De virtutibus
- 1.1
Περὶ δικαιοσύνης καὶ τῶν κατ’ αὐτὴν ὅσα καίρια πρότερον εἰπὼν μέτειμι τῶν ἑξῆς ἐπ’ ἀνδρείαν, οὐχ ἣν οἱ πολλοὶ νομίζουσι τὴν ἀρειμάνιον λύτταν ὀργῇ συμβούλῳ χρωμένην, ἀλλὰ τὴν ἐπιστήμην.
- 2.1
θράσει μὲν γὰρ ἐπαιρόμενοί τινες, συμπραττούσης σωματικῆς ἰσχύος, ταχθέντες κατὰ πόλεμον ἐν ταῖς παντευχίαις ἡβηδὸν μυρίους ὅσους τῶν ἀντιπάλων κατέβαλον, ἀνοίκειον μὲν εὔφημον δ’ ἀριστείας ὄνομα καρπωσάμενοι, διαφερόντως ὑπὸ τῶν τὰ τοιαῦτα κρινόντων εὐκλεεῖς νίκῃ νομισθέντες, ἄγριοι καὶ θηριώδεις ἐκ φύσεως καὶ μελέτης γεγονότες, αἵματος ἀνθρωπείου δεδιψηκότες.
- 3.1
εἰσὶ δ’ οἳ καὶ ἐν οἰκίᾳ διατρίβοντες, τῶν σωμάτων αὐτοῖς ἢ μακραῖς νόσοις ἢ ἐπιπόνῳ γήρᾳ κατεσκελετευμένων, ὑγιαίνοντες καὶ νεάζοντες τῷ κρείττονι μέρει τῆς ψυχῆς μεστοί τε φρονήματος καὶ θαρραλεωτάτης γέμοντες εὐτολμίας, ἀμυντηρίων ὅπλων μηδ’ ὄναρ ψαύοντες, βουλευμάτων ἀγαθῶν κοινωφελεστάταις εἰσηγήσεσι τά τε ἴδια ἑκάστων καὶ τὰ κοινὰ τῶν πατρίδων πεσόντα πολλάκις ἀνώρθωσαν, ἀνενδότοις καὶ ἀκαμπέσι χρησάμενοι τοῖς περὶ τοῦ συμφέροντος λογισμοῖς.
- 4.1
οὗτοι μὲν οὖν τὴν ἀληθῆ διαπονοῦσιν ἀνδρείαν ἀσκηταὶ σοφίας ὄντες, ἐκεῖνοι δὲ τὴν ψευδώνυμον ἀμαθίᾳ, νόσῳ δυσθεραπεύτῳ, βιοῦντες, ἣν θρασύτητα κυρίως ἄν τις προσαγορεύσειεν, ὥσπερ φασὶν ἐν τοῖς νομίσμασι τὸ παράσημον ἐμφέρειαν τῆς ἀληθοῦς εἰκόνος.
- 5.1
Οὐκ ὀλίγα μέντοι καὶ ἄλλα δυσυπομόνητα τῶν κατὰ τὸν ἀνθρώπινον βίον ὡμολόγηται, πενία καὶ ἀδοξία καὶ πήρωσις καὶ νόσων ἰδέαι πολύτροποι, πρὸς ἃς οἱ μὲν ὀλιγόφρονες μαλακίζονται, μηδ’ ὅσον ὑπ’ ἀτολμίας ἐγερθῆναι δυνάμενοι, ὅσοι δὲ φρονήσεως ὑπόπλεῳ καὶ γενναιότητος ἐπαποδύονται καρτερῶς καὶ σφόδρα ἐρρωμένως ἀντιφιλονεικοῦντες, τὰς ἀπειλὰς καὶ ἐπανατάσεις αὐτῶν πολὺν γέλωτα καὶ χλεύην τιθέμενοι, πενίᾳ μὲν πλοῦτον ἀντιτάττοντες, οὐ τὸν τυφλὸν ἀλλὰ τὸν ὀξὺ καθορῶντα, οὗ τὰ ἀγάλματα καὶ κειμήλια ψυχὴ πέφυκε ταμιεύειν.
- 6.1
μυρίους γὰρ πενία κατεπάλαισεν, οἳ τρόπον ἀθλητῶν ἀπειρηκότων ὑπ’ ἀνανδρίας κατέπεσον μαλακισθέντες· ἐνδεὴς δὲ παρ’ ἀληθείᾳ δικαζούσῃ τὸ παράπαν οὐδὲ εἷς ἐστι χορηγὸν ἔχων τὸν τῆς φύσεως ἀκαθαίρετον πλοῦτον· ἀέρα μέν, τὴν πρώτην καὶ ἀναγκαιοτάτην καὶ συνεχῆ τροφήν, ἀδιαστάτως μεθ’ ἡμέραν τε καὶ νύκτωρ ἀναπνεόμενον, ἔπειτα δὲ πηγὰς ἀφθόνους καὶ ποταμῶν οὐ χειμάρρων μόνον ἀλλὰ καὶ αὐθιγενῶν ῥεῖθρα ἀέναα πρὸς ποτοῦ χρῆσιν, ἔπειτα εἰς ἐδωδὴν φορὰς παντοίων καρπῶν καὶ δένδρων ἰδέας, αἳ τὰς ἐτησίους ὀπώρας ἀεὶ φέρουσι· τούτων γὰρ ἄπορος οὐδείς, ἀλλὰ πάντες οἱ πανταχοῦ πολλὴν ἄγουσι περιουσίαν.
- 7.1
εἰ δέ τινες τὸν τῆς φύσεως πλοῦτον παρ’ οὐδὲν θέμενοι τὸν τῶν κενῶν δοξῶν διώκουσι, τυφλῷ πρὸ βλέποντος σκηριπτόμενοι καὶ ἡγεμόνι τῆς
- 8.1
ὁδοῦ χρώμενοι πεπηρωμένῳ, πίπτειν ἐξ ἀνάγκης ὀφείλουσιν. ὁ μὲν δὴ σώματος δορυφόρος πλοῦτος φύσεως εὕρημα καὶ δῶρον ὢν ἤδη λέλεκται. τὸν δὲ σεμνότερον, ὃς οὐ πᾶσιν ἀλλὰ τοῖς ἀληθῶς σεμνοῖς καὶ θεσπεσίοις ἀνδράσι πρόσεστι, μηνυτέον. τοῦτον τὸν πλοῦτον σοφία χορηγεῖ διὰ λογικῶν καὶ ἠθικῶν καὶ φυσικῶν δογμάτων καὶ θεωρημάτων, ἐξ ὧν φύεσθαι τὰς ἀρετὰς συμβέβηκεν, αἳ τῆς ψυχῆς ὑποτέμνονται τὴν πολυτέλειαν εὐκολίας καὶ ὀλιγοδεΐας ἔρωτας ἐντίκτουσαι κατὰ τὴν πρὸς θεὸν ἐξομοίωσιν.
- 9.1
ἔστι γὰρ ὁ μὲν θεὸς ἀνεπιδεής, οὐδενὸς χρεῖος ὤν, ἀλλ’ αὐτὸς αὐταρκέστατος ἑαυτῷ· ὁ δὲ φαῦλος πολυδεής, ἀεὶ διψῶν τῶν ἀπόντων ἀπλήστου καὶ ἀκορέστου χάριν ἐπιθυμίας, ἣν πυρὸς τρόπον ἀναρριπίζων καὶ ἀναφλέγων ἐπὶ πάντα μικρά τε αὖ καὶ μεγάλα τείνει· ὁ δὲ σπουδαῖος ὀλιγοδεής, ἀθανάτου καὶ θνητῆς φύσεως μεθόριος, τὸ μὲν ἐπιδεὲς ἔχων διὰ σῶμα θνητόν, τὸ δὲ μὴ πολυδεὲς διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.
