De virtutibus
- 101.1
ἔστι δὲ καὶ ἄλλα μυρία τῶν ἐν μέρει διατεταγμένων πρὸς τοὺς ὁμοεθνεῖς χρηστὰ καὶ φιλάνθρωπα, ὧν ἀποχρώντως ἐν ταῖς προτέραις συντάξεσιν ἐπιμνησθεὶς ἀρκεσθήσομαι τοῖς ἀρτίως εἰρημένοις, ἃ δείγματος ἕνεκα καιρίως προσπαρέλαβον.
- 102.1
Νομοθετήσας δὲ περὶ τῶν ὁμοεθνῶν καὶ τοὺς ἐπηλύτας οἴεται δεῖν προνομίας τῆς πάσης ἀξιοῦσθαι, γενεὰν μὲν τὴν ἀφ’ αἵματος καὶ πατρίδα καὶ ἔθη καὶ ἱερὰ καὶ ἀφιδρύματα θεῶν γέρα τε καὶ τιμὰς ἀπολελοιπότας, καλὴν δ’ ἀποικίαν στειλαμένους τὴν ἀπὸ τῶν μυθικῶν πλασμάτων πρὸς τὴν ἀληθείας ἐνάργειαν καὶ τὸν σεβασμὸν τοῦ ἑνὸς καὶ ὄντως ὄντος θεοῦ.
- 103.1
κελεύει δὴ τοῖς ἀπὸ τοῦ ἔθνους ἀγαπᾶν τοὺς ἐπηλύτας, μὴ μόνον ὡς φίλους καὶ συγγενεῖς ἀλλὰ καὶ ὡς ἑαυτούς, κατά τε σῶμα καὶ ψυχήν, κατὰ μὲν σῶμα ὡς οἷόν τε κοινοπραγοῦντας, κατὰ δὲ τὴν διάνοιαν τὰ αὐτὰ λυπουμένους τε καὶ χαίροντας, ὡς ἐν διαιρετοῖς μέρεσιν ἓν εἶναι ζῷον δοκεῖν, ἁρμοζομένης καὶ συμφυὲς ἀπεργαζομένης τῆς κατ’ αὐτὸ κοινωνίας.
- 104.1
οὐκέτ’ ἂν εἴποιμι περὶ σιτίων καὶ ποτῶν καὶ ἐσθῆτος καὶ τῶν ἄλλων ὅσα περὶ δίαιταν καὶ τὰς ἀναγκαίας χρείας, ἃ τοῖς ἐπηλύτοις δίδωσιν ὁ νόμος παρὰ τῶν αὐτοχθόνων· ἕπεται γὰρ ταῦτα πάντα θεσμοῖς τοῖς τῆς εὐνοίας τοῦ στέργοντος ὁμοίως [ἀγαπῶντος] τὸν ἐπήλυτον ὡς ἑαυτόν.
- 105.1
Ἔτι τοίνυν ἐπιτείνων καὶ ἐπελαύνων ὁλκὸν φύσει πρᾶγμα, φιλανθρωπίαν, διατάττεται καὶ περὶ μετοίκων, ἀξιῶν τοὺς μετανάστας ἐν καιροῖς γενομένους ἀπονέμειν τινὰ τοῖς ὑποδεξαμένοις τιμήν, εὖ μὲν πεποιηκόσι καὶ φιλοξένως προσενεχθεῖσι πᾶσαν, εἰ δὲ μηδὲν ἔξω τῆς ὑποδοχῆς παράσχοιεν, μετριωτέραν· τὸ γὰρ ἐνορμίσασθαι πόλει μηδὲν προσηκούσῃ, μᾶλλον δὲ καὶ τὸ ἐπιβῆναι ἐδάφους αὐτὸ μόνον ἀλλοτρίου καθ’ αὑτὸ δωρεά τίς ἐστιν ἀποχρῶσα τοῖς μὴ δυναμένοις τὴν ἰδίαν οἰκεῖν.
- 106.1
ὁ δέ γε προσυπερβάλλων τοὺς ἐπιεικείας ὅρους αὐτῆς οἴεται δεῖν καὶ τοῖς κακῶς πεποιηκόσι τῶν ξενοδόχων μὴ μνησικακεῖν, εἰ καὶ μὴ τὰς πράξεις, ὄνομα γοῦν ἔχουσι φιλάνθρωπον. ἄντικρυς γοῦν φησιν· „οὐ βδελύξῃ Αἰγύπτιον, ὅτι πάροικος ἐγένου κατ’ Αἴγυπτον„ (Deut. 23,7).
- 107.1
καίτοι τί κακὸν παρέλιπον οἱ Αἰγύπτιοι, ὃ μὴ τῷ ἔθνει προσετρίψαντο, νέα παλαιοῖς συνυφαίνοντες ἀεὶ κεκαινουργημέναις ἐπινοίαις εἰς ὠμότητα; ἀλλ’ ὅμως ἐπειδὴ τὴν ἀρχὴν ἐδέξαντο τὰς πόλεις οὐκ ἀποκλείσαντες οὐδὲ τὴν χώραν ἄβατον τοῖς ἥκουσι παρασκευάσαντες, ἐχέτωσαν προνομίαν, φησί, τῆς ὑποδοχῆς τὸ ἔνσπονδον·
- 108.1
κἂν εἴ τινες ἐθελήσειαν αὐτῶν μεταλλάξασθαι πρὸς τὴν Ἰουδαίων πολιτείαν, οὐχ ὡς ἐχθρῶν παῖδας ἀσυμβάτως σκορακιστέον, ἀλλ’ οὕτως προσεκτέον, ὡς τρίτην γενεὰν καλεῖν τε εἰς ἐκκλησίαν (ibid. v. 8) καὶ μεταδιδόναι λόγων θείων, οἷς θέμις καὶ τοὺς αὐτόχθονας καὶ εὐπατρίδας ἱεροφαντεῖσθαι.
- 109.1
Ταῦτα μὲν ὑπὲρ τῶν ὑποδεξαμένων [πρὸς] τοὺς μετοίκους νομοθετεῖ· χρηστὰ δ’ ἕτερα καὶ μεστὰ ἡμερότητος ὑπὲρ πολεμίων. ἀξιοῖ γὰρ αὐτούς, κἂν ἐπὶ θύραις ὦσιν ἤδη τοῖς τείχεσιν ἐφεστῶτες ἐν ταῖς πανοπλίαις καὶ τὰς ἑλεπόλεις ἐφιστάντες, μήπω νομίζεσθαι πολεμίους, ἄχρις ἂν αὐτοὺς ἐπικηρυκευσάμενοι προκαλέσωνται πρὸς εἰρήνην, ἵν’ εἰ μὲν ἐνδοῖεν, τὸ μέγιστον ἀγαθὸν εὕροιεν, φιλίαν, εἰ δὲ ἀπειθέστερον ἐναντιοῖντο, συμμαχίαν τὴν τοῦ δικαίου προσειληφότες ἐλπίδι νίκης ἐπίωσι πρὸς ἄμυναν.
- 110.1
ἢν μέντοι καὶ ἐκ προνομῆς εὐμόρφου γυναικὸς εἰς ἐπιθυμίαν ἔλθῃς, μὴ ὡς αἰχμαλώτῳ, φησίν, ἐναπερύγῃς τὸ πάθος, ἀλλ’ ἡμερώτερον οἰκτισάμενος τῆς μεταβολῆς ἐπικούφισον τὴν συμφοράν, μεθαρμοσάμενος πάντα πρὸς τὸ βέλτιον.
- 111.1
ἐπικουφιεῖς δὲ τὰς μὲν τῆς κεφαλῆς τρίχας ἀποκείρας, περιελὼν δὲ ὄνυχας, ἀπαμφιάσας δὲ τὴν ἐσθῆτα ἣν ἔχουσα ἐζωγρήθη, τριάκοντα δὲ ἡμέρας ἀνεὶς καὶ ἐπιτρέψας αὐτῇ πενθῆσαι καὶ ἀποδακρῦσαι μετὰ ἀδείας πατέρα καὶ μητέρα καὶ τοὺς ἄλλους οἰκείους, ὧν ἀπεζεύχθη τεθνεώτων ἢ θανάτου χείρους ὑπομενόντων τὰς ἐν δουλείᾳ συμφοράς· μετὰ δὲ ταῦτα ὡς γαμετῇ νόμῳ συνέρχου.
- 112.1
τὴν γὰρ μέλλουσαν εὐνῆς ἀνδρὸς ἐπιβήσεσθαι, μὴ κατὰ μισθαρνίαν ὡς ἑταίραν τὸ τῆς ὥρας ἄνθος καπηλεύουσαν ἀλλ’ ἢ δι’ ἔρωτα τοῦ συνιόντος ἢ διὰ τέκνων γένεσιν, ὅσιον θεσμῶν τῶν ἐπὶ τελείοις γάμοις ἀξιοῦσθαι.
- 113.1
πάνυ καλῶς διαταξάμενος ἕκαστα· πρῶτον μὲν γὰρ οὐκ εἴασεν ἀχάλινον φέρεσθαι τὴν ἐπιθυμίαν ἀπαυχενίζουσαν, ἀλλ’ ἐστείλατο τὸ σφοδρὸν αὐτῆς ἡμέρας τριάκοντα χαλάσας. δεύτερον δὲ τὸν ἔρωτα βασανίζει, πότερον ἐπιμανὴς καὶ ἁψίκορος καὶ ὅλος τοῦ πάθους ἐστὶν ἢ μετέχει τῆς καθαρωτέρας ἰδέας, ἀνακεκραμένου λογισμοῦ· λογισμὸς γὰρ πεδήσει τὴν ἐπιθυμίαν οὐδὲν ὑβριστικὸν ἐάσας αὐτὴν ἐξεργάσασθαι, ἀλλὰ τὴν μηνιαίαν προθεσμίαν ἐπισχεῖν.
- 114.1
τρίτον δὲ ἐλεεῖ τὴν αἰχμάλωτον, εἰ μὲν παρθένος ἐστίν, ὅτι γονεῖς οὐκ ἐγγυῶσι τὴν εὐκταιοτάτην ἁρμοζόμενοι σύνοδον, εἰ δὲ χήρα, διότι τοῦ κουριδίου στερομένη πεῖραν ἑτέρου μελλήσει λαβεῖν, καὶ ταῦτ’ ἐπανατειναμένου τὸν δεσποτικὸν φόβον, κἂν ἰσότητα ἐπιτηδεύῃ· τὸ γὰρ ὑπακοῦον ἀεὶ τὴν τοῦ κρατοῦντος, κἂν ἡμερώτερον ᾖ, δέδιεν ἰσχύν.
