De praemiis et poenis et De exsecrationibus
- 101.1
λόγιον γάρ ἐστιν ὅτι τοῖς τὰς ἱεροπρεπεῖς ἐντολὰς φυλάττουσιν ὁ μὲν οὐρανὸς ὀμβρήσει καιρίους ὑετούς, ἡ δὲ γῆ καρπῶν παντοδαπῶν οἴσει φοράν, ἡ μὲν πεδιὰς σπαρτῶν, ἡ δ’ ὀρεινὴ τῶν ἀκροδρύων, καὶ ὅτι χρόνος οὐδεὶς ἀπολειφθήσεται κενὸς εὐεργεσίας, ἀλλὰ τῷ συνεχεῖ καὶ ἐπαλλήλῳ τῶν τοῦ θεοῦ χαρίτων „καταλήψεται ὁ μὲν ἄμητος τρύγητον, καταλήψεται δὲ ὁ τρύγητος σπόρον“
- 102.1
(Lev. 26, 5), ὡς ἀνελλιπῶς καὶ ἀδιαστάτως ἀεὶ τὰ μὲν συγκομίζειν, τὰ δὲ ἐλπίζειν, ἐφεδρευόντων ἑτέροις ἑτέρων, ἵνα τοῖς πέρασι τῶν προτέρων αἱ τῶν ὑστέρων ἀρχαὶ συνάπτουσαι κύκλον τινὰ καὶ χορείαν ἀποτελῶσιν ἀνεπιδεᾶ παντὸς ἀγαθοῦ.
- 103.1
τὸ γὰρ πλῆθος τῶν γινομένων ἐξαρκέσει καὶ πρὸς τὴν παραυτίκα χρῆσιν καὶ ἀπόλαυσιν καὶ πρὸς τὴν τοῦ μέλλοντος ἄφθονον περιουσίαν, νέων ἐπακμαζόντων παλαιοῖς καὶ τὴν ἐκείνων ἔνδειαν προσαναπληρούντων· ἔστι δὲ ὅτε καὶ ὑπ’ εὐφορίας ἀλέκτου τῶν πάλαι συγκομισθέντων φροντίσει τὸ παράπαν οὐδείς, ἀλλ’ ἀταμίευτα καὶ ἀθησαύριστα καταλείψουσι τοῖς βουλομένοις ἀφέντες τὴν χρῆσιν ἀδεᾶ.
- 104.1
οἷς μὲν γὰρ ὁ ἀληθινὸς πλοῦτος ἐν οὐρανῷ κατάκειται διὰ σοφίας καὶ ὁσιότητος ἀσκηθείς, τούτοις καὶ ὁ τῶν χρημάτων ἐπὶ γῆς περιουσιάζει, προνοίᾳ καὶ ἐπιμελείᾳ θεοῦ τῶν ταμείων ἀεὶ πληρουμένων, ἐκ τοῦ τὰς ὁρμὰς τῆς διανοίας καὶ τῶν χειρῶν τὰς ἐπιβολὰς μὴ ἐμποδίζεσθαι πρὸς τὴν τῶν ἀεὶ σπουδαζομένων καλῶν κατόρθωσιν.
- 105.1
οἷς δὲ ὁ κλῆρος οὐκ ἔστιν οὐράνιος δι’ ἀσέβειαν καὶ ἀδικίαν, οὐδὲ τῶν ἐπὶ γῆς ἀγαθῶν εὐοδεῖν πέφυκεν ἡ κτῆσις· ἀλλὰ κἂν προσγένηται, τάχιστα ἀπεπήδησεν, ὡς παραγενομένη τὴν ἀρχὴν οὐκ ἐπ’ ὠφελείᾳ τῶν λαβόντων, ἀλλ’ ὑπὲρ τοῦ βαρῦναι τὴν ἀνίαν σφοδρότερον, ἥτις ἐκ τοῦ στέρεσθαι κατὰ τὸ ἀναγκαῖον ἕπεται.
- 106.1
τότε δή, φησίν, ὑπὸ τῆς ἄγαν εὐφορίας καὶ ἀφθονίας ὃ νῦν ὑπομένεις ἐργάσῃ· νῦν μὲν γὰρ μήτε τῶν νόμων μήτε τῶν πατρίων ἐθῶν αἰδῶ ποιούμενος ἀλλὰ πάντων ἀθρόως ἀλογῶν ὑστερίζεις μὲν τῶν ἀναγκαίων, θεραπεύεις δὲ τὰς τῶν δανειστῶν καὶ ὀβολοστατῶν οἰκίας ἐπὶ πολλῷ δανειζόμενος· τότε δ’, ὥσπερ ἔφην, δράσεις τοὐναντίον.
- 107.1
ὑπὸ γὰρ ἀφθόνου περιουσίας αὐτὸς ἄλλοις δανειεῖς, καὶ οὐκ ὀλίγα οὐδ’ ὀλίγοις, ἀλλὰ πολλὰ καὶ πολλοῖς, ὅλοις μὲν οὖν ἔθνεσι, πάντων καὶ τῶν κατὰ πόλιν καὶ τῶν κατὰ χώραν εὐτυχῶς ἀπαντώντων, τῶν μὲν κατὰ πόλιν ἀρχαῖς καὶ τιμαῖς καὶ εὐδοξίαις διά τε εὐδικίας καὶ εὐβουλία καὶ τοῦ διὰ λόγων καὶ πράξεων κοινωφελοῦς, τῶν δὲ κατ’ ἀγρὸν εὐφορίαις καὶ τῶν ἀναγκαίων, σίτου, οἴνου, ἐλαίου, καὶ τῶν πρὸς ἁβροδίαιτον βίον, ταῦτα δ’ ἐστὶ τὰ ἀμύθητα γένη τῶν ἀκροδρύων καὶ ἔτι βουκολίων αἰπολίων τῶν ἄλλων θρεμμάτων εὐτοκία.
- 108.1
ἀλλὰ τί τούτων ὄφελος, εἴποι τις ἄν, τῷ μὴ μέλλοντι κληρονόμους καὶ διαδόχους ἀπολιπεῖν; διὰ τοῦτο ἐπισφραγιζόμενος τὰς εὐεργεσίας φησίν· οὐδεὶς ἄγονος οὐδὲ στεῖρα γενήσεται, πάντες δὲ οἱ θεραπευταὶ θεοῦ γνήσιοι νόμον ἐκπληρώσουσι φύσεως τὸν ἐπὶ παιδοποιΐᾳ·
- 109.1
καὶ γὰρ ἄνδρες ἔσονται πατέρες καὶ πατέρες εὔπαιδες καὶ γυναῖκες ἔσονται μητέρες καὶ μητέρες εὔτεκνοι, ὡς ἕκαστον οἶκον πλήρωμα εἶναι πολυανθρώπου συγγενείας, μηδενὸς ἐλλειφθέντος ἢ μέρους ἢ ὀνόματος τῶν ὅσα ἐπιφημίζεται τοῖς προσήκουσι, καὶ πρὸς τοὺς ἄνω, γονεῖς, θείους, πάππους, καὶ πρὸς τοὺς κάτω πάλιν ὁμοίως, υἱούς, ἀδελφούς, ἀδελφιδοῦς, υἱωνούς, θυγατριδοῦς, ἀνεψιούς, ἀνεψιαδοῦς, τοὺς ἐξ αἵματος πάντας.
