Ancient Textssearch the texts themselves, not just their titles

← All works

De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

First Thousand Years of Greek · First Thousand Years of Greek · 794 sections

  1. 8.16.28.1

    [κη΄. Περὶ πολυγονάτου.] Πολυγόνατον μικτῆς ἐστι δυνάμεώς τε καὶ ποιότητος. ἔχει γάρ τι καὶ στύψεως καὶ δριμύτητος καὶ πικρότητος καί τινος ἀηδίας ἀῤῥήτου. ταῦτ’ ἄρα οὐδὲ πολύχρηστόν ἐστιν ἀλλ’ ἢ μόνον ὅτι τὴν ῥίζαν ἐπιπλάττουσι τραύμασιν ἔνιοι. εἰσὶ δ’ οἳ τοὺς ἐν προσώπῳ σπίλους ἀποῤῥύπτουσιν δι’ αὐτοῦ.

  2. 8.16.29.1

    [κθ΄. Περὶ πολεμωνίου.] Πολεμώνιον, οἱ δὲ φιλεταίριον, ἔνιοι δὲ ὥσπερ καὶ Καππαδόκαι χιλιοδύναμιν, λεπτομεροῦς τ’ ἐστὶ καὶ ξηραντικῆς δυνάμεως, ὅθεν ἔνιοι πρὸς ἰσχιάδας καὶ δυσεντερίαν καὶ σκιῤῥούμενον σπλῆνα διδόασι πίνειν τὴν ῥίζαν αὐτοῦ μετ’ οἴνου.

  3. 8.16.30.1

    [λ΄. Περὶ πολίου.] Πόλιον πικρὸν γευομένοις ἐστὶ καὶ μετρίως δριμύ. ἐκφράττει τοιγαροῦν ἅπαντα τὰ σπλάγχνα καὶ οὖρα καὶ ἔμμηνα κινεῖ, καὶ χλωρὸν μὲν ὑπάρχον ἔτι κολλᾷ τὰ μεγάλα τραύματα καὶ μάλιστα τὸ θαμνῶδες εἶδος αὐτοῦ. ξηρὸν δὲ γενόμενον ἰᾶται τὰ κακοήθη τῶν ἑλκῶν ἐπιπαττόμενον καὶ μᾶλλον τοῦτο δρᾷ τὸ μικρότερον.

  4. 8.16.31.1

    [λα΄. Περὶ πολίου μικροῦ.] Πόλιον τὸ μικρὸν, ᾧ καὶ εἰς τὰς ἀντιδότους χρώμεθα· καὶ γὰρ καὶ δριμύτερον καὶ πικρότερόν ἐστι τοῦτο τοῦ μείζονος, ὡς ἐκ μὲν τῆς τρίτης τάξεως εἶναι τῶν ξηραινόντων, ἐκ δὲ τῆς δευτέρας συμπεπληρωμένης τῶν θερμαινόντων.

  5. 8.16.32.1

    [λβ΄. Περὶ πολυκνήμου.] Πολύκνημον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν, ὥστε καὶ διὰ τοῦτο τραυμάτων ἐστὶ κολλητικόν.

  6. 8.16.33.1

    [λγ΄. Περὶ ποταμογείτονος.] Ποταμογείτων στύφει καὶ ψύχει παραπλησίως πολυγόνῳ. παχυμερεστέρα δ’ ἐστὶν ἡ οὐσία αὐτοῦ τῆς πολυγόνου.

  7. 8.16.34.1

    [λδ΄. Περὶ πολυποδίου.] Πολυπόδιον τὴν γλυκεῖαν ἅμα καὶ αὐστηρὰν ἐπικρατοῦσαν ἔχει ποιότητα, ὡς εἶναι δυνάμεως ξηραντικῆς ἱκανῶς ἀδήκτου.

  8. 8.16.35.1

    [λε΄. Περὶ πρασίου.] Πράσιον ὥσπερ τῇ γεύσει πικρόν ἐστιν, οὕτω καὶ χρωμένοις ὁμολογοῦσαν ἔχει τῷ τοιούτῳ  χυμῷ τὴν ἐνέργειαν, ἐκφράττον καὶ ἧπαρ καὶ σπλῆνα καὶ τὰ κατὰ θώρακα καὶ πνεύμονα διακαθαῖρον, ἔμμηνά τε προτρέπον. ἀλλὰ καὶ καταπλασσόμενον ῥύπτει τε καὶ διαφορεῖ. καὶ θείη ἄν τις αὐτὸ κατὰ μὲν τὴν θερμότητα τῆς δευτέρας που τάξεως ἤδη συμπληρουμένης, κατὰ δὲ τὴν ξηρότητα τῆς τρίτης, ἤτοι μεσούσης καὶ συμπληρουμένης. τῷ χυλῷ δ’ αὐτοῦ καὶ πρὸς ὀξυδερκίαν μὲν χρῶνται μετὰ μέλιτος, οὐ μὴν ἀλλὰ καὶ διὰ ῥινῶν ἰκτέρους καθαίρουσι, καὶ πρὸς ὤτων ὀδύνας ἤδη κεχρονισμένας αὐτὸ παραλαμβάνουσι, ἐφ’ ὅσον ἐκφράξαι καὶ διακαθῆραι τόν τε πόρον αὐτὸν καὶ τὰς τῶν μηνίγγων ἀποφύσεις ἐστὶ χρεία.

  9. 8.16.36.1

    [λστ΄. Περὶ προπόλεως.] Πρόπολις ῥυπτικῆς μέν ἐστιν οὐκ ἰσχυρᾶς δυνάμεως, ἑλκτικῆς δ’ ἱκανῶς ἰσχυρᾶς. ἔστι γὰρ λεπτομερὴς τὴν οὐσίαν. θερμαίνει δὲ κατὰ τὴν δευτέραν ἀπόστασιν ἤδη συμπληρουμένην καὶ τρίτην ἀρχομένην.

  10. 8.16.37.1

    [λζ΄. Περὶ πταρμικῆς.] Πταρμικῆς τὰ μὲν ἄνθη πταρμικῆς ἐστι δυνάμεως, ὅθεν περ καὶ τῇ πόᾳ τοὔνομα. ὅλον τὸ θαμνίον ὑπώπιά τε καὶ τὰς ἄλλας ἐκχυμώσεις διαφορεῖ. ἔστι γὰρ ἡ κρᾶσις αὐτοῦ θερμὴ καὶ ξηρὰ, χλωρὰ μὲν ἔτι κατὰ τὴν δευτέραν τάξιν, εἰ δὲ ξηρανθείη, κατὰ τὴν τρίτην.

  11. 8.16.38.1

    [λη΄. Περὶ πτελέας.] Πτελέας τοῖς φύλλοις ἐκολλήσαμέν ποτε πρόσφατον τραῦμα, θαῤῥήσαντες τῷ στυπτικήν τε ἅμα καὶ ῥυπτικὴν δύναμιν ἐμφέρεσθαι αὐτοῖς. ὁ δὲ φλοιὸς ἔτι καὶ μᾶλλον ὑπόπικρός τέ ἐστι καὶ στυπτικὸς, ὥστε καὶ λέπραν ἰᾶται σὺν ὄξει καὶ χλωρὸς δὲ ὢν ἔτι καὶ πρόσφατος, ἐὰν ὡς ἐπίδεσμος περιελιχθῇ τοῖς τραύμασιν, κολλᾷν αὐτὰ δύναται. καὶ αἱ ῥίζαι δὲ τῆς αὐτῆς εἰσι δυνάμεως, ὥστε καὶ τῷ ἀφεψήματι καταντλοῦσίν τινες, ὅσα πωρώσεως δεῖται κατάγματα.

  12. 8.16.39.1

    [λθ΄. Περὶ πτέριδος καὶ θηλυπτερίδος.] Πτέρις ῥίζαν μάλιστ’ ἔχει χρήσιμον. ἀναιρεῖ γὰρ ἕλμινθα πλατεῖαν, εἰ τεσσάρων δραχμῶν ὁλκήν τις αὐτῆς ἐν μελικράτῳ λάβοι. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἔμβρυα τὰ μὲν ζῶντα διαφθείρειν, τὰ νεκρὰ δ’ ἐκβάλλειν οὐδὲν θαυμαστόν. ἔστι γὰρ πικρὰ βραχύ τι στύψεως μετέχουσα. διὸ καὶ κατὰ τῶν ἑλκῶν ἐπιτιθεμένη δυνάμεώς ἐστιν ἰσχυρῶς ξηραντικῆς, οὐ μέντοι δακνώδης. ὁμοίαν δ’ αὐτῇ καὶ ἡ θηλυπτερὶς ὀνομαζομένη τὴν δύναμιν ἔχει.

  13. 8.16.40.1

    [μ΄. Περὶ πυκνοκόμου.] Πυκνοκόμου καὶ ἡ ῥίζα καὶ ὁ καρπὸς καὶ τὰ φύλλα διαφορητικῆς ἐστι καὶ ἑλκτικῆς δυνάμεως, ὄντα καὶ πρὸς τὴν γεῦσιν δριμέα. τὰ μὲν οὖν φύλλα φύματά τε καὶ δοθιῆνας διαφορεῖ, ὁ δὲ καρπὸς ἰσχυρότερος ὑπάρχει, καὶ ταῦτα μὲν ἐργάζεσθαι πέφυκε, μιγνύμενός τινι τῶν διαφορητικῶν καταπλάσματι, οἷόν πέρ ἐστι καὶ τὸ διὰ τοῦ κριθίνου· καὶ σκόλοπας δὲ καὶ ὅσα τοιαῦτα πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἐπισπᾶται. ἡ δὲ ῥίζα πρὸς τὰ μὲν προειρημένα χείρων ἐστὶ καὶ ἀσθενεστέρα, χολῆς μέντοι τῆς ξανθῆς καθαρτική.

  14. 8.16.41.1

    [μα΄. Περὶ πυρέθρου.] Πυρέθρου τῇ ῥίζῃ χρώμεθα μάλιστα καυστικὴν ἐχούσῃ δύναμιν, καθ’ ἣν ὀδόντων τε ἐψυγμένων ὀδύνας πραΰνει καὶ πρὸ τῶν κατὰ περίοδον ῥιγῶν ἀνατρίβεται μετ’ ἐλαίου καὶ τοὺς ναρκώδεις καὶ παρειμένους ὠφελεῖ.

  15. 8.16.42.1

    [μβ΄. Περὶ πυροῦ.] Πυρὸς ὡς τροφὴ μὲν ὁποίας ἐστὶ φύσεως οὐ τῆς νῦν ἔνεστι πραγματείας, ὡς φάρμακον δ’ ἔξωθεν ἐπιτιθέμενος ἐκ τῆς πρώτης ἐστὶ τάξεως τῶν θερμαινόντων, οὐ μὴν οὔτε ξηραίνειν οὔθ’ ὑγραίνειν ἐπιφανῶς πέφυκεν. ἔχει δέ τι καὶ γλίσχρον καὶ ἐμφρακτικόν. τὸ δ’ ἐξ αὐτοῦ σκευαζόμενον ἄμυλον ψυχρότερόν τε καὶ ξηραντικώτερον αὐτοῦ γίνεται. καὶ τὸ ἐξ ἄρτου δὲ κατάπλασμα διαφορητικωτέρας ἐστὶ δυνάμεως ἤπερ τὸ ἐκ τῶν πυρῶν, ὡς ἂν καὶ ἁλῶν καὶ ζύμης προειληφότος τοῦ ἄρτου. δυνάμεως γὰρ ἐπισπαστικῆς τε καὶ διαφορητικῆς τῶν ἐκ τοῦ βάθους ἐστὶν ἡ ζύμη.

  16. 8.17.1.1

    [α΄. Περὶ ῥάμνου.] Ῥάμνος ξηραίνει μὲν καὶ διαφορεῖ κατὰ τὴν δευτέραν ἀπόστασιν, ψύχει δὲ κατὰ τὴν πρώτην συμπληρουμένην, ἢ τὴν δευτέραν ἀρχομένην. διὰ τοῦτο καὶ ἕρπητας ἰᾶται καὶ ἐρυσιπέλατα μὴ σφόδρα θερμά. χρηστέον δ’ αὐτῆς τοῖς ἁπαλοῖς φύλλοις εἰς ταῦτα.

