Ancient Textssearch the texts themselves, not just their titles

← Library

De praemiis et poenis et De exsecrationibus

First Thousand Years of Greek · First Thousand Years of Greek · 172 sections

  1. 1.1

    Τῶν μὲν οὖν διὰ τοῦ προφήτου Μωυσέως λογίων τρεῖς ἰδέας εἶναι συμβέβηκε, τὴν μὲν περὶ κοσμοποιίας, τὴν δὲ ἱστορικήν, τὴν δὲ τρίτην νομοθετικήν. ἡ μὲν οὖν κοσμοποιία παγκάλως πᾶσα καὶ θεοπρεπῶς μεμήνυται, λαβοῦσα τὴν ἀρχὴν ἀπὸ γενέσεως οὐρανοῦ καὶ λήξασα εἰς ἀνθρώπου κατασκευήν· ὁ μὲν γὰρ ἀφθάρτων τελειότατος, ὁ δὲ θνητῶν. ἀθάνατα δὲ καὶ θνητὰ ἐν γενέσει συνυφαίνων ὁ ποιητὴς εἰργάσατο τὸν κόσμον, τὰ μὲν [γενόμενα] ὡς ἡγεμονικά, τὰ δ’ ὡς ὑπήκοα [καὶ] γενησόμενα.

  2. 2.1

    τὸ δὲ ἱστορικὸν μέρος ἀναγραφὴ βίων ἐστὶ σπουδαίων καὶ πονηρῶν καὶ τὰ ὁρισθέντα ἑκατέροις ἐπιτίμια καὶ γέρα ἐν ἑκάσταις γενεαῖς. τοῦ δὲ νομοθετικοῦ τὸ μὲν καθολικωτέραν ὑπόθεσιν ἔχει, τὸ δ’ ἕτερον τῶν κατὰ μέρος νομίμων εἰσὶν ἐντολαί· κεφάλαια μὲν δέκα, ἅπερ λέγεται κεχρησμῳδῆσθαι οὐ δι’ ἑρμηνέως ἀλλ’ ἐν τῷ ὑψώματι τοῦ ἀέρος σχηματιζόμενα καὶ ἄρθρωσιν ἔχοντα λογικήν, τὰ δ’ ἄλλα τὰ κατ’ εἶδος [μέρη] διὰ τοῦ προφήτου θεσπισθέντα.

  3. 3.1

    περὶ ὧν ἁπάντων ὅσα καιρὸς ἐν ταῖς προτέραις συντάξεσι διεξελθὼν καὶ προσέτι τῶν ἀρετῶν ἃς ἀπένειμεν εἰρήνῃ τε καὶ πολέμῳ μέτειμι κατὰ τὸ ἀκόλουθον ἐπὶ τὰ προτεθέντα καὶ τοῖς ἀγαθοῖς ἆθλα καὶ τοῖς πονηροῖς ἐπιτίμια.

  4. 4.1

    συνασκήσας γὰρ ὑφηγήσεσι καὶ προτροπαῖς μαλακωτέραις καὶ πάλιν ἐπανατάσεσι καὶ νουθεσίαις ἐμβριθεστέραις τοὺς κατ’ αὐτὸν πολιτευομένους ἐκάλεσεν εἰς τὴν ὧν ἐπαιδεύθησαν ἐπίδειξιν· οἱ δὲ παρελθόντες ὥσπερ εἰς ἱερὸν ἀγῶνα γυμνὴν τὴν ἑαυτῶν προαίρεσιν ἀνέφηναν εἰς ἐναργέστατον ἔλεγχον τῆς ἀληθείας.

  5. 5.1

    εἶτα οἱ μὲν ἀθληταὶ τῷ ὄντι ἀρετῆς ἀνευρίσκοντο μὴ ψεύσαντες τῆς ἐπ’ αὐτοῖς χρηστῆς ἐλπίδος τοὺς ἀλείπτας νόμους, οἱ δὲ ἄνανδροι καὶ ἀγεννεῖς ὑπὸ τῆς ἐμφύτου μαλακίας τὰς ψυχάς, πρὶν ἢ δυνατώτερόν τι ἀντιβιάσασθαι, προκαταπίπτοντες αἰσχύνη καὶ γέλως θεατῶν ἐγίνοντο.

  6. 6.1

    δι’ ἣν αἰτίαν οἱ μὲν βραβείων καὶ κηρυγμάτων καὶ τῶν ἄλλων ὅσα νικῶσι δίδοται μετελάμβανον, οἱ δὲ οὐκ ἀστεφάνωτοι μόνον ἀπῄεσαν, ἀλλὰ καὶ ἧτταν ἐπονείδιστον ἐνδεξάμενοι τῶν ἐν τοῖς γυμνικοῖς ἀγῶσιν ἀργαλεωτέραν· ἐκεῖ μὲν γὰρ ἀθλητῶν σώματα κλίνεται ῥᾳδίως ὀρθοῦσθαι δυνάμενα, ἐνταῦθα δὲ ὅλοι βίοι πίπτουσιν, οὓς ἅπαξ ἀνατραπέντας μόλις ἔστιν ἀνεγεῖραι.

  7. 7.1

    Τῆς δὲ προνομίας καὶ τιμῆς καὶ τοὐναντίον κολάσεως τάξεις ἐναρμονίους ὑφηγεῖται, κατ’ ἄνδρας, κατ’ οἴκους, κατὰ πόλεις, κατὰ χώρας καὶ ἔθνη, κατὰ κλίματα γῆς μεγάλα. πρότερον δ’ ἐρευνητέον τὰ ἐπὶ τιμαῖς, ἐπειδὴ καὶ λυσιτελέστερα καὶ ἡδίω πρὸς ἀκρόασιν, ἀρχὴν λαμβάνοντας τὴν ἀφ’ ἑνὸς ἑκάστου τῶν ἐν μέρει.

  8. 8.1

    φασὶ τὸν παλαιὸν ἐκεῖνον Τριπτόλεμον Ἕλληνες ἀρθέντα μετέωρον ἐπὶ πτηνῶν δρακόντων τὸν τοῦ σίτου καρπὸν εἰς ἅπασαν τὴν γῆν κατασπείρειν, ἀντὶ βαλανηφαγίας ἵν’ ἔχῃ τὸ ἀνθρώπων γένος ἥμερον καὶ ὠφέλιμον καὶ ἡδίστην τροφήν. τοῦτο μὲν οὖν ὥσπερ πολλὰ καὶ ἄλλα τοῖς εἰωθόσι τερατεύεσθαι μύθου πλάσμα ὂν ἀπολελείφθω σοφιστείαν πρὸ σοφίας καὶ γοητείαν πρὸ ἀληθείας ἐπιτετηδευκόσιν.

  9. 9.1

    ἐξ ἀρχῆς γὰρ ἅμα τῇ πρώτῃ γενέσει τῶν ὅλων ὁ θεὸς προευτρεπίσατο τὰ ἐπιτήδεια πᾶσι τοῖς ζῴοις ἐκ γῆς ἀνείς, καὶ μάλιστα τῷ γένει τῷ ἀνθρώπων, ᾧ τὴν ἐφ’ ἅπασι τοῖς γηγενέσιν ἡγεμονίαν ἐχαρίζετο. τῶν γὰρ θείων ἔργων οὐδὲν ὀψίγονον, ἀλλὰ καὶ ὅσα τέχναις καὶ ἐπιμελείαις ὕστερον τελειοῦσθαι δοκεῖ, πάντως ἡμίεργα προϋπόκειται προμηθείᾳ φύσεως, ὡς μὴ ἀπὸ σκοποῦ τὰς μαθήσεις ἀναμνήσεις εἶναι λέγεσθαι.

  10. 10.1

    ταῦτα μὲν οὖν ὑπερκείσθω· τὴν δ’ ἀναγκαιοτάτην σπορὰν ἐπισκεπτέον, ἣν ὁ ποιητὴς ἐν ἀρετώσῃ χώρᾳ κατέσπειρε, λογικῇ ψυχῇ.

  11. 11.1

    ταύτης δ’ ὁ πρῶτος σπόρος ἐστὶν ἐλπίς, ἡ πηγὴ τῶν βίων. ἐλπίδι μὲν γὰρ κέρδους ὁ χρηματιστὴς ἐπαποδύεται πολυτρόποις ἰδέαις πορισμῶν, ἐλπίδι δ’ ὁ ναύκληρος εὐπλοίας περαιοῦται τὰ μακρὰ πελάγη· ἐλπίδι δόξης καὶ ὁ φιλότιμος αἱρεῖται πολιτείαν καὶ κοινῶν πραγμάτων ἐπιμέλειαν· δι’ ἐλπίδα βραβείων καὶ στεφάνων καὶ οἱ τῶν σωμάτων ἀσκηταὶ τοὺς γυμνικοὺς ἀγῶνας διαθλοῦσιν· ἐλπὶς εὐδαιμονίας καὶ τοὺς ἀρετῆς ζηλωτὰς ἐπαίρει φιλοσοφεῖν, ὡς ταύτῃ δυνησομένους καὶ τὴν τῶν ὄντων φύσιν ἰδεῖν καὶ δρᾶσαι τὰ ἀκόλουθα πρὸς τὴν τῶν ἀρίστων βίων θεωρητικοῦ τε καὶ πρακτικοῦ τελείωσιν, ὧν ὁ τυχὼν εὐθύς ἐστιν εὐδαίμων.

  12. 12.1

    ἔνιοι μὲν οὖν τὰ ἐλπίδος σπέρματα ἢ ὡς πολέμιοι τὰς ἐν τῇ ψυχῇ κακίας ζωπυρήσαντες ἐνέπρησαν ἢ ὡς ἀμελεῖς τέχνης τῆς γεωργικῆς ὑπὸ ῥᾳθυμίας διέφθειραν. εἰσὶ δ’ οἳ καὶ δόξαντες ἐπιμελεῖσθαι, φιλαυτίαν πρὸ εὐσεβείας ἀσπασάμενοι, τὰς αἰτίας τῶν κατορθωμάτων ἀνέθηκαν ἑαυτοῖς.

