤτοι φάρμακον ἕλκον ἐκ τοῦ βάθους ἐπὶ, τὸ δέρμα τοὺς χυμοὺς ἐπενέγκωμεν, ὀδύνη σφοδρὰ καταλαμβάνει τὸν ἄνθρωπον, ὡς δι’ αὐτὴν ἀγρυπνίας τε γίνεσθαι καὶ τοὺς πυρετοὺς ἐπιγίγνεσθαι καὶ τὴν δύναμιν καταλύεσθαι. παρηγορεῖν οὖν τηνικαῦτα μᾶλλον, οὐ συμπράττειν τῇ ῥοπῇ τῶν χυμῶν προσήκει, καταπλάσμασι χρωμένους παρηγορικωτάτοις· οἷόν ἐστι τὸ διὰ σιτίνου ἢ κριθίνου ἢ λινοσπέρματος ἀλεύρου σὺν μελικράτῳ ἢ τήλεως ἢ ἀλθαίας ἢ χαμαιμήλων ἀποζέματι ἑψόμενον καὶ ὅσα πρὸς τῷ συμμέτρῳ τῆς ὑγρᾶς θερμότητος, ἐξ ἧς τὸ παρηγορεῖν ἔχει τὰς ὀδύνας, ἔτι καὶ πέττειν δύναται τοὺς ἐπιῤῥέοντας χυμοὺς καὶ διαπυΐσκειν, ὡς ἐν τῇ περὶ τῶν καταπλασμάτων διδασκαλίᾳ τὸν λόγον ἐποιούμεθα. εἰ δὲ καὶ πλεονάζον αἷμα φανείη σοι, προσκενωτέον αὐτὸ διὰ φλεβοτομίας ἐπιτρεπούσης μάλιστα τῆς δυνάμεως. νυνὶ δ’ ἐπὶ τὴν τῶν φαρμάκων σύνθεσιν, ἥτις ἐξ ἀρχῆς ἡμῖν πρόκειται μεταβάντες εἴπωμεν ᾧτινι λόγῳ τήν τε σύνθεσιν αὐτῶν καὶ τὴν χρῆσίν ἐστι ποιητέον. μὴ διαφορουμένου μὲν τοῦ ὄγκου τοῖς διαπυΐσκουσι χρηστέον φαρμάκοις, οἷόν ἐστι τὸ σίτινον ἄλευρον μετὰ ἰσχάδος ἀφεψήματος καὶ ἐλαίου τό τε διὰ γύρεως καὶ τὸ διὰ ζύμης φάρμακον. ἐὰν δὲ ἐκπυΐσκωσιν αἱ παρωτίδες, ἤτοι διὰ τομῆς ἐκκρῖναι δεῖ τὸ πῦον, ἐξιᾶσθαί τε χρὴ τὸ ἕλκος, ὡς ἐπὶ τῶν τοιούτων ὡμολόγηται πᾶσιν, ἢ δριμεῖ διαῤῥήξειν φαρμάκῳ, οἷόν ἐστι τὸ σμίλιον καὶ τὸ διὰ σκορόδων, ἢ πειρᾶσθαι διαφορεῖν αὐτὸ φαρμάκοις, ἑλκτικήν τε ἅμα καὶ λεπτομερῆ δύναμιν ἔχουσιν, ἀφαιροῦντας δὶς τῆς ἡμέρας αὐτὰ καὶ πυριῶντας μέχρις ἂν ἐνδῶσί τι καὶ χαλάσωσιν αἱ ὀδύναι, διαφορηθέντος τοῦ πλείονος πύου. τηνικαῦτα γὰρ ἤδη πρῶτον μὲν ἅπαξ λύειν καὶ πυριᾷν, εἶτα δὲ οὐδὲ τοῦτο συμφέρει πράττειν, ἀλλ’ ἐπιτρέπειν τοῖς φαρμάκοις, εἴ τι λείψανον ἐν βάθει περιέχεται, δυσφορεῖν τοῦτο, κᾂν σκληρότης εἴη, μαλάττειν καὶ αὐτὴν, ὥστε κατὰ μὲν τὸν καιρὸν τοῦτον ἐκ μικτῆς δυνάμεως φαρμάκων ἡ σύνθεσις ἔσται τοῦ κατασκευαζομένου φαρμάκου τοῖς ἑλκτικοῖς τῶν μαλακτικῶν μιγνυμένων. ἐπειδὰν δὲ πᾶν μὲν ᾖ κεκενωμένον τὸ πῦον, ὑπολείπηται δέ τις σκληρότης, τοῖς καλουμένοις μαλακτικοῖς φαρμάκοις χρηστέον, ὧν τὴν ποικιλίαν τῆς ὕλης τε καὶ τῆς συνθέσεως ἐν τῷ περὶ μαλαγμάτων ἐδήλωσα λόγῳ. πρόδηλον δ’ ὅτι τὰς μετρίας παρωτίδας, ἐφ’ ὧν οὔτε πλῆθός ἐστι τὸ κατασκῆψαν εἰς τὰ μόρια τοσοῦτον ὡς ὀδύνας σφοδρὰς ἐργάζεσθαι οὔτε θερμότης σύνεστι τῷ χυμῷ, ῥᾳδίως ἰᾶσθαι ταῦτα δυνατόν. οὔτε γὰρ σπεύδουσι πρὸς τὴν ἐκπύησιν, οὔτε ὀδύνην ἐπάγουσι σφοδρὰν, ἀλλ’ ἔξεστι τηνικαῦτα καὶ ταῖς πυρίαις χρῆσθαι δι’ ἅλμης καὶ καταπλάσματα θερμαντικώτερά τε καὶ διαφορητικώτερα προσφέρειν καὶ φάρμακα τῆς αὐτῆς ἐχόμενα δυνάμεως· ἀδιορίστως δὲ καὶ τὰ τῶν παρωτίδων φάρμακα γεγραφότων τῶν πλείστων ἰατρῶν, ἐάν τις τῶν νῦν εἰρημένων μεμνημένος ἐπὶ τὴν χρῆσιν αὐτῶν ἀφίκηται, συνήσει τίσιν ἐπὶ τίνων παρωτίδων χρηστέον. προγυμνάσω δὲ ὑμᾶς κᾀγὼ διὰ παραδειγμάτων ὧν Ἀρχιγένης ἔγραψεν ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων αὐτοῖς ὀνόμασιν ὡδί.

  19. 3.2.2

    [Ἀρχιγένους πρὸς παρωτίδας.] Παρωτίδας διαλύεσθαι θέλοντες καταπλάσσομεν συνεχῶς ἀρνογλώσσῳ λείῳ μετὰ  ἁλῶν. ἢ αἰγείῳ κόπρῳ μετ’ ὄξους. ἢ λαπάθου ἀγρίου ῥίζαις ἑψημέναις ἐν οἴνῳ. ἢ σύκῳ λείῳ μετὰ χαλκάνθης. ἢ σύκῳ ἑφθῷ μετὰ ἀψινθίου καὶ οἴνου λελειωμένοις. ἢ κήρυκας καύσας θαλασσίους. ἢ πορφύρας ἀναλαβὼν μέλιτι ἢ ἀξουγγείῳ ἐπιτίθει καὶ εὐθέως διαφοροῦνται. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ ὀστρέου ὄστρακον καὲν καὶ μετὰ μέλιτος ἐπιτιθέμενον. ἢ κηρωτὴ ῥοδίνη ἢ κυπρίνη, πηγάνῳ ἀναληφθεῖσα. ἢ θείῳ ἀπύρῳ συμμαλαχθεῖσα. ἢ κιμωλίαν μετ’ ὄξους. διαφορεῖ δὲ μάλιστα τὸ σῦκον ἐν θαλάσσῃ ἑψημένον. ἢ ἅλμῃ ἐπιτιθέμενον λεῖον. τὸ δ’ αὐτὸ τοῦτο ποιεῖ καὶ πράσιον λεῖον μεθ’ ἁλῶν καὶ ἔριον βουτύρῳ βαπτισθὲν καὶ ἐπιτεθὲν τὰς ἀρχομένας παρωτίδας ὠφελεῖ. ὥσπερ τούτῳ τῷ τελευταίῳ ῥηθέντι καλῶς προσέθηκεν ὁ Ἀρχιγένης τὸν διορισμὸν, εἰπὼν τὰς ἀρχομένας παρωτίδας ὠφελεῖσθαι ὑπὸ τοῦ βουτύρου, οὕτως ἐχρῆν αὐτὸν καὶ περὶ τῶν ἄλλων εἰρηκέναι τὸν καιρὸν, ὥσπερ ἐγὼ μικρὸν ἔμπροσθεν ἔπραξα καὶ κατ’ αὐτὸ δὲ τοῦτο τὸ βούτυρον οὐκ αὐτάρκης ὁ ἀπὸ μόνης διορισμὸς τῆς ἀρχῆς, εἰ μὴ προστεθείη πότερον σφοδρῶς ἢ μαλακῶς ἐξορμᾶται. καὶ πότερον ὀδυνηρῶς, ὡς μετὰ σφυγμῶν καὶ ἀγρυπνιῶν ἐνοχλεῖν ἢ μετὰ μετρίας ὀδύνης, ἥτις τε τοῦ νοσήματός ἐστιν ἡ κατάστασις, ἆρά γε μεγάλης ἀποστάσεως δεομένη πάντως ἢ διὰ μικροτέρας κριθῆναι δυναμένη. τῇ τοιαύτῃ γὰρ ἀρκεῖ τὸ βούτυρον καὶ μάλιστα ἐπὶ μαλακῶν σωμάτων, εὐνούχων τε καὶ παίδων καὶ γυναικῶν καὶ τῶν ἁπαλοσάρκων. εἰ δὲ σὺν ὀδύνῃ σφοδρᾷ γένοιτο, καταπλάσματος ἀνωδύνου δεῖται μετὰ συνεχοῦς πυρίας ἤτοι δι’ ὕδατος μόνου γινομένης ἢ καὶ βραχυτάτων ἁλῶν ἐμβεβλημένων. ἐπεὶ δὲ πρῶτον πάντων ἔγραψε φάρμακον ἀρνόγλωσσον μεθ’ ἁλῶν, ἀπ’ ἐκείνου καὶ ἡμεῖς αὖθις ἀρξόμεθα τῆς ἀρνογλώσσου φύσεως ἀναμνησθέντες ἐκ μικτῶν δυνάμεων συγκειμένου, διαφορητικῆς τε καὶ ἀποκρουστικῆς. ἐγὼ δὲ οὐδέποτε ἀξιῶ τὰ ἀποκρουστικὰ μεμίχθαι τοῖς ὠφελοῦσι τὰς παρωτίδας φαρμάκοις, πλὴν εἴποτε ἂν σπανίως μικρὸν παμπόλλῳ τῷ διαφορητικῷ καὶ τούτῳ δηλονότι, χωρὶς ὀδύνης σφοδρᾶς ἐξορμώσης τῆς παρωτίδος. ὃ δ’ ἐφεξῆς τούτῳ γέγραπται· κόπρος αἰγεία μετ’ ὄξους κεχρονισμένης καὶ σκιῤῥουμένης καὶ μηκέτι μηδὲ ἀξιόλογον ὀδύνην ἐχούσης παρωτίδος εἴη ἂν φάρμακον, ὥσπέρ γε καὶ σπληνὸς σκιῤῥουμένου. ὃ δὲ τρίτον ἐπ’ αὐτοῖς ἔγραψε· ῥίζας ἀγρίας λαπάθου μετ’ οἴνου ἑψημένας. εἰ καὶ τὴν ποιότητα καὶ τὸν χρόνον προσέθηκε τοῦ οἴνου τάχ’ ἂν ἐπεχείρησα καὶ αὐτὸ κρίνειν. ἐπεὶ δὲ οὐ προσέθηκε, παμπόλλῳ δὲ διαφέρει στρυφνὸν ἢ αὐστηρὸν ἢ δριμὺν ἢ γλυκὺν ἢ νέον ἢ παλαιὸν ἢ παχὺν ἢ κιῤῥὸν ἢ λευκὸν ἢ μέλανα τὸν οἶνον εἶναι, διὰ τοῦτο κᾀγὼ λέγειν οὐδὲν ἔχω περὶ τοῦ γεγραμμένου φαρμάκου. γινώσκοντες δὲ ὑμεῖς ὅτι διαφορητικώτερος μέν ἐστιν ὁ παλαιὸς, καὶ μάλιστα ἐὰν ᾖ τῶν φύσει θερμοτέρων, οἷοίπερ εἰσὶν οἱ κιῤῥοὶ τοὐπίπαν. ἐναντίοι δὲ τούτῳ κατὰ δύναμιν ὅ τε αὐστηρὸς καὶ ὁ στρυφνός. δεῖ μὲν φυλάξασθαι τὸν τοιοῦτον οἶνον. ἐν δὲ κιῤῥῷ καὶ συμμέτρως παλαιῷ καὶ λεπτομερεῖ τὰς τοῦ λαπάθου ῥίζας ἑψήσαντες, ἐπὶ παρωτίδων χωρὶς ὀδύνης σφοδρᾶς γινομένων χρῆσθαι δυνήσεσθε. γράφει δ’ ἐφεξῆς τῷδε· σῦκον λεῖον μετὰ χαλκάνθου. διαφορητικῆς μὲν οὖν καὶ πεπτικῆς δυνάμεώς ἐστι τὸ σῦκον, εἰ μὲν ξηρὸν εἴη μάλιστα, πρόσφατον δὲ ὂν ἔχει μὲν τὸ διαφορητικὸν, οὐ μὴν πέπτειν γε δύναται. χάλκανθον δὲ ὅτι σφοδρότατόν ἐστι φάρμακον, ἰσχυρὰς ἀμφοτέρας ἔχον τὰς δυνάμεις, τήν τε ἀποκρουστικὴν καὶ διαφορητικὴν, οὐδεὶς ἀγνοεῖ, διὸ καὶ φυλακτέον αὐτοῦ τὴν σφοδρότητα. ἑφθῷ δὲ σύκῳ δηλονότι τῷ ξηρῷ, μετ’ ἀψινθίου καὶ οἴνου λελεασμένοις ἀξιοῖ χρῆσθαι καὶ ἐχρησάμεθά γε αὐτῷ καὶ ἡμεῖς ἐν καιρῷ κατὰ τὰς μέσας μεγέθει τε καὶ χρόνῳ φλεγμονὰς, ὥσπερ γε καὶ τοῖς κεκαυμένοις κήρυξι καὶ πορφύραις καὶ ὀστρέοις, ἐπὶ τῶν ἤδη σκιῤῥουμένων καὶ χρονιζουσῶν, ἔστι γὰρ ἄλυπόν τε καὶ ἄδηκτον φάρμακον, οὐ μόνον εἰ μέλιτι δεύσειέ τις αὐτῶν τὴν σποδιὰν, ἀλλὰ καὶ πολὺ μᾶλλον εἰ παλαιὸν στέαρ ὑὸς ἄναλον ἐξινίσας μίξειεν. ἀλυπότατα γὰρ τοῦτο διαφορεῖ τὰς κεχρονισμένας ἁπάσας φλεγμονὰς, κᾂν ἐκ ῥευματικῆς διαθέσεως ὦσιν. ἐφεξῆς δὲ κηρωτῇ ῥοδίνῃ καὶ κυπρίνῃ μετὰ πηγάνου κελεύει χρῆσθαι, διαφορητικῷ μὲν φαρμάκῳ, σφοδρὸν δ’ οὐδὲν οὐδὲ βίαιον ἔχοντι. βραχὺ δ’ αὐτοῦ σφοδρότερον γίνεται τὸ σύνθετον φάρμακον, εἰ θεῖον ἄπυρον ἀντὶ τοῦ πηγάνου μίξαιμεν. ἡ δὲ ἐφεξῆς γεγραμμένη κιμωλία μετ’ ὄξους οὔτε ἰσχυρᾶς οὔτε ὀδυνώδους οὔτε μεγάλης παρωτίδος ἐστὶν ἴαμα. τὸ δ’ ἐν τῇ θαλάσσῃ σῦκον ἑψημένον ἐπὶ τῶν ἤδη σκιῤῥουμένων χρήσιμον ἂν εἴη διαφορητικὸν ὑπάρχον. ὡσαύτως δὲ καὶ εἰ τῆς θαλάσσης μὴ παρούσης ἅλμῃ τις χρήσαιτο. παραπλήσιον δὲ τούτῳ, καθάπερ καὶ ὁ Ἀρχιγένης ἔφη, καὶ τὸ πράσιόν ἐστι μεθ’ ἁλῶν. ἐφεξῆς δὲ τούτων ἔγραψεν οὐ μικρὸν ἔμπροσθεν, ὑστάτου κατὰ τὴν ῥῆσιν οὕτως ἐμνημόνευσα, τοῦ βουτύρου καὶ μετ’ αὐτὸ πάλιν ἐπὶ γενναῖον φάρμακον κατέβη. πύρεθρον λεῖον ἀναλαμβάνεσθαι σύκῳ κελεύων, εἶθ’ ἑξῆς ἀσβέστῳ λείᾳ μετὰ μέλιτος χρῆσθαι προστάττει. καὶ μετὰ τοῦτο γαλῆς αἵματος καταχριομένου μέμνηται. περίεργα δ’ ἡγούμενος εἶναι τὰ τοιαῦτα καὶ πενιχρὰν ἀποφαίνοντα τὴν ἰατρικὴν, εἰ διὰ τῶν ἄλλων βοηθημάτων ἄνευ γαλῆς αἵματος ἀδυνατεῖ θεραπεῦσαι παρωτίδας, οὔτ’ ἐχρησάμην αὐτοῖς οὔτε πεῖραν ἔσχον, ἀλλ’ οὐδὲ  ἄλλος τις τῶν φίλων ἐπεχείρησε χρῆσθαι. τῷ δ’ ἐγκεφάλῳ καταχρίειν οἵῳ δήποτε μετρίων παρωτίδων ἐστὶν ἴαμα. τούτῳ δ’ ἐφεξῆς γράφει κατὰ λέξιν οὕτως. ὄξει ζεστῷ καταντλήσας ἢ σπόγγον ὀξάλμῃ βρέχων ἐπιτίθει. σκαπανέων δ’ ἂν εἴη τοῦτο καὶ θεριστῶν, οὐ πολιτικῶν σωμάτων βοήθημα. μετὰ τοῦτο δὲ δριμέος μέμνηται φαρμάκου τοῦ διὰ τῆς κεκαυμένης γαλῆς, ἧς τὴν σποδὸν ἐκέλευσεν ἀναλαμβάνεσθαι κηρωτῇ ἰρίνῃ. κατ’ ἐκεῖνον δὲ δηλονότι τὸν καιρὸν, ἡνίκα χρονίζει τε καὶ σκιῤῥοῦται, τοῖς τοιούτοις δηλονότι φαρμάκοις χρηστέον. τὰ γάρ τοι πλεῖστα τῶν γεγραμμένων ὑπ’ αὐτοῦ τῶν χρονιζουσῶν δυσλύτως παρωτίδων ἐστὶν ἰάματα. διὰ τοῦτο καὶ προσέθηκε τῷ φαρμάκῳ τούτῳ τὸ δύνασθαι καὶ χοιράδα καλῶς ἰᾶσθαι. παρέγκειται δ’ ἀτάκτως μετὰ τοῦτο τοιάδε τις λέξις, ἥ τε συνεχὴς καταιόνησις τοῦ θερμοῦ καὶ ἡ συνεχὴς τῆς ὠμηλύσεως ἐπίθεσις, ὅπερ εἴτε καθ’ αὑτό τις ἀναγινώσκοι εἴτε καὶ τὴν τελευτὴν τῆς προτέρας ῥήσεως ἀρχὴν ταύτης τῆς λέξεως ποιοῖτο, κατ’ ἀμφότερα καλῶς εἴρηται. δῆλον δὲ ἔσται προταξάντων ἡμῶν τὴν τελευτὴν τῆς πρὸ ταύτης ῥήσεως, ὥστε γενέσθαι τὸν ὅλον λόγον τοιοῦτον. θαυμαστῶς διαφορεῖ καὶ χοιράδας, πολλάκις καὶ παρωτίδας, ἥ τε συνεχὴς καταιόνησις τοῦ θερμοῦ καὶ ἡ συνεχὴς τῆς ὠμηλύσεως ἐπίθεσις. ψευδὲς γάρ ἐστι φανερῶς τὸ φάναι τὸ διαφορεῖσθαι θαυμαστῶς τὰς χοιράδας καὶ τὰς παρωτίδας ἐκ τῆς συνεχοῦς καταιονήσεως τοῦ θερμοῦ καὶ τῆς συνεχοῦς ἐπιθέσεως τῆς ὠμηλύσεως. εἰ δέ γε περὶ τῶν παρωτίδων μόνον λέγοιτο ὁ διορισμὸς, λείψει τῇ λέξει, διδάσκων ἡμᾶς ἐπὶ τίνων καὶ ὁποίων παρωτίδων καταιόνησις ὕδατος θερμοῦ καὶ συνεχὴς ὠμηλύσεως ἐπίθεσις ἁρμόττει. οὐ γὰρ ἐπὶ πάσης γε, ἀλλ’ ἢν ἐθέλωμεν ἐκπυῆσαι τάχιστα, καθάπερ ἐν τῷ πρόσθεν λόγῳ διῆλθον. τοῦτο μὲν οὖν ὡς ἔφην παράκειται μοχθηρῶς· ἐπὶ δὲ τὰ συνεχῆ μεταβὰς ὁ Ἀρχιγένης αὖθις γράφει φάρμακα, μὴ προσθεὶς μὲν ὅτι τῶν σκληρυνομένων καὶ χρονιζουσῶν παρωτίδων ἐστὶν ἀλεξητήρια, γινωσκόντων δὲ ἡμῶν ἐκ τῆς ὕλης ἐκείνων ὑπάρχειν αὐτά. παραγράψω δ’ ὑμῖν ἤδη καὶ τὴν αὐτοῦ τοῦ Ἀρχιγένους λέξιν ἔχουσαν οὕτω. ἰδίως δὲ θέρμους πικροὺς ἀληλεσμένους ἑψήσας μετὰ μέλιτος, ὀλίγην ἄσβεστον πρόσμιξον καὶ κατάπλασσε. διαφορεῖ δὲ καὶ τοῦτο ἄκρως. πίσσης βρυτίας, μάννης, λιβάνου ἴσον, τερμινθίνης, φοινίκων συριακῶν μὴ παλαιῶν, λιπαρῶν τῆς σαρκὸς καθαρᾶς, ἑκάστου τὸ διπλοῦν, χαλβάνης ὡς ἥμισυ τῆς μάννης ἑνώσας εὖ χρῶ. ἐὰν δὲ ᾖ σκληρὰ, ῥητίνην πρόσμισγε. ἢ νίτρου καὶ σινωπίδος τὸ τρίτον μετὰ κυπρίνου γλοιῶδες ποιῶν ἔμπλασσε καὶ ἐπιτίθει. ἢ ἄσβεστον μετὰ γλοιοῦ ὁμοίως. ἢ ἰσχάδα, χαλβάνην, νίτρον ἴσα, θείου τὸ τρίτον, τερμινθίνης, ὀποπάνακος ἀνὰ ἐλάχιστον ἑνώσας χρῶ. ἢ ἄσβεστον μετ’ ὄξους λείου καὶ ἐπιτίθει. εἰ δὲ μηδ’ ἐπὶ τούτοις διαφοροῖντο, συνεργητέον τῇ μεταβολῇ εἰς πῦον, καταπλάσσοντας πυκνῶς θερμῇ τῇ ὠμηλύσει. εἶτα πάλιν διαφορητέον διά τε καταντλήσεως πολλῆς ἢ δάφνης ἢ δαφνίδος ἀφεψήματι καταντλοῦντας, ἢ θεῖον ἤ τι τοιοῦτον ἐμπάσσοντας εἰς τὸ ὕδωρ ἢ καὶ νίτρον ἢ περιστερᾶς κόπρον αὐτῇ μιγνύντας. ἢ καὶ σικύαν προσκολλητέον μετὰ ἀμύξεως. εἶτα ἐπὶ τὴν χειρουργίαν ἰτέον καὶ ὠμοτομητέον. κράτιστον γὰρ ἐπὶ τούτων τὸ τάχιστα εἰς τὰ ἐκτὸς τὸν ῥευματισμὸν ἐπισπᾶσθαι. ταῦτα μὲν ὁ Ἀρχιγένης ἔγραψεν. εἰσὶ δὲ καὶ ἔμπλαστροι πολλαὶ, διαφοροῦσαι παρωτίδας, αἱ μέν τινες τὰς ἤδη σκιῤῥουμένας καὶ κεχρονισμένας, αἱ δὲ τὰς πεπαυμένας μὲν τῆς ὀδύνης, οὐδεμίαν δὲ ὑπόφασιν ἐχούσας πύου, καθάπερ γε καὶ τὰς ἤδη διαπυϊσκομένας ἐκθεραπεύουσαι. γεγραμμέναι δέ εἰσι μετὰ τῆς ἰδίας ἐπαγγελίας ἐν ταῖς ἐμπλάστροις ταῖς διαφορητικαῖς αἱ τοιαῦται· καθάπερ γε καὶ αἵδε τὰς ἁπλᾶς παρωτίδας ἐκθεραπεύουσαι χαλαστικαὶ καλούμεναι πᾶσίν εἰσι γνώριμοι. παραδείγματα αὐτῶν ἥ τε Μνασέου καὶ ἡ διὰ χυλῶν καὶ ἡ διὰ πτισάνης, καὶ τούτων ἔτι μαλακώτεραι αἱ κηρωτοειδεῖς, αἵ τε διὰ τοῦ βουτύρου καὶ αἱ διὰ τοῦ οἰσύπου προσλαμβάνουσαι ὀστρέων κεκαυμένων ἢ κηρύκων ἢ πορφυρῶν, οἵαπερ ἐστὶν αὕτη. ♃ στέατος χοιρείου παλαιοῦ ἀνάλου πάντων ἀνὰ γο γ΄. βουτύρου γο α΄. κηροῦ γο β΄ S". ὀστρέων κεκαυμένων λειοτάτων γο β΄. τὰ τηκτὰ τήξας, ἐπίπασσε τὰ ὄστρεα. καὶ ἑνώσας χρῶ θαῤῥῶν ὡς ἐνεργέστατα πρὸς παρωτίδας.

  20. 3.3.1

    [Περὶ τῶν ἐν τῇ ῥινὶ παθῶν.] Ἐκ μὲν τοῦ γένους τῶν παρὰ φύσιν ὄγκων οἱ πολύποδες ἐν ταῖς ῥισὶ γεννῶνται· κατὰ δὲ τὸ τῶν ἑλκώσεων αἱ ὄζαιναι· κατὰ δὲ τὸ τῶν παρὰ φύσιν ἐκκρίσεων αἱ αἱμοῤῥαγίαι γινόμεναι ταῖς ὀξέως νοσοῦσι, κατὰ τὰς καλουμένας ἰδίως παρὰ τοῖς νεωτέροις ἰατροῖς ὑπερεκκρίσεις, ἐν αἷς ἡ φύσις ἐπὶ κριτικὸν ὁρμήσασα βοήθημα τῆς συμμετρίας οὐκ ἐκράτησε. πρῶτον οὖν τῶν ὀζαινῶν ποιήσομαι τὸν λόγον, ἐξ ἐπιῤῥοῆς ὑγρῶν δριμέων καὶ σηπεδονωδῶν γινομένων, ὡς ἐάν γε μόνον ᾖ δριμέα, δυσίατα μὲν ἕλκη ποιεῖν πέφυκεν, οὐ μὴν ὄζοντα μοχθηρῶς. ἡ δὲ θεραπεία κοινὴ μὲν ἀμφοῖν τε τούτοιν καὶ τοῦ πολύπου ξηρᾶναι τὸ πρῶτον, καὶ ῥῶσαι τὴν κεφαλήν. εὔδηλον γὰρ ὅτι διὰ περιουσίαν ὑγρῶν μοχθηρῶν ἐπιῤῥεῖ τι ταῖς ῥισὶν ἐξ αὐτῆς. ὅπως δὲ χρὴ ῥωννύναι τὴν κεφαλὴν ὅλην, ὡς μηδὲν ἐξ αὐτῆς περίττωμα τοῖς κάτω μέρεσιν  ἐπιῤῥεῖν, εἴρηται πολλάκις. ὅταν οὖν δι’ ἐκείνων παρασκευάσῃς τὴν κεφαλὴν ἐῤῥωμένην, ἐπὶ τὴν τῆς ῥινὸς ἀφίξῃ θεραπείαν, ἐν ταῖς ὀζαίναις σκοπὸν ἔχων ξηρᾶναι τὸ πεπονθὸς μόριον διὰ φαρμάκων μικτῆς δυνάμεως, ἀποκρουομένων τε καὶ διαφορούντων. ἀποκρούεται μὲν οὖν δηλονότι τά τε αὐστηρὰ καὶ στρυφνὰ κοινῇ προσηγορίᾳ κεχρημένα τῇ τῶν στυφόντων. διαφορεῖ δὲ τὰ θερμὰ καὶ ξηρὰ ταῖς δυνάμεσιν, ὧν ἡ ὕλη τοιάδε ἐστίν.

