Ancient Textssearch the texts themselves, not just their titles

← All works

De simplicium medicamentorum temperamentis ac facultatibus I-VI

First Thousand Years of Greek · First Thousand Years of Greek · 794 sections

  1. 7.11.16.1

    [ιστ΄. Περὶ λιβυστικοῦ.] Λιβυστικοῦ καὶ ἡ ῥίζα καὶ τὸ σπέρμα θερμαινόντων εἰς τοσοῦτόν ἐστιν, ὡς ἔμμηνά τε κινεῖν καὶ οὖρα προτρέπειν, ἔτι δὲ καὶ ἄφυσα.

  2. 7.11.17.1

    [ιζ΄. Περὶ λινοσπέρμου.] Λινόσπερμον ἐσθιόμενον φυσῶδές ἐστι, κᾂν φρυχθῇ, οὕτως ἄρα περιττωματικῆς ὑγρότητος ὑπάρχει μεστόν. ἔστι δὲ καὶ θερμὸν ἐν τῇ πρώτῃ που τάξει καὶ ὑγρότητός τε καὶ ξηρότητος ἐν τῷ μέσῳ που τέτακται.

  3. 7.11.18.1

    [ιη΄. Περὶ λινοζώστιδος.] Λινοζώστιδι χρῶνται μὲν ἅπαντες εἰς τὰς τῆς γαστρὸς καθάρσεις μόνον. οὐ μὴν ἀλλ’ εἰ καὶ πειραθῆναί τις βούλοιτο καταπλάττων αὐτὴν, εὑρήσει διαφορητικῆς ἱκανῶς δυνάμεως.

  4. 7.11.19.1

    [ιθ΄. Περὶ λογχίτιδος.] Λογχίτιδος τῆς μὲν τὸ σπέρμα τρίγωνον ἐχούσης ἐοικὸς λόγχῃ κατὰ τὸ σχῆμα, παραπλησία μάλιστά πως ἡ ῥίζα τῇ τοῦ δαύκου τετύχηκεν οὖσα, καὶ διὰ τοῦτο καὶ οὐρητικόν ἐστι φάρμακον. τῆς δὲ τῷ σκολοπενδρίῳ παραπλησίας τὰ φύλλα χλωρὰ μὲν εἰς κόλλησιν τραύματος ἐπιτήδεια, ξηρὰ δὲ μετ’ ὄξους πινόμενα σπλῆνας ἰᾶται σκιῤῥουμένους.

  5. 7.11.20.1

    [κ΄. Περὶ λυκίου.] Λύκιον ἢ πυξάκανθον ἀκανθῶδες δένδρον, ἐξ οὗ καὶ τὸ καλούμενον γίγνεται λύκιον. τοῦτο δὴ τὸ ὑγρὸν φάρμακον, ᾧ πρὸς ὑπώπιά τε χρῶνται καὶ πρὸς τὰς ἐν ἕδρᾳ καὶ στόματι φλεγμονὰς καὶ ἑλκώσεις, ἕρπητάς τε καὶ σηπεδόνας καὶ τὰ κακοήθη τῶν ἑλκῶν καὶ ὦτα πυοῤῥοοῦντα καὶ παρατρίμματα καὶ παρωνυχίας. ἔστι γὰρ ξηραντικῆς δυνάμεως ἐξ ἑτερογενῶν οὐσιῶν συγκείμενον, τῆς μὲν ἑτέρας λεπτομεροῦς τε καὶ διαφορητικῆς καὶ θερμῆς, τῆς δ’ ἑτέρας γεώδους ψυχρᾶς, ἐξ ἧς ἔχει τὴν στύψιν. ἀλλ’ αὐτὴ μὲν ἡ ποιότης ὀλίγη παντάπασιν ὑπάρχει τῷ φαρμάκῳ, τὸ διαφορεῖν δὲ καὶ ξηραίνειν οὐκ ὀλίγον, ἀλλὰ κατὰ τὴν δευτέραν ἀπόστασιν, ἐν θερμότητι δὲ περὶ τὰ μέσα πως τέτακται καὶ σύμμετρα. διὸ καὶ πρὸς διαφέροντα πάθη χρῶνται τῷ φαρμάκῳ, ὡς ῥυπτικῷ μὲν πρὸς τὰ ἐπισκοτοῦντα τῶν κορῶν, ὡς συνακτικῷ δὲ κοιλιακοῖς τε καὶ δυσεντερικοῖς καὶ ῥῷ γυναικείῳ προσφέροντες. τοῦτο μὲν οὖν τὸ λύκιον ἐν Λυκίᾳ τε καὶ Καππαδοκίᾳ πλεῖστον γίγνεται. τὸ δ’ ἕτερον, τὸ Ἰνδικὸν, ἰσχυρότερόν ἐστιν εἰς ἅπαν.

  6. 7.11.21.1

    [κα΄. Περὶ λυσιμαχίου.] Λυσιμάχιος ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν ποιότητα, δι’ ἣν καὶ τραύματα κολλᾷ καὶ τὰς ἐκ μυκτήρων αἱμοῤῥαγίας ἵστησιν ἐμπλασσόμενος, καὶ τῶν ἄλλων δὲ αἱμοῤῥαγιῶν ἴσχαιμόν ἐστι φάρμακον, αὐτή τε καὶ ὁ χυλὸς αὐτῆς, ἔτι καὶ μᾶλλον καὶ πινομένη δυσεντερίας τε καὶ αἵματος ἀναγωγὰς καὶ ῥοῦν γυναικεῖον ἰᾶται.

  7. 7.11.22.1

    [κβ΄. Περὶ λυχνίδος.] Λυχνίδος τῆς εἰς τοὺς στεφάνους τὸ σπέρμα θερμόν ἐστι κατὰ τὴν δευτέραν που τάξιν ἢ καὶ τρίτην ἤδη, καὶ δὴ καὶ ξηρὸν κατὰ τὸν αὐτὸν τρόπον.

  8. 7.11.23.1

    [κγ΄. Περὶ λωτοῦ ἡμέρου.] Λωτὸς ὁ ἥμερος, ὃν ἔνιοι τρίφυλλον ὀνομάζουσι πεπτικῆς μετρίως ἐστὶ δυνάμεως, οὕτως δὲ καὶ ξηραντικῆς. ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψύξιν συζυγίᾳ μέσος πώς ἐστιν καὶ εὔκρατος. ὁ δ’ ἄγριος λωτὸς ἐν Λιβύῃ μὲν πλεῖστος γεννᾶται. τὸ σπέρμα δ’ αὐτοῦ τῆς δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων, ἔχει δέ τι καὶ ῥυπτικόν. τοῦ δ’ Αἰγυπτίου τὸ σπέρμα καὶ ἀρτοποιοῦται.

  9. 7.11.24.1

    [κδ΄. Περὶ λωτοῦ τοῦ δένδρου.] Λωτὸς τὸ δένδρον στυπτικῆς μὲν οὐ πολλῆς μετέχει ποιότητος, ἔστι δὲ καὶ λεπτομερὲς καὶ ξηραντικόν. τὰ γοῦν ῥινήματα τῶν ξύλων αὐτῶν πρός τε ῥοῦν γυναικεῖον ἁρμόττει καὶ δυσεντερίας καὶ κοιλιακὰς διαθέσεις. ἐναφέψεται δὲ ποτὲ μὲν ὕδατι, ποτὲ δὲ οἴνῳ, ὡς ἂν καὶ ἡ χρεία κελεύῃ, καὶ οὐκ ἐνίεται μόνον, ἀλλὰ καὶ πίνεται. καὶ μὴν καὶ τὸ τὰς ῥεούσας τρίχας ἐπέχειν  αὐτὸν ὅτι στυπτικῆς τινος ἅμα τῷ μετρίως ξηραίνειν ἐστὶ δυνάμεως οὐ μικρὸν σημεῖον. ἐῤῥέθη γὰρ κᾀν τῷ περὶ λαδάνου λόγῳ τοιᾶσδε δεῖν εἶναι δυνάμεως τὸ μέλλον ἐφέξειν ῥεούσας τρίχας.

  10. 7.12.1.1

    [α΄. Περὶ μάκερος.] Μάκερ φλοιός ἐστιν ἐκ τῆς Ἰνδικῆς κομιζόμενος, ἐν μὲν τῷ γεύεσθαι στρυφνὸς ἱκανῶς, μετά τινος βραχείας δριμύτητος ἀρωματιζούσης· ὀσμώμενος δὲ ἡδὺς ὁμοίως τοῖς πλείστοις ἀρώμασι τοῖς Ἰνδικοῖς. ἔοικεν οὖν καὶ αὐτὸς ἐκ μικτῆς οὐσίας συνεστάναι, τῆς πλείστης μὲν γεώδους ψυχρᾶς, ὀλίγης δέ τινος θερμῆς τε καὶ λεπτομεροῦς, ὅθεν ἰσχυρῶς ξηραίνει καὶ στύφει καὶ διὰ τοῦτο κοιλιακαῖς τε καὶ δυσεντερικαῖς μίγνυται δυνάμεσιν, ἐν μὲν τῇ τρίτῃ τάξει τῶν ξηραινόντων ὑπάρχων, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μηδέτερον ἐπιφανῶς ἐργαζόμενος.

  11. 7.12.2.1

    [β΄. Περὶ μαλαβάθρου.] Μαλαβάθρου φύλλον νάρδου στάχυϊ παραπλήσιόν ἐστι τὴν δύναμιν.

  12. 7.12.3.1

    [γ΄. Περὶ μαλάχης καὶ ἀλθαίας.] Μαλάχη ἡ μὲν ἀγρία διαφορητικῆς ἀτρέμα καὶ μαλακτικῆς ἐπὶ βραχὺ μετέχει δυνάμεως. ἡ δὲ κηπευομένη καθ’ ὅσον ὑδατώδους ὑγρότητος μετείληφε, κατὰ τοσοῦτον καὶ ἀσθενεστέρα τὴν δύναμιν ὑπάρχει. ὁ δὲ καρπὸς αὐτῆς εἰς τοσοῦτον ἰσχυρότερός ἐστιν, εἰς ὅσον καὶ ξηρότερος. ἔστι δὲ καὶ ἡ δενδρομαλάχη καλουμένη τούτου τοῦ γένους, ἀλλὰ διαφορητικωτάτη τῶν εἰρημένων. ὀνομάζεται δὲ καὶ ἀλθαία.

  13. 7.12.4.1

    [δ΄. Περὶ μανδραγόρας.] Μανδραγόρας ἐπικρατοῦσαν μὲν ἔχει τὴν ψυκτικὴν δύναμιν, ὡς τῆς τρίτης εἶναι τῶν ψυχόντων τάξεως. οὐ μὴν ἀλλὰ καὶ θερμότητός τινος μετέχει καὶ κατά γε τὰ μῆλα καὶ ὑγρότητος, ὅθεν καὶ κωματώδη τὴν δύναμίν ἐστι ταῦτα. τῆς ῥίζης δ’ ὁ φλοιὸς ἰσχυρότατος ὢν οὐ ψύχει μόνον, ἀλλὰ καὶ ξηραίνει, τὸ δ’ ἄλλο τὸ ἔνδον ἀσθενὲς ὑπάρχει.