- 115.1
ἐὰν δέ τις τῆς ἐπιθυμίας ἀποπληρωθεὶς καὶ διακορὴς γενόμενος μηκέτι κοινωνεῖν ὁμιλίας ἀξιοῖ τῆς πρὸς τὴν αἰχμάλωτον, οὐ ζημιοῖ μᾶλλον αὐτὸν ἢ νουθετεῖ καὶ σωφρονίζει πρὸς βελτίωσιν ἠθῶν· κελεύει γὰρ μήτε πιπράσκειν μήτ’ ἔτι δούλην ἔχειν, ἀλλὰ χαρίζεσθαι μὲν ἐλευθερίαν αὐτῇ, χαρίζεσθαι δὲ καὶ τὴν ἐκ τῆς οἰκίας ἀπαλλαγὴν ἀδεᾶ, ὡς μὴ γυναικὸς ἑτέρας ἐπεισελθούσης ἐξ ἔριδος, οἷα φιλεῖ, κατὰ ζηλοτυπίαν πάθῃ τι τῶν ἀνηκέστων, ἅμα καὶ τοῦ δεσπότου καινοτέροις φίλτροις ὑπηγμένου καὶ τῶν παλαιοτέρων ἀλογοῦντος.
- 116.1
Ἕτερα δ’ ἐφ’ ἑτέροις ἐπαντλῶν ὠσὶ φιληκόοις εἰς ἡμερότητα προστάττει, κἂν ἐχθρῶν ὑποζύγια ἀχθοφοροῦντα τῷ βάρει πιεσθέντα προπέσῃ, μὴ παρελθεῖν, ἀλλὰ συνεπικουφίσαι καὶ συνεγεῖραι, πόρρωθεν ἀναδιδάσκων τὸ μὴ τοῖς ἀβουλήτοις τῶν ἐχθρανάντων ἐφήδεσθαι, βαρύμηνι πάθος ἐπιχαιρεκακίαν εἰδώς, ἀδελφὸν ὁμοῦ καὶ ἀντίπαλον φθόνου, συγγενὲς μὲν ὅτι ἐκ πάθους ἑκάτερον καὶ γένοιτ’ ἂν ἄμφω περὶ τῶν αὐτῶν προσερχόμενα καὶ μόνον οὐ κατακολουθοῦντα ἀλλήλοις, ἀντίπαλον δὲ ὅτι ὁ μὲν ἐπὶ τοῖς τοῦ πέλας ἀγαθοῖς λύπην, ἡ δὲ ἐπὶ τοῖς τοῦ πλησίον κακοῖς ἡδονὴν ἀπεργάζεται.
- 117.1
κἂν πλανώμενον μέντοι, φησίν, ἐχθροῦ τινος ἴδῃς ὑποζύγιον, τὰ τῆς διαφορᾶς παραλιπὼν ὑπεκκαύματα βαρυτέροις ἤθεσιν ἀπαγαγὼν ἀπόδος. οὐ γὰρ ἐκεῖνον μᾶλλον ὀνήσεις ἢ σεαυτόν, ἐπειδὴ τῷ μὲν ἄλογον ζῷον καὶ οὐδενὸς ἴσως ἄξιον περιγίνεται, σοὶ δὲ τὸ μέγιστον καὶ τιμιώτατον τῶν ἐν τῇ φύσει, καλοκἀγαθία.
- 118.1
ἕπεται δὲ κατὰ τὸ ἀναγκαῖον ὥσπερ σκιὰ σώματι καὶ ταύτῃ τῆς ἔχθρας διάλυσις· ὅ τε γὰρ εὖ πεπονθὼς ἄκων ἄγεται πρὸς τὸ ἔνσπονδον χάριτι δουλωθείς, ὅ τε ὠφεληκὼς συμβούλῳ χρώμενος καλῇ πράξει σχεδὸν ἤδη πρὸς καταλλαγὰς τὴν διάνοιαν τέτραπται.
- 119.1
τοῦτο δὲ μάλιστα βούλεται διὰ πάσης τῆς νομοθεσίας ὁ ἱερώτατος προφήτης κατασκευάζειν, ὁμόνοιαν, κοινωνίαν, ὁμοφροσύνην, κρᾶσιν ἠθῶν, ἐξ ὧν οἰκίαι καὶ πόλεις ἔθνη τε καὶ χῶραι καὶ τὸ σύμπαν ἀνθρώπων γένος εἰς τὴν ἀνωτάτω προέλθοιεν εὐδαιμονίαν.
- 120.1
ἀλλ’ ἄχρι μὲν τοῦ παρόντος ταῦτ’ εἰσὶν εὐχαί· γενήσεται δέ, ὥς γε ἐμαυτὸν πείθω, καὶ ἔργα ἀψευδέστατα, τοῦ θεοῦ παρασχόντος ὥσπερ ἐτησίους καρποὺς εὐφορίαν ἀρεταῖς, ὧν μὴ ἀμοιρήσαιμεν οἱ τὸν πόθον αὐτῶν σχεδὸν ἀπὸ πρώτης ἡλικίας περιφέροντες.
- 121.1
Ἃ μὲν οὖν ἐπ’ ἐλευθέροις ἔγνω, ταῦτα καὶ τὰ τούτοις ἐστὶ παραπλήσια. συνῳδὰ δ’ ὡς ἔοικε καὶ περὶ δούλων νομοθετεῖ, πάλιν τῶν συντεινόντων εἰς ἡμερότητα καὶ φιλανθρωπίαν καὶ τούτοις μεταδιδούς.
- 122.1
θῆτας μὲν οὖν ἕνεκα χρείας τῶν ἀναγκαίων ὑποβεβληκότας ἑαυτοὺς ἄλλων ὑπηρεσίαις οἴεται δεῖν ἀνάξιον μηδὲν ὑπομένειν τῆς ἐκ γένους ἐλευθερίας, παραινῶν τοῖς τυγχάνουσι τῆς διακονίας εἰς τὸ τῆς τύχης ἀτέκμαρτον ἀφορᾶν καὶ λαμβάνειν αἰδῶ τῆς μεταβολῆς· τοὺς δ’ ἐξ ἐφημερινῶν δανείων χρεώστας τὸ τῆς προσβολῆς ὄνομα καὶ πάθος ὑποδύντας ἢ καὶ τοὺς ἀνάγκῃ βιαστικωτέρᾳ γενομένους ἐξ ἐλευθέρων δούλους οὐκ εἰς ἅπαν κακοπραγεῖν ἐᾷ διδοὺς ἐκεχειρίαν τούτοις τὴν εἰς ἅπαν ἐνιαυτῷ ἑβδόμῳ.
- 123.1
τοῖς μὲν γὰρ δανεισταῖς οὐ κομισαμένοις τὸ χρέος ἢ τρόπον ἕτερον κτησαμένοις τοὺς πρότερον ἐλευθέρους ἐξαρκεῖ, φησί, χρόνος εἰς ὑπηρεσίαν ἑξαετία· οἱ δὲ μὴ γένει δοῦλοι χρηστῆς ἐλπίδος μὴ εἰς ἅπαν ἀμοιρείτωσαν, ἀλλ’ ἴτωσαν ἐπὶ τὴν παλαιὰν ἄδειαν, ἧς διὰ καιροὺς ἀβουλήτους ἐστέρηντο.
- 124.1
κἂν ἐκ τριγονίας μέν, φησί, δοῦλος ἑτέρου φόβῳ δεσποτικῶν ἀπειλῶν ἢ συνειδήσει τινῶν ἁμαρτημάτων ἢ μηδὲν ἠδικηκώς, ἀμειλίκτῳ καὶ ὠμοθύμῳ χρώμενος ἄλλως δεσπότῃ, πρὸς σὲ καταφύγῃ τευξόμενος ἐπικουρίας, μὴ περιίδῃς· ἐκδιδόναι γὰρ ἱκέτας οὐχ ὅσιον, ἱκέτης δὲ καὶ ὁ δοῦλος ὥσπερ εἰς ἱερὸν τὴν σὴν ἑστίαν καταπεφευγώς, ἐν ᾗ δίκαιόν ἐστιν ἀσυλίας τυγχάνειν, μάλιστα μὲν εἰς ἀδόλους ἐλθὼν καταλλαγὰς τὰς χωρὶς ἐνέδρας, εἰ δὲ μή, τὸ γοῦν πανύστατον πραθείς· ἀλλαγαὶ γὰρ αἱ τῶν δεσποτῶν ἄδηλον ὅπου τὴν ῥοπὴν ἕξουσι, τοῦ δ’ ὁμολογουμένου κουφότερον τὸ ἄδηλον κακόν.
- 125.1
Ταῦτα μὲν οὖν περὶ οἰκείων καὶ ἀλλοτρίων καὶ φίλων καὶ ἐχθρῶν καὶ δούλων καὶ ἐλευθέρων καὶ συνόλως ἀνθρώπων νομοθετεῖ. τὸ δὲ ἐπιεικὲς καὶ ἥμερον καὶ ἐπὶ τὴν τῶν ἀλόγων ζῴων φύσιν ἄγει μεταδιδοὺς καὶ τούτοις, ὥσπερ ἀπὸ πηγῆς εὐμενοῦς ἀρύσασθαί τινος χρηστοῦ.
- 126.1
κελεύει γὰρ ἐν ταῖς ἡμέροις ἀγέλαις, κατά τε ποίμνας καὶ αἰπόλια καὶ βουκόλια, τῆς παραχρῆμα τῶν γεννωμένων ἀπολαύσεως ἀπέχεσθαι, μήτε πρὸς ἐδωδὴν μήτε ἐπὶ προφάσει θυσιῶν λαμβάνοντας. ὠμῆς γὰρ ὑπέλαβεν εἶναι ψυχῆς, ἐφεδρεύειν ἀποκυϊσκομένοις εἰς ἀνυπέρθετον διάζευξιν ἐγγόνων τε αὖ καὶ μητέρων ἕνεκα γαστρὸς ἡδονῆς, μᾶλλον δὲ ἀηδίας ἐκτόπου τινὸς [ψυχῆς] καὶ παρηλλαγμένης.
- 127.1
φησὶν οὖν τῷ βιωσομένῳ κατὰ τὴν ἱερωτάτην αὐτοῦ πολιτείαν· „ὦ γενναῖε, πολλή τίς ἐστιν ἀφθονία σοι τῶν πρὸς ἀπόλαυσιν, οἷς μέμψις οὐ παρέπεται· συγγνωστὸν γὰρ ἂν ἦν ἴσως, ἐπειδὴ πολλὰ τῶν ἀβουλήτων ἡ ἀπορία καὶ σπάνις δρᾶν ἀναγκάζει. σὺ δὲ καὶ διαφέρειν εἰς ἐγκράτειαν καὶ τὰς ἄλλας ἀρετὰς ὀφείλεις τὴν καλλίστην τεταγμένος τάξιν, ὑπὸ ταξιάρχῃ τῷ τῆς φύσεως ὀρθῷ λόγῳ, δι’ ὃν ἡμερῶσθαί σε δεῖ μηδὲν σκαιὸν τῇ διανοίᾳ παραδεχόμενον.