  21. 3.3.2

    [Ἀρχιγένους φάρμακα πρὸς ὀζαίνας.] Ὀζαίνης δ’ οὔσης ἐν ταῖς ῥισὶ, καλαμίνθης χυλὸν ἐγχυμάτιζε. ἢ αὐτὴν ξηρὰν τὴν καλαμίνθην ἐμφύσα διὰ σίφωνος. ἢ ἐλλέβορον λευκὸν μετὰ σπέρματος καρδάμου χήμης ἐμφύσα καθ’ ἡμέραν. μετὰ δὲ τοῦτο τὴν κεφαλὴν κατάντλει. διάχριε δ’ αὐτοὺς ἢ χαλκίτιδι ἢ χαλκάνθῳ ἢ ψορικῷ μετὰ μέλιτος ἢ μέλι ἐνστάξας τὴν εἰς ῥῖνα καὶ διασήσας πταρμικῷ τὰς ἐφελκίδας ἐκτίναξον, εἶτα τὸ προγεγραμμένον διὰ τοῦ καρδάμου καὶ τοῦ ἐλλεβόρου φάρμακον ἀνασπᾷν ποίει τῇ ῥινὶ ὡς πλεῖστον καὶ μετὰ τοῦτο διάχριε ἀμόργῃ μετὰ μέλιτος. ἢ σμύρνην καὶ κάρδαμον μετὰ μέλιτος. ἢ βατραχίου χυλὸν μετὰ στυπτηρίας ὑγρᾶς ἐγχυμάτιζε εἰς τὴν ῥῖνα, ὕπτιον κατακλίνας, καὶ κέλευε ἀνασπᾷν, μέχρις οὗ εἰς τὸ στόμα διέλθῃ, καὶ τοῦτο ποίει μέχρις ἂν ἀποθεραπεύσῃς. ἐὰν δὲ ᾖ παλαιὰ καὶ ὄξος παλαιὸν πρόσμισγε ἢ θεῖον λεῖον, καὶ δριμὺ ὄξος εἰς στενόστομον ἀγγεῖον βαλὼν, προστίθει τῇ ἀναπνοῇ αὐτῶν ἐφ’ ἱκανὸν, εἶτα μίσυος κυπρίου καὶ νάρδου Ἰνδικῆς τὸ ἥμισυ μετὰ χίου οἴνου λεάνας, μέχρι μελιτῶδες γένηται, πτερῷ διάχριε τοὺς πόρους καὶ ἐρίῳ ἔμφρασσε.

  22. 3.3.3

    [Πρὸς τὰ ἐν τοῖς μυκτῆρσιν ἕλκη.] Τὰ δὲ ἐν τοῖς μυκτῆρσιν ἕλκη, ῥοιῶν χυλὸν ἐν χαλκῷ ἀγγείῳ ἑψήσας μέχρι ἡμίσους διάχριε. ἢ ῥόαν γλυκεῖαν ὅλην ἐν οἴνῳ ἑψήσας λέανον καὶ ἔξωθεν κατάπλασον. ἢ λευκοΐῳ μεθ’ ὕδατος διάψα. ἢ βάτου χυλὸν καὶ στυπτηρίαν, λεῖα διεὶς μεθ’ ὕδατος. ἐὰν δὲ ᾖ παλαιὸν, μετ’ ὄξους. ἢ ἴριδι καὶ σανδαράχῃ μετὰ μέλιτος. ἢ στέατι μοσχείῳ καὶ ῥητίνῃ διάχριε.

  23. 3.3.4

    [Περὶ τοῦ κατὰ τὰς ῥῖνας πολύποδος.] Ὄγκος ἐστὶ παρὰ φύσιν ἐν ταῖς ῥισὶ γεννώμενος, ἐοικὼς κατὰ τὴν τῆς οὐσίας ἰδιότητα τῇ τοῦ πολύποδος σαρκί. πρόδηλον οὖν ὅτι παχέων καὶ γλίσχρων χυμῶν ἔγγονόν ἐστι τὸ πάθημα καὶ διὰ τοῦτο μικτῆς ὕλης δεόμενον, ὡς τὸ μέν τι στύφειν αὐτῆς δύνασθαι, τὸ δὲ τέμνειν καὶ λεπτύνειν, τὸ δὲ διαφορεῖν καὶ παχύνειν. Ἀρχιγένους πρὸς πολύποδας. ἐπὶ δὲ πολύποδος. ♃ καρδάμου λεπτοῦ χήμην ἤτοι δραχ. S". σὺν ἐλλεβόρου λευκοῦ ὀβολοῖς δύο, λεῖα κέλευε τῇ ῥινὶ ἀνασπᾷν. ὅταν δὲ ἐκπέσῃ, μοτοῖς σὺν τῇ ἀνθηρᾷ διὰ μέλιτος χρῶ ἢ λυκίῳ ὁμοίως. Ἀσκληπιάδου πρὸς ὀζαίνας καὶ πολύποδας. ἐν μὲν τῷ πέμπτῳ τῶν ἐκτὸς οὕτως ἔγραψεν ὁ Ἀσκληπιάδης. ξηρὸν πρὸς ὀζαίνας. ♃ στυπτηρίας σχιστῆς δραχ. δ΄. σμύρνης δραχ. δ΄. σανδαράχης δραχ. δ΄. κηκίδος δραχ. α΄. χαλκάνθου κεκαυμένης δραχ. α΄. λείοις χρῶ, πρότερον ἐκκλύζων τοὺς μυκτῆρας οἴνῳ εὐώδει, καὶ τότε παραπτόμενος πυρῆνι μήλης. ἄλλο. ♃ ἐρείκης καρποῦ δραχ. η΄. σμύρνης δραχ. η΄. νίτρου ἐρυθροῦ δραχ. η΄. σιδίων δραχ. η΄. μυρίκης καρποῦ δραχ. α΄. κροκομάγματος δραχ. β΄. λείοις χρῶ. ἄλλο. ♃ σώρεως Αἰγυπτίου εὐθρύπτου δραχ. β΄. χαλκίτεως ὀπτῆς δραχ. β΄. μυρίκης καρποῦ δραχ. α΄. κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. λείοις χρῶ. ἄλλο. ♃ χαλκίτεως ὀπτῆς δραχ. β΄. χαλκάνθου ὀπτῆς δραχ. β΄. μίσυος δραχ. β΄. ἀμώμου δραχ. α΄. σμύρνης δραχ. δ΄. κρόκου δραχ. α΄. λείοις χρῶ. ἄλλη σύνθεσις ξανθίζουσα λεγομένη. ♃ στυπτηρίας σχιστῆς δραχ. η΄. χαλκίτεως ὠμῆς δραχ. στ΄. σανδαράχης δραχ. γ΄. σιδίων ῥοιᾶς δραχ. β΄. χαλκάνθου κεκαυμένου δραχ. β΄. μίσυος δραχ. β΄. λείοις χρῶ. ἄλλο. ♃ χαλκάνθου κεκαυμένου δραχ. δ΄. διφρυγοῦς δραχ. β΄. ἀσβέστου δραχ. β΄. σανδαράχης δραχ. β΄. ξηροῖς παράπτου. ἢ στρεπτῷ προβρέχων ὕδατι καὶ μολύνων τὸ φάρμακον. ἄλλο. ♃ μίσυος ὀπτοῦ δραχ. β΄. μάννης λιβάνου δραχ. β΄. χαλκίτεως ὀπτῆς δραχ. β΄. λεπίδος χαλκοῦ δραχ. α΄ S". ἰοῦ δραχ. α΄. ξηροῖς παράπτου.

  24. 3.3.5

    [Λάμπωνος πρὸς ὀζαίνας καὶ αἰγίλωπας καὶ πολύποδας καὶ ἄλλα πολλά.] Πρὸς ὀζαίνας καὶ αἰγίλωπας καὶ πολύποδας καὶ ὅσα βούλει χωρὶς τομῆς καὶ καύσεως ἀπαλλάττειν. ἀφίστησι δὲ καὶ ὀστᾶ διεφθορότα, ποιεῖ δὲ καὶ πρὸς νομὰς καὶ σηπεδόνας ἐπιπασσομένη καὶ πρὸς τὰ ῥυπαρὰ ἕλκη, ἐν μοτῷ μετὰ μέλιτος. ♃ χαλκοῦ ἐρυθροῦ ῥινήματα γο α΄. ἁλῶν ἀμμωνιακῶν γο β΄. ἀμμωνιακοῦ θυμιάματος γο β΄. στυπτηρίας στρογγύλης γο γ΄. ὄξους δριμυτάτου κοτ. στ΄. τὰ ξηρὰ λειώσας καὶ ἐπιβαλὼν ὄξος, ἀναλάμβανε εἰς ἄγγος ἐρυθροῦ χαλκοῦ καὶ κίνει ἐν ἡλίῳ κερκίδι ἐρυθροῦ χαλκοῦ, ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἕως ἂν ξηρανθῇ τὸ φάρμακον, εἶτα κατεράσας εἰς θυίαν καὶ τρίψας ἐπιμελῶς ἀνελοῦ εἰς ἄγγος κεραμεοῦν. ἐπὶ δὲ τῆς χρήσεως δίδου ὕδωρ ἀναῤῥοφῆσαι, εἶτα ἐν τῷ στόματι κατέχειν, τὸ δὲ φάρμακον ἐμφύσα διὰ συριγγίου. Σκριβωνίου Λάργου, ποιεῖ πρὸς πᾶσαν ἐξοχήν. ♃ μίσυος κεκαυμένης, χαλκίτεως κεκαυμένης, χαλκάνθης κεκαυμένης, σώρεως, λεπίδος χαλκοῦ ἀνὰ δραχ. η΄. ξηρῷ παράπτου. δεῖ δὲ προαναπαύειν πρὸ μιᾶς ἡμέρας καὶ τῇ ἐπιούσῃ τὸ φάρμακον ἐπιτιθέναι μετὰ τὴν τροφήν. πρότερον δὲ δεῖ ὑποχρῖσαι τοὺς μυκτῆρας ἀσφάλτῳ ἢ πίσσῃ ὑγρᾷ ἢ σμύρνης στακτῇ.

  25. 3.3.6

    [Φιλοξένου χειρουργοῦ πρὸς πολύποδας, ὀζαίνας, πᾶν  ὑπερσάρκωμα, αἱμοῤῥοΐδας καὶ ἐὰν βούλῃ ἐσχαρῶσαι.] ♃ Χαλκοῦ κεκαυμένου ἀρσενικοῦ πεφυρμένου, μίσυος ὀπτοῦ ἀνὰ δραχ. β΄. διφρυγοῦς δραχ. γ΄. χαλκίτεως κεκαυμένης, χαλκάνθης κεκαυμένης, λεπίδος χαλκοῦ ἀνὰ δραχ. δ΄. λείοις χρῶ. μετὰ δὲ τὴν τῶν φαρμάκων ἐπίθεσιν χρώμεθα πταρμικοῖς τὰς ἐφελκίδας βουλόμενοι σαλεύειν, αἳ ἐκπίπτουσι διὰ τριῶν ἢ τεσσάρων. καὶ μετὰ τὸ ἐκπεσεῖν ἀποθεραπεύονται στέατι χηνείῳ καὶ βουτύρῳ μετὰ κηρωτῆς ῥοδίνης. ἐν δὲ τῷ πρώτῳ τῶν ἐκτὸς φαρμάκων οὕτως ἔγραψεν ὁ Ἀσκληπιάδης. Ἀσκληπιάδου πρὸς ὀζαίνας, ᾧ ἐχρήσατο Μέγης. ♃ ἐρείκης καρποῦ δραχ. δ΄. σμύρνης δραχ. δ΄. νίτρου ἐρυθροῦ δραχ. δ΄. σιδίων ῥοιᾶς δραχ. δ΄. κρόκου δραχ. β΄. κόστου δραχ. β΄. λείοις ἐμφύσα. ἄλλο. στυπτηρίας σχιστῆς δραχ. δ΄. σμύρνης δραχ. δ΄. σανδαράχης δραχ. β΄. ῥοῦ ἐρυθροῦ δραχ. β΄. ἁλῶν ὀρυκτῶν δραχ. β΄. κρόκου δραχ. β΄. κόστου δραχ. β΄. λείοις ἐμφύσα. πρὸ δὲ τῆς θεραπείας, ἐκκλύζειν τοὺς μυκτῆρας πειρώμεθα οἴνῳ εὐώδει καὶ μέλιτι καλῷ. πρὸς τὰ ἐν μυκτῆρσι πολύποδα, ᾧ ἐχρήσατο Ἀντίπατρος. ♃ χαλκοῦ κεκαυμένου δραχ. δ΄. μίλτου σινωπίδος δραχ. α΄. λείοις ἐμφύσα διὰ καλαμίδος, ἀλλὰ καὶ παράπτου πυρῆνι μήλης. ἄλλο Ἀντωνίου Μούσα. ♃ χαλκάνθου μέρος α΄. σανδαράχης μέρος α΄. λείοις ἐμφύσα. ἄλλο Χαριξένους μετὰ χειρουργίαν. ♃ κέρατος ἐλαφείου κεκαυμένου δραχ. δ΄. λεπίδος ἐρυθρᾶς δραχ. δ΄. ἀρσενικοῦ δραχ. α΄. λείοις ἐμφύσα. ἄλλο. ♃ βρυωνίας ῥίζης κεκαυμένης δραχ. δ΄. χαλκάνθης δραχ. δ΄. ἀφρονίτρου δραχ. δ΄. ἐλατηρίου δραχ. δ΄. λείοις ἐμφύσα.

  26. 3.3.7

    [Πρὸς τὰ ἐν μυκτῆρσιν ἕλκη.] ♃ Μολύβδου σκωρίας, οἴνου παλαιοῦ, ἐλαίου μυρσίνου, ἑκάστου τὸ ἴσον. τὴν σκωρίαν τοῦ μολύβδου λειοτρίβει, ὥστε λειοτάτην γενέσθαι, καὶ ταύτῃ ἐπιβάλλων τὸν οἶνον λειοτρίβει. ἔπειτα τὸ μύρσινον καὶ πάντα ὁμοῦ μίξας καὶ ἀνακόψας βαλὼν εἰς ἄγγος κεραμεοῦν τίθει ἐπ’ ἀνθράκων κινῶν συνεχῶς καὶ ὅταν γλοιῶδες γένηται τὸ φάρμακον, ἀνελόμενος εἰς πυξίδα μολυβδίνην φύλαττε. ἄλλο. ♃ μολύβδου κεκαυμένου καὶ πεπλυμμένου δραχ. η΄. οἴνου ῥοδίνου τὸ αὔταρκες, ἐλαίου μυρσίνου ὅσον ἐξαρκεῖ σκεύαζε καὶ χρῶ καθὼς ἄνω προείρηται. ἄλλο. ♃ λιθαργύρου δραχ. στ΄. ψιμμυθίου δραχ. η΄. σιδίων δραχ. δ΄. στυπτηρίας σχιστῆς δραχ. δ΄. οἴνου Ἀμιναίου ὅσον ἐξαρκεῖ, ἐλαίου μυρσίνου τὸ αὔταρκες. τὰ ξηρὰ κόψας καὶ σήσας καὶ εἰς θυίαν βαλὼν λέαινε μετ’ οἴνου, ὥστε γλοιοῦ ἔχειν τὸ πάχος. μετὰ δὲ ταῦτα ἐπίβαλλε τὸ μύρσινον καὶ ἀνακόψας καὶ ἀνελόμενος εἰς πυξίδα μολυβδίνην χρῶ καθὼς προείρηται. ἔστω δὲ τοῦ μὲν μυρσίνου κοτύλαι τέσσαρες, τοῦ δὲ οἴνου κύαθοι δ΄. Διογένους φάρμακον ἐπιτετευγμένον. ♃ στέατος χηνείου δραχ. δ΄. οἰσύπου δραχ. α΄ S". μυελοῦ ἐλαφείου δραχ. β΄. κηροῦ Τυῤῥηνικοῦ δραχ. η΄. μολύβδου κεκαυμένου καὶ πεπλυμμένου δραχ. δ΄. στίμμεως κεκαυμένου καὶ πεπλυμμένου δραχ. η΄. λαδάνου δραχ. β΄. στέατος μοσχείου δραχ. β΄. τερμινθίνης δραχ. δ΄. ψιμμυθίου δραχ. β΄. λιθαργύρου δραχ. α΄. ῥοδίνου τὸ αὔταρκες. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ ἀνελόμενος χρῶ, ἐν δὲ τῇ χρήσει αἴρων ὅσον ἐξαρκεῖ καὶ ῥοδίνῳ διαλύων ὑπόχριε τοὺς μυκτῆρας.

  27. 3.3.8

    [Ἀπολλωνίου πρὸς τὰς ἐν μυκτῆρσι διαθέσεις ἐκ τοῦ πρώτου τῶν εὐπορίστων.] Πρὸς τὰς ἐν μυκτῆρσιν ἑλκώσεις καὶ σηπεδόνας καὶ ὀσμάς· ῥοιᾶς ἀπυρήνου γλυκείας καὶ ὀξείας χυλὸν ἑψήσας ἐν χαλκῷ ἀγγείῳ μέχρι λειφθῇ τὰ δύο μέρη χρῶ, διαχρίων ἐσωτάτω. ποιεῖ δὲ καὶ ῥοιὰ γλυκεῖα μετ’ οἴνου ἑψηθεῖσα καὶ λειανθεῖσα καὶ ἔξωθεν καταπλασσομένη καὶ ἔσωθεν διαχριομένη.

  28. 3.3.9

    [Πρὸς σαρκώματα ἐν μυκτῆρσι καὶ πολύποδας.] Διφρυγεῖ λείῳ προσάπτου καὶ μοτῷ διάστελλε τοὺς μυκτῆρας. ἄλλο. ἐλλέβορον τρίψας μῖξον ὀρίγανον ἴσην λείαν, καὶ ἐμφύσα εἰς τοὺς μυκτῆρας δὶς τῆς ἡμέρας. ἄλλο. ἐλλέβορον μέλανα καὶ σανδαράχην ἴσην τρίψας καὶ μίξας ἔλαιον, ἀναλαβὼν ἐρίῳ, πλήρωσον τὸν μυκτῆρα. ἄλλο. χαλκοῦ ἄνθος καὶ ἰὸν καὶ ὀπὸν σιλφίου ἐξ ἴσου τρίψας ἐλαίῳ μίξον καὶ πάχος ὑπαλείπτου ποιήσας ὑπάλειφε μέχρι πέντε ἡμερῶν, ἔπειτα λαβιδίῳ ἐξαίρει. ἄλλο. ἀρσενικὸν καὶ τιτάνην τρίψας, μήλῃ προσάπτου δαψιλεῖ χρώμενος τῷ φαρμάκῳ, ἐπειδὰν δὲ ἐξοιδήσῃ καὶ ἐπαρθῇ, ἐλλεβόρῳ μέλανι ξηρῷ λείῳ συμμέτρως χρῶ. ἐν ἡμέραις γὰρ ἑπτὰ ταῖς πλείσταις κενὸς ὁ μυκτὴρ γίνεται, εἶτα προκάθαιρε διφρυγεῖ λείῳ μετὰ μέλιτος χρώμενος. ἄλλο. ἀρσενικὸν καὶ τίτανον καὶ ἐλλέβορον λευκὸν λεάνας μήλῃ προσάπτου.

  29. 3.3.10

    [Πρὸς τὰ ἐμπίπτοντα εἰς τοὺς μυκτῆρας.] Τὰ δὲ ἐμπίπτοντα εἰς τοὺς μυκτῆρας ἔξαιρε ὠτογλυφίδι ἢ λαβίδι ἢ πταρμικὸν πρόσφερε φάρμακον καὶ τὸ στόμα καταλάμβανε καὶ τὸν ἕτερον τῶν μυκτήρων προσπίεζε, ἐάν περ μὴ ἐν ἀμφοτέροις τοῖς μυκτῆρσι τὸ πάθος ὑπάρχῃ. ταῦτα μὲν καὶ τὰ τοῦ Ἀπολλωνίου οἷς αὐτὸς ἐχρήσατο. ὡς δ’ ἐγὼ κέχρημαι καὶ ἐπὶ τῶν ἐν ταῖς ῥισὶ πολυπύδων τε καὶ ὀζαινῶν εὗρον εὐδοκιμώτατα τὰ ὑπογεγραμμένα, πρῶτον μὲν τὸ διὰ τῶν ῥοιῶν. ἔστωσαν δὲ ἴσαι τόν τε ἀριθμὸν καὶ τὸ μέγεθος, ἐκ τῶν τριῶν διαφορῶν λαμβανόμεναι. αἱ μὲν γὰρ αὐτῶν εἰσιν αὐστηραὶ, τινὲς δὲ γλυκεῖαι, τινὲς δὲ ὀξεῖαι. κόπτειν οὖν αὐτὰς προσφάτους καὶ πεπείρους καὶ συνθλᾷν ὅλας ἀκριβῶς, ὡς ἐκθλιβῆναι δύνασθαι τὸν ἐξ αὐτῶν χυλὸν, ὃν χρὴ καταθέμενον ἐν ἀγγείῳ κασσιτερίνῳ φυλάττειν, ἐπ’ ὀλίγον ἀφεψήσαντα εἴ ποτε φαίνοιτο τοῦ δέοντος ὑγρότερον, τὸ δὲ ὑπολειπόμενον αὐτῶν στερεὸν καὶ παχὺ κόπτειν αὖθις ἀκριβῶς, ὡς δύνασθαι μετὰ τὸ κοπῆναι λειωθῆναι πάλιν εἰς θυίαν καὶ ἀναπλασθῆναι κολλυρίοις ὅμοια, συμμέτρως ἔχοντα πρὸς τὴν ῥῖνα τοῦ θεραπευομένου. καθίεται γὰρ εἰς τὸν πόρον τῆς ῥινὸς, ἐν ᾧ ὁ πολύπους, ὥστε ἄνευ δήξεως καὶ συμπαθείας, ὁποῖον ἐργάζεται τὰ δριμέα τῶν φαρμάκων, ἐν χρόνῳ πλείονι καθαίρειν αὐτόν. ἐὰν δὲ ὑγρότερος καὶ μαλακώτερος ὁ πολύπους σοι φαίνηται, πλεῖον ἐμβάλλῃς τῶν αὐστηρῶν ῥοιῶν, εἰ δὲ σκληρότερος, τῶν ὀξειῶν. ἐπεὶ δὲ δύσφορόν ἐστιν ἀνέχεσθαι διὰ παντὸς τοῦ κολλυρίου, διαπαύειν προσήκει, χρώμενον ἐν αἷς οὐκ ἐντίθεται αὐτὸ τῷ τεθλιμμένῳ χυλῷ, καὶ μέντοι καὶ χαίνοντα μέγα τὸν πεπονθότα διαχρίειν κατ’ ἐκεῖνα τὰ μέρη, καθ’ ἃ συντέτρηται ἡ ῥὶς πρὸς τὸν οὐρανίσκον, τῷ ὑγρῷ φαρμάκῳ ἐκθλιβέντι χρώμενον, ἢ πτεροῖς ἢ ἐρίῳ περιβεβλημένῳ μήλῃ ἢ πυρῆνι. τῶν δὲ ξηρῶν φαρμάκων ἀδήκτως οἶδά ποτε τῷ διφρυγεῖ δαπανηθέντα χρόνῳ πλείονι πολύπουν. εὐδοκιμεῖ δὲ ἐπ’ αὐτῶν καὶ τὸ προειρημένον κολλύριον, τὸ ἐκ τῶν ῥοιῶν ἀναπλαττόμενον, ὅταν ξηρὸν γένηται καλῶς κοπτόμενόν τε καὶ διαττώμενον καὶ λειούμενον, εἶτ’ ἐμφυσώμενον ἢ  καὶ διὰ πυρῆνος μήλης ἐντιθέμενον. ἅπαντα δὲ ταῦτα συνεχῶς δεῖ ποιεῖν, ὡς μηδέποτε λείπειν τὸ φάρμακον τῷ πεπονθότι μορίῳ, ῥᾳδίως γὰρ ὑπὸ τῆς ὑγρότητος ἐκκλύζεται. καθάπερ οὖν ἐπὶ τῶν ὀφθαλμιώντων, οὕτω κᾀπὶ τούτων, εἰ οἶόν τε, διὰ παντὸς ἐπιτιθέναι χρὴ τὸ φάρμακον, ἀποπλύνεται γὰρ ῥᾳδίως, ὡς ἔφην, ὑπὸ τῆς ἐπιῤῥεούσης ὑγρότητος. μὴ φέροντος δέ τινος εὐνούχου μηδενὸς τῶν φαρμάκων τὴν προσφορὰν, ἀλλ’ ὑπὸ πάντων ἐρεθιζομένου, ῥόδα ξηρὰ κόψας καὶ λειώσας ἀκριβῶς καὶ ἐπιθεὶς ἀδήκτως τε ἅμα καὶ θαυμαστῶς, ὅπως ἔγνων ὑπ’ αὐτῶν ὠφεληθέντα τὸν ἄνθρωπον, ὥστε καὶ αὖθις ἐπὶ τῶν μαλακῶν καὶ ὑγρῶν ἢ δυσελκῶν σωμάτων ἐχρησάμην αὐτῷ. δυοῖν γὰρ θάτερον, ἢ οὐδὲν ἔβλαψεν ἢ πάντως γε ἐνήργησεν ἀλύπως. τὰ γὰρ πλεῖστα τῶν δραστικῶς καθαιρόντων τοὺς πολύποδας παροξυντικά πως αὐτῶν ἐστιν, ὅταν μὴ τύχῃ τοῦ σκοποῦ. τὰ δὲ ἕλκη τὰ ἐν τοῖς πόροις τῆς ῥινὸς, ἀεὶ διὰ τῶν τροχίσκων ἐθεράπευσα τοῦ τε Ἀνδρωνείου καὶ τοῦ Πασίωνος καὶ τοῦ Πολυείδου καὶ τοῦ Βιθυνοῦ καὶ τοῦ συντεθέντος ὑπ’ ἐμοῦ, ποτὲ μὲν οἴνῳ γλυκεῖ λειῶν αὐτοὺς, ποτὲ δὲ αὐστηρῷ, καὶ ποτὲ μὲν συμμέτρῳ κατὰ τὴν ἡλικίαν, ποτὲ δὲ παλαιῷ, ποτὲ δὲ καὶ δι’ ὄξους ἢ οἰνώδους ἢ ἁπλῶς ὀξέος ἢ καὶ δριμέος πάνυ καὶ παλαιοῦ, κατὰ τὰς εἰρημένας ἐνδείξεις ἀπὸ τῶν κατὰ τὰ πάθη συμπτωμάτων τῆς χρήσεως τῶν φαρμάκων εὑρισκομένης. ἐπὶ δὲ πλουσίου τινὸς, ἀξιοῦντος εὐῶδες εἶναι τὸ προσφερόμενον φάρμακον, ἐπὶ τὴν τῆς ὀζαίνης θεραπείαν ἐπενόησα χρήσασθαι τῷ καλουμένῳ ἡδυχρόῳ, δεύων αὐτὸ φαλερίνῳ παλαιῷ, καὶ θαυμαστῶς ὅπως ἐν τάχει τὸ πάθος ἐθεραπεύθη. λέλεκται δὲ ἡ τοῦ ἡδυχρόου σκευασία κατὰ τὴν τῆς θηριακῆς ἀντιδότου γραφήν.