  17. 8.17.2.1

    [β΄. Περὶ ῥαφανῖδος.] Ῥαφανὶς θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν. ἡ δ’ ἀγρία δραστικωτέρα κατ’ ἄμφω· καὶ μὲν δὴ καὶ τὸ σπέρμα δραστικώτερον αὐτοῦ τοῦ φυτοῦ. διαφορητικὴ δ’ ἐστὶν ἐν αὐτῷ ἡ δύναμις, ὥστε καὶ πρὸς ὑπώπια καὶ τἄλλα τὰ πελιδνὰ διὰ τὴν τοιαύτην δύναμιν ὠφέλιμα τετύχηκεν ὄντα.

  18. 8.17.3.1

    [γ΄. Περὶ ῥήου.] Ῥῆον, ἔνιοι δὲ προσαγορεύουσιν αὐτὸ ῥᾶ, μικτῆς ἐστι κράσεώς τε καὶ δυνάμεως. ἔχει μὲν γάρ τι καὶ γεῶδες ψυχρὸν, ὡς ἡ στύψις δηλοῦ σύνεστι δέ τις αὐτῷ καὶ θερμότης, ὑπόδριμυ γὰρ ἐπιπλέον διαμασώμενον φαίνεται. καὶ μὴν ὡς ἀερώδους τινὸς οὐσίας μετέχει λεπτομεροῦς δηλοῖ μὲν καὶ ἡ χαυνότης τε καὶ ἡ κουφότης, ἀτὰρ οὐχ ἥκιστα καὶ τὰ ἔργα. δι’ αὐτὸ γάρ τοι τοῦτο καί τοι στῦφον ὅμως οὐ σπάσματα μόνον, ἀλλὰ καὶ ῥήγματα καὶ ὀρθόπνοιαν ὠφελεῖ. οὕτω δὴ καὶ πελιώματα καὶ λειχῆνας ἰᾶται μετ’ ὄξους ἐπαλειφόμενον. ὅτι δὲ καὶ τὰ τῆς στύψεως ἔργα γενναῖα, καταμαθεῖν ἔστιν ἐξ ὧν ὀνίνησιν αἱμοπτυϊκοὺς καὶ κοιλιακοὺς καὶ δυσεντερικούς. οὐ γὰρ ἀντιπράττει τῷ γεώδει ψυχρῷ τὸ λεπτομερὲς ἀερῶδες. ἀλλ’ οὖν τὸ ποδηγοῦν τε καὶ πρὸς βάθος ἄγον αἴτιον ἰσχυροτέρας ἐνεργείας γίνεται.

  19. 8.17.4.1

    [δ΄. Περὶ ῥητινῶν.] Ῥητίναι πᾶσαι ξηραίνουσι καὶ θερμαίνουσι. διαφέρουσι δ’ ἀλλήλων τῷ τε πλέον ἢ ἔλαττον ἔχειν ἔν τε τῇ γεύσει δριμὺ κᾀν τῇ δυνάμει θερμαῖνον καὶ τῷ τὰς μὲν ἧττον αὐτῶν εἶναι λεπτομερεῖς, τὰς δὲ μᾶλλον, καὶ τῷ τὰς μὲν στύψεως μετέχειν, τὰς δ’ οὔ. προκέκριται δ’ εἰκότως ἐξ ἁπασῶν ἡ σχινίνη, μαστίχην δ’ αὐτὴν ὀνομάζουσι. πρὸς γὰρ τῷ στύψεως ὀλίγης μετέχειν, ὡς καὶ ταῖς κατὰ τὸν στόμαχον καὶ τὴν γαστέρα καὶ τὸ ἧπαρ ἀτονίαις καὶ φλεγμοναῖς ἁρμόττειν, ἔτι καὶ τὸ ξηραίνειν καὶ ἀλύπως αὐτῇ πάρεστιν. ἥκιστα γάρ ἐστι δριμεῖα καὶ μάλιστα λεπτομερής. τῶν δ’ ἄλλων ἡ τερμινθίνη πρωτεύει, σαφῆ μὲν οὐχ ὁμοίως τῇ μαστίχῃ τὴν στύψιν ἔχουσα, πικρότητα δέ τινα κεκτημένη, δι’ ἣν καὶ μᾶλλον τῆς μαστίχης διαφορεῖ. διὰ δὲ τὴν αὐτὴν ταύτην ποιότητα καὶ τὸ ῥύπτειν αὐτῇ πάρεστιν ἐπὶ τοσοῦτον, ὥστε καὶ ψώρας ἰᾶσθαι. καὶ μὲν δὴ καὶ τὰ ἐκ βάθους ἕλκει μᾶλλον τῶν ἄλλων ῥητινῶν, ὅτι καὶ λεπτομερὴς ἐκείνων μᾶλλόν ἐστι. ἥ γέ τοι πευκίνη, καὶ ταύτης ἔτι μᾶλλον ἡ στροβιλίνη, δριμύτεραι μὲν αὐτῆς εἰσιν, οὐ μὴν οὔτε διαφοροῦσι μᾶλλον οὔτ’ ἐπισπῶνται. μέσαι δ’ αὐτῶν εἰσιν ἡ πιτυΐνη καὶ ἐλατίνη, δριμύτεραι μὲν οὖσαι τῆς τερμινθίνης, ἧττον δὲ δριμεῖαι τῆς πευκίνης τε καὶ στροβιλίνης. ἔχει δὲ καὶ μαλακτικὸν ἡ τερμινθίνη ῥητίνη. δευτέρα δ’ ἐστὶν ἐν τῷ μαλάσσειν ἡ σχινίνη, καθάπερ ἡ κυπαρισσίνη δριμεῖα.

  20. 8.17.5.1

    [ε΄. Περὶ ῥόδου.] Ῥόδων ἡ δύναμις ἐν τοῖς ἔμπροσθεν εἴρηται διὰ πλειόνων, ὡς ἐξ ὑδατώδους οὐσίας θερμῆς ἀναμεμιγμένης δύο ποιότησιν ἑτέραις, τῇ τε στυφούσῃ καὶ τῇ πικρᾷ, σύγκειται. καὶ μὲν δὴ καὶ ὁποία τις ἑκατέρα τὴν φύσιν ἐστὶν, ἥ τε πικρὰ καὶ ἡ στύφουσα, λέλεκταί μοι κατὰ τὸ τέταρτον τῶνδε τῶν ὑπομνημάτων. τὸ δὲ ἄνθος αὐτῶν ἔτι καὶ μᾶλλον αὐτῶν τῶν ῥόδων στυπτικόν ἐστι καὶ δηλονότι διὰ τοῦτο ξηραντικόν.

  21. 8.17.6.1

    [στ΄. Περὶ ῥοδίας ῥίζης.] Ῥοδία ῥίζα ἡ ἐν Μακεδονίᾳ γεννωμένη λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως. ἐν δὲ τῷ θερμαίνειν κατὰ τὴν δευτέραν που θετέον ἀπόστασιν αὐτὴν, ἢ καὶ τὴν τρίτην ἀρχομένην.

  22. 8.17.7.1

    [ζ΄. Περὶ ῥοδοδάφνης.] Ῥοδοδάφνη κατὰ μὲν τὴν ὅλην οὐσίαν δηλητήριός ἐστιν οὐκ ἀνθρώπων μόνον, ἀλλὰ καὶ τῶν πλείστων βοσκημάτων, κατὰ δὲ τὴν κρᾶσιν τῆς τρίτης μέν ἐστι κράσεως τῶν θερμαινόντων ἀρχομένης, τῆς πρώτης δὲ τῶν ξηραινόντων.

  23. 8.17.8.1

    [η΄. Περὶ ῥοιῶν.] Ῥοιὰ πᾶσα τῆς στυφούσης μετέχει ποιότητος, οὐ μὴν ἐπικρατούσης γε πάντων. ἔνιαι μὲν γὰρ αὐτῶν εἰσιν ὀξεῖαι, τινὲς δὲ γλυκεῖαι πλέον ἢ αὐστηραί. καὶ δὴ καὶ τὰς ὠφελείας ἑκάστης αὐτῶν κατὰ τὴν ἐπικρατοῦσαν ἀνάγκη γίνεσθαι ποιότητα. λέλεκται δ’ ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ὑπὲρ τοῦ γλυκέος χυμοῦ καὶ αὐστηροῦ καὶ ὀξέος, ὥστ’ ἐξ ἐκείνων ἔστι σοι καὶ περὶ τῆς τῶν ῥοιῶν διαφορᾶς συλλογίσασθαι. ἔστι δὲ τὰ μὲν γίγαρτα τοῦ χυλοῦ στυπτικώτερα καὶ ξηραντικώτερα. τούτων δ’ ἔτι τὰ λέμματα, καλεῖται δὲ σίδια. παραπλησίας δ’ αὐτοῖς εἰσι δυνάμεως οἱ κυτῖνοι.

  24. 8.17.9.1

    [θ΄. Περὶ ῥοός.] Ῥοῦς τὸ θαμνῶδες Φυτὸν στύφει καὶ ξηραίνει, ὥσπερ καὶ οἱ βυρσοδέψαι πρὸς τὸ ξηρᾶναι καὶ στῦψαι τὰ δέρματα χρῶνται τῷ φυτῷ, καὶ διὰ τοῦτο ὀνομάζεται βυρσοδεψικὴ τοῖς ἰατροῖς. ὅ τε καρπὸς αὐτῆς μάλιστα καὶ ὁ χυλὸς εἰς χρείαν ἥκουσιν, ἱκανῶς αὐστηρᾶς ὄντες ποιότητος. ὁμολογεῖ δὲ καὶ ἡ κατὰ μέρος ἅπασα χρῆσις τῇ κατὰ τὴν γεῦσιν αἰσθήσει. εἴη ἂν οὖν καὶ τοῦτο τὸ φάρμακον ξηραντικὸν μὲν ἐκ τῆς τρίτης τάξεως, ψυκτικὸν δὲ ἐκ τῆς δευτέρας.

  25. 8.17.10.1

    [ι΄. Περὶ ῥύπου.] Ῥύπος ὁ μὲν ἀπὸ τῶν ἐν τοῖς γυμνασίοις ἀνδριάντων, ἐν οἷς ἂν ἄφθονον ἔλαιον κεῖται, διαφορητικός τέ ἐστι καὶ μαλακτικός. ὁ δ’ ἐν ταῖς παλαίστραις ἐφ’ ὅσον τῆς κόνεως μετείληφε, ἐπὶ τοσοῦτον διενήνοχεν. ὀνομάζουσι δὲ τοῦτον τὸν ῥύπον πάτον. ὁ μὲν δὴ πρότερος ἀπέπτων φυμάτων ἐστὶ διαφορητικὸς, ὁ δὲ δεύτερος ἄριστον ἴαμα φλεγμονῆς τιτθῶν ἐστι. καὶ γὰρ τὸ πυρῶδες αὐτῶν σβέννυσι καὶ τὸ ἐπιῤῥέον ἀναστέλλει καὶ τὸ περιεχόμενον διαφορεῖ· σύγκειται γὰρ ἐκ κόνεως καὶ ἐλαίου καὶ ἀνθρωπείου ῥύπου καὶ ἱδρῶτος. ἡ μὲν οὖν κόνις ἐμπλαστικόν τέ ἐστι καὶ ψυκτικὸν καὶ ἀποκρουστικὸν, τὸ δ’ ἔλαιον μαλακτικὸν, ὁ δ’ ἱδρὼς καὶ ὁ ῥύπος διαφορητικά. ὁ δ’ ἀπὸ τῶν ἀνδριάντων οὔτε τὴν κόνιν ἔχων καὶ τοῦ χαλκοῦ τινα προσειληφὼς ἰὸν εἰκότως δριμύτερός ἐστιν. ἐμνημονεύσαμεν δὲ τούτου καὶ νῦν, ὅτι τὸ πλεῖστον ἐν αὐτῷ τῆς ἐλαιώδους οὐσίας ἐστὶν, ἐκ φυτοῦ τὴν γένεσιν ἐχούσης. ἀναγκαῖον δ’ ἔσται κᾀν τοῖς ἀπὸ ζώων αὐτοῦ μνημονεῦσαι διὰ τὸν ἱδρῶτα.