- 128.1
τί δ’ ἂν εἴη σκαιότερον ἢ ταῖς περὶ τὴν ἀποκύησιν ὠδῖσιν ἐπιφέρειν ἔξωθεν ἑτέρας ἐκ τῆς παραχρῆμα τῶν γεννωμένων διαζεύξεως; ἀνάγκη γὰρ σφαδᾴζειν ἀποσπωμένων, διά τινα φυσικὴν μητέρων πρὸς ἔγγονα φιλοστοργίαν, καὶ μάλιστα ὑπὸ τὸν τῆς κυήσεως καιρόν, ἐπειδὴ πηγάζοντες οἱ μαστοὶ σπάνει τοῦ θηλάζοντος, ἀνακοπὴν τῆς ἐπιρροίας λαμβανούσης, σκιρροῦνταί τε καὶ κατατεινόμενοι τῷ βάρει παγέντος εἴσω τοῦ γάλακτος ἀλγηδόσι πιέζονται.
- 129.1
χάρισαι δή, φησί, τῇ μητρὶ τὸ ἔγγονον, εἰ καὶ μὴ τὸν σύμπαντα χρόνον, ἑπτὰ γοῦν τὰς πρώτας ἡμέρας γαλακτοτροφῆσαι, καὶ μὴ ἀνωφελεῖς ἃς ἡ φύσις ὤμβρησε πηγὰς ἐν μαστοῖς ἐργάσῃ, τὰς δευτέρας αὐτῆς χάριτας ἀνελών, ἃς ἐκ πολλοῦ τοῦ προμηθοῦς ἡτοιμάσατο τἀκόλουθον μακρόθεν αἰωνίῳ καὶ τελείᾳ φρονήσει κατιδοῦσα —
- 130.1
προτέρα μὲν γὰρ δωρεὰ γένεσις, δι’ ἧς τὸ μὴ ὂν ἄγεται πρὸς τὸ εἶναι, δευτέρα δὲ γάλακτος ἐπίρροια, τροφὴ καιρίως μαλακωτάτη, πᾶν ἁπαλόνυχον ἄρδουσα, ὃ ποτόν ἐστιν ὁμοῦ καὶ σιτίον· ὅσον μὲν γὰρ ὑδατῶδες τοῦ γάλακτος, ποτόν, ὅσον δ’ ὑποπαχύνεται, σιτίον — προνοίᾳ τοῦ μὴ κακοπαθεῖν τὸ ἀρτίγονον, ἐφεδρευούσης ἀεὶ χρόνοις διαφέρουσιν ἐνδείας, ἀλλ’ ὑπὸ μίαν καὶ τὴν αὐτὴν προσφορὰν ἑκατέρας τροφῆς ἤδη τὰς πικρὰς δεσποίνας, δίψαν τε καὶ πεῖναν, ἐκφεύγειν.“
- 131.1
τοῦτον ἀναγνόντες τὸν νόμον, οἱ χρηστοὶ καὶ περιμάχητοι γονεῖς, ἐγκαλύψασθε, οἱ ἐπὶ τοῖς βρέφεσιν ἀεὶ φονῶντες, οἱ κακὴν ἐφεδρεύοντες ἐφεδρείαν τοῖς ἀποκυομένοις εἰς ἔκθεσιν, οἱ τοῦ σύμπαντος ἀνθρώπων γένους ἄσπονδοι πολέμιοι.
- 132.1
τίνι γὰρ δι’ εὐνοίας ἀφίξεσθε, γενόμενοι τῶν ἰδίων τέκνων αὐτόχειρες; οἱ τὰς πόλεις τό γ’ ἐφ’ ὑμῖν ἧκον μέρος ἐρημοῦντες, ἀπὸ τῶν ἐγγυτάτω γένους ἀρξάμενοι τῆς ἀπωλείας, οἱ τοὺς τῆς φύσεως θεσμοὺς ἀνατρέποντες καὶ ὅσα ἂν οἰκοδομῇ καθαιροῦντες, δι’ ἀνημέρου καὶ ἀτιθάσου ψυχῆς ὠμότητα γενέσει φθορὰν καὶ ζωῇ θάνατον ἐπιτειχίζοντες.
- 133.1
ἢ οὐχ ὁρᾶτε, ὅτι τῷ πάντα ἀρίστῳ νομοθέτῃ δι’ ἐπιμελείας ἐγένετο μηδὲ τῶν ἀλόγων τὰ ἔγγονα διαζευχθῆναι τῆς τεκούσης, ἄχρις ἂν γαλακτοτροφηθῇ; τὸ πλέον, ὦ γενναῖοι, δι’ ὑμᾶς, ἵν’, εἰ καὶ μὴ τῇ φύσει, μαθήσει γοῦν ἀναδιδάσκησθε τὸ φιλοίκειον, εἰς ἄρνας καὶ ἐρίφους ἀποβλέποντες, οἳ ἐν ἀφθόνοις χορηγίαις τῶν ἀναγκαίων τρυφᾶν οὐ κεκώλυνται, τῆς φύσεως μὲν τοιαῦτα παρασκευασαμένης ἐν ἐπιτηδειοτάτοις χωρίοις, ἐξ ὧν εὐμαρεῖς τοῖς δεησομένοις αἱ ἀπολαύσεις γενήσονται, νομοθέτου δὲ μετὰ πολλῆς προμηθείας ἐφορῶντος, ἵνα μηδεὶς ἐμποδίζῃ τὰς εὐεργέτιδας καὶ σωτηρίους τοῦ θεοῦ δωρεάς.
- 134.1
Βουλόμενος δὲ πολυτρόποις ἰδέαις τὰ ἡμερότητος καὶ ἐπιεικείας σπέρματα ταῖς διανοίαις ἐγκατασπείρειν ἄλλο τίθησι διάταγμα συγγενὲς τοῖς προτέροις, ἀπαγορεύων ἡμέρᾳ τῇ αὐτῇ συγκαταθύειν μητέρα καὶ ἔγγονον· καὶ γὰρ εἰ θυτέον, ἀλλ’ οὖν ἐν χρόνοις γε διαφέρουσιν· ὑπερβολὴ γὰρ ἀγριότητος τὴν αἰτίαν τῆς γενέσεως μετὰ τοῦ ζῳογονηθέντος ἡμέρᾳ μιᾷ κτείνειν. καὶ τοῦτο τοῦ χάριν;
- 135.1
ἢ γὰρ ἐπὶ προφάσει θυσιῶν ἢ διὰ γαστρὸς ἀπόλαυσιν· εἰ μὲν οὖν ἕνεκα θυσιῶν, ἐπέψευσται καὶ τοὔνομα· τὰ γὰρ τοιαῦτα σφάγια, οὐ θυσία. τίς δὲ δὴ καὶ θεοῦ βωμὸς οὕτως ἀνίερα ἱερεῖα προσδέξεται; ποῖον δὲ πῦρ οὐκ ἂν δίχα τμηθὲν ἐξ ἑαυτοῦ διασταίη φεῦγον τὴν ἐξ ἀμίκτου πράγματος ἕνωσιν; οἶμαι ἂν αὐτὸ μηδὲ πρὸς βραχύτατον ὑπομεῖναι χρόνον, ἀλλ’ αὐτίκα σβεσθῆναι προνοίᾳ τινὶ τοῦ μὴ τὸν ἀέρα καὶ τὴν ἱερωτάτην πνεύματος φύσιν ὑπὸ τῆς αἰρομένης φλογὸς μιαίνεσθαι.
- 136.1
εἰ δὲ μὴ θυσιῶν χάριν ἀλλὰ θοίνης, τίς οὐκ ἂν τῆς ὑπερφυοῦς γαστριμαργίας ὀρέξεις προβάλλοιτο καινὰς καὶ παρηλλαγμένας; ἐκτόπους μὲν γὰρ ἡδονὰς οἱ τοιοῦτοι μεταδιώκουσι. τίς δὲ ἡδονὴ κρεωφαγοῦσι, γεύσασθαι σαρκῶν ἐν ταὐτῷ μητέρων καὶ ἐγγόνων; ὧν εἰ τὰ μέλη τις ἀναμῖξαι θελήσειεν ἀναπείρων ὀβελοῖς, ἵν’ ὀπτῶν ἐμφορήσαιτο, οὐκ ἄν μοι δοκεῖ διατελεῖν ἥσυχα, ῥήξειν δὲ φωνὴν σχετλιάσαντα δι’ ὑπερβολὴν τοῦ καινουργηθέντος πάθους καὶ μυρία λοιδορήσεσθαι τῆς λαιμαργίας τοῖς εὐτρεπίζουσιν ἄσιτον εὐωχίαν.
- 137.1
ἀλλ’ ὅ γε νόμος ἔξω τῶν περιρραντηρίων ἐλαύνει καὶ ὅσα τῶν ζῴων κυοφορεῖ, μὴ ἐπιτρέπων ἄχρις ἂν ἀποτέκῃ σφαγιάζεσθαι, τὰ κατὰ γαστρὸς ἐν ἴσῳ τοῖς ἀποκυηθεῖσιν ἤδη λογισάμενος, οὐκ ἐπειδὴ τὴν ἴσην ἔλαχε τάξιν ἃ μηδ’ εἰς φῶς πω προῆλθεν, ἀλλ’ ὑπὲρ τοῦ μακρόθεν ἐπισχεῖν τὴν εὐχέρειαν τῶν εἰωθότων πάντα φύρειν.
- 138.1
εἰ γὰρ τὰ φυτῶν τρόπον ἔτι παραυξανόμενα καὶ μέρη νομιζόμενα τῶν κυόντων, νυνὶ μὲν ἡνωμένα, μηνῶν δὲ περιόδοις αὖθις ἀποσπασθησόμενα τῆς συμφυΐας, διὰ τὴν ἐλπίδα τοῦ γενήσεσθαι ζῷα φυλάττεται τῷ περὶ τὰς μητέρας ἀνεπιβουλεύτῳ, χάριν τοῦ μὴ τὸ λεχθὲν μίασμα συμβῆναι, πῶς οὐχὶ μᾶλλον τὰ ἀποτεχθέντα καὶ καθ’ αὑτὰ ψυχῆς καὶ σώματος μεμοιραμένα; πάντων γὰρ ἀνοσιώτατον ἑνὶ καιρῷ καὶ ἡμέρᾳ μιᾷ ἔγγονον ὁμοῦ καὶ μητέρα κτείνειν.