- 10.1
οὕτως μὲν πενίᾳ πλοῦτον ἀντιτάττουσιν· ἀδοξίᾳ δὲ εὔκλειαν· ὁ γὰρ ἔπαινος ὁρμητήριον ἔχων καλοκἀγαθίαν καὶ ὥσπερ ἀπὸ ἀενάου πηγῆς ἐκεῖθεν ῥέων ἀνεξετάστων ἀνθρώπων οὐκ ἐνομιλεῖ πλήθεσι τὰς τῆς ψυχῆς ἀνωμαλίας ἀβεβαίοις φωναῖς ἀπογυμνοῦν εἰωθότων, ἃς ἔστιν ὅτε λημμάτων αἰσχρῶν ἐπευωνίζοντες οὐκ ἐρυθριῶσιν κατὰ τῶν ἀριστίνδην ἐπιλεγομένων. ὀλίγος δὲ τούτων ἀριθμός ἐστιν· ἀρετὴ γὰρ οὐ πολύχουν ἐν θνητῷ γένει.
- 11.1
πηρώσει γε μὴν αἰσθήσεων, ᾗ συζῶντες ἔτι μυρίοι προαπέθανον τῷ μηδὲν ἀλεξίκακον εὑρεῖν δύνασθαι φάρμακον, ἀντικάθηται φρόνησις, τὸ κρατιστεῦον τῶν ἐν ἡμῖν, ἐνομματοῦσα διάνοιαν, ἣ πρὸς ὀξυωπίαν τῶν σώματος ὀφθαλμῶν ὅλῳ, φασί, καὶ τῷ παντὶ διενήνοχεν.
- 12.1
οἱ μὲν γὰρ τὰς ἐπιφανείας τῶν ὁρατῶν καταθεῶνται, ἅμα δεόμενοι φωτὸς ἔξωθεν, ἡ δὲ καὶ διὰ βάθους χωρεῖ τῶν σωμάτων, ὅλα δι’ ὅλων καθ’ ἕκαστα τῶν μερῶν ἀκριβοῦσα καὶ περιαθροῦσα καὶ τὰς τῶν ἀσωμάτων φύσεις, ἃς ἐπισκοπεῖν αἴσθησις ἀδυνατεῖ· σχεδὸν γὰρ πᾶσαν ὀξυωπίαν ὀφθαλμοῦ καταλαμβάνει, μὴ προσδεομένη νόθου φωτός, ἀστὴρ οὖσα αὐτὴ καὶ σχεδόν τι τῶν ἐπουρανίων ἀπεικόνισμα καὶ μίμημα.
- 13.1
νόσοι γε μὴν σωμάτων ὑγιαινούσης ψυχῆς ἥκιστα βλάπτουσιν· ὑγεία δὲ ψυχῆς εὐκρασία δυνάμεών ἐστι τῆς τε κατὰ τὸν θυμὸν καὶ τὴν ἐπιθυμίαν καὶ τὸν λόγον, ἐπικρατούσης τῆς λογικῆς καὶ ὥσπερ ἀφηνιαστὰς ἵππους ἡνιοχούσης ἑκατέρας.
- 14.1
ὄνομα ταύτης ἴδιον τῆς ὑγείας ἐστὶ σωφροσύνη, σωτηρίαν τῷ φρονοῦντι τῶν ἐν ἡμῖν ἀπεργαζομένη· \κινδυνεῦον γὰρ αὐτὸ πολλάκις ὑπὸ τῆς τῶν παθῶν φορᾶς κατακλύζεσθαι ὑποβρύχιον οὐκ ἐᾷ χωρεῖν, ἀλλὰ ἀνέλκει καὶ μετέωρον ἐξαίρει ψυχοῦσα καὶ ζῳογονοῦσα καὶ τρόπον τινὰ ἀπαθανατίζουσα.
- 15.1
πάντα δὲ τὰ εἰρημένα ὑφηγήσεις εἰσὶ καὶ διδασκαλίαι πολλαχοῦ τῆς νομοθεσίας ἐστηλιτευμέναι, τοὺς μὲν εὐπειθεῖς μαλακώτερον ἀναπείθουσαι τοὺς δὲ ἀπειθεστέρους ἐμβριθέστερον καταφρονεῖν τῶν περὶ σῶμα καὶ ἐκτός, ἓν μὲν τέλος ἡγουμένους τὸ κατ’ ἀρετὴν βιοῦν, ζηλοῦντας δὲ καὶ τἄλλα ὅσα ἀγωγὰ πρὸς τοῦτο.
- 16.1
καὶ εἴ γε μὴ διὰ τῶν προτέρων ἐτύγχανον ἕκαστα διεξεληλυθὼς τῶν εἰς ἀτυφίαν, ἐπειρώμην ἂν ἀπομηκύνειν ἐν τῷ παρόντι συνυφαίνων καὶ συνείρων τὰ δοκοῦντα σποράδην κεῖσθαι ἐν τόποις διαφέρουσιν·
- 17.1
εἰρηκὼς δ’ ὅσα καιρὸς παλιλλογεῖν οὐ δικαιῶ. τοὺς μέντοι μὴ ἀποκνοῦντας ἀλλὰ διὰ σπουδῆς τιθεμένους ἐντυγχάνειν ταῖς πρὸ τούτων βίβλοις δεῖ νοῆσαι, ὅτι πάντα τὰ περὶ ἀτυφίας λεχθέντα σχεδόν ἐστι περὶ ἀνδρείας, ἐπειδήπερ εὐτόνου καὶ γενναίας καὶ σφόδρα νενευρωμένης ψυχῆς ἐστι καταφρονῆσαι πάντων ὅσα τῦφος εἴωθε σεμνοποιεῖν ἐπὶ διαφθορᾷ τοῦ πρὸς ἀλήθειαν βίου.
- 18.1
Τοσαύτη δέ τίς ἐστι τῷ νόμῳ σπουδὴ καὶ φιλοτιμία περὶ τοῦ γυμνάσαι καὶ συγκροτῆσαι ψυχὴν πρὸς ἀνδρείαν, ὥστε καὶ περὶ ἐσθημάτων ὁποῖα ἐχρῆν ἀμπέχεσθαι διετάξατο ἀπειπὼν ἀνὰ κράτος ἀνδρὶ γυναικὸς ἀμπεχόνην ἀναλαμβάνειν, ἕνεκα τοῦ μηδὲν ἴχνος ἢ σκιὰν αὐτὸ μόνον τοῦ θήλεος ἐπὶ λύμῃ τῆς ἄρσενος γενεᾶς προσάψασθαι· βούλεται γὰρ ἑπόμενος ἀεὶ τῇ φύσει τὰ οἰκεῖα καὶ συνῳδὰ ἀλλήλοις ἄχρι τῶν ἐσχάτων καὶ δι’ εὐτέλειαν ἀφανεστέρων εἶναι δοκούντων νομοθετεῖν.
- 19.1
ἐπειδὴ γὰρ τύπους σωμάτων ἑώρα καθάπερ ἐπὶ πλάτους χαραχθέντας ἀνομοίους ἀνδρός τε αὖ καὶ γυναικὸς καὶ βίον ἑκατέρῳ τῶν εἰδῶν οὐ τὸν αὐτὸν ἀπονεμηθέντα—τῷ μὲν γὰρ ὁ κατοικίδιος, τῷ δ’ ὁ πολιτικὸς προσκεκλήρωται —, κἀν τοῖς ἄλλοις ὅσα μὴ φύσεως μὲν ἔργα ἦν, φύσει δὲ ἀκόλουθα γνώμης ἀγαθῆς εὑρήματα, συμφέρον ἔκρινε διατάξασθαι· ταῦτα δ’ ἦν τὰ περὶ δίαιταν καὶ ἀμπεχόνην καὶ εἴ τι ὁμοιότροπον.
- 20.1
ἠρρενῶσθαι γὰρ τόν γε πρὸς ἀλήθειαν ἄνδρα κἀν τούτοις ἠξίωσε καὶ μάλιστα ἐν ἐσθήμασιν, ἃ ἐπιφερόμενος ἀεὶ μεθ’ ἡμέραν τε καὶ νύκτωρ ὀφείλει μηδὲν ἔχειν ἀνανδρίας ὑπόμνημα.
- 21.1
κατὰ τὰ αὐτὰ μέντοι καὶ τὴν γυναῖκα ἀσκήσας τοῖς ἁρμόττουσι κόσμοις ἐκώλυσεν ἀναλαμβάνειν ἀνδρὸς ἐσθῆτα, πόρρωθεν ὡς ἀνδρογύνους οὕτως καὶ γυνάνδρους φυλαξάμενος· ἑνὸς γάρ, καθάπερ ἐν ταῖς οἰκοδομίαις, ὑφαιρεθέντος ᾔδει καὶ τἄλλα μενοῦντα οὐκ ἐν ὁμοίῳ.