  26. 8.18.1.1

    [α΄. Περὶ σαγαπηνοῦ.] Σαγαπηνὸν ὀπός ἐστι θερμὸς καὶ λεπτομερὴς, ὡσαύτως τοῖς ἄλλοις ὀποῖς. ἔχει δέ τι καὶ ῥυπτικὸν, ᾧ καὶ τὰς ἐν ὀφθαλμοῖς οὐλὰς ἀποκαθαίρει τε καὶ λεπτύνει. οὐ μὴν ἀλλὰ καὶ ὑποχύσεσι καὶ ἀμβλυωπίαις ταῖς διὰ πάχος ὑγρῶν γινομέναις ἀγαθόν ἐστι φάρμακον. αὐτὸ δὲ τὸ φυτὸν ἐξ οὗ γίνεται νάρθηκι παραπλήσιον ὑπάρχον ἀσθενές τε καὶ ἄχρηστόν ἐστιν, ὀνομάζεται δὲ δηλονότι πρότερον ἐκεῖνο σαγαπηνόν. ὁ γὰρ ὀπὸς αὐτοῦ καταχρωμένοις οὕτω προσαγορεύεται, καθάπερ καὶ ἄλλα πολλὰ δι’ ἐλλιποῦς λέξεως ὀνομάζομεν ἐκ καταχρήσεως. τελεώτερον γὰρ ἦν λέγειν αὐτὸν οὐ σαγαπηνὸν, ἀλλ’ ὀπὸν σαγαπηνοῦ.

  27. 8.18.2.1

    [β΄. Περὶ σαμψύχου.] Σάμψυχον λεπτομεροῦς ἐστι καὶ διαφορητικῆς δυνάμεως. ξηραίνει τε γὰρ καὶ θερμαίνει κατὰ τὴν τρίτην τάξιν.

  28. 8.18.3.1

    [γ΄ Περὶ σαπρότητος τῶν ξύλων.] Σαπρότης ξύλων, καὶ μάλιστα ὅσα μετέχει στύψεώς τε ἅμα καὶ ῥύψεως, ὥσπερ καὶ ἡ πτελέα, καθαίρει καὶ ἀναπληροῖ τὰ ὑγρὰ τῶν ἑλκῶν.

  29. 8.18.4.1

    [δ΄. Περὶ σαρκοκόλλης.] Σαρκοκόλλα δάκρυόν ἐστι δένδρου περσικοῦ, μικτὴν ἔχουσα δύναμιν ἐξ ἐμπλαστικῆς τέ τινος οὐσίας καὶ βραχείας πικρᾶς, ὅθεν ἀδήκτως ξηραίνει καὶ διὰ τοῦτο τραύματα δύναται κολλᾷν.

  30. 8.18.5.1

    [ε΄. Περὶ σατυρίου.] Σατύριον ἢ τρίφυλλον ὑγρόν ἐστι καὶ θερμὸν τὴν κρᾶσιν, διὸ καὶ γευόμενον φαίνεται γλυκύ. περιττωματικὴν μέντοι καὶ φυσώδη τὴν ὑγρότητα κέκτηται καὶ διὰ τοῦτο παρορμᾷ πρὸς ἀφροδίσια. ταῦτα δὲ καὶ ἡ ῥίζα τῆς βοτάνης δρᾷν πέφυκεν. ὡς δέ τινες γράφουσι, καὶ ὀπισθότονον ἰᾶται, μετ’ οἴνου μέλανος αὐστηροῦ πινόμενον.

  31. 8.18.6.1

    [στ΄. Περὶ σελίνου.] Σέλινον εἰς τοσοῦτον θερμόν ἐστιν, ὡς οὖρά τε καὶ καταμήνια κινεῖν. ἔστι δὲ καὶ ἄφυσον καὶ μᾶλλον τῆς πόας τὸ σπέρμα. καὶ τοῦ ὀρεοσελίνου δὲ καὶ τοῦ ἱπποσελίνου παραπλήσιος ἡ δύναμις. ἀσθενέστερον δὲ τὸ ἱπποσέλινον, ὥσπερ ἰσχυρότερον τὸ ὀρεοσέλινον.

  32. 8.18.7.1

    [ζ΄. Περὶ σέρεως.] Σέρις ὑπόπικρόν ἐστι λάχανον καὶ μᾶλλον τὸ ἄγριον. ὅπερ καὶ δι’ αὐτὸ τοῦτο πικρίδα προσαγορεύουσιν ἔνιοι, τινὲς δὲ κιχώριον ὀνομάζουσιν. ἔστι δ’ αὐτὴ ξηρᾶς μὲν καὶ ψυχρᾶς κράσεως ἀμφότερα κατὰ τὴν πρώτην ἀπόστασιν ἔχουσα. ἡ δ’ ἥμερος ἐπὶ μᾶλλον μὲν ψύχει τῆς ἀγρίας, ἐπιμιξίᾳ δὲ πολλῆς ὀθνίας ὑγρότητος ἀπόλλυσι τὸ ξηραίνειν. ἀμφότεραι δὲ μετέχουσι τῆς στυφούσης ποιότητος, ὥσπερ καὶ ἡ χονδρίλη· καὶ γὰρ αὐτὸ σέρεως εἶδός ἐστιν.

  33. 8.18.8.1

    [η΄. Περὶ σερίφου.] Σέριφον. εἴρηται μὲν περὶ τούτου κατὰ τὸ ἕκτον βιβλίον ἐν τῷ περὶ ἀψινθίου λόγῳ. παραπλήσιον μὲν γάρ ἐστιν ἀψινθίῳ κατὰ τὴν ἰδέαν καὶ τὴν γεῦσιν, ὅμως μὴν διαλλάττει, κατὰ μὲν τὴν γεῦσιν τῷ μήθ’ ὁμοίως ἐκείνῳ στύφειν καὶ μᾶλλον θερμαίνειν τε καὶ πικράζειν μετά τινος ἁλυκότητος· ἐν δὲ τῇ δυνάμει τῷ κακοστόμαχον εἶναι καὶ μᾶλλον ἀψινθίου κτείνειν ἕλμινθας, ἔξωθέν τε ἐπιτιθέμενον καὶ εἴσω τοῦ σώματος λαμβανόμενον. καὶ δὴ καὶ θερμαίνειν μὲν ἐκ τῆς δευτέρας τάξεως ἐπιτεταμένης θετέον αὐτὸ, ξηραίνειν δὲ κατὰ τὴν τρίτην.

  34. 8.18.9.1

    [θ΄. Περὶ σεσέλεως.] Σέσελι. καὶ ἡ ῥίζα μὲν, ἔτι δὲ καὶ ὁ καρπὸς τῶν θερμαινόντων εἰς τοσοῦτόν ἐστιν ὡς ἱκανῶς οὐρητικὸν ὑπάρχειν φάρμακον. ἔστι δὲ καὶ λεπτομερὲς, ὡς καὶ πρὸς ἐπιληψίας τε καὶ ὀρθοπνοίας ἁρμόττειν.

  35. 8.18.10.1

    [ι΄. Περὶ σησάμου.] Σήσαμον οὐκ ὀλίγον ἔχει τὸ γλίσχρον ἐν αὑτῷ καὶ λιπαρὸν, ὅθεν ἐμπλαστικόν τ’ ἐστὶν ἅμα καὶ μαλακτικὸν καὶ μετρίως θερμόν. τῆς δ’ αὐτῆς δυνάμεώς ἐστι καὶ τὸ ἔλαιον τὸ ἐξ αὐτοῦ. καὶ τῆς πόας δὲ τὸ ἀφέψημα παραπλησίας ἐστὶ δυνάμεως.

  36. 8.18.11.1

    [ια΄. Περὶ σησαμοειδοῦς.] Σηταμοειδὲς τὸ μέγα, ὅπερ καὶ Ἀντικυρικὸς ἐλλέβορος ὠνόμασται διὰ τὸ καθαίρειν αὐτοῦ τὸ σπέρμα παραπλησίως ἐλλεβόρῳ. τοῦτο καὶ τῇ ἄλλῃ δυνάμει παραπλήσιόν ἐστιν ἐλλεβόρῳ. καὶ μέντοι καὶ κατὰ τὸ ῥύπτειν τε καὶ θερμαίνειν καὶ ξηραίνειν ὅμοιον ἐκείνῳ τὴν δύναμίν ἐστιν.

  37. 8.18.12.1

    [ιβ΄. Περὶ σησαμοειδοῦς τοῦ λευκοῦ.] Σησαμοειδοῦς τοῦ λευκοῦ τὸ σπέρμα μετέχει μέν τινος καὶ δριμείας ποιότητος. πικρὸν δ’ ἱκανῶς ἐστι. θερμαίνει τοιγαροῦν καὶ ῥήσσει καὶ ῥύπτει.

  38. 8.18.13.1

    [ιγ΄. Περὶ σιδηρίτιδος.] Σιδηρῖτις ἔχει μέν τι καὶ ῥυπτικὸν, ἀλλὰ τό γε πλέον αὐτῆς ὑγρόν ἐστι καὶ μετρίως ψυχρὸν, ὀλίγης δέ τινος μετείληφε στύψεως, ὅθεν ἀφλέγμαντός τ’ ἐστὶ καὶ κολλητικός. καλοῦσι δ’ ἔνιοι καὶ τὴν Ἀχίλλειον σιδηρῖτιν ἐμφερῆ μὲν τῇ προειρημένῃ κατὰ τὴν δύναμιν οὖσαν, εἴς γε τὰ νῦν εἰρημένα, πλεονεκτούσης δ’ αὐτῆς τῇ στύψει. διὸ καὶ πρὸς αἱμοῤῥαγίας τε καὶ δυσεντερίας καὶ τοὺς γυναικείους ἁρμόττει ῥοῦς.

  39. 8.18.14.1

    [ιδ΄. Περὶ σικύου ἐδωδίμου.] Σίκυος ἐδώδιμος ὁ μὲν ἤδη πέπων λεπτομερεστέρας ἐστὶν οὐσίας, ὁ δὲ μὴ τοιοῦτος παχυμερεστέρας. οὐ μὴν ἀλλὰ καὶ ῥυπτικῆς τε καὶ τμητικῆς μετειλήφασι δυνάμεως, ὅθεν οὐρητικοί τ’ εἰσὶ καὶ λαμπρύνουσι τὸ σῶμα, καὶ μᾶλλον εἰ ξηράνας τις τὸ σπέρμα, κᾄπειτα κόψας τε καὶ σήσας ῥύμματι χρῷτο. κρατεῖ δ’ ἐν αὐτοῖς ὑγρὰ καὶ ψυχρὰ κρᾶσις, οὐ μὴν ἰσχυρῶς, ἀλλ’ ὡς ἐν τῇ δευτέρᾳ που τάξει τίθεται. εἰ μέντοι τις τὸ σπέρμα ξηραίνειεν ἢ τὴν ῥίζαν, οὐκέτ’ οὐδὲ τῆς ὑγρᾶς ἐστι φύσεως, ἀλλ’ ἤδη τῆς ξηραινούσης κατὰ τὴν πρώτην που τάξιν, ἢ καὶ τὴν δευτέραν ἀρχομένην. ἔστι δὲ καὶ τὸ ῥυπτικὸν ἐν τούτοις πλέον ἢ ἐν τῇ σαρκὶ τοῦ καρποῦ.