- 139.1
ἐνθένδε μοι δοκοῦσιν ὁρμηθέντες ἔνιοι τῶν νομοθετῶν τὸν ἐπὶ ταῖς κατακρίτοις γυναιξὶν εἰσηγήσασθαι νόμον, ὃς κελεύει τὰς ἐγκύους, ἐὰν ἄξια θανάτου δράσωσιν, φυλάττεσθαι μέχρις ἂν ἀποτέκωσιν, ἵνα μὴ ἀναιρουμένων συναπόληται τὰ κατὰ γαστρός.
- 140.1
ἀλλ’ οὗτοι μὲν ἐπ’ ἀνθρώπων ταῦτα ἔγνωσαν· ὁ δὲ καὶ προσυπερβάλλων ἔτι ἄχρι καὶ τῶν ἀλόγων ζῴων τὸ ἐπιεικὲς ἀπέτεινεν, ἵν’ ἐν τοῖς ἀνομοιογενέσιν ἀσκήσαντες πολλῇ τινι περιουσίᾳ χρώμεθα φιλανθρωπίας ἐν τοῖς ὁμογενέσι, τοῦ μὲν λυπεῖν καὶ ἀντιλυπεῖν ἀλλήλους ἀπεχόμενοι, τὰ δ’ οἰκεῖα ἀγαθὰ μὴ θησαυροφυλακοῦντες, ἀλλ’ εἰς μέσον προφέροντες καθάπερ συγγενέσι καὶ ἐκ φύσεως ἀδελφοῖς τοῖς πανταχοῦ πᾶσιν.
- 141.1
ἔτι τοίνυν τὸ μὲν ἔθνος ἐπὶ μισανθρωπίᾳ διαβαλλέτωσαν, τοὺς δὲ νόμους ὡς ἄμικτα καὶ ἀκοινώνητα παραγγέλλοντας αἰτιάσθωσαν οἱ δεινοὶ συκοφάνται, φανερῶς οὕτως τῶν μὲν νόμων ἐλέου μεταδιδόντων καὶ ταῖς τῶν θρεμμάτων ἀγέλαις, τοῦ δὲ ἔθνους ταῖς ἐκ πρώτης ἡλικίας νομίμοις ὑφηγήσεσιν ὅσον ἐν ταῖς ψυχαῖς ἀπειθὲς μεθαρμοζομένου πρὸς τὸ τιθασόν.
- 142.1
ἐπαποδύεται δὲ αὐτὸς ἑαυτῷ καὶ ἐπαγωνίζεται πολύγονος ὢν ἀρετῆς καί τινι εὐτροπίᾳ χρώμενος πρὸς τὰς καλὰς ὑφηγήσεις· κελεύσας γάρ, πρὶν ἀπότιτθον γενέσθαι, μὴ ἀποσπᾶν τῆς τεκούσης μήτε ἄρνα μήτε ἔριφον μήτε ἄλλο τι τῶν ἐν ταῖς ἀγέλαις, καὶ προσδιαταξάμενος μηδὲ τῇ αὐτῇ ἡμέρᾳ κτείνειν μητέρα καὶ ἔγγονον, ἐπιδαψιλεύεται φάσκων· „οὐχ ἑψήσεις ἄρνα ἐν γάλακτι μητρός“ (Exod. 23,19. 34,26. δευτ. 14,20).
- 143.1
πάνυ γὰρ ἄτοπον ὑπέλαβεν εἶναι τὴν τροφὴν ζῶντος ἥδυσμα γενέσθαι καὶ παράρτυσιν ἀναιρεθέντος καὶ τὴν μὲν φύσιν ἐπιμεληθεῖσαν αὐτοῦ τῆς διαμονῆς ὀμβρῆσαι γάλα, ὃ διὰ μαστῶν τῆς τεκούσης οἷα δεξαμενῶν φέρεσθαι διετάξατο, τὴν δὲ τῶν ἀνθρώπων ἀκρασίαν τοσοῦτον ἐπιβῆναι, ὡς τῷ τῆς ζωῆς αἰτίῳ καταχρήσασθαι καὶ πρὸς τὴν τοῦ ὑπολοίπου σώματος ἀνάλωσιν.
- 144.1
εἰ δή τις ἐν γάλακτι κρέα συνέψειν ἀξιοῖ, μὴ σὺν ὠμότητι, χωρὶς δὲ ἀσεβείας ἑψέτω· μυρίαι θρεμμάτων εἰσὶν ἀγέλαι πανταχοῦ καὶ καθ’ ἑκάστην ἡμέραν ἀμελγόμεναι διὰ βουκόλων αἰπόλων ποιμένων, οἷς κτηνοτροφοῦσιν ἡ μεγίστη πρόσοδός ἐστι γάλα, τῇ μὲν κεχυμένον, τῇ δὲ συνεσταλμένον τε καὶ πηγνύμενον εἰς τυρόν· ὥστε ἀφθονίας ὑπαρχούσης τὸν ἀρνῶν ἢ ἐρίφων ἤ τινος ἑτέρου γάλακτι μητρῴῳ κρέα συνέψοντα χαλεπὴν ἐπιδείκνυσθαι τρόπων σκαιότητα, τὸ ἀναγκαιότατον καὶ συγγενέστατον λογικῇ ψυχῇ πάθος ἐκτετμημένον, τὸν ἔλεον.
- 145.1
Ἄγαμαι δὲ κἀκεῖνον τὸν νόμον, ὃς καθάπερ ἐν χορῷ παναρμονίῳ συνᾴδων τοῖς προτέροις διαγορεύει, βοῦν ἀλοῶντα μὴ φιμοῦν. οὗτος γάρ ἐστιν ὁ πρὸ μὲν τῆς σπορᾶς [οὔσης] τῆς βαθυγείου πεδιάδος ἀνατέμνων τὰς αὔλακας καὶ προετοιμασάμενος οὐρανῷ καὶ γεωπόνῳ τὰς ἀρούρας, τῷ μὲν ἵνα καιρίως κατασπείρῃ, τῷ δ’ ἵνα κόλποι βαθεῖς ὑποδεξάμενοι τὰς διὰ τῶν ὑετῶν χάριτας ταμιεύωσι καὶ χορηγῶσιν ἐκ τοῦ κατ’ ὀλίγον τῷ σπόρῳ τροφὰς πίονας, ἄχρις ἂν σταχυηφορήσας τελειογονήσῃ τὸν ἐτήσιον καρπόν· μετὰ δὲ τὴν τελείωσιν πάλιν βοῦς ἐστι πρὸς ἑτέραν ὑπηρεσίαν ἀναγκαῖος, κάθαρσιν δραγμάτων καὶ διάκρισιν σκυβάλων ἀπὸ τοῦ γνησίου καὶ χρησίμου.
- 146.1
ἀλλ’ ἐπειδὴ τὴν ἐπὶ τοῖς [γῆν] ἀλοῶσι βουσὶν ἥμερον καὶ χρηστὴν πρόσταξιν εἶπον, καὶ τὸν ἐπὶ τοῖς γῆν ἀροῦσι θρέμμασι τεθέντα νόμον ἑξῆς δίειμι τῆς αὐτῆς ὄντα συγγενείας. ἀπαγορεύει γὰρ ἐν ταὐτῷ καταζευγνύναι πρὸς ἄροτον γῆς βοῦν καὶ ὄνον, οὐ μόνον τοῦ περὶ τὰ ζῷα ἀνοικείου στοχασάμενος, διότι τὸ μέν ἐστι καθαρόν, ὄνος δὲ τῶν οὐ καθαρῶν, τὰ δὲ οὕτως ἠλλοτριωμένα συνάγειν οὐ πρέπει, ἀλλ’ ἐπειδὴ καὶ τὴν ἰσχύν ἐστιν ἄνισα, προμηθεῖται δὲ τῶν ἀσθενεστέρων, ὡς μὴ πρὸς δυνατωτέρας βίας θλίβηται καὶ προσπιέζηται· καίτοι τὸ μὲν ἀσθενέστερον, ὄνος, ἔξω περιρραντηρίων ἐλαύνεται, τὸ δὲ ἐρρωμενέστερον, βοῦν, ἐν ταῖς τελειοτάταις θυσίαις νόμος ἱερουργεῖν.
- 147.1
ἀλλ’ ὅμως οὔτε τῆς τῶν ἀκαθάρτων ἀσθενείας ὠλιγώρησεν οὔτε τοῖς καθαροῖς ἐφῆκεν ἰσχύϊ πρὸ δίκης χρῆσθαι, μόνον οὐκ ἄντικρυς βοῶν καὶ κεκραγὼς τοῖς ὦτα ἔχουσιν ἐν ψυχῇ, μηδένα τῶν ἑτεροεθνῶν ἀδικεῖν, οὐδὲν ἔχοντας αἰτιάσασθαι ὅτι μὴ τὸ ἀλλογενές, ὅπερ ἐστὶν ἀναίτιον· ὅσα γὰρ μήτε κακία μήτε ἀπὸ κακιῶν ἔξω παντὸς ἐγκλήματος ἵσταται.
- 148.1
Ἐπιδαψιλευόμενος δὲ τὸ ἐπιεικὲς πάλιν πλουσίως αὐτῷ καὶ κατακόρως χρῆται, μετιὼν ἀπὸ μὲν τῶν λογικῶν ἐπὶ τὰ ἄλογα, ἀπὸ δὲ τῶν ἀλόγων ἐπὶ τὰ φυτά, περὶ ὧν αὐτίκα λεκτέον, ἐπειδὴ περὶ τῶν προτέρων, ἀνθρώπων τε καὶ τῶν ὅσα ψυχῆς μεμοίραται,
- 149.1
λέλεκται. διείρηκε τοίνυν ἄντικρυς μήτε δενδροτομεῖν ὅσα τῆς ἡμέρου ὕλης μήτε κείρειν ἐπὶ λύμῃ πρὸ καιροῦ σταχυηφοροῦσαν πεδιάδα μήτε συνόλως καρπὸν διαφθείρειν, ἵνα περιουσίᾳ μὲν τροφῶν ἀφθόνων χορηγῆται τὸ ἀνθρώπων γένος, περιουσίᾳ ζῇ δὲ μὴ μόνον τῶν ἀναγκαίων ἀλλὰ καὶ τῶν πρὸς τὸν ἁβροδίαιτον βίον. ἀναγκαῖον μὲν γὰρ ὁ τοῦ σίτου καρπὸς εἰς τροφὴν ἀνθρώπων ἀποκριθείς, πρὸς δὲ τὸν ἁβροδίαιτον βίον αἱ τῶν ἀκροδρύων ἀμύθητοι ποικιλίαι· γίνονται δὲ ἐν ἐνδείαις αὗται πολλάκις καὶ τροφαὶ δεύτεραι.