- 22.1
Ἔτι τοίνυν τῶν ἀνθρωπείων πραγμάτων δυσὶ καιροῖς ἐμφερομένων, εἰρήνῃ τε καὶ πολέμῳ, τὰς ἀρετὰς ἔστιν ἰδεῖν ἐν ἀμφοτέροις ἐξεταζομένας. περὶ μὲν οὖν τῶν ἄλλων λέλεκται πρότερον καὶ αὖθις, εἰ γένοιτό τις χρεία, λεχθήσεται· τὰ δὲ νῦν ἀνδρείαν οὐ παρέργως ἐξεταστέον, ἧς τὰ μὲν κατ’ εἰρήνην ἔργα πολλαχοῦ τῆς νομοθεσίας ὕμνησεν ἀεὶ τῶν καιρῶν στοχαζόμενος, περὶ ὧν ἐν τοῖς οἰκείοις τόποις ὑπεμνήσαμεν, τῶν δὲ κατὰ πόλεμον ἐνθένδε ποιησόμεθα τὴν ἀρχήν, ἐκεῖνο προειπόντες.
- 23.1
ὅταν ποιῆται τὸν στρατιωτικὸν κατάλογον, οὐχ ἅπασαν τὴν νεότητα καλεῖν οἴεται δεῖν, ἀλλ’ ἔστιν οὓς παραιτεῖται προστιθεὶς αἰτίας εὐλόγους τῆς ἀστρατείας· αὐτίκα τοὺς κατεπτηχότας καὶ δειλούς, μελλήσοντας ὑπὸ τῆς ἐμφύτου μαλακίας ἁλίσκεσθαι καὶ δέος τοῖς ἄλλοις συμμάχοις ἐμποιεῖν.
- 24.1
τὸ γὰρ ἑτέρου κακὸν εὖ πως ὁ πλησίον ἀναμάττεσθαι φιλεῖ, καὶ μάλιστ’ ἐν πολέμῳ, τοῦ λογισμοῦ διὰ τὴν ἀγωνίαν συγκεχυμένου καὶ τὰς τῶν πραγμάτων ἀντιλήψεις ἀκριβοῦν ἀδυνατοῦντος· τότε γὰρ εὐλάβειαν μὲν τὴν δειλίαν, τὸ δὲ φοβεῖσθαι προμηθές, ἀσφάλειαν δὲ τὴν ἀνανδρίαν εἰώθασι καλεῖν, αἴσχιστα ἔργα εὐπρεπέσι καὶ σεμναῖς κλήσεσιν ἐπαμπίσχοντες.
- 25.1
ὅπως οὖν μὴ τὰ μὲν οἰκεῖα βλάπτηται διὰ τῆς τῶν εἰς τὸν πόλεμον ἰόντων ἀνανδρίας, ἐπικυδέστερα δὲ γίνηται τὰ τῶν ἐχθρῶν αἱρούντων καταφρονητικῶς τοὺς ἀγεννεῖς, ὄχλον ἀργὸν εἰδὼς οὐκ ὠφέλιμον ἀλλ’ ἐμπόδιον εἰς κατόρθωμα, ἀνεῖρξε τοὺς ἀτόλμους καὶ ἀναπίπτοντας δειλίᾳ, καθάπερ, οἶμαι, καὶ τοῖς τὰ σώματα νοσοῦσι στρατηγὸς οὐδεὶς ἀνάγκην ἐπιτίθησι πολεμεῖν, ὑποπαραιτουμένης ἀσθενείας.
- 26.1
νόσος δέ τις καὶ ἡ δειλία, βαρυτέρα τῶν κατὰ τὸ σῶμα, τὰς ψυχῆς δυνάμεις καθαιροῦσα· τῶν μὲν γὰρ βραχὺν εἶναι συμβαίνει τὸν χρόνον τῆς ἀκμῆς, ἡ δ’ ἐστὶ κακὸν σύντροφον, μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν προσπεφυκὸς ἐκ πρώτης ἡλικίας ἄχρι πανυστάτου γήρως, εἰ μὴ τύχοι θεὸς ἰώμενος· πάντα γὰρ θεῷ δυνατά.
- 27.1
καὶ μὴν οὐδ’ ἅπαντας τοὺς εὐτολμοτάτους καλεῖ, κἂν σφόδρα ἐρρωμένοι καθ’ ἑκάτερον σῶμα καὶ ψυχὴν προαγωνίζεσθαι καὶ προκινδυνεύειν ἐθέλωσιν· ἀλλὰ τῆς γνώμης αὐτοὺς ἐπαινέσας, ὅτι κοινωνικὸν καὶ πρόθυμον καὶ ἀκατάπληκτον ἦθος ἐπιδείκνυνται, διερευνᾷ μή τισιν ἀναγκαίαις αἰτίαις ἐνδέδενται, ὧν ὁλκὸς ἡ δύναμις.
- 28.1
εἰ γάρ τις, φησί, νεωστὶ δειμάμενος οἰκίαν οὐκ ἔφθη εἰσοικίσασθαι ἢ ἀμπελῶνα φυτεύσας νεόφυτον, αὐτὸς εἰς γῆν τὰ κλήματα καθείς, μήπω τῆς ἐπικαρπίας καιρὸν ἔσχεν ἢ παρθένον ἐγγυησάμενος οὐκ ἔγημεν, ἀφείσθω πάσης στρατείας, φιλανθρώπως ὁμοῦ καὶ στρατηγικῶς
- 29.1
τὴν ἄδειαν εὑρισκόμενος, ἕνεκα δυοῖν· ἑνὸς μὲν ἵνα, ἐπειδὴ τὰ κατὰ πολέμους ἄδηλα, μὴ τὰ τῶν πονησάντων ἀταλαιπώρως ἄλλοι λαμβάνωσι· χαλεπὸν γὰρ ἔδοξεν εἶναι, τῶν ἰδίων τινὰ μὴ ἀπόνασθαι δυνηθῆναι, ἀλλ’ οἰκοδομεῖν μὲν ἕτερον, ἐνοικεῖν δὲ ἄλλον, καὶ φυτεύειν μέν τινα, τὸν δὲ μὴ φυτεύσαντα καρποῦσθαι, καὶ μνᾶσθαι μὲν ἄλλον, γαμεῖν δὲ τὸν μὴ μνώμενον, ὡς οὐ δεῖν ἀτελεῖς τὰς ἐλπίδας κατασκευάζειν τοῖς χρηστὰ τὰ κατὰ τὸν βίον προσδοκήσασιν·
- 30.1
ἑτέρου δὲ ἵνα μὴ σώματι στρατευόμενοι ταῖς ψυχαῖς ὑστερίζωσιν· ἀνάγκη γὰρ αὐτῶν τὴν διάνοιαν ἐκεῖ τετάσθαι πόθῳ τῆς ἀπολαύσεως ὧν ἀφειλκύσθησαν· ὡς γὰρ οἱ πεινῶντες ἢ διψῶντες, ὅταν σιτίον ἢ ποτόν που παραφανῇ, διώκουσι καὶ ἐπιτρέχουσιν ἀμεταστρεπτὶ γλιχόμενοι μεταλαβεῖν, οὕτως οἱ περὶ νομίμου γυναικὸς ἢ οἰκίας ἢ χωρίου κτήσεως πονηθέντες καὶ ὅσον οὔπω τῇ ἐλπίδι νομίζοντες εἰς τὸν ἑκάστου τῆς χρήσεως ἀφῖχθαι καιρόν, ὅταν ἀφαιρεθῶσι τὴν ἀπόλαυσιν, σφαδᾴζουσιν, ὡς παρόντας μὴ παρεῖναι τῷ κρείττονι μέρει, ψυχῇ,
- 31.1
δι’ οὗ συμβαίνει κατορθοῦν ἢ τοὐναντίον. τούτους οὖν καὶ τοὺς ὁμοίους οὐκ οἴεται δεῖν εἰς τὸν στρατιωτικὸν ἄγειν κατάλογον, ἀλλ’ οἷς οὐδὲν προενεληλυθὸς ὑποικουρεῖ πάθος, ὅπως ἐλευθέροις καὶ ἀφέτοις ὁρμαῖς ἀπροφασίστως τοῖς δεινοῖς ἐπαποδύωνται. καθάπερ γὰρ παντευχίας οὐδὲν ὄφελος ἀσθενεῖ σώματι ἢ λελωβημένῳ, ἣν ἀδυνατοῦν ἀπορρίψει, τὸν αὐτὸν τρόπον ἐρρωμένον σῶμα φθερεῖ τι κηραινούσης πάθος ψυχῆς μὴ συνᾷδον τοῖς παροῦσιν.