  40. 8.18.15.1

    [ιε΄. Περὶ σικύου ἀγρίου.] Σικύου ἀγρίου καὶ ὁ τοῦ καρποῦ χυλὸς, ὃν ἐλατήριον ὀνομάζουσιν, οὐχ ἥκιστα δὲ καὶ ὁ τῆς ῥίζης τε καὶ τῶν φύλλων, ἐπιτήδειοι τυγχάνουσιν ὄντες εἰς τὰς ἰάσεις. τὸ μὲν οὖν ἐλατήριον ἔμμηνα προκαλεῖται καὶ τὰ κυούμενα διαφθείρει προστιθέμενον, ὥσπερ καὶ τὰ ἄλλα τὰ πικρά τε ἅμα καὶ λεπτομερῆ, μάλιστα εἰ καὶ θερμότητός τινος μετέχει, καθάπερ οὖν καὶ τὸ ἐλατήριον. ἄκρως μὲν γάρ ἐστι πικρὸν, ἐπ’ ὀλίγον δὲ θερμὸν, ὡς ἐκ τῆς δευτέρας τάξεως εἶναι κατὰ θερμότητα. εὐθὺς δὲ τὸ τοιοῦτον καὶ διαφορητικῆς ἐστι δυνάμεως· οὕτω γοῦν αὐτῷ καὶ συναγχικοὺς διαχρίουσιν ἔνιοι μετὰ μέλιτος, ἢ ἐλαίου παλαιοῦ. ἀγαθὸν δὲ καὶ τοῖς ἰκτερικοῖς ἐγχεόμενον μετὰ γάλακτος ταῖς ῥισίν. οὕτω δὲ χρώμενον καὶ κεφαλαλγίας ἰᾶται.  τὸ μὲν οὖν ἐλατήριον τοιοῦτον, ὁ δὲ τῆς ῥίζης χυλὸς, ὥσπερ γε καὶ ὁ τῶν φύλλων, ὅμοιοι μὲν ἐλατηρίῳ τὴν δύναμιν, ἀσθενέστεροι δέ. καὶ αὐτὴ δὲ ἡ ῥίζα παραπλησίας ἐστὶ δυνάμεως. καὶ γὰρ ῥύπτει καὶ διαφορεῖ καὶ μαλάττει, ξηραντικώτερος δ’ αὐτῆς ἐστιν ὁ φλοιός.

  41. 8.18.16.1

    [ιστ΄. Περὶ σιλφίου.] Σιλφίου θερμότατος μέν ἐστιν ὁ ὀπὸς, οὐ μὴν ἀλλὰ καὶ τὰ φύλλα καὶ ὁ καυλὸς καὶ ἡ ῥίζα θερμαίνει γενναίως. ἔστι δὲ φυσωδεστέρας οὐσίας ἅπαντα καὶ κατὰ τοῦτο δύσπεπτα. ἔξωθεν μέντοι κατὰ τοῦ σώματος ἐπιτιθέμενα δραστηριωδέστερα, καὶ μάλιστα πάντων ὁ ὀπὸς ἑλκτικῆς ἱκανῶς ὑπάρχων δυνάμεως. καὶ μὲν δὴ καὶ καθαιρετικὸν καὶ ἀποτηκτικόν τι ἔχει διὰ τὴν προειρημένην αὐτοῦ κρᾶσιν.

  42. 8.18.17.1

    [ιζ΄. Περὶ σίσωνος.] Σίσων θερμὸς καὶ ὑπόπικρός ἐστι τὴν γεῦσιν. ὅθεν οὐρητικός τ’ ἐστὶ καὶ πεπτικὸς, ἐμμήνων τε προκλητικὸς ἐκφρακτικός τε τῶν κατὰ τὰ σπλάγχνα πασῶν ἐμφράξεων.

  43. 8.18.18.1

    [ιη΄. Περὶ σίου.] Σίον, εἰς ὅσον ἀρωματίζει πως κατὰ τὴν γεῦσιν, εἰς τοσοῦτον καὶ θερμαινούσης πως μετείληφε δυνάμεως. ἔστι δὲ διαφορητικόν τε καὶ διουρητικὸν καὶ λίθων τῶν ἐν νεφροῖς θρυπτικὸν καὶ ἐμμήνων ἀγωγόν.

  44. 8.18.19.1

    [ιθ΄. Περὶ σισάρου ῥίζης.] Σισάρου ἡ ῥίζα ἑφθεῖσα εὐστόμαχός τέ ἐστι καὶ οὐρητικὴ, θερμαίνουσα κατὰ τὴν δευτέραν τάξιν, ἔχουσα δέ τι καὶ πικρότητος καί τι στύψεως βραχείας.

  45. 8.18.20.1

    [κ΄. Περὶ σισυμβρίου.] Σισύμβριον λεπτομεροῦς διαφορητικῆς, θερμαινούσης καὶ ξηραινούσης κατὰ τὴν τρίτην τάξιν ἐστὶ δυνάμεώς τε καὶ κράσεως. καὶ τὸ σπέρμα δ’ αὐτοῦ λεπτομερές τε καὶ θερμόν ἐστιν, ὅθεν σὺν οἴνῳ τινὲς αὐτὴν διδόασι τοῖς τε λύζουσιν καὶ τοῖς στροφουμένοις.

  46. 8.18.21.1

    [κα΄. Περὶ σισυμβρίου.] Σισύμβριον, ὅπερ ἔνιοι καρδαμίνην ὀνομάζουσιν, ἐπειδὴ καρδαμώμου τι παραπλήσιον ἔχει κατὰ τὴν γεῦσιν, ὅταν μὲν ξηρὸν ᾖ, τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντων τε ἅμα καὶ θερμαινόντων, ὅταν δ’ ὑγρόν τε καὶ χλωρὸν, τῆς δευτέρας.

  47. 8.18.22.1

    [κβ΄. Περὶ σκάνδικος.] Σκάνδιξ τῶν ἀγρίων ἐστὶ λαχάνων, ὑπόδριμύ τε καὶ πικρὸν, ὡς εἶναι ἐν τῷ ξηραίνειν τε καὶ τῷ θερμαίνειν ἤτοι τῆς δευτέρας τάξεως ἐπιτεταμένης ἢ τρίτης ἀρχομένης. οὐρητικὸν δ’ ἱκανῶς ἐστι καὶ τῶν σπλάγχνων ἐκφρακτικὸν, ἐκ τῶν εἰρημένων ποιοτήτων συγκείμενον.

  48. 8.18.23.1

    [κγ΄. Περὶ σκίλλας] Σκίλλα τμητικῆς ἱκανῶς ἐστι δυνάμεως, οὐ μὴν ἰσχυρῶς γε θερμῆς, ἀλλὰ κατά γε τοῦτο θείη ἄν τις αὐτὴν ἐν τῇ δευτέρᾳ τάξει τῶν θερμαινόντων. ἄμεινον δ’ ὀπτῶντας ἢ ἑψοῦντας λαμβάνειν· ἐκλύεται γὰρ οὕτως αὐτῆς τὸ σφοδρὸν τῆς δυνάμεως.

  49. 8.18.24.1

    [κδ΄. Περὶ σκολύμου ῥίζης.] Σκολύμου ἡ ῥίζα πλῆθος οὔρων ἄγει δυσωδῶν, εἴ τις αὐτὴν ἐν οἴνῳ καθεψήσας πίνοι. καὶ διὰ τοῦτο καὶ τὰς δυσωδίας ἰᾶται τῶν τε μασχαλῶν καὶ ὅλου τοῦ σώματος. τοῦτο μὲν οὖν ὡς καθαρτικῷ τοιούτου χυμοῦ τῷ φαρμάκῳ καθ’ ὅλην ὑπάρχει τὴν οὐσίαν. ἡ δὲ κατὰ τὰς ποιότητας ἐνέργεια θερμὸν μὲν κατὰ τὴν δευτέραν τάξιν ἤδη πληρουμένην ἢ τρίτην ἀρχομένην ἐνδείκνυται τὸ φάρμακον, ξηρὸν δὲ κατὰ τὴν δευτέραν.

  50. 8.18.25.1

    [κε΄. Περὶ σκορδίου.] Σκόρδιον. ἐκ πολυειδῶν τοῦτο καὶ χυμῶν καὶ δυνάμεων σύγκειται. καὶ γὰρ καὶ πικρὸν ἔχει τι καὶ στρυφνὸν καὶ δριμὺ, καὶ μάλιστά γε σκορόδῳ προσέοικεν αὐτοῦ τὸ δριμὺ, ὅθεν, οἶμαι, καὶ τὴν προσηγορίαν ἀπηνέγκατο. διακαθαίρει τοιγαροῦν ἅμα καὶ θερμαίνει τὰ σπλάγχνα καὶ καταμήνια καὶ οὖρα κινεῖ καὶ σπάσματα καὶ ῥήγματα καὶ πλευρῶν ἀλγήματα κατ’ ἔμφραξιν καὶ ψύξιν ἰᾶται πινόμενον, κολλᾷ μὲν τὰ μεγάλα τραύματα χλωρὸν ἐπιπλασσόμενον, ἀνακαθαίρει δὲ τὰ ῥυπαρὰ, καὶ εἰς οὐλὴν ἄγει τὰ κακοήθη ξηρὸν ἐπιπασσόμενον.

  51. 8.18.26.1

    [κστ΄. Περὶ σκορόδου.] Σκόροδον ξηραίνει καὶ θερμαίνει κατὰ τὴν τετάρτην ἀπόστασιν. τὸ δ’ ὀφιοσκόροδον ὀνομαζόμενον ἄγριόν ἐστι σκόροδον ἰσχυρότερον τοῦ ἡμέρου, ὥσπερ καὶ τὰ ἄλλα τὰ ἄγρια.

  52. 8.18.27.1

    [κζ΄. Περὶ σκορδοπράσου.] Σκορδόπρασον ὥσπερ ἐν τῇ γεύσει τε καὶ τῇ ὀσμῇ μικτὴν σκόρδου τε καὶ πράσου κέκτηται ποιότητα, κατὰ τὸν αὐτὸν τρόπον κᾀν τῇ δυνάμει.

  53. 8.18.28.1

    [κη΄. Περὶ σκορπιοειδοῦς.] Σκορπιοειδὲς θερμαίνει μὲν κατὰ τὴν τρίτην τάξιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν.

  54. 8.18.29.1

    [κθ΄. Περὶ σμίλακος.] Σμῖλαξ ἢ τάξος δένδρον ἐστὶ δηλητηρίου δυνάμεως.

  55. 8.18.30.1

    [λ΄. Περὶ σμύρνης.] Σμύρνα τῆς δευτέρας ἐστὶ τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων. ἐπιπλαττομένη γοῦν τοῖς ἐν κεφαλῇ τραύμασιν κολλᾷν αὐτὰ δύναται. μετέχει δὲ καὶ πικρότητος οὐκ ὀλίγης, δι’ ἣν ἔμβρυα καὶ ἕλμινθας κτείνει τε καὶ ἐκβάλλει. ὑπάρχει δ’ αὐτῇ καὶ τὸ ῥυπτικὸν ἐντεῦθεν. οὕτω γοῦν καὶ ταῖς ὀφθαλμικαῖς μίγνυται δυνάμεσιν, ὅσαι πρὸς ἕλκη καὶ οὐλὰς παχείας συντίθενται. κατὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐπιμίγνυται τοῖς πρὸς βῆχα χρονίαν καὶ ἆσθμα διδομένοις φαρμάκοις, οὐ μὴν τραχύνει γε τὴν ἀρτηρίαν ὡς ἔνια τῶν ῥυπτόντων, ἀλλ’ οὕτως ἔχει μετρίαν τὴν ῥύψιν, ὥστ’ ἔνιοι καὶ τοῖς ἀρτηριακοῖς ὀνομαζομένοις φαρμάκοις μιγνύουσιν αὐτὴν ὡς θερμαῖνόν τε καὶ ξηραῖνον αὐτάρκως φάρμακον, οὐδὲν εὐλαβούμενοι· τὴν ἐκ τῆς πικρότητος ῥύψιν.

  56. 8.18.31.1

    [λα΄. Περὶ σμύρνης βοϊκῆς.] Σμύρνα βοϊκὴ δύναμιν ἔχει θερμαντικὴν, διαχυτικὴν, μαλακτικήν.