- 150.1
καὶ προσυπερβάλλων οὐδὲ τὴν τῶν πολεμίων χώραν τέμνειν ἐᾷ, παραγγέλλει δ’ ἀνέχειν δενδροτομιῶν καὶ δῃώσεων, ἄτοπον ὑπολαβὼν εἶναι τὴν πρὸς ἀνθρώπους ὀργὴν ἀποσκήπτειν εἰς τὰ μηδενὸς αἴτια κακοῦ.
- 151.1
ἔπειτα δὲ ἀξιοῖ μὴ μόνον τὸ παρὸν βλέπειν, ἀλλὰ καὶ τὸ μέλλον ὥσπερ ἀπὸ σκοπῆς μακρόθεν ὀξυωπίᾳ λογισμοῦ καθορᾶσθαι, μηδενὸς ἐν ὁμοίῳ μένοντος ἀλλὰ πάντων τροπαῖς καὶ μεταβολαῖς χρωμένων, ὡς εἰκὸς εἶναι τοὺς τέως δυσμενεῖς ἐπικηρυκευσαμένους καὶ συμβατηρίων ἄρξαντας ἐνσπόνδους αὐτίκα γενέσθαι.
- 152.1
φίλους δὲ τροφῶν ἀναγκαίων ἀποστερεῖν χαλεπόν, μηδὲν ταμιευσαμένους τῶν ἐπ’ ὠφελείᾳ διὰ τὴν τοῦ μέλλοντος ἀδηλότητα. πάνυ γὰρ ἐκεῖνο καλῶς εἴρηται τοῖς παλαιοῖς, ὅτι καὶ φιλίας κοινωνητέον μὴ ἀπογινώσκοντας ἔχθραν καὶ προσκρουστέον ὡς φιλίας ἐσομένης, ἵνα ἕκαστος ἐν τῇ ἑαυτοῦ φύσει ταμιεύηταί τι τῶν εἰς ἀσφάλειαν καὶ μὴ ἀπογυμνωθεὶς ἐν ἔργοις καὶ λόγοις μετανοῇ, τῆς ἄγαν εὐχερείας, ὅτ’ οὐδὲν ὄφελος, αἰτιώμενος ἑαυτόν.
- 153.1
τὸ λόγιον τοῦτο χρὴ φυλάττειν καὶ τὰς πόλεις, ἐν μὲν εἰρήνῃ προνοουμένας τῶν κατὰ πόλεμον, ἐν δὲ πολέμῳ τῶν κατ’ εἰρήνην, καὶ μήτε τοῖς συμμάχοις ἀνέδην προπιστεύειν ὡς οὐ χρησομένοις μεταβολῇ πρὸς τὸ ἀντίπαλον μήτε τοῖς πολεμίοις εἰς ἅπαν ἀπιστεῖν ὡς οὐ δυνησομένοις ποτὲ μεθορμίσασθαι πρὸς τὸ ἔνσπονδον.
- 154.1
εἰ μέντοι καὶ μηδὲν ὑπὲρ ἐχθροῦ πρακτέον δι’ ἐλπίδα καταλλαγῶν, οὐδὲν ἐχθρὸν φυτόν, ἀλλ’ ἔνσπονδα πάντα καὶ ὠφέλιμα, τὰ δ’ ἥμερα καὶ διαφερόντως ἀναγκαῖα, ὧν ὁ καρπὸς ἢ τροφή ἐστιν ἢ ἰσότιμον τροφῇ κτῆμα. τί δὴ δεῖ πεπολεμῶσθαι πρὸς τὰ μὴ πολέμια τέμνοντας ἢ καίοντας ἢ ῥίζαις αὐταῖς ἀνασπῶντας, ἅπερ αὐτὴ ἡ φύσις ὑδάτων ἐπιρροίαις καὶ εὐκρασίαις ἀέρων ἐτελειογόνησε, δασμοὺς ἐτησίους οἴσοντα ἀνθρώποις οἷα βασιλεῦσιν;
- 155.1
Ἐμέλησε δ’ αὐτῷ καθάπερ ἀγαθῷ προστάτῃ τὴν ἀλειπτικὴν μὴ μόνον ζῴοις ἀλλὰ καὶ φυτοῖς ἰσχύν τε καὶ ῥώμην ἀπεργάσασθαι, καὶ μάλιστα τοῖς ἡμέροις, ἐπειδὴ καὶ πλείονος ἄξια φροντίδος ἐστὶ καὶ οὐχ ὁμοίως τοῖς ἀγρίοις εὔτονα, γεωργικῆς ἐπιστήμης δεόμενα πρὸς κραταιοτέραν δύναμιν.
- 156.1
κελεύει γὰρ τὰ νεόφυτα τῶν δένδρων ἐπὶ τριετίαν ἑξῆς τιθηνεῖσθαι τάς τε περιττὰς ἐπιφύσεις ἀποτέμνοντας, ὑπὲρ τοῦ μὴ βαρυνόμενα πιέζεσθαι καὶ ὑπὲρ τοῦ μὴ κατακερματιζομένης τῆς τροφῆς δι’ ἔνδειαν ἐξασθενεῖν, γυροῦν τε καὶ περισκάπτειν, ἵνα μηδὲν τῶν ἐπὶ ζημίᾳ παραναβλαστάνῃ τὴν αὔξησιν κωλῦον· τόν τε καρπὸν οὐκ ἐᾷ δρέπεσθαι κατὰ μετουσίαν ἀπολαύσεως, οὐ μόνον ἐπειδὴ ἀτελὴς ἐξ ἀτελῶν ἔμελλεν ἔσεσθαι — καὶ γὰρ τῶν ζῴων ὅσα μὴ τέλεια οὐ τελειογονεῖ—, ἀλλὰ καὶ διότι βλάπτεσθαι τὰ νεόφυτα καὶ τρόπον τινὰ χαμαίζηλα ἔμελλε κωλυόμενα ἐρνοῦσθαι.
- 157.1
πολλοὶ γοῦν τῶν γεωπόνων ἔαρος ὥρας ἐπιτηροῦσι τὰ νέα τῶν δένδρων, ἵνα ὃν ἂν τέκῃ καρπὸν εὐθὺς ἀποθλίβωσι, πρὶν ἐπίδοσιν καὶ συναύξησιν λαβεῖν, φόβῳ τῆς τῶν τεκόντων ἀσθενείας. συμβαίνει γάρ, εἰ μὴ προφυλάξαιτό τις, ὅτε χρὴ τελειωθέντα καρπὸν φέρειν, ἀγονεῖν ἢ ἀμβλίσκειν ἐξασθενήσαντα τῷ πρὸ καιροῦ πονηθῆναι φοραῖς, ἃς αἱ πάλαι κληματίδες ἐπηχθισμέναι ῥίζαις αὐταῖς ἐκτρύχουσι τὰ στελέχη.
- 158.1
μετὰ δὲ τριετίαν, ὅταν αἱ μὲν ῥίζαι βαθύνωσι προσεχόμεναι τῷ ἐδάφει κραταιότερον, τὸ δὲ στέλεχος ὥσπερ ἀκλινέσι θεμελίοις ἐπερηρεισμένον αὐξήσῃ σὺν εὐτονίᾳ, δυνήσεται τελειογονεῖν ἔτει τετάρτῳ κατὰ τέλειον ἀριθμὸν τετράδα.
- 159.1
τετράδι δὲ κελεύει μὴ δρέπεσθαι τὸν καρπὸν πρὸς ἀπόλαυσιν, ἀλλ’ ὅλον αὐτὸν καθιεροῦν ἀπαρχὴν τῷ θεῷ, τῇ μὲν τῶν προγεγονότων χαριστήριον, τῇ δὲ ἐλπίδα τῆς εἰς τὸ μέλλον εὐκαρπίας καὶ τοῦ μετὰ τοῦτο προσοδεύεσθαι.
- 160.1
ὁρᾷς ὅσον τὸ ἵλεων καὶ χρηστὸν ἐπιδείκνυται καὶ ὡς ἀνακέχυκεν αὐτὸ πρὸς πᾶσαν ἰδέαν ἀνθρώπων τὸ πρῶτον, κἂν ἀλλόφυλός τις ἢ ἐχθρὸς ᾖ, εἶτα ζῴων ἀλόγων, κἂν μὴ τυγχάνῃ καθαρά, ἐπὶ δὲ πᾶσι σπαρτῶν ὁμοῦ καὶ δένδρων. ὅ τε γὰρ ἐν ταῖς ἀφαντάστοις φύσεσι προμαθὼν ἐπιείκειαν εἰς οὐδὲν ἂν τῶν ψυχῆς μεμοιραμένων ἐξαμάρτοι, ὅ τε μὴ ἐπιχειρῶν νεωτερίζειν περὶ τὰ ἔμψυχα πόρρωθεν ἀναδιδάσκεται τῶν λογικῶν ἐπιμελεῖσθαι.
- 161.1
Τοιαύταις ὑφηγήσεσι τὰς διανοίας τῶν κατ’ αὐτὸν πολιτευομένων ἐξημερώσας ὑπεροψίας καὶ ἀλαζονείας, ἀργαλεωτάτων καὶ ἐπαχθεστάτων κακῶν, διέζευξεν, ὧν ὡς μεγίστων ἀγαθῶν οἱ πολλοὶ περιέχονται, καὶ μάλιστα ὅταν πλοῦτοι καὶ δόξαι καὶ ἡγεμονίαι περιουσίας ἀφθόνους χορηγῶσιν.
- 162.1
ἀλαζονεία γὰρ φύεται καὶ ἐν ἠμελημένοις καὶ ἀφανέσιν ἀνθρώποις, ὡς καὶ τῶν ἄλλων ἕκαστον ψυχῆς παθῶν τε καὶ νοσημάτων καὶ ἀρρωστημάτων, τὴν δ’ ἐπὶ πλέον παραύξησιν οὐ λαμβάνει, ἀλλ’ οἷα πυρὸς οὐσία διὰ σπάνιν ὕλης ἀμαυροῦται· περιφαίνεται δ’ ἐν τοῖς μεγάλοις χορηγοὺς ὡς ἔφην ἔχουσι τούτου τοῦ κακοῦ πλούτους καὶ δόξας καὶ ἡγεμονίας, ὧν ὑποπλησθέντες καθάπερ οἱ πολὺν ἄκρατον ἐμφορησάμενοι μεθύουσι καὶ ἐμπαροινοῦσι δούλοις ὁμοῦ καὶ ἐλευθέροις, ἔστι δ’ ὅτε καὶ ὅλαις πόλεσι· „τίκτει γὰρ κόρος ὕβριν”, ὡς ὁ τῶν παλαιῶν λόγος.