- 110.1
ὠκύμορος δ’ ἢ ἀτελὴς οὐδεὶς ἂν γένοιτο τῶν κοσμουμένων τοῖς νόμοις οὐδέ τινος ἡλικίας ἄμοιρος ὧν ὁ θεὸς ἔνειμεν ἀνθρώπων γένει· ἀλλ’ ἐκ βρέφους ἐπαινὼν ἑξῆς ὥσπερ δι’ ἀναβαθμῶν, τεταγμέναις χρόνων περιόδοις ἑκάστης ἡλικίας τοὺς ὁρισθέντας ἀριθμοὺς συνεκπληρώσας, ἐπὶ τὴν τελευταίαν ἀφίξεται τὴν θανάτῳ μᾶλλον δ’ ἀθανασίᾳ γειτνιῶσαν, ὁ πρὸς ἀλήθειαν εὔγηρως, εὔπαιδα καὶ πολύπαιδα οἶκον ἀνθ’ αὑτοῦ καταλιπών.
- 111.1
τοῦτ’ ἐστὶν ὅπερ εἶπέ που προθεσπίζων, ὅτι "τὸν ἀριθμὸν τῶν ἡμερῶν σου ἀναπληρώσεις“ (Exod. 23, 26), παγκάλως χρησάμενος τοῖς ὀνόμασι κυρίοις ἅμα καὶ προσφυέσιν. ὁ μὲν γὰρ ἀμαθὴς καὶ ἔκνομος „οὔτ’ ἐν λόγῳ,“ φασίν, „οὔτ’ ἐν ἀριθμῷ“, τῷ δὲ παιδείας καὶ νόμων ἱερῶν μεταποιουμένῳ πρώτη χάρις ἐστὶν ἐλλογίμῳ καὶ δοκίμῳ φανέντι μεταλαχεῖν ἀριθμοῦ καὶ τάξεως.
- 112.1
ὑπερφυῶς δὲ ἔχει καὶ ἡ πλήρωσις οὐ μηνῶν ἢ ἐνιαυτῶν ἀλλ’ ἡμερῶν, ὡς δέον ἑκάστην ἡμέραν τοῦ σπουδαίου μηδὲν ἔρημον καὶ κενὸν ἐᾶν εἰς πάροδον ἁμαρτημάτων, ἀλλὰ πᾶσι τοῖς μέρεσι καὶ διαστήμασιν ἑαυτῆς καλοκἀγαθίας πεπληρῶσθαι· κρίνεται γὰρ οὐ ποσότητι ἀλλὰ ποιότητι ἡ ἀρετὴ καὶ τὸ καλόν. ὅθεν ἰσότιμον καλῷ βίῳ σοφοῦ καὶ μίαν ἡμέραν ὑπέλαβεν εἶναι κατορθουμένην.
- 113.1
τοῦτ’ ἐστὶν ὃ καὶ ἐν ἑτέροις αἰνίττεται φάσκων εὐλογίας ἄξιον ἔσεσθαι καὶ εἰσιόντα καὶ ἐξιόντα τὸν τοιοῦτον ἄνδρα, διότι πάσαις μὲν ταῖς κινήσεσι πάσαις δὲ ταῖς σχέσεσιν ὁ σπουδαῖος ἐπαινετός, ἔνδον τε καὶ ἔξω, πολιτικὸς ὁμοῦ καὶ οἰκονόμος, ὡς τὰ μὲν ἔνδον ἐξορθοῦν οἰκονομικῶς, τὰ δ’ ἔξω πολιτικῶς, ᾗ συμφέρον ἐπανορθοῦσθαι.
- 114.1
ἐὰν μὲν οὖν εἷς ἀνὴρ τυγχάνῃ τοιοῦτος ὢν ἐν πόλει, τῆς πόλεως ὑπεράνω φανεῖται, ἐὰν δὲ πόλις, τῆς ἐν κύκλῳ χώρας, ἐὰν δὲ ἔθνος, ἐπιβήσεται πᾶσιν ἔθνεσιν ὥσπερ κεφαλὴ σώματι τοῦ περιφαίνεσθαι χάριν, οὐχ ὑπὲρ εὐδοξίας μᾶλλον ἢ τῆς τῶν ὁρώντων ὠφελείας· αἱ γὰρ συνεχεῖς τῶν καλῶν παραδειγμάτων φαντασίαι παραπλησίας εἰκόνας ἐγχαράττουσι ταῖς μὴ πάνυ σκληραῖς καὶ ἀποκρότοις ψυχαῖς.
- 115.1
ὅθεν εἴρηται πρὸς τοὺς ἐθέλοντας μιμεῖσθαι τὰ σπουδαῖα καὶ θαυμαστὰ κάλλη μὴ ἀπογινώσκειν τὴν ἀμείνω μεταβολὴν μηδὲ τὴν ὥσπερ ἐκ διασπορᾶς ψυχικῆς ἣν εἰργάσατο κακία πρὸς ἀρετὴν καὶ σοφίαν ἐπάνοδον· ἵλεως γὰρ ὅταν ᾖ ὁ θεός, ἐξευμαρίζεται πάντα.
- 116.1
γίνεται δὲ ἵλεως τοῖς αἰδουμένοις καὶ μεθορμιζομένοις ἐξ ἀκρασίας εἰς ἐγκράτειαν καὶ τὰ μὲν τῆς ὑπαιτίου ζωῆς κακίζουσι καὶ ὅσα ἐναπεμάξαντο ταῖς ψυχαῖς αἰσχρὰ εἴδωλα μυσαττομένοις, εὐδίαν δὲ παθῶν ἐζηλωκόσι καὶ γαλήνην καὶ εἰρήνην βίου μετατρέχουσι.
- 117.1
καθάπερ οὖν ἀνθρώπους ἐν ἐσχατιαῖς ἀπῳκισμένους ῥᾳδίως ἂν ἑνὶ κελεύσματι συναγάγοι ὁ θεὸς ἀπὸ περάτων εἰς ὅ τι ἂν θελήσῃ χωρίον, οὕτω καὶ τὸν νοῦν ἐξ ἄλης πολυχρονίου πάντῃ πλανηθέντα καὶ κακωθέντα πρὸς ἡδονῆς καὶ ἐπιθυμίας, δεσποινῶν ἐκτετιμημένων, ἐλεῶν ὁ σωτὴρ ἐξ ἀνοδίας εἰς ὁδὸν εὐπετῶς ἂν ἀγάγοι, ἀμεταστρεπτὶ φεύγειν διεγνωκότα φυγήν, οὐ τὴν ἐπονείδιστον λεγομένην, ἀλλὰ τὴν σωτήριον, ἣν οὐκ ἄν τις ἁμάρτοι λέγων καθόδου κρείττονα.
- 118.1
Τὰ μὲν οὖν ἐκτὸς ἀγαθὰ εἴρηται, νῖκαι κατ’ ἐχθρῶν, κράτη πολέμων, εἰρήνης βεβαιώσεις καὶ τῶν κατ’ εἰρήνην ἀγαθῶν περιουσίαι, πλοῦτοι καὶ τιμαὶ καὶ ἀρχαὶ καὶ τὰ παρεπόμενα τοῖς εὖ πράττουσιν ἐγκώμια, διὰ παντὸς στόματος καὶ φίλων καὶ δυσμενῶν ἐπαινουμένοις, τῶν μὲν διὰ φόβον, τῶν δὲ δι’ εὔνοιαν· λεκτέον δὲ καὶ τὰ τούτων οἰκειότερα, τὰ περὶ σῶμα.
- 119.1
φησὶν οὖν, ὅτι τοῖς ἀρετὴν διαπονοῦσι καὶ τοὺς ἱεροὺς νόμους ἡγεμόνας τῶν κατὰ τὸν βίον λόγων καὶ ἔργων προστησαμένοις ἰδίᾳ τε καὶ κοινῇ περιέσται τὸ εἰς ἅπαν ἄνοσον· εἰ δὲ καὶ γένοιτό τις ἀσθένεια, τοῦ μὲν κακῶσαι χάριν οὐκ ἂν γένοιτο, τοῦ δ’ ὑπομνῆσαι τὸν θνητὸν ὅτι θνητός ἐστιν, εἰς ὑπεραύχου φρονήματος κατάλυσιν καὶ βελτίωσιν ἠθῶν· ὑγείᾳ δ’ ἕψεται καὶ εὐαισθησία καὶ τὸ ἐν ἅπασι τοῖς μέρεσιν ὁλόκληρον καὶ παντελές, εἰς τὰς πρὸς ὃ γέγονεν ἕκαστον ἀκωλύτους ὑπηρεσίας.