- 32.1
εἰς ἅπερ ἀπιδὼν οὐ μόνον λοχαγοὺς καὶ στρατηγοὺς καὶ τοὺς ἄλλους τῆς στρατιᾶς ἡγεμόνας ἀλλὰ καὶ τῶν στρατιωτῶν ἕκαστον ἐπικρίνει, δοκιμάζων πῶς ἔχει πρός τε σώματος εὐεξίαν καὶ πρὸς εὐστάθειαν λογισμοῦ, σῶμα μὲν ἐξετάζων, εἰ ὁλόκληρον, εἰ ὑγιαῖνον ὅλον δι’ ὅλων, εἰ τοῖς μέρεσι καὶ μέλεσι πᾶσιν εὖ ἡρμοσμένον πρὸς τὰς ἐπιβαλλούσας ἑκάστῳ σχέσεις τε καὶ κινήσεις, ψυχὴν δέ, εἰ θαρραλεότητος καὶ εὐτολμίας ἀνάπλεως, εἰ ἀκατάπληκτος καὶ μεστὴ φρονήσεως | εὐγενοῦς, εἰ φιλότιμος καὶ ζωῆς ἀδόξου τὸν σὺν εὐκλείᾳ θάνατον προκρίνουσα.
- 33.1
τούτων γὰρ ἕκαστον ἰδίᾳ καθ’ αὑτό, εἰ δεῖ τἀληθὲς εἰπεῖν, δύναμίς ἐστιν· ἀθρόα δ’ εἰ συνέλθοιεν, ῥώμην ἄμαχόν τινα καὶ ἀνανταγώνιστον ἐκ πολλοῦ τοῦ περιόντος ἐπιδείξονται, κρατοῦντες ἀναιμωτὶ τῶν πολεμίων.
- 34.1
Τῶν δὲ λεχθέντων σαφεστάτην πίστιν αἱ ἱεραὶ βίβλοι περιέχουσιν. ἔθνος πολυανθρωπότατόν ἐστιν Ἄραβες, οἷς ὄνομα παλαιὸν ἦν Μαδιηναῖοι. οὗτοι πρὸς Ἑβραίους φιλαπεχθημόνως ἔχοντες, οὐδενὸς ἕνεκα ἑτέρου μᾶλλον ἢ ὅτι τὸ ἀνωτάτω καὶ πρεσβύτατον αἴτιον σέβουσι καὶ τιμῶσι τῷ ποιητῇ καὶ πατρὶ τῶν ὅλων προσκεκληρωμένοι, καὶ πάσας μὲν μηχανὰς τεχνάζοντες, πάσας δὲ πείρας καθιέντες, ἵνα ἀπὸ τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος τιμῆς αὐτοὺς ἀποστήσωσι καὶ μεθαρμόσωνται πρὸς ἀσέβειαν ἐξ ὁσιότητος — οὕτως γὰρ περιέσεσθαι ῥᾳδίως ὑπελάμβανον —, ἐπειδὴ μυρία καὶ λέγοντες καὶ δρῶντες ἀπειρήκεσαν, ὥσπερ οἱ θανατῶντες ἐφ’ ὧν ἀπογνῶσι σωτηρίας, καί τι τοιοῦτον ἐπινοοῦσι στρατήγημα.
- 35.1
γυναικῶν τὰς περικαλλεστάτας μεταπεμψάμενοί φασιν αὐταῖς· „ὁρᾶτε, ὡς ἀπερίληπτός ἐστιν ἡ τῶν Ἑβραίων πληθύς. τῆς δὲ πληθύος ἐστὶν ἀργαλεώτερον ἐπιτείχισμα ἡ ὁμόνοια καὶ συμφωνία τούτων· αἴτιον δὲ τῆς ὁμονοίας τὸ ἀνωτάτω καὶ μέγιστον ἡ περὶ τοῦ ἑνὸς θεοῦ δόξα, ἀφ’ ἧς οἷα πηγῆς ἑνωτικῇ καὶ ἀδιαλύτῳ φιλίᾳ κέχρηνται πρὸς ἀλλήλους.
- 36.1
ἡδονῇ δ’ ἁλωτὸν ἄνθρωπος, καὶ μάλιστα συνουσίᾳ τῇ πρὸς γυναῖκα. διαπρεπέσταται δ’ ἐστέ· καὶ φύσει μὲν ἀγωγὸν τὸ κάλλος, ἡ δὲ νεότης εἰς ἀκρασίαν εὐόλισθον.
- 37.1
ἑταιρήσεως ἢ μοιχείας ὀνόματα μὴ δείσητε ὡς αἰσχύνην ἐποίσοντα, τὰς ἐκ τοῦ πράγματος ὠφελείας ἀντιτιθεῖσαι, δι’ ἃς τὰς ἐφ’ ἡμέραν ἀδοξίας μεθαρμόσεσθε εἰς ἀγήρω καὶ ἀτελεύτητον εὔκλειαν, τὰ μὲν σώματα ὅσα τῷ δοκεῖν προέμεναι, σόφισμα κατ’ ἐχθρῶν καὶ στρατήγημα, παρθένους δὲ τὰς ψυχὰς διαφυλάττουσαι, αἷς καὶ τὴν πρὸς τὸ μέλλον ἁγνείαν ἐπισφραγιεῖσθε.
- 38.1
καὶ καινότατον ὁ πόλεμος οὗτος ἕξει κλέος διὰ γυναικῶν ἀλλ’ οὐ δι’ ἀνδρῶν κατορθωθείς· τὸ μὲν γὰρ ἡμέτερον, ὁμολογοῦμεν, γένος οὗ γενήσεται ἧττα, διὰ τὸ πᾶσι τοῖς εἰς μάχην τοὺς ἀντιπάλους ἐπικυδεστέρους εἶναι, τὸ δ’ ὑμέτερον παντελῶς τὴν νίκην οἴσει καί, τὸ μέγιστον ἀγαθόν, τὰς δίχα κινδύνων ἀριστείας· ἀναιμωτὶ γάρ, μᾶλλον δὲ καὶ ἀκονιτί, κατὰ τὴν πρώτην φαντασίαν αὐτὸ μόνον ὀφθεῖσαι περιέσεσθε.“
- 39.1
ταῦτ’ ἀκούσασαι, καθαροῦ βίου μηδ’ ὄναρ ᾐσθημέναι, παιδείας ὀρθῆς ἄγευστοι, συναινοῦσιν, ἅτε πεπλασμένον ἦθος σωφροσύνης τὸν ἄλλον χρόνον καθυποκρινάμεναι, καὶ πολυτελέσιν ἐσθῆσι καὶ ὅρμοις καὶ οἷς ἄλλοις εἴωθε διακοσμεῖσθαι γυνὴ πᾶσιν ἀσκηθεῖσαι καὶ τὸ ἐκ φύσεως κάλλος εὐμορφότερον ταῖς ἐπιμελείαις ἀπεργασάμεναι — τὸ γὰρ ἀγώνισμα οὐ μικρὸν ἦν, θήρα νέων ἀθηράτων — εἰς τοὐμφανὲς προέρχονται.
- 40.1
καὶ πλησίον γενόμεναι βλέμμασιν ἑταιρικοῖς καὶ στωμυλίᾳ λόγων καὶ σχέσεσι καὶ κινήσεσιν ἀκολάστοις δελεάζουσι τῆς νεότητος τὴν ὀλιγόφρονα μοῖραν, ἀνερμάτιστα καὶ ἀνίδρυτα ἤθη· καὶ διὰ τῆς τῶν σωμάτων αἰσχύνης ἀγκιστρευσάμεναι τὰς ψυχὰς τῶν συνελθόντων, ἐπὶ θυσίας ἀθύτους καὶ σπονδὰς ἀσυμβάτους καλέσασαι τῶν χειροκμήτων, ἀλλοτριοῦσι τῆς τοῦ ἑνὸς καὶ ὄντως ὄντος θεραπείας θεοῦ.