- 163.1
διὸ παγκάλως Μωυσῆς ἱεροφαντῶν παραινεῖ πάντων μὲν ἁμαρτημάτων ἀπέχεσθαι, διαφερόντως δὲ ὑπεροψίας. εἶθ’ ὑπόμνησιν ποιεῖται τῶν μὲν ἀναφλέγειν τὸ πάθος εἰωθότων, πλησμονῆς γαστρὸς ἀμέτρου καὶ οἰκιῶν καὶ κτημάτων καὶ θρεμμάτων ἀφθόνου περιουσίας· γίνονται γὰρ εὐθὺς αὑτῶν ἀκράτορες, διαιρόμενοι καὶ φυσώμενοι, οἷς μία θεραπείας ἐλπὶς τὸ μηδέποτε ἐκλανθάνεσθαι τοῦ θεοῦ.
- 164.1
καθάπερ γὰρ ἀνατείλαντος ἡλίου τὸ μὲν σκότος ἀφανίζεται, φωτὸς δὲ πληροῦται τὰ πάντα, τὸν αὐτὸν τρόπον ὅταν θεός, ὁ νοητὸς ἥλιος, ἀνάσχῃ καὶ ἐπιλάμψῃ ψυχῇ, ὁ μὲν τῶν παθῶν καὶ κακιῶν ζόφος ἀνασκίδναται, τῆς δ’ αὐγοειδεστάτης ἀρετῆς τὸ καθαρώτατον καὶ ἀξιέραστον
- 165.1
εἶδος ἐπιφαίνεται. στέλλειν δ’ ἔτι μᾶλλον καὶ καθαιρεῖν ὑπεροψίαν ἀξιῶν τὰς αἰτίας ἐπιλέγει, δι’ ἃς ἄληστον ἐχρῆν τὴν τοῦ θεοῦ μνήμην ἀγαλματοφορεῖν. „οὗτος γάρ σοι„ φησί „δίδωσιν ἰσχὺν ποιῆσαι δύναμιν„ (Deut. 8,18)· ἄγαν παιδευτικῶς· ὁ γὰρ ἀκριβῶς ἀναδιδαχθείς, ὅτι δῶρον εἴληφε παρὰ θεοῦ τὸ εὔτονον καὶ ῥωμαλέον, τὴν ἰδίαν ἀσθένειαν ἐκλογιζόμενος, ἣν πρὶν ἀπολαῦσαι τῆς δωρεᾶς εἶχε, τὸ ὑψηλὸν καὶ ὑπέραυχον φρόνημα διώσεται καὶ εὐχαριστήσει τῷ τῆς κρείττονος αἰτίῳ μεταβολῆς. ψυχὴ δὲ εὐχάριστος ἀλαζονείᾳ πολέμιος, ἐπεὶ καὶ τοὐναντίον ἀχαριστία συγγενὲς ὑπεροψίᾳ.
- 166.1
ἐὰν δέ, φησίν, εὐρωστῇ σοι τὰ πράγματα, λαβὼν καὶ κτησάμενος ἰσχύν, ἣν ἴσως οὐ προσεδόκησας, ποίει δύναμιν. τί δὲ τοῦτ’ ἐστίν, ἀκριβωτέον τοῖς μὴ πάνυ συνορῶσι τὸ δηλούμενον. πολλοὶ τὰ ἐναντία ὧν εὖ πεπόνθασι δρᾶν ἐπιχειροῦσιν· ἢ γὰρ πλουτήσαντες πενίαν ἄλλοις κατασκευάζουσιν ἢ δόξης καὶ τιμῆς ἐπὶ μέγα μετασχόντες ἀδοξίας καὶ ἀτιμίας ἑτέροις αἴτιοι γίνονται.
- 167.1
χρὴ δὲ καὶ τὸν φρόνιμον ἀγχίνους, ὡς ἔνι μάλιστα, τοὺς πλησιάζοντας κατασκευάζειν καὶ τὸν σώφρονα ἐγκρατεῖς καὶ γενναίους τὸν ἀνδρεῖον καὶ τὸν δίκαιον δικαίους καὶ συνόλως ἀγαθοὺς τὸν ἀγαθόν. ταῦτα γὰρ ὡς ἔοικε δυνάμεις, ὧν ὅ γε ἀστεῖος ὡς οἰκειοτάτων περιέξεται· ἀδυναμία δὲ καὶ ἀσθένεια, τὰ ἐναντία, σπουδαίων ἀλλότρια ἠθῶν.
- 168.1
ἄλλως τε καὶ μάθημα ἀναδιδάσκει τῇ λογικῇ φύσει πρεπωδέστατον, μιμεῖσθαι θεὸν καθ’ ὅσον οἷόν τε, μηδὲν παραλιπόντα τῶν εἰς τὴν ἐνδεχομένην ἐξομοίωσιν. ἐπειδὴ τοίνυν, φησίν, ἔλαβες ἰσχὺν παρὰ τοῦ δυνατωτάτου, μετάδος ἄλλοις ἰσχύος διαθεὶς ὃ ἔπαθες, ἵνα μιμήσῃ θεὸν τῷ παραπλήσια χαρίζεσθαι.
- 169.1
κοινωφελεῖς γὰρ αἱ τοῦ πρώτου ἡγεμόνος δωρεαί, ἃς δίδωσιν ἐνίοις, οὐχ ἵν’ ἐκεῖνοι λαβόντες ἀποκρύψωσιν ἢ καταχρήσωνται πρὸς ζημίαν ἑτέρων, ἀλλ’ ἵν’ εἰς μέσον προενεγκόντες ὥσπερ ἐν δημοθοινίᾳ πάντας ὅσους οἷόν τε καλέσωσιν ἐπὶ τὴν χρῆσιν καὶ ἀπόλαυσιν αὐτῶν.
- 170.1
λέγομεν οὖν καὶ τῷ πολυχρημάτῳ καὶ ἐνδόξῳ καὶ εὐέκτῃ καὶ ἐπιστήμονι, πλουσίους καὶ ἐνδόξους εὐέκτας τε καὶ ἐπιστήμονας καὶ συνόλως ἀγαθοὺς ἀπεργάζεσθαι τοὺς ἐντυγχάνοντας, ἀλλὰ μὴ φθόνον καὶ βασκανίαν ἀρετῆς προτιμήσαντα τοῖς εὖ πράττειν δυναμένοις ἀντιβαίνειν.
- 171.1
τοὺς δὲ μέγα πνέοντας ἐπιτάσει τῆς ἀλαζονείας ὡς ἀθεραπεύτως εἰς ἅπαν ἔχοντας ὁ νόμος παγκάλως οὐκ ἤγαγεν εἰς κρίσιν ἀνθρωπίνην, ἀλλὰ μόνῳ τῷ θείῳ παρέδωκε δικαστηρίῳ. φησὶ γάρ· ὃς ἂν ἐγχειρῇ τι πράττειν μεθ’ ὑπερηφανίας, „τὸν θεὸν παροξύνει“ (Num. 15,30). διὰ τί;
- 172.1
ὅτι πρῶτον μὲν ἀλαζονεία ψυχῆς ἐστι κακία, ψυχὴ δὲ ἀόρατος ὅτι μὴ θεῷ, κολαστὴς δὲ ὁ μὲν τυφλὸς ἐπίμεμπτος, ἄγνοιαν κατήγορον ἔχων, ὁ δὲ βλέπων ἐπαινετός, ἐπιστήμῃ πάντα δρῶν· ἔπειτα δὲ ὅτι φρονήματος ὑπόπλεως ἀλόγου γενόμενος πᾶς ἀλαζὼν „οὔτε ἄνδρα οὔτε ἡμίθεον ἀλλ’ ὅλον δαίμονα“ κατὰ τὸν Πίνδαρον ὑπολαμβάνει ἑαυτόν, ὑπὲρ τοὺς ὅρους τῆς ἀνθρωπίνης φύσεως βαίνειν ἀξιῶν.
- 173.1
ἔστι δ’ αὐτῷ καθάπερ ἡ ψυχὴ καὶ τὸ σῶμα ἐπίληπτον κατά τε τὰς σχέσεις καὶ κινήσεις ἁπάσας· ἀκροβατεῖ γὰρ καὶ τὸν αὐχένα μετέωρον ἐξαίρει φρυαττόμενος καὶ πλέον τῆς φύσεως ἐπῆρται καὶ πεφύσηται καὶ ὁρῶν παραβλέπει πλαγίαις ὄψεσι καὶ ἀκούων παρακούει, κέχρηται δὲ τοῖς μὲν οἰκέταις ὡς θρέμμασι, τοῖς δὲ ἐλευθέροις ὡς οἰκέταις, καὶ τοῖς μὲν συγγενέσιν ὡς ἀλλοτρίοις, τοῖς δὲ φίλοις ὡς κόλαξι, τοῖς δ’ ἀστοῖς ὡς ξένοις·
- 174.1
πάντων τε οἴεται εἶναι πλουσιώτατος, ἐντιμότατος, κάλλιστος, ἰσχυρότατος, φρονιμώτατος, σωφρονέστατος, δικαιότατος, λογιώτατος, ἐπιστημονικώτατος· εἶτα τοὺς ἄλλους ὑπολαμβάνει πένητας, ἀδόξους, ἀτίμους, ἄφρονας, ἀδίκους, ἀνεπιστήμονας, καθάρματα, τὸ μηδέν. εἰκότως οὖν ὁ τοιοῦτος ἀντιδίκῳ καὶ κολαστῇ χρήσαιτ’ ἄν, ὥς φησιν ὁ ἱεροφάντης, θεῷ.
- 175.1
Φιλάρετος καὶ φιλόκαλος καὶ διαφερόντως φιλάνθρωπος ὢν ὁ ἱερώτατος Μωυσῆς προτρέπει τοὺς πανταχοῦ πάντας εὐσεβείας καὶ δικαιοσύνης εἶναι ζηλωτάς, ἆθλα προτιθεὶς ὡς νικηφόροις μεγάλα τοῖς μετανοοῦσι πολιτείας κοινωνίαν τῆς ἀρίστης καὶ τῶν κατ’ αὐτὴν ἀπόλαυσιν μικρῶν τε καὶ μεγάλων.