  14. 7.12.5.1

    [ε΄. Περὶ μαράθρου] Μάραθρον θερμαίνει μὲν ἰσχυρῶς, ὡς ἐκ τῆς τρίτης ἤδη δύνασθαι τάξεως εἶναι· ξηραίνει δ’ οὐχ ὁμοίως, ἀλλὰ κατὰ τὴν πρώτην ἄν τις αὐτὸ θείη ἐν τῷδε τάξιν, καὶ διὰ τοῦτο γάλακτος γεννητικόν ἐστιν, οὐκ ἂν γεννῆσαν, εἴπερ ἐξήραινεν ἰσχυρῶς, ὑποχεομένοις τε βοηθεῖ κατὰ τὸν αὐτὸν λόγον. ἔστι δὲ καὶ οὐρητικὸν καὶ καταμηνίων ἀγωγόν. ἔστι δὲ καὶ ἕτερον μάραθρον ἄγριον, ὃ καλοῦσιν διὰ τὸ μέγεθος ἱππομάραθρον, οὗ ἡ ῥίζα καὶ τὸ σπέρμα ξηραντικωτέρας ἐστὶ δυνάμεως ἢ κατὰ τὸ ἥμερον· ὥστε μοι δοκοῦσι καὶ τὴν γαστέρα κατὰ τοῦθ’ ἱστάναι. οὐ γὰρ δὴ στύψεώς γε σαφοῦς αὐτοῖς μέτεστι. τούτου μὲν οὖν οὐχ ἡ ῥίζα μόνον, ἀλλὰ καὶ πολὺ μᾶλλον τὸ σπέρμα κάχρυϊ παραπλήσιον ὑπάρχει καὶ δύναται καὶ λίθους θρύπτειν καὶ ἰκτεριῶντας ἰᾶσθαι καὶ καταμήνια κινεῖν καὶ οὔρησιν προτρέπειν, οὐ μὴν ἀθροίζειν γάλα καθάπερ τὸ πρότερον. ἕτερον δ’ ἐστὶν ἱππομάραθρον, οὗ τὸ σπέρμα στρογγύλον ἐστὶ καὶ δριμὺ τῷ τοῦ κοριάνου παραπλήσιον, ὅμοιον μὲν τῇ δυνάμει τῷ τοῦ ἱππομαράθρου, ἀσθενέστερον δέ.

  15. 7.12.6.1

    [στ΄. Περὶ μαστίχης.] Μαστίχη ἡ μὲν λευκὴ καὶ Χία συνήθως ὀνομαζομένη σύνθετός πώς ἐστιν ἐξ ἐναντίων δυνάμεων στυπτικῆς καὶ μαλακτικῆς. διὸ καὶ στομάχου καὶ κοιλίας καὶ ἐντέρων καὶ ἥπατος φλεγμοναῖς ἁρμόττει κατὰ τὴν δευτέραν ἀπόστασιν θερμαίνουσα καὶ ξηραίνουσα. ἡ δὲ μέλαινα, ἡ Αἰγυπτία προσαγορευομένη, ξηραίνει τε μᾶλλον αὐτῆς καὶ ἧττον τῆς στυπτικῆς μετέχει δυνάμεως, ὅθεν ἐπιτηδειοτέρα πώς ἐστι πρὸς τὰ τῆς διαφορήσεως ἰσχυροτέρας δεόμενα. ταύτῃ γοῦν καὶ τῶν δοθιήνων ἀγαθόν ἐστι φάρμακον. τὸ μέντοι μαστίχινον ἔλαιόν τε καὶ μύρον ἐκ μὲν τῆς Χίας σκευάζουσιν, ἐκ δὲ τῆς Αἰγυπτίας οὐ πάνυ τι. παραπλησίας δ’ ἐστὶ καὶ αὐτὸ δηλονότι τῇ μαστίχῃ δυνάμεως.

  16. 7.12.7.1

    [ζ΄. Περὶ μελανθίου.] Μελάνθιον θερμαίνει μὲν καὶ ξηραίνει κατὰ τὴν τρίτην τάξιν. ἔοικε δὲ καὶ λεπτομερὲς ὑπάρχειν, οὕτω γοῦν καὶ κατάῤῥους ἰᾶται, θερμὸν ἐν ὀθονίῳ προσφερόμενον, ὡς ὀσμᾶσθαι συνεχῶς. καὶ μὲν δὴ καὶ ἀφυσότατόν ἐστιν εἴσω τοῦ σώματος λαμβανόμενον, ᾧ δῆλον ὡς λεπτομεροῦς τέ ἐστι καὶ ἀκριβῶς ὑπὸ θερμότητος εἰργασμένης οὐσίας. διὰ τοῦτό γέ τοι καὶ πικρόν ἐστιν. ἐδείκνυτο δ’ ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ὡς εἰς ἐσχάτην λεπτότητα καὶ κατεργασίαν ἀφικνουμένης τῆς γεώδους οὐσίας ἡ πικρὰ γεννᾶται ποιότης. οὐδὲν οὖν θαυμαστὸν εἰ καὶ τὰς ἕλμινθας ἀναιρεῖν πέφυκεν, οὐ μόνον ἐσθιόμενον, ἀλλὰ καὶ κατὰ τῆς γαστρὸς ἔξωθεν ἐπιτιθέμενον. ἐδείχθη γὰρ ὡς καὶ τοῦτο πέφυκε δρᾷν ὁ πικρὸς χυμός. οὐ μὴν οὐδ’ ὅτι λέπρας καὶ ἥλους καὶ μυρμηκίας ἐκβάλλει θαυμαστόν ἐστι τῷ μεμνημένῳ τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων. οὕτω δὲ καὶ ὀρθόπνοιαν ὀνίνησι καὶ καταμήνια προτρέπει τὰ διὰ πάχος ἢ γλισχρότητα χυμῶν ἐπεσχημένα, καὶ ὅλως ἔνθα τεμεῖν καὶ ῥύψαι καὶ ξηρᾶναι καὶ θερμῆναι δεόμεθα χρηστότατον ὑπάρχει τὸ φάρμακον.

  17. 7.12.8.1

    [η΄. Περὶ μελιλώτου.] Μελίλωτον μικτῆς ἐστι δυνάμεως. ἔχει μὲν γάρ τι καὶ στυπτικὸν, ἀλλὰ καὶ διαφορεῖ καὶ συμπέπτει. πλέον γὰρ ἐν αὐτῷ τὸ τῆς θερμῆς οὐσίας ἐστὶν ἤπερ τὸ τῆς ψυχρᾶς.

  18. 7.12.9.1

    [θ΄. Περὶ μέλιτος.] Μέλι καὶ ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν τάξιν. ἔστι δ’ ἁπλῆς ὡς ἔνι μάλιστα δυνάμεώς τε καὶ κράσεως, τῆς ῥυπτικῆς ὀνομαζομένης ἡμῖν συνήθως ἰδέας ὑπάρχων τῶν φαρμάκων, ἑψηθὲν δὲ ἧττον γίνεται δριμὺ καὶ ῥυπτικὸν, ὅθεν εἰς τὰς τῶν κόλπων κολλήσεις αὐτῷ χρῶνται. εἰ δέ τι μέλι πικρόν ἐστιν, ὥσπερ καὶ  τὸ ἐν Σαρδόνι, πρόδηλον ὅτι καὶ τοῦτο μικτῆς ἐστι δυνάμεως, ὡς εἰ καὶ ἡμῶν τις ἀψίνθιον ἔμιξεν αὐτῷ. καὶ τὸ σάκχαρ δὲ καλούμενον, ὅπερ ἐξ Ἰνδίας τε καὶ τῆς εὐδαίμονος Ἀραβίας κομίζεται, περιπήγνυται μὲν, ὥς φασι, καλάμοις, ἔστι δέ τι καὶ αὐτὸ μέλιτος εἶδος. ἧττον μὲν οὖν ἐστιν ἢ τὸ παρ’ ἡμῖν γλυκὺ, τὴν δύναμιν δὲ παραπλήσιον αὐτῷ, καθ’ ὅσον ἀποῤῥύπτει καὶ ξηραίνει καὶ διαφορεῖ, καθ’ ὅσον οὔτε κακοστόμαχόν ἐστιν, ὡς τὸ παρ’ ἡμῖν, οὔτε διψῶδες ἀποκεχώρηκε τῆς οὐσίας αὐτοῦ.

  19. 7.12.10.1

    [ι΄. Περὶ μελισσοφύλλου.] Μελισσόφυλλον πρασίῳ μέν ἐστι παραπλήσιον τὴν δύναμιν, ἀπολείπεται δ’ αὐτοῦ πάμπολυ. διὰ τοῦτο οὐδὲ κέχρηταί τις αὐτῷ. περιττὸν γὰρ πρασίου παρόντος οὕτως ἀφθόνου πανταχόθεν τῆς γῆς μελισσοφύλλῳ χρῆσθαι. εἰ μέντοι ποτὲ μὴ παρείη πράσιον, ἔνεστιν εἰς ὅσα περ ἐκείνῳ χρῆσθαι γινώσκοντι τὸ τῆς ἐνεργείας ἐλλιπές.

  20. 7.12.11.1

    [ια΄. Περὶ μεσπίλου.] Μέσπιλον ἐνίοτε τρίκοκκον ὀνομάζουσιν, ὅτι τρεῖς ἔχει τοὺς πάντας κόκκους ἔνδον αὑτοῦ, σπέρμα δέ ἐστιν ἕκαστος αὐτῶν τοῦ δένδρου, καθάπερ καὶ τὰ ἐν τοῖς μήλοις εὑρισκόμενα τῆς μηλέας καὶ τὰ γίγαρτα τῆς ἀμπέλου καὶ κεγχραμίδες τῆς συκῆς. στρυφνὸς ἱκανῶς ὁ καρπὸς τοῦ δένδρου καὶ μόγις ἐδώδιμος, ἐφεκτικὸς ἱκανῶς τῆς γαστρός. ἔστι δὲ κᾀν τοῖς βλαστοῖς αὐτοῦ κᾀν τοῖς φύλλοις ἡ στρυφνὴ ποιότης οὐκ ὀλίγη.

  21. 7.12.12.1

    [ιβ΄. Περὶ μηδίου.] Μηδίου τὴν ῥίζαν πρὸς τὸν καρπὸν ὑπεναντίως κεκρᾶσθαι συμβέβηκεν. ἡ μὲν γὰρ αὐστηρά τ’ ἐστὶ καὶ ῥευμάτων ἐφεκτικὴ τῶν τε ἄλλων καὶ δὴ καὶ τοῦ καλουμένου ῥοῦ γυναικείου. τὸ δὲ σπέρμα τοσοῦτον δεῖται τοιοῦτόν τι ποιεῖν, ὥστε καὶ προτρέπει καταμήνια, λεπτομεροῦς καὶ τμητικῆς ὑπάρχον δυνάμεως.