  13. 13.1

    ὑπαίτιοι δὲ πάντες οὗτοι· μόνος δ’ ἀποδοχῆς ἄξιος ὁ ἀναθεὶς τὴν ἐλπίδα θεῷ καὶ ὡς αἰτίῳ τῆς γενέσεως αὐτῆς καὶ ὡς ἀσινῆ καὶ ἀδιάφθορον ἱκανῷ μόνῳ διαφυλάξαι. τί οὖν ἆθλον πρόκειται τῷ στεφανωθέντι τὸν ἀγῶνα τοῦτον; τὸ μικτὸν ἐκ θνητῆς καὶ ἀθανάτου φύσεως ζῷον, ὁ ἄνθρωπος, οὔθ’ ὁ αὐτὸς οὔθ’ ἕτερος ὢν τοῦ λαβόντος.

  14. 14.1

    τοῦτον Χαλδαῖοι μὲν προσονομάζουσιν Ἐνώς, εἰς δ’ Ἑλλάδα γλῶτταν μεταληφθείς ἐστιν ἄνθρωπος, τὸ κοινὸν ὄνομα τοῦ γένους ἴδιον λαβών, ἆθλον ἐξαίρετον, ὡς δέον μηδένα νομίζεσθαι τὸ παράπαν ἄνθρωπον, ὃς ἂν μὴ ἐπὶ θεὸν ἐλπίζῃ.

  15. 15.1

    Μετὰ δὲ τὴν ἐλπίδος νίκην ἀγὼν δεύτερός ἐστιν, ἐν ᾧ μετάνοια ἀγωνίζεται τῆς μὲν ἀτρέπτου καὶ ἀμεταβλήτου καὶ ἀεὶ κατὰ ταὐτὰ καὶ ὡσαύτως ἐχούσης φύσεως ἀμοιρήσασα, ζήλῳ δὲ καὶ ἔρωτι τοῦ βελτίονος ἐξαίφνης κατασχεθεῖσα καὶ σπεύδουσα καταλιπεῖν μὲν τὴν σύντροφον πλεονεξίαν καὶ ἀδικίαν, μεθορμίσασθαι δὲ πρὸς σωφροσύνην καὶ δικαιοσύνην καὶ τὰς ἄλλας ἀρετάς.

  16. 16.1

    ἆθλα καὶ ταύτῃ προτίθεται διττὰ ἐπὶ διττοῖς κατορθώμασιν, ἀπολείψει μὲν αἰσχρῶν, αἱρέσει δὲ τῶν καλλίστων. τὰ δ’ ἆθλα ἀποικία καὶ μόνωσις· φησὶ γὰρ ἐπὶ τοῦ τὰς μὲν σώματος νεωτεροποιίας ἀποδράντος, αὐτομολήσαντος δὲ πρὸς ψυχήν·

  17. 17.1

    „οὐχ εὑρίσκετο, διότι μετέθηκεν αὐτὸν ὁ θεός“ (Gen. 5,24). αἰνίττεται δὲ ἐναργῶς διὰ μὲν τῆς μεταθέσεως τὴν ἀποικίαν, διὰ δὲ τοῦ μὴ εὑρίσκεσθαι τὴν μόνωσιν· καὶ σφόδρα οἰκείως· εἰ γὰρ τῷ ὄντι ἄνθρωπος καταπεφρόνηκεν ἡδονῶν καὶ ἐπιθυμιῶν καὶ ἐπάνω τῶν παθῶν ἀψευδῶς ἔγνωκεν ἵστασθαι, [πρὸς] μετανάστασιν εὐτρεπιζέσθω φεύγων ἀμεταστρεπτὶ καὶ οἶκον καὶ πατρίδα καὶ συγγενεῖς καὶ φίλους.

  18. 18.1

    ὁλκὸν γὰρ ἡ συνήθεια, ὡς δέος εἶναι, μὴ καταμείνας ἁλῷ τοσούτοις ἐν κύκλῳ φίλτροις ἀποληφθείς, ὧν αἱ φαντασίαι τὴν ἐγγενομένην ἡσυχίαν τῶν αἰσχρῶν ἐπιτηδευμάτων πάλιν ἀνακινήσουσι καὶ μνήμας ἐναύλους, ὧν ἐπιλελῆσθαι καλὸν ἦν, ἐνεργάσονται.

  19. 19.1

    πολλοὶ γοῦν ἀποδημίαις ἐσωφρονίσθησαν, ἔρωτας ἐκμανεῖς καὶ λελυττηκότας θεραπευθέντες, οὐκέτι τῆς ὄψεως χορηγεῖν δυναμένης τῷ πάθει τῆς ἡδονῆς τὰ εἴδωλα· τῇ γὰρ διαζεύξει κατὰ κενοῦ βαίνειν ἀνάγκη, μηκέτι παρόντος ὑφ’ οὗ διερεθισθήσεται.

  20. 20.1

    κἂν μεταναστῇ μέντοι, τοὺς τῶν πολλῶν θιάσους ἐκτρεπέσθω μόνωσιν ἀσπαζόμενος· πέφυκε γὰρ καὶ ἐπὶ τῆς ἀλλοδαπῆς ὅμοια τοῖς οἴκοι δίκτυα, οἷς ἀνάγκη περιπείρεσθαι τοὺς ἀπροοράτως ἔχοντας καὶ ταῖς τῶν πολλῶν χαίροντας ὁμιλίαις· ὅ τι γὰρ ἄτακτον, ἄκοσμον, πλημμελές, ὑπαίτιον, τοῦτο ὄχλος ἐστί, μεθ’ οὗ φέρεσθαι τῷ νῦν πρῶτον μετοικισαμένῳ πρὸς ἀρετὴν ἀλυσιτελέστατον.

  21. 21.1

    ὡς γὰρ τοῖς ἐκ νόσου μακρᾶς ἀρχομένοις ἀναλαμβάνειν εὐάλωτά πώς ἐστι τὰ σώματα μήπω πρὸς ἰσχὺν παγέντα κραταιοτέραν, οὕτως καὶ οἷς ἡ ψυχὴ νῦν πρῶτον ὑγιάζεται πλαδῶσιν οἱ νοεροὶ τόνοι καὶ κραδαίνονται, ὡς δέος εἶναι, μὴ πάλιν ἐξορμήσῃ τὸ πάθος, ὃ πέφυκεν ἐκ τῆς τῶν εἰκαιοτέρων συνδιαιτήσεως ἀνερεθίζεσθαι.

  22. 22.1

    Μετὰ δὲ τοὺς μετανοίας ἀγῶνας τρίτα ἆθλα τίθεται δικαιοσύνης, ἧς ὁ μεταποιησάμενος λαμβάνει γέρα διττά, τὸ μὲν σωτήριον ἐν κοινῇ φθορᾷ, τὸ δὲ ταμίαν καὶ φύλακα γενέσθαι ἐξ ἑκάστης ζῴων ἰδέας ἡρμοσμένων ζυγάδην εἰς δευτέραν γένεσιν ἀντὶ τῆς ἀπολλυμένης.

  23. 23.1

    ἠξίωσε γὰρ ὁ ποιητὴς τὸν αὐτὸν καὶ τέλος γενέσθαι τῆς κατακρίτου γενεᾶς καὶ ἀρχὴν τῆς ἀνυπαιτίου, διδάσκων τοὺς ἀπρονόητον εἶναι τὸν κόσμον λέγοντας ἔργοις, οὐ ῥήμασιν, ὅτι καθ’ ὃν εἰσηγήσατο νόμον ἐν τῇ φύσει τῶν ὅλων αἱ σύμπασαι μυριάδες τῶν ἀνθρώπων μετὰ ἀδικίας ζήσασαι ἑνὸς ἀνδρὸς οὐκ ἄξιαι δικαιοσύνῃ συμβιοῦντος. τοῦτον Ἕλληνες μὲν Δευκαλίωνα, Χαλδαῖοι δὲ Νῶε ἐπονομάζουσιν, ἐφ’ οὗ τὸν μέγαν κατακλυσμὸν συνέβη γενέσθαι.

  24. 24.1

    Μετὰ δὲ τὴν τριάδα ταύτην ἑτέρα τριὰς ὁσιωτέρα καὶ θεοφιλεστέρα γίνεται μιᾶς συγγενείας· πατὴρ γὰρ καὶ υἱὸς καὶ υἱωνὸς ἐπὶ τὸ αὐτὸ τέλος ἔσπευσαν τοῦ βίου τὸ τῷ ποιητῇ καὶ πατρὶ τῶν ὅλων εὐαρεστῆσαι, καταφρονήσαντες μὲν ὧν θαυμάζουσιν οἱ πολλοί, δόξης καὶ πλούτου καὶ ἡδονῆς, γελάσαντες δὲ καὶ τῦφον, ὃς ἐκ ψευσμάτων ἀεὶ συνυφαίνεται καὶ καταποικίλλεται πρὸς ἀπάτην τῶν ὁρώνταν.

  25. 25.1

    οὗτός ἐστιν ὁ γόης, ὁ τὰ ἄψυχα θεοπλαστῶν, ὁ μέγας καὶ δυσάλωτος ἐπιτειχισμός, οὗ τοῖς σοφίσμασι καὶ στρατηγήμασι πᾶσα πόλις δελεάζεται προκαταλαμβάνοντος τὰς τῶν νέων ψυχάς· εἰσοικισάμενος γὰρ ἐκ πρώτης ἡλικίας ἄχρι γήρως ἐνίδρυται, πλὴν οἷς ἂν ὁ θεὸς αὐγὴν ἐπιλάμψῃ τῆς ἀληθείας· ἀληθείᾳ δὲ τῦφος ἀντίπαλον, ὃς μόλις μὲν ἀλλ’ οὖν κραταιοτέρᾳ δυνάμει νικηθεὶς ὑπεξίσταται.

  26. 26.1

    τουτὶ δὲ τὸ γένος ἀριθμῷ μέν ἐστιν ὀλίγον, δυνάμει δὲ πολὺ καὶ μέγιστον, ὡς μηδ’ ἅπαντα τὸν τῆς γῆς κύκλον αὐτὸ χωρεῖν δύνασθαι, φθάνειν δ’ εἰς οὐρανόν· ἱμέρῳ γὰρ τοῦ θεωρεῖν καὶ τοῖς θείοις ἀεὶ συνεῖναι κατεσχημένον ἀλέκτῳ, τὴν ὁρατὴν ὅταν ἅπασαν φύσιν διερευνήσῃ καὶ διεξέλθῃ, πρὸς τὴν ἀσώματον καὶ νοητὴν εὐθὺς μέτεισιν, οὐδεμίαν τῶν αἰσθήσεων ἐπαγόμενον, ἀλλ’ ὅσον μὲν τῆς ψυχῆς ἄλογον μεθιέμενον, τῷ δ’ ὃ κέκληται νοῦς καὶ λογισμὸς μόνῳ προσχρώμενον.