  30. 3.3.11

    [Ἡρακλείδου πρὸς τὰς ἐκ τῶν ῥινῶν αἱμοῤῥαγίας πρὸς Ἀντιοχίδα.] Εἴρηται μὲν ἱκανῶς καὶ περὶ τούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν, ἀλλὰ νῦν ὅσα διὰ τῆς πεπειραμένης ὕλης ἐγνώσθη τοῖς πρὸ ἡμῶν εἰρήσεται. τοὺς θρόμβους κομισαμένη, κᾄπειτα περὶ μηλωτίδα περιθεῖσα ἔριον κάθες εἰς λύκιον, διεὶς δ’ αὐτὸ ὕδατι διάχριε τὸν αἱμοῤῥοοῦντα τόπον. ἢ μοτὸν μακρὸν δεύσασα τῷ λυκίῳ ἔνθες, εἶτα ἔξωθεν περιλαβοῦσα τοῖς δακτύλοις τὸν ῥώθωνα προσπίεσον, ἕως ἂν στῇ τὸ αἷμα. ἢ χαλκῖτιν λεάνασα συμμέτρως καὶ συστρέψασα ἐλλύχνιον κάθες εἰς ψυχρὸν ὕδωρ, εἶτα κυλίσασα ἐν τῇ χαλκίτιδι ἢ πριαπίσκῳ ἐντίθει τοῖς μυξωτῆρσιν. ἢ τῳ σχιστῷ μοτῷ χρῶ, ὡς ἐσωτάτω προσερείδουσα. βέλτιον δὲ καὶ εἰς τὴν ὑπερῴαν τὸν δάκτυλον καθεῖναι, ὅπως μήποτε ὁ σχιστὸς ἔκχηται. ἢ λιβανωτὸν θραύσασα καὶ διαχέασα πολυγόνου χυλῷ. ἢ πράσου καρπὸν χυλίσασα τὸν σχιστόν. ἢ τὸ ἐλλύχνιον κάθιε. ἢ ἡδύοσμον λεάνας κάθιε. ἢ σπόγγον ξηρὸν ἔνθες. ἢ εἰς ἐζεσμένον ὄξος δριμὺ καταθεῖσα τὸ σπογγίον, ἐπιτίθει ἔξωθεν τοῦ αἱμοῤῥοοῦντος μυκτῆρος, πιέζουσα μηλωτρίδι μέχρι τοῦ προωσθῆναι. βέλτιον δὲ τὴν ἀρχὴν ἀποδεδέσθαι λίνῳ διὰ βελόνης, ἵνα εὐεξέλκυστον ᾖ. ἐξαίρει δὲ, ὅταν καταπιστεύσῃς. ἐὰν δὲ ξηρὸν γένηται τὸ σπογγίον καὶ κεκολλημένον ἐντὸς, ὠτικῷ κλυστῆρι δίει ψυχρὸν ὕδωρ ἔχοντι καὶ ἐκκλύζουσα ἐνύγραινε καὶ οὕτω κομίζου. χρῶ δὲ καὶ ταῖς ἀναγραφησομέναις τραυματικαῖς καὶ ἰσχαίμοις. εὐθετεῖ δὲ καὶ τὸ μέτωπον ψύχειν σπογγίοις καὶ μετέωρα ποιεῖν τὰ ἀπὸ τῆς κεφαλῆς καὶ βραχίονας καὶ καρποὺς καὶ μηροὺς καὶ βουβῶνας καὶ γόνατα ἐν τοῖς συνεσταλμένοις ἀποδεσμεύειν, καθάπερ ἐπὶ φλεβοτομιῶν, καὶ κελεύειν κινεῖν αὐτὰ, χεῖρας μὲν ἀνατρίβοντας, πόδας δὲ βαδίζοντας. πληρουμένων γὰρ αἵματος τῶν ἐνταῦθα φλεβῶν, τὰ περὶ τὰς ῥῖνας λιφαιμήσουσι, καὶ ποτίζειν τοῖς πρὸς τὰς ἀγωγὰς τοῦ αἵματος γραφησομένοις καὶ τὰ ὦτα ἐμφράττειν εὐτόνως ὀθονίοις καὶ κηρῷ, κᾀν τῷ στόματι διακατέχειν ὕδωρ ὄμβριον ψυχρόν. ἐὰν δὲ φαίνηται καταπεπόσθαι τι τοῦ αἵματος, καὶ τοῦθ’ ἱκανὸν ὂν τῷ πλήθει κενώματι κομίζου. θρομβούμενον γὰρ ἐν κοιλίᾳ καὶ ἐντέροις ἔμπρησιν κατασκευάζει.

  31. 3.3.12

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα πρὸς τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας, ἐν τῷ πέμπτῳ τῶν ἐκτὸς ἃ Μαρκέλλης ἐπιγράφει.] Τὰ τῆς πλατάνου σφαιρία συλλέγων ξήραινε ἐν σκιᾷ καὶ ξηράνας, ἐν δίσκῳ τινὰ χιτῶνα τραχὺν ἐπίτριβε τὰ σφαιρία τῷ ὕφει τοῦ χιτῶνος· εἰ δὲ μή γε, ἐπί τινος τριχίνου παράτριβε, καὶ τὸ μὲν σπέρμα τῶν σφαιρίων ἀπόῤῥιπτε, τὰ δὲ γνάφαλα συλλέγων, ἀποτίθεσο εἰς ἀγγεῖον ὀστράκινον καινόν. ἐπὶ δὲ τῆς χρήσεως τὰ ἐριώδη τῆς πλατάνου ἐνθεὶς εἰς κάλαμον ἀφῃρημένα τὰ γόνατα ἔχοντα, ἀπογλυφὴν δ’ ἔχοντα καθ’ ὃ μέρος ἐπιτίθεται, τῷ μυκτῆρι ἐμφύσα, συντόμως περιγίνεται τῆς αἱμοῤῥαγίας. ἄλλο. χάλκανθον τρίψας ἐπιμελῶς ἀπόθου, ἐπὶ δὲ τῆς χρήσεως ξύσματι ὀθονίων καταβάπτων εἰς τὸ φάρμακον ἐντίθει. σπόγγον ὠμῇ πίσσῃ δεύσας κατάκαυσον καὶ ἐκ τούτου στρεπτὸν ἀναλαβὼν ἐντίθει. ἄλλο. ♃ ὠοῦ κελύφου μέρος ἓν, κηκίδος ὀμφακίτιδος μέρος ἓν, λεῖα στρεπτῷ ὕδατι δεδευμένῳ ἢ ὄξει ἀναλαμβάνων ἐντίθει, τὸ δὲ μέτωπον καὶ τὴν ῥῖνα κατάπλασσε γύψῳ ἢ πηλῷ κεραμικῷ, κρατεῖν δὲ τὰ ὦτα εὐτόνως παραίνει. ἔνιοι δὲ σπόγγον Ἀφρικανὸν καθεψήσαντες ἐν ὄξει δριμυτάτῳ, εἶτα ἐκπιέσαντες καὶ τούτῳ περιειλήσαντες διάπυρον λίθον πυκνὸν ὑπεθυμίασαν, κελεύοντες τὸν ἀτμὸν ἀνασπᾷν.

  32. 3.3.13

    [Τὰ ὑπ’ Ἀνδρομάχου γεγραμμένα.] Πρὸς μὲν τὰς ἐκ ῥινῶν αἱμοῤῥαγίας ἰδίως οὐδὲν ἔγραψεν ὁ Ἀνδρόμαχος, ἐπὶ δὲ τῶν ἰσχαίμων τὰ πλεῖστα καὶ ταύτας ἵστησι, διὰ τοῦτο κᾀγὼ γράψω τὰ ὑπ’ αὐτοῦ γεγραμμένα τοιαῦτα φάρμακα. ἴσχαιμος ᾗ χρῶμαι. ♃ χαλκίτεως, μίσυος, μάννης, ἀνὰ δραχ. δ΄. λείοις χρῶ. ξανθὴ ᾗ χρῶμαι. ♃ χαλκίτεως δραχ. ρ΄. χαλκάνθου δραχ. ν΄. μίσυος ὀπτοῦ δραχ. κε΄. χαλκοῦ κεκαυμένου δραχ. ιβ΄ S". λείοις χρῶ. ἴσχαιμος ἡ μεγάλη. ♃ μίσυος κυπρίου δραχ. ζ΄. χαλκάνθου δραχ. ζ΄. φλοιοῦ πίτυος δραχ. δ΄. λεπίδος χαλκοῦ δραχ. δ΄. μάννης κλιβάνου δραχ. δ΄. οἱ δὲ δραχ. ιε΄. χαλκοῦ κεκαυμένου δραχ. ιε΄. χαλκίτεως δραχ. ιε΄. ἀσβέστου δραχ. η΄. οἱ δὲ δραχ. μ΄. γύψου πεφωγμένης δραχ. δ΄. οἱ δὲ δραχ. η΄. λείοις χρῶ. ἴσχαιμος Ἀφρόδα. ♃ χαλκίτεως δραχ. στ΄. μάννης λιβάνου δραχ. β΄. ῥητίνης τερμινθίνης φρυκτῆς δραχ. δ΄. οἱ δὲ γ΄. λείοις χρῶ.

  33. 4.1.1

    Οὐκ ἄλλη μέν τίς ἐστι τῆς συνθέσεως αὐτῶν ἡ μέθοδος, ἄλλη δὲ τῆς χρήσεως. αὕτη γὰρ ἡ σύνθεσις, ὡς πρὸς τὴν χρῆσιν ἀναφερομένη γίγνεται, σκοπὸν ἐχόντων τῶν συντιθέντων τὰ φάρμακα τὴν ἐκ τῆς χρήσεως αὐτῶν ὠφέλειαν. ὥσπερ δ’ ἐν τοῖς ἄλλοις, οὕτω κᾀν τούτοις ἔνιοι μὲν ἄνευ διορισμοῦ γεγράφασι τὰς χρήσεις τῶν φαρμάκων, οἷον ὅτι πρὸς ὀδύνην ἐπιτήδειόν ἐστιν, οὐκ ἔτι προσθέντες ἐπὶ τίνι διαθέσει τῆς ὀδύνης γινομένης. ἔνιοι δὲ καὶ τὰς διαθέσεις ἔγραψαν, οἱ μὲν ἐμπειρικώτερον, οἱ δὲ λογικώτερον· ἐμπειρικώτερον μὲν ὅσοι τοῖς φαινομένοις ἐναργῶς κατὰ τοὺς ὀφθαλμοὺς σημείοις τὸν διορισμὸν ἐποιήσαντο, λογικώτερον δὲ ὅσοι τοῖς ἀμυδρῶς φαινομένοις ἢ μηδ’ ὅλως φαινομένοις. ἐναργῶς μὲν γὰρ φαίνεται ῥεῦμα πολὺ καὶ ὀλίγον, ἄδηκτόν τε καὶ δακνῶδες ἔρευθός τε πλέον ἢ ἔλαττον, ὥσπερ γε καὶ φλέβες ὀλίγου τε καὶ πολλοῦ πλήρεις αἵματος, ὅ τε τῆς φλεγμονῆς ὄγκος ἐλάττων ἢ μείζων, ὥσπερ καὶ αἱ ποικιλίαι τῶν παρὰ φύσιν χρωμάτων, αἵ τε διεξιοῦσαι λῆμαι πλείους ἢ ἐλάττους ἢ μικρότεραι ἢ μείζους. φαίνονται δ’ ἐναργῶς ἡμῖν καὶ αἱ γινόμεναι τραχύτητες ἐν τοῖς βλεφάροις τῶν ὀφθαλμῶν. τί δὲ δεῖ λέγειν, ὅτι καὶ τὰ ἕλκη καὶ αἱ φλύκταιναι κατά τε τοὺς τόπους καὶ τὰ μεγέθη διαφορὰν οὐκ ὀλίγην ἔχουσι καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, καὶ καθ’ ἕτερόν γε τρόπον ἐκ τῶν φαινομένων ἐναργῶς εἰσι καὶ αἱ ὀδύναι. διαφέρουσι γὰρ οὐδὲν, ἄν θ’ ἡμῖν ἄν τε τοῖς κάμνουσι φαίνωνται. καὶ γὰρ ὅτι ἀλγοῦσι καὶ ὅπως ἀλγοῦσι δῆλον, ὅτι μετὰ θλίψεως ἢ τάσεως ἢ σφηνώσεως ἢ διαβρώσεως ἤ τινων σφυγμῶν ἀλγοῦσιν, ἡμῖν σαφῶς ἐνδείκνυται. οὐ φαίνονται δὲ οἱ τοιοῦτοι διορισμοὶ, καθάπερ ἔνιοι γράφουσι, πρὸς ῥεῦμα. τὸ δ’ ἀπὸ τῶν ἔνδον τοῦ κρανίου πρὸς ῥεῦμα τὸ ἀπὸ τῶν ἐκτὸς ἢ νὴ Δία τὸ ἀπὸ τῶν ἀρτηριῶν ἢ τῶν φλεβῶν χορηγούμενον. ὅταν τε λέγωσί τινες ἔντασιν ἢ σφήνωσιν ἐν τῷ βάθει τῶν ὀφθαλμῶν εἶναι χυμῶν παχέων ἢ γλίσχρων ἢ πολλῶν, οὐδὲν τούτων σύμπτωμα βαρύνει τοὺς κάμνοντας, ὡς ὀδύνη σφοδρὰ καθ’ ὁτιοῦν μόριον, οὐ γὰρ δὴ κατ’ ὀφθαλμούς γε μόνους γινομένη, ὥστε καὶ ἀποθανεῖν εἵλοντό τινες, ἄμεινον εἶναι τοῦτο παθεῖν ἡγησάμενοι τοῦ δι’ ὅλης ἡμέρας ἀνέχεσθαι τῆς ὀδύνης. ἐμοὶ δὲ ἐν ἄλλοις τέ τισι καὶ τῷ δωδεκάτῳ τῆς θεραπευτικῆς μεθόδου γέγραπται σαφῶς καθόλου περί τε τῆς διαφορᾶς τῶν διαθέσεων ἐφ’ αἷς ὀδυνῶνται σφοδρῶς ἥ τε αἰτία ἑκάστης αὐτῶν. γέγραπται δὲ κᾀν τῷ τρισκαιδεκάτῳ τῆς θεραπευτικῆς μεθόδου πάντα ὅσα γε χρὴ περὶ τῶν ἐν ὀφθαλμοῖς διαθέσεων ἐπίστασθαι τὸν ἰατρὸν, εἰς τὰς ἰάσεις αὐτῶν ἀναγκαῖα. λεχθήσεται δέ καὶ νῦν ἐν κεφαλαίοις βραχέσιν ὅσον αὐτῶν εἰς τὰ παρόντα χρήσιμον ὑπάρχει, τουτέστιν ὅσα συνῆπται τῇ τῶν ὑλῶν διδασκαλίᾳ. καὶ γὰρ ὀποὶ καὶ χυμοὶ καὶ σπέρματα καὶ καρποὶ καὶ μόρια φυτῶν ἐμβάλλεται ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, ὥσπερ γε καὶ τῶν μεταλλικῶν ὀνομαζομένων οὐκ ὀλίγα, τὰ μὲν ἐσχάτως αὐστηρὰ καὶ στρυφνὰ καὶ δριμέα, τὰ δὲ μετριώτερα μὲν τούτων, ὅμως δ’ οὖν ἰσχυρὰ, καθάπερ γε καὶ ἀδηκτότατά τινα ταῖς πλύσεσι γεγονότα.

  34. 4.1.2

    [Περὶ ἀδήκτων φαρμάκων.] Πομφόλυξ οὖν πεπλυμμένος οὐδενὸς ἀπολείπεται τῶν ἀδηκτοτάτων φαρμάκων, καὶ διὰ τοῦτο αὐτῷ χρώμεθα πρός τε τὰ λεπτὰ καὶ δριμέα ῥεύματα προκεκενωμένης δηλονότι τῆς κεφαλῆς ἅμα τῷ παντὶ σώματι· τὸ μὲν οὖν ὅλον σῶμα πρόδηλον ὅτι διὰ φλεβοτομίας τε καὶ καθάρσεως ἐκκενοῦμεν, ἀποφλεγματισμοῖς δὲ τὴν κεφαλήν. δύναται γὰρ ὁ πεπλυμμένος πομφόλυξ, ὥσπερ καὶ τὸ σπόδιον καὶ τὸ ἄμυλον ἅμα μὲν καὶ ξηραίνειν μετρίως ὑγρότητας, ἅμα δὲ καὶ κωλῦσαι κενοῦσθαι διὰ τῶν χιτώνων τὴν ἐν τοῖς τελείοις ἀγγείοις αὐτῶν περιεχομένην ὑγρότητα περιττὴν, ὡς ὅταν γε πρὶν κεκενῶσθαι τὴν κεφαλὴν, ἐπιῤῥεόντων ἔτι τοῖς ὀφθαλμοῖς ὑγρῶν, ἐμφρακτικοῖς χρήσαιτό τις φαρμάκοις, ὀδύνην τε σφοδρὰν ἐργάσεται διατεινομένων τῶν χιτώνων καὶ ὑπὸ τοῦ πλήθους τῶν περιῤῥεόντων ὑγρῶν καί ποτε ῥῆξιν ἢ διάβρωσιν αὐτῶν ἐμποιεῖ. ἐκ τοῦ αὐτοῦ δὲ γένους ἐστὶ τοῖς εἰρημένοις φαρμάκοις ὑπόλεπτον ὑγρὸν τὸ ἐν τοῖς ὠοῖς, ἔχον ἐκ περιττοῦ τὸ ἀποπλύνειν τὰς ὑγρότητας, ἐπαλείφειν τε τὰ τραχυνθέντα. τὸ δὲ ἐμφράττεσθαι τοῖς κατὰ λεπτὸν πόροις ὁμοίως ἐκείνοις οὐκ ἔχει, καθάπερ οὐδὲ τὸ ξηραίνειν. ὁ μέντοι τῆς τήλεως χυλὸς ὅσον μὲν ἐπὶ τῇ γλισχρότητι παραπλήσιός ἐστι τῇ λευκῇ τῶν ὠῶν ὑγρότητι, διαφορητικῆς δέ ἐστι δυνάμεως, ὥσπερ δὴ καὶ μετρίως θερμαντικῆς, καὶ διὰ τοῦτο πολλὰς τῶν ὀδυνῶν εἴωθε πραΰνειν.

  35. 4.1.3

    [Περὶ τῶν δριμέων.] Ἐναντιωτάτη δὲ τῇ τούτων ὕλῃ  κατὰ γένος ἐστὶν ἡ τῶν δριμέων ὀπῶν, οἷον τοῦ τε Κυρηναίου καὶ Μηδικοῦ καὶ σαγαπηνοῦ καὶ εὐφορβίου καὶ ἁπλῶς εἰπεῖν ἡ τῶν θερμαινόντων σφοδρῶς ἄνευ τοῦ τραχύνειν οὐ μόνον ἐν ὀποῖς, ἀλλὰ καὶ ἐν χυλοῖς καὶ ἐν σπέρμασι καὶ ἄνθεσι καὶ καρποῖς φυτῶν περιεχομένη.

  36. 4.1.4

    [Περὶ τῶν ῥυπτικῶν.] Τρίτη δὲ ἐπὶ ταῖς εἰρημέναις ἐστὶν ἰσχυρὰ δύναμις ἡ τῶν ῥυπτικῶν φαρμάκων, ὁποία χαλκοῦ τε λεπίς ἐστι καὶ ἡ κεκαυμένη χαλκῖτις, ὅ τε κεκαυμένος χαλκὸς, ὥσπερ δὴ καὶ τὸ ἄνθος αὐτοῦ καὶ τὸ μίσυ καὶ τὸ σῶρυ καὶ τὸ στίμμι.

  37. 4.1.5

    [Περὶ τῶν σηπτικῶν.] Καὶ παρακείμενον ἄλλο γένος τούτοις ἐστὶ τὸ τῶν σηπτικῶν, ὁποῖόν ἐστιν ἀρσενικόν τε καὶ σανδαράχη τό τε τῆς Ἀσίας πέτρας ἄνθος, ἐπ’ ὀλίγον δὲ τῆς τοιαύτης δυνάμεως καὶ τῷ μίσει μέτεστιν.

  38. 4.1.6

    [Περὶ τῶν στυφόντων.] Ἄλλο δὲ γένος ἐστὶ φαρμάκων εἰς τὰς ὀφθαλμικὰς δυνάμεις ἐμβαλλομένων ὅσα στύφειν πέφυκε. τὰ μὲν οὖν μετρίως τοιαῦτα τὰς ἐπιῤῥοὰς ἀποκρούεται, τὰ δὲ σφοδρὰ πλέον ὀδυνᾷ, τραχύνοντα τοὺς χιτῶνας ἢ τὴν τῶν ἐπιῤῥεόντων ὁρμὴν ἀναστέλλει. μίγνυται δέ ποτε χρησίμως αὐτῶν ὀλίγον ταῖς καλουμέναις ὀξυδερκέσι δυνάμεσι συνάγοντα καὶ σφίγγοντα τὴν οὐσίαν τῶν ὀφθαλμῶν. τὰ δὲ μετρίως στύφοντα χρησιμώτατα μέν ἐστι ταῖς καλουμέναις ὀφθαλμίαις, χρήσιμα δὲ καὶ ταῖς ἄλλαις σχεδὸν ἁπάσαις διαθέσεσιν ἑλκῶν τε καὶ φλυκταινῶν καὶ ῥευμάτων. ἔστι δὲ τοιαῦτα ῥόδων φύλλα καὶ ἄνθη καὶ χυλὸς ἐρείκης τε καρπὸς, ὅ τε τῆς νάρδου στάχυς, ἔτι τε τὸ τοῦ μαλαβάθρου φύλλον, ὅ τε κρόκος καὶ τὸ λύκιον, ἥ θ’ ὑποκυστὶς ὀνομαζομένη. σφοδροτέρας δὲ τούτων στύψεως ἥ τε ἀκακία μετέχει καὶ τὸ ὀμφάκινον τοῦ γένους τῶν χυλῶν ὄντα καὶ αὐτὰ καὶ τὸ βαλαύστιόν τε καὶ οἱ κύτινοι καὶ αἱ κηκίδες αἱ ὀμφακίτιδες τοῦ γένους εἰσὶ τῶν ἱκανῶς στυφόντων.

  39. 4.1.7

    [Περὶ πεπτικῶν.] Πεπτικὰ δὲ φλεγμονῶν τε καὶ τῶν ἄλλων διαθέσεών ἐστι φάρμακα, σμύρνα καὶ κρόκος καὶ καστόριον καὶ λιβανωτὸς, ὅ τε τῆς τήλεως ἑψηθείσης χυλὸς, ἅπερ καὶ διαφορεῖν πέφυκε, καὶ μάλιστα ἡ σμύρνα. τοιαύτη μέν ἐστιν ἡ τῶν ὀφθαλμικῶν ὕλη, καὶ ὅσοι γε φύσει συνετοὶ τυγχάνουσιν ὄντες, ἐγυμνάσαντό τε τὸν λογισμὸν, οὐδὲν ἔτι δέονται τῆς παρ’ ἐμοῦ διδασκαλίας, αὐτοὶ δυνάμενοι πρὸς ἕκαστον πάθημα τῶν ἐν ὀφθαλμοῖς γινομένων ἐπιτήδειον συντιθέναι φάρμακον. ἐπειδὴ δὲ ὀλίγοι μέν εἰσι τοιοῦτοι, στοχάζεσθαι δὲ χρὴ καὶ τῆς τῶν πολλῶν ὠφελείας, ἄμεινον ἔνδοξέ μοι τὸν περὶ συνθέσεως αὐτῶν λόγον ὁλοκλήρως διελθεῖν, ἐπαναλαβόντι πρότερον ἕνεκα συνόψεως ὧν ἐμνημόνευσα φαρμάκων ἑκάστου, τὴν κοινὴν κατὰ γένος δύναμιν, εἰρημένην μὲν καθόλου κατὰ τὸ πέμπτον ὑπόμνημα τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας καὶ διὰ τῶν ἐφεξῆς δὲ κατὰ μέρος ἐν ἕξ βιβλίοις ἄχρι τοῦ τελευταίου. χρήσομαι δὲ ταῖς προσηγορίαις τῶν ἐν τοῖς φαρμάκοις δυνάμεων, ἃς ἐθέμην ἐν τῇ προειρημένῃ πραγματείᾳ ἕνεκα σαφηνείας, τινὰ μὲν εἶναι λέγων γεώδη ταῖς οὐσίαις, ἄνευ ψύξεως ἐπιφανοῦς ἢ θερμασίας ἐν τῷ μέσῳ πως τούτων καθεστηκότα, καὶ τούτων αὐτῶν ἔνια μὲν βραχύ τι ψύξεως ἢ θερμασίας μετέχοντα, τινὰ τινὰ δὲ ὅλως οὐδεμίαν ἐμφαίνοντα τοιαύτην δύναμιν. ὅλον δ’ οὖ τὸ γένος αὐτῶν ἐμπλαστικῶν φαρμάκων ὠνόμασα, δύναμιν ἐναντίαν ἐχόντων τοῖς ἐκφρακτικοῖς, ὁποῖος ὅ τε Σάμιος ἀστήρ ἐστι, λεπτομερέστερος ὤν τῆς ἁπλῆς οὕτως ὀνομαζομένης Σαμίας γῆς, ὅ τε πεπλυμμένος πομφόλυξ, ὥσπερ γε καὶ ἡ σποδὸς αὐτοῦ πλυνθεῖσα καὶ ἡ καδμεία κεκαυμένη καὶ πεπλυμμένη. δοκεῖ δέ μοι αὐτῇ μὲν ἔτι βραχύ τι ῥυπτικὸν ἐνυπάρχειν, ἐάν τε μετὰ τὴν καῦσιν, ἐάν τε χωρὶς ταύτης πλυνθῇ. τῇ πομφόλυγι δὲ καὶ τῷ σποδίῳ βραχύ τι στυπτικὸν, ὥσπερ γε καὶ τῷ μολύβδῳ μετὰ τὸ καυθῆναι καὶ πλυνθῆναι. καὶ γὰρ καὶ τοῦτο τὸ φάρμακον ἀδηκτότατον μέν ἐστιν, ἔχει δὲ βραχύ τι στύψεως. εἴτε δὲ ἀρσενικῶς καλεῖν ἐθέλοι τις εἴτε θηλυκῶς τὴν πομφόλυγα, διήνεγκεν οὐδέν· ὥσπερ γε καὶ τὸ ἄμυλον, ὃ καὶ αὐτὸ πλυνθὲν ἀκριβῶς ἐστιν ἀδηκτότατόν τε καὶ μέσον, ὡς μήτε στύψιν ἔχειν μήτε δριμύτητα, τουτέστι μήτε ψύξεως μήτε θερμότητος μετέχειν. καὶ τὸ ψιμύθιον δὲ πλυνθὲν ἔγγιστα τῆ δυνάμει τοῦ κεκαυμένου καὶ πεπλυμμένου μολύβδου γίνεται, σαφές τε διὰ τῆς στύψεως ἐνδεικνύμενον γνώρισμα τελέως ἄποιον, ὡς πρὸς τὴν γεῦσίν τε καὶ ὄσφρησιν φαινόμενον τῆς τε ἀμύλου καὶ Σαμίου ἀστέρος. ἅπαν δ’ οὖν τὸ τῶν τοιούτων γένος φαρμάκων, ἐάν τε βραχεῖαν ἐμφαίνῃ ποιότητα κατὰ γεῦσιν ἢ ὀσμὴν, ἐάν τε μηδ’ ὅλως ἐμφαίνῃ, παραπλησίως τοῖς καθαρωτάτοις ὕδασιν ἄποιον καλεῖται, καὶ μόνον τῷ γεώδει τῆς οὐσίας ξηραίνειν πέφυκε μετρίως. διὸ καὶ χρόνῳ πλέονι τὴν ἀφ’ ἑαυτῶν ὠφέλειαν αἰσθητὴν ἐργάζεται, κατὰ τὰς πρώτας ἡμέρας οὐδὲν ὀνινάναι δοκοῦντα. προσφερόμενα δ’ ὅμως ὑπὸ τῶν ἰατρῶν ὡς ἀδηκτότατα, κατὰ τὰς δυσιάτους διαθέσεις, ἐν αἷς ἕλκος ἐστὶν ἤτοι μόνον ἢ καὶ μετὰ διαβρώσεως τοῦ τε κερατοειδοῦς χιτῶνος καὶ προπτώσεως τοῦ ῥαγοειδοῦς, ἐκρεόντων ἰχώρων δακνωδεστάτων. ἐπὶ τούτων γὰρ οὐδὲν τῶν ἄλλων φαρμάκων ἁρμόττειν δύναται, τῶν μὲν στυφόντων κατεχόντων τοὺς ἐκρέοντας ἰχῶρας καὶ κατὰ τοῦτο τὴν ἐκ τῆς δήξεως αὐτῶν ὀδύνην ἐπιτεινόντων, τῶν  δὲ δριμέων συναυξανόντων τὴν διάθεσιν, ἐάν τε ἐν τοῖς ὀφθαλμοῖς ᾖ μόνοις εἰς καχεξίαν τοιαύτην ἀφιγμένων τῶν μορίων ὡς διαφθείρειν τὸ ἐπιῤῥέον, ἐάν τε καὶ αὐτὸ τὸ ἐπιῤῥέον μοχθηρὸν ᾖ, ἢ διὰ τὴν κεφαλὴν μόνην ἢ καὶ ὅλον τὸ σῶμα τοιοῦτον ὑπάρχον, ὅθεν καὶ προπαρασκευάζομεν εἰς τὴν ἴασιν ἐπιτήδειον τὸ πεπονθὸς μόριον, ὅλου τε τοῦ σώματος ταῖς καθάρσεσι καὶ ταῖς ἀντισπάσεσι, πρώταις μὲν ταῖς κάτω τοῦ σώματος, ἔπειτα δὲ καὶ ταῖς ἐπὶ τὸ ἰνίον τε καὶ τὸ δέρμα τῆς κεφαλῆς. χρώμεθα δὲ καὶ ἀρτηριοτομίαις ἐνίοτε τέμνοντες τὰς ὀπίσω τῆς κεφαλῆς περὶ τὰ ὦτα τεταμένας ἀρτηρίας, ἐκκόπτοντές τε μόριον τῶν ἐν τοῖς κροτάφοις, ὡς μόνον ἡμᾶς ἔτι θεραπεύειν τὴν ἐν τοῖ χιτῶσι τῶν ὀφθαλμῶν γεγενημένην διάθεσιν, ἐφ’ ἧς καὶ τὸ διὰ τῶν φλεβῶν ἐπ’ αὐτοὺς παραγινόμενον αἷμα χρηστὸν διαφθείρεται. πρὸς ταύτας οὖν τὰς διαθέσεις ἁρμόττειν μόνας φαίνεται τὸ τῶν προειρημένων φαρμάκων γένος, ἀδήκτως ξηραῖνον τὴν ἐν τῷ πεπονθότι μορίῳ κακοχυμίαν, ἥτις, ὡς ἐλέχθη, διαφθείρει τὸ ἐπιῤῥέον. ἡ μὲν γὰρ τῶν στυπτικῶν δύναμις οὔτε ξηραίνει τὴν τοιαύτην διάθεσιν, ἐπέχει τε τῶν δακνωδῶν ἰχώρων τὰς ἐκροάς. ἡ δὲ τῶν θερμῶν καὶ δριμέων οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ συναυξάνει τὴν ποιότητα τῶν δακνωδῶν χυμῶν, ἡ δὲ τῶν χαλαστικῶν τε καὶ διαφορητικῶν φαρμάκων δύναμις ἐκκενοῦν μὲν δύναται τὸ γεννώμενον, οὔτε δὲ τὸ ἡλκωμένον ἀναστρέφειν ἢ ἐπουλοῦν οὔτε τὸ προπεπτωκὸς προστέλλειν τε καὶ κατακλείειν. ὥσπερ οὐδ’ ἡ τῶν πεπτικῶν, εἰ καὶ τὸ πέττειν τὰς διαθέσεις ἀγαθὸν οὐ σμικρὸν ἔχει. κρόκος δέ ἐστιν, ὡς ἔφην, καὶ σμύρνα καὶ λιβανωτὸς ἐκ τῶν τοιούτων φαρμάκων. τί δεῖ λέγειν ἔτι περὶ τῶν ὀξείας ἢ πικρὰς ἐχόντων δυνάμεις φαρμάκων, ὡς δακνώδη τε καὶ παροξυντικὰ τῶν τοιούτων ἐστὶ διαθέσεων, ἐπὶ πλέον δ’ αὐτῶν ἥκει κακίας τὰ νιτρώδη δύναμιν ἢ ἁλμυρὰν ἢ αὐστηρὰν ἔχοντα. ὑπόλοιπον οὖν ἐστι γένος ἐκθεραπεύειν δυνάμενον ἕλκη μετὰ ῥεύματος δριμέος, ὅσα διῆλθον ἀρτίως ἀδήκτων φαρμάκων, ἐν πλέονι χρόνῳ τὴν κακοχυμίαν τοῦ πεπονθότος μορίου ἐκδαπανῶντα. καλεῖται δὲ παρὰ τῶν ἰατρῶν τὰ τοιαῦτα κολλύρια λιβιανὰ καὶ κύκνοι, διὰ μὲν τὴν χρόαν λευκὴν οὖσαν, ὡς οἱ κύκνοι, κρατοῦντος ἐν αὐτοῖς ἀμύλου τε καὶ γῆς Σαμίας καὶ ψιμυθίου τοῦ Ῥοδιακοῦ. καὶ γὰρ καὶ ἄλλως ἄριστον τοῦτο καὶ τῇ χρόᾳ λευκότερόν τε καὶ κουφότερον καὶ λεπτομερέστερον τῶν ἐν τῷ ἑτέρῳ τινὶ χωρίῳ γινομένων. ἐν οἷς δὲ ἐπικρατεῖ τὰ ἄλλα φάρμακα, τὴν χρόαν ἐργάζεται κατὰ τὴν ἑαυτῶν οὐσίαν, ὥσπερ εἴ τις τῷ λευκῷ χρώματι μίξειεν ὀλίγον κυανοῦν. ταῦτα δὲ τὰ κολλύρια διὰ τοῦτο ἀποτρίβουσί τινες ταῖς ἀκόναις ἐπιστάζοντες ἐκ τῶν τιτθῶν εὔχυμον γάλα, διότι βούλονται φυλάττεσθαι τὸ τῶν ὠῶν ἐμπλαστικόν. ἐν δὲ τῷ γάλακτι περιεχομένου τινὸς ὀῤῥώδους ῥυπτικοῦ, σύμμετρος ἡ χρῆσις αὐτοῦ γίνεται τῇ προκειμένῃ θεραπείᾳ. δέδεικται γὰρ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου ῥυπτικῶν ἀδήκτων δεόμενα τὰ πληρωθησόμενα τῶν ἑλκῶν. εἰ δὲ μὴ παρείη γάλα τοιοῦτον, διὰ τοῦ τῆς τήλεως ἀφεψήματος ἄμεινον ἀποτρίβειν τὰ κολλύρια, ῥυπτικὸν ἐχούσης τι καὶ ταύτης, ὃ μηδ’ ὅλως μέτεστι τοῖς ὠοῖς.