  22. 7.12.13.1

    [ιγ΄. Περὶ μήκωνος.] Μήκων ἡ μέν τις ῥοιὰς ὀνομάζεται, διότι ταχέως αὐτῆς ἀποῤῥεῖ τὸ ἄνθος, ἡ δέ τις ἥμερος, ἐπειδὴ κηπεύεται. καὶ μὴν καὶ δύο ἐπ’ αὐταῖς εἰσιν ἕτεραι μήκωνες ἄγριαι, ἡ μὲν οἷον ἐγκαθημένην ἔχουσα τὴν κωδύαν, ἡ δὲ ἐπιμηκεστέραν μὲν ταύτης, ὅλη δ’ αὐξανεστέρα καὶ αὐχμηροτέρα. ταύτης τῆς μήκωνος ὁ ὀπὸς ἀποῤῥεῖ, διὸ δὴ καί τινες ὀνομάζουσιν αὐτὴν ῥοιάδα. ἡ δὲ δύναμις ἁπασῶν ψυκτική. ἀλλὰ τῆς μὲν κηπευομένης, ἣν δὴ καὶ θυλακίτιδα προσαγορεύουσι, μετρίως ἐστὶν ὑπνῶδες τὸ σπέρμα λευκὸν ὀφθῆναι. ταῦτα ἄρα καὶ τοῖς ἄρτοις ἐπιπάττουσιν αὐτῶν καὶ σὺν μέλιτι δεύσαντες ἐσθίουσι. τῆς δὲ πρώτης ῥηθείσης, ἧς ταχέως ἀποῤῥεῖν φαμεν τὸ ἄνθος, ἰσχυρότερον ψύχει τὸ σπέρμα, ὥστε οὐκ ἂν αὐτῷ μόνῳ χρήσαιτό τις ἀλύπως, ὥσπερ τῆς κηπευομένης μέλιτι μιγνύων. ὑπνῶδες δέ ἐστιν ἱκανῶς οὕτω ληφθὲν, ἀλλ’ ὀλίγον ἐπιπάττουσιν αὐτὴν τοῖς τε διὰ μέλιτος πέμμασι καὶ ἰτρίοις καὶ τοῖς ἄρτοις. τῆς δὲ τρίτης ῥηθείσης τὸ σπέρμα μέλαν ὑπάρχον ἤδη φαρμακῶδές ἐστιν ἱκανῶς ψῦχον. ἡ δὲ τετάρτη ῥηθεῖσα φαρμακωδεστάτη πασῶν ἐστι καὶ κατὰ τὸ σπέρμα καὶ κατὰ τὰς κωδείας καὶ κατὰ τὰ φύλλα καὶ κατὰ τὸν ὀπόν· ἰσχυρῶς γὰρ ψύχει μέχρι νάρκης ἄγουσα καὶ νεκρώσεως, ὅθεν ἰατροῦ τὸ χρήσασθαι καλῶς αὐτῇ, μιγνύντα φαρμάκοις ἀμβλύνουσι τὸ τῆς ψύξεως ἰσχυρόν. ἔστι γὰρ ἐκ τῆς τετάρτης ἐσχάτης τε τάξεως τῶν ψυχόντων. ὡς δ’ ἄν τις μάλιστα μεθόδῳ ποιοῖτο τὴν μίξιν, οὐ τῆς ἐνεστώσης πραγματείας ἴδιον, ἀλλὰ τῆς περὶ συνθέσεως φαρμάκων, ἣν ἐφεξῆς τῇδε γράφομεν.

  23. 7.12.14.1

    [ιδ΄. Περὶ μήκωνος κερατίτιδος.] Μήκων κερατῖτις ὠνόμασται μὲν ἀπὸ τοῦ καρποῦ βραχεῖαν ἐπιστροφὴν ἔχοντος, ὥσπερ καὶ ἡ τῆλις, ὡς ἐοικέναι βοὸς κέρατι. καλεῖται δὲ ὑπό τινων παραλία μήκων, ἐπειδὴ τὰ πολλὰ πλησίον τῆς θαλάττης φύεται. δύναμιν δ’ ἔχει τμητικὴν καὶ ῥυπτικὴν, ὥστε ἡ μὲν ῥίζα τῆς πόας ἐν ὕδατι καθεψηθεῖσα μέχρι ἡμίσεος ἡπατικὰς ὠφελεῖ διαθέσεις. τὰ δὲ φύλλα καὶ τὰ ἄνθη τὰ ῥυπαρὰ σφόδρα καὶ κακοήθη τῶν ἑλκῶν ὀνίνησιν. ἀφίστασθαι δὲ αὐτῶν χρὴ καθαρῶν γενομένων τῶν ἑλκῶν. εἰς τοσοῦτον γὰρ ῥύπτειν πέφυκεν, ὥστε καὶ αὐτῆς τῆς καθαρᾶς σαρκὸς ἀποτήκειν τι. διὰ ταύτην γέ τοι τὴν ἰσχὺν οὐ τὸν ῥύπον μόνον, ἀλλὰ καὶ τὰς ἐσχάρας ἀφαιρεῖ τῶν ἑλκῶν.

  24. 7.12.15.1

    [ιε΄. Περὶ μήκωνος ἡρακλείας.] Μήκων ἡρακλεία, καλεῖται δὲ καὶ ἀφρώδης, ὅτι σύμπασα λευκή τ’ ἐστὶ καὶ ἀφρώδης οὖσα σμικρά. καθαρτικὸν δ’ ἔχει φλέγματος τὸ σπέρμα.

  25. 7.12.16.1

    [ιστ΄. Περὶ μηλέας.] Μηλέα οὐ πᾶσά ἐστι μιᾶς φύσεως, ὥσπερ οὐδὲ τοῦ καρποῦ. τὰ μὲν γάρ ἐστι γλυκέα τῶν μήλων, τὰ δ’ αὐστηρὰ, τὰ δὲ στρυφνὰ, τὰ δ’ ὀξέα τὰ δὲ τελέως ἔκλυτα καὶ ὑδατώδη. καὶ δὴ καὶ κρατεῖ τὸ μὲν ὑδατῶδες ἐν τούτοις, ὡς εἶναι τὴν κρᾶσιν αὐτῶν ὑγροτέραν τε καὶ ψυχροτέραν, τὸ γεῶδες ψυχρὸν ἐν τοῖς στρυφνοῖς, ἐν δὲ τοῖς αὐστηροῖς τοῦτό τε καὶ τὸ ὑδατῶδες ψυχρὸν, ὥσπερ ἐν τοῖς γλυκέσι τὸ ὑδατῶδες εὔκρατον. οὕτω δὲ καὶ τὰ φύλλα καὶ οἱ χυλοὶ καὶ οἱ φλοιοὶ τῶν δένδρων ἀλλήλων διαφέρουσιν, ὥστ’ ἔχοις αὐτοῖς μὲν αὐστηροτέροις τε καὶ ὀξυτέροις τραύματά τε κολλᾷν καὶ τῶν ἐν γενέσει φλεγμονῶν ἀναστέλλειν τὸ ἐπιῤῥέον καὶ στόμαχον ἔκλυτον καὶ γαστέρα ῥωννύναι, τοῖς δ’ ὑδατωδεστέροις τὰς μετρίας φλεγμονὰς ἀρχομένας τε καὶ ἐπιδιδούσας ἀνιέναι. τῆς θεραπευτικῆς δ’ ἐστὶν ἤδη ταῦτα μεθόδου, διὸ καὶ θᾶττον ἀπολειπτέον αὐτά. ὅτι δὲ παμπόλλη τις ἅπασι τοῖς μήλοις ὑγρότης ἐμφέρεται περιττωματικὴ καὶ ψυχρὰ δῆλον κᾀκ τοῦ μηδενὸς αὐτῶν τὸν χυλὸν διαμένειν, ἀλλ’ ὀξύνεσθαί τε καὶ φθείρεσθαι πάντας. μόνον γὰρ τῶν κυδωνίων καὶ στρουθίων, ἃ δὴ διὰ τὴν ἐπικρατοῦσαν στύψιν ἧττόν ἐστιν ὑγρὰ τῶν ἄλλων, ὁ χυλὸς ἑψηθεὶς μετὰ μέλιτος οἷός τε διαμένειν ἐστίν. αὐτὸς δὲ καθ’ ἑαυτὸν οὐδ’ οὕτως μόνιμος.

  26. 7.12.17.1

    [ιζ΄. Περὶ μηλέας Περσικῆς.] Μηλέα Περσικὴ καλεῖται συνήθως ὑπὸ πάντων ἤδη Περσικὴ μόνον, αὐτὸ δὴ τοῦτο παραλιπόντων τὸ μῆλον. τὸ δένδρον ἔν τε τοῖς βλαστοῖς καὶ τοῖς φύλλοις ἐπικρατοῦσαν ἔχει τὴν πικρὰν ποιότητα καὶ διὰ τοῦτο αὐτοῦ τὰ φύλλα τὰς ἕλμινθας ἀποκτείνει λειωθέντα καὶ κατὰ τοῦ ὀμφαλοῦ ἐπιτεθέντα. καὶ ἄλλως δὲ διαφορητικόν ἐστι φάρμακον. ὁ δὲ καρπὸς αὐτοῦ, τοῦτο δὴ ἐδώδιμον περσικὸν, ὑγρότερόν τ’ ἐστὶ καὶ ψυχρότερον τὴν κρᾶσιν.

  27. 7.12.18.1

    [ιη΄. Περὶ μηλέας Ἀρμενικῆς.] Μηλέα Ἀρμενική. ταύτης ἐκλέλειπται τὸ παλαιὸν ὄνομα. καλοῦσι· γὰρ ἅπαντες καὶ τὸν καρπὸν καὶ τὸ δένδρον πρεκόκκιον. ἔστι δὲ ὑγρός  τε καὶ ψυχρὸς ὁ καρπὸς, ἄμφω κατὰ δευτέραν που μάλιστα πεπονθὼς ἀπόστασιν.

  28. 7.12.19.1

    [ιθ΄. Περὶ μηλέας Μηδικῆς.] Μηλέα Μηδική. ταύτης ὁ καρπὸς ,οὐκέτι μῆλον Μηδικὸν, ἀλλὰ κιτρίον ὑπὸ πάντων ὀνομάζεται, κατὰ μὲν τὸ σπέρμα τὴν ὀξεῖαν ποιότητα καὶ ξηραντικὴν δύναμιν ἐπικρατοῦσαν ἔχον, ὡς τῆς τρίτης εἶναι τάξεως ἀπὸ τῶν ξηραινόντων τε καὶ ψυχόντων· κατὰ δὲ τὸν φλοιὸν ξηραινούσης κᾀνταῦθα μετείληφε κράσεως, ἀλλ’ οὐκ ὀλίγον ἐχούσης τὸ δριμὺ, διὸ καὶ ξηραίνει τοῦτο κατὰ δευτέραν ἀπόστασιν. οὐ μὴν ψυχρόν γ’ ἐστὶν, ἀλλ’ ἤτοι σύμμετρον ἢ βραχύ τι κατωτέρω. ἡ δὲ σὰρξ αὐτοῦ παχύχυμός τέ ἐστι καὶ φλεγματικὴ καὶ ψυχρά· αὐτὴ μὲν γὰρ ἐσθίεται καθάπερ καὶ ὁ φλοιός. τὸ δὲ σπέρμα πᾶν ἄβρωτον, τό θ’ ὑγρὸν καὶ ὀξῶδες, ὑπὲρ οὗ πρώτου διείλεγμαι καὶ ὁ ἐν αὐτῷ πυρὴν εὑρισκόμενος, ὅσπερ ὄντως ἐστὶ σπέρμα, πικρὸς δ’ οὗτός ἐστι καὶ δηλονότι διαφορητικὸς καὶ ξηραντικὸς κατὰ τὴν δευτέραν που τάξιν ἀφεστηκὼς τῶν συμμέτρων. καὶ τὰ φύλλα δὲ ξηραντικῆς τέ ἐστι καὶ διαφορητικῆς δυνάμεως.

  29. 7.12.20.1

    [κ΄. Περὶ μήου.] Μῆον. αἱ ῥίζαι τούτου χρήσιμοι, θερμαὶ μὲν κατὰ τὴν τρίτην ἀπόστασιν ὑπάρχουσαι, ξηραὶ δὲ κατὰ τὴν δευτέραν. διὰ τοῦτο γοῦν οὖρά τε κινῆσαι βουλόμενοι καὶ καταμήνια προκαλέσασθαι, χρῶνται τῷ φαρμάκῳ. κεφαλαλγές τ’ ἐστι πλεῖον λαμβανόμενον, ὡς ἂν ἐπὶ πλέον ὑπάρχον θερμὸν ἢ ξηρόν. ὑγρότητα γὰρ ἀπεπτοτέραν τε ἔτι καὶ φυσωδεστέραν ἡ ἐν αὐτῇ θερμότης ἀναφέρουσα πρὸς τὴν κεφαλὴν, οὕτως αὐτὴν ἀδικεῖ.

  30. 7.12.21.1

    [κα΄. Περὶ μίλακος τραχείας.] Μῖλαξ ἡ τραχεῖα κληματώδης ἐστὶν, ὡς ἑλίττεσθαι περὶ τὰ δένδρα πολυειδῶς ἄνω καὶ κάτω. τὰ δὲ φύλλα καὶ γευσάμενα δριμύ τι ἔχει καὶ ἄλλως χρώμενα θερμαίνει.