  57. 8.18.32.1

    [λβ΄. Περὶ σμυρνίου.] Σμύρνιον, οἱ δ’ ἱπποσέλινον ὀνομάζουσιν ἄγριον, ἐκ ταὐτοῦ γένους ἐστὶ καὶ τοῦτο τῷ σελίνῳ τε καὶ πετροσελίνῳ. καὶ εἴη ἂν σελίνου μὲν ἰσχυρότερον, πετροσελίνου δὲ ἀσθενέστερον. ἐμμήνων τε οὖν ἀγωγόν ἐστι καὶ οὐρητικὸν καὶ θερμὸν καὶ ξηρὸν κατὰ τὴν τρίτην τάξιν. οἱ δ’ ἐν Κιλικίᾳ πετροσέλινον ὀνομάζουσιν ἐν τῷ Ἀμάνῳ γεννώμενον. ἔστι μέντοι καὶ αὐτὸ σμύρνιον, ἧττον δ’ ἐστὶν δριμὺ πετροσελίνου καὶ σμυρνίου, καὶ διὰ τοῦτο καὶ κατὰ τραυμάτων ἐπιτίθεσθαι δύναται τῷ ξηραίνειν ἀλύπως. ἀλλὰ καὶ διαφορητικόν ἐστι τῶν ἐσκληρυσμένων. ἡ δ’ ἄλλη δύναμις αὐτοῦ παραπλησία σελίνῳ τ’ ἐστὶ καὶ πετροσελίνῳ, διὸ καὶ τῷ σπέρματι χρώμεθα πρὸς τὰ καταμήνιά τε καὶ οὖρα καὶ ἄσθματα.

  58. 8.18.33.1

    [λγ΄. Περὶ σόγχου.] Σόγχος ἐπειδὰν μὲν τελειωθῇ, τῶν ἀκανθωδῶν ἐστιν φυτῶν, χλωρὸς δ’ ἔτι καὶ ἁπαλὸς ἐσθίεται τοῖς ἄλλοις ἀγρίοις λαχάνοις ὡσαύτως. ἡ κρᾶσις δ’ αὐτοῦ μικτή πώς ἐστι, σύγκειται γὰρ ἐξ ὑδατώδους τε καὶ γεώδους οὐσίας, ἀμφοῖν ἀτρέμα ψυχρῶν. καὶ γὰρ στύψεώς τι μετέχει καὶ σαφῶς ἐμψύχει, καταπλασσόμενός τε καὶ ἐσθιόμενος. ἐπειδὴ δὲ τελέως ξηρανθῇ, γεώδης ἡ κρᾶσις αὐτοῦ γίνεται μετρίως θερμότητα ἔχουσα.

  59. 8.18.34.1

    [λδ΄. Περὶ σπαργανίου.] Σπαργάνιον ξηραντικῆς καὶ τοῦτο δυνάμεώς ἐστι.

  60. 8.18.35.1

    [λε΄. Περὶ σπάρτης.] Σπάρτη, ᾧ τὰς ἀμπέλους παρ’ ἡμῖν δεσμοῦσιν, ὅ τε καρπὸς καὶ ὁ τῶν ῥάβδων χυλὸς ἑλκτικῆς οὐκ ἀγεννῶς ἐστι δυνάμεως.

  61. 8.18.36.1

    [λστ΄. Περὶ σταφυλίνου.] Σταφυλῖνος ὁ μὲν ἥμερος ἀσθενέστερος, ὁ δ’ ἄγριος ἰσχυρότερος εἰς ἅπαντα. οὖρα δὲ κινεῖ καὶ καταμήνια προτρέπει καὶ σύμπασα μὲν ἡ πόα, μάλιστα δὲ τὸ σπέρμα καὶ ἡ ῥίζα. ἔχει δέ τι καὶ ῥυπτικὸν ἐν ἑαυτῷ, διὸ καὶ τὰ φαγεδαινικὰ τῶν ἑλκῶν ἔνιοι τοῖς φύλλοις αὐτοῦ χλωροῖς μετὰ μέλιτος καταπλάττουσι ὑπὲρ τοῦ καθαρὰ ποιῆσαι.

  62. 8.18.37.1

    [λζ΄. Περὶ στάχυος.] Στάχυς, ὁ παραπλήσιος τῷ πρασίῳ θάμνος, δριμὺς γευόμενός ἐστι καὶ πικρὸς τῆς τρίτης τάξεως ὑπάρχων τῶν θερμαινόντων, ὥστ’ εὐλόγως οὐ καταμήνια κινεῖ μόνον, ἀλλὰ καὶ ἀμβλωθρίδιόν ἐστι φάρμακον, ἐκβάλλει τε χόρια.

  63. 8.18.38.1

    [λη΄. Περὶ στοιβῆς.] Στοιβῆς ὁ καρπὸς καὶ τὰ φύλλα μάλιστ’ ἐστὶ χρήσιμα, στυπτικὴν ἔχοντα δύναμιν ἄδηκτον. ἔστι δὲ κᾀν τῷ ξηραίνειν ἐναργῶς κατὰ τὴν τρίτην που τάξιν ἀρχομένην, ὅθεν αὐτῶν τὸ ἀφέψημα καὶ δυσεντερικοῖς ἐνίεται καὶ ὠσὶ πυοροῦσι καὶ κολλητικὸς ὑπάρχει μεγάλων τραυμάτων. ἐναργέστερον δὲ ταῦτα ποιεῖ μετ’ οἴνου μέλανος αὐστηροῦ, ξηραίνει γὰρ ἰσχυρῶς ἁπάσας τὰς παρὰ φύσιν ὑγρότητας. ἔτι δὲ χλωρὰ τὰ φύλλα καταπλασσόμενα δύναμιν ἐφεκτικὴν αἱμοῤῥαγίας ἔχει καὶ τὰς ἐκ πληγῆς δὲ συγχύσεις τῶν ὀφθαλμῶν ὀνίνησι καταπλασσόμενος.

  64. 8.18.39.1

    [λθ΄. Περὶ στοιχάδος.] Στοιχάδος ἡ μὲν πρὸς τὴν γεῦσιν ποιότης πικρά τ’ ἐστὶ καὶ ὑποστύφουσα μετρίως. ἡ δὲ κρᾶσις σύνθετος ἔκ τε ψυχρᾶς γεώδους οὐσίας ὀλίγης, ἀφ’ ἧς στύφει, καὶ λελεπτυσμένης ἑτέρας γεώδους πλείονος, ἀφ’ ἧς πικράζει. διὰ δὲ τὴν ἀμφοτέρων σύνοδον ἐκφράττειν καὶ λεπτύνειν καὶ ἀποῤῥύπτειν καὶ ῥωννύναι πέφυκε τά τε σπλάγχνα πάντα καὶ ὅλου τοῦ ζώου τὴν ἕξιν. ἐδείχθη γὰρ ἐν τοῖς ἔμπροσθεν ὡς ὅσα σύγκειται φάρμακα πρὸς τῶν τοιούτων οὐσιῶν τὰς εἰρημένας ἐνεργείας ἐνεργεῖ.

  65. 8.18.40.1

    [μ΄. Περὶ στρατιώτητος.] Στρατιώτης ὁ μὲν ἔνυδρος ὑγρὸς καὶ ψυχρὸς τὴν δύναμιν, ὁ δὲ χερσαῖος ἔχει τι καὶ στύψεως, ὥστε διὰ τοῦτο καὶ τραύματα δύνασθαι κολλᾷν καὶ τοῖς ἕλκεσιν εἶναι χρήσιμος. ἔνιοι δ’ αὐτῷ καὶ πρὸς αἱμοῤῥαγίαν χρῶνται καὶ πρὸς σύριγγας.

  66. 8.18.41.1

    [μα΄. Περὶ στρουθίου.] Στρουθίου τῇ ῥίζῃ μάλιστα χρώμεθα δριμείᾳ μὲν οὔσῃ κατὰ τὴν γεῦσιν, θερμῇ δὲ καὶ ξηρᾷ κατὰ τὴν κρᾶσιν, ἐκ τῆς τετάρτης δήπου τάξεως. ἔστι δὲ καὶ ῥυπτικὴ καὶ ἐρεθιστικὴ, διὰ τοῦτο καὶ πταρμοὺς κινεῖ τοῖς ἄλλοις ὡσαύτως, ὅσα δριμέα τ’ ἐστὶ γευόμενα καὶ θερμὰ ταῖς κράσεσιν.

  67. 8.18.42.1

    [μβ΄. Περὶ στύρακος.] Στύραξ θερμαίνει, μαλάττει, συμπέπτει, διὸ καὶ βῆχας καὶ κατάῤῥους καὶ κορύζας καὶ βράγχους ὀνίνησιν, ἔμμηνά τε προτρέπει πινόμενόν τε καὶ προστιθέμενον, ἡ δὲ λιγνὺς καυθέντος αὐτοῦ παραπλησία πώς ἐστι τῇ τοῦ λιβάνου.

  68. 8.18.43.1

    [μγ΄. Περὶ σύκων.] Σῦκα τὰ μὲν ξηρὰ θερμὰ τὴν δύναμίν ἐστι, κατὰ τὴν πρώτην που τάξιν ἤδη συμπληρουμένην, ἢ τὴν δευτέραν ἀρχομένην, ἔχει δέ τι καὶ λεπτομερές. ἐξ ἀμφοῖν τούτων ἱκανὰ συμπέπτειν ἐστὶ τοὺς σκληροὺς τῶν ὄγκων, εὐθὺς δ’ αὐτοὺς διαφορεῖ. καὶ αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ καταπλασσόμενα τοιαύτης ἐστὶ δυνάμεως. καὶ τὸ ἀφέψημα δ’ αὐτῶν ὁμοίας ὑπάρχει φύσεως. χρὴ δὲ ὅπου καὶ συμπέψαι βούλει μᾶλλον, πύρινον ἄλευρον μιγνύειν, ὅπου δὲ διαφορῆσαι, κρίθινον. ὁ δὲ ἄρτος ἐν τῷ μέσῳ τούτων ἐστίν. ἀλλὰ μὲν τοιαῦτα τῆς περὶ φαρμάκων συνθέσεώς ἐστι καὶ τῆς θεραπευτικῆς οἰκειότερα μεθόδου. πρὸς δὲ τὸ παρὸν ἀρκεῖ καὶ ταῦτα γινώσκειν ὑπὲρ ἰσχάδων. εἰδέναι δὲ καὶ ὡς αἱ μὲν ῥυπαρώτεραι πέπτειν μᾶλλον, αἱ δριμύτεραι δ’ ἐν τῷ γεύεσθαι ῥύπτειν τε καὶ διαφορεῖν πεφύκασι, τὸ δ’ ἐπιπλεῖστον αὐτῶν ἑψηθεισῶν ἐν ὕδατι γιγνόμενον ὅμοιόν ἐστιν οὐ τὴν σύστασιν μόνον, ἀλλὰ καὶ τὴν  δύναμιν. μέλιτι. τὰ δὲ χλωρὰ σῦκα ἐσθιόμενα διὰ τὴν ἐπιμιξίαν τῆς ὑγρότητος ἀσθενεστέρας ἐστὶ δυνάμεως, ὑπάγει μέντοι κοιλίαν ἄμφω, καὶ τὰ ὑγρὰ καὶ τὰ ξηρά. τὰ δὲ τῶν ἐρινεῶν σῦκα δριμείας ἐστὶ καὶ διαφορητικῆς δυνάμεως. οὕτω δὲ καὶ τῶν ἡμέρων οἱ ὄλυνθοι, μετέχουσι γὰρ ἔτι τοῦ τῆς συκῆς ὀποῦ.