  40. 4.2.1

    [Περὶ τραχωμάτων.] Οὐσῶν δὲ δυσιάτων τῶν εἰρημένων διαθέσεων, ὑπερβάλλουσι χαλεπότητι προσγενόμεναι τῶν βλεφάρων αἱ τραχύτητες, ὑφ’ ὧν καὶ κατὰ τὰς ὀφθαλμίας οἱ χιτῶνες τῶν ὀφθαλμῶν ὀδυνῶνται κοπτόμενοι. ἀλλ’ ἐπ’ ἐκείνων μὲν τολμῶμεν τοῖς ἰδίοις τῆς φλεγμονῆς φαρμάκοις μιγνύναι τι βραχὺ τῶν ῥυπτικῶν, ὁποῖόν ἐστι τὸ δι’ οἴνου τραχωματικὸν κολλύριον, ὡς καταστεῖλαι μὲν πρῶτον ὅσα τοῖς βλεφάροις ἐπετράφη, ἀφλεγμαντοτέρων δὲ γενομένων τῶν; κατὰ τῶν ὀφθαλμῶν ἀποῤῥύψαι τὰς τραχύτητας. ἐπὶ δὲ τῶν ἕλκους ἐχόντων μετὰ ῥεύματος δακνώδους οὐχ οἷόν τε τοιούτῳ χρήσασθαι φαρμάκῳ, διαβρωθήσεται γὰρ ἐπὶ πλέον ὁ κερατοειδὴς ἥ τε τοῦ ῥαγοειδοῦς πρόπτωσις ἔσται μείζων, ὀδύνη τε σφοδρὰ καταλήψεται τὸν ἄνθρωπον, ἐπιταθήσεται δὲ καὶ τὸ κακόηθες ῥεῦμα. καταστάντες οὖν εἰς ἀπορίαν τῆς τοιαύτης ἐπιπλοκῆς τῶν παθῶν οἱ ἰατροὶ μόνην ἐξευρήκασι βοήθειαν, ὡς ἐν ἀπόροις ἐκστρέφοντες τὰ βλέφαρα διαῤῥύπτειν αὐτὰ καὶ ἀποσμᾷν ἄνευ φαρμάκων, ἔνιοι μὲν αὐτῷ τῷ κυαθίσκῳ τῆς σμίλης ἐπιπολῆς ἀποξύοντες, εἶτα σπόγγῳ μαλακῷ τὸ ἀποῤῥέον ἐκλαμβάνοντες, προστέλλοντές τε τὰ βλέφαρα τὸ λοιπὸν τῆς τραχύτητος. ἔνιοι δὲ καὶ δέρματα θαλαττίων ζώων τινῶν ἐπιπολῆς τραχέα συμμέτρως εἰς τὴν τοιαύτην χρείαν παραλαμβάνουσιν. εἷς δέ τις τῶν ἐμῶν διδασκάλων καὶ κολλύριον ἐποίησε διὰ κισσήρεως καὶ τὰς τραχύτητας ἀπέῤῥυπτεν, ἐκστρέφων τὰ βλέφαρα. πρόδηλον δ’ ὅτι λελειῶσθαι τὴν κίσσηριν ἀκριβῶς χρὴ, κᾀπειδὰν τοῦτο γένηται διὰ τραγακάνθης ἢ κόμμεως ἀναπλάττεσθαι. παυομένου δ’ ἐν τῷ χρόνῳ διὰ τῶν εἰρημένων κολλυρίων τοῦ ῥεύματος, ἐπιτολμῶμεν ἤδη τὰ ῥυπτικὰ τῶν φαρμάκων προσφέρειν τοῖς βλεφάροις ὀλίγον τι μιγνύντες αὐτῶν τὸ κατ’ ἀρχὰς, εἶτ’ ἐὰν τοῦτο φέρειν ὁ ἄνθρωπος φαίνηται κατὰ βραχὺ παροξύνοντες. ἐπειδὰν δὲ καὶ τὸ ῥεῦμα ξηρανθῇ καὶ τὰ βλέφαρα μετρίως ἔχῃ τὴν πλήρωσιν τῶν κοίλων ἑλκῶν, τῷ διὰ λιβάνου κολλυρίῳ ποιούμεθα, μιγνύντες αὐτῷ κατ’ ἀρχὰς μὲν ὀλίγιστον τοῦ δι’ οἴνου, κατὰ βραχὺ δὲ τὴν μίξιν αὐξάνοντες, ὥστε τὰ βλέφαρα  μηκέτι ἐνοχλεῖν τοῖς χιτῶσι τῶν ὀφθαλμῶν, ἀκριβῶς τε τὰ ἕλκη καθαρὰ γενόμενα πληροῦσθαί τε καὶ συνουλοῦσθαι. περὶ μὲν οὖν τούτων αὐτάρκως εἴρηται, μεταβαίνειν δ’ ἤδη καιρὸς ἐπὶ τὰ λοιπὰ τῶν κατὰ τοὺς ὀφθαλμοὺς παθῶν τε καὶ φαρμάκων.

  41. 4.3.1

    [Περὶ ὀφθαλμίας.] Ἄρξομαι δὲ ἀπὸ τοῦ συνεχεστάτου γινομένου πάθους ἐν τοῖς ὀφθαλμοῖς, ὃ καλοῦσιν ἰδίως ὀφθαλμίαν. ἔστι δ’, ὡς ἐμάθετε, φλεγμονὴ τοῦ περιοστίου τε καὶ περικρανίου καλουμένου χιτῶνος ἢ ὑμένος ἤ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. καλοῦσι δὲ τὸν αὐτὸν τοῦτον ἐπιπεφυκότα, διότι τοῖς ἄλλοις ὅσοι τὸν ὀφθαλμὸν αὐτὸν συνιστῶσι χιτῶσιν ἐπιπέφυκεν ἔξωθεν, σύνδεσμος ὤν καὶ αὐτὸς ὅλῳ τῷ ὀφθαλμῷ, πρὸς τὰ περικείμενα τῶν ὀστῶν, καὶ διὰ τοῦτο συνεπαίρεται τὰ πέριξ τῶν ὀφθαλμῶν ἄχρι τῶν μήλων ἐνίοτε κατὰ τὰς σφοδροτέρας ὀφθαλμίας. εὔδηλον οὖν ὅτι τὰ θεραπεύοντα φάρμακα τὸ τοιοῦτο πάθος ὑποπεπτωκέναι μὲν χρὴ πάντως τῇ κοινῇ τῶν πάντων. θεραπείᾳ φλεγμαινόντων, προσειληφέναι δέ τι καὶ τῆς τοῦ μορίου φύσεως, εὐπάθειαν ἐξαίρετον ὑπὲρ πᾶν τὸ καθόλου τοῦ σώματος δέρμα διά τε τὴν εὐαισθησίαν καὶ τὴν ἀραιότητα τῆς οὐσίας προσειληφότος. ἀποκρουστικὰ δὲ παραληπτέον φάρμακα τὰ μὴ τραχύνοντα, τουτέστι μὴ σφοδρὰν ἔχοντα τὴν στύψιν, ἀλλὰ μετριώτερα μὲν αὐτὰ κατὰ τὴν οἰκείαν οὐσίαν, ἐπιμιξίᾳ δὲ παρηγορικῆς ὑγρότητος ἔτι καὶ μᾶλλον τοιαῦτα γινόμενα. παρηγορικὰς δὲ ὑγρότητας ἔφην ὠοῦ τε τὸ λευκὸν καὶ τὸ τῆς τήλεως ἀφέψημα καὶ πρὸς τούτοις ἔτι τὸ γάλα. προνοεῖσθαι δὲ ὅταν αὐτὸ χρὴ τοῦ νέας ἅμα καὶ εὐχύμου γυναικὸς εἶναι τοῦτο, τῶν τιτθῶν ἐκθλιβομένων ἐπὶ τὴν ἀκόνην, ἐφ’ ἧς ἀποτρίβεται τὸ κολλύριον, ὅπως ἔτι χλιαρὸν ἐγχέηται τοῖς ὀφθαλμοῖς. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν σφοδρῶς ὀδυνωμένων ἢ διὰ μέγεθος φλεγμονῆς ἢ διὰ δριμύτητα τῶν ἐπιῤῥεόντων ὑγρῶν ἀναγκαζόμεθα πράττειν, ὡς τὸ πολὺ δ’ ἀρκεῖ τὸ λευκὸν τοῦ ὠοῦ μετὰ τῶν ἐπιτηδείων φαρμάκων, ἐκθεραπεύειν τὰς ὀφθαλμίας διὰ τῶν καλουμένων μονοημέρων κολλυρίων. οὕτω γὰρ οὐκ ὀλιγάκις ταῦτα μεγάλας φλεγμονὰς ἐπράϋνεν οὕτως, ὡς εἰς ἑσπέραν μὲν λουτρῷ χρήσασθαι τὸν ἄνθρωπον, ἐπὶ δὲ τῆς ὑστεραίας τῷ καλουμένῳ ναρδίνῳ κολλυρίῳ, πρὸς ἀποκατάστασίν τε καὶ τόνωσιν ὑπαλείψασθαι. παραμιγνύναι δ’ αὐτῷ κατὰ μὲν τὴν πρώτην ὑπάλειψιν ἐλάχιστόν τι τῶν δριμέων καὶ σταλτικῶν ὀνομαζομένων, κατὰ δὲ τὴν δευτέραν βραχύ τι τοῦδε πλεῖον. ἀρκοῦσι γὰρ αἱ δύο προσφοραὶ τοῦ φαρμάκου καί τις περίπατος οὐ πολὺς πρὸ τοῦ βαλανείου. τὰ δ’ οὖν μονοήμερα καλούμενα κολλύρια ἔνια μὲν ἰδίως ὀνομαζόμενα τρυγώδη πολλὴν ἔχει τὴν ἀκακίαν, ἔνια δὲ ἤτοι παντάπασιν ὀλίγην ἢ οὐδ’ ὅλως ἔχοντα προσείληφε τὰ μὲν τὴν λεπίδα τοῦ χαλκοῦ, τὰ δὲ τὸν κεκαυμένον χαλκὸν ὀλίγον, ἅμα πολλοῖς τοῖς ἄλλοις ὅσα στύφει μετρίως καὶ πέττει καὶ διαφορεῖ. τοιαῦτα δέ ἐστι κρόκος καὶ σμύρνα καὶ λύκιον Ἰνδικὸν, καὶ καστόριον δὲ καὶ λιβανωτὸς ἄνευ τοῦ στύφειν πέττει τε ἅμα καὶ διαφορεῖ. ἐφ’ ὧν μὲν οὖν ἐπικρατεῖ τὰ στύφοντα πλεῖστον μὲν εἶναι χρὴ τὸ ὑγρὸν τοῦ αὐτοῦ, βραχύτατον δὲ τοῦ φαρμάκου, καὶ μάλιστα ἐὰν ἔχῃ τι τῶν μεταλλικῶν τὸ φάρμακον. ἐφ’ ὧν δ’ ἂν ὅ τε κρόκος καὶ ἡ σμύρνα καὶ τὸ καστόριον, ὅ τε λιβανωτὸς καὶ τὸ λύκιον ἐπικρατῇ βραχὺ παχυτέρῳ χρηστέον ἐστὶ τῷ φαρμάκῳ. πυρίᾳ τε χρηστέον πάντως ἐπ’ αὐτοῖς διὰ σπόγγου, μετρίως μὲν ὀδυνωμένοις ἅπαξ ἢ δὶς τῆς ἡμέρας· εἰ δὲ σφοδρότερον ὀδυνώμενοι τυγχάνοιεν, ἄμεινόν ἐστι καὶ τρὶς καὶ τετράκις καὶ πλεονάκις χρῆσθαι, μάλιστα ἐν ταῖς μεγάλαις ἡμέραις ταῖς θεριναῖς. ἡ πυρία δὲ δι’ ἀφεψήματος γινέσθω μελιλώτου καὶ τήλεως. περὶ μὲν οὖν ὀφθαλμίας αὐτάρκως εἴρηται, περὶ δὲ τῶν ἑλκῶν ἐφεξῆς ἐρῶ.

  42. 4.4.1

    [Περὶ τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν.] Δεῖται μὲν καὶ ταῦτα τῆς αὐτῆς κατὰ γένος θεραπείας τοῖς ἄλλοις ἕλκεσιν, ἣν ἐπιπλεῖστον διῆλθον ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τῆς θεραπευτικῆς μεθόδου, διὰ δὲ τὴν τοῦ μορίου φύσιν ἀδηκτότατα προσοιστέον, ἐν οἷς ἔφην εἶναι τὸ διὰ πομφόλυγος πεπλυμμένης. μίγνυνται δ’ αὐτοῖς καὶ χυλοί τινες οὐ μόνον ἄδηκτοι παντάπασιν, ἀλλὰ καὶ τὰς σφοδροτάτας ὀδύνας πραΰνειν δυνάμενοι, καθάπερ ὁ τοῦ μανδραγόρου χυλός. ἔνιοι δὲ καὶ πολυγόνου χυλὸν ἔμιξαν, ὥσπερ ἕτεροι, καὶ αὐτῶν τῶν ὠῶν τὸ λευκόν. εὔδηλον δ’ ὅτι πλησίον ἀναπλάσεως ὄντι τῷ φαρμάκῳ τὰ τοιαῦτα μίγνυται διὰ τὸ ταχέως ὀξύνεσθαι. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ ὁ τῶν ῥόδων μίγνυται χυλός. ἡ δὲ ἰδίως ὕλη τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν εὔδηλον ὅτι καὶ αὕτη σκοπὸν ἔχει καθαρὸν φυλάττειν τὸ ἕλκος, ὡς τῆς φύσεως τῶν μορίων πληρούσης τε καὶ πρὸς οὐλὴν ἀγούσης αὐτὸ, καθάπερ ἐπὶ τῶν ἄλλων ἑλκῶν προείρηται. φλεγμονῆς μὲν οὖν ἔτι κατὰ τὸν ὀφθαλμὸν οὔσης ἢ καί τινος ὀδύνης, τὰ διὰ λιβανωτοῦ τε κολλύρια καὶ τῶν πεπλυμμένων μεταλλικῶν καὶ τῶν ἀδήκτων χυλῶν προσφέρεται. ῥυπαρῶν δὲ ἐν τῇ χρήσει ταύτῃ τῶν ἑλκῶν γενομένων, μίγνυσθαί τι χρὴ τῶν ῥυπτόντων, ὁποῖόν ἐστι τὸ Πακκιανὸν δι’ οἴνου κροκῶδες, ᾧ χρώμεθα παραμιγνύντες ἐλάχιστον αὐτοῦ τοῖς προειρημένοις φαρμάκοις. ἔχει δὲ τοῦτο πλεῖστον μὲν τὸν κρόκον, ἀφ’ οὗ καὶ κροκῶδες ὀνομάζεται,  μέμικται δ’ αὐτῷ καὶ τῶν ῥυπτόντων μεταλλικῶν ἔνια· διὸ καὶ τραχωμάτων ἐστὶ καθαιρετικὸν οὐ μόνον τῶν μικρῶν, ἀλλὰ καὶ τῶν μεγάλων, ἃ προσαγορεύουσι συκώσεις· λεπτύνει δὲ καὶ τὰ πτερύγια. περὶ μὲν οὖν τῶν τοιούτων φαρμάκων μικρὸν ὕστερον εἰρήσεται· τῶν δ’ ἑλκῶν ὅσα δι’ ἀνάβρωσιν γίνεται τοῦ κερατοειδοῦς, ὡς προκύπτειν τι καὶ τοῦ ῥαγοειδοῦς, ὅτι δὴ καὶ ταῦτα δι’ ἑαυτό τε καὶ τὸ προπεσὸν ἀποκρουστικῶν τε καὶ στυπτικῶν δεῖται φαρμάκων εὔδηλόν ἐστι. πειρᾶσθαι δὲ ἐπ’ αὐτῶν δεῖ ἐκλέγεσθαι τὰ μηδεμίαν ἐργαζόμενα τραχύτητα. τῶν δ’ ἐναντίων τούτοις φαρμάκων, ὅπερ ἐστὶ τῶν διαφορητικῶν, αἱ φλύκταιναι χρῄζουσι καὶ τὸ γεννώμενόν ποτε πῦον ἔνδον τοῦ κερατοειδοῦς. τὰ μὲν οὖν πρόσφατα καὶ ἔτι φλεγμαίνοντα τοῖς διὰ σμύρνης καὶ λιβανωτοῦ καὶ κρόκου καθίσταται φαρμάκοις. τὰ χρονιώτερα δὲ καὶ τῶν διαφορητικῶν τι προσλαμβάνουσι, καθάπερ γε καὶ αἱ σκιῤῥούμεναι φλεγμοναὶ τῶν χιτώνων. ἐπὶ τούτων γὰρ καὶ διὰ τῶν δριμέων ὀπῶν εὐδοκιμεῖ φάρμακα τάδε· εἰς κολλυρίων εἴδη ἀναπλαττόμενα αἱ καλούμεναι πρὸς τῶν ἰατρῶν ἰδίως ἔγχρισται δυνάμεις ὑγραὶ, ὁποίας καὶ τοῖς ἀρχομένοις ὑποχεῖσθαι σκευάζουσιν. ἐπὶ δὲ τῶν πτερυγίων τε καὶ τῶν συκώσεων, ὡς ἔφην, τὰ ῥυπτικὰ φάρμακα προσφέρεται, τὰ μὲν εἰς κολλυρίων ἰδέαν ἀναπλαττόμενα, τὰ δὲ καὶ ξηρὰ χωρὶς ἀναπλάσεως, ἐφ’ ὧν ἔμιξάν τινες ὀλίγον τι τῶν σηπτικῶν φαρμάκων. ἐγγὺς δὲ τούτων ἐστὶ τὰ τὰς ψωρώδεις διαθέσεις ἐν τοῖς βλεφάροις ἰώμενα, καὶ διὰ τοῦτο προσαγορευόμενα ψωρικά. πάντων δ’ αὐτῶν ἐστιν ἰσχυρότατα τά τε τοὺς παλαιοὺς τύλους ἐκτήκοντα καὶ τὰ καλούμενα πτερύγια θεραπεύοντα, διὰ τῶν ῥυπτικῶν τε καὶ σηπτικῶν φαρμάκων συγκείμενα.