- 120.1
ἐδικαίωσε γὰρ ὁ θεὸς γέρας τῷ σπουδαίῳ παρασχεῖν εὖ συνῳκοδομημένην καὶ συνηρμοσμένην ἐκ θεμελίων ἄχρι στέγους οἰκίαν — οἰκία δὲ ψυχῆς συμφυεστάτη σῶμα — διά τε πολλὰ τῶν εἰς τὸν βίον ἀναγκαίων καὶ χρησίμων καὶ μάλιστα διὰ τόνδε τὸν καθάρσεσι τελείαις νοῦν καθαρθέντα·
- 121.1
ὃν καὶ μύστην γεγονότα τῶν θείων τελετῶν καὶ συμπεριπολοῦντα ταῖς τῶν οὐρανίων χορείαις καὶ περιόδοις ἐγέραρεν ὁ θεὸς ἠρεμίᾳ, βουληθεὶς ἀμέθεκτον εἶναι, κηραίνοντα περὶ μηδὲν πάθος ὧν αἱ τοῦ σώματος γεννῶσιν ἀνάγκαι ἐπιτιθέμεναι κατὰ πλεονεξίαν παθῶν δυναστείας· ἢ γὰρ περιέψυξέ τι ἢ περιέφλεξε[ν οὐρανὸς] καὶ αὐχμηρὸν ἢ τοὐναντίον ῥοῶδες ἀπειργάσατο· δι’ ὧν ἁπάντων ὁ νοῦς εὐθύνειν ἀδυνατεῖ τὴν τοῦ καθ’ αὑτὸν βίου πορείαν.
- 122.1
ἐνδιαιτώμενος δὲ ὑγιεινῷ σώματι κατὰ πολλὴν εὐμάρειαν ἐνδιατρίψει καὶ ἐνσχολάσει τοῖς σοφίας θεωρήμασι, μακαρίας καὶ εὐδαίμονος ζωῆς ἐπιλαχών· οὗτός ἐστιν ὁ πολὺν ἄκρατον σπάσας τῆς εὐεργέτιδος τοῦ θεοῦ δυνάμεως καὶ λόγων ἱερῶν καὶ δογμάτων ἑστιαθείς·
- 123.1
οὗτος ᾧ φησιν ὁ προφήτης τὸν θεὸν "ἐμπεριπατεῖν" οἷα βασιλείῳ, καὶ γάρ ἐστι τῷ ὄντι βασίλειον καὶ οἶκος θεοῦ σοφοῦ διάνοια· τούτου καλεῖται θεὸς ἰδίως ὁ τῶν συμπάντων θεός, καὶ λαὸς ἐξαίρετος πάλιν οὗτος, οὐ τῶν κατὰ μέρος ἀρχόντων, ἀλλὰ τοῦ ἑνὸς καὶ πρὸς ἀλήθειαν ἄρχοντος, ἁγίου ἅγιος·
- 124.1
οὗτός ἐστιν ὁ πρὸ μικροῦ πολλαῖς μὲν ἡδοναῖς, πολλαῖς δ’ ἐπιθυμίαις, μυρίαις δ’ ἀνάγκαις κακιῶν καὶ ἐπιθυμιῶν ὑπεζευγμένος· τούτου τὰ κακὰ τῆς δουλείας συνέτριψεν ὁ θεὸς εἰς ἐλευθερίαν ἐξαιρούμενος· οὗτος ὁ μὴ ἀπαρρησιάστου τυχὼν εὐεργεσίας ἀλλὰ διαβεβοημένης καὶ περιηγγελμένης πάντῃ διὰ τὴν τοῦ προασπίζοντος ἐξουσίαν, ὑφ’ ἧς οὐχ ὑπεσύρη πρὸς τὰ οὐραῖα, ἀλλ’ ἐπὶ κεφαλὴν ἄνω παρεπέμφθη.
- 125.1
ταῦτα δ’ ἀλληγορεῖται τροπικῶς ἐξενεχθέντα· καθάπερ γὰρ ἐν ζῴῳ κεφαλὴ μὲν πρῶτον καὶ ἄριστον, οὐρὰ δ’ ὕστατον καὶ φαυλότατον, οὐ μέρος συνεκπληροῦν τὸν τῶν μελῶν ἀριθμόν, ἀλλὰ σόβησις τῶν ἐπιποτωμένων, τὸν αὐτὸν τρόπον κεφαλὴν μὲν τοῦ ἀνθρωπείου γένους ἔσεσθαί φησι τὸν σπουδαῖον εἴτε ἄνδρα εἴτε λαόν, τοὺς δὲ ἄλλους ἅπαντας οἷον μέρη σώματος ψυχούμενα ταῖς ἐν κεφαλῇ καὶ ὑπεράνω δυνάμεσιν.
- 126.1
Αὗται μὲν αἱ ὑπὲρ τῶν ἀνθρώπων τῶν ἀγαθῶν εἰσιν εὐχαὶ καὶ τοὺς νόμους ἔργοις ἐπιτελούντων, ἅς φησι τελεσφορηθήσεσθαι χάριτι τοῦ φιλοδώρου θεοῦ τὰ καλὰ διὰ τὴν πρὸς αὑτὸν ὁμοιότητα σεμνοποιοῦντος καὶ γεραίροντος· τὰς δὲ κατὰ τῶν ἐκνόμων καὶ ἀθέσμων ὁρισθείσας ἀρὰς ἐπισκεπτέον.
- 127.1
Πρώτην ἀρὰν ὡς κουφότατον κακὸν ἀναγράφει πενίαν καὶ ἔνδειαν καὶ σπάνιν τῶν ἀναγκαίων καὶ μετουσίαν παντελοῦς ἀπορίας· τὸν γὰρ σπόρον, φησίν, ἀτελῆ μὲν ὄντα δῃώσουσι, τελειωθέντα δ’ ἀμήσουσιν ἐξαίφνης ἐπελθόντες πολέμιοι, διττὴν ἐργασάμενον συμφοράν, λιμὸν μὲν φίλοις, ἐχθροῖς δὲ περιουσίαν· λυπεῖ γὰρ μᾶλλον ἢ οὐχ
- 128.1
ἧττον τῶν ἰδίων κακῶν τῶν δυσμενῶν τὰ ἀγαθά. καὶ ἡσυχαζόντων δὲ τῶν ἐχθρῶν οὐχ ἡσυχάσουσιν αἱ ἐκ φύσεως ἀργαλεώτεραι ζημίαι· σὺ μὲν γὰρ κατασπείρεις τὴν βαθύγειον τῆς πεδιάδος, ἀκρίδων δὲ νέφος ἐξαίφνης καταπτάμενον ἐκθερίσει καὶ τὰ ὑπολειφθέντα πολλοστὸν εἰς συγκομιδὴν ἔσται μέρος τῶν σπαρέντων· καὶ σὺ μὲν ἀμπελῶνα φυτεύεις δαπάναις ἀφειδέσι καὶ κακοπαθείαις ἀτρύτοις, ἃς εἰκὸς γεωπόνους ἀναδέχεσθαι, τελειωθέντα δὲ ἤδη καὶ βλαστάνοντα καὶ βρίθοντα ὑπ’ εὐφορίας σκώληκες ἐπιγενόμενοι τρυγήσουσι.