  69. 8.18.44.1

    [μδ΄. Περὶ συκῆς.] Συκῆ θερμῆς καὶ λεπτομεροῦς ἐστι κράσεως, ὡς ὅ τε ὀπὸς αὐτῆς δηλοῖ καὶ τῶν φύλλων ὁ χυλός. ἰσχυρῶς γὰρ ἑκάτερον αὐτῶν ἐστι θερμὸν, ὥστε οὐδὲ δάκνει μόνον ἢ ῥύπτει σφοδρῶς, ἀλλὰ καὶ ἑλκοῖ καὶ ἀναστομοῖ καὶ μυρμηκίας ἐκβάλλει. ἔστι δὲ καὶ καθαρτικόν. ὁ δὲ τῆς ἀγρίας συκῆς, ἣν ἐρινεὸν ὀνομάζουσιν, ὀπός τε καὶ χυλὸς ἰσχυρότερος εἰς ἅπαντα τοῦ τῆς ἡμέρου. καὶ αἱ κράδαι δ’ αὐτῶν οὕτως εἰσὶ θερμαὶ καὶ λεπτομερεῖς τὴν κρᾶσιν ὥστε καὶ τοῖς βοείοις κρέασι τοῖς σκληροῖς ἑψομένοις ἐμβαλλόμεναι τακερὰ ποιοῦσιν αὐτά.

  70. 8.18.45.1

    [με΄. Περὶ συμφύτου πετραίου.] Σύμφυτον πετραῖον ἐξ ἐναντίων σύγκειται δυνάμεων. ἔχει μὲν γάρ τι καὶ τμητικὸν, ᾧ καὶ τὸ περιεχόμενον ἐν θώρακι καὶ πνεύμονι πῦον ἐκκαθαίρειν πέφυκεν. ἔχει δέ τι καὶ συνακτικὸν, ᾧ καὶ πρὸς τὰς τοῦ αἵματος ἀναγωγὰς ἐπιβοηθεῖ, καὶ τρίτην ἐπ’ αὐτοῖς ὑγρότητά τινα θερμὴν οὐκ ἀμέτρως, δι’ ἣν καὶ γλυκὺ φαίνεται γευομένοις καὶ ἡδὺ πρὸς τὴν ὄσφρησιν. ἄδιψον δ’ ἐστὶ διαμασώμενον καὶ τὰς ἐν ἀρτηρίᾳ τραχύτητας ἰᾶται. κατὰ δὲ τὴν ἐξ ἁπασῶν τῶν εἰρημένων δυνάμεων μίξιν ἅμα τε καὶ διαφορεῖν ἱκανόν ἐστιν καὶ συνάγειν καὶ σφίγγειν τὰ σώματα. καὶ διὰ τοῦτο καὶ ταῖς ἐντεροκήλαις ἐπιτίθεται καὶ πρὸς σπάσματα καὶ ῥήγματα σὺν ὀξυμέλιτι πίνεται. ὅσοι δ’ αὐτὸ καὶ πρὸς δυσεντερίαν καὶ ῥοῦν ἐρυθρὸν, ἕψοντες ἐν οἴνῳ διδόασιν, ὡς ξηραίνοντί τε καὶ συνάγοντι χρῶνται, καὶ ὅσοι πρὸς νεφρῖτιν, ὡς ἐκκαθαίροντι καὶ τέμνοντι.

  71. 8.18.46.1

    [μστ΄. Περὶ συμφύτου τοῦ μεγάλου.] Σύμφυτον ἕτερον τὸ μέγα παραπλησίας ἐστὶ τῷ προειρημένῳ δυνάμεως, οὐ μὴν γλυκὺ γευομένοις οὐδὲ εὐῶδες ὀσμωμένοις φαίνεται, ἀλλὰ κατὰ ταῦτα μὲν ἀποκεχώρηκεν τοῦ προγεγραμμένου· καθὸ δὲ γλίσχρον τι καὶ δακνῶδες ἔχει, σκίλλῃ παραπλήσιον ὑπάρχει. χρῶνται δ’ αὐτῷ πρὸς ὅσα τῷ προειρημένῳ.

  72. 8.18.47.1

    [μζ΄. Περὶ σφονδύλου.] Σφονδύλου ὁ μὲν καρπὸς δριμείας ἐστὶ καὶ τμητικῆς δυνάμεως, ὥστε καὶ πρὸς ἆσθμα καὶ πρὸς ἐπίληψιν ἀγαθόν ἐστι φάρμακον. ὀνίνησι δὲ καὶ τοὺς ἰκτερικούς. καὶ ἡ ῥίζα δὲ παραπλησίας ὑπάρχουσα δυνάμεως ἐπὶ τῶν αὐτῶν ἁρμόττει, προσέτι δὲ καὶ τοὺς ἐκ συρίγγων τύλους ἀφαιρεῖ. χρὴ δὲ περιξύσαντας ἐντιθέναι. καὶ τοῦ ἄνθους δὲ ὁ χυλὸς ἀποτίθεται, τοῖς κατὰ τὰ ὦτα χρονιωτέροις ἕλκεσιν ἁρμόττων.

  73. 8.18.48.1

    [μη΄. Περὶ σχίνου.] Σχῖνος, ὁ θάμνος οὗτος ἐξ ὑδατώδους οὐσίας ἀτρέμα θερμῆς τῇ δυνάμει καὶ γεώδους ψυχρᾶς, οὐ πολλῆς σύγκειται, δι’ ἣν καὶ στύφει μετρίως. ξηραίνει μὲν οὖν κατὰ τὴν δευτέραν τάξιν ἤδη συμπληρουμένην, ἢ τὴν τρίτην ἀρχομένην. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μέσος πώς ἐστι καὶ σύμμετρος. ὁμοίαν δὲ ἐν ἅπασιν ἔχει τοῖς ἑαυτοῦ μέρεσι· τὴν στύψιν, ἐν ῥίζαις, ἐν κλάδοις, ἐν ἀκρέμοσιν, ἐν βλαστοῖς, ἐν φύλλοις, ἔτι δὲ καρπῷ τε καὶ φλοιῷ. καὶ εἰ χυλὸν δ’ ἐκ τῶν φύλλων αὐτοῦ χλωρῶν ἐκθλίψαις, ὁμοίας μὲν καὶ οὗτός ἐστι τάξεως στύφων μετρίως, ὅθεν καὶ πίνεται καθ’ ἑαυτήν τε καὶ σὺν τοῖς ἄλλοις φαρμάκοις, ὅσα δυσεντερίας τε καὶ κοιλιακὰς διαθέσεις ἰᾶται. καὶ μὲν δὴ καὶ πρὸς τὰς τοῦ αἵματος πτύσεις καὶ τὰς ἐκ μήτρας αἱμοῤῥαγίας καὶ προπτώσεις ἕδρας τε καὶ ὑστέρας ἐπιτήδειός ἐστιν ἐγγύς τι τῆς ὑποκυστίδος ὑπάρχων.

  74. 8.18.49.1

    [μθ΄. Περὶ σχίνου ἄνθους.] Σχίνου ἄνθος θερμαίνει μετρίως καὶ στύφει μετρίως ἔτι καὶ τῆς λεπτομεροῦς φύσεως οὐκ ἀπήλλακται. τοιγάρτοι διὰ ταῦτα καὶ οὐρητικόν ἐστι τὸ φάρμακον καὶ καταμηνίων ἀγωγὸν, ἐν πυρίαις τε καὶ πόμασι παραλαμβανόμενον. ὠφελεῖ δὲ καὶ τὰς καθ’ ἧπαρ καὶ στόμαχον καὶ κοιλίαν φλεγμονάς. ἔστι δ’ αὐτοῦ στυπτικωτέρα μὲν ἡ ῥίζα, τὸ δὲ καλούμενον ἄνθος θερμότερον. ἐν ἅπασι δὲ τοῖς μορίοις αὐτοῦ, τοῖς μὲν μᾶλλον, τοῖς δ’ ἧττον, ἐμφαίνεταί τι γευόμενον στύψεως, δι’ ἣν καὶ πρὸς τοῖς αἱμοπτυϊκοῖς διδομένοις μίγνυται φαρμάκοις.

  75. 8.18.50.1

    [ν΄. Περὶ σχοίνου λείας, ὀξυσχοίνου καὶ ὁλοσχοίνου.] Σχοίνου ἡ μὲν λεία, ἡ δ’ ὀξύσχοινος, ἡ δ’ ὁλόσχοινος ὀνομάζεται. ἰσχνοτέρα μὲν καὶ σκληροτέρα ἡ ὀξύσχοινος, παχυτέρα δὲ καὶ χαυνοτέρα ἡ ὁλόσχοινος. ὁ καρπὸς δὲ τῆς ὁλοσχοίνου μὲν ὑπνωτικὸς, τῆς δ’ ὀξυσχοίνου δύο εἰσὶν εἴδη· τὸ μὲν ἄκαρπον, οὗ χρῆσις οὐδεμία πρὸς τὰς ἰάσεις, τὸ δ’ ἕτερον καρποφόρον· ὑπνώδης δὲ καὶ ταύτης ὁ καρπὸς, ἀλλ’ ἧττον ἢ τῆς ὁλοσχοίνου. ἔστι μὴν οὗτος καὶ κεφαλαλγής. ἀμφότεροι δὲ εἰ φρυγέντες μετ’ οἴνου πίνοιντο, τὰ κατὰ τὴν γαστέρα ξηραίνουσι ῥεύματα καὶ ῥοῦν τὸν ἐρυθρὸν ἐπέχουσιν. ἐξ ὧν δῆλον ὡς ἡ κρᾶσις αὐτῶν ἐστι σύνθετος ἐκ γεώδους οὐσίας ἀτρέμα ψυχρᾶς καὶ ὑδατώδους ἀτρέμα θερμῆς, ἵνα ξηραίνειν τε τὰ κάτω δύνωνται καὶ πρὸς τὴν κεφαλὴν ἀτμοὺς ἀναπέμπειν ἠρέμα ψυχροὺς, οἷς καὶ ὑπνώδεις ἐργάζονται.

  76. 8.19.1.1

    [α΄. Περὶ τερμίνθου.] Τερμίνθου καὶ ὁ φλοιὸς καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἔχουσί τι στυπτικόν. ἀλλὰ καὶ θερμαίνουσι κατὰ τὴν δευτέραν τάξιν, ὥστ’ ἤδη δῆλον ὡς καὶ ξηραίνουσι πρόσφατοι μὲν ὑπάρχοντες ἔτι καὶ ὑγροὶ μετρίως, ξηρανθέντες δὲ κατὰ τὴν δευτέραν τάξιν. ὁ  δὲ καρπὸς ὁ ξηρὸς ἐγγὺς καὶ τῆς τρίτης ἐστὶ τάξεως τῶν ξηραινόντων. ἔστι γὰρ οὕτω θερμὸς ὡς καὶ τοῖς μασωμένοις εὐθὺς εὔδηλον γίνεσθαι τὴν θερμότητα. ταῦτ’ ἄρα καὶ οὐρητικά ἐστι καὶ σπλῆνας ὀνίνησι.

  77. 8.19.2.1

    [β΄. Περὶ τεύτλου.] Τεῦτλον νιτρώδους τινὸς μετείληφε δυνάμεως, ᾗ καὶ ῥύπτει καὶ διαφορεῖ καὶ διὰ ῥινῶν καθαίρει. ἑψηθὲν δὲ τὸ μὲν νιτρῶδές τε καὶ δριμὺ πᾶν ἀποτίθεται, γίγνεται δ’ ἀφλεγμάντου δυνάμεως καὶ ἀτρέμα διαφορητικῆς. ἰσχυρότερον δ’ εἴς τε τὸ ῥύπτειν καὶ διαφορεῖν ἐστι τὸ λευκὸν τεῦτλον, ὡς τό γε μέλαν ἔχει τι καὶ στύψεως καὶ μᾶλλον κατὰ τὴν ῥίζαν ἤπερ τὰ ἄλλα μόρια.

  78. 8.19.3.1

    [γ΄. Περὶ τευκρίου.] Τεύκριον τμητικῆς καὶ λεπτομεροῦς ἐστι δυνάμεως, ὅθεν καὶ σπλῆνας ἰᾶται. καὶ θείη ἄν τις αὐτὴν ἐν τρίτῃ μὲν τάξει τῶν ξηραινόντων, τῇ δευτέρᾳ δὲ τῶν θερμαινόντων.