  43. 4.5.1

    [Περὶ τῆς τῶν ὀφθαλμικῶν φαρμάκων δυνάμεως.] Καί μοι σχεδὸν ἤδη τῆς ἁπάντων τῶν ἐν ὀφθαλμοῖς παθῶν τε καὶ κατὰ γένος φαρμάκων ἐξηγήσεως γενομένης, εἰρημένων δὲ καὶ τῶν κατὰ γένος ἀδήκτων φαρμάκων, ὁποῖα τὰ διὰ τῶν πεπλυμμένων μεταλλικῶν ἔφην συντίθεσθαι, βέλτιον εἶναι δοκεῖ καὶ τῶν ἄλλων ὀφθαλμικῶν φαρμάκων ἐξηγήσασθαι τὰς δυνάμεις. ἐκ τούτου γὰρ ἡγοῦμαι συνθετικωτέρους γενέσθαι καὶ τῶν ἤδη συγκειμένων κριτικωτέρους, τοὺς ἐν αὐτοῖς γεγυμνασμένους. ἀδηκτοτάτων οὖν ὄντων ὧν εἶπον ἔμπροσθεν φαρμάκων, ἀδήκτων δὲ καὶ τῶν τριῶν ὑγρῶν, ὧν τὸ μὲν ἀφέψημα τῆς τήλεως ἦν, τὸ δὲ γάλα, τὸ δὲ τὸ ἐν τοῖς ὠοῖς ὑγρὸν τὸ λεπτὸν, ἐν τῷ γένει τούτων ἡγητέον εἶναι τό τε κόμμι καὶ τὴν τραγάκανθαν, καὶ εἰ μὴ τὰ προειρημένα τρία πρόχειρον εἶχε τὴν κτῆσίν τε καὶ χρῆσιν, ἀποβρέχοντες ἂν ἐν ὕδατι πολλῷ βραχὺ κόμμεως ἢ τραγακάνθης εἰς τὴν αὐτὴν χρείαν ἄγομεν τοῖς τρισὶν, ὡς ἀποτρίβειν τε δι’ αὐτῶν ἐπὶ τῆς ἰατρικῆς ἀκόνης τὰ κολλύρια καὶ μόνοις ἐγχεομένοις, ἐκκλύζειν τοὺς ἐν τοῖς πάσχουσιν ὀφθαλμοῖς γενομένους ἰχῶρας. ἀλλὰ καὶ νῦν αὐτοῖς χρώμεθα κατὰ πάντα σχεδὸν τὰ κολλύρια. πλὴν γὰρ ὀλιγίστων ἀναλαμβάνεται πάντα μετὰ τὸ λειωθῆναι διαβεβρεγμένα συμμέτρως τοῖς φαρμάκοις τούτοις. ἓν μὲν δὴ τοῦτο γένος ἡμῖν ἀριθμείσθω φαρμάκων ὀφθαλμικῶν, ἔν τε τοῖς τρισὶν ὑγροῖς καὶ τῇ τραγακάνθῃ καὶ τῷ κόμμει καὶ τοῖς πεπλυμένοις μεταλλικοῖς. ἑτέρα δ’ ἐπ’ αὐτοῖς τὰ βραχεῖαν ἔχοντα δῆξιν ἐκ τοῦ μεμίχθαι τινὰ αὐτοῖς τῶν ἐπ’ ὀλίγον στυφόντων ἢ ῥυπτόντων, ὁποῖα φάρμακά ἐστι ῥόδα τε καὶ λιβανωτὸς, ὀλίγην μὲν ἐχόντων τῶν ῥόδων τὴν στύψιν, ὀλίγον δὲ καὶ τὸ ῥυπτικὸν τοῦ λιβανωτοῦ. θερμὸς δὲ συμμέτρως κατὰ τὴν δύναμιν ὁ λιβανωτὸς ὑπάρχων ἔχει τι διὰ τοῦτο πεπτικόν τε καὶ ἀνώδυνον. ἐκ τοῦ αὐτοῦ δὲ γένους αὐτῷ κατά γε τὸ πέττειν τε καὶ διαφορεῖν μετρίως ἡγητέον εἶναι τόν τε κρόκον καὶ τὴν σμύρναν, ἀλλήλων διαφέροντα τῷ τὸν μὲν στύφειν μετρίως, τὴν δὲ ἄνευ στύψεως, οὐκ ἀγεννῶς διαφορεῖν τε καὶ ξηραίνειν ὑγρότητας. γενναιότερα δὴ ταῦτα ταῖς δυνάμεσίν ἐστι τοῦ λιβανωτοῦ καὶ διὰ τοῦτο καὶ διαφορητικώτερα. τὸ ῥυπτικὸν δ’ οὐκ ἔχοντα πρὸς τὴν τῶν ἑλκῶν θεραπείαν ἀπολείπονται τοῦ λιβανωτοῦ. τοῦ γένους τούτου τῶν φαρμάκων, λέγω δὲ τοῦ πεπτικοῦ τε καὶ διαφορητικοῦ, καὶ τὸ λύκιόν ἐστι καὶ τὸ καστόριον. εὔδηλον δ’ ὅτι λύκιον λέγω τὸ Ἰνδικὸν, οὐ τουτὶ τὸ καὶ τοῖς παρ’ ἡμῖν ἔθνεσι γινόμενον. ἐγγὺς δὲ τούτων ἥκει τῇ δυνάμει καὶ ἡ καλουμένη σαρκοκόλλα, πεπτικόν τε καὶ διαφορητικὸν οὖσα φάρμακον· ἔτι δὲ μᾶλλον αὐτῆς ἡ χαλβάνη τὰς εἰρημένας ἔχει δυνάμεις. ἀφέψημα δὲ μελιλώτου τῷ πεπτικῷ προσείληφέ τι καὶ στυπτικὸν, ὁμογενές πως ὑπάρχον τῷ κρόκῳ. ἐμβάλλεται δ’ εἰς τὰς ὀφθαλμικὰς δυνάμεις καὶ ὁ καλούμενος αἱματίτης λίθος ξηραντικὴν ὑγρῶν ἔχων δύναμιν, ὥσπερ καὶ ἡ καδμεία. πρᾳότερον δὲ αὐτῆς ἐστι φάρμακον ὁ λίθος, ὡς ἂν ἐξ ὑγρᾶς οὐσίας οὐ γεώδους ὥσπερ ἡ καδμεία τὴν γένεσιν ἐσχηκώς. δηλοῖ γὰρ αὐτοῦ τὴν φύσιν οὖσαν τοιαύτην ἡ ἐπὶ τῆς ἰατρικῆς ἀκόνης λύσις εἰς χυλὸν ἀναλυομένου κατὰ τὴν μεθ’ ὑγροῦ τινος τρίψιν. καὶ κατὰ μόνας δὲ χωρὶς ὑγρότητος ἀποτριβόμενος οὐκ εἰς γεώδη θραύματα διαλύεται τῇ καδμείᾳ παραπλησίως, ἀλλ’ εἰς ὁμοιομερές τε καὶ συνεχὲς αὐτῷ σῶμα. παραπλησίως αὐτῷ καὶ ὁ σχιστὸς καλούμενος λίθος ὑπάρχων ἰσχυρότερός ἐστι τῇ δυνάμει. τὸ δὲ στίμμι καλούμενον ἄπλυτον μὲν ἰσχυρὰν ἐπιδείκνυται τὴν στυπτικὴν δύναμιν, ἐκλύεται δὲ πλυνθὲν, ὡς ἐγγὺς ἥκειν ἀδήκτου. ἰσχυροτέρας δὲ δυνάμεως ῥυπτικῆς ὅ τε κεκαυμένος χαλκός ἐστι καὶ ἡ λεπὶς αὐτοῦ καὶ τὸ ἄνθος.  οὐχ ἧττον δὲ δραστήριον, ἀλλ’ ἧττον ἄδηκτον ἡ κεκαυμένη χαλκῖτίς ἐστιν. εἰ δὲ καὶ πλυθείη τὰ τοιαῦτα, ῥυπτικὰ μὲν ἔτι διαμένει, τοσούτῳ δὲ ἀσθενέστερα ταῖς ἐνεργείαις, ὅσον καὶ ἀδηκτότερα γίνεται. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ μίσυ καὶ ὁ ἰὸς, ἰσχυρότατα φάρμακα τοῖς πρὸς συκώσεις καὶ τύλους ἁρμόττουσι μιγνύμενα. τινὲς δὲ αὐτοῖς ἐπέβαλον καὶ κηκίδας, σφοδρῶς στῦφον φάρμακον, ὥσπερ ἔνιοι τὸ πάντων τούτων σφοδρότατον εἰς στύψιν ἅμα δριμύτητι, καλούμενον δὲ χάλκανθον οὐδετέρως ἢ, ὡς ἔνιοι, χάλκανθος ἀρσενικῶς ἢ θηλυκῶς. εὔδηλον δ’ ὅτι μετριώτερον πολὺ γίνεται καυθέν τε καὶ πλυνθέν. ἐκ τῆς τοιαύτης ὕλης καὶ ἡ τοῦ στομώματός ἐστι λεπίς. ὁ δὲ τοῦ λιβανωτοῦ φλοιὸς στύφει μὲν καὶ αὐτὸς οὐκ ἀγεννῶς, ἀπολείπεται δὲ τῶν εἰρημένων ἁπάντων πάμπολυ. καὶ μέντοι καὶ τὸ μίσυ καλούμενον εἴς τε τὰς αὐτὰς διαθέσεις καὶ προσέτι τὰ ψωρώδη βλέφαρα τοῖς κολλυρίοις ἔμιξάν τινες. ἐπεὶ δὲ καὶ μάννης ἐμνημόνευσάν τινες καὶ δοκεῖ τισιν οὐδὲν διαφέρειν λιβανωτοῦ λελειωμένου, γνωστέον ὅτι καλοῦσιν ἰδίως μάνναν τὸ ὑπόσεισμα τοῦ ὑποτεθρυμμένου κατὰ τὰ μεγάλα φορτία λιβάνου. συμφέρεται γὰρ αὐτῷ θραύσματά τινα μικρὰ λιβανωτοῦ φλοιοῦ, ὥστε διαφέρειν τοῦ λιβανωτοῦ τὸ τοιοῦτον φάρμακον τῷ προσειληφέναι βραχύ τι τῆς στύψεως. ὅσα μὲν οὖν τῶν στυφόντων ἱκανῶς γεώδη ταῖς συστάσεσίν ἐστι, τραχώματά τε καὶ συκώσεις καὶ τύλους ἐκτήκει. τὰ δὲ ἐν τῷ γένει τῶν χυλῶν ὄντα, καθάπερ ὀμφάκιόν τε καὶ ὑποκυστὶς, ἐκπλύνεται ῥᾳδίως ἐν ταῖς ὑπαλείψεσιν ἐκρέοντα μετὰ τοῦ δακρύου. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ γλαύκιον καὶ ἀκακία. ῥυπτικὰ δὲ ἀδήκτως ἐστὶν ἐλάφου κέρας καυθὲν, ὥσπερ γε καὶ ὁ τῶν αἰγῶν. εἴρηται δὲ ὅτι καὶ ὁ λιβανωτὸς ἐκ τῶν τοιούτων ἐστὶν, ἀλλ’ οὗτος, ὥσπερ ἐῤῥέθη, βραχυτάτης μετείληφε τῆς ῥυπτικῆς δυνάμεως, ἀνώδυνός τε καὶ πεπτικὸς ὑπάρχων. τὰ δὲ τῶν εἰρημένων ζώων κέρατα ῥυπτικὰ μέν ἐστιν, οὔτε δὲ ἀνώδυνον οὔτε πεπτικὸν ἔχει τι, ψυχρὰ καὶ ξηρὰ ταῖς κράσεσιν ὄντα. ῥυπτικὸν δέ τι καὶ τὸ καλούμενον Ἀρμένιον ἔχει, καθάπερ καὶ τὸ καλούμενον Ἰνδικὸν μέλαν, καὶ διὰ τοῦτο τοῖς ἀφλεγμάντοις ἕλκεσιν ἀλύπως ὁμιλεῖ. μικτῆς δέ πώς ἐστι δυνάμεως ἡ ἀλόη, καθάπερ τὸ ῥόδον. ἔχει μὲν γάρ τι καὶ πικρὸν τὸ ῥύπτειν πεφυκὸς, ἔχει δέ τι καὶ στυπτικὸν, ὡς συνάγειν τε καὶ συνουλοῦν τὰ ἕλκη.

  44. 4.5.2

    [Τίνα πρὸς τὰς ψωρώδεις διαθέσεις ἁρμόττει.] Τῶν δὲ πρὸς τὰς ψωρώδεις ἐν βλεφάροις διαθέσεις ἁρμοττόντων φαρμάκων ἅλες εἰσὶν ἀμμωνιακοὶ καὶ λίθος Ἄσιος, αὐτός τε καὶ τὸ ἄνθος αὐτοῦ, καὶ τὸ καλούμενον ψωρικὸν, οὐχ ἁπλοῦν οὐδ’ αὐτοφυὲς ὂν, ἀλλ’ ἔχον τινὰ σκευασίαν, ἣν καὶ Διοσκουρίδης ἔγραψε καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες, ὅσοι περὶ ὕλης ἐποιήσαντο πραγματείας. ἐπιμίγνυται δὲ τούτοις καὶ τὸ κεκαυμένον μίσυ καὶ ἡ σανδαράχη καὶ τὸ καλούμενον ἀῤῥενικὸν μὲν ὑπὸ τῶν παλαιῶν Ἑλλήνων, ἀρσενικὸν δὲ ὑπὸ τῶν νῦν. ἐκ δὲ τῶν ἀρωματικῶν φαρμάκων κασσία τε καὶ τὸ τοῦ μαλαβάθρου φύλλον, ἄμωμόν τε καὶ κιννάμωμον ἔμιξάν τινες ὀφθαλμικαῖς δυνάμεσι, διαφορητικῆς μὲν ὑπάρχον δυνάμεως τὸ κιννάμωμον, τὰ δὲ ἄλλα καὶ στύψεως μετέχοντα. κοινῇ δὲ περὶ πάντων ἐγνωκέναι χρὴ τῶν ῥυπτικῶν φαρμάκων, ὅσα τε μέτρια καὶ ὅσα συκώσεις καὶ τύλους ἐκτήκει, ταῦτα πάντα καὶ πρὸς οὐλὰς παχείας ἁρμόττειν. λεπτύνει γὰρ αὐτῶν τὸ πάχος καὶ ἀποῤῥύπτει τῆς ἐπιπολῆς οὐσίας.

  45. 4.5.3

    [Τίνα τοῖς ἐσκιῤῥωμένοις βοηθεῖ.] Αἱ δὲ πρὸς ἐσκιῤῥωμένους χιτῶνας ἁρμόττουσαι δυνάμεις, ὡς καὶ πρόσθεν ἐῤῥέθη, διά τε τῶν ὀπῶν συντίθενται καὶ τοῦ ἀμμωνιακοῦ θυμιάματος. μιγνυμένων δ’ αὐτοῖς καὶ μετριωτέρων μὲν, οὐκ ἀντιπραττόντων δὲ τῇ δυνάμει, σμύρνης δηλονότι καὶ λιβανωτοῦ καὶ χαλβάνης, ὅσα τ’ ἄλλα τοιαῦτα.

  46. 4.5.4

    [Τίνα πρὸς τοὺς ὑποχεομένους ἁρμόττει.] Πρὸς δὲ τοὺς ὑποχεομένους συνετέθησάν τινες ὑπὸ τῶν ἰατρῶν δυνάμεις ἐν ὑγροῖς φαρμάκοις, πρώτη μὲν σχεδόν τι πασῶν ἡ διὰ μαράθρου χυλοῦ καὶ ὑαίνης χολῆς καὶ μέλιτος Ἀττικοῦ, οἱ δὲ καὶ αἰγείας. μετὰ ταῦτα δὲ ἄλλος ἄλλην ἔμιξε χολὴν, ὁ μὲν ἀλεκτρυόνος, ὁ δὲ ἐχίδνης, ὁ δὲ θαλαττίας χελώνης, ὁ δὲ καλλιωνύμου. νυνὶ δὲ ἔνδοξόν ἐστι τὸ διὰ τῶν σκάρων τῆς χολῆς φάρμακον, ὥσπερ καὶ τὸ διὰ τῆς στακτῆς σμύρνης. ἐπαγγελίαι μὲν οὖν ἁπάντων αὐτῶν εἰσι μεγάλαι. τὸ δὲ ἔργον αὐτῶν ἐνίοτε μὲν οὐδὲν, ἔστι δ’ ὅτε πάνυ σπικρόν.

  47. 4.6.1

    [Περὶ τῶν χρησίμων τοῖς ὀφθαλμοῖς φαρμάκων ξηρῶν.] Ἐκ τῆς προγεγραμμένης ὕλης συνετέθη τοῖς ἰατροῖς φάρμακα ξηρὰ τὰ καλούμενα πρὸς αὐτῶν ἰδίως ξηροκολλύρια, τινὰ μὲν ἐκτήκοντα τύλους καὶ συκώσεις, ἀκανθίδας τε καὶ πτερύγια, τινὰ δὲ τοῖς ψωρώδεσι βλεφάροις ἁρμόττοντα καὶ τοὺς ὀνομαζομένους μίλφους ὠφελοῦντα. τῶν δριμέων δὲ κολλυρίων ἑτέραν δύναμιν ἔχοντα, διὸ καὶ καλοῦνται πρός τινων ἰατρῶν ἀποδακρυτικὰ καὶ ἀποκρουστικὰ, καθάπερ καὶ αὐτὰ τὰ κολλύρια. τούτων δὲ αὐτῶν τὰ πλεῖστα καὶ τοῖς ἀμβλυωποῦσι διὰ γῆρας ἢ πάχος ἢ ψύξιν ὑγρῶν τῶν ἐν τοῖς ὀφθαλμοῖς ἢ καὶ πνεύματος  ἀχλυώδους περιουσίαν οὐ μικρῶς βοηθεῖ. ἔνια δὲ τῶν ξηρῶν φαρμάκων κωλύει συστῆναι τὸ πάθος ἐν αὐτοῖς, τὰς ἐπιῤῥοὰς εἴργοντα δηλονότι τῶν ὑγρῶν, ἐξ ὧν εἰώθασιν οἱ ὀφθαλμοὶ κακοῦσθαι. κάλλιστον δ’ αὐτῶν ἐφάνη τῇ πείρᾳ κριθὲν τὸ ὑπ’ ἐμοῦ συντεθὲν, καὶ διὰ τοῦτο παρὰ πολλοῖς ὂν ἐν χρήσει σχεδὸν ἐν ἅπασι τοῖς ἔθνεσιν, ὧν ἄρχουσι Ῥωμαῖοι. καὶ πρῶτόν γε αὐτοῦ τὴν κατασκευὴν γράψω, βέλτιον ἡγούμενος εἷναι τὸ μηδ’ ὅλως ἁλίσκεσθαι πάθεσι τοῦ θεραπεύεσθαι καλῶς τὰ γενέσθαι φθάσαντα. ἐπεὶ δὲ καὶ Ἀσκληπιάδης πλείστην τε καὶ καλλίστην ἔγραψεν ὕλην τῶν τε ξηρῶν καὶ τῶν ὑγρῶν καὶ τῶν κολλυρίων, ἀρξάμενος ἀπὸ τῶν ξηρῶν, κᾀγώ μοι δοκῶ πράξειν οὕτω τῇ τάξει τῆς γραφῆς ὁμοίᾳ χρησάμενος, ὥστε μετὰ τὸ προσγράψαι τὸ ἐμὸν ξηρὸν ἐφεξῆς ἅπαντα γράψαι τὰ ὑπ’ Ἀσκληπιάδου κατατεταγμένα κατὰ τὸ πρῶτον βιβλίον τῶν ἐκτὸς, ὃ Μαρκέλλᾳ ἐπιγράφει. καὶ μετὰ ταῦτά γε καταπλασμάτων τῶν τοῖς ὀφθαλμοῖς ἁρμοττόντων, ἀνακολλημάτων τε καί τινων ἐπιχρίστων φαρμάκων ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένων, ἄμεινον εἶναί μοι δοκεῖ κᾀκείνων φυλάξαντα τὴν τάξιν τῆς γραφῆς, οὕτως ἐπὶ τὴν τάξιν τῶν κολλυρίων τε καὶ τῶν ὑγρῶν φαρμάκων ἀφικέσθαι πάντα παραθέμενον, ὡς ὁ Ἀσκληπιάδης ἡρμήνευσεν αὐτοῖς τοῖς ἐκείνου ῥήμασιν.

  48. 4.6.2

    [Τὸ ὑπ’ ἐμοῦ συντεθὲν εἰς ὑγείαν ὀφθαλμῶν φάρμακον ξηρόν.] Χρησιμώτατον ὑγιαίνουσιν ὀφθαλμοῖς προφυλακτικὸν ἐγὼ συνέθηκα φάρμακον, ὃ πάντες ἔχουσιν ἤδη. καίεται γὰρ λίθος Φρύγιος εἰς λεπτὰ καταθραυσθεὶς, ὡς εἶναι μείζων τοῦ καλουμένου μὲν ὑπό τινων καρύου ποντικοῦ, πρὸς ἄλλων δὲ λεπτοκαρύου. ὁ δὲ τρόπος τῆς καύσεως, ὡς κᾀπὶ τῶν ἄλλων ποιούμεθα, εἰς χυτρίδιον καινὸν ἐμβάλλοντες, εἶτα περιπηλοῦντες ἔξωθεν, ἐπιτιθέντες δὲ πῶμα τετρημένον ἤτοι κατὰ μόνην τὴν κορυφὴν ἢ, ὅπερ βέλτιόν ἐστι, καὶ κατὰ ἄλλα μέρη πλείονα, πρὸς τὸ ῥᾳδίως ἀναφέρεσθαι δι’ αὐτῶν τὰς λιγνυώδεις τε καὶ καπνώδεις τῶν καιομένων ἀποῤῥοάς. ἐπειδὰν δὲ ὁ λίθος ὅλος διάπυρος γένηται, τηνικαῦτα χρὴ τὸ χυτρίδιον ἐκκενώσαντας εἰς ἀγγεῖόν τι καθαρὸν ἐπιχεῖν βούτυρον οὐ παλαιὸν, ἀνακινοῦντα τὰ μόρια τοῦ κεκαυμένου λίθου, καὶ τοῦτο ποιεῖν ἄχρις ἂν ἅπαντα σβεσθῇ, τηνικαῦτα δὲ παύεσθαι, καὶ οὕτω πάλιν εἰς τὸ χυτρίδιον ἐμβάλλοντας αὐτὰ καίειν αὖθις, ἐνιστάντας τὸ χυτρίδιον ἄνθραξι διακεκαυμένοις, ὡς μηδὲν ἔχειν καπνῶδες, ῥιπίζειν δὲ τούτους ἕνεκα τοῦ θᾶττον γενέσθαι τὴν καῦσιν. εἶθ’ ὅταν διάπυροι γενηθῶσιν οἱ λίθοι καὶ μηκέτ’ ἀναφέρηται μηδεμία λιγνὺς, ἐκχέοντας πάλιν αὐτοὺς σβεννύειν οἴνῳ Φαλερίνῳ ἤ τινι τῶν κιῤῥῶν καὶ εὐωδῶν, οἷος ὁ Τμωλίτης, Ἀριούσιός τε καὶ Λέσβιος, εἶτα πάλιν εἰς τὸ χυτρίδιον ἐμβάλλοντας ἐκ τρίτου καίειν, κᾀπειδὰν διάπυρος ὁ λίθος γένηται, σβεννύειν αὖθις μέλιτι Ἀττικῷ μὴ πολλῷ, γενήσεται γὰρ οὐ ξηρὸν τὸ φάρμακον, ἀλλ’ ἔχον τι γλισχρότητος. ἔστω δέ σοι προλελειωμένα πλείοσιν ἡμέραις ἀκριβῶς, ὡς χνοώδη γεγονέναι τὰ ὑπογεγραμμένα. ♃ χαλκοῦ κεκαυμένου γο α΄. ὅπερ ἐστὶ δραχ. η΄. πεπέρεως λευκοῦ τὸ ἴσον, φύλλου μαλαβάθρου τὸ ἴσον, στίμμεως τὸ ἡμιόλιον, ὅπερ ἐστὶ δραχ. ιβ΄. τούτοις μίγνυε τοῦ κεκαυμένου λίθου λίτραν α΄. κᾀπειδὰν ἅπαντα καλῶς λειωθῇ καὶ μέλλῃς ἀνελέσθαι τὸ φάρμακον, ἐπέμβαλλε τοῦ Συριακοῦ ὀποβαλσάμου γο α΄ S". ὅπερ ἐστὶν αὐτῶν τὸ πᾶν δραχ. ιβ΄. λεπτὸν δὲ καὶ διαφανὲς ἔστω κατὰ τὴν σύστασιν τὸ ὀποβάλσαμον, μὴ παχὺ, καθάπερ εἴωθεν ἐν τοῖς ἀγγείοις αὐτὸ κατὰ τὸν πυθμένα συνίστασθαι. κωλύσει γὰρ τὸ οὕτω παχὺ ξηρὸν εἶναι τὸ φάρμακον, χρῆσθαι δ’ αὐτῷ δεῖ κατὰ τῶν βλεφάρων μόνον ἐπιφέροντα τὴν μήλην χωρὶς τοῦ τῶν χιτώνων αὐτῶν ἅψασθαι τοῦ ὀφθαλμοῦ. τὰ πολλὰ μὲν οὖν ἀρκεῖ κατὰ μόνου τοῦ κάτω βλεφάρου τὴν μήλην ἐπιφέρειν. οὐδὲν δὲ κωλύει καὶ τὸ ἄνω βλέφαρον ὁμοίως ὑπαλείφειν, ὅταν ἡ χρεία μείζων ᾖ τοῦ φαρμάκου, τουτέστιν ὅταν ἤδη σαφῶς ἔχῃ τινὰ ταραχὴν ὁ ὀφθαλμὸς, οὐ μὴν περιμένειν γε χρὴ γενέσθαι τοῦτο. φθάνοντα δὲ χρῆσθαι κατὰ τὴν αἴσθησιν τοῦ πάθους ἐν παντὶ καιρῷ τῆς ἡμέρας, εἰ καὶ πεπωκώς τις εἴη καὶ δεδειπνηκὼς, καὶ πολλάκις γε χρῆσθαι φυλαττόμενον, ὡς ἔφην, ἅπτεσθαι τῶν χιτώνων. χρὴ δὲ καὶ τὸν ὑπαλειφόμενον αὐτὸν ἀνεῳγμένα παρέχειν τὰ βλέφαρα, κᾀπειδὰν ὑπαλείψηται, μὴ ἐπιμύειν αὐτοῖς. τοῦτο μὲν ὑπ’ ἐμοῦ συνετέθη τὸ φάρμακον, οὐκ ἐπιτρέπον ὀφθαλμιάσαι τὸν καλῶς τούτῳ χρώμενον. ἐφεξῆς δὲ γράψω τὰ πρὸς διαθέσεις ἁρμόττοντα, τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ’ Ἀσκληπιάδου γεγραμμένων ποιησάμενος.

  49. 4.7.1

    [Τὰ ὑπ’ Ἀσκληπιάδου γεγραμμένα ξηρὰ πρὸς ὀφθαλμούς.] Ἐν τῷ πρώτῳ τῶν ἐκτὸς ἃ Μαρκέλλας ἐπιγράφει, γράφεται κατὰ λέξιν οὕτως. ξηρὸν ἐκ τῶν τοῦ Ἡρακλείδου ψωρικῶν πρὸς περιβεβρωμένους κανθούς. ♃ σποδίου Κυπρίας δραχ. δ΄. ὀμφάκου ξηροῦ δραχ. β΄. νάρδου τριώβολον, πεπέρεως πεφρυγμένου κόκκους ιε΄. λείοις χρῶ. ψωρικὸν Αἰλίου. ♃ καδμείας δραχ. δ΄. χαλκοῦ κεκαυμένου δραχ. β΄. τρῖβε μετ’ ὄξους ἐν ἡλίῳ καὶ ξηράνας καὶ διαλύσας, ἀνελόμενος χρῶ. ἄλλο. ♃ καδμείας δραχ. α΄. χαλκοῦ κεκαυμένου δραχ. α΄. νάρδου Ἰνδικῆς δραχ. α΄. πεπέρεως πεφρυγμένου ὀβολοὺς β΄. λείοις χρῶ, ὡς σπουδαίῳ φαρμάκῳ. ἄλλο. ♃ χαλκίτιδος μέρη δύο, καδμείας μέρος α΄. κόψας καὶ σήσας τρῖβε ἐν ἡλίῳ, οἴνου ἐπιβάλλων ὅσον ἐξαρκεῖ, ἔπειτα ξηράνας καὶ διυλίσας  ἀνελόμενος χρῶ. ἐκ τῶν Φιλοξένου ξηρὸν ἀχάριστον. ♃ καδμείας δραχ. β΄. χαλκίτεως δραχ. η΄. ἀλόης ὀβολοὺς β΄. ἰοῦ ὀβολοὺς β΄. πεπέρεως κόκκους δέκα, ῥόδων ἄνθους δραχ. α΄. λείοις χρῶ. τοῦ αὐτοῦ πρὸς ξηροφθαλμίαν καὶ σύκωσιν καὶ σηπεδόνας καὶ ὑπερσαρκώματα. ♃ καδμείας δραχ. ι΄. χαλκίτεως δραχ. η΄. πεπέρεως κόκκους ιε΄. νάρδου Κελτικῆς δραχ. α΄. τρῖβε καδμείαν καὶ τὴν χαλκῖτιν μετ’ οἴνου, καὶ ὅταν ξηρανθῇ, ἐπίβαλλε νάρδον καὶ τὸ πέπερι καὶ χνοῶδες ποιήσας χρῶ. ἄλλο. ♃ καδμείας δραχ. κ΄. χαλκίτεως δραχ. μ΄. νάρδου Ἰνδικῆς δραχμὰς β΄. σμύρνης πεφωγμένης δραχ. β΄. πεπέρεως κόκκους λε΄. σκεύαζε δι’ ὄξους δριμυτάτου.

  50. 4.7.2

    [Καπίτωνος πρὸς ξηροφθαλμίας καὶ καθύγρους ὀφθαλμοὺς καὶ περιβεβρωμένους κανθοὺς καὶ βλέφαρα καὶ συκώδη.] Καδμείαν Κυπρίαν λαβόντες θραύομεν, ὥστε ἀλφίτων ἔχειν τὸ μέγεθος, ἔπειτα Ἀττικῷ μέλιτι φυράσαντες βάλλομεν εἰς κώθωνα κεράμεον, τούτου δὲ τὸ στόμιον φιμώσαντες καὶ πηλῷ περιπλάσαντες τρῆμα ποιοῦμεν κατὰ τὴν τοῦ στόματος μεσότητα, ὥστε ἀναπνοὴν ἔχειν τὸ ὀπτώμενον, αὐτὸ δὲ τὸ ἀγγεῖον ὀρθὸν στήσαντες μεταξὺ ἀνθράκων ὑποκαίομεν. ἐκπύρου δὲ γενομένου προσέχομεν τοῖς διὰ τοῦ τρήματος ἀναφερομένοις ἀτμοῖς, καὶ εἰ μὲν μελάντεροι ἀναφέροιντο, ἔτι καίομεν· ὁπόταν δὲ λευκότεροι ἀναφαίνοιντο, αὐτάρκως ὠπτῆσθαι νομίσαντες, ἄραντες τὸ ἀγγεῖον καὶ ἀναπωμάσαντες κατασβεννύομεν τὴν καδμείαν οἴνῳ Ἰταλικῷ καὶ εἰς θυίαν ἐξεράσαντες τρίβομεν καὶ ξηραίνοντες ἀποτιθέμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, ἔχει δὲ οὕτω. ♃ καδμείας δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. στίμμεως δραχ. η΄. τρίψας καὶ ἀνελόμενος χρῶ πυρῆνι μήλης ὑποστιμμίζων τὰ βλέφαρα καὶ πρωῒ καὶ πρὸς ἑσπέραν. ἄλλο. ♃ καδμείας καυθείσης καθὰ προείρηται, δραχ. η΄. χαλκοῦ κεκαυμένου δραχ. η΄. στίμμεως δραχ. δ΄. Ἀρμενίου δραχ. β΄. τρίψας καὶ ἀνελόμενος χρῶ. ἡμεῖς τὴν καδμείαν καὶ τὰ λοιπὰ στέατι ἐχίδνης φυράσαντες ὠπτήσαμεν, ἔπειτα οἴνῳ κατασβέσαντες καὶ λεάναντες ἐχρησάμεθα.

  51. 4.7.3

    [Τὰ δι’ αἱματίτου Καπίτωνος ὀφθαλμικοῦ φάρμακα ἐπιτετευγμένα πρὸς τὰ ψωριῶντα βλέφαρα.] ♃ Καδμείας Κυπρίας δραχμὰς κδ΄. λίθου αἱματίτου δραχμὰς στ΄. ἐν ἄλλῳ ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. κδ΄. τὰ ξηρὰ κόπτεται, ὥστε ἔχειν ἀλφίτων τὸ μέγεθος, καὶ μέλιτι φυρᾶται καὶ ὀπτᾶται, καθὰ προείρηται, καὶ οἴνῳ κατασβέννυται καὶ ξηρανθέντα λεαίνεται. ἡ χρῆσις δεδήλωται. ἄλλο. ♃ καδμείας δραχ. κ΄. χαλκοῦ κεκαυμένου δραχμὰς ι΄. λίθου αἱματίτου δραχμὰς ι΄. κροκύδων πορφύρας Λακωνικῆς δραχμὰς η΄. μέλιτι φυράσας καὶ καύσας συντίθει καθὰ προείρηται.