- 176.1
ἀγαθὰ γὰρ προηγούμενα ἐν μὲν σώμασιν ἡ ἄνοσος ὑγεία, ἐν δὲ ναυσὶν ἡ ἀκίνδυνος εὔπλοια, ἐν δὲ ψυχαῖς ἡ ἄληστος μνήμη τῶν ἀξίων μνημονεύεσθαι· δεύτερα δὲ τὰ κατ’ ἐπανόρθωσιν συνιστάμενα, ἥ τε ἐκ νόσων ἀνάληψις καὶ ἡ ἐκ τῶν κατὰ πλοῦν κινδύνων εὐκταιοτάτη σωτηρία καὶ ἡ λήθης ἐκγινομένη ἀνάμνησις, ἧς ἀδελφὸν καὶ συγγενέστατον τὸ μετανοεῖν ἐστιν, οὐκ ἐν τῇ πρώτῃ καὶ ἀνωτάτω τεταγμένον τάξει τῶν ἀγαθῶν, ἀλλ’ ἐν τῇ μετὰ ταύτην φερόμενον δευτερεῖα.
- 177.1
τὸ μὲν γὰρ μηδὲν συνόλως ἁμαρτεῖν ἴδιον θεοῦ, τάχα δὲ καὶ θείου ἀνδρός, τὸ δὲ ἁμαρτόντα μεταβαλεῖν πρὸς ἀνυπαίτιον ζωὴν φρονίμου καὶ τὸ συμφέρον εἰς ἅπαν οὐκ ἀγνοήσαντος.
- 178.1
ὅθεν τοὺς τοιούτους συνάγων καὶ μυσταγωγῶν προσκαλεῖται τὰς συμβατηρίους καὶ φιλικὰς προτείνων ὑφηγήσεις, αἳ παραινοῦσιν ἀψεύδειαν ἀσκεῖν καὶ τῦφον προβεβλῆσθαι καὶ ἀληθείας καὶ ἀτυφίας ὡς ἀναγκαιοτάτων καὶ εὐδαιμονίας αἰτίων περιέχεσθαι μυθικῶν πλασμάτων κατεξαναστάντας, ἅπερ ἐκ πρώτης ἡλικίας ἁπαλαῖς ἔτι ψυχαῖς γονεῖς καὶ τίτθαι καὶ παιδαγωγοὶ καὶ μυρίοι ἄλλοι τῶν συνήθων ἐνεχάραξαν πλάνον ἀνήνυτον περὶ τῆς τοῦ ἀρίστου γνώσεως ἀπεργασάμενοι.
- 179.1
τί δ’ ἂν εἴη τῶν ὄντων ἄριστον ἢ θεός; οὗ τὰς τιμὰς προσένειμαν τοῖς οὐ θεοῖς, ἐκείνους μὲν ἀποσεμνύνοντες πλέον τοῦ μετρίου, τοῦ δὲ εἰς ἅπαν οἱ κενοὶ φρενῶν ἐκλαθόμενοι. πάντας οὖν, ὅσοι τὸν κτίστην καὶ πατέρα τοῦ παντὸς εἰ καὶ μὴ ἐξ ἀρχῆς σέβειν ἠξίωσαν ἀλλ’ ὕστερον μοναρχίαν ἀντὶ πολυαρχίας ἀσπασάμενοι, φιλτάτους καὶ συγγενεστάτους ὑποληπτέον, τὸ μέγιστον εἰς φιλίαν καὶ οἰκειότητα παρασχομένους θεοφιλὲς ἦθος, οἷς χρὴ καὶ συνήδεσθαι, καθάπερ ἂν εἰ καὶ τυφλοὶ πρότερον ὄντες ἀνέβλεψαν ἐκ βαθυτάτου σκότους αὐγοειδέστατον φῶς ἰδόντες.
- 180.1
Τὸ μὲν οὖν πρῶτον καὶ ἀναγκαιότατον τῶν εἰς μετάνοιαν εἴρηται. μετανοείτω δέ τις μὴ μόνον ἐφ’ οἷς ἠπατήθη πολὺν χρόνον τὰ γενητὰ πρὸ τοῦ ἀγενήτου καὶ ποιητοῦ θαυμάσας, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ὅσα περὶ βίον ἀναγκαῖα, μετιὼν ὥσπερ ἐκ τῆς φαυλοτάτης τῶν κακοπολιτειῶν, ὀχλοκρατίας, εἰς τὴν εὐνομωτάτην πολιτείαν, δημοκρατίαν, τοῦτο δ’ ἐστὶν ἐξ ἀμαθίας εἰς ἐπιστήμην ὧν ἡ ἄγνοια αἰσχρόν, ἐξ ἀφροσύνης εἰς φρόνησιν, ἐξ ἀκρατείας εἰς ἐγκράτειαν, ἐξ ἀδικίας εἰς δικαιοσύνην, ἐξ ἀτολμίας εἰς θαρραλεότητα.
- 181.1
πάγκαλον γὰρ καὶ συμφέρον αὐτομολεῖν ἀμεταστρεπτὶ πρὸς ἀρετὴν κακίαν, ἐπίβουλον δέσποιναν, ἀπολιπόντας· ἅμα δ’ ἀναγκαῖον ἕπεσθαι, ὡς ἐν ἡλίῳ σκιὰν σώματι, καὶ τῇ
- 182.1
τοῦ ὄντος θεοῦ τιμῇ πᾶσαν τὴν τῶν ἄλλων ἀρετῶν κοινωνίαν. γίνονται γὰρ εὐθὺς οἱ ἐπηλύται σώφρονες, ἐγκρατεῖς, αἰδήμονες, ἥμεροι, χρηστοί, φιλάνθρωποι, σεμνοί, δίκαιοι, μεγαλόφρονες, ἀληθείας ἐρασταί, κρείττους χρημάτων καὶ ἡδονῆς· ἐπεὶ καὶ τοὐναντίον τοὺς τῶν ἱερῶν νόμων ἀποστάντας ἰδεῖν ἔστιν ἀκολάστους, ἀναισχύντους, ἀδίκους, ἀσέμνους, ὀλιγόφρονας, φιλαπεχθήμονας, ψευδολογίας ἑταίρους καὶ ψευδορκίας, τὴν ἐλευθερίαν πεπρακότας ὄψου καὶ ἀκράτου καὶ πεμμάτων καὶ εὐμορφίας εἴς τε τὰς γαστρὸς ἀπολαύσεις καὶ τῶν μετὰ γαστέρα, ὧν τὰ τέλη βαρύταται ζημίαι σώματός τε καὶ ψυχῆς εἰσι.
- 183.1
παγκάλους μέντοι καὶ τὰς εἰς μετάνοιαν ὑφηγήσεις ποιεῖται, αἷς διδασκόμεθα μεθαρμόζεσθαι τὸν βίον ἐξ ἀναρμοστίας εἰς τὴν ἀμείνω μεταβολήν· φησὶ γάρ, ὅτι τουτὶ τὸ πρᾶγμα οὐχ ὑπέρογκόν ἐστιν οὐδὲ μακρὰν ἀφεστός, οὔτε κατὰ τὸν αἰθέρα ἀνωτάτω κἀν ἐσχατιαῖς γῆς οὔτε πέραν τῆς μεγάλης θαλάττης, ὡς ἀδυνατῆσαι λαβεῖν, ἀλλ’ ἔστιν ἐγγυτάτω, τρισὶ μέρεσι τῶν καθ’ ἡμᾶς ἐνδιαιτώμενον, στόματι καὶ καρδίᾳ καὶ χερσί, διὰ συμβόλων λόγοις καὶ βουλαῖς καὶ πράξεσι· λόγου μὲν γὰρ στόμα σύμβολον, καρδία δὲ βουλευμάτων, πράξεων δὲ χεῖρες, ἐν οἷς τὸ εὐδαιμονεῖν ἐστιν.
- 184.1
ὅταν μὲν γὰρ οἷος ὁ λόγος τοιάδε ἡ γνώμη καὶ οἷον τὸ βούλευμα τοιάδε ἡ πρᾶξις, ἐπαινετὸς καὶ τέλειος ὁ βίος, ὅταν δὲ στασιάζῃ ταῦτα ἐν ἀλλήλοις, ἀτελής τε καὶ ψεκτός. εἰ μή τις τῆς ἁρμονίας ταύτης ἐπιλάθοιτο, εὐαρεστήσει θεῷ γενόμενος ὁμοῦ θεοφιλὴς καὶ φιλόθεος. ὅθεν εὖ καὶ συμφώνως τοῖς εἰρημένοις ἐχρήσθη τὸ λόγιον ἐκεῖνο· „τὸν θεὸν εἵλου σήμερον εἶναί σοι θεόν, καὶ κύριος εἵλατό σε σήμερον γενέσθαι λαὸν αὐτῷ“ (Deut. 26,17.18).
- 185.1
παγκάλη γε τῆς αἱρέσεως ἡ ἀντίδοσις, σπεύδοντος ἀνθρώπου μὲν θεραπεύειν τὸ ὄν, θεοῦ δὲ ἀνυπερθέτως ἐξοικειοῦσθαι τὸν ἱκέτην καὶ προαπαντᾶν τῷ βουλήματι τοῦ γνησίως καὶ ἀνόθως ἰόντος ἐπὶ τὴν θεραπείαν αὐτοῦ. ὁ δ’ ἀληθὴς θεραπευτής τε καὶ ἱκέτης, κἂν εἷς ὢν ἀνὴρ ἀριθμῷ τυγχάνῃ, δυνάμει, καθάπερ αὐτὸς αἱρεῖται, σύμπας ἐστὶν ὁ λεώς, ἰσότιμος ὅλῳ ἔθνει γεγονώς.
- 186.1
καὶ πέφυκεν οὕτως ἔχειν· ὡς γὰρ ἐν νηῒ μὲν κυβερνήτης πᾶσι τοῖς ναύταις ἀντίρροπος, ἐν δὲ στρατοπέδῳ στρατηγὸς ἅπασι τοῖς στρατιώταις — διαφθαρέντος γοῦν ἡττᾶσθαι συμβαίνει, καθάπερ ἂν εἰ καὶ πᾶσα δύναμις ἡβηδὸν ἑάλω —, τὸν αὐτὸν τρόπον καὶ ὁ σοφὸς ὅλου ἔθνους ἀξιώματι ἁμιλλᾶται τείχει πεφραγμένος ἀκαθαιρέτῳ, θεοσεβείᾳ.
- 187.1
Διὸ καὶ τοῖς ὑμνοῦσι τὴν εὐγένειαν ὡς μέγιστον ἀγαθὸν καὶ μεγάλων ἀγαθῶν αἴτιον οὐ μετρίως ἐπιτιμητέον, εἰ πρῶτον μὲν οἴονται τοὺς ἐκ παλαιοπλούτων καὶ παλαιενδόξων εὐγενεῖς, μηδὲ τῶν προγόνων, ἀφ’ ὧν αὐχοῦσι γενέσθαι, διὰ τὰς ἀφθόνους περιουσίας εὐδαιμονησάντων, ἐπειδὴ τὸ πρὸς ἀλήθειαν ἀγαθὸν οὐδενὶ τῶν ἐκτός, ἀλλ’ οὐδὲ τῶν περὶ σῶμα, μᾶλλον δὲ οὐδὲ παντὶ μέρει ψυχῆς, ἀλλὰ μόνῳ τῷ ἡγεμονικῷ πέφυκεν ἐνδιαιτᾶσθαι.