  31. 7.12.22.1

    [κβ΄. Περὶ μίλακος λείας.] Μῖλαξ ἡ λεία παραπλησία πώς ἐστι τῇ προειρημένῃ κατὰ τὴν δύναμιν.

  32. 7.12.23.1

    [κγ΄. Περὶ μορέας.] Μορέας ὁ καρπὸς ὁ μὲν πέπειρος ὑπάγει γαστέρα, ὁ δ’ ἄωρος ξηρανθεὶς στεγνωτικὸν ἱκανῶς γίνεται φάρμακον, ὥστε καὶ πρὸς δυσεντερίας ἁρμόττει καὶ κοιλιακὰς διαθέσεις καὶ τὰς ἄλλας ὅσαι ῥοώδεις. κόπτεται δὲ καὶ τοῖς ὄψοις μίγνυται, καθάπερ καὶ ὁ τῆς ῥοῦ καρπὸς, ἢ εἴ τις ἐθέλει δι’ ὕδατος ἢ οἴνου πίνεται. ὅτι δὲ ὁ τῶν πεπείρων χυλὸς εἰς τὰ στοματικὰ φάρμακα χρήσιμος ὑπάρχει διὰ τὴν συνοῦσαν αὐτῷ στύψιν, οὐδεὶς ἀγνοεῖ. καὶ πρὸς ἄλλα δὲ δηλονότι πολλὰ τῶν κατὰ μέρος, ὅσα μετρίας δεῖται στύψεως, ἁρμόττει. τὰ δ’ ἄωρα πρὸς τῇ στρυφνότητι καὶ ὀξύτητος μετέχει. καὶ τὸ σύμπαν δένδρον ἐν ἅπασι τοῖς αὐτοῦ μέρεσι μικτήν τινα δύναμιν ἔοικεν ἔχειν ἐξ ἐφεκτικῆς τε καὶ καθαρτικῆς συγκείμενον. ἐπικρατεῖ δὲ ἐν μὲν τῷ φλοιῷ τῆς ῥίζης ἡ καθαρτικὴ μετά τινος πικρότητος, ὥστε καὶ πλατεῖαν ἕλμινθα κτείνει· ἐν δὲ τοῖς ἄλλοις μορίοις ἡ ἐφεκτικὴ. κατὰ δὲ τὰ φύλλα καὶ τοὺς βλαστοὺς, μέση πως ἀμφοῖν ἐστιν ἡ κρᾶσις.

  33. 7.12.24.1

    [κδ΄. Περὶ μυάγρου.] Μυάγρου τὸ σπέρμα λιπαρόν ἐστιν, ὥστ’ εἰ καὶ θλασθείη, μεθείη ἐλαιῶδές τι δυνάμεως ἐμπλαστικῆς ὑπάρχον.

  34. 7.12.25.1

    [κε΄. Περὶ μυκήτων.] Μύκης ψυχρὸν καὶ ὑγρὸν ἱκανῶς φυτὸν, ὅθεν καὶ δηλητηρίου δυνάμεως ἐγγὺς ἥκει. καί τινές γε ἐξ αὐτῶν καὶ ἀναιροῦσι, καὶ μάλισθ’ ὅσοι τὴν φύσιν ἐπίμικτον ἔχουσιν σηπεδονώδει τινὶ ποιότητι.

  35. 7.12.26.1

    [κστ΄. Περὶ μύλης.] Μύλης ἡ ῥίζα μικρῷ βολβῷ παραπλήσιος ὑπάρχουσα συνακτικῆς ἐστι δυνάμεως, ὥστε καὶ μετὰ αἰρίνου ἀλεύρου προστιθεμένην αὐτὴν ἀνεστομωμένην μήτραν ἰᾶσθαί φησι Διοσκορίδης.

  36. 7.12.27.1

    [κζ΄. Περὶ μυὸς ὠτός.] Μυὸς ὠτίς. ἔνιοι δὲ μυὸς ὦτα. ξηραίνει μὲν κατὰ τὴν δευτέραν τάξιν, θερμότητα δ’ οὐδεμίαν ἐπιφανῆ κέκτηται.

  37. 7.12.28.1

    [κη΄. Περὶ μυρίκης.] Μυρίκη ῥυπτικῆς καὶ τμητικῆς ἐστι δυνάμεως, ἄνευ τοῦ ξηραίνειν ἐπιφανῶς, ἔχει δέ τινα καὶ στύψιν. καὶ διὰ ταύτας τὰς ποιότητάς τε καὶ δυνάμεις σπλῆνα μὲν ἱκανῶς ὀνίνησιν ἐσκιῤῥωμένον σὺν ὄξει, ἢ οἴνῳ τῶν ῥιζῶν, ἢ τῶν ἀκρεμόνων, ἢ τῶν φύλλων ἀφεψομένων. ἰᾶται δὲ καὶ ὀδονταλγίας. ὁ καρπὸς δὲ καὶ ὁ φλοιὸς οὐ βραχεῖαν στύψιν προσειλήφασιν, ὥστε καὶ κηκίδος ὀμφακίτιδος ἐγγὺς ἥκειν, πλὴν ὅσῳ μὲν ἡ στρυφνότης ἐναργής ἐστιν ἐν τῇ κηκίδι, τῷ δὲ καρπῷ τῆς μυρίκης ἡ κρᾶσις ἀνώμαλος. ἀναμέμικται γὰρ αὐτοῦ τῇ φύσει πολὺ τὸ ῥυπτικόν τε καὶ λεπτομερὲς, ὃ μὲν οὐχ ὑπάρχει τῇ κηκίδι. χρήσασθαι μέντοι τις αὐτῷ δύναται, μὴ παρούσης κηκίδος εἰς ὅσα περ ἐκείνῃ, κατὰ τὰ αὐτὰ καὶ τῷ φλοιῷ. καὶ ἡ τέφρα δὲ καυθείσης τῆς μυρίκης ξηραντικῆς ἱκανῶς γίνεται δυνάμεως, ἐχούσης πλεῖστον μὲν τὸ ῥυπτικόν τε καὶ τμητικὸν, ὀλίγον δὲ τὸ στυπτικόν.

  38. 7.12.29.1

    [κθ΄. Περὶ μυριοφύλλου.] Μυριόφυλλον ξηραντικῆς ἐστιν εἰς τοσοῦτο δυνάμεως ὡς κολλᾷν τραύματα.

  39. 7.12.30.1

    [λ΄. Περὶ μύῤῥιδος.] Μύῤῥις, ἔνιοι δὲ μύῤῥαν ὀνομάζουσιν, εὐώδη καὶ γλυκεῖαν ἔχει τὴν ῥίζαν, ἐπιμηνίων τε κινητικὴ, καὶ τῶν ἐκ θώρακος καὶ πνεύμονος ἀνακαθαρτικὴ, ὥστ’ εἴη ἂν ἐκ τῆς δευτέρας τῶν θερμαινόντων τάξεως, ἔχουσά τι καὶ λεπτομερές.

  40. 7.12.31.1

    [λα΄. Περὶ μυῤῥίνης.] Μυῤῥίνη. ἐξ ἐναντίων καὶ τοῦτο τὸ φυτὸν οὐσιῶν σύγκειται. ἐπικρατεῖ δ’ ὅμως ἐν αὐτῷ γεῶδες ψυχρὸν, ἔχει δὲ καὶ λεπτομερὲς θερμὸν, ὅθεν ἰσχυρῶς ξηραίνει. ἔστι δὲ καὶ τὰ φύλλα καὶ οἱ βλαστοὶ καὶ ὁ καρπὸς καὶ ὁ χυλὸς οὐ πολλῷ τινι διαφέροντα κατὰ τὴν στύψιν. ἡ μέντοι τῷ στελέχει τε καὶ τοῖς κλάδοις αὐτοῖς ἐπίφυσις ὀχθώδης, ἣν ἔνιοι μυρτάδα ὀνομάζουσιν, εἰς ὅσον δέ ἐστι ξηροτέρα τῶν εἰρημένων, εἰς τοσοῦτο καὶ ξηραίνει καὶ στύφει σφοδρότερον. ἀποτίθενται δ’ αὐτὴν ἔνιοι κόπτοντες, κᾄπειτ’ ἀναλαμβάνοντες οἴνῳ καὶ τροχίσκους ἀναπλάττοντες. ἔστι δὲ καὶ τὰ ξηρὰ φύλλα τῶν χλωρῶν ξηραντικώτερα, μέμικται γάρ τις ὑγρότης δηλονότι τοῖς χλωροῖς. ὁ δὲ χυλὸς οὐκ ἐκ τῶν φύλλων μόνον ἐκθλίβεται τῶν χλωρῶν, ἀλλὰ καὶ ἐκ τοῦ καρποῦ. στεγνωτικῆς δ’ ἐστὶν ἅπαντα ταῦτα δυνάμεως, ἔξωθέν τε τοῦ σώματος ἐπιτιθέμενα καὶ εἴσω λαμβανόμενα, διὰ τὸ μηδεμίαν ἀναμεμιγμένην ἔχειν ἤδη δηλητήριον ἢ καθαρτικὴν οὐσίαν.

  41. 7.12.32.1

    [λβ΄. Περὶ μώλυος.] Μῶλυ. τινὲς τοῦτο πήγανον ἄγριον ὀνομάζουσιν, ἔνιοι δὲ ἅρμολαν, Σύροι δὲ βησασὰν, ὥσπερ δὴ καὶ οἱ Καππαδόκαι μῶλυ, διότι τῇ ῥίζῃ μέν ἐστι μέλαν, ἄνθος δ’ ἔχει γαλακτῶδες. ἡ δύναμις δ’ αὐτοῦ λεπτομερής τ’ ἐστὶ καὶ θερμὴ κατὰ τὴν τρίτην ἀπόστασιν, ὅθεν καὶ τέμνει τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς καὶ διαφορεῖ καὶ ἐπ’ οὔρησιν προτρέπει.

  42. 8.prooemium.1

    Προοίμιον. Ὅσον μὲν οὖν ὑπόλοιπον ἐστι τῆς κατὰ φυτὰ δυνάμεως ἐν τῷδε λεχθήσεται, οὐδὲ τοῦτο ἅπαν, ἀλλ’ αἱ τῶν δραστικῶν ποιοτήτων ἐνέργειαι μόναι. τὰ γὰρ ὅλης ἔργα τῆς οὐσίας τῶν φυτῶν ὕστερον αὐτὰ καθ’ αὑτὰ διέξιμεν. ἀναμνήσαντες οὖν πάλιν κατ’ αὐτὰ τοὺς ἀνεγνωκότας τὰ πρόσθεν, ὡς καθ’ ἑκάστην δύναμιν ἁπλῆν εἰς τάξεις τέτταρας ἐποιησάμεθα τὴν ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαίρεσιν, ὅτι τε σαφέσιν ὅροις ἑκάστης τάξεως τὸ πλάτος ἀφωρισάμεθα καὶ αὐτῆς τῶν δυνάμεων εὑρέσεως ἐδιδάξαμέν τινα μέθοδον, ἁπάντων τε τούτων ἀποδείξεις ἐποιησάμεθα καὶ σκοποὺς ἐθέμεθα καὶ κριτήρια καθ’ ἑκάστην δύναμιν ἴδιά τε καὶ κοινὰ, προσθήσομεν οὕτως ἤδη τὰ λείποντα, παρακαλέσαντες, εἴ τις οὐχ ὡμίλησε τοῖς ἔμπροσθεν, ἤτοι καὶ τούτων ἀφίστασθαι παντάπασιν, ἢ εἴπερ ἦν φιλόπονος ἐξ ἀρχῆς πρότερον ἀναλέξασθαι τὴν πραγματείαν. ἀσαφῆ τε γὰρ ἅμα καὶ ἀναπόδεικτα πάντ’ αὐτῷ φανεῖται τὰ λεχθησόμενα, πρὶν ἐν ἐκείνοις γυμνάσασθαι.