  79. 8.19.4.1

    [δ΄. Περὶ τέφρας.] Τέφρα. τῶν κεκαυμένων ξύλων τὸ λείψανον οὕτω προσαγορεύεται, σύνθετον ὑπάρχον ἐξ ἐναντίων οὐσιῶν τε καὶ ποιοτήτων. ἔχει γὰρ ἐν αὑτῷ τὸ μέν τι γεῶδες, τὸ δ’ οἷον αἰθαλῶδες ἢ λιγνυῶδες ἢ ὅπως ἂν ἐθέλῃ τις καλεῖν. ταυτὶ μὲν οὖν τὰ μόρια λεπτομερῆ τ’ ἐστὶ καὶ βρεχομένης ὕδατι τῆς τέφρας καὶ διηθουμένης συναποφέρεται. ὅσον δ’ ὑπολείπεται γεῶδες, ἀσθενὲς καὶ ἄδηκτον γίγνεται ἐν τῇ κονίᾳ τὴν θερμὴν δύναμιν ἀποτιθέμενον. οὐχ ἅπασα δὲ τέφρα τὴν αὐτὴν ἀκριβῶς ἔχει κρᾶσιν, ἀλλὰ κατὰ τὴν τῆς καυθείσης ὕλης διαφορὰν ὑπαλλάττεται. Διοσκορίδης δὲ οὐκ οἶδ’ ὅπως στυπτικὴν αὐτὴν ἔχειν φησὶ τὴν δύναμιν. καίτοι γε ἡ συκίνη πάσης ἀπήλλακται τοιαύτης ποιότητος, ὅτι καὶ αὐτὸ τὸ δένδρον οὐχ ὥσπερ δρῦς καὶ πρῖνος καὶ κόμαρος καὶ φηγὸς καὶ σχῖνος καὶ κισσὸς, ὅσα τ’ ἄλλα τοιαῦτα, τὴν στρυφνὴν ἐπιφαίνει ποιότητα κατ’ οὐδὲν ἑαυτοῦ μέρος, ἀλλ’ ἔστιν ὀποῦ πλῆρες ὅλον ἰσχυροῦ καὶ θερμοῦ καὶ δριμέος. ἐκ μὲν δὴ τῶν στρυφνῶν ξύλων ἡ τέφρα στυπτικὸν οὐκ ὀλίγον ἔχει, καὶ ἔγωγέ ποτε δι’ αὐτῆς ἐπισχὼν αἱμοῤῥαγίας οἶδα, μηδενὸς ἑτέρου παρόντος φαρμάκου. τῇ συκίνῃ δ’ οὐκ ἄν τις εἰς τοῦτο χρήσαιτό ποτε, πολὺ γὰρ αὕτη γε τὸ δριμὺ καὶ τὸ καυστικὸν ἔχει τῷ ῥυπτικῷ μεμιγμένον καὶ κατ’ ἄμφω διενήνοχε τῆς ἐκ τῶν δρυΐνων ξύλων, ὅτι τε τὸ αἰθαλῶδες ἐν αὐτῇ πολλῷ δριμύτερόν ἐστι καὶ ὅτι τὸ οἷον γεῶδες, ἐν ἐκείναις μὲν ὑποστῦφόν πώς ἐστιν, ἐν ταύτῃ δὲ ῥυπτικὸν, ὥσπερ ἐν τῇ τῶν τιθυμάλλων. ἔστι δὲ καὶ ἡ τίτανος εἶδός τι τέφρας, λεπτομερεστέρα μὲν οὖσα τῆς ἐκ τῶν ξύλων, παρ’ ὅσον ἀκριβέστερον οἱ λίθοι κατοπτᾶσθαι δέονται πρὸς τὸ γενέσθαι τέφραν, ὅμως μὴν ἔχουσα καὶ αὐτὴ τὸ οἷον ἐμπύρευμα πολύ. καὶ διὰ τοῦτο πλυθεῖσα ξηραντικὸν ἀδήκτως γίνεται φάρμακον, καὶ μᾶλλον, εἰ δὶς ἢ καὶ τρὶς πλυθείη. διαφορητικὴ δ’ ἱκανῶς γίνεται θαλάσσῃ πλυθεῖσα. λεχθήσεται δὲ ὑπὲρ αὐτῆς κᾀπειδὰν περὶ τῶν μεταλλευομένων ὁ λόγος ἡμῖν γίγνηται.

  80. 8.19.5.1

    [ε΄. Περὶ τηλεφίου.] Τηλέφιον ξηραντικῆς ἐστι καὶ ῥυπτικῆς δυνάμεως, οὐ μὴν ἐπιφανῶς γε θερμῆς, ἀλλὰ κατὰ τοῦτ’ ἄν τις ἴσως αὐτὸ θείη τῆς πρώτης τάξεως. ξηραίνει μέντοι κατὰ τὴν δευτέραν ἐπιτεταμένην, ἢ τὰ πρῶτα τῆς τρίτης. καὶ διὰ τοῦτο πρός τε τὰ σηπεδονώδη τῶν ἑλκῶν ἁρμόττει καὶ λεύκας καὶ ἀλφοὺς ἰᾶται σὺν ὄξει.

  81. 8.19.6.1

    [στ΄. Περὶ τήλεως.] Τῆλις θερμὴ μέν ἐστιν ἐκ τῆς δευτέρας τάξεως, ξηρὰ δ’ ἐκ τῆς πρώτης, καὶ διὰ τοῦτο τὰς μὲν ζεούσας φλεγμονὰς παροξύνει, τὰς δ’ ἧττον θερμὰς καὶ ὅσαι σκιῤῥωδέστεραι διαφοροῦσα θεραπεύει.

  82. 8.19.7.1

    [ζ΄. Περὶ τιθυμάλλων.] Τιθύμαλλοι πάντες ἐπικρατοῦσαν μὲν ἔχουσι τὴν δριμεῖαν καὶ θερμὴν δύναμιν. ὑπάρχει δ’ αὐτοῖς καὶ πικρότης. ἰσχυρότατος μὲν οὖν αὐτῆς ὁ ὀπὸς, ἐφεξῆς δὲ ὅ τε καρπὸς καὶ τὰ φύλλα. μετέχει δὲ καὶ ἡ ῥίζα τῶν εἰρημένων δυνάμεων, ἀλλ’ οὐκ ἐπίσης. αὐτὴ μὲν οὖν ἑψομένη σὺν ὄξει τὰ τῶν ὀδόντων ἀλγήματα καὶ μάλισθ’ ὅσα βεβρωμένοις αὐτοῖς γίνεται θεραπεύει. οἱ δὲ ὀποὶ σφοδροτέραν ἔχοντες δύναμιν εἰς μὲν τὸ τρῆμα τῶν ὀδόντων ἐντίθενται· τῶν δ’ ἄλλων τοῦ σώματος εἰ ἅψαιντο μορίων εὐθὺς ἐπικαίουσί τε καὶ ἕλκουσι, διόπερ ἔξωθεν αὐτοῖς περιπλάσσεται κηρός. εἰσὶ γὰρ ἐκ τῆς τετάρτης τάξεως τῶν θερμαινόντων, ἣν δὴ τῶν καυστικῶν ἔφαμεν ὑπάρχειν. οὕτως δὲ καὶ τὰς τρίχας ἀφαιρεῖ περιχριόμενος ὁ ὀπός. ἐπεὶ δὲ σφοδρότερός ἐστιν, ἐλαίῳ μίγνυται· καὶ εἰ πολλάκις τοῦτο γένοιτο, τελέως αἱ ῥίζαι τῶν τριχῶν ἀπόλλυνται καυθεῖσαι καὶ ψιλὸν αὐτῶν γίγνεται τὸ σῶμα. κατὰ δὲ τὴν αὐτὴν δύναμιν ἀκροχορδόνας καὶ μυρμηκίας καὶ πτερύγια καὶ θύμους ἀφαιροῦσιν. ἀποῤῥύπτουσι δὲ καὶ λειχῆνας καὶ ψώρας, ὅτι καὶ τῆς ῥυπτικῆς αὐτοῖς μέτεστι δυνάμεως διὰ τὴν πικρότητα καὶ τὰ φαγεδαινικά τε τῶν ἑλκῶν καὶ τὰ ἀνθρακώδη καὶ τὰ γαγγραινώδη, διότι θερμαίνουσί τε σφοδρῶς καὶ ῥύπτουσιν, ὠφελεῖν πεφύκασιν, ἄν τις ἐν καιρῷ καὶ μέτρῳ χρώμενος αὐτοῖς τύχῃ. καὶ γὰρ οὖν καὶ συρίγγων τοὺς τύλους κατὰ τὴν αὐτὴν δύναμιν ἐξαίρουσιν. ἅπαντα δὲ ταῦτα κατὰ γένος μὲν ὁμοίως, ἀσθενέστερον δὲ καὶ τὰ φύλλα καὶ ὁ καρπὸς ἐργάζεσθαι πεφύκασιν. οἷς δὴ καὶ πρὸς τοὺς ἐν τοῖς στασίμοις ὕδασιν ἰχθύας εἰώθασι χρῆσθαι. τάχιστα γὰρ ὑπ’ αὐτῶν σκοτωθέντες τε καὶ ἡμίθνητοι γενόμενοι, πρὸς τὴν ἐπιφάνειαν ἀναφέρονται τοῦ ὕδατος. ἑπτὰ δὲ ὄντων αὐτῶν ἰσχυρότατος μὲν ὅ τε χαρακίας ὀνομαζόμενος, ὃν δὴ καὶ  ἄῤῥενα προσαγορεύουσιν ἔνιοι καὶ ὁ θῆλυς ὁ μυρσινίτης καλούμενος καὶ ὁ ἐν ταῖς πέτραις ὁ δενδροειδής. ἐφεξῆς δὲ ὅ τε τῇ φλόμῳ προσεοικὼς καὶ ὁ κυπαρισσίας, εἶθ’ οὕτως ὁ παράλιος, εἶτα ὁ ἡλιοσκόπος. κατὰ ἀναλογίαν δὲ τῆς εἰρημένης αὐτῶν δυνάμεως ἡ τέφρα καὶ ἡ ἀπ’ αὐτῆς κονία.

  83. 8.19.8.1

    [η΄. Περὶ τραγακάνθης.] Τραγάκανθα παραπλησίαν ἔχει τῷ κόμμι δύναμιν, ἐμπλαστικήν τέ τινα καὶ δριμύτητα ἀμβλυωτέραν. καὶ δὴ καὶ ξηραίνει παραπλησίως ἐκείνῳ.

  84. 8.19.9.1

    [θ΄. Περὶ τραγίου.] Τραγίου καὶ τὰ φύλλα καὶ ὁ καρπὸς καὶ τὸ δάκρυον ἑλκτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως. ἔστι δὲ καὶ λεπτομερὲς καὶ θερμὸν τὴν δύναμιν ἐκ τῆς τρίτης ἤδη που τάξεως κατ’ ἀρχάς. σκόλοπάς τε συνάγει καὶ λίθους θρύπτει καὶ καταμήνια κινεῖ δραχμῆς ὁλκῇ πινόμενον. γεννᾶται δ’ ἐν Κρήτῃ μόνῃ τοῦτο τὸ τράγιον ἐοικὸς σχίνῳ. τὸ δ’ ἕτερον τράγιον τὸ τούτου μικρότερον, οὗ τὰ φύλλα τῷ σκολοπενδρίῳ προσέοικε, φαίνεται μὲν πολλαχόθι, στυπτικῆς δ’ οὐκ ὀλίγης μετέχον δυνάμεως, ὡς καὶ πρὸς τὰ ῥοώδη τῶν παθημάτων ἁρμόττειν.

  85. 8.19.10.1

    [ι΄. Περὶ τραγοριγάνου.] Τραγορίγανος. ἐν τῷ περὶ ὀριγάνου λόγῳ πρόσθεν εἴρηται.