- 129.1
τοὺς ἐλαιῶνας ὅταν ἴδῃς εὐθηνοῦντας καὶ καρπῶν ἄφθονον πλῆθος, ἡσθήσῃ, ὥσπερ εἰκός, δι’ ἐλπίδα συγκομιδῆς εὐτυχοῦς, ὅταν δὲ ἄρξῃ συγκομίζειν, αἰσθήσῃ τῆς ἀτυχίας μᾶλλον ἢ τῆς ἀσεβείας· τὸ μὲν γὰρ ἔλαιον καὶ ὅσον πῖον ἐκρυήσεται σύμπαν ἀφανῶς, ὁ δ’ ἐκτὸς ὄγκος αὐτὸς εἰς ἀπάτην ψυχῆς κενὸς κενῆς ὑπολειφθήσεται. καὶ συνόλως ὅσα σπαρτὰ ἢ δένδρα καρποῖς
- 130.1
αὐτοῖς ἐξαναλωθήσεται πρὸς ἐρυσίβης. ἐφεδρεύουσι δὲ καὶ ἄλλαι συμφοραὶ δίχα τῶν εἰρημένων, ἐνδείας καὶ ἀπορίας δημιουργοί. δι’ ὧν γὰρ ἀνθρώποις ἡ φύσις ἐχορήγει τὰ ἀγαθά, στειρωθήσεται, γῆ καὶ οὐρανός, ἡ μὲν ἀμβλίσκουσα καὶ τελειογονεῖν ἀδυνατοῦσα τοὺς καρπούς, ὁ δὲ μεταβεβηκὼς εἰς ἀγονίαν, τῶν ἐτησίων ὡρῶν μὴ χειμῶνος, μὴ θέρους, μὴ ἔαρος, μὴ μετοπώρου πρὸς τὰς οἰκείας τάξεις ἀνιόντων, ἀλλ’ εἰς ἄποιον καὶ πεφορημένην σύγκρισιν βιασθέντων ἀποκριθῆναι δεσποτικοῦ κράτους ἀρχῇ. οὐ γὰρ ὄμβρος, οὐχ
- 131.1
ὑετός, οὐ λεπτὴ ψεκάς, οὐ βραχεῖα λιβάς, οὐ δρόσος, οὐκ ἄλλο τι τῶν αὔξειν δυναμένων ἐπιγενήσεται, τοὐναντίον δὲ ὅσα λυμαντικὰ μὲν φυομένων, φθοροποιὰ δὲ καρπῶν καταπεπανθέντων καὶ ἵνα μὴ τελειωθῇ παρεσκευασμένα· „θήσω“ γάρ φησι „τὸν οὐρανὸν ὑμῖν χαλκοῦν καὶ τὴν γῆν σιδηρᾶν“ (Lev. 26, 19. ξφ. δευτ. 28,23), αἰνιττόμενος τὸ μηδέτερον αὐτῶν τὰ οἰκεῖα καὶ πρὸς ἃ γέγονεν ἐπιτελέσειν ἔργα·
- 132.1
ποῦ γὰρ ἢ σίδηρος ἐσταχυηφόρησεν ἢ ὑετὸν ἤνεγκε χαλκός, ὧν χρεῖα τὰ ζῷα καὶ μάλιστα τὸ ἐπίκηρον καὶ πολλῶν ἐπιδεές, ἄνθρωπος; μηνύει δ’ οὐ μόνον ἀφορίαν καὶ τῶν ἐτησίων ὡρῶν φθοράν, ἀλλὰ καὶ πολέμων γενέσεις καὶ τῶν ἐν τούτοις ἀφορήτων καὶ ἀμυθήτων κακῶν· χαλκὸς γὰρ καὶ σίδηρος πολεμιστηρίων ὅπλων ὗλαι.
- 133.1
καὶ γῆ μέντοι κονιορτὸν οἴσει καὶ χοῦς ἄνωθεν ἐξ οὐρανοῦ καταχθήσεται βαρύτατον ἐπιφέρων καρπὸν εἰς τὴν διὰ πνίγους ἀπώλειαν, ἵνα μηδὲν παραλειφθῇ τῶν ἐπ’ ὀλέθρῳ. πολυάνθρωποι μὲν ἐρημωθήσονται συγγένειαι, κεναὶ δὲ αἱ πόλεις ἐξαπιναίως οἰκητόρων ἔσονται, μνημεῖα παλαιᾶς μὲν εὐτυχίας προσκαίρου δὲ βαρυδαιμονίας ὑπολειφθεῖσαι πρὸς νουθεσίαν τῶν δυναμένων σωφρονίζεσθαι.
- 134.1
τοσαύτη δὲ ἐφέξει σπάνις τῶν ἀναγκαίων, ὥστε ἀλλοτριωθέντες τούτων τρέψονται ἐπ’ ἀλληλοφαγίας, οὐ μόνον ὀθνείων καὶ μηδὲν προσηκόντων, ἀλλὰ καὶ τῶν οἰκειοτάτων καὶ φιλτάτων· ἅψεται γὰρ καὶ πατὴρ υἱοῦ σαρκῶν καὶ μήτηρ σπλάγχνων θυγατρὸς καὶ ἀδελφῶν ἀδελφοὶ καὶ γονέων παῖδες· ἀεὶ δὲ οἱ ἀσθενέστεροι τῶν δυνατωτέρων κακαὶ καὶ ἐπάρατοι τροφαί· τὰ Θυέστεια παιδιὰ [καὶ] συγκρινόμενα ταῖς ὑπερβολαῖς τῶν συμφορῶν, ἃς μεγαλουργήσουσιν οἱ καιροί.
- 135.1
μετὰ γὰρ τῶν ἄλλων, ὥσπερ τοῖς ἐν εὐτυχίαις ποθεινὸς ὁ βίος εἰς ἀπόλαυσιν ἀγαθῶν, οὕτως καὶ τοῖς βαρυδαίμοσιν ἐκείνοις ἔρως πολὺς ἐνιδρυθήσεται τοῦ ζῆν πρὸς ἀμέτρων καὶ ἀπαύστων κακῶν μετουσίαν, ἁπάντων ἀνιάτων. ἧττον γὰρ χαλεπὸν ἀπαλγήσαντας ἐπιτεμεῖν θανάτῳ τὰς ἀνίας, ὃ τοῖς μὴ λίαν φρενοβλαβέσιν ἔθος δρᾶν· οἱ δ’ ἐκ παραπληξίας ἐθέλοιεν ἂν καὶ μακροβιώτατοι γενέσθαι, τῆς ἀνωτάτω βαρυδαιμονίας ἀπλήστως καὶ ἀκορέστως ἔχοντες.
- 136.1
τοιαῦτα τὸ κουφότατον εἶναι δοκοῦν τῶν κακῶν, ἀπορία, προσεργάζεσθαι πέφυκεν, ὅταν θεήλατος ἐπάγηται δίκη· καὶ γὰρ εἰ χαλεπὰ ῥῖγος, δίψος, ἔνδεια τροφῆς, ἀλλ’ εὐκταιότατα γένοιτ’ ἂν ἐπὶ καιρῶν, εἰ μόνον ἀνυπέρθετον φθορὰν ἐργάσοιτο· χρονίζοντα δὲ καὶ τήκοντα ψυχήν τε καὶ σῶμα τῶν τετραγῳδημένων, ἃ δι’ ὑπερβολὰς μεμυθεῦσθαι δοκεῖ, βαρύτερα πέφυκε καινουργεῖν.