  27. 27.1

    ὁ μὲν οὖν ἡγεμὼν τῆς θεοφιλοῦς δόξης, ὁ πρῶτος ἐκ τύφου μεθορμισάμενος πρὸς ἀλήθειαν, διδακτικῇ χρησάμενος ἀρετῇ πρὸς τελείωσιν, ἆθλον αἴρεται τὴν πρὸς θεὸν πίστιν· τῷ δὲ κατ’ εὐμοιρίαν φύσεως αὐτήκοον καὶ αὐτομαθῆ καὶ αὐτοδίδακτον κτησαμένῳ τὴν ἀρετὴν βραβεῖον ἀναδίδοται χαρά· τοῦ δ’ ἀσκητοῦ καὶ πόνοις ἀτρύτοις καὶ ἀκαμπέσι περιποιησαμένου τὸ καλὸν ὁ στέφανός ἐστιν ὅρασις θεοῦ. τοῦ δὲ πιστεύειν θεῷ καὶ διὰ παντὸς τοῦ βίου χαίρειν καὶ ὁρᾶν ἀεὶ τὸ ὂν τί ἂν ὠφελιμώτερον ἢ σεμνότερον ἐπινοήσειέ τις;

  28. 28.1

    Ἐπαυγασώμεθα δ’ αὐτῶν ἕκαστον ἀκριβέστερον, μὴ τοῖς ὀνόμασι παραχθέντες, ἀλλὰ διακύψαντες εἴσω καὶ ταῖς διανοίαις ἐμβαθύναντες. ὁ μὲν τοίνυν ἀψευδῶς πιστεύσας θεῷ τὴν ἐν τοῖς ἄλλοις ὅσα γενητὰ καὶ φθαρτὰ κατείληφεν ἀπιστίαν, ἀρξάμενος ἀπὸ τῶν ἐν αὐτῷ μέγα πνεόντων, λογισμοῦ τε καὶ αἰσθήσεως· ἑκατέρῳ γὰρ ἴδιον συνέδριον καὶ δικαστήριον προσκεκλήρωται, τῷ μὲν εἰς τὴν τῶν νοητῶν ἐπίσκεψιν, οὗ τέλος ἀλήθεια, τῇ δὲ εἰς τὴν τῶν ὁρατῶν, οὗ τέλος δόξα.

  29. 29.1

    τὸ μὲν οὖν ἀνίδρυτον καὶ πεπλανημένον τῆς δόξης ἐνθένδε δῆλον· εἰκόσι γὰρ καὶ πιθανοῖς ἐφορμεῖ· πᾶσα δὲ εἰκὼν ὁμοιότητι εὐπαραγώγῳ ψεύδεται τὸ ἀρχέτυπον. ὅ τε ἡγεμὼν αἰσθήσεως λογισμὸς τὰς κρίσεις οἰόμενος ἀνῆφθαι τῶν νοητῶν καὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχόντων ἁλίσκεται περὶ πολλὰ κηραίνων· ὅταν γὰρ μυρίοις οὖσι τοῖς κατὰ μέρος ποιῆται τὰς προσβολάς, ἀδυνατεῖ καὶ ἐξασθενεῖ καὶ ἀπαγορεύει καθάπερ ἀθλητὴς ὑπὸ ῥώμης δυνατωτέρας ἐκτραχηλιζόμενος.

  30. 30.1

    ὅτῳ δ’ ἐξεγένετο πάντα μὲν σώματα πάντα δ’ ἀσώματα ὑπεριδεῖν καὶ ὑπερκῦψαι, μόνῳ δ’ ἐπερείσασθαι καὶ στηρίσασθαι θεῷ μετ’ ἰσχυρογνώμονος λογισμοῦ καὶ ἀκλινοῦς καὶ βεβαιοτάτης πίστεως, εὐδαίμων καὶ τρισμακάριος οὗτος ὡς ἀληθῶς.

  31. 31.1

    Μετὰ πίστιν προὔκειτο τῷ περιπεποιημένῳ τὴν ἀρετὴν ἐκ φύσεως ἀκονιτὶ καὶ νικηφορήσαντι χαρὰ τὸ ἆθλον· ὠνομάσθη γάρ, ὡς μὲν ἂν εἴποιεν Ἕλληνες, γέλως, ὡς δὲ Χαλδαῖοι προσονομάζουσιν, Ἰσαάκ· γέλως δὲ σημεῖον ἐπὶ τοῦ σώματος φανερὸν ἀφανοῦς τῆς κατὰ διάνοιαν χαρᾶς ἐστι.

  32. 32.1

    χαρὰν δὲ τῶν εὐπαθειῶν ἀρίστην καὶ καλλίστην εἶναι συμβέβηκεν, ὑφ’ ἧς ὅλη δι’ ὅλων εὐθυμίας ἡ ψυχὴ καταπίμπλαται, γεγηθυῖα μὲν ἐπὶ τῷ πατρὶ καὶ ποιητῇ τῶν συμπάντων θεῷ, γεγηθυῖα δὲ καὶ ἐπὶ τοῖς ἄνευ κακίας δρωμένοις, κἂν μὴ τυγχάνῃ καθ’ ἡδονὴν ὄντα, ὡς καλῶς γινομένοις καὶ ἐπὶ τῇ τῶν ὅλων διαμονῇ.

  33. 33.1

    καθάπερ γὰρ ἰατρὸς μὲν ἐν ταῖς μεγάλαις καὶ ἐπισφαλέσι νόσοις ἔστιν ὅτε μέρη σωμάτων ἀφαιρεῖ στοχαζόμενος τῆς τοῦ λοιποῦ σώματος ὑγείας, κυβερνήτης δὲ χειμώνων ἐπιγινομένων ἀποφορτίζεται προνοίᾳ τῆς τῶν ἐμπλεόντων σωτηρίας, καὶ μέμψις οὔτε τῷ ἰατρῷ τῆς πηρώσεως οὔτε τῷ κυβερνήτῃ τῆς ἀποβολῆς ἕπεται, τοὐναντίον δὲ ἔπαινος ἑκατέρῳ τὸ συμφέρον πρὸ τοῦ ἡδέος ἰδόντι καὶ κατορθώσαντι,

  34. 34.1

    τὸν αὐτὸν τρόπον καὶ τὴν τῶν ὅλων φύσιν ἀεὶ θαυμαστέον καὶ τοῖς ἐν τῷ κόσμῳ πραττομένοις ἅπασιν ἄνευ τῆς ἑκουσίου κακίας εὐαρεστητέον ἐξετάζοντας, οὐκ εἴ τι μὴ καθ’ ἡδονὴν ἰδίαν συμβέβηκεν, ἀλλ’ εἰ τρόπον εὐνόμου πόλεως ὁ κόσμος ἡνιοχεῖταί τε καὶ κυβερνᾶται σωτηρίως.

  35. 35.1

    μακάριος οὖν καὶ οὗτος οὐχ ἧττον τοῦ προτέρου, συννοίας καὶ κατηφείας ἀμέτοχος ὤν, ἄλυπόν τε καὶ ἄφοβον ζωὴν καρπούμενος, αὐστηροῦ καὶ αὐχμηροῦ βίου μηδ’ ὄναρ προσαψάμενος διὰ τὸ πάντα τόπον τῆς ψυχῆς αὐτοῦ χαρᾷ προκατέχεσθαι.

  36. 36.1

    Μετὰ τὸν αὐτομαθῆ δὲ καὶ πλουσίᾳ χρησάμενον τῇ φύσει τρίτος ὁ ἀσκητὴς τελειοῦται λαμβάνων γέρας ἐξαίρετον ὅρασιν θεοῦ. πάντων γὰρ τῶν κατὰ τὸν ἀνθρώπινον βίον ἐφαψάμενος καὶ πᾶσιν ἐνομιλήσας οὐ παρέργως καὶ μηδένα πόνον ἢ κίνδυνον παρελθών, εἴ πως δυνηθείη τὴν ἀξιέραστον ἀλήθειαν ἰχνηλατῆσαι, παρὰ τῷ θνητῷ γένει πολὺν ζόφον ἀνεύρισκε κατὰ γῆν καὶ ὕδωρ καὶ ἀέρα καὶ αἰθέρα· καὶ γὰρ ὁ αἰθὴρ καὶ ὁ σύμπας οὐρανὸς νυκτὸς αὐτῷ παρεῖχε φαντασίαν, ἐπειδὴ πᾶσα ἡ αἰσθητὴ φύσις ἀόριστος· τὸ δ’ ἀόριστον ἀδελφὸν σκότους καὶ συγγενές.

  37. 37.1

    καταμύσας οὖν τὸ τῆς ψυχῆς ὄμμα τὸν ἔμπροσθεν αἰῶνα τοῖς συνεχέσιν ἄθλοις μόλις ἤρξατο διοίγνυσθαι καὶ τὴν ἐπισκιάσασαν διακρίνειν καὶ ἀποβάλλειν ἀχλύν· καθαρωτέρα γὰρ αἰθέρος ἀσώματος ἐξαίφνης ἐπιλάμψασα αὐγὴ τὸν νοητὸν κόσμον ἀνέφηνεν ἡνιοχούμενον.

  38. 38.1

    ὁ δ’ ἡνίοχος ἀκράτῳ φέγγει περιλαμπόμενος ἐν κύκλῳ δυσόρατος καὶ δυστόπαστος ἦν, ταῖς μαρμαρυγαῖς τῆς ὄψεως ἀμυδρουμένης· ἡ δέ, καίτοι πολλοῦ ῥέοντος εἰς αὐτὴν πυρός, ἀντεῖχεν ἔρωτι ἐκτόπῳ τοῦ θεάσασθαι.

  39. 39.1

    γνήσιον δὲ ἵμερον καὶ πόθον ἰδὼν ὁ πατὴρ καὶ σωτὴρ ἠλέησε καὶ κράτος δοὺς τῇ τῆς ὄψεως προσβολῇ τῆς ἑαυτοῦ θέας οὐκ ἐφθόνησε, καθ’ ὅσον οἷόν τε ἦν χωρῆσαι γενητὴν καὶ θνητὴν φύσιν, οὐχὶ τῆς ὅ ἐστιν ἐμφαινούσης, ἀλλὰ τῆς ὅτι ἔστιν.