  43. 8.13.1.1

    [α΄. Περὶ νάρδου στάχυος.] Νάρδου στάχυς θερμαίνει μὲν κατὰ τὴν τρίτην ἀπόστασιν, ξηραίνει δὲ κατὰ τὴν δευτέραν συμπληρουμένην. σύγκειται δὲ ἔκ τε στυφούσης αὐτάρκως οὐσίας καὶ δριμείας θερμῆς οὐ πολλῆς καί τινος ὑποπίκρου βραχείας. ἐκ τοιούτων δ’ ἡ ῥίζα συγκειμένη δυνάμεων καὶ πρὸς ἧπαρ καὶ πρὸς στόμαχον εὐλόγως ἁρμόζει. πινομένη τε καὶ ἔξωθεν ἐπιτιθεμένη καὶ οὖρα κινεῖ καὶ δήξεις ἰᾶται στομάχου καὶ τὰ κατὰ τὴν γαστέρα καὶ τὰ ἔντερα ῥεύματα ξηραίνει καὶ πρὸς τούτοις ἔτι τὰ κατὰ τὴν κεφαλὴν καὶ τὸν θώρακα. ἰσχυροτέρα δ’ ἐστὶν ἡ Ἰνδικὴ προσαγορευομένη, μελαντέρα τῆς Συριακῆς καλουμένης ὑπάρχουσα.

  44. 8.13.2.1

    [β΄. Περὶ νάρδου Κελτικῆς.] Νάρδος Κελτικὴ παραπλησίας πώς ἐστι κατὰ γένος δυνάμεως ταῖς προειρημέναις, ἀσθενεστέρα δ’ εἰς ἅπαντα πλὴν εἰς οὖρα. θερμοτέρα μὲν γὰρ ἐκείνων ἐστὶν, ἧττον δὲ στύφει.

  45. 8.13.3.1

    [γ΄. Περὶ πάρδου ὀρείας.] Νάρδος ὀρεία, ἥτις καὶ θυλακῖτις καὶ πυρῖτις ὀνομάζεται, γεννᾶται μὲν ἐν Κιλικίᾳ πλείστη, ἔστι δ’ ἀσθενεστέρα τῶν προειρημένων.

  46. 8.13.4.1

    [δ΄. Περὶ νάρθηκος.] Νάρθηκος τὸ μὲν σπέρμα θερμαίνει καὶ λεπτύνει, τὸ δ’ ἐντὸς ἔτι χλωρὸν, τὸ λεγόμενον ἐντεριώνη, στυπτικῆς τινος μετέχει ποιότητος, δι’ ἣν αἱμοπτυϊκοῖς τε καὶ κοιλιακοῖς ἁρμόττει.

  47. 8.13.5.1

    [ε΄. Περὶ νάπυος.] Νᾶπυ θερμαίνει καὶ ξηραίνει κατὰ τὴν τετάρτην τάξιν.

  48. 8.13.6.1

    [στ΄. Περὶ ναρκίσσου.] Ναρκίσσου ἡ ῥίζα ξηραντικῆς ἐστι δυνάμεως εἰς τοσοῦτον ὡς κολλᾷν τραύματα μέγιστα, μέχρι καὶ τῶν περὶ τοὺς τένοντας διακοπῶν. ἔχει δέ τι καὶ ῥυπτικὸν καὶ ἐπισπαστικόν.

  49. 8.13.7.1

    [ζ΄. Περὶ νευράδος.] Νευρὰς, ἔνιοι δὲ ποτήριον ὀνομάζουσι, ξηραντικῆς ἀδήκτου δυνάμεώς ἐστιν, ὡς καὶ νεῦρα διακοπέντα πιστεύεσθαι κολλᾷν. αἱ ῥίζαι δ’ αὐτῆς μάλιστα τοιαῦται. καὶ μὲν δὴ καὶ τὸ ἀφέψημά τινες αὐτῶν διδόασι τοῖς τὰ νεῦρα πεπονθόσιν.

  50. 8.13.8.1

    [η΄. Περὶ νηρίου.] Νήριον, ἢ ῥοδοδάφνη, γνώριμος ἅπασι θάμνος. ἔξωθεν μὲν τοῦ σώματος εἰ καταπλασθείη, διαφορητικῆς ἐστι δυνάμεως, εἴσω δὲ λαμβανομένη ὀλέθριός τε καὶ δηλητήριος οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ τοῖς πλείστοις τῶν βοσκημάτων.

  51. 8.13.9.1

    [θ΄. Περὶ νυμφαίας.] Νυμφαίας ἥ τε ῥίζα καὶ τὸ σπέρμα δύναμιν ἔχει ξηραντικὴν ἄδηκτον. ἐπέχει τοιγαροῦν καὶ τὰ τῆς γαστρὸς ῥεύματα καὶ σπέρμα κατά τε τοὺς ὀνειρωγμοὺς καὶ ἄλλως ἀμετρότερον φερόμενον, ὀνίνησι δὲ καὶ δυσεντερικούς. ἡ δὲ τὴν λευκὴν ἔχουσα ῥίζαν νυμφαία σφοδροτέρας ἐστὶ δυνάμεως, ὥστε ῥοῦν γυναικεῖον ἰᾶσθαι. πίνεται δὲ καὶ αὕτη καὶ ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν ἐν οἴνῳ μέλανι αὐστηρῷ. μετέχουσι δέ τι καὶ ῥυπτικῆς δυνάμεως, ὥστε καὶ ἀλφοὺς ἰῶνται καὶ ἀλωπεκίας. ἀναδεύονται δὲ πρὸς μὲν τοὺς ἀλφοὺς ὕδατι, πρὸς δὲ τὰς ἀλωπεκίας ὑγρᾷ πίττῃ. κρείττων δ’ εἰς ταῦτα ἡ τὴν μέλαιναν ἔχουσα ῥίζαν, ὥσπερ ἐς θάτερα ἡ τὴν λευκήν.

  52. 8.14.1.1

    [α΄. Περὶ ξανθίου.] Ξανθίον. καλεῖται δὲ καὶ φασγάνιον, ὁ καρπὸς διαφορητικῆς ἐστι δυνάμεως.

  53. 8.14.2.1

    [β΄. Περὶ ξυρίδος.] Ξυρὶς, ἔνιοι δὲ ξυρίδα, λεπτομεροῦς, ἑλκτικῆς τε καὶ διαφορητικῆς καὶ δηλονότι καὶ ξηραντικῆς ἐστι δυνάμεως, ἥ τε ῥίζα καὶ πολὺ μᾶλλον αὐτῆς ὁ καρπὸς, ὅς γε καὶ οὐρητικός τε καὶ σπληνῶν σκιῤῥουμένων ἐστὶν ἰατικός.

  54. 8.14.3.1

    [γ΄. Περὶ ξιφίου.] Ξιφίου ἡ ῥίζα, καὶ μάλιστα ἡ ἑτέρα ἡ ἄνωθεν, ἑλκτικῆς τ’ ἐστὶ καὶ διαφορητικῆς καὶ δηλονότι καὶ ξηραντικῆς δυνάμεως.

  55. 8.15.1.1

    [α΄. Περὶ ὄης.] Ὄη τὸ δένδρον, ἧς ὁ καρπὸς ὄα καλεῖται, ὑπὸ δὲ τῶν πολλῶν οὖα μετὰ τοῦ υ,  στυπτικῆς μετέχει ποιότητος, ἀλλ’ ἀσθενεστέρας πολὺ μεσπίλου. διὸ δὴ καὶ ἡδὺς ἐσθιομένη ἐστὶ καὶ ἧττον ἢ κατὰ μέσπιλον στεγνωτικὴ τῆς γαστρός.

  56. 8.15.2.1

    [β΄. Περὶ οἴνου.] Οἶνος ἐκ τῆς δευτέρας τάξεώς ἐστι τῶν θερμαινόντων, ὁ δ’ ἱκανῶς παλαιὸς τῆς τρίτης, ὥσπερ ὁ γλεῦκος ὀνομαζόμενος τῆς πρώτης τάξεως. ἀνάλογον δὲ ταῖς θερμότησιν καὶ αἱ ξηρότητες αὐτοῦ.

  57. 8.15.3.1

    [γ΄. Περὶ ὀλύνθων.] Ὄλυνθοι δριμείας εἰσὶ καὶ διαφορητικῆς δυνάμεως, διὰ τὸν ἐμφερόμενον αὐτοῖς ὀπὸν, παντὸς τοῦ δένδρου κοινόν. ἑψηθέντες μὲν οὖν τοὺς σκληροὺς ὄγκους διαφοροῦσιν, ὠμοὶ δὲ καὶ μυρμηκίας καὶ θύμους ἐκβάλλουσιν.

  58. 8.15.4.1

    [δ΄. Περὶ ὀλοστίου.] Ὀλόστιον ξηραντικῆς ἐστι δυνάμεως μετὰ τοῦ στύφειν, ὅθεν αὐτὸ καὶ πρὸς τὰ ῥήγματα ποτίζουσιν

  59. 8.15.5.1

    [ε΄. Περὶ ὀλύρων.] Ὀλύρα μεταξὺ πυροῦ τε καὶ κριθῆς φύσεώς ἐστι καὶ ὡς τροφὴ καὶ ὡς φάρμακον. ἐξ ἐκείνων οὖν καὶ περὶ τῆσδε λογίζου.

  60. 8.15.6.1

    [στ΄. Περὶ ὀνάγρου.] Ὄναγρον ἢ ὀνόθηρα ἢ ὀνοθουρίς. τούτου ἡ ῥίζα ξηραινομένη οἰνῶδές τι ὄζει. ἔστι δὲ καὶ τῇ δυνάμει κατ’ οἶνον μάλιστα.

  61. 8.15.7.1

    [ζ΄. Περὶ ὀνόσματος.] Ὄνοσμα ἢ ὀσμὰς ἢ φλονῖτις ἢ ὄνωνις ἐκ δριμείας καὶ πικρᾶς οὐσίας σύγκειται. διὸ καὶ πεπίστευται κτείνειν τε καὶ ἐκβάλλειν ἔμβρυα, τῶν φύλλων αὐτοῦ σὺν οἴνῳ πινομένων.

  62. 8.15.8.1

    [η΄. Περὶ ὀνοβρυχίδος.] Ὀνοβρυχὶς ἀραιωτικῆς τε καὶ διαφορητικῆς ἐστι δυνάμεως. ταῦτ’ ἄρα καὶ χλωρᾶς μὲν αὐτῆς τὰ φύλλα καταπλασσόμενα διαφορεῖ φύματα· ξηρᾶς δὲ μετ’ οἴνου πινόμενα στραγγουρίας ἰᾶται. καὶ μὲν δὴ καὶ ἱδρῶτας προκαλεῖται σὺν ἐλαίῳ ἀλειφομένη.

  63. 8.15.9.1

    [θ΄. Περὶ ὀνώνιδος.] Ὄνωνις ῥίζαν ἔχει θερμαντικὴν ἤδη που κατὰ τὴν τρίτην τάξιν. ὁ δὲ φλοιὸς αὐτῆς μάλιστ’ ἐστὶ χρήσιμος, ἔχων τι καὶ ῥυπτικὸν καὶ τμητικὸν, ὅθεν οὐκ οὐρητικὸς μόνον ἐστὶν, ἀλλὰ καὶ λίθων θρυπτικός. τῇ δ’ αὐτῇ δυνάμει καὶ τὰς ἐσχάρας ταχέως ἀφίστησιν. χρῶνται δ’ αὐτῷ καὶ πρὸς ὀδόντων ἀλγήματα καθέψοντες ἐν ὀξυκράτῳ καὶ διακλύζεσθαι κελεύοντες.