- 41.1
τοῦτο διαπραξάμεναι τοῖς ἀνδράσιν εὐαγγελίζονται· καὶ ἔμελλον ἂν καὶ ἄλλους ἐπισπᾶσθαι τῶν μὴ σφόδρα βεβαίων, εἰ μὴ τοῦ πάθους λαβὼν οἶκτον ὁ εὐεργέτης καὶ ἵλεως θεὸς ἀνυπερθέτῳ κολάσει τῶν ἀπονοηθέντων — ἦσαν δὲ τέσσαρες πρὸς ταῖς εἴκοσι χιλιάδες — ὥσπερ ὑπὸ χειμάρρου κατακλυσθῆναι κινδυνεύσαντας ἀνεχαίτισε φόβῳ νουθετήσας.
- 42.1
ὁ δὲ τοῦ ἔθνους ἡγεμὼν ἐπαντλῶν τοῖς ὠσὶ τὰ ὑπὲρ εὐσεβείας δόγματα καὶ τὰς ψυχὰς τῶν ὑπηκόων τούτοις ἐπάγων ἐκ φυλῆς ἑκάστης χιλίους ἄνδρας ἀριστίνδην ἐπιλέξας καταλέγει, δίκας ἀναπράξων τῆς ἐνέδρας, ἣν ἐμηχανήσαντο διὰ τῶν γυναικῶν, ἐλπίσαντες μὲν ἅπασαν τὴν πληθὺν ἄνωθεν ἐξ ἄκρας ὁσιότητος καταβαλόντες διαφθεῖραι, μόνους
- 43.1
δὲ τοὺς λεχθέντας δυνηθέντες. οἱ δὲ πρὸς πολλὰς μυριάδας ὀλίγος ἀριθμὸς ἀντιταχθέντες, ἐμπειρίαις ἅμα καὶ εὐτολμίαις χρώμενοι, καθάπερ αὐτός τις ἕκαστος ὅμιλος ὤν, καταφρονητικῶς πυκναῖς ἐπιτρέχοντες ταῖς φάλαγξι καὶ τοὺς ἐν ποσὶν ἀναιροῦντες ἠρήμουν τὰ βύζην συνεστηκότα στίφη καὶ ὅσα ἐφήδρευε πρὸς ἀναπλήρωσιν τῶν κενουμένων τάξεων, ὡς αὐτοβοεὶ πολλὰς μυριάδας καταστορέσαι καὶ μηδένα τῆς ἀντιταχθείσης νεότητος ἀπολιπέσθαι· κτείνουσι δὲ καὶ γυναῖκας τὰς συνεπιγραψαμένας ἀνδρῶν γνώμαις ἀνοσίοις, ζωγρήσαντες παρθένους, ἄκακον ἡλικίαν οἰκτισάμενοι.
- 44.1
καὶ τοσοῦτον πόλεμον κατορθώσαντες οὐδένα τῶν ἰδίων ἀπέβαλον, ἀλλ’ ὁπόσοι καὶ ὁποῖοι προῆλθον εἰς τὴν μάχην ἐπανῄεσαν ἄτρωτοι καὶ ὁλόκληροι, μᾶλλον δέ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, μετὰ διπλασίονος ῥώμης· ἡ γὰρ ἐκ τοῦ νικῆσαι χαρὰ τῆς προτέρας οὐκ ἐλάττονα τὴν ἰσχὺν ἀπειργάσατο.
- 45.1
αἴτιον δὲ οὐδὲν ἦν τούτων ἕτερον ἢ τὸ σπουδάσαι φιλοκινδύνως τὸν ὑπὲρ εὐσεβείας ἀγῶνα ἄρασθαι, ἐν ᾧ καὶ προαγωνίζεται θεός, ἀήττητος ἐπικουρία, βουλὰς μὲν ἀγαθὰς ταῖς διανοίαις ὑφηγούμενος, ἀλκὴν δὲ τοῖς σώμασι κραταιοτάτην ἐντιθείς.
- 46.1
πίστις δὲ τῆς ἐκ θεοῦ συμμαχίας τό τε ὑπ’ ὀλίγων πολλὰς μυριάδας ἁλῶναι καὶ τὸ μηδένα μὲν τῶν ἐχθρῶν διαφυγεῖν, μηδένα δὲ τῶν φίλων ἀναιρεθῆναι μήτε ἀριθμὸν μήτε σώματος δύναμιν ἐλαττωθέντων.
- 47.1
ὅθεν ἐν τοῖς προτρεπτικοῖς φησιν· ἐὰν δικαιοσύνην καὶ ὁσιότητα καὶ τὰς ἄλλας ἀρετὰς ἐπιτηδεύῃς, βίον ἀπόλεμον βιώσῃ καὶ εἰς ἅπαν εἰρηνικόν, ἢ ἐνστάντος πολέμου ῥᾳδίως τῶν ἐχθρῶν περικρατήσεις, θεοῦ στραταρχοῦντος ἀοράτως, ᾧ δι’ ἐπιμελείας ἐστὶ τοὺς ἀγαθοὺς σῴζειν ἀνὰ κράτος.
- 48.1
μήτ’ οὖν ἐὰν πολλαῖς μυριάσιν ἐπιτρέχωσιν ὁ πεζὸς ὁμοῦ καὶ ἱππότης στρατὸς εὐοπλοῦντες μήτε ἐὰν ἐρυμνὰ καὶ ἐπίμαχα προκαταλαβόμενοι χωρία τοποκρατῶσι μήτε ἐὰν ἀφθόνοις παρασκευαῖς χορηγῶνται, καταπλαγεὶς δείσῃς, κἂν ἁπάντων ἀπορῇς ὧν ἄγουσι περιουσίαν ἐκεῖνοι, συμμάχων, ὅπλων, τόπων εὐκαιρίας, παρασκευῶν·
- 49.1
ἐκεῖνα γὰρ ὥσπερ ὁλκάδα πεπληρωμένην παντοίων ἀγαθῶν πολλάκις ἐπιπεσὼν ἄνεμος ἐξαίφνης ἀνέτρεψε καὶ κατέλυσε, τοῖς δ’ εὐτελέσι καὶ λυπροῖς ὥσπερ ἀστάχυσιν ἤδη μεμυκόσιν ἐξ αὐχμοῦ καὶ ἀνομβρίας ἐπιψεκάζων καὶ ἐπινίφων ὁ θεὸς τὰς σωτηρίους δυνάμεις ἐμπαρέσχεν ἀνεγερθῆναί τε καὶ τελειογονῆσαι.
- 50.1
ἐξ οὗ δῆλον, ὅτι δεῖ τοῦ δικαίου καὶ ὁσίου περιέχεσθαι· οἷς μὲν γὰρ τὸ θεῖον ἔνσπονδον, ἄκρως εὐδαίμονες, οἷς δὲ ἐχθρόν, ἐσχάτως κακοδαίμονες. τοσαῦτα καὶ περὶ ἀνδρείας εἰς τὸ παρὸν ἀποχρώντως λελέχθω.
- 51.1
Τὴν δ’ εὐσεβείας συγγενεστάτην καὶ ἀδελφὴν καὶ δίδυμον ὄντως ἑξῆς ἐπισκεπτέον φιλανθρωπίαν, ἧς ἐρασθεὶς ὡς οὐκ οἶδ’ εἴ τις ἕτερος ὁ προφήτης τῶν νόμων — ὁδὸν γὰρ οἷα λεωφόρον ἄγουσαν ἐφ’ ὁσιότητα ταύτην ἠπίστατο — τοὺς ὑπ’ αὐτὸν ἅπαντας ἤλειφε καὶ συνεκρότει πρὸς κοινωνίαν, παράδειγμα καλὸν ὥσπερ γραφὴν ἀρχέτυπον στηλιτεύσας τὸν ἴδιον βίον.