  40. 40.1

    ἐκεῖνο μὲν γάρ, ὃ καὶ ἀγαθοῦ κρεῖττον καὶ μονάδος πρεσβύτερον καὶ ἑνὸς εἱλικρινέστερον, ἀμήχανον ὑφ’ ἑτέρου θεωρεῖσθαί τινος, διότι μόνῳ θέμις αὐτῷ ὑφ’ ἑαυτοῦ καταλαμβάνεσθαι. τὸ δ’ ὅτι ἔστιν, ὑπάρξεως ὄνομα καταληπτὸν ὄν, ἢ οὐ πάντες ἢ οὐχ ὁδῷ τῇ βελτίονι καταλαμβάνουσιν· ἀλλ’ οἱ μὲν ἄντικρυς ἀπεφήναντο μηδ’ ὅλως εἶναι τὸ θεῖον, οἱ δὲ ἐνεδοίασαν ἐπαμφοτερίσαντες ὡς οὐκ ἔχοντες εἰπεῖν, εἴτε ἔστιν εἴτε μή, οἱ δὲ καὶ ἔθει μᾶλλον ἢ λογισμῷ τὰς περὶ ὑπάρξεως θεοῦ κομίσαντες ἐννοίας παρὰ τῶν τρεφόντων ἔδοξαν εὐστόχως εὐσεβεῖν δεισιδαιμονίᾳ τὴν εὐσέβειαν χαράξαντες.

  41. 41.1

    εἰ δέ τινες καὶ δι’ ἐπιστήμης ἴσχυσαν φαντασιωθῆναι τὸν ποιητὴν καὶ ἡγεμόνα τοῦ παντός, τὸ λεγόμενον δὴ τοῦτο κάτωθεν ἄνω προῆλθον. ὥσπερ γὰρ εἰς εὔνομον πόλιν τόνδε τὸν κόσμον παρελθόντες καὶ θεασάμενοι γῆν μὲν ἀρετῶσαν ὀρεινὴν καὶ πεδιάδα, σπαρτῶν καὶ δένδρων καὶ καρπῶν ἔτι δὲ καὶ παντοίων ζῴων ἀνάπλεων, ἐπὶ δ’ αὐτῆς ἀνακεχυμένα πελάγη καὶ λίμνας καὶ ποταμοὺς αὐθιγενεῖς τε καὶ χειμάρρους, καὶ ἀέρος καὶ πνευμάτων εὐκρασίας, καὶ τῶν ἐτησίων ὡρῶν τὰς ἐναρμονίους μεταβολάς, καὶ ἐπὶ πᾶσιν ἥλιον καὶ σελήνην πλάνητάς τε καὶ ἀπλανεῖς ἀστέρας καὶ τὸν σύμπαντα οὐρανὸν ἐν τάξεσι μετὰ τῆς οἰκείας στρατιᾶς ἡρμοσμένον, κόσμον ἀληθινὸν ἐν κόσμῳ περιπολοῦντα,

  42. 42.1

    θαυμάσαντες καὶ καταπλαγέντες εἰς ἔννοιαν ἦλθον ἀκόλουθον τοῖς φανεῖσιν, ὅτι ἄρα τοσαῦτα κάλλη καὶ οὕτως ὑπερβάλλουσα τάξις οὐκ ἀπαυτοματισθέντα γέγονεν, ἀλλ’ ὑπό τινος δημιουργοῦ κοσμοποιοῦ, καὶ ὅτι πρόνοιαν ἀναγκαῖον εἶναι· νόμος γὰρ φύσεως ἐπιμελεῖσθαι τὸ πεποιηκὸς τοῦ γεγονότος.

  43. 43.1

    ἀλλ’ οὗτοί γε οἱ θεσπέσιοι καὶ τῶν ἄλλων διενηνοχότες, ὅπερ ἔφην, κάτωθεν ἄνω προῆλθον οἷα διά τινος οὐρανίου κλίμακος, ἀπὸ τῶν ἔργων εἰκότι λογισμῷ στοχασάμενοι τὸν δημιουργόν. εἰ δέ τινες ἐδυνήθησαν αὐτὸν ἐξ ἑαυτοῦ καταλαβεῖν ἑτέρῳ μηδενὶ χρησάμενοι λογισμῷ συνεργῷ πρὸς τὴν θέαν, ἐν ὁσίοις καὶ γνησίοις θεραπευταῖς καὶ θεοφιλέσιν ὡς ἀληθῶς ἀναγραφέσθωσαν.

  44. 44.1

    τούτων ἐστὶν ὁ Χαλδαϊστὶ μὲν προσαγορευόμενος Ἰσραήλ, Ἑλληνιστὶ δὲ ὁρῶν θεόν, οὐχ οἷός ἐστιν ὁ θεός — τοῦτο γὰρ ἀμήχανον, ὡς ἔφην —, ἀλλ’ ὅτι ἔστιν, οὐ παρ’ ἑτέρου τινὸς μαθών, οὐχὶ τῶν κατὰ γῆν, οὐχὶ τῶν κατ’ οὐρανόν, οὐχὶ τῶν ὅσα στοιχεῖα ἢ συγκρίματα θνητά τε αὖ καὶ ἀθάνατα, ἀλλὰ παρ’ αὐτοῦ μόνου μετακληθεὶς τὴν ἰδίαν ὕπαρξιν ἀναφῆναι θελήσαντος ἱκέτῃ.

  45. 45.1

    πῶς δ’ ἡ προσβολὴ γέγονεν, ἄξιον διά τινος εἰκόνος ἰδεῖν. τὸν αἰσθητὸν τοῦτον ἥλιον μὴ ἑτέρῳ τινὶ θεωροῦμεν ἢ ἡλίῳ; τὰ δὲ ἄστρα μή τισιν ἄλλοις ἢ ἄστροις θεωροῦμεν; καὶ συνόλως τὸ φῶς ἆρ’ οὐ φωτὶ βλέπεται; τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ θεὸς ἑαυτοῦ φέγγος ὢν δι’ αὐτοῦ μόνου θεωρεῖται, μηδενὸς ἄλλου συνεργοῦντος ἢ δυναμένου συνεργῆσαι πρὸς τὴν εἱλικρινῆ κατάληψιν τῆς ὑπάρξεως αὐτοῦ.

  46. 46.1

    στοχασταὶ μὲν οὖν οἱ ἀπὸ τῶν γεγονότων τὸν ἀγένητον καὶ γεννητὴν τῶν ὅλων σπεύδοντες θεωρεῖν, ὅμοιόν τι δρῶντες τοῖς ἀπὸ δυάδος μονάδος φύσιν ἐρευνῶσι, δέον ἔμπαλιν ἀπὸ μονάδος — ἀρχὴ γὰρ αὕτη — δυάδα σκοπεῖν· ἀλήθειαν

  47. 47.1

    δὲ μετίασιν οἱ τὸν θεὸν θεῷ φαντασιωθέντες, φωτὶ φῶς. τὸ μὲν οὖν μέγιστον ἆθλον εἴρηται. πρὸς δὲ τούτοις λαμβάνει βραβεῖον ὁ ἀσκητὴς λεχθῆναι μὲν οὐκ εὔφημον, νοηθῆναι δὲ ἄριστον· ὀνομάζεται δὲ τὸ βραβεῖον πλάτους νάρκη (Genes. 32,25) συμβολικῶς· ἀλαζονεία μὲν γὰρ καὶ ὑπεροψία διὰ τοῦ πλάτους ἐμφαίνεται, χεομένης τῆς ψυχῆς ἄμετρον ἐφ’ ἃ μὴ δεῖ χύσιν, διὰ δὲ τῆς νάρκης μετεώρου καὶ πεφυσημένου πράγματος, οἰήσεως, συστολή.

  48. 48.1

    σύμφορον δὲ οὐδὲν οὕτως ὡς τὸ κεχαλασμένον καὶ ἀνειμένον τῶν ὁρμῶν ἀνακοπῆναί τε καὶ ναρκῆσαι παρεθὲν τοὺς πνευματικοὺς τόνους, ἵν’ ἡ τῶν παθῶν ἄμετρος ἰσχὺς ἐξασθενήσασα πλάτος ἐμπαράσχῃ ψυχῆς τῷ βελτίονι μέρει.

  49. 49.1

    Προσεξεταστέον δὲ ὅτι καὶ οἰκειότατον ἑκάστῳ τῶν τριῶν ἀπενεμήθη τὸ ἆθλον. τῷ μὲν γὰρ ἐκ διδασκαλίας τελειωθέντι πίστις, ἐπειδὴ τὸν μανθάνοντα πιστεῦσαι δεῖ τῷ διδάσκοντι περὶ ὧν ὑφηγεῖται· δύσκολον γάρ, μᾶλλον δ’ ἀδύνατον ἀπιστοῦντα παιδεύεσθαι.

  50. 50.1

    τῷ δὲ κατ’ εὐμοιρίαν φύσεως ἐπ’ ἀρετὴν φθάσαντι χαρά· χαρτὸν γὰρ ἡ εὐφυΐα καὶ τὰ φύσεως δῶρα. τῆς διανοίας εὐθιξίαις καὶ εὐσκόποις ἐπιβολαῖς προσγανουμένης, ἐν αἷς ἀπόνως εὑρίσκει τὰ ζητούμενα, καθάπερ ὑποβολέως ἔνδοθεν ὑπηχοῦντος· ἡ γὰρ σύντομος τῶν ἀπορουμένων εὕρεσις χαρτόν.

  51. 51.1

    τῷ δὲ δι’ ἀσκήσεως περιποιησαμένῳ φρόνησιν ὅρασις· μετὰ γὰρ τὸν ἐν νεότητι πρακτικὸν βίον ὁ ἐν γήρᾳ θεωρητικὸς βίος ἄριστος καὶ ἱερώτατος, ὃν οἷα κυβερνήτην παραπέμψας ἐπὶ πρύμναν ὁ θεὸς ἐνεχείρισε τοὺς οἴακας ὡς ἱκανῷ πηδαλιουχεῖν τὰ ἐπίγεια· χωρὶς γὰρ θεωρίας ἐπιστημονικῆς οὐδὲν τῶν πραττομένων καλόν.