  52. 4.7.4

    [Σωσάνδρου πρὸς μιλφώσεις καὶ κεχρονισμένας διαθέσεις, ποιεῖ δὲ πρὸς ἐγκανθίδας.] ♃ Καδμείας, στίμμεως, χαλκίτεως ὠμῆς, μίσυος ξενικοῦ ἀνὰ δραχ. η΄. κόψας καὶ μέλιτι φυράσας, ὄπτα καθὰ προείρηται, ἔπειτα οἴνῳ καταβρέξας καὶ λεάνας καὶ ξηράνας ἀνελόμενος χρῶ. ἄλλο. ♃ χαλκίτεως ὠμῆς, καδμείας, στίμμεως, μίσυος ξενικοῦ ἀνὰ δραχμὰς η΄. νάρδου Ἰνδικῆς δραχ. β΄. κρόκου πεφωγμένου δραχμὰς β΄. πεπέρεως δραχ. α΄. τὰ μεταλλικὰ μέλιτι φυρᾶται καὶ καίεται καθὰ προείρηται, ἔπειτα οἴνῳ κατασβέννυται καὶ λεαίνεται, τούτοις ἐπιβάλλεται τό τε νάρδινον καὶ τὸ κρόκινον πεφωγμένον καὶ τὸ πέπερι, ἔπειτα συλλεάναντες ἀνελόμενοι χρώμεθα.

  53. 4.7.5

    [Καλλιβλέφαρον φάρμακον ἐπιτετευγμένον ποιεῖ καὶ πρὸς κεχρονισμένας ὀφθαλμίας.] ♃ Στίμμεως κεκαυμένου καὶ οἴνου κατεσβεσμένου δραχ. ιστ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. λιβάνου αἰθάλης, ναρδοστάχυος, σμύρνης πεφωγμένης, κρόκου, λεπίδος χαλκοῦ, ἀνὰ δραχ. α΄. ἅπαντα λεάνας ἀνελόμενος χρῶ. ἄλλο διὰ κρόκου. ♃ κρόκου γο α΄. γλαυκίου γο α΄. σαρκοκόλλης γο α΄. ἐγὼ καὶ ὀπίου γο α΄. ἔβαλλον. ἄλλο τὸ Σεβεριανόν. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης γο β΄. ἁλῶν ἀμμωνιακῶν, πεπέρεως λευκοῦ γο β΄. φύλλου δραχ. β΄. λειώσας ἐπιμελῶς χρῶ. ἄλλο μάλιστα νηπίοις χρήσιμον. ♃ στίμμεως δραχμὰς ιστ΄. μολύβδου δραχ. η΄. λεπίδος δραχ. α΄. κρόκου δραχ. α΄. ῥόδων ἄνθους δραχμὴν μίαν, σμύρνης δραχ. α΄. νάρδου Ἰνδικῆς, λιβάνου ἄῤῥενος, πεπέρεως λευκοῦ ἀνὰ δραχμὴν μίαν, φοινικοβαλάνων ὀστέα δέκα, πάντα βαλὼν εἰς ἄγγος κεραμεοῦν ὄπτα φιλοπόνως, ἔπειτα εἰς θυίαν κατεράσας καὶ τρίψας ἐπίβαλε ὀποβαλσάμου κοχλιάρια δύο, ἔπειτα ἀνακόψας καὶ ξηνάνας χρῶ. ξηρὸν Φιλοξένου πρὸς κνησμώδεις κανθοὺς καὶ περιβεβρωμένους, ποιεῖ καὶ πρὸς ἀμβλυωπίαν. ♃ καδμείας δραχμὰς δ΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. β΄. πεπέρεως λευκοῦ δραχ. α΄. λείοις χρῶ. ταῦτα οὕτω σκευάζων. ♃ καδμείας δραχμὰς η΄. κρόκου δραχμὰς β΄. πεπέρεως λευκοῦ δραχ. α΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. β΄. νάρδου Ἰνδικῆς δραχ. α΄. λείοις χρῶ.

  54. 4.8.1

    [Ὑγραὶ ὀφθαλμικαὶ πρὸς τὰς συκώδεις ἐπαναστάσεις καὶ πάσης σαρκὸς ἐξοχήν. ποιεῖ καὶ πρὸς ἐγκανθίδας καὶ πρὸς ἀρχομένας ὀφθαλμίας, ᾗ ἐχρήσατο Φίλιππος ἐν Καισαρείᾳ.] ♃ Μίσυος ὀπτοῦ δραχμὰς η΄. σμύρνης δραχ. δ΄. καδμείας δραχμὰς η΄. κρόκου δραχ. β΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. β΄. νάρδου Ἰνδικῆς, πεπέρεως λευκοῦ ἀνὰ δραχμὴν μίαν, μέλιτος Ἀττικοῦ κύαθον α΄. ἄλλο. ♃ μίσυος ὀπτοῦ δραχμὰς στ΄. χαλκάνθου δραχμὰς δ΄. σμύρνης δραχμὰς δ΄. χαλκοῦ κεκαυμένου δραχ. α΄. μέλιτος Ἀττικοῦ κυάθους ι΄.

  55. 4.8.2

    [Πάγχρηστος Ἐρασιστράτου πρὸς τὰ τραχώματα καὶ πάσας ὀφθαλμίας καὶ ὦτα πυοῤῥοοῦντα καὶ πρὸς τὰ δυσεπούλωτα  ἕλκη καὶ τὰς ἐν στόματι νομάς.] ♃ Χαλκοῦ κεκαυμένου δραχμὰς β΄. σμύρνης δραχ. α΄. πεπέρεως ὀβολοὺς β΄. μίσυος ὀπτοῦ δραχ. α΄. κρόκου τριώβολον, οἴνου Χίου κοτύλην α΄. γλυκέος Κρητικοῦ κοτύλης τὸ ἥμισυ, τρῖβε τὰ ξηρὰ τὸν οἶνον ἐπιβάλλων, καὶ ὅταν συμπίῃ, ἐπίβαλλε τὸν γλυκὺν καὶ ἀνακόψας κατέρα εἰς χαλκοῦν ἀγγεῖον καὶ ἕψε πυρὶ μαλακῷ χρώμενος, εἶτα ἀπόθου εἰς χαλκῆν πυξίδα. πρὸς τύλους καὶ πᾶσαν ἐξοχήν. ♃ χαλκοῦ κεκαυμένου δραχμὰς β΄. μίσυος κεκαυμένου δραχ. α΄. σμύρνης δραχ. α΄. κρόκου δραχμὴν μίαν, ὀμφακίου δραχ. α΄. οἴνου Χίου κυάθους β΄. μέλιτος Ἀττικοῦ λίτρας S". χρῶ. Φιλοξένου ὑγρὰ ὀξυδερκικὴ, οὐλὰς καὶ τύλους ἀποσμήχει. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς δ΄. ἰοῦ δραχ. β΄. οἴνῳ διαλύσας καὶ συντρίψας ἀναλάμβανε μέλιτι Ἀττικῷ. ἄλλο. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ιβ΄. ἰοῦ δραχ. στ΄. σμύρνης δραχμὰς β΄. συντίθει καθὰ προείρηται. ἄλλο. Φαίδρου τὸ ῥινίον. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς δ΄. ἰοῦ δραχ. α΄. ἀλκυονίου πεφωγμένου δραχμὴν μίαν, λίθου Ἀσίου ἄνθους τριώβολον, συντίθει καὶ χρῶ καθὰ προείρηται. ἄλλο. ♃ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς η΄. ἰοῦ δραχ. η΄. λίθου Ἀσίου ἄνθους δραχμὰς β΄. ὀβολοὺς β΄. ἀλκυονίου δραχμὴν μίαν, ὀβολοὺς β΄. ὀπίου δραχ. α΄ S". σμύρνης δραχ. α΄ S". συντίθει καὶ χρῶ καθὰ προείρηται.

  56. 4.8.3

    [Αἰγυπτία πρὸς τύλους καὶ λευκώματα, ἀφαιρεῖ καὶ δέρματα παραυτίκα.] ♃ Ἰοῦ Κορινθίου δραχ. στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. ὀβολοὺς δ΄. ἁλὸς ὀρυκτοῦ δραχ. δ΄. κολοκυνθίδος ἐντεριώνης δραχ. δ΄. ταυρείας χολῆς δραχμὰς β΄. νίτρου μέλανος δραχ. α΄ S". πεπέρεως λευκοῦ, κόκκους μ΄. μέλιτος Ἀττικοῦ κυάθους στ΄. συντίθει καθὰ προείρηται καὶ ἀνελόμενος εἰς πυξίδα πρινίνην χρῶ. ἄλλη Αἰγυπτία πρὸς τύλους καὶ λευκώματα καὶ κεχρονισμένας διαθέσεις. ♃ ἰοῦ δραχμὰς στ΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. στ΄. κολοκυνθίδος ἐντεριώνης δραχμὰς γ΄. χολῆς ταυρείας δραχ. β΄. νίτρου μέλανος δραχ. β΄. κυάθοις στ΄. ἀναλάμβανε μέλιτι Ἀττικῷ καὶ χρῶ. πρὸς ὀξυδερκίαν Ἀντωνίου Μούσα, ποιεῖ καὶ πρὸς γλαυκώσεις. ♃ πέρδικος ἀγρίου χολῆς μέρος α΄. ἐν ἄλλῳ. περδικίου βοτάνης χυλοῦ, ἔνιοι κενταυρείου χυλοῦ μέρη τρία, μέλιτος Ἀττικοῦ τὸ ἴσον. ἄλλο. ♃ ὄρνιθος γηραιοῦ χολῆς μέρος α΄. κενταυρείου χυλοῦ μέρος α΄. μέλιτος Ἀττικοῦ μέρη τρία, ποιεῖ πρὸς γλαυκώσεις. ὀξυδερκικὴ Λάργου. ♃ μαράθρου χυλοῦ τῆς ῥίζης μέρος α΄. μέλιτος τὸ ἴσον, ἀνελοῦ εἰς πυξίδα χαλκῆν, χρῶ. ἄλλο. ♃ μαράθρου χυλοῦ τῆς ῥίζης μέρος α΄. χελιδονίας χυλοῦ τὸ ἴσον, μέλιτος Ἀττικοῦ τὸ ἴσον. Αἰλίου Γάλλου πρὸς ὑποχύσεις. ♃ ἀλεκτρυόνος χολῆς δραχμὰς η΄. χελώνης θαλασσίας χολῆς δραχ. η΄. μέλιτος Ἀττικοῦ τὸ ἴσον, ταυρείας χολῆς δραχμὰς β΄. κρόκου δραχ. β΄. ὀποβαλσάμου δραχμὰς β΄. κόψας χρῶ. Κασσίου πρὸς ὑποχύσεις. χολὴν ταυρείαν κενώσας εἰς πυξίδα χαλκῆν ἔα ἐπὶ ἡμέρας ι΄. εἶτα ἀναλαβὼν δραχμὰς β΄. σμύρνης, κρόκου δραχ. β΄. ὀποπάνακος δραχμὰς β΄. ὀποβαλσάμου δραχ. β΄. πεπέρεως κόκκους ιβ΄. μέλιτος Ἀττικοῦ τὸ διπλοῦν, τῇ χολῇ ἅπαντα μίξας, ἕψε ἐν ἀγγείῳ χαλκῷ καὶ ἀπόθου εἰς πυξίδα χαλκῆν καὶ χρῶ. ὑγρὰ ἡ βασιλὶς, ταύτην καλοῦμεν ἀναληπτικήν. ♃ ὀμφάκου δραχμὰς β΄. σμύρνης δραχ. β΄. ἀετοῦ χολῆς δραχμὰς β΄. ὀποβαλσάμου δραχμὰς β΄. ἐλαίας δακρύου δραχ. β΄. ἀμμωνιακοῦ θυμιάματος δραχμὴν μίαν, χολῆς ὑαίνης δραχ. β΄. μέλιτι ἀναλάμβανε. ἄλλο. ♃ ὀμφάκου δραχμὰς β΄. σμύρνης δραχ. α΄. ἁλὸς ἀμμωνιακοῦ δραχ. α΄. κρόκου δραχ. α΄. ὀποβαλσάμου δραχ. α΄. ἐλαίας δακρύου δραχ. α΄. ἀμμωνιακοῦ θυμιάματος δραχ. α΄. χολῆς ὑαίνης δραχ. η΄. ἀναλάμβανε μέλιτι Ἀττικῷ. ἐν ἄλλῳ, ἐλαίου παλαιοῦ κυάθους β΄. Ἀντωνίου Μούσα. ♃ χολῆς ὑαίνης δραχ. α΄. ἀρκείου χολῆς δραχ. ιβ΄. ὀποβαλσάμου δραχμὰς β΄. ἁλὸς ὀρυκτοῦ δραχμὴν μίαν, κρόκου δραχ. α΄. σμύρνης δραχ. α΄. μέλιτος Ἀττικοῦ κυάθους β΄. μαράθρου χυλοῦ κυάθους β΄. Φιλοξένου. ♃ χολῆς ὑαίνης δραχ. α΄. S". στέατος ἐχίδνης δραχ. α΄. S". κρόκου δραχμὴν μίαν, ὀμφάκου δραχ. α΄. σμύρνης δραχ. τὸ ἥμισυ, ὀποβαλσάμου δραχ. α΄. μέλιτος Ἀττικοῦ δραχμὰς η΄.

  57. 4.8.4

    [Βάμματα λευκωμάτων.] Κηκίδα λείαν ἔχε ἐν ἀποθέτῳ, ἐν δὲ τῇ χρήσει παράπτου πυρῆνι μήλης θερμαίνων τὸν πυρῆνα, ἔπειτα χαλκάνθῳ ὕδατι ἀναλυθέντι παράπτου. ἄλλο. σιδίοις λείοις παράπτου, ἔπειτα χαλκάνθῳ ὕδατι διαλυθείσῃ παράπτου. ἄλλο. ♃ μίσυος, χαλκάνθου, κηκίδων ὀμφακίνων, ἑκάστου τὸ ἴσον κόψας καὶ σήσας ἀπόθου, ἐν δὲ τῇ χρήσει παράπτου ξηρῷ. ἄλλο. ♃ στυπτηρίας σχιστῆς, σιδίων, ῥοιᾶς, μέλιτος, ἀκακίας καρποῦ, ἑκάστου τὸ ἴσον κόψας παράπτου.

  58. 4.8.5

    [Πρὸς γλαυκοφθάλμους, ὥστε μελαίνας ἔχειν κόρας.] Σιδίων γλυκέων τὸν χυλὸν παρεγχυμάτιζε, ἔπειτα διαστήσας ἔνσταζε ὑοσκυάμου τὸ ἄνθος τρίψας μετ’ οἴνου ἢ ὑοσκυάμου χυλοῦ, δεῖ δὲ τῷ δέοντι καιρῷ ταῦτα συνάγειν καὶ ἀποτίθεσθαι. ἄλλο. ἀκακίας τὸν καρπὸν καὶ κηκίδων ὀλίγον τρίψας ἐπιμελῶς, ἀναλάμβανε ἀνεμώνης τῷ χυλῷ, ὥστε μέλιτος ἔχειν τὸ πάχος, ἔπειτα ἐκθλίψας διὰ ῥάκους ἐπιμελῶς, ὡς ὑγρὸν ἀπόθου καὶ χρῶ καθὰ προείρηται.

  59. 4.8.6

    [Πρὸς τριχῶντας, Ἀντωνίου Μούσα.] Ὀρνέου τοῦ καλουμένου κιναίδου τὴν χολὴν καὶ ἀκονίτου ἥμισυ μίξας ἀπόθου, ἐν δὲ τῇ χρήσει τὴν τρίχα ἀποτίλας ἐπίχριε τὸν τόπον τῷ φαρμάκῳ. ἄλλο. ♃ ἰχθύος φάγρου τὴν χολὴν καὶ ἀκονίτου ἥμισυ, ἐπὶ λεπίδος σιδηρᾶς πεπλυμένης στέατι δεῦσον καὶ τούτοις ἐπίβαλε ἀμυγδαλίνου ἐλαίου ὀλίγον  καὶ νυκτερίδος αἵματος ὅσον ἐξαρκεῖ, ἔπειτα μίξας καὶ ἀνελόμενος χρῶ καθάπερ προείρηται.

  60. 4.8.7

    [Ἀνακολλήματα τριχῶν, Ἡρακλείδου Ταραντίνου.] ♃ Κηροῦ δραχ. α΄. πίσσης δραχ. α΄. λιθοκόλλης δραχ. α΄. ταυροκόλλης δραχ. α΄. μαστίχης δραχμὴν μίαν, ὁμοῦ τήξας ἀπόθου. ἐν δὲ τῇ χρήσει μηλωτίδος τὸ ἄκρον πυρώσας παράπτου τῷ φαρμάκῳ καὶ τὸ διαλυόμενον αἴρων ἀνακόλλα τὰς τρίχας. ἄλλο. ♃ ῥητίνης ξηρᾶς, πίσσης ξηρᾶς ἀνὰ δραχ. α΄. θείου ἀπύρου δραχμὴν μίαν, ἀσφάλτου δραχ. μίαν, κηροῦ δραχ. β΄. τήξας χρῶ.

  61. 4.8.8

    [Πρὸς τὰς ἐπὶ τῶν βλεφάρων κριθὰς, ἃς ποσθίας καλοῦσιν, Ἀντωνίου Μούσα.] ♃ Χαλβάνης μέρος α΄. νίτρου ὀλίγον μίξας ἐπιτίθει· καὶ μίσυος ὠμοῦ ὅσον ὀλίγον μίξας ἐπιτίθει. ποιεῖ δὲ καὶ σῦκα ξηρὰ, ἐν οἰνομέλιτι ἑψηθέντα καὶ λεανθέντα, ὀλίγης χαλβάνης συλλεανθείσης. ποιεῖ δὲ καὶ ἄλευρον κρίθινον, ἐν οἰνομέλιτι ἑψηθὲν καὶ λεανθὲν μετ’ ὀλίγου χαλβάνης συλλεανθείσης.

  62. 4.8.9

    [Διονυσίου Μιλησίου πρὸς τριχῶντας.] Λαγωὸν θαλάσσιον καύσας ἐπὶ ὀστράκου καινοῦ καὶ τὴν σποδὸν τρίψας, ἀναλάμβανε κροτώνων τῷ αἵματι καὶ ἀνελόμενος εἰς πυξίδα κερατίνην χρῶ προεκτίλας τὴν τρίχα. ἄλλο. σαλαμάνδρας κεκαυμένης τὴν σποδὸν, ἀναλάμβανε ἐχίνων χερσαίων τῇ χολῇ καὶ χρῶ καθὰ προείρηται. ἔνιοι δὲ ἐχρήσαντο καστορίῳ μιχθέντι μέλιτι ἢ καστορίῳ καὶ βδέλλης κεκαυμένης τῇ τέφρᾳ ἢ κωνείου τὸν καρπὸν τρίψαντες καὶ αἵματι θύννης ἀναλαβόντες ἐπέχρισαν προαποτίλαντες τὴν τρίχα.

  63. 4.8.10

    [Πρὸς κριθὰς καὶ χαλάζια.] Σαγαπηνὸν μετ’ ὄξους τρίψας χρῶ. ἄλλο πρὸς αἰγίλωπας. ♃ ἰλλεκέβρας χυλοῦ, στρύχνου χυλοῦ ἀνὰ λίτρας S". λιβάνου δραχ. η΄. μαστίχης γο γ΄·. χαλβάνης λίτρας S". ἕψε τοὺς χυλοὺς μετὰ τοῦ λιβάνου, καὶ ὅταν διαλυθῇ, ἐπίβαλε τὴν χαλβάνην, τὴν γὰρ μαστίχην παραιτούμεθα. ἄλλο. ♃ λιβάνου δραχμὰς η΄. λαδάνου δραχ. δ΄. σχιστῆς δραχμὰς δ΄. σμύρνης δραχ. η΄. κηροῦ δραχ. δ΄. ἀφρονίτρου δραχ. δ΄. πιτυᾶς λαγωοῦ δραχ. δ΄. κόπτεται τὸ φάρμακον καὶ μαλάσσεται ἰρίνου μύρου ὑποστάθμῃ.

  64. 4.8.11

    [Τὰ πρὸς ὀφθαλμοὺς, ἐν τῷ αὐτῷ βιβλίῳ τῷ πρώτῳ τῶν ἐκτὸς Ἀσκληπιάδου γεγραμμένα καταπλάσματα καὶ ἀνακολλήματα καὶ περιχρίσματα.] Καταπλάσματα ὀφθαλμιώντων πρὸς περιωδυνίας καὶ μεγίστας ἐπιφορὰς, οἷς ἐχρήσατο Ἡρακλείδης ὁ Ταραντῖνος. ♃ ῥόδων χλωρῶν ἢ ξηρῶν δραχ. δ΄. κρόκου δραχ. α΄. ὀπίου δραχ. α΄. ἀναλάμβανε μελιλώτου ἀφεψήματι ἐν γλυκεῖ. ἄλλο. ♃ ῥόδων, λευκοΐων, μελιλώτων, κωδυῶν μήκωνος ἀνὰ δραχ. β΄. κρόκου δραχ. α΄. ὀπίου δραχ. α΄. σμύρνης δραχ. α΄. ὠοῦ ὀπτοῦ τὴν λέκυθον τρίψας καὶ γλυκεῖ ἀναλαβὼν χρῶ καθὰ προείρηται.

  65. 4.8.12

    [Ἐπιχρίσματα πρὸς περιωδυνίας, οἷς ἐχρήσατο Γλαῦκος.] ♃ Ἀλόης, λυκίου Ἰνδικοῦ, ῥόδων χλωρῶν, κρόκου, ὀπίου, σμύρνης, ἑκάστου τὸ ἴσον, οἴνῳ φυράσας ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει γλυκεῖ διαλύσας ἐπίχριε τοὺς ὀφθαλμοὺς καὶ τὸ μέτωπον καὶ τοὺς κροτάφους. Φιλοξένου πρὸς ῥεῦμα πολὺ καὶ περιωδυνίας. ♃ ῥόδων ἁπαλῶν φύλλων δραχ. β΄. ὑοσκυάμου σπέρματος δραχμὰς η΄. λιβανωτοῦ δραχμὰς γ΄. σμύρνης δραχ. δ΄. ἀλεύρου ἀλφίτων ὀξύβαφον, ὠοῦ ὀπτοῦ ἑνὸς τὸ ἐντὸς, μανδραγόρου χυλοῦ δραχμὰς δ΄. κρόκου δραχ. β΄. ὀπίου δραχμὰς δ΄. οἴνου αὐστηροῦ ὅσον ἐξαρκεῖ ἀνάπλαττε καὶ χρῶ καθὰ προείρηται. ἐπίχριστος ἀνθηρά. ♃ κρόκου δραχ. δ΄. λιβάνου δραχμὰς β΄. κινναβάρεως δραχμὰς δ΄. κόμμεως δραχ. β΄. οἴνῳ ἀναλάμβανε. ἐν δὲ τῇ χρήσει τρίψας καὶ στερεὸν ποιήσας ἐπίβαλλε μέλιτος ὀλίγον. ἄλλο τὸ λύχνιον ἐπιγραφόμενον. ♃ κρόκου δραχμὴν μίαν, λιβάνου δραχμὰς β΄. ὀπίου δραχ. β΄. κόμμεως δραχμὰς β΄. κινναβάρεως δραχ. β΄. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. ἐν ἄλλοις κρόκου ῥοδοειδοῦς δραχ. δ΄. κινναβάρεως δραχ. β΄. σμύρνης, ὀπίου, ἀνὰ δραχμὰς β΄. ὕδατι ὀμβρίῳ ἀναλάμβανε.

  66. 4.8.13

    [Ἐπίχριστα δακνηρὰ παραχρῆμα ἐπέχει τὸ ῥεῦμα, ποιεῖ καὶ πρὸς ψωροφθαλμίαν.] ♃ Χαλκοῦ κεκαυμένου δραχμὰς δ΄. κρόκου δραχ. δ΄. πεπέρεως λευκοῦ δραχμὰς β΄. ὀπίου δραχ. β΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ὀμβρίῳ ἔξωθεν ἐπιχριόμενον, ἀνακόπτει μεγίστας ἐπιφορὰς, φυλάττεσθαι δὲ δεῖ τὰς παρεμπτώσεις τοῦ φαρμάκου. ἄλλο τὸ φλόγινον ἐπιγραφόμενον. ♃ χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβ΄. κρόκου δραχ. στ΄. πεπέρεως λευκοῦ δραχμὰς δ΄. σμύρνης δραχ. γ΄. ὀπίου δραχμὰς γ΄. κόμμεως δραχμὰς ιβ΄. οἴνῳ Ἀμιναίῳ.

  67. 4.8.14

    [Ἀνακολλήματα ῥευμάτων ἐφεκτικά.] ♃ Γύρεως μέρος α΄. σμύρνης μέρος α΄. μάννης λιβάνου μέρος α΄. ἀναλάμβανε ὠοῦ τῷ λευκῷ, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει κατὰ τῶν κροτάφων καὶ τοῦ μετώπου. ἄλλο. ♃ ὑοσκυάμου σπέρματος δραχμὰς ιβ΄. ὀπίου δραχ. α΄. κρόκου δραχ. α΄. γύρεως δραχμὰς δ΄. ὠῶν ὀπτῶν λεκίθους β΄. καστορίου δραχ. α΄. ἅπαντα φυράσας ἀναλάμβανε καὶ χρῶ. κολλύριον πρὸς ἐπιφορὰν καὶ περιωδυνίαν καὶ ῥεῦμα πολὺ, ᾧ ἐχρήσατο Μοσχίων γνώριμος. ♃ γλαυκίου δραχμὰς ιστ΄. σαρκοκόλλης δραχ. η΄. κρόκου δραχμὰς δ΄. κόμμεως δραχμὰς β΄. τραγακάνθης δραχμὰς β΄. μανδραγόρου χυλοῦ δραχ. β΄. ὀπίου δραχμὴν μίαν, ὕδατι ὀμβρίῳ ἀναλάμβανε καὶ χρῶ δι’ ὠοῦ.

  68. 4.8.15

    [Ἥρωνος ὀφθαλμικοῦ ὁ ψιττακὸς πρὸς περιωδυνίας καὶ ῥεῦμα πολὺ ὑπνοποιεῖ παραχρῆμα.] ♃ Γλαυκίου δραχ. ιστ΄. κρόκου δραχμὰς η΄. σαρκοκόλλης δραχ. η΄. ὀπίου δραχμὰς δ΄. μανδραγόρου χυλοῦ δραχ. β΄. τραγακάνθης δραχ. η΄. ὕδατι ὀμβρίῳ.  πρὸς τὰς εἰρημένας διαθέσεις τοῦ Νεαπολίτου. ♃ γλαυκίου δραχμὰς μη΄. σαρκοκόλλης δραχ. κδ΄. κρόκου δραχ. κδ΄. λίθου αἱματίτου δραχ. ιβ΄. ὀπίου δραχμὰς ιβ΄. μανδραγόρου χυλοῦ δραχ. η΄. κόμμεως δραχ. ιστ΄. τραγακάνθης δραχ. ιβ΄. ὕδωρ ὄμβριον. Σεργίου ὀφθαλμικοῦ Βαβυλωνίου. ♃ γλαυκίου δραχ. κδ΄. σαρκοκόλλης δραχ. ιστ΄. κρόκου δραχμὰς ιβ΄. ὀπίου δραχ. δ΄. λίθου αἱματίτου δραχ. στ΄. κόμμεως δραχμὰς ιβ΄. ὕδωρ ὄμβριον ἔγχριε μέχρι μιᾶς καὶ δευτέρας ἡμέρας, μὴ λυομένης δὲ τῆς διαθέσεως καταβαίνομεν ἐπὶ τὰς τῶν ἀκολούθων ἐγχρίσεις. ἄλλο. διάσμυρνον γλαυκιδανὸν ἐπιγραφόμενον. ♃ γλαυκίου δραχ. μη΄. σαρκοκόλλης δραχμὰς μη΄. κρόκου δραχ. κδ΄. ὀπίου δραχμὰς στ΄. σμύρνης δραχμὰς στ΄. αἱματίτου δραχ. στ΄. τραγακάνθης δραχμὰς μη΄. ὕδωρ ὄμβριον, ἡ χρῆσις δι’ ὠοῦ. διάσμυρνον δι’ αἱματίτου. ♃ γλαυκίου δραχ. ξδ΄. σαρκοκόλλης δραχ. λβ΄. κρόκου δραχ. ιβ΄. ὀπίου δραχμὰς η΄. σμύρνης δραχ. στ΄. αἱματίτου δραχ. ιστ΄. τραγακάνθης δραχμὰς μη΄. κόμμεως δραχ. ιστ΄. ἐν ἄλλῳ δραχ. μη΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο. ♃ γλαυκίου δραχ. ξδ΄. σαρκοκόλλης δραχμὰς λβ΄. κρόκου δραχ. κδ΄. ὀπίου δραχ. στ΄. σμύρνης δραχμὰς στ΄. αἱματίτου δραχ. στ΄. τραγακάνθης δραχ. ιστ΄. κόμμεως δραχμὰς ιβ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ.