  64. 8.15.10.1

    [ι΄. Περὶ ὄξους.] Ὄξος ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων δέδεικται μικτῆς οὐσίας ὑπάρχον ψυχρᾶς καὶ θερμῆς ἀμφοῖν λεπτομερῶν. ἐπικρατεῖ δὲ τῆς θερμῆς ἡ ψυχρά. ξηραντικὸν δ’ ἱκανῶς ἐστι τὸ φάρμακον, ὡς τρίτης εἶναι τάξεως ἤδη συμπληρουμένης, ὅτ’ ἂν δ’ ἰσχυρὸν ὑπάρχῃ.

  65. 8.15.11.1

    [ια΄. Περὶ ὀξυακάνθου.] Ὀξυάκανθος. τοῦτο γὰρ τὸ δένδρον, ὥσπερ ἀχράδι παραπλήσιόν ἐστι τὴν ἰδέαν, οὕτω καὶ τὴν δύναμιν. καὶ μέν γε καὶ οἱ καρποὶ, ὁ μὲν τῆς ἀχράδος ἁπλῶς στρυφνὸς, ὁ δὲ τῆς ὀξυακάνθης καὶ λεπτομερής ἐστι καὶ τμητικὸν ὀλίγον ἔχει. ὁ δὲ καρπὸς τοῦ δένδρου τῷ μὲν τῆς ἀχράδος οὐκ ἔοικεν, ὅμοιος δ’ ἐστὶ τοῖς μύρτοις, ἐρυθρός τε καὶ ἀραιὸς ὑπάρχων. ἔχει δὲ καὶ πυρῆνας. οὐ μόνον δ’ ἐσθιόμενος, ἀλλὰ καὶ πινόμενος ἐφεκτικός ἐστιν ἁπάντων τῶν ῥοωδῶν παθῶν.

  66. 8.15.12.1

    [ιβ΄. Περὶ ὀποῦ.] Ὀπὸς, ὁ μὲν Κυρηναῖος ἁπάντων ἐστὶ θερμότατός τε καὶ λεπτομερέστατος καὶ διὰ τοῦτο καὶ διαφορητικώτατος. οὐ μὴν ἀλλὰ καὶ οἱ ἄλλοι θερμοί τ’ εἰσὶν ἱκανῶς καὶ πνευματώδεις. τὸ πλεῖστον γὰρ ἐν αὐτοῖς ἀερώδους τε καὶ πυρώδους οὐσίας ἐστὶν. εἰσὶ δὲ πάμπολλοι μὲν ὀποί. ῥίζης γὰρ ἡστινοσοῦν ἢ καυλοῦ τμηθέντος τὸ ῥέον ἐκ τῆς τομῆς παχὺ καὶ γλίσχρον ὀπός ἐστιν. εἰδικώτερον δὲ οἷον καθ’ ὑπεροχήν τινα τὸν Κυρηναῖον οὕτως ὀνομάζουσιν καὶ τὸν Μηδικὸν καὶ τὸν Συριακόν.

  67. 8.15.13.1

    [ιγ΄. Περὶ ὀριγάνου.] Ὀρίγανος ἡ μὲν Ἡρακλεωτικὴ δραστικωτέρα τῆς ὀνίτιδος, ἀμφοῖν δὲ ἀγρία, ἣν πάνακες Ἡράκλειον, οἱ δὲ κονύλην καλοῦσιν. ἅπασαι δὲ τμητικῆς τε καὶ λεπτυντικῆς καὶ θερμαντικῆς εἰσι δυνάμεως κατὰ τὴν τρίτην ἀπόστασιν ἔχουσαι ταῦτα. ἡ δὲ τραγορίγανος ὀνομαζομένη προσείληφέ τι καὶ στύψεως.

  68. 8.15.14.1

    [ιδ΄. Περὶ ὀρόβου.] Ὄροβος ξηραίνει μὲν κατὰ τὴν δευτέραν ἀπόστασιν ἐπιτεταμένην, θερμαίνει δὲ κατὰ τὴν πρώτην, εἰς ὅσον δὲ πικρότητος μετείληφεν, εἰς τοσοῦτον τέμνει καὶ ῥύπτει καὶ ἐκφράττει. πλέον δὲ ληφθεὶς αἷμα δι’ οὔρων ἄγει.

  69. 8.15.15.1

    [ιε΄. Περὶ ὀροβάκχης.] Ὀροβάκχη ξηρᾶς καὶ ψυχρᾶς ἐστι κράσεως κατὰ τὴν πρώτην τάξιν.

  70. 8.15.16.1

    [ιστ΄. Περὶ ὀρύζης.] Ὄρυζα ἔχει τι στυπτικὸν, διὸ καὶ τὴν γαστέρα μετρίως ἐπέχει.

  71. 8.15.17.1

    [ιζ΄. Περὶ ὄρχεως τοῦ κυνός.] Ὄρχις. ὀνομάζεται καὶ κυνὸς ὄρχις ἡ αὐτὴ βοτάνη. δύναμις δὲ τῆς ῥίζης αὐτοῦ βολβοειδοῦς οὔσης καὶ διπλῆς ὑγρὰ καὶ θερμή. διὸ καὶ γευομένοις γλυκύτερος φαίνεται. ἀλλ’ ἡ μὲν μείζων ῥίζα πολλὴν ἔοικεν ἔχειν ὑγρότητα περιττωματικήν τε καὶ φυσώδη, διὰ τοῦτο καὶ πρὸς ἀφροδίσια πινομένη προτρέπει. ἡ δ’ ἑτέρα ἡ ἐλάττων ἔμπαλιν κατειργασμένη ἱκανῶς, ὡς εἶναι τὴν κρᾶσιν αὐτῆς ἐπὶ τὸ θερμότερόν τε καὶ ξηρότερον ῥέπουσαν, ὅθεν οὐ μόνον οὐ προτρέπει τὰς πρὸς συνουσίας ὁρμὰς ἥδε ἡ ῥίζα, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ἐπέχει τε καὶ καταστέλλει. ἐσθίονται δὲ δίκην βολβῶν ὀπτώμεναι.

  72. 8.15.18.1

    [ιη΄. Περὶ ὄρχεως τοῦ σεραπιάδος.] Ὄρχις, ὃν καὶ σεραπιάδα καλοῦσιν, ξηροτέρας δυνάμεώς ἐστιν ἢ κατὰ τὴν προτέραν, ὅθεν εἰς τὰ ἀφροδίσια μὲν οὐχ ὁμοίως ἐπιτήδειός ἐστιν. οἰδήματα δὲ καταπλασσόμενος διαφορεῖ καὶ ἕλκη ῥυπαρὰ καθαίρει καὶ ἕρπητας ἰᾶται. ξηρανθεῖσα δὲ πολὺ δὴ μᾶλλον ἔτι ξηραίνει, ὥστε καὶ τὰ σηπεδονώδη καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἰᾶται. καὶ γάρ τι καὶ ὑποστῦφον ἔχει καὶ διὰ τοῦτο κοιλίαν ἐπέχει μετ’ οἴνου πινομένη.

  73. 8.15.19.1

    [ιθ΄. Περὶ ὀσίριδος.] Ὀσίριδος τῆς πόας, ἐξ ἧς καὶ τὰ κορήματα γίνεται, πικρὰ μὲν ἡ ποιότης, ἐκφρακτικὴ δὲ ἡ δύναμις, ὅθεν καὶ τὰς καθ’ ἧπαρ ἐμφράξεις ὠφελεῖ.

  74. 8.16.1.1

    [α΄. Περὶ παγκρατίου.] Παγκράτιον. ἡ ῥίζα τούτου σκίλλῃ κατά τε τὴν γεῦσιν ἔοικεν καὶ κατὰ τὴν δύναμιν, ὥστε καὶ χρῶνταί. τινες αὐτῷ μὴ παρούσης σκίλλης. ἐνεργεῖ γὰρ ἅπαντα κατὰ γένος μὲν ὡσαύτως, ἀσθενεστέρα δὲ μακρῷ.

  75. 8.16.2.1

    [β΄. Περὶ παλιούρου.] Παλιούρου τὰ φύλλα καὶ ἡ ῥίζα στυπτικῆς μὲν οὐκ ἀσαφῶς μετείληφε δυνάμεως, ὡς καὶ τὴν ῥέουσαν ἐπέχειν γαστέρα, διαφορητικῆς δ’ εἰς τοσοῦτον, ὡς καὶ τὰ φύματα θεραπεύειν, ὅσα γε μὴ λίαν ὑπάρχει φλεγμονώδη τε καὶ θερμά. ὁ δὲ καρπὸς τμητικῆς ἐπὶ τοσοῦτο μετέχει δυνάμεως, ὡς καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν καὶ ταῖς ἐκ θώρακός τε καὶ πνεύμονος ἀναπτύσεσι βοηθεῖν.

  76. 8.16.3.1

    [γ΄. Περὶ παπύρου.] Πάπυρος αὐτὴ μὲν καθ’ ἑαυτὴν οὐδ’ εἰς χρείαν ἰατρικὴν ἥκει. βραχεῖσα δὲ ἢ καυθεῖσα χρησίμη γίνεται. ὀξυκράτῳ μὲν οὖν ἢ οἴνῳ βραχεῖσα κολλᾷ τὰ πρόσφατα τῶν ἑλκῶν καὶ μάλιστα ἐν κύκλῳ περικειμένη. ἀλλ’ ἐνταῦθα μὲν οἷον ὕλη τίς ἐστι δεκτικὴ τῶν ἰωμένων φαρμάκων. ἐπειδὰν δὲ καυθῇ, φάρμακον ἤδη γίνεται ξηραντικὸν, ὥσπερ καὶ ἡ τέφρα τοῦ κεκαυμένου χάρτου, πλὴν ὅσον ἀσθενεστέρα ἐστὶν ἡ τῆς παπύρου.

  77. 8.16.4.1

    [δ΄. Περὶ πάνακος τοῦ Ἡρακλείου.] Πάνακες Ἡράκλειον· ἐκ τούτου καὶ ὁ καλούμενος ὀποπάναξ γίνεται τῶν ῥιζῶν αὐτοῦ καὶ τῶν καυλῶν ἐκτεμνομένων. ἔστι δὲ ὁ μὲν ὀποπάναξ αὐτὸς πολυχρηστότατος, θερμαίνων καὶ μαλάττων καὶ διαφορῶν. καὶ θείη ἄν τις αὐτὸν κατὰ μὲν τὸ θερμαίνειν ἐκ τῆς τρίτης τάξεως, κατὰ δὲ τὸ ξηραίνειν ἐκ τῆς δευτέρας. ὁ δὲ φλοιὸς τῆς ῥίζης ξηραντικόν τε ἅμα καὶ θερμαντικόν ἐστι φάρμακον, ἀλλ’ ἧττον τοῦ ὀποῦ. καὶ μέντοι τι καὶ ῥυπτικὸν ἔχει. διὸ καὶ χρώμεθ’ αὐτῷ πρός τε τὰ γυμνὰ τῶν ὀστῶν καὶ τὰ κακοηθευόμενα τῶν ἑλκῶν. ἱκανῶς γάρ ἐστι τὰ τοιαῦτα σαρκοῦντα, κᾀν τῷ ῥύπτειν τε ἅμα καὶ ξηραίνειν καὶ μὴ πάνυ σφοδρῶς θερμαίνειν, ὧν ἁπάντων δεῖ τῷ μέλλοντι σαρκοῦν, ὡς ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ἐπιδείκνυμεν. ὁ δὲ καρπὸς αὐτοῦ, θερμὸς ὢν καὶ αὐτὸς, ἐμμήνων ἀγωγόν ἐστι φάρμακον. εἴθισται δ’ οὐκ οἶδ’ ὅπως ἤδη σχεδὸν ἅπασιν οὐ πάνακες, ἀλλὰ πάνακα προσαγορεύειν τὴν πόαν ταύτην.