  52. 52.1

    Ἑνὸς ἔτι μνησθεὶς ἀνδρός, στοχαζόμενος τοῦ μὴ μακρηγορεῖν, ἐπὶ τὰ ἀκόλουθα τῶν λόγων τρέψομαι. ὁ δ’ ἀνὴρ οὗτος τοὺς ἱεροὺς ἀγῶνας ἑξῆς στεφανωθεὶς ἐκηρύχθη· λέγω δὲ ἱεροὺς οὐ τοὺς παρὰ πολλοῖς νομιζομένους — ἀνίεροι γὰρ οὗτοί γε βίαις καὶ ὕβρεσι καὶ ἀδικίαις ἀντὶ τῶν ἀνωτάτω τιμωριῶν γέρα καὶ τιμὰς προτείνοντες —, ἀλλ’ οὓς ἡ ψυχὴ πέφυκε διαθλεῖν, φρονήσει μὲν ἠλιθιότητα καὶ πανουργίαν ἐλαύνουσα, σωφροσύνῃ δὲ ἀσωτίαν καὶ φειδωλίαν, ἀνδρείᾳ δὲ θρασύτητα καὶ δειλίαν, καὶ ταῖς ἄλλαις ἀρεταῖς τὰς ἀντιθέτους κακίας, αἳ μήθ’ ἑαυταῖς μήτε ἄλλαις συμφέρουσιν.

  53. 53.1

    πᾶσαι μὲν οὖν αἱ ἀρεταὶ παρθένοι, καλλιστεύει δὲ ὡς ἐν χορῷ παραλαβοῦσα τὴν ἡγεμονίαν ἡ εὐσέβεια, ἣν ἐκληρώσατο διαφερόντως ὁ θεολόγος Μωυσῆς, δι’ ἣν μετὰ μυρίων ἄλλων, ἅπερ ἐν τοῖς γραφεῖσι περὶ τοῦ κατ’ αὐτὸν βίου μεμήνυται, τεττάρων ἄθλων ἐξαιρέτων τυγχάνει, [τυχὼν] βασιλείας, νομοθεσίας, προφητείας, ἀρχιερωσύνης.

  54. 54.1

    βασιλεύς τε γὰρ γέγονεν, οὐκ ἔθει τῷ καθεστῶτι μετὰ στρατιᾶς τε καὶ ὅπλων ναυτικῆς τε καὶ πεζικῆς καὶ ἱππικῆς δυνάμεως, ἀλλ’ ὑπὸ θεοῦ χειροτονηθεὶς ἑκουσίῳ γνώμῃ τῶν ἀρχομένων, ὃς τοῖς ὑπηκόοις ἐνειργάσατο τὴν ἑκούσιον αἵρεσιν. ἄναυδος γὰρ καὶ ἀκτήμων καὶ ἀχρήματος μόνος οὗτος βασιλεὺς ἡμῖν ἀνεγράφη, πρὸ τοῦ τυφλοῦ τὸν βλέποντα πλοῦτον ἀσπασάμενος καί, εἰ δεῖ μηδὲν ὑποστειλάμενον εἰπεῖν, τὸν θεοῦ κλῆρον ἰδίαν οὐσίαν ὑπολαμβάνων.

  55. 55.1

    ὁ δ’ αὐτὸς γίνεται καὶ νομοθέτης· δεῖ γὰρ τὸν βασιλέα προστάττειν καὶ ἀπαγορεύειν· νόμος δὲ οὐδέν ἐστιν ἕτερον ἢ λόγος προστάττων ἃ χρὴ καὶ ἀπαγορεύων ἃ μὴ χρή. ἐπεὶ δ’ ἄδηλον τὸ ἐν ἑκατέρῳ συμφέρον — ἀγνοίᾳ γὰρ πολλάκις κελεύομεν ἃ μὴ δεῖ καὶ ἀπαγορεύομεν ἃ δεῖ πράττειν —, οἰκεῖον ἦν τρίτον λαβεῖν, προφητείαν, εἰς τὸ ἄπταιστον· ἑρμηνεὺς γάρ ἐστιν ὁ προφήτης ἔνδοθεν ὑπηχοῦντος τὰ λεκτέα τοῦ θεοῦ, παρὰ θεῷ δ’ οὐδὲν ὑπαίτιον.

  56. 56.1

    τέταρτον δ’ ἀρχιερωσύνην, δι’ ἧς προφητεύων ἐπιστημονικῶς θεραπεύσει τὸ ὂν καὶ τὰς ὑπὲρ τῶν ὑπηκόων κατορθούντων μὲν εὐχαριστίας, εἰ δὲ διαμαρτάνοιεν, εὐχὰς καὶ ἱκεσίας ἱλασκόμενος ποιήσεται. ταῦτα μιᾶς ὄντα ἰδέας ἀλληλουχεῖν ὀφείλει τοῖς ἁρμονίας δεσμοῖς ἑνωθέντα καὶ περὶ τὸν αὐτὸν ἐξετάζεσθαι, ὡς ὅ γέ τινος τῶν τεττάρων ὑστερίζων ἀτελὴς εἰς ἡγεμονίαν, χωλὴν ἀνημμένος κοινῶν πραγμάτων ἐπιμέλειαν.

  57. 57.1

    Ἅλις μὲν δὴ τῶν καθ’ ἕκαστον ἄνδρα τιθεμένων ἄθλων· τίθεται δὲ καὶ ὅλοις οἴκοις καὶ πολυανθρώποις συγγενείαις. αὐτίκα τοῦ ἔθνους εἰς δώδεκα φυλὰς διανεμηθέντος ἰσάριθμοι ταῖς φυλαῖς εἰσιν ἡγεμόνες, οὐ μόνον μιᾶς οἰκίας ἢ συγγενείας, ἀλλὰ καὶ γνησιωτέρας οἰκειότητος· ἀδελφοὶ γὰρ ὁμοπάτριοι πάντες· ὁ δὲ τούτων πάππος καὶ πρόπαππος σὺν τῷ πατρὶ γεγόνασιν ἀρχηγέται τοῦ ἔθνους.

  58. 58.1

    ὁ μὲν οὖν πρῶτος πρὸς ἀλήθειαν ἐκ τύφου μεταθέμενος καὶ τῆς ἐν τοῖς μαθήμασι Χαλδαϊκῆς τερθρείας ὑπεριδὼν ἕνεκα τελειοτέρας ὄψεως, ἣν θεασάμενος ἑλχθεὶς ἠκολούθησε τῇ φαντασίᾳ, καθάπερ τὸν σίδηρόν φασιν ὑπὸ λίθου τῆς μαγνήτιδος ἕλκεσθαι, ἀντὶ σοφιστοῦ γενόμενος ἐκ διδασκαλίας σοφός, πολλοὺς μὲν ἔσχε παῖδας, ἅπαντας δὲ πλὴν ἑνὸς ὑπαιτίους, ὃς τὰ πείσματα τοῦ γένους ἐκδησάμενος ἀσφαλῶς ἐνωρμίσατο.

  59. 59.1

    τῷ δ’ υἱῷ πάλιν αὐτομαθῆ καὶ αὐτοδίδακτον κτησαμένῳ φύσιν δύο συνέβη παῖδας γενέσθαι, τὸν μὲν ἄγριον καὶ ἀτίθασον, θυμοῦ γέμοντα καὶ ἐπιθυμίας καὶ συνόλως τὸ τῆς ψυχῆς ἄλογον μέρος ἐπιτετειχικότα τῷ λογικῷ, τὸν δ’ ἥμερον καὶ φιλάνθρωπον, καλοκἀγαθίας ἐραστὴν ἰσότητός τε καὶ ἀτυφίας, ἐν βελτίονι τεταγμένον τάξει, λογισμοῦ προαγωνιστήν, ἀφροσύνης ἀντίπαλον·

  60. 60.1

    οὗτός ἐστιν ὁ τρίτος τῶν ἀρχηγετῶν, ὁ πολύπαις τε καὶ μόνος εὔτεκνος, ἀσινὴς ἐν ἅπασι τοῖς μέρεσι τῆς οἰκίας, οἷά τις γεωργὸς εὐδαίμων ἅπασαν τὴν σπορὰν ἐπιδὼν σῶον ἥμερόν τε καὶ καρποφόρον.

  61. 61.1

    ἔχει δ’ ἕκαστος τῶν τριῶν τὴν ῥητὴν διήγησιν σύμβολον διανοίας ἀφανοῦς, ἣν ἐπισκεπτέον. αὐτίκα παντὶ τῷ διδασκομένῳ συμβαίνει μετιόντι πρὸς ἐπιστήμην ἀπολιπεῖν ἀμαθίαν· ἀμαθία δὲ πολύχουν. διὰ τοῦτο ὁ πρῶτος λέγεται πολύπαις μέν, οὐδένα δὲ τῶν ἄλλων ἀξιώσας υἱὸν αὑτοῦ χρηματίζειν πλὴν ἑνός· τρόπον γάρ τινα καὶ ὁ μανθάνων ἀποκηρύττει τὰ τῆς ἀμαθίας ἔκγονα καὶ ὡς ἐχθρὰ καὶ δυσμενῆ παραιτεῖται.

  62. 62.1

    φύσει γε μὴν πάντες οἱ ἄνθρωποι, πρὶν τελειωθῆναι τὸν ἐν αὑτοῖς λόγον, κείμεθα ἐν μεθορίῳ κακίας καὶ ἀρετῆς πρὸς μηδέτερά πω ταλαντεύοντες· ἐπειδὰν δὲ πτερυξάμενος ὁ νοῦς ὅλῃ τῇ ψυχῇ διὰ πάντων αὐτῆς τῶν μερῶν φαντασιωθῇ τὸ ἀγαθόν, ἄφετος πρὸς αὐτὸ καὶ πτηνὸς ὁρμᾷ τὸ συγγεγεννημένον ἀδελφὸν κακὸν ὀπίσω καταλιπών, ὃ καὶ ἀποφεύγει τὴν ἐναντίαν ὁδὸν ἀμεταστρεπτί.