- 52.1
τὰ μὲν οὖν ἐκ πρώτης ἡλικίας ἄχρι γήρως εἰς ἐπιμέλειαν καὶ κηδεμονίαν ἑνὸς ἑκάστου καὶ πάντων ἀνθρώπων πεπραγμένα αὐτῷ δεδήλωται πρότερον ἐν δυσὶ συντάξεσιν, ἃς ἀνέγραψα περὶ τοῦ βίου Μωυσέως. ἑνὸς δὲ ἢ δυοῖν ὧν ἐπὶ τελευτῇ κατώρθωσεν ἄξιόν ἐστιν ἐπιμνησθῆναι· δείγματα γάρ ἐστι τῆς συνεχοῦς καὶ ἀδιαστάτου καλοκἀγαθίας, ἣν ἀσύγχυτον ἐνεσφραγίσατο τῇ ψυχῇ χαρακτῆρι θείῳ τυπωθείσῃ.
- 53.1
ἐπειδὴ γὰρ ἡ προθεσμία τῆς θνητῆς ζωῆς ἔμελλεν αὐτῷ περατοῦσθαι καὶ λογίοις ἀριδήλοις ἔγνω τὴν ἐνθένδε μετανάστασιν, οὐδένα τῶν ἄλλων ἢ βασιλέων ἢ ἰδιωτῶν ἐμιμήσατο, οἷς μία σπουδή τε καὶ εὐχὴ κληρονόμους παῖδας καταλιπεῖν, ἀλλὰ καίτοι πατὴρ γεγονὼς δυοῖν υἱοῖν οὐδετέρῳ τὴν ἀρχὴν ἀπέλιπεν ἡττηθεὶς εὐνοίας συγγενικῆς καὶ πάθους φιλοικείου· καίτοι, εἰ καὶ τὰ τῶν τέκνων δι’ ὑποψιῶν ἦν, ἀλλ’ ἀδελφιδῶν γοῦν οὐκ ἠπόρει καλῶν κἀγαθῶν, οἳ γέρας ἀρετῆς ἔσχον τὴν ἀνωτάτω ἱερωσύνην.
- 54.1
ἀλλ’ ἴσως ἢ μεθέλκειν αὐτοὺς ἀπὸ τῆς θείας λειτουργίας οὐκ ἐδοκίμασεν ἢ καὶ ὅπερ εἰκὸς ἐνενόησεν, ὅτι ἀμήχανον τοὺς αὐτοὺς δύνασθαι καλῶς ἀμφοῖν ἐπιτροπεύειν, ἱερωσύνης τε καὶ βασιλείας, ὧν ἡ μὲν ἐπαγγέλλεται θεοῦ θεραπείαν, ἡ δ’ ἀνθρώπων ἐπιμέλειαν. ἴσως δὲ καὶ κριτὴν αὑτὸν οὐκ ἠξίωσε γενέσθαι πράγματος μεγάλου· μέγιστον δ’ ἐστὶ τὸν εὖ πεφυκότα πρὸς ἀρχὴν δοκιμάσαι καὶ σχεδὸν θείας δυνάμεως, ᾗ μόνῃ καθορᾶν ἦθος ἀνθρώπου ῥᾴδιον.
- 55.1
πίστις δὲ σαφεστάτη τοῦ δηλουμένου γένοιτ’ ἂν ἥδε. φίλος ἦν αὐτῷ καὶ γνώριμος σχεδὸν ἐκ πρώτης ἡλικίας γενόμενος, Ἰησοῦς ὄνομα, οὗ τὴν φιλίαν προὐξένησεν οὐδὲν τῶν παρὰ τοῖς ἄλλοις εἰωθότων, ἀλλ’ ἔρως ὁ οὐράνιος καὶ ἀκήρατος καὶ θεῖος ὄντως, ἐξ οὗ πᾶσαν ἀρετὴν φύεσθαι συμβέβηκεν· οὗτος ὁμωρόφιος καὶ ὁμοδίαιτος ἦν αὐτῷ, πλὴν ὁπότε ἐπιθειάσαντι καὶ χρησμῳδουμένῳ προσταχθείη μόνωσις· ὑπηρέτει μέντοι καὶ τὰς ἄλλας ὑπηρεσίας ἀεὶ διαφερόντως τῷ πλήθει, μόνον οὐχ
- 56.1
ὕπαρχος ὢν καὶ τὰ τῆς ἡγεμονίας συνδιοικῶν. ἀλλὰ καίτοι βάσανον ἀκριβῆ λαβὼν ἐκ μακρῶν χρόνων τῆς ἔν τε λόγοις καὶ ἔργοις καλοκἀγαθίας αὐτοῦ καὶ — τὸ ἀναγκαιότατον. — εὐνοίας τῆς πρὸς τὸ ἔθνος, οὐδὲ τοῦτον ᾠήθη χρῆναι καταλιπεῖν διάδοχον, δεδιὼς μή ποτε ψευδοδοξῇ νομίζων ἀγαθὸν τὸν οὐκ ὄντα πρὸς ἀλήθειαν, ἐπειδὴ τὰ κριτήρια τῆς ἀνθρωπίνης γνώμης ἀμυδρὰ καὶ ἀβέβαιά πως εἶναι πέφυκεν.
- 57.1
ὅθεν οὐ προπιστεύων ἑαυτῷ ποτνιᾶται καὶ καθικετεύει τὸν ἀοράτου ψυχῆς ἔφορον θεόν, ᾧ μόνῳ διάνοιαν ἔξεστιν ἀκριβῶς θεωρεῖν, ἀριστίνδην ἑλέσθαι τὸν ἐπιτηδειότατον εἰς ἡγεμονίαν, ὃς οἷα πατὴρ ἐπιμελήσεται τῶν ὑπηκόων· καὶ τὰς καθαρὰς καὶ ὡς ἂν εἴποι τις τροπικώτερον παρθένους χεῖρας ἀνατείνας εἰς οὐρανόν φησιν·
- 58.1
„ἐπισκεψάσθω κύριος ὁ θεὸς τῶν πνευμάτων καὶ πάσης σαρκὸς ἄνθρωπον ἐπὶ τῆς πληθύος, εἰς ἐπιμέλειαν καὶ προστασίαν ποιμένα ὃς ἀνυπαιτίως ἀφηγήσεται, ἵνα μὴ γένηται σαθρὸν τὸ ἔθνος οἷα ποίμνη σπορὰς ἀγελάρχην οὐκ ἔχουσα.“
- 59.1
καίτοι τίς οὐκ ἂν κατεπλάγη τῶν τότε τῆς εὐχῆς ἀκούσας, „τί φῄς“ εἰπών „ὦ δέσποτα; οὐκ εἰσὶ μέν σοι γνήσιοι παῖδες, οὐκ εἰσὶ δ’ ἀδελφιδοῖ; μάλιστα μὲν τοῖς υἱοῖς — κληρονόμοι γὰρ οὗτοι φύσει πρῶτοι — κατάλιπε τὴν ἀρχήν, εἰ δ’ ἀποδοκιμάζεις, τοῖς γοῦν ἀδελφιδοῖς.
- 60.1
εἰ δὲ καὶ τούτους ἀνεπιτηδείους ὑπείληφας τὸ ἔθνος προκρίνων τῶν συγγενεστάτων καὶ οἰκειοτάτων, ἀλλ’ ἔστι γέ σοι φίλος ἄμεμπτος βάσανον ἀρετῆς τελείας δεδωκώς σοι τῷ πανσόφῳ· τί δὴ τοῦτον, εἰ μὴ γένους ἀλλὰ καλοκἀγαθίας ἡ αἵρεσίς ἐστιν, οὐκ ἀξιοῖς δοκιμάζειν;“
- 61.1
ἀλλ’ ἀποφανεῖται ὅτι „πάντων μὲν κριτὴν ποιεῖσθαι θέμις θεόν, διαφερόντως δὲ τῶν μεγάλων, ἐν οἷς τὸ εὖ γε ἢ χεῖρον μυρίους ὅσους εἰς εὐδαιμονίαν ἤγαγεν ἢ τοὐναντίον εἰς κακοδαιμονίαν. μεῖζον δ’ οὐδὲν ἀρχῆς, ᾗ τὰ πόλεων καὶ χωρῶν ὅσα κατὰ πόλεμον ἢ κατ’ εἰρήνην ἐπιτέτραπται· ὡς γὰρ πρὸς εὔπλοιαν ἀγαθοῦ καὶ τὴν γνώμην καὶ τὴν ἐπιστήμην δεῖ κυβερνήτου, τὸν αὐτὸν τρόπον καὶ πρὸς εὐνομίαν ὑπηκόων τῶν ἑκασταχοῦ χρεία πανσόφου τινὸς ἡγεμόνος.