- 137.1
Δουλεία τοῖς ἐλευθέροις ἀφορητότατόν ἐστιν, ὑπὲρ ἧς σπουδάζουσιν ἀποθνῄσκειν οἱ σώφρονες ἀγωνιζόμενοι φιλοκινδύνως πρὸς τοὺς ἐπανατεινομένους δεσποτείαν· ἀφόρητον δὲ καὶ ἐχθρὸς ἄμαχος· εἰ δ’ ὁ αὐτὸς ἀμφότερα γένοιτο, δεσπότης ὁμοῦ καὶ πολέμιος, τίς ἂν ὑποσταίη τὸν τὸ μὲν δύνασθαι ἀδικεῖν ἐκ δεσποτικῆς ἐξουσίας, τὸ δὲ μηδὲν συγγινώσκειν ἐξ ἀσυμβάτου δυσμενείας περιπεποιημένον;
- 138.1
ἐχθροῖς οὖν φησι δεσπόταις εἰς τὸ ἀνηλεὲς χρήσεσθαι τοὺς ἀλογοῦντας νόμων ἱερῶν, οὐ μόνον ἐξ ἐπιθέσεως τῆς ἐκείνων ὑπαχθέντας, ἀλλὰ καὶ γνώμαις ἑκουσίοις ἐκδόντας αὑτοὺς ἕνεκα τῶν ἀβουλήτων, ἃ λιμὸς καὶ σπάνις τῶν ἀναγκαίων ἀπεργάζεται· τὰ γὰρ ἐλάττω κακὰ φυγῇ μειζόνων αἱρετὰ νομίζουσί τινες, εἰ δή τι βραχὺ τῶν εἰρημένων ἐστί.
- 139.1
δουλεύοντες γὰρ πικρῶν μὲν ἐπιταγμάτων ὑπηρεσίας ἀναδέξονται τοῖς σώμασι, πικροτέρων δὲ θεαμάτων ἀνίαις κατατεινόμενοι τὰς ψυχὰς ἀπαγορεύσουσιν· ὄψονται γὰρ ὧν συνῳκοδόμησαν ἢ κατεφύτευσαν ἢ περιεποιήσαντο κληρονόμους γεγονότας ἐχθρούς, ἀλλοτρίων ἀπολαύοντας ἀγαθῶν καὶ ἑτοίμων· ὄψονται καὶ τὰ πίονα τῶν ἰδίων θρεμμάτων εὐωχουμένους, ἱερεύοντας καὶ παραρτύοντας εἰς ἀπόλαυσιν ἡδίστην, οἱ στερόμενοι τοὺς ἀφελομένους· ὄψονται καὶ γυναῖκας, ἃς ἠγάγοντο κουριδίας ἐπὶ γνησίων παίδων σπορᾷ, σώφρονας καὶ οἰκουροὺς καὶ φιλάνδρους ἑταιρῶν τρόπον ὑβριζομένας. καὶ πρὸς μὲν ἄμυναν ὁρμήσουσιν,
- 140.1
ἔξω δὲ τοῦ σφαδᾴζειν οὐδὲν ἐργάσασθαι δυνήσονται πᾶσαν ἰσχὺν ἐκτετμημένοι καὶ ἐκνενευρισμένοι· προκείσονται γὰρ σκοποὶ τοῖς ἐθέλουσιν ἄγειν, φέρειν, ἁρπάζειν, ὑβρίζειν, τιτρώσκειν, εἰς βλάβας, εἰς αἰκίας, εἰς πανωλεθρίαν, ὡς μηδὲν ἀφεθῆναι τῶν βλημάτων κωφόν, ἀλλ’ εὔσκοπα καὶ εὔστοχα πάντα.
- 141.1
Ἐπάρατοι μὲν ἐν πόλεσι καὶ κώμαις, ἐπάρατοι δ’ ἐν οἰκίαις καὶ ἐπαύλεσιν ἔσονται· ἐπάρατος μὲν ἡ πεδιὰς καὶ ὅσα κατεβλήθη σπέρματα, ἐπάρατος δὲ ἡ βαθύγειος τῆς ὀρεινῆς καὶ ὅσα γένη δένδρων ἡμέρων· ἐπάρατοι τῶν θρεμμάτων αἱ ἀγέλαι, στειρωθήσονται γὰρ πρὸς ἀγονίαν· ἐπάρατοι πάντες οἱ καρποί, τῷ γὰρ καιριωτάτῳ τῆς ἀκμῆς ἀνεμόφθοροι γενήσονται.
- 142.1
τὰ πλήρη ταμεῖα τροφῶν καὶ χρημάτων κενωθήσεται· πόρος οὐδεὶς εὐοδήσει, τέχναι πᾶσαι, πραγματεῖαι πολύτροποι, βίων ἰδέαι μυρίων τοῖς χρωμένοις οὐδὲν ὄφελος· ἀτελεῖς γὰρ αἱ τῶν σπουδαζομένων ἐλπίδες ἔσονται καὶ συνόλως ὅτου ἐφάψονται διὰ πονηρῶν ἐπιτηδευμάτων ἢ ἔργων, ὧν κεφαλὴ καὶ τέλος ἀπόλειψις θεραπείας θεοῦ· τὰ γὰρ ἀσεβείας καὶ παρανομίας ἐπίχειρα ταῦτα.
- 143.1
Καὶ πρὸς τούτοις αἱ σωματικαὶ νόσοι μέλος ἕκαστον καὶ μέρος ἰδίᾳ κατεργαζόμεναι καὶ διεσθίουσαι καὶ πάλιν ὅλα δι’ ὅλων καταξαίνουσαι, πυρετοῖς, ῥίγεσι, φθινάσι τηκεδόσι, ψώραις ἀγρίαις, ἰκτέροις, σφακελίζουσιν ὀφθαλμοῖς, ἕλκεσιν ὑποπύοις καὶ ἑρπηνώδεσι κατὰ πάσης χεομένοις τῆς δορᾶς, κακώσεσι τῶν ἐντοσθίων, ἀνατροπαῖς στομάχου, τῶν ἐν πνεύμονι πόρων ἀποφράξεσιν ὑπὲρ τοῦ μὴ εὐοδεῖν τὴν ἀναπνοήν — πάρεσις γλώσσης, κώφωσις ὤτων, πήρωσις ὀφθαλμῶν, τῶν ἄλλων ἀμυδρότης αἰσθήσεων καὶ σύγχυσις, καίτοι δεινὰ ὄντα, συγκρινόμενα βαρυτέροις οὐ φαίνεται δεινά —,
- 144.1
τοῦ μὲν ἐν φλεψὶν αἵματος ἀποβαλόντος ὅσον ἦν ἐν αὐτῷ ζωτικόν, τοῦ δ’ ἐν ἀρτηρίαις πνεύματος τὴν ἔξωθεν ἀπὸ τοῦ συμφυοῦς ἀέρος μηκέθ’ ὁμοίως ἐπιδεχομένου σωτήριον κρᾶσιν, τῶν δὲ νεύρων ἀνεθέντων καὶ χαλασθέντων·
- 145.1
οἷς ἐπακολουθεῖ τῆς ἁρμονίας καὶ συμφωνίας τῶν μελῶν πάρεσις πρότερον πονηθέντων ἁλμυροῦ καὶ πάνυ πικροῦ φορᾷ ῥεύματος εἴσω παραδυομένου καί, ὁπότε στενοῖς ἐγκατακλεισθείη πόροις εὐμαρεῖς διεξόδους οὐκ ἔχουσι, θλιβομένου τε καὶ θλίβοντος εἰς πικρῶν καὶ δυσυπομονήτων γένεσιν ἀλγηδόνων, ἐξ ὧν φύεται τὰ ποδαγρικὰ καὶ ἀρθριτικὰ πάθη καὶ νοσήματα, πρὸς ἃ σωτήριον οὐδὲν ἐπενοήθη φάρμακον, ἀλλ’ ἔστιν ἀνθρωπίναις ἐπινοίαις ἀνίατα.