  78. 8.16.5.1

    [ε΄. Περὶ πάνακος τοῦ Ἀσκληπείου.] Πάνακες Ἀσκλήπειον. ἧττόν ἐστι τοῦτο θερμὸν τοῦ προγεγραμμένου πάνακος, ὅθεν αὐτῷ καὶ τοῖς ἄνθεσι καὶ τῷ καρπῷ πρὸς ἕλκη καὶ φύματα καὶ φαγεδαίνας χρῶνται μέλιτι μιγνύντες.

  79. 8.16.6.1

    [στ΄. Περὶ πάνακος τοῦ χειρωνείου.] Πάνακες χειρώνειον. καὶ τοῦτο παραπλησίας ἐστὶ τῷ προγεγραμμένῳ δυνάμεως.

  80. 8.16.7.1

    [ζ΄. Περὶ παρωνυχίας.] Παρωνυχία ὠνόμασται μὲν ἀπὸ τῆς ἐνεργείας, ἰᾶται γὰρ παρωνυχίας· ὡς δὲ Διοσκορίδης φησὶ, καὶ κηρία. δύναμις δ’ αὐτοῦ λεπτομερής τ’ ἐστὶ καὶ ξηραντικὴ καὶ ἄδηκτος. τοιαῦτα γὰρ εἶναι χρὴ ταὶ τὰ τῆς παρωνυχίας φάρμακα. δῆλον δ’ ὅτι τό γε τοιοῦτον καὶ διαφορεῖν ἱκανόν ἐστιν ἅπανθ’ ὅσα παθήματα διαφορεῖσθαι δεῖται. τοιαῦτα γάρ ἐστιν ὅσα τῆς τρίτης τάξεως ὑπάρχοντα κατά τε τὸ θερμαίνειν καὶ ξηραίνειν, ὥσπερ καὶ τοῦτο λεπτομεροῦς οὐσίας ἐστίν.

  81. 8.16.8.1

    [η΄. Περὶ πενταφύλλου.] Πεντάφυλλον. ἡ ῥίζα ξηραίνει μὲν ἰσχυρῶς, ἥκιστα δ’ ἐστὶ δριμεῖα. διὸ καὶ πολύχρηστος ὑπάρχει, καθάπερ καὶ τἄλλα πάνθ’ ὅσα λεπτομεροῦς ὄντα ξηραίνει χωρὶς δήξεως. ἔστι γὰρ καὶ ἥδε ἡ ῥίζα ξηραντικὴ μὲν ἐκ τῆς τρίτης ἤδη που τάξεως, ἥκιστα δὲ θερμότητος ἐπιφανοῦς μετέχουσα.

  82. 8.16.9.1

    [θ΄. Περὶ πέπλου.] Πέπλος, ἔνιοι δὲ μήκωνα ἀφρώδη. καὶ οὗτος ὁ θαμνίσκος ὀπὸν ἔχει παραπλησίως τοῖς τιθυμάλλοις, τῇ τε ἄλλῃ καὶ ὅτι καθαίρει, καθάπερ ἐκεῖνοι.

  83. 8.16.10.1

    [ι΄. Περὶ πεπλίου.] Πέπλιον. ὀπὸν ἔχει καὶ οὗτος ὁ θαμνίσκος, ὥσπερ καὶ οἱ τιθύμαλλοι, καὶ φύεται τὰ πολλὰ παρὰ τῇ θαλάττῃ, τὴν μὲν ῥίζαν ἄχρηστον ἔχων ὥσπερ καὶ ἡ πέπλος. ὀπὸν δὲ ἰσχυρὸν, οὐ πάνυ τι χρήσιμον οὐδ’ αὐτόν, ἀλλὰ τό γε σπέρμα χρήσιμον καὶ φυσῶδες ὁμοίως τῷ τοῦ πέπλου σπέρματι καθαῖρον.

  84. 8.16.11.1

    [ια΄. Περὶ πεπέρεως.] Πεπέρεως ἡ μὲν ῥίζα κόστῳ μάλιστα κατὰ τὴν δύναμιν ἔοικεν. ὁ δὲ καρπὸς ὁ μὲν ἄρτι βλαστάνοντος αὐτοῦ τὸ μακρόν ἐστι πέπερι, διὸ καὶ ὑγρότερον ὑπάρχει τοῦ πεπείρου. σημεῖον δὲ τῆς ὑγρότητος αὐτοῦ τό τε ῥᾳδίως ἀποτιθέμενον τιτρῶσθαι καὶ τὸ μὴ παραχρῆμα δάκνειν, ἀλλὰ μετ’ ὀλίγον μὲν ἄρχεσθαι, παραμένειν δὲ ἐπιπλέον. ὁ δ’ οἷον ὄμφαξ καρπὸς τὸ λευκόν ἐστι πέπερι, δριμύτερον ὑπάρχον τοῦ μέλανος. ἐκεῖνο γὰρ οἷον ὑπερωπτημένον ἐστὶν ἤδη καὶ ὑπερεξηραμμένον. ἀμφότερα δὲ ἰσχυρῶς θερμαίνει τε καὶ ξηραίνει.

  85. 8.16.12.1

    [ιβ΄. Περὶ περσέας.] Περσέας τὰ φύλλα στυπτικῆς μετείληφε συμμέτρως δυνάμεως, ὡς δύνασθαί ποτε καὶ τοῖς αἱμοῤῥαγοῦσι μορίοις ἐπιτίθεσθαι συμφερόντως.

  86. 8.16.13.1

    [ιγ΄. Περὶ περικλυμένου.] Περικλυμένου χρήσιμος ὅ τε καρπός ἐστι καὶ τὰ φύλλα, τμητικῆς τε ἅμα καὶ θερμαινούσης ὑπάρχοντα δυνάμεως εἰς τοσοῦτον, ὥστε καὶ τὸ οὖρον αἱματῶδες ἐργάζεσθαι, πινόμενα μέχρι πλείονος. ἐν ἀρχῇ μέντοι οὐρητικὸν μόνον ἐστὶν, ἔξωθεν δὲ μετ’ ἐλαίου συναλειφόμενον θερμαίνει. ὠφελεῖ δὲ καὶ σπληνώδεις καὶ δυσπνοοῦντας. ἡ δὲ συμμετρία τῆς πόσεως δραχμῆς μιᾶς πλῆθος σὺν οἴνῳ. ξηραίνει δὲ καὶ σπέρμα, καί τινές φασιν εἰ ἐπὶ πλέον πίνοιτο, παντάπασιν ἀγόνους γίνεσθαι τοὺς πίνοντας. ὁρίζουσι δ’ ἔνιοι καὶ προθεσμίαν ἡμερῶν ἐπὶ τῇ τοιαύτῃ πόσει, καθάπερ καὶ Διοσκορίδης ἑπτὰ καὶ τριάκοντα λέγων ἱστορεῖσθαι αὐτάς. οὗτος δὲ καὶ τὸ οὖρον αἱματῶδες γίνεσθαί φησιν ἀπὸ τῆς ἕκτης τῶν ἡμερῶν.

  87. 8.16.14.1

    [ιδ΄. Περὶ περιστερεῶνος.] Περιστερεὼν, ὠνόμασται μὲν ἀπὸ τοῦ τὰς περιστερὰς διατρίβειν ἐν αὐτῷ. δύναμιν δ’ εἰς τοσοῦτον ἔχει ξηραντικὴν, ὡς κολλᾷν τραύματα.

  88. 8.16.15.1

    [ιε΄. Περὶ πετασίτου.] Πετασίτης ἐκ τῆς τρίτης τάξεώς ἐστι τῶν ξηραινόντων, ὅθεν ἐπί τε τῶν κακοήθων καὶ φαγεδαινικῶν ἑλκῶν αὐτῇ χρῶνται.

  89. 8.16.16.1

    [ιστ΄. Περὶ πετροσελίνου.] Πετροσελίνου τὸ σπέρμα μάλιστ’ ἐστὶ χρήσιμον, οὔσης καὶ ὅλης τῆς πόας ἅμα ταῖς ῥίζαις ὁμοίας μὲν, ἀσθενεστέρας δὲ δυνάμεως. ἔστι δ’ ὥσπερ ἐν τῇ γεύσει δριμὺ μετὰ πικρότητος, οὕτω κᾀν τοῖς ἔργοις θερμὸν ἅμα τῷ τέμνειν, καὶ διὰ ταῦτα καταμήνιά τε καὶ οὖρα προτρέπει δαψιλῶς. ἔστι δὲ καὶ ἄφυσον. εἴη ἂν οὖν καὶ αὐτὸ τῆς τρίτης τάξεως τῶν θερμαινόντων τε καὶ ξηραινόντων. οἱ δ’ ἐν Κιλικίᾳ πετροσέλινον μόνον ὀνομάζουσιν τὸ ἐν τῷ Ἀμάνῳ γεννώμενον. ἔστι δὲ σμύρνιον μᾶλλον ἢ πετροσέλινον, οὐ μὴν παραλλάττει γε πολὺ τὴν πετροσελίνου δύναμιν.

  90. 8.16.17.1

    [ιζ΄. Περὶ πευκεδάνου.] Πευκεδάνου τῇ ῥίζῃ μὲν μάλιστα, χρώμεθα δὲ καὶ τῷ ὀπῷ καὶ τῷ χυλῷ. ἔστι δὲ πάντα μὲν ταῦτα τῆς αὐτῆς τῷ εἴδει δυνάμεως. ἰσχυρότερος δ’ αὐτῶν ὁ ὀπὸς ἱκανῶς θερμαίνων καὶ διαφορῶν, ὅθεν καὶ τοῖς κατὰ τὰ νεῦρα πάθεσιν ἅπασιν ἁρμόττειν πεπίστευται. καὶ τὰ κατὰ πνεύμονά τε καὶ θώρακα νοσήματα τὰ διὰ πάχος ἢ γλισχρότητα χυμῶν γινόμενα. καὶ εἴσω μὲν τοῦ σώματος λαμβανόμενος, ἀλλὰ καὶ ὀσμώμενος ὠφελεῖ. τῷ δὲ λεπτύνειν καὶ τέμνειν καὶ ὀδόντων τετρημένων ἐνίοτε παραχρῆμα τὰς ὀδύνας ἔπαυσεν, ἐντεθεὶς τῷ βρώματι, διότι λεπτομερής τ’ ἐστὶ καὶ θερμαντικός. καὶ μὲν δὴ καὶ σπλῆνας ἐσκιῤῥωμένους ὠφελεῖ τῷ τέμνειν καὶ διαφορεῖν καὶ λεπτύνειν τοὺς παχεῖς χυμούς. τῇ δὲ ῥίζῃ πρὸς ταῦτα μὲν ἔστι χρῆσθαι. καὶ λεπίδας δὲ ὀστῶν ἀφίστησι τάχιστα, διότι ξηραίνει σφοδρῶς, ἔλαττον δὲ ἢ κατὰ τὸν ὀπὸν θερμαίνουσα. καὶ τοῖς κακοήθεσιν ἕλκεσιν ἄριστόν ἐστι φάρμακον ἐπιπλαττομένη ξηρά. αὐτὴ γὰρ καθαίρει καὶ σαρκοῖ καὶ μέχρι τῶν ἐπουλώσεων ἄγει, θερμαίνουσα μὲν κατὰ τὴν δευτέραν τάξιν ἤδη που συμπληρουμένην, ξηραίνουσα δὲ κατὰ τὴν τρίτην ἀρχομένην.