  69. 4.8.16

    [Ὁ φωσφόρος πρὸς περιωδυνίαν καὶ πᾶσαν φλεγμονὴν καὶ τὰς ἐπιτεταμένας ἐπιφοράς.] ♃ Γλαυκίου δραχ. κδ΄. σαρκοκόλλης δραχμὰς η΄. κρόκου, ὀπίου ἀνὰ δραχμὰς η΄. σμύρνης δραχ. η΄. μίσυος κεκαυμένου δραχμὰς η΄. κόμμεως δραχ. ιθ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. εὔχρουν καθ’ ὑπερβολὴν καὶ θαυμαζόμενον ἐπὶ τῶν ἔργων. ♃ γλαυκίου δραχ. κ΄. σαρκοκόλλης δραχμὰς ζ΄. κρόκου δραχ.ζ΄. σμύρνης δραχμὰς ζ΄. ὀπίου δραχ. ζ΄. μίσυος κεκαυμένου δραχ. ζ΄. κόμμεως δραχμὰς ιβ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἀνώδυνον διὰ χυλῶν πρὸς πᾶσαν περιωδυνίαν, ὕπνον ποιεῖ παραχρῆμα. ♃ γλαυκίου δραχμὰς μη΄. σαρκοκόλλης, τραγακάνθης ἀνὰ δραχ. ιστ΄. κρόκου δραχμὰς η΄. ὀπίου δραχ. δ΄. ῥόδων χυλοῦ δραχμὰς δ΄. λυκίου Ἰνδικοῦ δραχ. δ΄. ὑοσκυάμου δραχ. δ΄. μανδραγόρου χυλοῦ δραχ. δ΄. κωνείου χυλοῦ δραχμὰς δ΄. κόμμεως δραχ. η΄. ἀναλαμβάνεται μελιλώτου ἀφεψήματι, συντίθεται δὲ τὸν τρόπον τοῦτον· λαβὼν μελιλώτου λίτραν μίαν καὶ ὕδατος ὀμβρίου κοτύλας ιβ΄. ἕψε εἰς τὸ τρίτον, καὶ διαλύσας τὸ ὑγρὸν χρῶ πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν. ἄλλο. ♃ γλαυκίου δραχμὰς μη΄. σαρκοκόλλης δραχ. κδ΄. κρόκου δραχ. κδ΄. ὀπίου δραχμὰς ιβ΄. λυκίου Ἰνδικοῦ δραχ. ιβ΄. ὑοσκυάμου χυλοῦ δραχμὰς ιβ΄. κωνείου χυλοῦ δραχ. ιβ΄. ῥόδων χλωρῶν χωρὶς τῶν λοβῶν δραχμὰς μη΄. κόμμεως δραχ. μη΄. ἀναλάμβανε ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. φαιὸν ἐπιγραφόμενον, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς περιωδυνίας. ♃ καδμείας δραχ. ιβ΄. ἢ δραχμὰς ιστ΄. χαλκοῦ κεκαυμένου δραχ. στ΄. σμύρνης δραχ. γ΄. ὀπίου δραχμὰς γ΄. ἀκακίας δραχ. ζ΄. ὕδωρ ὄμβριον ὡς δεδήλωται. ἄλλο τὸ φαιὸν πρὸς πᾶν ῥεῦμα καὶ πᾶσαν ὀφθαλμίαν, ἐν ἄλλῳ παιδικόν. ♃ χαλκοῦ κεκαυμένου δραχ. ιβ΄. καδμείας δραχμὰς λβ΄. κόμμεως δραχ. λβ΄. ἀκακίας δραχ. λβ΄. σμύρνης δραχμὰς δ΄. ὀπίου δραχ. δ΄. ὕδωρ ὄμβριον. ἄλλο ἐκ τῶν Φιλοξένου. ♃ σποδοῦ Κυπρίας δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς γ΄. ὀπίου, σμύρνης ἀνὰ δραχ. γ΄. ἀκακίας, κόμμεως ἀνὰ δραχμὰς ζ΄. ὕδωρ ὄμβριον. ἡ χρῆσις δι’ ὠοῦ ὡς δεδήλωται.

  70. 4.8.17

    [Τὸ Βηρύτιον ἐπιγραφόμενον, ᾧ ἐχρήσατο Στράτων Βηρύτιος πρὸς τὰς μεγίστας ἐπιφορὰς, ὠφελεῖ παραχρῆμα.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιστ΄. ἀκακίας δραχμὰς ιστ΄. σποδοῦ πομφόλυγος δραχ. ιστ΄. ὀπίου δραχ. ιστ΄. κόμμεως δραχμὰς ιστ΄. κρόκου δραχ. ιβ΄. σμύρνης δραχμὰς β΄. ὕδωρ ὄμβριον. ἡ χρῆσις δι’ ὠοῦ, δεῖ δὲ ἐγχυματίζειν συνεχῶς. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ σποδοῦ πομφόλυγος δραχμὰς ιστ΄. ὀπίου δραχ. ιβ΄. σμύρνης δραχμὰς ιβ΄. κόμμεως δραχμὰς ιστ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιστ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις ὡς δεδήλωται.

  71. 4.8.18

    [Τὸ ἀχάριστον ἐπιγραφόμενον, πρὸς τὰς μεγίστας ἐπιφοράς. μόνῳ τούτῳ ἐν Αἰγύπτῳ οἱ ἰατροὶ χρώμενοι εὐημεροῦσι καὶ μάλιστα ἐπὶ τῶν ἀγροικοτέρων.] ♃ Καδμείας δραχμὰς ιστ΄. ἀκακίας δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ὀπίου δραχμὰς δ΄. ἐρείκης καρποῦ δραχμὰς δ΄. σμύρνης δραχ. δ΄. κόμμεως δραχμὰς ιστ΄. ὕδατι ἀναλάμβανε. ἡ χρῆσις διὰ γάλακτος γυναικείου, ἡ κρᾶσις μέση, ὅπου δέ ἐστι περὶ τοὺς ὀφθαλμοὺς διάθεσις, ἀπέχεσθαι δεῖ τοῦ κολλυρίου. ᾧ δ’ αὐτὸς ἐχρησάμην ἔχει οὕτως. ♃ καδμείας δραχμὰς ιστ΄. ἐρείκης καρποῦ δραχ. β΄. χαλκοῦ κεκαυμένου δραχμὰς δ΄. ὀπίου δραχ. β΄. σμύρνης δραχμὴν μίαν, ἀκακίας δραχ. στ΄. κόμμεως δραχμὰς η΄. ὕδατι ἀναλάμβανε, ἡ χρῆσις δεδήλωται. ἄλλο. ♃ καδμείας δραχ. στ΄. ἐρείκης καρποῦ δραχμὰς δ΄. ὀπίου δραχ. στ΄. λιβανωτοῦ δραχμὰς β΄. σμύρνης δραχ. η΄. λίθου σχιστοῦ δραχμὰς β΄. ἀκακίας δραχμὰς η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. κόμμεως δραχ. κ΄. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.

  72. 4.8.19

    [Τὸ Νεκτάριον Μάρκου ποιεῖ πρὸς ἀρχομένας ὀφθαλμίας, ποιεῖ καὶ πρὸς ἐπιφορὰς ῥεύματος λεπτοῦ, χημώσεις, οἰδήματα, ὑμένων ἐπαναστάσεις, σχεδὸν πρὸς πᾶσαν ὀφθαλμίαν ποιεῖ καὶ πρὸς βλέφαρα τραχέα.] Δεῖ δὲ πρὸ παντὸς προπυριᾷν, εἶτα ἐγχυματίζειν, ἐν ἀρχῇ μὲν τοῦ ῥεύματος δι’ ὠοῦ ὑδαροῦς, προκοπτούσης δὲ τῆς ἐπιμελείας κατὰ μικρὸν ἐπιτείνειν τὴν κρᾶσιν. πρὸς δὲ τὰ τραχέα βλέφαρα χρώμεθα  τῷ δι’ ὕδατος κολλυρίῳ, παρ’ ἄλλοις καλεῖται σφραγίς. ♃ χαλκοῦ. κεκαυμένου καὶ πεπλυμένου δραχμὰς δ΄. καδμείας δραχ. δ΄. κρόκου δραχμὰς β΄. ὀπίου δραχμὰς β΄. κόμμεως δραχ. στ΄. ὕδατι ἀναλάμβανε καὶ χρῶ, ὡς δεδήλωται. Σεργίου ὀφθαλμικοῦ. μονοήμερον ἐπιγραφόμενον. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς δ΄. σποδοῦ πομφόλυγος πεπλυμένου δραχ. δ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. κρόκου δραχμὰς β΄. ὀπίου δραχμὰς β΄. ἀκακίας δραχ. στ΄. κόμμεως δραχμὰς στ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ὑδαρὴς, μετὰ τὸ ἀποδακρῦσαι ἐγχυματίζειν χρὴ ὠοῦ τῷ λευκῷ καὶ πάλιν ὑπαλείφειν. δήξεως δὲ γενομένης ἀποπυριᾷν δεῖ καὶ πάλιν ἐγχυματίζειν ὠοῦ τῷ λευκῷ, μετὰ δὲ ταῦτα ἐπίχριε τῷ ἐπιγραφομένῳ μέλανι κολλυρίῳ. ἡ τοῦ Νεαπολίτου σφραγίς. ♃ καδμείας δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ἀκακίας δραχμὰς η΄. σποδοῦ Κυπρίας δραχ. δ΄. κρόκου δραχ. δ΄. ὀπίου δραχμὰς δ΄. κόμμεως δραχ. ιβ΄. ὕδατι ἀναλάμβανε, ἡ χρῆσις δεδήλωται. Πακκίου σφραγίς. ♃ καδμείας κεκαυμένης καὶ ἐσβεσμένης γάλακτι αἰγείῳ ἢ γυναικείῳ καὶ πεπλυμένης καὶ ἐξηραμμένης ἐν σκιᾷ δραχ. ι΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ι΄. ἀκακίας δραχ. ι΄. ὀπίου δραχ. στ΄. κρόκου δραχμὰς στ΄. κόμμεως δραχ. ιε΄. ὕδωρ ὄμβριον. ἡ Ζωίλου συμφωνεῖ τῷ ἐκ τῶν Πακκίου. Φιλώτου ἀφροδιτάριον ἐπιγραφόμενον. ♃ καδμείας πεπλυμένης δραχ. κδ΄. ἀκακίας δραχμὰς λστ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιβ΄. κρόκου δραχμὰς ιβ΄. ὀπίου δραχ. ιβ΄. σποδοῦ Κυπρίας πεπλυμένης δραχμὰς ιβ΄. κόμμεως δραχ. μη΄. ἀναλάμβανε ὕδατι ὀμβρίῳ καὶ χρῶ δι’ ὠοῦ ἐγχυματίζων συνεχῶς. μετὰ δὲ τὴν ἐπιμέλειαν λούεσθαι παραίνει. τούτῳ συνεχῶς ἐχρησάμην ἐπὶ τῶν μεγίστων ἐπιφορῶν.

  73. 4.8.20

    [Ἄλλο τὸ τοῦ Νεαπολίτου· ποιεῖ καὶ πρὸς τὰς μεγίστας ἐπιφορὰς, καὶ μάλιστα ἐπὶ τῶν δυσίκμων ὀφθαλμῶν καὶ ὑπολευκανθιζόντων κατὰ τὰς φλεγμονὰς, ὥστε ὅμοιον τῇ χημώσει ὑποφαίνειν. τούτῳ ἡμεῖς ἐχρησάμεθα μετὰ τὰς ἐγχρίσεις λούεσθαι παραινοῦντες.] ♃ Λίθου σχιστοῦ δραχμὰς η΄. λιβάνου δραχ. ζ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ὀπίου δραχμὰς η΄. σμύρνης δραχμὰς δ΄. κόμμεως δραχ. η΄. οἴνῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ὑδαρής. πολλάκις δὲ ἐγχυματίσαντας καὶ διαστήσαντας ἀπὸ τῆς ἐγχρίσεως λούεσθαι παραινεῖν.

  74. 4.8.21

    [Φαιὸν τὸ τοῦ Ὀλυμπιονίκου ἐπιγραφόμενον. ποιεῖ πρὸς τὰς μεγίστας περιωδυνίας, ποιεῖ καὶ πρὸς χημώσεις καὶ καθόλου τῶν ἐπιτετευγμένων ἐστὶ κολλυρίων· καὶ γὰρ εὐθέως ἀπαλλάττει.] ♃ Καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς η΄. ἀκακίας δραχμὰς η΄. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄. ἀλόης Ἰνδικῆς δραχ. η΄. κρόκου δραχμὰς δ΄. σμύρνης δραχμὰς δ΄. ὀπίου δραχ. δ΄. κόμμεως δραχμὰς η΄. ὕδατι ἀναλάμβανε, ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις παχυτέρα. ἐγὼ δὲ προσέθηκα πομφόλυγος δραχμὰς δ΄. καὶ λιβανωτοῦ δραχμὰς δ΄. ἄλλο Ζωσίμου ἐπιγραφόμενον εὐῶδες. ποιεῖ καὶ πρὸς περιωδυνίας καὶ προσφάτους διαθέσεις. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης οἴνῳ Ἰταλικῷ, τουτέστι κατεσβεσμένης δραχ. η΄. ἀλόης δραχμὰς η΄. στίμμεως δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄ ἢ β΄. κρόκου δραχμὰς β΄. σμύρνης δραχμὴν μίαν, νάρδου Ἰνδικῆς δραχ. α΄. ὀπίου δραχμὴν μίαν, ἀκακίας δραχμὰς ιθ΄. κόμμεως δραχμὰς ιβ΄. ὕδωρ ὄμβριον.

  75. 4.8.22

    [Ἑρμείου ὀφθαλμικοῦ τὸ λουτρὸν, πρὸς τὰς μεγίστας ὀδύνας αὐθημερὸν τὸ μέγιστον. ποιεῖ καὶ πρὸς τὰς κεχρονισμένας ὀφθαλμίας.] ♃ Ἀλόης δραχμὰς η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστ΄. ὀπίου δραχ. ιστ΄. σμύρνης δραχμὰς ιβ΄. κρόκου δραχμὰς η΄. καδμείας δραχ. δ΄. λιβανωτοῦ δραχμὰς γ΄. κόμμεως δραχμὰς ιστ΄. οἴνῳ Μενδησίῳ ἀναλάμβανε, ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ὑδαρής. δεῖ δὲ ἐκ διαστημάτων τριῶν ἢ τεσσάρων ὡρῶν ἐγχυματίσαντας ἐᾷν μέχρι ἀποκαταστάσεως, καί ποτε λούεσθαι παραινεῖν.

  76. 4.8.23

    [Θεοδότιον φλακιανὸν, Ἁρποκράτιον ἐπιγραφόμενον, πρὸς τὰς μεγίστας ἐπιφορὰς καὶ περιωδυνίας, ἀπαλλάττει χωρὶς φλεβοτομίας.] ♃ Ἀκακίας χυλοῦ δραχμὰς κδ΄. καδμείας δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄. στίμμεως δραχ. ιστ΄. ἀλόης δραχμὰς δ΄. κρόκου δραχ. γ΄. σμύρνης δραχμὰς γ΄. λυκίου Ἰνδικοῦ δραχμὰς β΄. καστορίου δραχ. α΄. ὀπίου δραχμὰς β΄. κόμμεως δραχμὰς κδ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις παχυτέρα, τὸ κολλύριον οἰδημάτων τοῖς βλεφάροις ἐπιφέρει.

  77. 4.8.24

    [Σκυλάκιον, αὐθημερὸν φάρμακον ἐπιτετευγμένον παραχρῆμα λύει τὰς φλεγμονάς.] ♃ Στίμμεως δραχμὰς μ΄. ἀκακίας δραχ. μ΄. καδμείας δραχμὰς ιστ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιδ΄. ψιμμυθίου δραχμὰς η΄. σμύρνης δραχ. δ΄. νάρδου Ἰνδικῆς δραχμὰς δ΄. κρόκου δραχ. β΄. λυκίου Ἰνδικοῦ δραχμὰς δ΄. καστορίου δραχμὰς β΄. ἀλόης δραχμὰς β΄. ὀπίου δραχμὰς β΄. χαλκίτεως ὀπτῆς δραχμὰς β΄. κόμμεως δραχμὰς β΄. ἀναλάμβανε ῥόδων ἀφεψήματι, ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις παχυτέρα.

  78. 4.8.25

    [Τὸ τοῦ Νεαπολίτου φανίον πρὸς τὰς μεγίστας ἐπιφορὰς καὶ πρὸς περιωδυνίας, ποιεῖ καὶ πρὸς διαθέσεις.] ♃ Καδμείας πεπλυμένης δραχμὰς η΄. ἀκακίας δραχμὰς η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. στ΄. στίμμεως πεπλυμένου δραχμὰς κ΄. ψιμυθίου δραχμὰς στ΄. σμύρνης δραχμὰς β΄. ἀλόης δραχμὰς β΄. νάρδου Κελτικῆς δραχ. α΄ S". ὀπίου δραχ. α΄ S". κρόκου δραχμὴν μίαν, καστορίου δραχ. τὸ ἥμισυ, κόμμεως δραχμὰς κ΄, ὕδωρ ὄμβριον χρῶ ἐπαλείφων. ἄλλο φανίον σαραπιακὸν ἐπιγραφόμενον. ♃ ἀκακίας δραχμὰς μ΄. στίμμεως δραχμὰς μ΄. καδμείας δραχμὰς ιστ΄. χαλκοῦ κεκαυμένου  καὶ πεπλυμένου δραχ. ιβ΄. ἀλόης δραχμὰς γ΄. σμύρνης δραχμὰς δ΄. ψιμυθίου δραχμὰς ιβ΄. ὀπίου δραχμὰς β΄. κρόκου δραχμὰς β΄. νάρδου Ἰνδικῆς δραχ. α΄ S". κόμμεως δραχμὰς κε΄. ὕδωρ ὄμβριον, χρῶ ἐπαλείφων.

  79. 4.8.26

    [Μαλαβάθρινον ἡμέτερον, ποιεῖ πρὸς περιωδυνίας καὶ διαθέσεις ἐν ταῖς παρακμαῖς.] ♃ Καδμείας δραχμὰς ιστ΄. ἀκακίας δραχ. μ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιδ΄. ὀπίου δραχμὰς β΄. λυκίου Ἰνδικοῦ δραχμὰς β΄. σμύρνης δραχμὰς δ΄. μαλαβάθρου δραχμὰς β΄. νάρδου Ἰνδικῆς δραχ. β΄. καστορίου δραχμὰς β΄. ἀλόης δραχμὰς β΄. ψιμυθίου δραχ. η΄. στίμμεως πεπλυμένου δραχμὰς η΄. κόμμεως δραχ. μ΄. ὕδατι ἡ χρῆσις δι’ ὠοῦ, ἐν ἀρχῇ τῶν διαθέσεων καὶ ἐν παρακμῇ γιγνομένου ἀπὸ μέρους τοῦ λεγομένου παγχρήστου. ἀναγέγραπται δὲ τοῦτο ἐν τοῖς δακνηροῖς κολλυρίοις. ἄλλο φιλαδέλφιον ἐπιγραφόμενον, ποιεῖ πρὸς τὰς τῶν φλεγμονῶν παρακμὰς καὶ ἕλκη ῥυπαρὰ καὶ φλυκταινῶν ἐπαναστάσεις, παραχρῆμα ὠφελεῖ. ♃ στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς κ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ι΄. καδμείας δραχμὰς η΄. ἀκακίας δραχ. β΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς γ΄. ἀλόης δραχ. γ΄. ψιμυθίου δραχμὰς γ΄. λυκίου Ἰνδικοῦ δραχ. β΄ S". σμύρνης δραχ. β΄ S". νάρδου Ἰνδικῆς δραχμὰς β΄. κρόκου δραχ. β΄. καστορίου δραχμὴν μίαν, ὀπίου δραχ. α΄. κόμμεως δραχμὰς η΄. ὕδωρ καὶ πρὸς τὴν ἀνάληψιν ὠῶν ι΄. κολλύριον τὸ λευκὸν, πρὸς ἐπιφορὰς καὶ διαθέσεις ἐπιγράφεται τρυφερόν. ♃ καδμείας πεπλυμένης δραχ. ιστ΄. ψιμυθίου δραχμὰς η΄. ἀμύλου δραχ. δ΄. κόμμεως δραχ. δ΄. τραγακάνθης δραχμὰς δ΄. ὀπίου δραχ. β΄. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. ἡ χρῆσις δι’ ὠοῦ. τὸ διὰ γῆς Σαμίας τέρεννον ἐπιγραφόμενον, πρὸς ἐπιφορὰς καὶ διαθέσεις. ♃ καδμείας πεπλυμένης δραχμὰς ιβ΄. ψιμυθίου δραχ. ιβ΄. γῆς Σαμίας δραχμὰς ιβ΄. ὀπίου δραχ. α΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ἀναλάμβανε, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο ἀνώδυνον πρὸς ῥεῦμα παντοῖον, ἕλκη, περιωδυνίας, ψύδρακας, προπτώσεις, χημώσεις, παντοίας διαθέσεις. ♃ ψιμυθίου δραχμὰς η΄. γῆς Σαμίας δραχμὰς η΄. σποδοῦ πομφόλυγος δραχ. ιβ΄. τραγακάνθης δραχμὰς β΄. ὀπίου δραχ. β. κόμμεως δραχ. δ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ.

  80. 4.8.27

    [Ἄλλο, Διόκλειον ἐπιγραφόμενον πρὸς περιωδυνίας καὶ ἐπιφορὰς, ὑποπύους ὀφθαλμοὺς, φλυκτίδας, ἕλκη, τοῦτο τὸ φάρμακόν ἐστι τρυφερώτερον.] ♃ Τραγακάνθης δραχμὰς η΄. κόμμεως δραχ. δ΄. ἀμύλου δραχμὰς δ΄. σποδοῦ πομφόλυγος δραχ. ιστ΄. ψιμυθίου δραχ. η΄. ὀπίου πεφωγμένου δραχμὰς β΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. τὸ διὰ λιβάνου φάρμακον ἐπιτετευγμένον πρὸς ῥεύματα καὶ χημώσεις. ♃ καδμείας δραχμὰς κ΄. λιβάνου δραχ. κ΄. ψιμυθίου δραχμὰς μ΄. ὀπίου δραχ. στ΄. κόμμεως δραχμὰς στ΄. ὕδατι ὀμβρίῳ. ἡμεῖς δὲ οὕτως ἐσκευάσαμεν. ♃ καδμείας δραχ. δέκα, πομφόλυγος δραχμὰς ι΄. λιβάνου δραχ. ι΄. ψιμυθίου δραχμὰς μ΄. ὀπίου δραχ. στ΄. κόμμεως δραχμὰς στ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ.

  81. 4.8.28

    [Ἄλλο, τρυφερὸν ἐπιγραφόμενον, πρὸς ἐπικαύματα, φλυκταίνας, χημώσεις καὶ μάλιστα ἐπὶ τῶν μηδ’ ἡντιναοῦν δῆξιν ὑπομένειν δυναμένων.] ♃ Καδμείας πεπλυμένης δραχ. η΄. ἀμύλου δραχμὰς η΄. λιβάνου δραχμὰς η΄. ψιμμυθίου δραχ. μη΄. ὀπίου δραχμὰς στ΄. κόμμεως δραχμὰς ιστ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δεδήλωται.

  82. 4.8.29

    [Ὁ κύκνος ἐπιγραφόμενος, ὁ τῆς βασιλίσσης πρὸς τὰς μεγίστας περιωδυνίας καὶ διαθέσεις.] ♃ Καδμείας δραχμὰς ιστ΄. ψιμυθίου πεπλυμένου δραχμὰς η΄. ἀμύλου δραχ. β΄. τραγακάνθης δραχμὰς β΄. ἀκακίας δραχμὰς β΄. ὀπίου δραχ. β΄. κόμμεως δραχ. ιβ΄. ἀναλάμβανε ὕδατι ὀμβρίῳ καὶ πρὸς τὴν ἀνάληψιν ἐπίβαλε ὠῶν ὠμῶν προσφάτων τεσσάρων λευκά. Ἀερίανον, Διομήδους ἐπιγραφόμενον, κολλύριον ἐπιτετευγμένον πρὸς ἐπιφορὰς καὶ παλαιὰς διαθέσεις καὶ προσφάτους. ♃ σποδοῦ πομφόλυγος δραχ. η΄. ψιμυθίου δραχμὰς κ΄. ἰοῦ δραχ. δ΄. σμύρνης δραχμὰς ιδ΄. λιβάνου δραχμὰς γ΄. ὀπίου δραχ. γ΄. κόμμεως δραχμὰς η΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. κύκνος διὰ γῆς Σαμίας, πρὸς ἕλκη παντοῖα, πρὸς ἐπιφορὰς, περιωδυνίας, ὑπόπυα ὀφθαλμοῦ. ♃ σποδοῦ πεπλυμένης δραχ. ιστ΄. ψιμυθίου πεπλυμένου δραχμὰς η΄. γῆς Σαμίας δραχ. δ΄. ἀμύλου δραχ. δ΄. ἀκακίας δραχ. δ΄. ὀπίου δραχμὰς δ΄. κόμμεως δραχ. δ΄. τραγακάνθης δραχ. β΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο, Διονυσίου ἐπιγραφόμενον. ♃ ψιμυθίου δραχμὰς λη΄. ἰοῦ σκώληκος δραχ. ιστ΄. μηκωνείου δραχ. η΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις διὰ γάλακτος. Ἀερίανον ἡμέτερον φάρμακον ἐπιτετευγμένον, πρὸς παλαιὰς διαθέσεις καὶ προσφάτους. ♃ ψιμυθίου δραχ. κδ΄. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς ι΄. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχ. ι΄. λιβάνου δραχμὰς ι΄. λεπίδος χαλκοῦ δραχμὰς ε΄. ὀπίου δραχ. γ΄. σμύρνης δραχμὰς γ΄. κόμμεως δραχμὰς ιβ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. κολλύριον Γενναδίου. ♃ ψιμυθίου δραχ. ιη΄. στίμμεως δραχμὰς ιβ΄. σμύρνης δραχμὰς ιβ΄. λεπίδος χαλκοῦ δραχ. ιβ΄. ὀπίου δραχ. στ΄. κόμμεως δραχμὰς κδ΄. ὕδωρ ὄμβριον. τὸ διὰ γῆς Σαμίας Πακκίου ὀφθαλμικοῦ, πρὸς τὰς ἐπιτεταμένας διαθέσεις. ♃ καδμείας δραχμὰς ιστ΄. ψιμυθίου δραχ. ιστ΄. Σαμίας γῆς δραχμὰς δ΄. ὀπίου δραχ. β΄. λιβάνου δραχμὰς β΄. στίμμεως δραχ. ε΄. κόμμεως δραχμὰς ε΄. ὕδατι ἀναλάμβανε. ἡ χρῆσις δι’ ὠοῦ. θερινὸν ἐπιγραφόμενον.  ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς κ΄. ἀκακίας δραχ. β΄. γῆς Σαμίας δραχ. κ΄. ψιμμυθίου δραχμὰς κ΄. λεπίδος χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβ΄. φλοιοῦ λιβάνου δραχ. β΄. τραγακάνθης δραχμὰς ε΄. κόμμεως δραχμὰς ιστ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ.

  83. 4.8.30

    [Κολλύριον ὑγείδιον λεγόμενον.] ♃ Καδμείας δραχμὰς η΄. σμύρνης δραχ. η΄. ἀκακίας δραχ. στ΄. ὀπίου δραχ. β΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς β΄. κόμμεως δραχμὰς στ΄. ἐρείκης καρποῦ δραχ. α΄. ὕδωρ ὄμβριον.

  84. 4.8.31

    [Ἀνίκητος ἀστὴρ πρὸς περιωδυνίας, φλυκτίδας, σταφυλώματα, ἕλκη ῥυπαρὰ καὶ νεμόμενα. ποιεῖ καὶ πρὸς κεχρονισμένας διαθέσεις καὶ οὐλὰς ἀποσμήχει.] ♃ Καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς ιστ΄. ψιμυθίου πεπλυμένου δραχμὰς ιστ΄. ἀμύλου δραχ. ιβ΄. στίμμεως κεκαυμένου δραχμὰς ιβ΄. σποδοῦ δραχ. η΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄. γῆς Σαμίας δραχ. η΄. σμύρνης δραχμὰς β΄. ὀπίου δραχ. β΄. τραγακάνθης δραχ. η΄. ὕδωρ ὄμβριον.