- 146.1
ταῦτα ὁρῶντες ἔνιοι καταπλαγήσονται, πῶς οἱ πρὸ μικροῦ πίονες εὔσαρκοί τε καὶ εὐεξίᾳ μάλιστα θάλλοντες οὕτως αἰφνίδιον ἐκτακέντες ῥικνοὶ γεγόνασιν ἶνες αὐτὸ μόνον καὶ λεπτὴ δορά, καὶ πῶς γυναῖκες ἁβροδίαιτοι καὶ πανάπαλοι διὰ τὴν ἐκ πρώτης ἡλικίας συναυξηθεῖσαν τρυφὴν ὑπὸ κακώσεως δεινῆς ἅμα ταῖς ψυχαῖς καὶ τὰ σώματα ἐξηγρίωνται.
- 147.1
τότε δὴ τότε διώξονται μὲν ἐχθροὶ καὶ μάχαιρα ἐκδικήσει δίκην, οἱ δ’ εἰς τὰς πόλεις καταφεύγοντες, ὅταν ἐν ἀσφαλεῖ γεγενῆσθαι νομίσωσιν, ἐλπίδος ἀπάτῃ φενακισθέντες ἡβηδὸν ἀπολοῦνται προκαταδύντες ἐνέδραις ἐχθρῶν.
- 148.1
Κἂν εἰ ἐπὶ τούτοις μὴ σωφρονίζοιντο πλαγιάζοντες καὶ τὰς ἐπ’ ἀλήθειαν ἀγούσας εὐθυτενεῖς ὁδοὺς ἐκτρεπόμενοι, δειλία καὶ φόβος ταῖς ψυχαῖς αὐτῶν ἐνιδρυθήσεται, καὶ φεύξονται μὲν οὐδενὸς διώκοντος, φήμαις δὲ οἷα φιλεῖ ψευδέσι πεσοῦνται προτροπάδην, φύλλου τε κτύπος κουφότατος δι’ ἀέρος φερόμενος τοσαύτην ἀγωνίαν καὶ πτοίαν ἐργάσεται, ὅσην ὁ τραχύτατος πόλεμος ἐκ δυνατωτέρων ἐχθρῶν, ὡς καὶ τέκνα γονέων καὶ γονεῖς τέκνων καὶ ἀδελφοὺς ἀδελφῶν ὑπεριδεῖν, ἐκ μὲν τῆς ἀλλήλων ἐπιβοηθείας ἅλωσιν προσδοκήσαντας, σωτηρίαν δ’ ἐκ τοῦ ἑαυτοὺς ἀποδιδράσκειν ἕκαστον.
- 149.1
πονηρῶν δὲ ἀνθρώπων ἀτελεῖς ἐλπίδες· μᾶλλον γὰρ ἢ οὐχ ἧττον οἱ διαπεφευγέναι δόξαντες τῶν προκαταληφθέντων ἁλώσονται. κἂν διαλάθωσι μέντοι τινές, ἐφεδρείαν δ’ ἕξουσι τῶν φύσει πολεμίων· οὗτοι δέ εἰσιν ἀγριώτατοι θῆρες ἐξ ἑαυτῶν εὐοπλοῦντες, οὓς ὁ θεὸς ἅμα τῇ πρώτῃ γενέσει τοῦ παντὸς ἐδημιούργει πρὸς ἀνθρώπων τῶν μὲν δυναμένων νουθετεῖσθαι φόβον τῶν δὲ ἀνιάτως ἐχόντων ἀπαραίτητον δίκην.
- 150.1
ἀπιστήσουσι μὲν οἱ θεασάμενοι τὰς αὐτοῖς θεμελίοις ἀναιρεθείσας πόλεις, εἰ πώποτε ᾠκίσθησαν· ἐν εἴδει δὲ παροιμίας θήσονται τὰς ἐκ λαμπρῶν εὐτυχημάτων ἐξαπιναίους κακοπραγίας, ὅσαι καὶ ἀνεγράφησαν καί εἰσιν ἄγραφοι.
- 151.1
παρελεύσονται καὶ μέχρι σπλάγχνων αἱ τηκεδόνες ἀθυμίας τε καὶ ἀδημονίας ἐμποιοῦσαι σὺν ἐκθλίψει. ζωὴν ἀνίδρυτον καὶ κρεμαμένην ὥσπερ ἐξ ἀγχόνης ἐργάσονται φόβου διαδοχαὶ μεθ’ ἡμέραν τε καὶ νύκτωρ τὴν ψυχὴν ἄνω καὶ κάτω κλονοῦσαι, ὡς πρωΐας μὲν ἑσπέραν ἑσπέρας δὲ ὄρθρον εὔχεσθαι διὰ τὰς καὶ ἐγρηγορότων κακώσεις ἐμφανεῖς καὶ κοιμωμένων ἐξ ὀνειράτων ἀποτροπαίους φαντασίας.
- 152.1
ὁ μὲν ἔπηλυς ἄνω ταῖς εὐτυχίαις μετέωρος ἀρθεὶς περίβλεπτος ἔσται, θαυμαζόμενος καὶ μακαριζόμενος ἐπὶ δυσὶ τοῖς καλλίστοις, τῷ τε αὐτομολῆσαι πρὸς θεὸν καὶ τῷ γέρας λαβεῖν οἰκειότατον τὴν ἐν οὐρανῷ τάξιν βεβαίαν, ἣν οὐ θέμις εἰπεῖν, ὁ δ’ εὐπατρίδης παρακόψας τὸ νόμισμα τῆς εὐγενείας ὑποσυρήσεται κατωτάτω πρὸς αὐτὸν τάρταρον καὶ βαθὺ σκότος ἐνεχθείς, ἵνα ταῦτα ὁρῶντες τὰ παραδείγματα πάντες ἄνθρωποι σωφρονίζωνται, μανθάνοντες ὅτι τὴν ἐκ δυσγενείας ἀρετὴν φυομένην θεὸς ἀσπάζεται, τὰς μὲν ῥίζας ἐῶν χαίρειν, τὸ δὲ στελεχωθὲν ἔρνος, ὅτι μετέβαλεν ἡμερωθὲν πρὸς εὐκαρπίαν, ἀποδεχόμενος.
- 153.1
Οὕτως καθάπερ ὑπὸ πυρὸς δαπανηθεισῶν τῶν πόλεων καὶ τῆς χώρας ἐρημωθείσης, ἄρξεταί ποτε διαπνεῖν καὶ ἀνακύπτειν ἡ πολλὰ γυμνασθεῖσα καὶ τραχηλισθεῖσα γῆ πρὸς οἰκητόρων ἀφορήτου βίας, οἳ τὰς παρθένους ἑβδομάδας ὑπερορίους καὶ τῆς χώρας καὶ τῆς αὑτῶν διανοίας ἀπήλασαν. μόνας γὰρ ἢ τό γε ἀσφαλέστερον εἰπεῖν πρώτας ἀνέδειξεν ἑορτὰς ἡ φύσις τὰς ἑβδομάδας ἡμερῶν τε καὶ ἐνιαυτῶν, πρὸς ἀνάπαυλαν ἀνθρώποις μὲν τὰς ἡμερῶν, τῇ δὲ χώρᾳ τὰς ἐνιαυτῶν.
- 154.1
οἱ δ’ ὅλον τοῦτον παρακαλυψάμενοι τὸν νόμον, τοὺς ἅλας, τὰς σπονδάς, τὸν ἐλέου βωμόν, τὴν κοινὴν ἑστίαν, ἐξ ὧν φιλία καὶ ὁμόνοια ἡρμόζετο — πάντα γὰρ δι’ ἑβδομάδος καὶ ἑβδομάς —, ἐβάρυναν μὲν ἀνθρώπους ἀσθενεστέρους οἱ δυνατώτεροι συνεχέσι καὶ ἀδιαστάτοις ἐπιτάγμασιν, ἐβάρυναν δὲ καὶ τὰς ἀρούρας ἀεὶ κέρδη μεταδιώκοντες ἐκ πλεονεξιῶν ἄδικα, ταῖς ἐπιθυμίαις ἐφιστάντες ἀχαλίνους καὶ ἀδίκους ὁρμὰς εἰς τὸ ἀκόρεστον.