  91. 8.16.18.1

    [ιη΄. Περὶ πηγάνου.] Πήγανον τὸ μὲν ἄγριον ἐκ τῆς τετάρτης ἐστὶν ἤδη τάξεως τῶν θερμαινόντων, τὸ δ’ ἥμερον ἐκ τῆς τρίτης. ἔστι δ’ οὐ μόνον δριμὺ γευόμενον, ἀλλὰ καὶ πικρὸν, ᾧ καὶ τὸ τέμνειν τε καὶ διαφορεῖν ἔχει τοὺς παχεῖς καὶ γλίσχρους χυμούς. διὰ δὲ τὴν αὐτὴν δύναμιν καὶ δι’ οὔρων κινεῖ. καὶ μὲν δὴ καὶ λεπτομερές ἐστι καὶ ἄφυσον, καὶ διὰ τοῦτο πρός τε τὰς ἐμπνευματώσεις ἁρμόττει καὶ τὰς πρὸς ἀφροδίσια προθυμίας ἐπέχει καὶ διαφορεῖ καὶ ξηραίνει γενναίως. ἔστι γὰρ τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων. ὃ δ’ ἐν τοῖς ἔμπροσθεν λόγοις μῶλυ καὶ βήσασαν ἔφαμεν ὀνομάζεσθαι, εἴη ἂν καὶ αὐτὸ πήγανον ἄγριον.

  92. 8.16.19.1

    [ιθ΄. Περὶ πίσσης.] Πίσσα ἡ μὲν ξηρὰ ξηραίνει καὶ θερμαίνει κατὰ τὴν δευτέραν ἀπόστασιν ἀπὸ τῶν συμμέτρων καὶ πλέον γε ξηραίνειν πέφυκεν ἢ θερμαίνειν. ἡ δ’ ὑγρὰ τοὔμπαλιν θερμαίνει πλέον ἢ ξηραίνει. ἔχει δέ τι καὶ λεπτομερὲς, ᾧ καὶ τοὺς ἀσθματικοὺς καὶ τοὺς ἐμπυϊκοὺς ὠφελεῖ. πλῆθος δ’ ἐκλαβεῖν ἀρκεῖ κύαθον μέλιτος μιγνύντας, ἀλλὰ καὶ ῥυπτικὸν ἔχουσί τι καὶ συμπεπτικὸν καὶ διαφορητικὸν, ὥσπερ γε καὶ κατὰ τὴν γεῦσιν ὑπόπικρόν τε καὶ δριμύ. οὕτως γέ τοι καὶ λεπροὺς ὄνυχας ἐξάγουσιν μιγνύμεναι κηρῷ καὶ λειχῆνας ἀποῤῥύπτουσι. συμπέπτουσι δὲ καὶ τοὺς σκληροὺς καὶ ἀπέπτους ὄγκους ἅπαντας ἐπεμβαλλόμεναι τοῖς καταπλάσμασιν, ἰσχυρότερα δ’ εἰς ἅπαντα τὰ τοιαῦτα ἡ ὑγρά. ἡ δὲ ξηρὰ πίττα πρὸς μὲν ταῦτα χείρων, εἰς δὲ τὰς κολλήσεις τῶν τραυμάτων ἐπιτηδειοτέρα. δῆλον οὖν ἐκ τούτων ὡς ὑγρότητος θερμῆς ἀναμέμικταί τι δαψιλὲς τῇ ὑγρᾷ πίττῃ.

  93. 8.16.20.1

    [κ΄. Περὶ πισσελαίου.] Πισσέλαιον ἐκ τῆς ὑγρᾶς γίνεται πίττης, ὅμοιον μὲν ὑπάρχον αὐτῇ τῷ γένει, λεπτομερέστερον δὲ κατὰ τὴν οὐσίαν.

  94. 8.16.21.1

    [κα΄. Περὶ πιστακίου.] Πιστάκιον. ἐν Συρίᾳ πλεῖστον γεννᾶται τοῦτο τὸ φυτόν. ὁ καρπὸς δ’ αὐτοῦ λεπτομερεστέρας πώς ἐστιν οὐσίας, ὑπόπικρόν τι καὶ ἀρωματίζον ἐχούσης. ἐκφράττει τοιγαροῦν καὶ διακαθαίρει μάλιστα μὲν τὰ καθ’ ἧπαρ, ἤδη δὲ καὶ τὰ κατὰ τὸν θώρακα καὶ πνεύμονα.

  95. 8.16.22.1

    [κβ΄. Περὶ πιτυΐδων.] Πιτυΐδες. ὀνομάζεται δ’ οὕτως ὁ καρπὸς τῶν πιτύων. ἔνιοι δὲ καταχρώμενοι καὶ τὸν τῆς πεύκης ὡσαύτως προσαγορεύουσιν, μικτῆς εἰσι δυνάμεως ὡς  ἂν καὶ στύφουσαι καὶ δριμύτητά τινα κεκτημέναι μετὰ πικρότητος. ὅθεν καὶ ταῖς ἐκ θώρακος καὶ πνεύμονος ἀναπτύσεσιν συναίρονται.

  96. 8.16.23.1

    [κγ΄. Περὶ πίτυος.] Πίτυος ὁ φλοιὸς ἐπικρατοῦσαν ἔχει τὴν στυπτικὴν δύναμιν εἰς τοσοῦτον ὡς παρατρίμματά τε καταπλαττόμενα ἰᾶσθαι κάλλιστα καὶ κοιλίαν ἐπέχειν, εἰ ποθείη. καὶ τὰ κατακαύματα δὲ ἐπουλοῖ. καὶ ὁ τῆς πεύκης δὲ φλοιὸς ὅμοιος μὲν αὐτῷ, μετριώτερος δὲ κατὰ τὴν δύναμιν. ἐν δὲ τοῖς φύλλοις ἀμφοτέρων τῶν δένδρων ὡς ἂν ὑγροτέροις οὖσι πολὺ τοῦ φλοιοῦ δύναμίς ἐστι κολλητικὴ τραυμάτων. ἐν μέντοι τῷ κώνῳ, κᾂν εἰ παραπλησία τούτοις, ἀλλ’ ἰσχυροτέρα τε ἡ δύναμίς ἐστιν, ἔν τε τῷ φλοιῷ καὶ τοῖς φύλλοις, ὡς μηδὲν ἔτι τῶν προειρημένων καλῶς δύνασθαι ποιεῖν, ἀλλ’ ἤδη τι δακνῶδες ἔχειν ἀνιαρόν. ἡ δὲ λιγνὺς ἡ ἐκ τῶν εἰρημένων πρὸς πτίλα βλέφαρα καὶ μυδρῶντας κανθοὺς καὶ περιβεβρωμένους καὶ δακρύοντάς ἐστι χρήσιμος.

  97. 8.16.24.1

    [κδ΄. Περὶ πιτυούσης.] Πιτυοῦσα. καὶ ταύτην τινὲς εἶδος εἶναι τιθυμάλλου νομίζουσιν, ὅτι τὸν ὀπὸν ἔχει καθάπερ ἐκεῖνοι καὶ ὅτι καθαίρει παραπλησίως ἐκείνοις καὶ τὰ ἄλλα πάντα κατὰ τὴν δύναμιν ἔοικεν αὐτοῖς.

  98. 8.16.25.1

    [κε΄. Περὶ πλατάνου.]΄ Πλάτανος ὑγροτέρας ἐστὶ καὶ ψυχροτέρας οὐσίας οὐ πολλῷ τινι τῶν συμμέτρων. διὰ τοῦτο καὶ τὰ φύλλα τὰ χλωρὰ λειωθέντα καὶ καταπλασθέντα τὰς ἐν γενέσει φλεγμονὰς ὀνίνησιν οὐκ ἀσαφῶς. ὁ δὲ φλοιὸς αὐτοῦ καὶ τὰ σφαιρία ξηραντικωτέρας ἤδη δυνάμεώς ἐστιν, ὡς τὸν μὲν ἐν ὄξει καθεψόμενον εἰς ὀδόντων ἀλγήματα παραλαμβάνεσθαι, τὰ δὲ σφαιρία μετὰ στέατος ἐπὶ τῶν πυρικαύτων ἑλκῶν. εἰσὶ δ’ οἳ καὶ καύσαντες τὸν φλοιὸν ξηραντικόν τε καὶ ῥυπτικὸν ἀπεργάζονται φάρμακον, ὡς μεθ’ ὕδατος μὲν ἰᾶσθαι λέπρας, αὐτὸ δὲ καθ’ ἑαυτὸ ἐπιπλαττόμενον τὰ δι’ ὑγρότητα πολλὴν ἕλκη παλαιὰ καὶ ῥυπαρά. φυλάττεσθαι δὲ τὸν ἐπὶ τοῖς φύλλοις τοῦ δένδρου χνοῦν· καὶ γὰρ τὴν ἀρτηρίαν εἰσπνευσθεὶς ἀδικεῖ, ξηραίνων τε καὶ τραχύνων σφοδρῶς, καὶ κακοῖ τὴν φωνὴν, ὥσπερ γε καὶ τὴν ὄψιν καὶ τὴν ἀκοὴν ὀφθαλμοῖς καὶ ὠσὶν ἐμπεσών.

  99. 8.16.26.1

    [κστ΄. Περὶ πολυγόνου.] Πολύγονον ἔχει μέν τι καὶ στῦφον, ἐπικρατεῖ δ’ ἐν αὐτῷ τὸ ὑδατῶδες ψυχρὸν, ὡς εἶναι κατὰ τὴν δευτέραν τάξιν ἐν τοῖς ψύχουσι φαρμάκοις, ἢ καὶ τῆς τρίτης που κατὰ τὴν ἀρχήν. ὀνίνησι γοῦν τοὺς ἐγκαιομένους τὸν στόμαχον ἔξωθεν ἐπιπλασσόμενον ψυχρὸν, ὥσπερ καὶ τὰ ἐρυσιπέλατα καὶ τὰς θερμὰς φλεγμονάς. ἅτε δὲ τοιοῦτον ὑπάρχον καὶ ἀποκρούεται ῥεύματα καὶ ταύτῃ δοκεῖ ξηραντικὸν ὑπάρχειν. διὸ καὶ τῶν ἑρπήτων ἀγαθόν ἐστιν φάρμακον, ἑλκῶν τε καὶ τῶν ἄλλων, ἐναργέστατα δὲ τῶν φλεγμονωδῶν τε καὶ ῥευματικῶν. ἔστι δὲ καὶ τῶν ἐναίμων τραυμάτων κολλητικόν. ὀνίνησι δὲ καὶ τὰ ἐν τοῖς ὠσὶν ἕλκη, κᾂν πῦον ἱκανὸν ἐν αὐτοῖς ᾖ, καὶ τοῦτο ξηραίνει. διὰ δὲ τὰς αὐτὰς δυνάμεις καὶ ῥοῦν γυναικεῖον ἵστησι καὶ δυσεντερίαν καὶ τὰς τοῦ αἵματος ἀναγωγὰς καὶ ὁποθενοῦν ἑτέρωθεν ἀμετροτέρας φοράς. φησὶ δὲ Διοσκορίδης καὶ οὖρα προκαλεῖσθαι αὐτὸ τοῖς στραγγουριῶσιν διδόμενον, οὐ μὴν διαιρεῖταί γε τὴν διάθεσιν ἀκριβῶς ἐφ’ ἧς χρὴ διδόναι. ἔστι δὲ εἰς ἅπαντα τὰ εἰρημένα τὸ ἄῤῥεν τοῦ θήλεος ἰσχυρότερον.

  100. 8.16.27.1

    [κζ΄. Περὶ πολυγάλου.] Πολύγαλον αὐστηρὰ μετρίως ἔχει τὰ φύλλα. δοκεῖ δὲ πινόμενα γάλα γεννᾷν, ὥστ’ ἐπικρατοίη ἂν ἐν αὐτῷ τὸ θερμὸν καὶ ὑγρόν.

← Previous · Next → — showing 401500 of 794

First Thousand Years of Greek. CTS URN tlg0057.tlg075.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.