  63. 63.1

    τοῦτ’ ἐστὶν ὃ αἰνίττεται φάσκων υἱοὺς δύο γεγενῆσθαι διδύμους τῷ φύσεως εὐμοίρου λαχόντι· παντὸς γὰρ ἀνθρώπου κατ’ ἀρχὰς ἅμα τῇ γενέσει κυοφορεῖ δίδυμα ἡ ψυχή, κακόν, ὡς ἔφην, καὶ ἀγαθόν, ἑκάτερον φαντασιουμένη· μακαρίας δὲ καὶ εὐδαίμονος ὅταν τύχῃ μερίδος, ὁλκῇ μιᾷ ῥέπει πρὸς τὸ ἀγαθόν, μήτ’ ἐπὶ θάτερά ποτε ταλαντεύσασα μήτ’ ἐπαμφοτερίσασα πρὸς τὸ ἰσόρροπον.

  64. 64.1

    ἡ δ’ ἀγαθῆς μὲν φύσεως ἀγαθῆς δὲ καὶ παιδεύσεως ἐπιλαχοῦσα κἀκ τρίτου συνασκηθεῖσα τοῖς τῆς ἀρετῆς θεωρήμασιν, ὡς μηδὲν αὐτῶν ἐξ ἐπιπολῆς πλαδᾶν, ἔγκολλα δ’ εἶναι καὶ ἐντετυπωμένα τὰ πάντα καθάπερ νεύροις τισὶν ἑνωθέντα, κτᾶται μὲν ὑγείαν, κτᾶται δὲ δύναμιν, οἷς εὔχροια μὲν ἐξ αἰδοῦς, εὐεξία δὲ καὶ κάλλος ἐπιγίνεται.

  65. 65.1

    γενομένη δὲ πλήρωμα ἀρετῶν ἥδε ἡ ψυχὴ διὰ τριῶν τῶν ἀρίστων, φύσεως καὶ μαθήσεως καὶ ἀσκήσεως, οὐδὲν ἐν ἑαυτῇ καταλιποῦσα κενὸν εἰς πάροδον ἄλλων, γεννᾷ τέλειον ἀριθμόν, διττὰς υἱῶν ἑξάδας, ἀπεικόνισμα καὶ μίμημα τοῦ ζῳδιακοῦ κύκλου, πρὸς τὴν τῶν ἐνταῦθα βελτίωσιν. οὗτός ἐστιν ὁ ἀσινὴς οἶκος, ὁ τέλειος καὶ συνεχὴς ἐν ταῖς ῥηταῖς γραφαῖς καὶ ἐν ταῖς καθ’ ὑπόνοιαν ἀλληγορίαις, ὃς ἔλαβεν ἆθλον, καθάπερ εἶπον, ἡγεμονίαν τῶν τοῦ ἔθνους φυλῶν.

  66. 66.1

    ἐκ τοῦδε τοῦ οἴκου χρόνοις εἰς πολυανθρωπίαν ἐπιδόντος εὔνομοι πόλεις ἐκτίσθησαν, διδασκαλεῖα φρονήσεως καὶ δικαιοσύνης καὶ ὁσιότητος, ἐν οἷς καὶ ἡ τῆς ἄλλης ἀρετῆς μεταποίησις μεγαλοπρεπῶς διερευνᾶται.

  67. 67.1

    Τὰ μὲν οὖν ἀπονεμηθέντα πάλαι τοῖς ἀγαθοῖς ἆθλα κοινῇ τε καὶ ἰδίᾳ λέλεκται τυπωδέστερον, ἀφ’ ὧν καὶ τὰ παραλειφθέντα δύναιτ’ ἄν τις εὐμαρέστατα συνορᾶν. ἑξῆς δὲ τὰς προτεθείσας τοῖς πονηροῖς κολάσεις [ἐν μέρει] πάλιν ἐπισκεπτέον γενικώτερον, ἐπεὶ τὰς κατὰ μέρος ἀναγράφειν οὐ καιρός.

  68. 68.1

    ἐγένετό τις κατ’ ἀρχὰς εὐθύς, ὅτ’ οὔπω τὸ τῶν ἀνθρώπων γένος ἐπλήθυνεν, ἀδελφοκτόνος. οὗτός ἐστιν ὁ πρῶτος ἐναγής, ὁ πρῶτος καθαρευούσῃ τῇ γῇ μίασμα προσβαλὼν ἄηθες ἀνθρωπείου αἵματος, ὁ πρῶτος ἀνιεῖσαν καὶ βλαστάνουσαν γένη ζῴων καὶ φυτῶν καὶ οἷς εὐτοκεῖ πᾶσι τεθηλυῖαν τῆς εὐτοκίας ἐπισχών, ὁ πρῶτος φθορὰν γενέσει καὶ θάνατον ζωῇ καὶ πένθος χαρᾷ καὶ κακὰ ἀγαθοῖς ἐπιτειχίσας.

  69. 69.1

    τί ἂν οὖν παθὼν ἀξίαν ἐδεδώκει δίκην, ὃς διὰ μιᾶς πράξεως οὐδὲν τῶν βιαίων καὶ ἀσεβῶν παρέλιπεν; ἴσως ἂν εἴποι τις· ἀναιρεθείς. ὁ λογισμὸς οὗτος ἀνθρώπου τὸ μέγα δικαστήριον οὐ βλέποντος· ἄνθρωποι μὲν γὰρ πέρας τιμωριῶν εἶναι νομίζουσι τὸν θάνατον, ἐν δὲ τῷ θείῳ δικαστηρίῳ μόλις οὗτός ἐστιν ἀρχή.

  70. 70.1

    ἐπεὶ τοίνυν καινὸν τὸ ἔργον, ἔδει καὶ τὴν ἐπ’ αὐτῷ τιμωρίαν καινὴν εὑρεθῆναι. τίς οὖν ἐστιν αὕτη; ζῆν ἀποθνῄσκοντα ἀεὶ καὶ τρόπον τινὰ θάνατον ἀθάνατον ὑπομένειν καὶ ἀτελεύτητον. θανάτου γὰρ διττὸν εἶδος· τὸ μὲν κατὰ τὸ τεθνάναι, ὅπερ ἀγαθόν ἐστιν ἢ ἀδιάφορον, τὸ δὲ κατὰ τὸ ἀποθνῄσκειν, ὃ δὴ κακὸν πάντως καὶ ὅσῳ χρονιώτερον βαρύτερον.

  71. 71.1

    πῶς οὖν ὁ θάνατος αὐτῷ συνδιαιωνίζει, σκόπει. τεττάρων ὄντων ἐν τῇ ψυχῇ παθῶν, δυοῖν μὲν περὶ τὸ ἀγαθὸν ἐνεστὸς ἢ μέλλον, ἡδονῆς καὶ ἐπιθυμίας, δυοῖν δὲ περὶ τὸ κακὸν παρὸν ἢ προσδοκώμενον, λύπης καὶ φόβου, τὴν μὲν τοῦ ἀγαθοῦ ῥίζαις αὐταῖς ἐξέτεμε συζυγίαν, ἵνα μηδ’ ἐκ τύχης ἡσθῇ ποτε ἢ ἐπιθυμήσῃ τινὸς ἡδέος, τὴν δὲ τοῦ κακοῦ μόνην ἐνεφύτευσεν εἰς λύπην εὐθυμίας ἀμιγῆ καὶ φόβον ἄκρατον.

  72. 72.1

    φησὶ γάρ, ὅτι ἀρὰν ἐπηράσατο τῷ ἀδελφοκτόνῳ, ὡς „στένειν καὶ τρέμειν ἀεί“ (Gen. 4, 12), καὶ σημεῖον ἔθετο αὐτῷ μὴ ἀναιρεθῆναι πρός τινος (ib. v. 15), ἵνα μὴ ἅπαξ ἀποθάνῃ, διαιωνίζῃ δέ, ὡς εἶπον, ἀποθνῄσκων ἐν ἀλγηδόσι καὶ ἀνίαις καὶ συμφοραῖς ἀδιαστάτοις καί, ὃ δὴ πάντων ἀργαλεώτατον, αἰσθάνηται τῶν ἰδίων κακῶν καὶ ἐπὶ τοῖς ἐν χερσὶν ἄχθηται καὶ τὴν φορὰν τῶν μελλόντων προορώμενος μὴ δύνηται φυλάξασθαι, τῆς ἐλπίδος ἐκτετμημένης αὐτῷ, ἣν ὁ θεὸς ἀνθρώπων γένει κατέσπειρεν, ἵν’ ἔχοντες συμφυὲς παραμύθιον ἐπελαφρίζωνται τὰς ἀνίας οἱ μὴ ἀνίατα δράσαντες.

  73. 73.1

    ὥσπερ οὖν τῷ συναρπασθέντι ὑπὸ χειμάρρου φοβερὸν μὲν τὸ πλησίον ῥεῦμα ᾧ κατασύρεται, φοβερώτερον δὲ τὸ ἄνωθεν ἐπιφερόμενον, ὃ τῇ μὲν βίᾳ συντόνως ἐπωθεῖ καὶ ἀλήκτως, τῇ δ’ ἐπαναστάσει μετεωριζόμενον ἐπικλύζει, τὸν αὐτὸν τρόπον καὶ τῶν κακῶν ἀνιαρὰ μὲν τὰ ἐν χερσίν, ἀργαλεώτερα δὲ τὰ ἐκ φόβου ῥέοντα· χορηγεῖ γὰρ ὁ φόβος καθάπερ ἐκ πηγῆς τὰ ὀδυνηρά.

  74. 74.1

    Ταῦτα μέν ἐστι τὰ ὁρισθέντα κατὰ τοῦ πρώτου γεγονότος ἀδελφοκτόνου· ὡρίσθη δὲ καὶ ἐπ’ οἰκίαις ἕτερα συνθεμέναις κοινοπραγίαν ἁμαρτημάτων. ἦσάν τινες νεωκόροι καὶ ἱερόδουλοι τὴν πυλωρῶν τεταγμένοι τάξιν· οὗτοι φρονήματος ὑποπλησθέντες ἀλόγου τοῖς ἱερεῦσιν ἐπανέστησαν, ἀξιοῦντες τὰ ἐκείνων γέρα σφετερίζεσθαι.