  85. 4.8.32

    [Λιβιανὸν ἐπιγραφόμενον πρὸς φλυκτίδας, ἐπικαύματα, ῥήξεις, κοιλώματα, ὑποπύους ὀφθαλμοὺς, χημώσεις, σταφυλώματα. ποιεῖ καὶ πρὸς περιωδυνίας καὶ διαθέσεις καὶ οὐλὰς ἀποσμήχει.] ♃ Καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχ. ιστ΄. ψιμυθίου πεπλυμένου δραχμὰς ιστ΄. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχ. ιστ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄. ἀμύλου δραχ. ιβ΄. σποδοῦ πομφόλυγος δραχμὰς η΄. σμύρνης δραχ. η΄. γῆς ἀστέρος δραχμὰς η΄. τραγακάνθης δραχ. η΄. ὀπίου δραχμὰς β΄. ὕδωρ ὄμβριον καὶ πρὸς τῇ ἀναλήψει ὠῶν κ΄. τὰ λευκά. ἄλλο τὸ Λιβιανόν. ♃ πομφόλυγος δραχμὰς η΄. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχ. ιστ΄. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβ΄. ψιμυθίου πεπλυμένου δραχμὰς ιστ΄. ἀμύλου δραχ. ιβ΄. γῆς Σαμίας δραχ. η΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. σμύρνης δραχ. β΄. ὀπίου δραχμὰς β΄. τραγακάνθης δραχ. β΄. ὕδωρ ὄμβριον.

  86. 4.8.33

    [Τὸ διὰ τοῦ ἐλαφείου κέρατος πρὸς ἕλκη, φλυκτίδας, οὐλὰς ἀποσμήχει.] ♃ Κέρατος ἐλαφείου κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. λιβάνου δραχμὰς δ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. λεπίδος χαλκοῦ πεπλυμένης δραχμὰς β΄. ὀπίου δραχμὴν μίαν, κόμμεως δραχ. δ΄. ὕδωρ ὄμβριον. ἄλλο δι’ ἐλάφου κέρατος τοῦ Νεαπολίτου. ♃ μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχ. ιστ΄. κέρατος ἐλαφείου κεκαυμένου δραχμὰς ιστ΄. λιβάνου δραχ. η΄. ἀκακίαν δραχμὰς η΄. σποδοῦ Κυπρίου δραχμὰς η΄. ἀμύλου δραχ. δ΄. ὀπίου δραχμὰς β΄. λεπίδος χαλκῆς δραχ. β΄. κρόκου δραχμὰς η΄. σμύρνης δραχ. δ΄. τραγακάνθης δραχμὴν μίαν, κόμμεως δραχ. η΄. ὑοσκυάμου ἀποβρέγματι ἀναλάμβανε. χλωρὸν πρὸς διαθέσεις. ♃ σποδοῦ Κυπρίου δραχ. ιστ΄. ἀμύλου δραχ. ιστ΄. κρόκου δραχμὰς η΄. στίμμεως δραχ. η΄. ὀπίου δραχ. δ΄. κόμμεως δραχ. δ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο χλωρὸν Ζωΐλου ὀφθαλμικοῦ. ♃ σποδοῦ Κυπρίας δραχμὰς η΄. κρόκου δραχ. η΄. ἀμύλου δραχμὰς η΄. ὀπίου δραχμὰς β΄. στίμμεως δραχ. η΄. κόμμεως δραχμὰς δ΄. ἀναλάμβανε ἀναγαλλίδος χυλῷ. ἄλλο ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω, Ζωΐλου τὸ χλωρόν. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης καὶ οἴνῳ Ἰταλικῷ κατεσβεσμένης δραχ. η΄. κρόκου δραχ. δ΄. στίμμεως κεκαυμένου καὶ γάλακτι κατεσβεσμένου δραχμὰς δ΄. ἀμύλου δραχμὴν μίαν, κόμμεως δραχμὰς β΄. ἀναλάμβανε χυλῷ ἀναγαλλίδος τῆς τὸ κυανὸν ἄνθος ἐχούσης.

  87. 4.8.34

    [Ἐκ τῶν Σκριβωνίου Λάργου τὸ ψιττάκιον ἐπιγραφόμενον, πρὸς περιωδυνίας, φλυκτίδας, ἐπικαύματα, οὐλὰς ἀναλυομένας, προπτώσεις, συγχύσεις, ὅπου πολλὴ αἵματος παρέγχυσις θεωρεῖται. χρήσιμον δέ ἐστι καὶ πρὸς τὰς ἄλλας διαθέσεις, καὶ μάλιστα ἐπὶ τῶν εὐαισθήτων ὀφθαλμῶν, ἐφ’ ὧν δάκρυον λεπτὸν ἀποκρίνεται. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως.] ♃ Καδμείας δραχμὰς η΄. κρόκου δραχ. η΄. στίμμεως δραχ. η΄. ἀμύλου προσφάτου δραχμὰς η΄. ὀπίου δραχ. δ΄. κόμμεως δραχ. δ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. τὸ τοῦ Ναυκρατίτου πρὸς διαθέσεις φάρμακον ἐπιτετευγμένον. ♃ καδμείας δραχ. ιβ΄. κρόκου δραχμάς ιβ΄. ὀπίου δραχ. στ΄. λεπίδος στομώματος κεκαθαρμένης δραχμὰς ε΄. λεπίδος χαλκοῦ δραχ. στ΄. ῥόδων χυλοῦ δραχμὰς ιστ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ε΄. σμύρνης δραχ. γ΄. νάρδου δραχμὰς β΄. ἀκακίας δραχμὰς β΄. κόμμεως δραχ. ιβ΄. ὕδωρ ὄμβριον. Ἀνθαίου τὸ χλωρόν. ♃ καδμείας δραχ. μη΄. σμύρνης δραχμὰς κδ΄. κρόκου δραχ. μη΄. ὀπίου δραχμὰς κδ΄. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς η΄. λεπίδος χαλκοῦ δραχμὰς στ΄. νάρδου Ἰνδικῆς δραχ. στ΄. ἀκακίας δραχ. στ΄. κόμμεως δραχ. κδ΄. ὕδωρ ὄμβριον. τὸ διὰ χαλβάνης πρὸς περιωδυνίας καὶ ὀφθαλμίας, ᾧ ἐχρήσατο Νικήτης. ♃ καδμείας δραχμὰς η΄. σποδοῦ Κυπρίας δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ὀπίου δραχμὰς η΄. σμύρνης δραχ. η΄. χαλβάνης δραχμὰς η΄. ὕδατι ἀναλάμβανε τὸ φάρμακον. τῶν ἄγαν ἐστὶ πεπιστευμένων, ἔχει δὲ καὶ κόμμεως δραχ. η΄. ἐν ἄλλαις γραφαῖς σπόδιον οὐκ ἔχει. ἄλλο. ♃ καδμείας δραχ. ιστ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. σμύρνης, χαλβάνης ἀνὰ δραχ. η΄. ὀπίου δραχ. η΄. χαλκάνθης δραχ. στ΄. κόμμεως δραχ. στ΄. ὕδατι ὀμβρίῳ.

  88. 4.8.35

    [Διάῤῥοδον Νείλου, ὡς Ἀνδρέας πρὸς περιωδυνίας, ῥεῦμα πολὺ καὶ λεπτὸν, φλυκτίδας, προπτώσεις.] ♃ Ῥόδων φύλλων χωρὶς τῶν λοβῶν δραχμὰς δ΄. κρόκου δραχμὰς β΄. ὀπίου ὀβολὸν α΄. νάρδου Ἰνδικῆς ὀβολὸν α΄. κόμμεως δραχμὰς  γ΄. ἐν ἄλλῳ κόμμεως δραχ. α΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ἀνειμένη. ἄλλο διάῤῥοδον Νείλου, ᾧ ἐχρήσατο Γαλλίων ὁ ὀφθαλμικός. ♃ ῥόδων δραχμὰς δ΄. κρόκου δραχ. β΄. ἀκακίας δραχ. α΄. ὀπίου ὀβολὸν α΄. νάρδου Ἰνδικῆς ὀβολὸν ἕνα, κόμμεως δραχμὰς γ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ, ἡ κρᾶσις ἀνειμένη. ἄλλο διάῤῥοδον, ὡραῖον λεγόμενον πρὸς τὰς αὐτὰς διαθέσεις. ♃ ῥόδων ὠνυχισμένων δραχμὰς κδ΄. κρόκου δραχμὰς ιβ΄. ἀμύλου δραχ. στ΄. βαλαυστίου δραχμὰς δ΄. ὀπίου δραχμὰς δ΄. τραγακάνθης δραχ. η΄. ὑοσκυάμου τῶν φύλλων τῷ χυλῷ ἀναλάμβανε. ἐν τῷ διδασκάλου τε καὶ Ἰωάννου βιβλίῳ γέγραπται τῷ κυπαρίσσου χυλῷ. ἄλλο. ♃ ῥόδων δραχ. η΄. κρόκου δραχμὰς δ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. α΄. κόμμεως δραχ. α΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. διάῤῥοδον Τερεντίου διὰ τῆς πομφόλυγος. ♃ ῥόδων ἁπαλῶν δραχ. ιβ΄. σποδοῦ Κυπρίας δραχμὰς δ΄. κρόκου δραχ. δ΄. ὀπίου δραχμὰς δ΄. νάρδου δραχμὰς δ΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ὀμβρίῳ. ἄλλο διάῤῥοδον. ♃ ῥόδων ἁπαλῶν δραχμὰς β΄. κρόκου δραχμὰς στ΄. σποδοῦ Κυπρίου δραχ. β΄. ἀμύλου δραχμὰς β΄. ἀκακίας δραχμὴν μίαν, νάρδου Ἰνδικῆς δραχ. α΄. κόμμεως δραχμὰς ιβ΄. τραγακάνθης δραχ. α΄. ὕδατι ὀμβρίῳ. διάῤῥοδον εὐελπιδίου, διάσμυρνον ἐπικαλούμενον. ♃ ῥόδων δραχ. ρ΄. κρόκου δραχμὰς ν΄. ὀπίου δραχμὰς η΄. σμύρνης δραχμὴν μίαν S". κόμμεως δραχμὰς ν΄. οἴνῳ εὐώδει. ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο διάῤῥοδον. ♃ ῥόδων δραχ. ρ΄. κρόκου δραχμὰς ν΄. ὀπίου δραχμὰς η΄. σμύρνης δραχ. ν΄. κόμμεως δραχ. η΄. οἴνῳ εὐώδει, ἡ χρῆσις δι’ ὠοῦ. ἐγὼ τοῦτο ἐπεσκεύασα, ἀντὶ τῶν φύλλων τῶν ῥόδων, ἐμβάλλων ῥόδων ἄνθους δραχ. β΄. καὶ ὤφθη δαιμονίως ποιοῦν.

  89. 4.8.36

    [Διάῤῥοδον τὸ διὰ τῶν οβ΄. τὸ μέγα λεγόμενον, ἐχρήσατο τούτῳ Λεύκιος ὁ καθηγητὴς πρὸς περιωδυνίας, φλυκτίδας, ἐπικαύματα, σταφυλώματα, προπτώσεις, πρὸς ὑποπύους ὀφθαλμοὺς, πρὸς ῥεύματα παλαιὰ, κεχρονισμένας ὀφθαλμίας καὶ δυσαπαλλάκτους διαθέσεις.] ♃ Ῥόδων χλωρῶν χωρὶς τῶν λοβῶν δραχμὰς οβ΄. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς κδ΄. κρόκου δραχμὰς ξ΄. ὀπίου δραχ. γ΄. στίμμεως δραχμὰς γ΄. οἱ δὲ δραχ. στ΄. ἰοῦ δραχ. β΄. οἱ δὲ δραχμὰς γ΄. λεπίδος χαλκοῦ δραχ. β΄. νάρδου Ἰνδικῆς δραχμὰς β΄. σμύρνης δραχ. στ΄. οἱ δὲ δραχμὰς δ΄. κόμμεως δραχμὰς κδ΄. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. ἄλλο διὰ τῶν οβ΄. ♃ ῥόδων δραχ. οβ΄. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς κδ΄. κρόκου δραχ. στ΄. οἱ δὲ η΄. ὀπίου δραχμὰς γ΄. στίμμεως δραχ. γ΄. σμύρνης δραχ. γ΄. λεπίδος χαλκοῦ δραχ. β΄. ἰοῦ δραχ. β΄. νάρδου δραχ. α΄. οἱ δὲ β΄. κόμμεως δραχ. κδ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις διὰ τοῦ γάλακτος. τὸ διὰ τῶν λευκοΐων φάρμακον ἐπιτετευγμένον πρὸς ἐπιφορὰς καὶ διαθέσεις. ♃ ἀκακίας δραχμὰς μή. λευκοΐων χυλοῦ δραχ. μη΄. σποδοῦ Κυπρίας δραχ. κδ΄. κρόκου δραχμὰς κδ΄. σμύρνης δραχ. δ΄. ὀπίου δραχ. δ΄. οἱ δὲ στ΄. ὑοσκυάμου χυλοῦ δραχ. δ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς δ΄. κόμμεως δραχ. δ΄. οἴνῳ Φαλερίνῳ.

  90. 4.8.37

    [Κολλύριον ᾧ ἐχρήσατο Φλῶρος ἐπὶ Ἀντωνίας τῆς Λρούσου μητρὸς, παρ’ ὀλίγον ὑπὸ τῶν ἄλλων ἰατρῶν πηρωθείσης.] ♃ Ἀκακίας δραχμὰς μη΄. ῥόδων ξηρῶν δραχ. μη΄. μελιλώτων δραχμὰς μη΄. σποδοῦ Κυπρίας δραχ. κδ΄. μανδραγόρου μήλων δραχμὰς β΄. κρόκου δραχ. κδ΄. ὀπίου δραχμὰς στ΄. ὑοσκυάμου σπέρματος ὀξύβαφα β΄. ἐν ἄλλῳ δραχ. κδ΄. σμύρνης δραχμὰς δ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. δ΄. κόμμεως δραχ. μ΄. οἴνου Φαλερίνου, ὕδατος ὀμβρίου ἀνὰ κοτύλας γ΄. τὸν οἶνον καὶ τὸ ὕδωρ μίξας καὶ τούτοις ἐπιβαλὼν ῥόδα, μελίλωτον, ὑοσκυάμου σπέρμα, μανδραγόρου τὰ μῆλα. εἰ δὲ μή γε, τὸν φλοιὸν ἔα βρέχεσθαι ἐπὶ ἡμέρας γ΄, ἢ πέντε. ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας χρῶ πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, καὶ ἀναπλάσας χρῶ ὡς δοκιμωτάτῳ.

  91. 4.8.38

    [Μήλινον τρυφερὸν ποιοῦν πρὸς τοὺς μηδ’ ἡντιναοῦν δῆξιν φαρμάκων ὑπομένοντας, ποιοῦν πρὸς φλυκτίδας, προπτώσεις, ῥεῦμα δριμὺ καὶ πολὺ καὶ ἐπικαύματα καὶ πρὸς τὰς προσφάτους διαθέσεις.] ♃ Καδμείας κεκαυμένης καὶ γάλακτι ἐσβεσμένης δραχ. ιστ΄. ψιμυθίου πεπλυμένου δραχμὰς η΄. κρόκου δραχ. δ΄. ὀπίου δραχ. α΄. τραγακάνθης δραχμὰς β΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. ἄλλο πρὸς ἐπικαύματα, φλυκτίδας, προπτώσεις, περιωδυνίας. ♃ ψιμυθίου δραχμὰς κδ΄. ἀμύλου δραχ. ιβ΄. καδμείας πεπλυμένης δραχ. ι΄. λιβάνου δραχμὰς ι΄. κρόκου δραχ. η΄. ὀπίου δραχμὰς η΄. κόμμεως δραχ. ι΄. τραγακάνθης δραχ. β΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις δι’ ὠοῦ. διάῤῥοδον ἀνέγκλητον. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχ. κδ΄. ψιμυθίου δραχμὰς ιβ΄. ὀπίου δραχ. στ΄. ῥόδων ἄνθους δραχ. στ΄. κρόκου δραχμὰς στ΄. λίθου σχιστοῦ δραχ. ιβ΄. κόμμεως δραχ. ι΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις πρὸς μὲν τὰ ῥυπαρὰ τῶν ἑλκῶν διὰ γάλακτος, πρὸς δὲ τὰ καθαρὰ δι’ ὠοῦ. ἄλλο. ♃ καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχ. κδ΄. ψιμυθίου δραχμὰς ιβ΄. λίθου σχιστοῦ δραχ. δ΄. ῥόδων ἄνθους δραχμὰς στ΄. κρόκου δραχ. στ΄. ὀπίου δραχμὰς στ΄. κόμμεως δραχ. στ΄. ὕδατι ὀμβρίῳ. ἡ χρῆσις πρὸς μὲν τὰ ῥυπαρὰ τῶν ἑλκῶν διὰ γάλακτος, πρὸς δὲ τὰ καθαρὰ δι’ ὠοῦ.

  92. 4.8.39

    [Κροκῶδες παιδικὸν ἐπιγραφόμενον τὸ διὰ τῆς πομφόλυγος, πρὸς ἐπιφορὰς καὶ περιωδυνίας καὶ τὰς ἐκ πληγῶν διαθέσεις.] ♃ Σποδοῦ πομφόλυγος δραχμὰς ιστ΄. κρόκου δραχ. ιστ΄. ὀπίου δραχμὰς ιστ΄. τραγακάνθης δραχ. η΄. ὕδατι  ὀμβρίῳ, καὶ πρὸς τῇ ἀναλήψει ὠῶν τεσσάρων τὸ λευκόν. κολλύριον Γαΐου ὀφθαλμικοῦ. ♃ σποδοῦ Κυπρίας δραχμὰς δ΄. ἀμύλου προσφάτου δραχμὰς ιβ΄. κρόκου δραχ. β΄. σμύρνης δραχ. α΄. μανδραγόρου χυλοῦ δραχ. α΄. κόμμεως δραχμὰς δ΄. ὕδατι ὀμβρίῳ, ἡ χρῆσις δι’ ὠοῦ. Ἀτιμητροῦ λυσιπόνιον. ♃ χαλκάνθης ὠμῆς δραχμὰς μ΄. πομφόλυγος ὠμῆς δραχμὰς μ΄. ψιμυθίου δραχμὰς κδ΄. ὀπίου δραχ. β΄. κρόκου δραχμὰς δ΄. τὸ κρόκον εἰς ὕδωρ βάλλεται καὶ ἀποβρέχεται καὶ τῷ ἀποβρέγματι σκευάζεται τὸ κολλύριον. τὸ δ’ ὑπολειφθὲν τοῦ κρόκου λεαίνεται καὶ μίγνυται τοῖς λοιποῖς, κόμμεως δραχμαῖς λβ. Διομήδους λυσιπόνιον πρὸς περιωδυνίας παραχρῆμα λύει τοὺς πόνους. ♃ χαλκάνθης ὠμῆς δραχμὰς λβ΄. ψιμυθίου δραχμὰς λα΄. σποδοῦ πομφόλυγος δραχμὰς ιστ΄. κρόκου δραχμὰς ιστ΄. λιβάνου δραχ. η΄. σμύρνης δραχμὰς β΄. κόμμεως δραχμὰς ιστ΄. ὕδωρ ὄμβριον. ἡ χρῆσις δι’ ὠοῦ. γενναῖόν ἐστι τὸ κολλύριον. τοῦ Ζωΐλου, ποιοῦν πρὸς τὰς παλαιὰς ὀφθαλμίας, μυοκεφάλους, σταφυλώματα καὶ παλαιὰ ῥεύματα. ♃ καδμείας δραχμὰς η΄. χαλκοῦ κεκαυμένου δραχμὰς η΄. ψιμμυθίου δραχμὰς δ΄. ἀλόης δραχμὴν μίαν S". φύλλου κρόκου, χαλκίτεως ὀπτῆς, χαλκάνθου, ὀπίου λυκίου, ἀνὰ δραχμὴν μίαν, σμύρνης δραχμὰς β΄. ἀκακίας δραχμὰς κ΄. ναρδοστάχυος δραχμὴν μίαν S". κόμμεως δραχμὰς κ΄. καστορίου δραχ. δ΄. στίμμεως κεκαυμένου δραχμὰς η΄. ὕδωρ ὄμβριον.

  93. 4.8.40

    [Ἀσκληπιάδου Πακκίου πρὸς περιωδυνίας, ῥεῦμα λεπτὸν καὶ πολὺ ἐπίκαυμα, φλυκτίδας, ὑμένων ἐπαναστάσεις, τραχώματα, κεχρονισμένας διαθέσεις καὶ τοὺς ὑπὸ πολλῶν ἐγχρίσεων βλαβέντας, παραχρῆμα ὠφελεῖ. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως.] ♃ Καδμείας δραχμὰς ιβ΄. χαλκοῦ κεκαυμένου δραχ. ιβ΄. κρόκου δραχμὰς ιβ΄. λεπίδος χαλκοῦ κεκαυμένου δραχ. ιβ΄. σμύρνης δραχμὰς δ΄. νάρδου Ἰνδικῆς δραχ. δ΄. ῥόδων ξηρῶν δραχμὰς δ΄. ὀπίου δραχ. δ΄. λίθου αἱματίτου δραχμὰς δ΄. πεπέρεως λευκοῦ κόκκους κδ΄. κόμμεως δραχμὰς ιβ΄. οἴνου Χίου τὸ αὔταρκες. ἡ χρῆσις δι’ ὠοῦ. ἐν ἄλλαις γραφαῖς ἔχει ῥόδων δραχμὰς γ΄. πεπέρεως κόκκους κε΄. τὸ νεκτάριον ἐπιγραφόμενον φάρμακον ἐπιτετευγμένον. ♃ καδμείας δραχμὰς ιβ΄. λεπίδος Κυπρίας πεπλυμένης δραχ. ιβ΄. κρόκου δραχμὰς ιβ΄. ὀπίου δραχ. δ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβ΄. σμύρνης δραχ. δ΄. λίθου αἱματίτου δραχ. δ΄. ῥόδων ξηρῶν δραχμὰς δ΄. ναρδοστάχυος δραχ. δ΄. μίσυος ὀπτοῦ δραχμὰς δ΄. κασσίας σύριγγος δραχ. δ΄. πεπέρεως λευκοῦ κόκκους κε΄. κόμμεως δραχ. ιβ΄. οἰνῶ χρῶ.

  94. 4.8.41

    [Ἀντιγόνου κροκῶδες λεοντάριον ἐπιγραφόμενον, ἐπειδή περ γλύμματι τούτῳ ἐσφραγίζετο, ποιεῖ πρὸς ἐπιφορὰς, περιωδυνίας, κεχρονισμένας διαθέσεις. ἔστι δὲ καὶ τοῖς τραχωματικοῖς ἀγαθὸν, οὐλὰς καὶ τύλους ἀποσμήχει, μάλιστα δὲ νηπίοις ἐστὶ χρήσιμον.] ♃ Σποδοῦ Κυπρίας δραχ. μη΄. κρόκου δραχ. κδ΄. σμύρνης δραχμὰς ιβ΄. λίθου αἱματίτου δραχ. η΄. ὀπίου δραχμὰς ιβ΄. πεπέρεως λευκοῦ κόκκους λστ΄. κόμμεως δραχμὰς π΄. οἴνῳ Φαλερίνῳ. ἄλλο. ♃ σποδοῦ Κυπρίας δραχμὰς π΄. κρόκου δραχμὰς μ΄. σμύρνης δραχ. κ΄. ὀπίου δραχ. κ΄. αἱματίτου λίθου. δραχ. ιβ΄. πεπέρεως κόκκους ξ΄. κόμμεως δραχμὰς π΄. οἴνῳ Φαλερίνῳ.

  95. 4.8.42

    [Ἐκ τῶν Σκριβωνίου Λάργου, Μαχάωνος Ἀσκληπιὸς, πρὸς παλαιὰς διαθέσεις καὶ ὑποπύους ὀφθαλμούς.] ♃ Σποδοῦ πομφόλυγος δραχμὰς λβ΄. χαλκοῦ κεκαυμένου δραχμὰς λβ΄. κρόκου Σικελοῦ δραχ. ιστ΄. σμύρνης δραχ. στ΄. λίθου αἱματίτου δραχμὰς ι΄. νάρδου Ἰνδικῆς δραχ. στ΄. ὀπίου δραχμὰς στ΄. πεπέρεως κόκκους μ΄. οἴνῳ Χίῳ. ἐν τῷ Ἀθηνίππων Ἀσκληπιῶν ἔχει οὕτως, ὀπίου δραχμὰς η΄.

  96. 4.8.43

    [Εὐημέρου πρὸς περιωδυνίας καὶ διαθέσεις.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. λβ΄. σποδοῦ πομφόλυγος δραχ. ιστ΄. κρόκου δραχ. ιστ΄. σμύρνης δραχμὰς η΄. λίθου αἱματίτου κεκαυμένου καὶ πεπλυμένου δραχ. η΄. ναρδοστάχυος δραχμὰς δ΄. μίσυος κεκαυμένου δραχ. δ΄. ὀπίου πεφωγμένου δραχμὰς δ΄. κόμμεως δραχ. ιστ΄. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες.

  97. 4.8.44

    [Διάσμυρνον εὐῶδες Συνέρωτος, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς κεχρονισμένας διαθέσεις. ποιεῖ πρὸς ῥυάδας καὶ αἰγίλωπας.] ♃ Καδμείας πεπλυμένης δραχ. κη΄. λίθου αἱματίτου κεκαυμένου καὶ πεπλυμένου δραχ. κε΄. σποδοῦ Κυπρίας δραχ. κδ΄. σμύρνης δραχμὰς μη΄. κρόκου δραχμὰς δ΄. ὀπίου Ἱσπανοῦ δραχμὰς η΄. πεπέρεως λευκοῦ κόκκους λ΄. κόμμεως δραχ. στ΄. οἴνῳ Ἰταλικῷ· ἡ χρῆσις δι’ ὠοῦ ἐπὶ τῶν προσφάτων καὶ ἡ κρᾶσις ὑδαρής. ἔνιοι κρόκου δραχμὰς ιβ΄.

  98. 4.8.45

    [Αἱμάτινον Συνέρωτος τραχωματικὸν ἀγαθόν. ποιεῖ πρὸς τὰς παλαιὰς διαθέσεις καὶ πρὸς συκώματα καὶ πᾶσαν ἐξοχὴν, μιγνύμενον τῷ Συνέρωτος εὐώδει.] ♃ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. κδ΄. λίθου αἱματίτου δραχ. α΄. κρόκου δραχ. δ΄. ὀπίου δραχ. δ΄. κόμμεως δραχ. ιβ΄. ὄξει δριμυτάτῳ. ἄλλο. ♃ χαλκοῦ κεκαυμένου δραχ. μη΄. κρόκου δραχμὰς κδ΄. ὀπίου δραχ. δ΄. κόμμεως Θηβαϊκῆς δραχ. κδ΄. πομφόλυγος δραχμὰς ιη΄. σμύρνης δραχ. ιη΄. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς ιβ΄. λίθου αἱματίτου δραχ. α΄. ἰοῦ δραχμὰς δ΄. οἴνῳ ἀναλάμβανε. τοῦ Ἱέρακος τραχωματικόν. ♃ μίσυος κεκαυμένου δραχμὰς η΄. κρόκου δραχ. η΄. ὀπίου δραχμὰς η΄. λίθου αἱματίτου πεπλυμένου  δραχ. η΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχ. ιβ΄. σμύρνης δραχ. ιβ΄. κόμμεως δραχ. ιβ΄. ὄξει δριμυτάτῳ.

  99. 4.8.46

    [Ἀπολλωνίου σκυλάκιον ἐπισήμως ἰατρεύσαντος, τουτέστι τὸ ἱεράκιον κολλύριον τραχωματικόν· ἐπιγράφεται φοῖνιξ. ποιεῖ καὶ πρὸς ,μίλφους καὶ πρὸς κεχρονισμένας διαθέσεις.] ♃ Λίθου αἱματίτου κεκαυμένου καὶ πεπλυμένου δραχ. λβ΄. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστ΄. ἰοῦ ξυστοῦ δραχμὰς ιστ΄. ὀπίου δραχ. η΄. οἱ δὲ στ΄. καδμείας βοτρυΐτιδος δραχ. δ΄. χαλκίτεως ὀπτῆς δραχ. δ΄. κόμμεως δραχ. ιστ΄. ὕδωρ ὄμβριον.

  100. 4.8.47

    [Ἄλλως ὁ Φοῖνιξ Ἀπολλωνίου, ὡς Ἄρειος Ἀσκληπιάδειος ἐνέγραψεν ἐν ταῖς ἰδίαις συναγωγαῖς τῶν φαρμάκων.] ♃ Λίθου αἱματίτου δραχμὰς κδ΄. λίθου σχιστῆς κεκαυμένης καὶ πεπλυμένης δραχ. κδ΄. καδμείας δραχ. ιβ΄. χαλκοῦ κεκαυμένου δραχμὰς ιβ΄. ὀπίου δραχ. η΄. χαλκίτεως ὀπτῆς δραχμὰς δ΄. οἱ δὲ δραχ. η΄. ἐν ἄλλῳ καὶ ἰοῦ δραχμὰς ιβ΄. κόμμεως δραχμὰς ιστ΄. ὕδωρ ὄμβριον.

← Previous · Next → — showing 101200 of 941

First Thousand Years of Greek. CTS URN tlg0057.tlg076.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.