- 155.1
ἀντὶ γὰρ τοῦ παρασχεῖν μὲν ἀνθρώποις, κατὰ τὸν ἀψευδέστατον λόγον ἀδελφοῖς, ὧν μία μήτηρ ἡ κοινὴ φύσις, τὰς προστεταγμένας δι’ ἓξ ἡμερῶν ἐκεχειρίας, παρέχειν δὲ καὶ τῇ χώρᾳ τὰς δι’ ἓξ ἐνιαυτῶν ἀνέσεις μήτε σποραῖς μήτε φυτείαις βαρύνοντας, ἵνα μὴ καμάτοις ἐπαλλήλοις ἀπαγορεύσῃ,
- 156.1
ἀμελήσαντες τουτωνὶ τῶν χρηστῶν παραινέσεων εἰς ἡμερότητα προκαλουμένων τὰ μὲν σώματα καὶ τὰς ψυχὰς ὧν ἐδύναντο πάντων ἀνάγκαις ἀτρύτοις ἐπίεσαν, τῆς βαθυγείου δὲ τὴν ἰσχὺν ὑπετέμοντο φοραῖς ταῖς ὑπὲρ δύναμιν ἀπλήστως προσοδευόμενοι καὶ δασμοῖς οὐκ ἐτησίοις μόνον ἀλλὰ καὶ ἐφημέροις ὅλην δι’ ὅλων ἐκτραχηλίζοντες.
- 157.1
ὑπὲρ ὧν οἱ μὲν τὰς λεχθείσας ἀρὰς καὶ δίκας ἀναπλήσουσιν, ἡ δ’ ἐκνευρισθεῖσα χώρα καὶ μυρίας ὑπομείνασα κακώσεις, ἀποφορτισαμένη τὸ τῶν ἀσεβῶν οἰκητόρων ἄχθος, ἐπελαφρισθήσεται· καὶ ὅταν ἐν κύκλῳ περιβλεψαμένη μηδένα θεάσηται τῶν καθελόντων αὐτῆς τὸ μεγαλαύχημα καὶ ἀξίωμα, ἀλλὰ κενὰς μὲν αὐτῆς τὰς ἀγορὰς θορύβων καὶ πολέμων καὶ ἀδικημάτων, πλήρεις δὲ ἡσυχίας καὶ εἰρήνης καὶ δικαιοσύνης, ἀνηβήσει καὶ ἐπακμάσει καὶ τοὺς τῶν ἱερῶν ἑβδομάδων καιροὺς ἑορτώδεις ἠρεμήσει καὶ ἀναπαύσεται συλλεγομένη καθάπερ ἀθλητὴς προηγωνισμένος δύναμιν.
- 158.1
εἶθ’ οἷα μήτηρ φιλόστοργος οἰκτιεῖται μὲν υἱοὺς καὶ θυγατέρας οὓς ἀπέβαλεν, οἳ καὶ ἀποθανόντες καὶ ζῶντες ἔτι μᾶλλον ὀδύναι τοῖς τοκεῦσιν ἐγένοντο· πάλιν δὲ νεάσασα εὐφορήσει καὶ τέξεται γενεὰν ἀνεπίληπτον, ἐπανόρθωμα τῆς προτέρας· ἡ γὰρ ἔρημος, ᾗ φησιν ὁ προφήτης, εὔτεκνός τε καὶ πολύπαις, ὅπερ λόγιον καὶ ἐπὶ ψυχῆς ἀλληγορεῖται.
- 159.1
πολλὴ μὲν γὰρ ὅταν ᾖ, παθῶν καὶ κακιῶν ἀνάπλεως, οἷα περικεχυμένων αὐτῇ τέκνων, ἡδονῶν, ἐπιθυμιῶν, ἀφροσύνης, ἀκολασίας, ἀδικίας, ἀσθενεῖ καὶ νοσεῖ καὶ ἐπικήρως ἔχουσα θανατᾷ, στειρωθεῖσα δὲ καὶ ἀγονήσασα τούτων ἢ καὶ ἀποβαλοῦσα ἀθρόα γίνεται μὲν ἐκ μεταβολῆς ἁγνὴ παρθένος,
- 160.1
παραδεξαμένη δὲ τὸν θεῖον σπόρον διαπλάττει καὶ ζῳογονεῖ περιμαχήτους φύσεις, θαυμαστὰ κάλλη, φρόνησιν, ἀνδρείαν, σωφροσύνην, δικαιοσύνην, ὁσιότητα, εὐσέβειαν, τὰς ἄλλας ἀρετάς τε καὶ εὐπαθείας, ὧν οὐ μόνον ἡ γένεσις εὔτεκνος ἀγαθόν, ἀλλὰ καὶ ἡ προσδοκία τῆς γενέσεως ἐλπίδι προγανοῦσα τὴν ἀσθένειαν.
- 161.1
ἐλπὶς δὲ χαρὰ πρὸ χαρᾶς ἐστιν, εἰ καὶ ἐνδεὴς παρὰ τελείαν, ἀλλά τοι τῆς ἐπιγινομένης καθ’ ἑκάτερα βελτίων, ὅτι τε τὸ αὐχμηρὸν ἀναχαλᾷ καὶ λιπαίνει τῶν φροντίδων καὶ ὅτι φθάνουσα τὸ μέλλον καὶ πλῆρες ἀγαθὸν εὐαγγελίζεται.
- 162.1
Τὰς μὲν οὖν ἀρὰς καὶ τιμωρίας, ἃς ὑπομένειν ἄξιον τοὺς τῶν ἱερῶν νόμων δικαιοσύνης καὶ εὐσεβείας ὑπερορῶντας καὶ ταῖς πολυθέοις δόξαις ὑπαχθέντας, ὧν ἀθεότης τὸ τέλος, λήθῃ τῆς συγγενοῦς καὶ πατρίου διδασκαλίας, ἣν ἐκ πρώτης ἡλικίας ἐπαιδεύθησαν τὴν τοῦ ἑνὸς φύσιν τὸν ἀνωτάτω νομίζειν θεόν, ᾧ δεῖ μόνῳ προσκεκληρῶσθαι τοὺς ἄπλαστον ἀλήθειαν ἀντὶ πεπλασμένων μύθων μεταδιώκοντας, οὐδὲν ὑποστειλάμενος δεδήλωκα.