  75. 75.1

    προστησάμενοι δὲ τῆς συστάσεως ἡγεμόνα τὸν πρεσβύτατον, ὃς καὶ τοῦ τολμήματος μετ’ ὀλίγων τῶν συναπονοηθέντων εἰσηγητὴς ἐγένετο, καταλιπόντες τὰ προπύλαια καὶ τὰς ἐσχατιὰς ἐπὶ τῶν ἀδύτων ἐχώρουν τοὺς χρησμοῖς ἀξιωθέντας τῆς ἱερωσύνης μεθιστάντες.

  76. 76.1

    ταραχὴ μὲν οὖν, ὡς εἰκός, ἐπεῖχε τὴν πληθὺν ἅπασαν, ἅτε κινουμένων τῶν ἀκινήτων καὶ παρασπονδουμένων τῶν νόμων καὶ τοῦ περὶ τὸ ἱερὸν κόσμου σύγχυσιν λαμβάνοντος ὑπ’ ἀταξίας δεινῆς.

  77. 77.1

    ἐφ’ οἷς ὁ τοῦ ἔθνους ἐπιμελητὴς καὶ προστάτης ἠγανάκτει. καὶ τὸ μὲν πρῶτον ἤθει βαρυτέρῳ χρώμενος χωρὶς ὀργῆς — ἦν γὰρ καὶ τὴν φύσιν ἀόργητος — λόγοις ἀναδιδάσκειν ἐπειρᾶτο μεταβάλλεσθαι καὶ τοὺς ταχθέντας ὅρους μὴ ὑπερβαίνειν μηδὲ νεωτερίζειν εἰς τὰ ἅγια καὶ καθωσιωμένα, ὧν αἱ τοῦ ἔθνους ἐλπίδες ἐκκρέμανται.

  78. 78.1

    ἐπεὶ δ’ οὐδὲν ἤνυεν, ἀλλ’ ἐκεκώφηντο πρὸς ἅπαντα νομίζοντες αὐτὸν ἡττηθέντα φιλοικείου πάθους ἀρχιερέα μὲν τὸν ἀδελφὸν καταστῆσαι, τοῖς δ’ ἀδελφιδοῖς ἐγχειρίσαι τὴν ἱερωσύνην, δεινὸν οὐχὶ τοῦθ’ ὑπελάμβανε καίπερ ὂν δεινόν, ἀλλ’ ἐκεῖνο παγχάλεπον, εἰ δόξει τῶν λογίων, καθ’ ἃ γέγονεν ἡ αἵρεσις τῶν ἱερέων, ἀλογεῖν. * * *

  79. 79.1

    * * * μαρτυρία δὲ σαφὴς ἐν τοῖς ἱεροῖς ἀνάκειται γράμμασι. λέγε τὰς εὐχὰς πρότερον, ἃς „εὐλογίας“ εἴωθεν ὀνομάζειν. ἐάν, φησί, τὰς θείας ἐντολὰς φυλάττητε καταπειθεῖς γινόμενοι τοῖς προστάγμασι καὶ τὰ διαγορευόμενα μὴ μέχρις ἀκοῆς καταδέχησθε, ἀλλὰ διὰ τῶν τοῦ βίου πράξεων ἐπιτελῆτε, πρώτην δωρεὰν ἕξετε νίκην κατ’ ἐχθρῶν.

  80. 80.1

    οὐ γὰρ ὑπέρογκοι καὶ βαρύτεραι τῆς τῶν χρησομένων δυνάμεως αἱ προστάξεις εἰσὶν οὐδὲ μακρὰν τὸ ἀγαθὸν ἀφέστηκεν, ἢ πέραν θαλάττης ἢ ἐν ἐσχατιαῖς γῆς, ὡς δεῖσθαι πολυχρονίου καὶ καματηρᾶς ἀποδημίας, οὐδ’ ἐξαίφνης ἐστείλατο τὴν ἐνθένδε εἰς οὐρανὸν ἀποικίαν, ἵνα τις μετέωρος καὶ πτηνὸς ἀρθεὶς μόλις ἐφικέσθαι τούτων δυνηθῇ· πλησίον δ’ ἐστὶ καὶ ἐγγυτάτω, τρισὶ μέρεσι τῶν καθ’ ἕκαστον ἡμῶν ἐνιδρυμένον, "στόματι καὶ καρδίᾳ καὶ χερσί“, τροπικώτερον λόγῳ καὶ διανοίᾳ καὶ πράξεσιν.

  81. 81.1

    ἐὰν γὰρ οἷα τὰ βουλεύματα τοιοῦτοι οἱ λόγοι καὶ οἷα τὰ λεγόμενα τοιαίδε αἱ πράξεις ὦσι, καὶ ταῦτα ἀλλήλοις ἀντακολουθῇ δεθέντα ἁρμονίας ἀλύτοις δεσμοῖς, εὐδαιμονία κρατεῖ, τουτέστιν ἡ ἀψευδεστάτη σοφία καὶ φρόνησις, σοφία μὲν [γὰρ] πρὸς θεραπείαν θεοῦ, φρόνησις δὲ πρὸς ἀνθρωπίνου βίου διοίκησιν.

  82. 82.1

    ἄχρι μὲν οὖν λέγεται μόνον τὰ τῶν νόμων παραγγέλματα, βραχείας ἢ οὐδεμιᾶς ἀποδοχῆς τυγχάνει· προσγενομένων δ’ ἀκολούθων καὶ ἑπομένων ἔργων ἐν τοῖς τοῦ βίου πᾶσιν ἐπιτηδεύμασιν, ὥσπερ ἐκ ζόφου βαθέος εἰς φῶς ἀναχθέντα περιλαμφθήσεται δι’ εὐκλείας καὶ εὐφημίας.

  83. 83.1

    τίς γὰρ οὐκ ἂν εἴποι καὶ τῶν φύσει βασκάνων, ὅτι σοφὸν ἄρα γένος καὶ ἐπιστημονικώτατον μόνον τοῦτ’ ἐστίν, ᾧ τὰς θείας παραινέσεις ἐξεγένετο μὴ κενὰς καὶ ἐρήμους ἀπολιπεῖν τῶν οἰκείων πράξεων, ἀλλὰ πληρῶσαι τοὺς λόγους ἔργοις ἐπαινετοῖς;

  84. 84.1

    τοῦτο τὸ γένος οὐ μακρὰν ἀπῴκισται θεοῦ, φαντασιούμενον ἀεὶ τὰ αἰθέρια κάλλη καὶ ποδηγετούμενον ὑπ’ ἔρωτος οὐρανίου, ὡς, κἂν εἰ πύθοιτό τις, ποῖον ἔθνος μέγα, προσφυῶς ἄν τινας ἀποκρίνασθαι· ᾧ ὁ θεός ἐστιν ἐπήκοος ἱεροπρεπεστάτων εὐχῶν καὶ ταῖς ἀπὸ καθαροῦ τοῦ συνειδότος κατακλήσεσι συνεγγίζων.

  85. 85.1

    Ἐπεὶ δ’ ἐχθρῶν διττὸν εἶδος, τὸ μὲν ἀνθρώπων ἐκ πλεονεξίας ἐπιτηδεύσει γεγονός, τὸ δὲ θηρίων ἄνευ ἐπιτηδεύσεως ἀλλοτριότητι χρώμενον φυσικῇ, περὶ ἑκατέρου λεκτέον ἐν μέρει, καὶ πρότερόν γε τοῦ κατὰ τοὺς φύσει πολεμίους θῆρας· οὗτοι γὰρ οὐ μιᾶς πόλεως ἢ ἔθνους ἑνός, ἀλλὰ τοῦ σύμπαντος ἀνθρώπων γένους δυσμενεῖς εἰσιν, οὐ πρὸς ὡρισμένου χρόνου μῆκος, ἀλλὰ τὸν ἀόριστον καὶ ἀπερίγραφον αἰῶνα.

  86. 86.1

    τούτων οἱ μὲν ὡς δεσπότην ἄνθρωπον δεδιότες ὑποπτήσσουσιν ἐγκότῳ μίσει, οἱ δὲ τολμηταὶ καὶ θρασύτεροι προεπιχειροῦσι καιροφυλακοῦντες, εἰ μὲν ἀσθενέστεροι τυγχάνουσιν, ἐξ ἐνέδρας, εἰ δὲ δυνατώτεροι, φανερῶς.

  87. 87.1

    ἄσπονδος γὰρ καὶ ἀκήρυκτος εἷς πόλεμος οὗτος, ὡς λύκοις πρὸς ἄρνας, καὶ πᾶσι θηρίοις πρὸς πάντας ἀνθρώπους, ἐνύδροις τε καὶ χερσαίοις· ὃν θνητὸς μὲν οὐδεὶς δυνατὸς καθαιρεῖν, ὁ δ’ ἀγένητος μόνος καθαιρεῖ, ὅταν κρίνῃ τινὰς σωτηρίας ἀξίους, εἰρηνικοὺς μὲν τὸ ἦθος, ὁμοφροσύνην δὲ καὶ κοινωνίαν ἀσπαζομένους, οἷς φθόνος ἢ συνόλως οὐκ ἐνῴκησεν ἢ τάχιστα μετανέστη τὰ ἴδια προφέρειν εἰς μέσον ἀγαθὰ διεγνωκόσιν εἰς κοινὴν μετουσίαν καὶ ἀπόλαυσιν.

  88. 88.1

    εἰ γὰρ ἐπιλάμψειέ ποτε τῷ βίῳ τὸ ἀγαθὸν τοῦτο καὶ δυνηθείημεν τὸν καιρὸν ἰδεῖν ἐκεῖνον, ἐν ᾧ χειροήθη ποτὲ γενήσεται τὰ ἀτίθασα. πολὺ δὲ πρότερον τὰ ἐν τῇ ψυχῇ θηρία τιθασευθήσεται, οὗ μεῖζον ἀγαθὸν οὐκ ἔστιν εὑρεῖν· ἢ οὐχὶ εὔηθες ὑπολαμβάνειν, ὅτι τὰς ἀπὸ τῶν ἐκτὸς θηρίων βλάβας ἐκφευξόμεθα τὰ ἐν αὑτοῖς εἰς δεινὴν ἀγριότητα ἀεὶ συγκροτοῦντες; ὅθεν οὐκ ἀπελπιστέον, ὅτι ἐξημερωθέντων τῶν κατὰ διάνοιαν καὶ τὰ ζῷα ἡμερωθήσεται.