  86. 8.19.11.1

    [ια΄. Περὶ τριβόλου.] Τρίβολος ἐξ ὑγρᾶς οὐσίας μετρίως ψυχρᾶς καὶ ξηρᾶς, οὐ μετρίως καὶ ταύτης ψυχρᾶς συνέστηκεν. ἐπικρατεῖ δ’ ἐν μὲν τῷ χερσαίῳ τὸ γεῶδες ψυχρὸν, ὅπερ καὶ στῦφον ἐδείξαμεν, ἐν δὲ τῷ ἐνύγρῳ, τὸ ὑδατῶδες καὶ διὰ τοῦτο ἀμφότερον καὶ πρὸς τὰς γενέσεις τῶν φλεγμονῶν καὶ ὅλως πρὸς ἁπάσας τὰς ἐπιῤῥοὰς ἁρμόττουσι. τοῦ δὲ χερσαίου λεπτομερὴς ὁ καρπὸς ὑπάρχων, τοὺς ἐν νεφροῖς λίθους θρύπτει πινόμενος.

  87. 8.19.12.1

    [ιβ΄. Περὶ τριπολίου.] Τριπόλιον. ἡ ῥίζα δριμεῖα γευομένῳ καὶ θερμὴ τὴν δύναμίν ἐστι κατὰ τὴν τρίτην ἀπόστασιν.

  88. 8.19.13.1

    [ιγ΄. Περὶ τριφύλλου.] Τρίφυλλον, οἱ δὲ ἀσφάλτιον, οἱ δ’ ὀξύφυλλον, ἔνιοι δὲ μινυανθὲς, εἰσὶ δ’ οἳ κνίκιον ὀνομάζουσιν· ἀπὸ μὲν τῶν συμβεβηκότων τῷ θάμνῳ τὰ πρῶτα τρία, τὰ δὲ ὑπόλοιπα δύο οὐκ οἶδ’ ὁπόθεν. ἔστι δὲ ἡ δύναμις τοῦ φυτοῦ θερμὴ καὶ ξηρὰ κατὰ τὴν ἄσφαλτον, ᾗ παραπλήσιόν ἐστι κατὰ τὴν ὀσμὴν, τῆς τρίτης τάξεως κατ’ ἄμφω. καὶ διὰ τοῦτο πινόμενον καὶ πλευρῶν ἀλγήματα ἐπ’ ἐμφράξεσιν ὀνίνησι καὶ οὖρα κινεῖ καὶ καταμήνια.

  89. 8.19.14.1

    [ιδ΄. Περὶ τριχομανοῦς.] Τριχομανὲς ὅσα περ ἀδίαντον δύναται.

  90. 8.19.15.1

    [ιε΄. Περὶ τρύχνου ἢ στρύχνου.] Τρύχνον, ἔνιοι δὲ μετὰ τοῦ σίγμα στρύχνον ὀνομάζουσι. τὸ μὲν ἐδώδιμον ἐν τοῖς κήποις φυόμενον ἅπαντες γινώσκουσι καὶ χρῶνται πρὸς ὅσα ψῦξαί τε καὶ στῦψαι δέονται. δύναται γὰρ ἄμφω ταῦτα κατὰ τὴν δευτέραν τάξιν. τῶν δ’ ἄλλων τῶν οὐκ ἐδωδίμων τὸ μὲν ἁλικάκαβον ὀνομάζεται, πυῤῥὸν ἔχον τὸν καρπὸν ἐοικότα ῥαγὶ σταφυλῆς κατὰ τὸ σχῆμα καὶ τὸ μέγεθος, ᾧ καὶ πρὸς τοὺς στεφάνους χρῶνται. τὸ δ’ ἕτερον τὸ θαμνῶδες τὸ ὑπνωτικὸν καὶ τρίτον ἐστὶν ἐπ’ αὐτοῖς τὸ μανικόν. τὸ μὲν οὖν ἁλικάκαβον ἐν τῇ τῶν φύλλων δυνάμει παραπλήσιον ὑπάρχει τῷ κηπευομένῳ τρύχνῳ, τὸν καρπὸν οὐρητικὸν ἔχον. διὸ καὶ πολλαῖς τῶν συνθέτων δυνάμεων, ὅσαι πρὸς ἧπαρ ἢ κύστιν ἢ νεφροὺς ἁρμόττουσι, μίγνυται. τοῦ δ’ ὑπνωτικοῦ στρύχνου τῆς ῥίζης ὁ φλοιὸς μετ’ οἴνου πινόμενος ὑπνωτικὸς ὑπάρχει, δραχμῆς σταθμῷ λαμβανόμενος. ἔστι δὲ καὶ εἰς τὰ ἄλλα τῷ τοῦ μήκωνος ὀπῷ παραπλήσιος, ἀσθενέστερος δ’ εἰς τοσοῦτον ὡς τῆς τρίτης εἶναι τάξεως τῶν ψυχόντων, ἐκείνου κατὰ τὴν τετάρτην τεταγμένου. τὸ σπέρμα τούτου τοῦ τρύχνου δύναμιν οὐρητικὴν ἔχει. μανιῶδες δ’ ἐστὶ, πλέον τῶν δώδεκα κορύμβων πινόμενον. τὸ δ’ ὑπόλοιπον τῶν εἰρημένων τρύχνων ἄχρηστόν ἐστιν εἰς τὰς τῶν ἔνδον ἰάσεις. εἰ μὲν γὰρ τέτταρες δραχμαὶ ληφθεῖεν αὐτῶν, θάνατον ἐπιφέρουσιν, εἰ δ’ ἐλάττους, μανίαν. ἄλυπος δ’ ἡ μία, πλὴν οὐδ’ αὐτή τι χρηστὸν ἔχουσα. ἔξωθεν δὲ τοῦ σώματος ἐπιπλασσομένου ἕλκη κακοήθη καὶ νομώδη θεραπεύει. ἄριστος δ’ εἰς τοσοῦτον τῆς ῥίζης ὁ φλοιὸς, ξηραίνων μὲν κατὰ τὴν δευτέραν που τάξιν ἤδη συμπληρουμένην καὶ τρίτην ἀρχομένην, ψύχων δὲ κατὰ τὴν δευτέραν ἀρχομένην.

  91. 8.20.1.1

    [α΄. Περὶ ὑακίνθου.] Ὑακίνθου ἡ μὲν ῥίζα βολβοειδὴς ὑπάρχουσα τάξεώς ἐστι τῆς πρώτης μὲν ἐν τῷ ξηραίνειν, δευτέρας δὲ ἐν τῷ ψύχειν ἤδη που συμπληρουμένης ἢ καὶ τρίτης ἀρχομένης. ἀνήβους γοῦν ἐπιπλεῖστον πεπίστευται διαφυλάττειν τοὺς παῖδας ἐν οἴνῳ καταπλασσομένη. ὁ δὲ καρπὸς ἀτρέμα τε ῥύπτει καὶ στύφει, καὶ διὰ τοῦτο καὶ αὐτὸς ἰκτερικοῖς δίδοται σὺν οἴνῳ, ξηραίνων μὲν ἤδη που κατὰ τὴν τρίτην τάξιν, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθέστηκε.

  92. 8.20.2.1

    [β΄. Περὶ ὕδνου.] Ὕδνα πᾶσι γνώριμα γεωδεστέραν οὐσίαν ἐπικρατοῦσαν, ἐν τῇ συστάσει κέκτηται βραχέος τινὸς αὐτῇ μεμιγμένου τοῦ λεπτομεροῦς.

  93. 8.20.3.1

    [γ΄. Περὶ ὑδροπεπέρεως.] Ὑδροπέπερι κέκληται μὲν ἀπὸ τῶν χωρίων ἐν οἷς φύεται καὶ τῆς κατὰ τὴν γεῦσιν ὁμοιότητος πρὸς τὸ πέπερι. ἔστι δὲ θερμὸν, ἀλλ’ οὐκ εἰς ὅσον πέπερι καὶ μέντοι καὶ χλωρὸν ἔτι τὸ βοτάνιον, ἅμα τῷ καρπῷ καταπλασθὲν, ὑπώπιά τε καὶ τοὺς σκιῤῥουμένους ὄγκους διαφορεῖ.

  94. 8.20.4.1

    [δ΄. Περὶ ὑοσκυάμου.] Ὑοσκύαμος, ὁ μὲν τὸ μέλαν ἔχων σπέρμα μανιώδης τε καὶ καρωτικὸς ὑπάρχων. πλησίον δ’ αὐτοῦ τὴν δύναμίν ἐστι καὶ οὗ τὸ σπέρμα μετρίως ξανθόν  ἐστι, φεύγειν δ’ ἀμφοτέρους ὡς ἀχρήστους τε καὶ δηλητηρίους. ἐπιτηδειότατος δὲ πρὸς τὰς ἰάσεις οὗ καὶ τὸ σπέρμα καὶ τὸ ἄνθος λευκὸν, ἐκ τῆς τρίτης που τάξεως ὑπάρχων τῶν ψυχόντων. ἄνθος δὲ τοῦ μὲν τὸ μέλαν ἔχοντος σπέρμα μετρίως πορφυρίζον, τοῦ δὲ τὸ ὑπόξανθον ἀτρέμα μηλίζον.

  95. 8.20.5.1

    [ε΄. Περὶ ὑπερικοῦ.] Ὑπερικὸν θερμαίνει καὶ ξηραίνει λεπτομεροῦς οὐσίας ὑπάρχον, ὡς καταμήνιά τε καὶ οὖρα προκαλεῖσθαι. χρὴ δὲ ὅλον εἰς ταῦτα λαμβάνειν τὸν καρπὸν οὐ τὸ σπέρμα μόνον, ἀλλὰ μετὰ τῶν φύλλων ἐπιπλασσόμενος χλωρὸς, εἰς οὐλὴν ἄγειν δύναται τά τ’ ἄλλα καὶ πυρίκαυτα. ξηρανθέντα δ’ εἰ κόψας ἐπιπάττοις, ἰάσῃ τὰ πλαδαρὰ καὶ σηπεδονώδη τῶν ἑλκῶν. ἔνιοι δὲ καὶ τοῖς ἰσχιαδικοῖς πίνειν αὐτὴν διδόασιν.

  96. 8.20.6.1

    [στ΄. Περὶ ὑπηκόου.] Ὑπήκοον ψυκτικῆς ἐστι δυνάμεώς, ἐκ τῆς τρίτης που τάξεως τῶν ψυχόντων, ὡς μήκωνος ὀλίγον ἀποδεῖν.

  97. 8.20.7.1

    [ζ΄. Περὶ ὑπογλώσσου.] Ὑπόγλωσσον ὠνόμασται μὲν οὕτως, ὅτι παραφύσεις ὑπ’ ἄκροις τοῖς κορύμβοις ποιεῖται γλωσσαρίων. ἔστι δ’ ἡ ῥίζα καὶ ὁ χυλὸς τοῦ θαμνίσκου μαλακτικῆς δυνάμεως.

  98. 8.20.8.1

    [η΄. Περὶ ὑσσώπου.] Ὕσσωπον θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν, ἔστι δὲ καὶ λεπτομερές.

  99. 8.21.1.1

    [α΄. Περὶ φακῶν.] Φακοὶ στύφουσι μὲν ἰσχυρῶς, θερμότητος δὲ καὶ ψύξεως ἐν τῷ μέσῳ καθεστήκασι. καὶ μέντοι καὶ ξηραίνουσι κατὰ τὴν δευτέραν τάξιν. αὐτὸ μὲν οὖν αὐτῶν τὸ σῶμα ξηραίνει καὶ ἵστησι γαστέρα, τὸ δ’ ἀφέψημα προτρέπει, διὸ καὶ ἀποχεῖται τὸ πρότερον ὕδωρ, ὅταν ἐπισχέσεως ἕνεκα λαμβάνωνται.

  100. 8.21.2.1

    [β΄. Περὶ φακοῦ.] Φακὸς ὁ ἐπὶ τῶν τελμάτων ὑγρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως, ἐκ τῆς δευτέρας που τάξεως ὑπάρχων κατ’ ἄμφω.

← Previous · Next → — showing 501600 of 794

First Thousand Years of Greek. CTS URN tlg0057.tlg075.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.