- 163.1
ἐὰν μέντοι μὴ ἐπ’ ὀλέθρῳ δέξωνται τὰς δυνάμεις μᾶλλον ἢ νουθεσίᾳ καὶ καταιδεσθέντες ὅλῃ ψυχῇ μεταβάλωσι, κακίσαντες μὲν αὑτοὺς τῆς πλάνης, ἐξαγορεύσαντες δὲ καὶ ὁμολογήσαντες ὅσα ἥμαρτον καθ’ αὑτοὺς διανοίᾳ κεκαθαρμένῃ τὸ πρῶτον εἰς τὸ τοῦ συνειδότος ἀψευδὲς καὶ ἀνύπουλον, ἔπειτα καὶ γλώττῃ πρὸς βελτίωσιν τῶν ἀκουόντων, εὐμενείας τεύξονται τῆς τοῦ σωτῆρος καὶ ἵλεω θεοῦ τῷ γένει τῶν ἀνθρώπων ἐξαίρετον παρασχομένου καὶ μεγίστην δωρεάν, τὴν πρὸς τὸν αὐτοῦ λόγον συγγένειαν, ἀφ’ οὗ καθάπερ ἀρχετύπου γέγονεν ὁ ἀνθρώπινος νοῦς·
- 164.1
κἂν γὰρ ἐν ἐσχατιαῖς ὦσι γῆς δουλεύοντες παρὰ τοῖς αἰχμαλώτους αὐτοὺς ἀπάγουσιν ἐχθροῖς, ὥσπερ ἀφ’ ἑνὸς συνθήματος ἡμέρᾳ μιᾷ πάντες ἐλευθερωθήσονται, τῆς ἀθρόας πρὸς ἀρετὴν μεταβολῆς κατάπληξιν ἐργασαμένης τοῖς δεσπόταις· μεθήσονται γὰρ αὐτοὺς αἰδεσθέντες
- 165.1
κρειττόνων ἄρχειν. ὅταν δὲ τύχωσι τῆς ἀπροσδοκήτου ταύτης ἐλευθερίας, οἱ πρὸ μικροῦ σποράδες ἐν Ἑλλάδι καὶ βαρβάρῳ κατὰ νήσους καὶ κατὰ ἠπείρους ἀναστάντες ὁρμῇ μιᾷ πρὸς ἕνα συντενοῦσιν ἀλλαχόθεν ἄλλοι τὸν ἀποδειχθέντα χῶρον, ξεναγούμενοι πρός τινος θειοτέρας ἢ κατὰ φύσιν ἀνθρωπίνην ὄψεως, ἀδήλου μὲν ἑτέροις, μόνοις δὲ τοῖς ἀνασῳζομένοις ἐμφανοῦς,
- 166.1
τρισὶ χρησάμενοι παρακλήτοις τῶν πρὸς τὸν πατέρα καταλλαγῶν, ἑνὶ μὲν ἐπιεικείᾳ καὶ χρηστότητι τοῦ παρακαλουμένου συγγνώμην πρὸ τιμωρίας ἀεὶ τιθέντος, δευτέρῳ δὲ τῇ τῶν ἀρχηγετῶν τοῦ ἔθνους ὁσιότητι, ὅτι ταῖς ἀφειμέναις σωμάτων ψυχαῖς ἄπλαστον καὶ γυμνὴν ἐνδεικνύμενοι πρὸς τὸν ἄρχοντα θεραπείαν τὰς ὑπὲρ υἱῶν καὶ θυγατέρων ἱκετείας οὐκ ἀτελεῖς εἰώθασι ποιεῖσθαι, γέρας αὐτοῖς παρέχοντος τοῦ πατρὸς τὸ ἐπήκοον ἐν εὐχαῖς,
- 167.1
τρίτῳ δὲ δι’ ὃ μάλιστα καὶ ἡ τῶν λεχθέντων εὐμένεια φθάνει προαπαντῶσα, τοῦτο δέ ἐστι βελτίωσις τῶν ἀγομένων εἰς σπονδὰς καὶ συμβάσεις, οἳ μόλις ἐξ ἀνοδίας εἰς ὁδὸν ἐδυνήθησαν ἐλθεῖν, ἧς τὸ πέρας οὐδὲν ἕτερον ἢ εὐαρεστεῖν τῷ θεῷ καθάπερ υἱοὺς πατρί.
- 168.1
παραγενομένων δὲ πολισθήσονται πάλιν αἱ ἐρείπιοι γενόμεναι πρὸ μικροῦ καὶ ἡ ἔρημος οἰκισθήσεται καὶ ἡ στειρωθεῖσα γῆ μεταβαλεῖ πρὸς εὐγονίαν· αἵ τε πατέρων καὶ προγόνων εὐτυχίαι βραχὺ μέρος εἶναι νομισθήσονται διὰ τὰς ἀφθόνους τῶν ἐν χερσὶ περιουσίας, αἳ καθάπερ ἀπ’ ἀενάων πηγῶν τῶν τοῦ θεοῦ χαρίτων ῥέουσαι βαθὺν πλοῦτον ἰδίᾳ τε ἑκάστῳ καὶ πᾶσι κοινῇ περιποιήσουσι φθόνου κρείττονα.
- 169.1
μεταβολὴ δὲ πάντων ἐξαπιναίως ἔσται· τρέψει γὰρ ὁ θεὸς τὰς ἀρὰς ἐπὶ τοὺς τῶν μετανενοηκότων ἐχθρούς, οἵτινες κακοπραγίαις τοῦ ἔθνους ἐφήδοντο κατακερτομοῦντες καὶ ἐπιχλευάζοντες, ὡς αὐτοὶ μὲν ἀκαθαίρετον ἕξοντες κλῆρον εὐτυχίας, ὃν παισὶ καὶ ἐκγόνοις κατὰ διαδοχὴν ἀπολείψειν ἤλπισαν, αἰεὶ δὲ ἐποψόμενοι τοὺς ἀντιπάλους ἐν βεβαίῳ καὶ ἀκλινεῖ δυστυχίᾳ ταμιευθησομένῃ καὶ ταῖς ἔπειτα γενεαῖς,
- 170.1
ὑπὸ φρενοβλαβείας οὐ συνιέντες ὅτι καὶ τῆς πρὸ μικροῦ λαμπρότητος ἀπέλαυσαν οὐ δι’ αὑτοὺς ἀλλὰ διὰ νουθεσίαν ἑτέρων, οἷς τὰ πάτρια καταλύσασι φάρμακον ἀνευρέθη σωτήριον, λύπη, τὰ τῶν δυσμενῶν ἀγαθὰ περιαλγήσασι· κλαύσαντες οὖν καὶ στενάξαντες τὴν ἰδίαν τροπὴν ἐπὶ τὴν ἀρχαίαν καὶ προγονικὴν ἀνακάμψουσιν εὐτυχίαν διαυλοδρομήσαντες, οἷς μὴ εἰς ἅπαν ἐξοκεῖλαι συνέβη.
- 171.1
οἱ δὲ γελάσαντες τὰς ὀλοφύρσεις ἐκείνων καὶ δημοτελεῖς ἑορτὰς ἄγειν ψηφισάμενοι τὰς ἀποφράδας αὐτῶν καὶ τὰ πένθη κατευωχηθέντες καὶ συνόλως τὴν ἑτέρων κακοδαιμονίαν εὐδαιμονήσαντες, ὅταν ἄρξωνται κομίζεσθαι τὰ ἐπίχειρα τῆς ὠμότητος, αἰσθήσονται διότι οὐκ εἰς ἀφανεῖς καὶ ἠμελημένους ἐξημάρτανον, ἀλλ’ εἰς εὐπατρίδας ἔχοντας ἐναύσματα τῆς εὐγενείας, ἀφ’ ὧν ἀναρριπισθέντων ἐξέλαμψεν ἡ πρὸ μικροῦ σβεσθεῖσα εὔκλεια.
- 172.1
καθάπερ γὰρ ὑποτμηθέντων τῶν στελεχῶν, ὅταν μὴ ἀφαιρεθῶσιν αἱ ῥίζαι, νέα ἔρνη βλαστάνει, ὑφ’ ὧν τὰ γεράνδρυα παρευημερεῖται, τὸν αὐτὸν τρόπον καὶ ἐν ψυχαῖς βραχυτάτου σπέρματος τῶν εἰς ἀρετὴν ὑπολειφθέντος, ἄλλων περιαιρεθέντων, οὐδὲν ἧττον ἀπὸ τοῦ βραχέος φύεται τὰ τιμιώτατα καὶ κάλλιστα τῶν ἐν ἀνθρώποις, δι’ ἃ πάλιν εὐανδροῦσαι [αἱ] πόλεις συνοικίζονται καὶ ἔθνη πρὸς πολυανθρωπίαν ἐπιδίδωσιν.
← Previous — showing 101–172 of 172
First Thousand Years of Greek. CTS URN tlg0018.tlg026.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.