- 188.1
βουληθεὶς γὰρ ὁ θεὸς δι’ ἡμερότητα καὶ φιλανθρωπίαν καὶ παρ’ ἡμῖν τοῦθ’ ἱδρύσασθαι, νεὼν ἀξιοπρεπέστερον οὐχ εὗρεν ἐπὶ γῆς λογισμοῦ· κρείττων γὰρ ὢν μόνος ἀγαλματοφορεῖ τἀγαθόν, κἂν ἀπιστῶσί τινες τῶν ἢ μὴ γευσαμένων σοφίας ἢ χείλεσιν ἄκροις — ἄργυρος γὰρ καὶ χρυσὸς τιμαί τε καὶ ἀρχαὶ καὶ σώματος εὐεξία μετ’ εὐμορφίας ἐξαρκεῖν ἐοίκασι τοῖς ἐν ταῖς ἡγεμονίαις ἐπὶ χρειῶν τεταγμένοις πρὸς τὴν οἷα βασιλίδος ἀρετῆς ὑπηρεσίαν — * * * αὐγοειδέστατον φῶς μὴ ἰδόντες.
- 189.1
ἐπειδὴ τοίνυν ἡ εὐγένεια κεκαθαρμένης διανοίας καθαρσίοις τελείοις κλῆρος οἰκεῖος, χρὴ μόνους λέγειν εὐγενεῖς τοὺς σώφρονας καὶ δικαίους, κἂν τύχωσιν ἐξ οἰκοτρίβων ἢ ἀργυρωνήτων γεγονότες· τοῖς δὲ ἐξ ἀγαθῶν πονηροῖς γεγονόσιν ἄβατον ἔστω τὸ εὐγενείας χωρίον.
- 190.1
ἄοικος γὰρ καὶ ἄπολις ὁ φαῦλος, ἐκ πατρίδος ἀρετῆς ἐληλαμένος, ἣ καὶ τῷ ὄντι σοφῶν ἀνδρῶν ἐστι πατρίς· τούτῳ κατὰ τὸ ἀναγκαῖον ἕπεται δυσγένεια, κἂν εἰ πάππων ἢ προγόνων γένοιτο τοὺς βίους ἀνεπιλήπτων, ἀλλοτρίωσιν ἐπιτηδεύοντι καὶ πορρωτάτω τῆς εὐγενείας διαζευγνύντι ἑαυτὸν ἔν τε λόγοις καὶ ἔργοις.
- 191.1
ἀλλὰ γὰρ πρὸς τῷ μὴ πεφυκέναι τοὺς πονηροὺς εὐγενεῖς ἔτι καὶ πάντας αὐτοὺς ὁρῶ πολεμίους ἀσυμβάτους εὐγενείᾳ καθαιροῦντας τὸ προγονικὸν ἀξίωμα καὶ
- 192.1
ὅσον ἐν τῷ γένει λαμπρὸν ἐξαμαυροῦντάς τε καὶ σβεννύντας. διό μοι δοκοῦσι φιλοστοργότατοι πατέρες ἀπορρήσεις χρηματίζειν καθ’ υἱῶν ἀποσχοινίζοντες αὐτοὺς τῆς οἰκίας καὶ συγγενείας, ὅταν τὴν ἐκ φύσεως ἐν τοῖς γεννήσασι περιττὴν καὶ ὑπερβάλλουσαν εὔνοιαν ἡ ἐν ἐκείνοις μοχθηρία κατακρατήσῃ.
- 193.1
τὸ δ’ ἀληθὲς τοῦ λόγου ῥᾴδιον καὶ ἀφ’ ἑτέρων διαγνῶναι. τί τῷ τὰς ὄψεις πεπηρωμένῳ γένοιτ’ ἂν εἰς τὸ βλέπειν ὄφελος ὀξυωπία προγονική; ἢ πρὸς ἑρμηνείαν τῷ παρειμένῳ γλῶτταν τὸ γονεῖς ἢ πάππους γενέσθαι μεγαλοφώνους; τί δ’ ὀνίνησι πρὸς εὐτονίαν τὸν ἐκ μακρᾶς καὶ φθινάδος νόσου κατεσκελετευμένον, ἐὰν οἱ τοῦ γένους ἀρχηγέται δι’ ἀθλητικὴν ῥώμην ἐν Ὀλυμπιονίκαις ἢ περιοδονίκαις γράφωνται; μένουσι γὰρ οὐδὲν ἧττον αἱ τοῦ σώματος κῆρες ἐν ὁμοίῳ βελτίωσιν οὐκ ἐνδεχόμεναι διὰ τὰς τῶν οἰκείων εὐπραγίας.
- 194.1
τὸν αὐτὸν δὴ τρόπον οὔτε τοῖς ἀδίκοις δίκαιοι γονεῖς οὔτε ἀκολάστοις σώφρονες οὔτε συνόλως ἀγαθοὶ πονηροῖς ὄφελος· οὐδὲ γὰρ οἱ νόμοι τοῖς παρανομοῦσιν, ὧν εἰσιν αὐτοὶ κολασταί· νόμοι δέ τινες ἄγραφοι καὶ οἱ βίοι τῶν ζηλωσάντων τὴν ἀρετήν.
- 195.1
ὅθεν οἶμαι τὴν εὐγένειαν, εἰ θεὸς αὐτὴν εἰς ἀνθρωπόμορφον ἰδέαν ἐτύπωσε, στᾶσαν πρὸς τοὺς ἀφηνιαστὰς ἀπογόνους ταῦτα ἂν εἰπεῖν· „τὸ συγγενὲς οὐχ αἵματι μετρεῖται μόνον, πρυτανευούσης ἀληθείας, ἀλλὰ πράξεων ὁμοιότητι καὶ θήρᾳ τῶν αὐτῶν. ὑμεῖς δὲ τἀναντία ἐπετηδεύσατε, τὰ μὲν ἐμοὶ φίλα νομίσαντες ἐχθρά, τὰ δὲ δυσμενῆ φίλα· παρ’ ἐμοὶ μὲν γὰρ αἰδὼς καὶ ἀλήθεια μετριοπάθειά τε καὶ ἀτυφία καὶ ἀκακία τίμια, παρ’ ὑμῖν δὲ ἄτιμα· κἀμοὶ μὲν ἐχθρὰ τὸ ἀναίσχυντον, τὸ ψεῦδος, ἡ ἀμετρία τῶν παθῶν, ὁ τῦφος, αἱ κακίαι, ὑμῖν δὲ οἰκειότατα.
- 196.1
τί δὴ μελετήσαντες ἀλλοτρίωσιν τὴν δι’ ἔργων τὴν ἐν λόγῳ συγγένειαν εὐπρεπὲς ὄνομα ὑποδυόμενοι καθυποκρίνεσθε; παραγωγὰς γὰρ καὶ κεκομψευμένας ἀπάτας οὐκ ἀνέχομαι, διότι ῥᾴδιον μὲν καὶ τῷ τυχόντι εὐπροσώπους λόγους εὑρεῖν, ἤθη δ’ ὑπαλλάξασθαι πονηρὰ χρηστοῖς οὐ ῥᾴδιον.
- 197.1
εἰς ἅπερ ἀφορῶσα καὶ νῦν ἐχθροὺς νομίζω καὶ αὖθις ἡγήσομαι τοὺς τὰ τῆς ἔχθρας ὑπεκκαύματα ζωπυρήσαντας καὶ μᾶλλον τῶν εἰς δυσγένειαν ὀνειδιζομένων ὑποβλέψομαι· τούτοις μὲν γὰρ ἀπολογία τὸ μηδὲν οἰκεῖον ἔχειν παράδειγμα καλοκἀγαθίας, ὑπόδικοι δ’ ὑμεῖς οἱ ἐκ μεγάλων φύντες οἴκων, οἷς αὔχημα καὶ κλέος τὰ λαμπρὰ γένη· παριδρυμένων γὰρ καὶ τρόπον τινὰ συμπεφυκότων ἀρχετύπων ἀγαθῶν οὐδὲν ἀπομάξασθαι καλὸν διενοήθητε.“
- 198.1
Ὅτι δὲ ἐν ἀρετῆς κτήσει τίθεται τὸ εὐγενὲς καὶ τὸν ἔχοντα ταύτην εὐγενῆ μόνον ὑπείληφεν, ἀλλ’ οὐχ ὅστις ἂν καλῶν καὶ ἀγαθῶν γένηται γονέων, δῆλον ἐκ πολλῶν.
- 199.1
αὐτίκα τοὺς ἐκ τοῦ γηγενοῦς φύντας τίς οὐκ ἂν εὐπατρίδας εἴποι καὶ εὐπατριδῶν ἀρχηγέτας; οἳ γένος ἐξαίρετον ἔλαχον παρὰ τοὺς ἔπειτα, βλαστήσαντες ἐκ τῶν πρώτων νυμφίων ἀνδρός τε καὶ γυναικὸς τότε πρῶτον εἰς ὁμιλίαν κοινὴν ἐπὶ σπορᾷ τοῦ ὁμοίου συνελθόντων. ἀλλ’ ὅμως δυοῖν γενομένων ὁ πρεσβύτερος ὑπέμεινε τὸν νεώτερον δολοφονῆσαι καὶ τὸ μέγιστον ἄγος, ἀδελφοκτονίαν, ἐργασάμενος πρῶτος αἵματι ἀνθρωπίνῳ τὴν γῆν ἐμίανε.
- 200.1
τί δὴ τοῦτον ὤνησεν ἡ εὐγένεια τὴν ἐν τῇ ψυχῇ δυσγένειαν ἐπιδειξάμενον; ἣν καὶ ὁ τῶν ἀνθρωπίνων πραγμάτων ἔφορος θεὸς ἰδὼν ἐστύγησε καὶ προβαλλόμενος ὥρισε τιμωρίας, οὐκ εὐθὺς ἀνελών, ὅπως ἀναισθήτως ἔχῃ συμφορῶν, ἀλλὰ μυρίους ἐπικρεμάσας τοὺς ἐν αἰσθήσει θανάτους λύπαις καὶ φόβοις ἐπαλλήλοις εἰς κακῶν ὀδυνηροτάτων ἀντίληψιν.
← Previous · Next → — showing 101–200 of 227
First Thousand Years of Greek. CTS URN tlg0018.tlg025.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.