- 62.1
σοφίαν δὲ πρεσβυτέραν οὐ μόνον τῆς ἐμῆς γενέσεως ἀλλὰ καὶ τῆς τοῦ κόσμου παντὸς οὖσαν οὔτε θέμις οὔτε δυνατὸν ἄλλῳ τῳ κρίνειν ἀλλ’ ἢ τῷ θεῷ καὶ τοῖς ἀδόλως καὶ καθαρῶς καὶ γνησίως αὐτῆς ἐρῶσιν.
- 63.1
ἐδιδάχθην δ’ ἀπ’ ἐμαυτοῦ μηδ’ ἄλλον τινὰ τῶν ἐπιτηδείων εἶναι δοκούντων εἰς ἀρχὴν δοκιμάσαι. τὴν γοῦν ἐπιμέλειαν καὶ προστασίαν τῶν κοινῶν οὔτ’ αὐτὸς ἐθελοντὴς εἱλόμην οὔθ’ ὑπ’ ἄλλου τινὸς ἀνθρώπων χειροτονηθεὶς ἔλαβον, ἀλλὰ καὶ τοῦ θεοῦ χρησμοῖς ἐναργέσι καὶ λογίοις ἀριδήλοις ἐμφανῶς θεσπίζοντος καὶ προστάττοντος ἄρχειν ἀνεδυόμην ἱκετεύων καὶ ποτνιώμενος, εἰς τὸ μέγεθος ἀφορῶν τοῦ πράγματος, ἕως, ἐπειδὴ πολλάκις ἐκέλευε, δείσας ἐπειθάρχησα.
- 64.1
πῶς οὖν οὐκ ἄτοπόν ἐστι μὴ τοῖς αὐτοῖς ἴχνεσιν ἐπακολουθῆσαι καὶ χρησάμενον ὅτ’ ἔμελλον ἄρχειν δοκιμαστῇ θεῷ πάλιν ἐπ’ αὐτῷ μόνῳ θέσθαι τὴν χειροτονίαν τοῦ διαδόχου, μὴ συνεφαψαμένης ἀνθρωπίνης γνώμης, ᾗ τὸ εἰκὸς συγγενέστερόν ἐστι τοῦ ἀληθοῦς, ἄλλως τε καὶ τῆς προστασίας οὐκ ἐπὶ τῷ τυχόντι ἔθνει γενησομένης, ἀλλὰ πολυανθρωποτάτῳ μὲν τῶν ἁπανταχοῦ πάντων, ἐπάγγελμα δὲ ἐπαγγελλομένῳ μέγιστον, ἱκεσίαν τοῦ ὄντως ὄντος, ὅς ἐστι ποιητὴς τῶν ὅλων καὶ πατήρ;
- 65.1
ὅπερ γὰρ ἐκ φιλοσοφίας τῆς δοκιμωτάτης περιγίνεται τοῖς ὁμιληταῖς αὐτῆς, τοῦτο διὰ νόμων καὶ ἐθῶν Ἰουδαίοις, ἐπιστήμη τοῦ ἀνωτάτω καὶ πρεσβυτάτου πάντων αἰτίου, τὸν ἐπὶ τοῖς γενητοῖς θεοῖς πλάνον ἀπωσαμένοις· γενητὸς γὰρ οὐδεὶς ἀληθείᾳ θεός, ἀλλὰ δόξῃ μόνον, τὸ ἀναγκαιότατον ἀφῃρημένος, ἀιδιότητα.“
- 66.1
Τοῦτο μὲν δὴ πρῶτον ἐναργέστατον δεῖγμα τῆς πρὸς ἅπαν τὸ ὁμόφυλον αὐτοῦ φιλανθρωπίας καὶ πίστεως· ἕτερον δὲ τοῦ λεχθέντος οὐκ ἀποδέον. ἐπειδὴ γὰρ ἀριστίνδην ὁ φοιτητὴς αὐτοῦ καὶ μιμητὴς τῶν ἀξιεράστων ἠθῶν Ἰησοῦς ἄρχων ἐδοκιμάσθη κριτηρίοις θείοις, οὐχ ὥσπερ ἂν ἕτερος ἐπὶ τῷ μὴ τοὺς υἱοὺς ἢ τοὺς ἀδελφιδοῦς αἱρεθῆναι κατήφησεν, ἀλλὰ ὑποπλησθεὶς ἀλέκτου χαρᾶς,
- 67.1
ὅτι μελλήσοι τὸ ἔθνος ἐπιτρόπῳ χρῆσθαι τὰ πάντα ἀρίστῳ — καλὸν γὰρ κἀγαθὸν ἐξ ἀνάγκης ᾔδει τὸν εὐάρεστον θεῷ —, λαβόμενος τῆς τούτου δεξιᾶς καὶ παραγαγὼν αὐτὸν εἰς ἠθροισμένον τὸ πλῆθος, μηδὲν περὶ τῆς αὑτοῦ τελευτῆς εὐλαβηθείς, ἀλλὰ ταῖς ἀρχαίαις εὐφροσύναις νέας ἑτέρας προσειληφὼς οὐ μόνον διὰ μνήμην τῶν πρότερον εὐπαθειῶν, αἷς κατακόρως διὰ παντὸς εἴδους ἀρετῆς ἐνετρύφησεν, ἀλλὰ καὶ διὰ τὴν ἐλπίδα τοῦ μέλλειν ἀθανατίζεσθαι μεταβαλὼν ἐκ φθαρτοῦ βίου εἰς ἄφθαρτον, ἱλαραῖς ὄψεσιν ἐκ τῆς κατὰ ψυχὴν εὐθυμίας φαιδρὸς καὶ γεγηθώς φησιν·
- 68.1
„ἐμοὶ μὲν ἀπαλλάττεσθαι καιρὸς ἤδη τῆς ἐν σώματι ζωῆς· ὁ δὲ τῆς ὑμετέρας ἐπιτροπῆς διάδοχος οὗτός ἐστιν αἱρεθεὶς ὑπὸ θεοῦ“· καὶ τὰ χρησθέντα λόγια τῆς δοκιμασίας εὐθὺς ἐπεῖπεν, οἷς ἐπίστευσαν.
- 69.1
καὶ πρὸς τὸν Ἰησοῦν ἀποβλέψας ἀνδραγαθίζεσθαι παραινεῖ καὶ σφόδρα ἰσχύειν ἐν ταῖς εὐβουλίαις, ἀγαθὰς μὲν γνώμας εἰσηγούμενον, ἀνενδότοις δὲ καὶ ἐρρωμένοις λογισμοῖς τὰ γνωσθέντα καλῶς τελειοῦντα. καὶ ταῦτ’ ἔλεγεν ἴσως οὐ δεομένῳ παραινέσεως, ἀλλὰ τὸ φιλάλληλον καὶ φιλοεθνὲς πάθος οὐ στέγων, ὑφ’ οὗ τρόπον τινὰ κεντριζόμενος ἃ συνοίσειν ἐνόμιζεν ἀπεγύμνου.
- 70.1
ἦν δὲ καὶ χρησμὸς αὐτῷ παρακαλέσαι τὸν διάδοχον καὶ εὐθαρσέστατον ἀπεργάσασθαι πρὸς τὴν τοῦ ἔθνους ἐπιμέλειαν, τὸ βάρος μὴ καταδείσαντα τῆς ἀρχῆς, ἵνα τοῖς ἔπειτα γένηται κανὼν καὶ νόμος ἅπασιν ἡγεμόσι πρὸς ἀρχέτυπον παράδειγμα Μωυσῆν ἀποβλέπουσι καὶ μηδεὶς φθονῇ βουλευμάτων ἀγαθῶν τοῖς διαδόχοις, ἀλλ’ ὑποθήκαις καὶ παραινέσεσι τὰς ψυχὰς αὐτῶν ἀλείφωσι καὶ συγκροτῶσι.