  89. 89.1

    τότε μοι δοκοῦσιν ἄρκτοι καὶ λέοντες καὶ παρδάλεις καὶ τὰ παρ’ Ἰνδοῖς, ἐλέφαντές τε καὶ τίγρεις, καὶ ὅσα ἄλλα τὰς ἀλκὰς καὶ τὰς δυνάμεις ἀήττητα μεταβαλεῖν ἐκ τοῦ μονωτικοῦ τε καὶ μονοτρόπου πρὸς τὸ σύννομον· κἀκ τοῦ πρὸς ὀλίγον μιμήσει τῶν ἀγελαίων ἡμερωθήσεται πρὸς τὴν ἀνθρώπου φαντασίαν, μηκέτι ὡς πρότερον ἀνερεθισθέντα, καταπλαγέντα δ’ ὡς ἄρχοντα καὶ φύσει δεσπότην εὐλαβῶς ἕξει, ἔνια δὲ καὶ τοῦ χειροήθους ἅμα καὶ φιλοδεσπότου τῇ παραζηλώσει, καθάπερ τὰ Μελιταῖα τῶν κυνιδίων ταῖς κέρκοις μεθ’ ἱλαρωτέρας κινήσεως προσσαίνοντα.

  90. 90.1

    τότε καὶ τὰ σκορπίων γένη καὶ ὄφεων καὶ τῶν ἄλλων ἑρπετῶν ἄπρακτον ἕξει τὸν ἰόν· φέρει καὶ ποταμὸς ὁ Αἰγύπτιος ὅμοια τοῖς οἰκήτορσι τῆς χώρας ἀνθρωποβόρα ζῷα, τοὺς κροκοδείλους λεγομένους καὶ ποταμίους ἵππους, φέρει καὶ τὰ πελάγη μυρίας ἰδέας ἀργαλεωτάτων ζῴων· παρ’ οἷς ἅπασιν ἱερὸς καὶ ἄσυλος γένοιτ’ ἂν ὁ σπουδαῖος, ἀρετὴν τιμήσαντος

  91. 91.1

    θεοῦ καὶ γέρας αὐτῇ παρασχόντος τὸ ἀνεπιβούλευτον. οὕτως μὲν ὁ πρεσβύτερος καὶ χρόνῳ καὶ φύσει καταλυθήσεται πόλεμος, ἡμερωθέντων καὶ μεταβαλόντων τῶν θηρίων πρὸς τὸ τιθασόν. ὁ δὲ νεώτερος καὶ ἐπιτηδεύσει γενόμενος ἐκ πλεονεξίας ῥᾳδίως διαλυθήσεται, τῶν ἀνθρώπων, ὥς γέ μοι δοκεῖ, δυσωπηθέντων, εἰ μελλήσουσιν ἀγριώτεροι ζῴων ἀλόγων ἐξετάζεσθαι, ὅτε τὰς ἀπὸ τῶν ἀλόγων ζημίας καὶ βλάβας ἐκπεφεύγασιν.

  92. 92.1

    αἴσχιστον γάρ, ὡς εἰκός, φανεῖται, τὰ μὲν ἰοβόλα καὶ ἀνθρωποβόρα καὶ ἄμικτα καὶ ἀκοινώνητα ἔνσπονδα γεγενῆσθαι μεταβαλόντα πρὸς εἰρήνην, τὸ δὲ ἥμερον φύσει ζῷον, ἄνθρωπον, κοινωνίας καὶ ὁμονοίας συγγενές, ἀσπονδεὶ φονᾶν κατὰ τῶν ὁμοίων.

  93. 93.1

    ἢ τὸ παράπαν οὖν, φησίν, οὐ διελεύσεται πόλεμος διὰ χώρας εὐσεβῶν, ἀλλ’ αὐτὸς καταρρυήσεται καὶ συντριβήσεται πρὸς ἑαυτόν, πρὸς οἵους ἔσοιτο ὁ ἀγὼν αἰσθανομένων τῶν ἀντιπάλων, ἅτε χρωμένους ἀνανταγωνίστῳ συμμαχίᾳ τοῦ δικαίου· μεγαλοπρεπὲς γὰρ καὶ περίσεμνον ἀρετὴ καὶ μόνη καθ’ ἡσυχίαν ἱκανὴ φορὰς μεγάλων ἐξευμαρίζειν κακῶν.

  94. 94.1

    ἢ κἂν μεμηνότες τινὲς ᾄττωσιν ἀκαθέκτῳ καὶ ἀπαρηγορήτῳ χρώμενοι τῇ τοῦ πολεμεῖν ἐπιθυμίᾳ, μέχρι μὲν συνίστανται, καταλαζονεύσονται θρασυνόμενοι, πρὸς δὲ χειρῶν ἅμιλλαν ἥκοντες αἰσθήσονται κενὸν αὔχημα αὐχήσαντες, ὡς μὴ δυνάμενοι νικᾶν· ῥώμῃ γὰρ ἀντιβιασθέντες κραταιοτέρᾳ φεύξονται προτροπάδην πρὸς πεντάδων ἑκατοντάδες καὶ πρὸς ἑκατοντάδων μυριάδες, πολλαῖς ὁδοῖς οἱ κατὰ μίαν ἐπελθόντες.

  95. 95.1

    ἔνιοι δέ, μηδὲ διώκοντος μηδενὸς ὅτι μὴ φόβου, τὰ νῶτα τοῖς ἀντιπάλοις εἰς βολὰς εὐσκόπους ἐπιστρέψουσιν, ὡς εὐμάρειαν εἶναι πάντας ἡβηδὸν ἀναιρεθέντας πεσεῖν. „ἐξελεύσεται γὰρ ἄνθρωπος,“ φησὶν ὁ χρησμός, καὶ στραταρχῶν καὶ πολεμῶν ἔθνη μεγάλα καὶ πολυάνθρωπα χειρώσεται, τὸ ἁρμόττον ὁσίοις ἐπικουρικὸν ἐπιπέμψαντος τοῦ θεοῦ· τοῦτο δ’ ἐστὶ θάρσος ψυχῶν ἀκατάπληκτον καὶ σωμάτων ἰσχὺς κραταιοτάτη, ὧν καὶ θάτερον φοβερὸν ἐχθροῖς, ἄμφω δὲ εἰ συνέλθοι, καὶ παντελῶς ἀνυπόστατα.

  96. 96.1

    ἐνίους δὲ τῶν ἐχθρῶν ἀναξίους ἔσεσθαί φησιν ἥττης τῶν ἀνθρώπων, οἷς σμήνη σφηκῶν ἀντιτάξειν ἐπ’ ὀλέθρῳ αἰσχίστῳ προπολεμοῦντα τῶν ὁσίων.

  97. 97.1

    τούτους δ’ οὐ μόνον τὴν ἐν πολέμῳ νίκην ἀναιμωτὶ βεβαίως ἕξειν, ἀλλὰ καὶ κράτος ἀρχῆς ἀνανταγώνιστον ἐπ’ ὠφελείᾳ τῶν ὑπηκόων, ἣ γένοιτ’ ἂν δι’ εὔνοιαν ἢ φόβον ἢ αἰδῶ. τρία γὰρ ἐπιτηδεύουσι τὰ μέγιστα καὶ συντείνοντα πρὸς ἡγεμονίαν ἀκαθαίρετον, σεμνότητα καὶ δεινότητα καὶ εὐεργεσίαν, ἐξ ὧν ἀποτελεῖται τὰ λεχθέντα· τὸ μὲν γὰρ σεμνὸν αἰδῶ κατασκευάζει, τὸ δὲ δεινὸν φόβον, τὸ δὲ εὐεργετικὸν εὔνοιαν, ἅπερ ἀνακραθέντα καὶ ἁρμοσθέντα ἐν ψυχῇ καταπειθεῖς ἄρχουσιν ὑπηκόους ἀπεργάζεται.

  98. 98.1

    Ταῦτα μὲν δὴ πρῶτά φησι συμβήσεσθαι τοῖς ἑπομένοις θεῷ καὶ περιεχομένοις ἀεὶ καὶ πανταχοῦ τῶν προσταγμάτων αὐτοῦ καὶ ἑκάστῳ τῶν τοῦ βίου μερῶν ταῦτα ἐφαρμόττουσιν, ὡς μηδὲν νόσῳ πλαζόμενον ἐκδιαιτᾶσθαι· δεύτερον δὲ πλοῦτον, ὃς κατὰ τὸ ἀναγκαῖον εἰρήνῃ καὶ ἀρχῇ ἕπεται.

  99. 99.1

    πλοῦτος δὲ ὁ μὲν τῆς φύσεως εὐτελής ἐστι τροφὴ καὶ σκέπη· τροφὴ μὲν οὖν ἄρτος καὶ ναματιαῖον ὕδωρ, ὃ πανταχοῦ τῆς οἰκουμένης ἀνακέχυται· σκέπης δὲ διττὸν εἶδος, τὸ μὲν ἀμπεχόνη, τὸ δὲ οἰκία, διὰ τὰς ἀπὸ κρυμοῦ καὶ θάλπους παρακολουθούσας ζημίας· ὧν ἑκάτερον, εἴ τις ἐθελήσειε τὴν περίεργον καὶ περιττὴν ἀφελεῖν πολυτέλειαν, εὐποριστότατον.

  100. 100.1

    οἳ δ’ ἂν ζηλώσωσι τὸν λεχθέντα πλοῦτον ἀσπασάμενοι τὰ φύσεως δῶρα, μὴ τὰ τῆς κενῆς δόξης, ὀλιγοδεΐαν καὶ ἐγκράτειαν ἀσκήσαντες, ἕξουσι κατὰ πολλὴν περιουσίαν καὶ τὸν τῆς ἁβροδιαίτου τροφῆς πλοῦτον οὐκ ἐπιτηδεύσαντες· ἐπιπηδήσει γὰρ ὡς πρὸς ἐπιτηδειοτάτους καὶ σεμνοὺς τῆς ἁρμοττούσης χρήσεως ἐπιστήμονας, ἀποδρὰς ἄσμενος τὰς τῶν ἀκολάστων καὶ ὑβριστῶν συνδιαιτήσεις, ἵνα μὴ χορηγῇ τοῖς ἐπὶ βλάβῃ τῶν πλησίον ζῶσι παρελθὼν τοὺς κοινωφελεῖς.

Next → — showing 1100 of 172

First Thousand Years of Greek. CTS URN tlg0018.tlg026.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.