- 71.1
δύναται γὰρ ἀνδρὸς ἀγαθοῦ παραίνεσις ἀναπεπτωκότας ταῖς γνώμαις ἐγεῖραι καὶ διάρασα εἰς ὕψος ἐπάνω τῶν καιρῶν καὶ τῶν πραγμάτων ἱδρύσασθαι φρόνημα γενναῖον καὶ ἀκατάπληκτον ἐνθεῖσα.
- 72.1
τὰ δὲ ἁρμόττοντα τοῖς τε ὑπηκόοις καὶ τῷ κληρονόμῳ τῆς ἡγεμονίας διαλεχθεὶς ἄρχεται τὸν θεὸν ὑμνεῖν μετ’ ᾠδῆς, τελευταίαν αὐτῷ βίου τοῦ μετὰ σώματος εὐχαριστίαν ἀποδιδούς, ἀνθ’ ὧν ἀπὸ γενέσεως ἄχρι γήρως καιναῖς καὶ οὐ ταῖς ἐν ἔθει χάρισιν εὐηργετεῖτο·
- 73.1
καὶ συναγαγὼν ἄθροισμα θεῖον, τὰ στοιχεῖα τοῦ παντὸς καὶ τὰ συνεκτικώτατα μέρη τοῦ κόσμου, γῆν τε καὶ οὐρανόν, τὴν μὲν θνητῶν ἑστίαν, τὸν δὲ ἀθανάτων οἶκον, ἐν μέσοις τὰς ὑμνῳδίας ἐποιεῖτο διὰ παντὸς ἁρμονίας καὶ συμφωνίας εἴδους,
- 74.1
ἵνα κατακούσωσιν ἄνθρωποί τε καὶ ἄγγελοι λειτουργοί, οἱ μὲν ὡς γνώριμοι, πρὸς τὴν τῆς ὁμοίας εὐχαρίστου διαθέσεως διδασκαλίαν, οἱ δ’ ὡς ἔφοροι θεασάμενοι κατὰ τὴν σφῶν ἐμπειρίαν, μή τι τῆς ᾠδῆς ἐκμελές, καὶ ἅμα διαπιστοῦντες, εἴ τις ἄνθρωπος ὢν ἐνδεδεμένος σώματι φθαρτῷ δύναται τὸν αὐτὸν τρόπον ἡλίῳ καὶ σελήνῃ καὶ τῷ τῶν ἄλλων ἀστέρων πανιέρῳ χορῷ μεμουσῶσθαι τὴν ψυχὴν πρὸς τὸ θεῖον ὄργανον, τὸν οὐρανὸν καὶ τὸν σύμπαντα κόσμον, ἁρμοσάμενος.
- 75.1
ταχθεὶς δ’ ἐν τοῖς κατὰ τὸν αἰθέρα χορευταῖς ὁ ἱεροφάντης ἀνεκεράσατο ταῖς πρὸς θεὸν εὐχαρίστοις ὑμνῳδίαις τὰ γνήσια πάθη τῆς πρὸς τὸ ἔθνος εὐνοίας, ἐν οἷς ἦσαν ἔλεγχοι παλαιῶν ἁμαρτημάτων, αἱ πρὸς τὸν παρόντα καιρὸν νουθεσίαι καὶ σωφρονισμοί, παραινέσεις αἱ πρὸς τὰ μέλλοντα διὰ χρηστῶν ἐλπίδων, αἷς ἐπακολουθεῖν ἀναγκαῖον αἴσια τέλη.
- 76.1
Ὡς δ’ ἐτέλεσε τὰς χορείας ὁσιότητι καὶ φιλανθρωπίᾳ τρόπον τινὰ συνυφασμένας, ἤρξατο μεταβάλλειν ἐκ θνητῆς ζωῆς εἰς ἀθάνατον βίον κἀκ τοῦ κατ’ ὀλίγον συνῃσθάνετο τῆς τῶν ἐξ ὧν συνεκέκρατο διαζεύξεως, τοῦ μὲν σώματος ὀστρέου δίκην περιπεφυκότος περιαιρουμένου, τῆς δὲ ψυχῆς ἀπογυμνουμένης καὶ τὴν κατὰ φύσιν ἐνθένδε ποθούσης μετανάστασιν.
- 77.1
εἶθ’ ἑτοιμασάμενος τὰ πρὸς ἔξοδον οὐ πρότερον ἐστείλατο τὴν ἀποικίαν ἢ τὰς τοῦ ἔθνους φυλὰς ἁπάσας εὐχαῖς ἐναρμονίοις [ἀριθμῷ δώδεκα] γερᾶραι διὰ τῆς τῶν φυλαρχῶν κατακλήσεως· ἃς ὅτι τελεσφορηθήσονται πιστευτέον· ὅ τε γὰρ εὐξάμενος θεοφιλὴς ὅ τε θεὸς φιλάνθρωπος ὑπὲρ ὧν τε αἱ αἰτήσεις εὐπατρίδαι καὶ εὐγενεῖς τὴν ἀνωτάτω τεταγμένοι τάξιν, ὑπὸ στρατάρχῃ τῷ ποιητῇ πάντων καὶ πατρί.
- 78.1
[αἰτήσεις δ’ ἦσαν αἱ τῶν ἀληθινῶν ἀγαθῶν, οὐ μόνον ἐν τῷ θνητῷ ὅπως ὑπάρχωσιν αὐτοῖς βίῳ, ἀλλὰ πολὺ μᾶλλον ἐπὰν ἄνετος τοῦ τῆς σαρκὸς δεσμοῦ γένηται ἡ ψυχή.] μόνος γὰρ Μωυσῆς τὴν πρὸς τὰ θεῖα,
- 79.1
ὡς ἔοικεν, ἐξ ἀρχῆς τὸ σύμπαν ἔθνος ὑπολαβὼν ἔχειν ἀναγκαιοτάτην συγγένειαν, πολὺ γνησιωτέραν τῆς ἀφ’ αἵματος, πάντων ἀγαθῶν ὧν δὴ ἀνθρωπίνη φύσις χωρεῖ κληρονόμον ἀπέφηνεν, ἃ μὲν αὐτὸς εἶχεν, ἐξ ἑτοίμου διδούς, ἃ δὲ μὴ κέκτητο, τὸν θεὸν ἱκετεύων παρασχεῖν, εἰδὼς τὰς τῶν χαρίτων αὐτοῦ πηγὰς ἀενάους μὲν οὔσας, οὐ πᾶσι δ’ ἀνειμένας, ἀλλὰ μόνοις ἱκέταις· ἱκέται δ’ εἰσὶν οἱ καλοκἀγαθίας ἐρῶντες, οἷς ἀρύτεσθαι θέμις ἀπὸ τῶν ἱερωτάτων πηγῶν διψῶσι σοφίας.
- 80.1
Τὰ μὲν οὖν δείγματα τῆς τοῦ νομοθέτου φιλανθρωπίας καὶ κοινωνίας, ᾗ ἐχρήσατο καὶ δι’ εὐμοιρίαν φύσεως ἀγαθῆς κἀκ τῆς τῶν ἱερῶν λογίων ὑφηγήσεως, μεμήνυται. λεκτέον δὲ ἃ καὶ τοῖς ἔπειτα διετάξατο, εἰ καὶ μὴ πάντα — οὐ γὰρ ῥᾴδιον —, τὰ γοῦν ἀγχίσπορα καὶ ἐγγυτάτω τῶν ἐκείνου βουλευμάτων.
- 81.1
τὸ γὰρ ἐπιεικὲς καὶ ἥμερον οὐκ ἐν ταῖς πρὸς ἀνθρώπους αὐτὸ μόνον ἱδρύεται κοινωνίαις, ἀλλ’ ἐπιδαψιλευόμενος ἀναχεῖ πλουσίως αὐτὸ καὶ τείνει πρός τε τὰς τῶν ἀλόγων ζῴων φύσεις καὶ πρὸς τὰς τῶν ἡμέρων δένδρων ἰδέας. ἃ δὲ περὶ ἑκάστων ἐνομοθέτησε, λεκτέον ἐν μέρει τὴν ἀρχὴν ποιησάμενον ἀπ’ ἀνθρώπων.
- 82.1
Ἀπαγορεύει τοίνυν ἀδελφῷ δανείζειν, ἀδελφὸν ὀνομάζων οὐ μόνον τὸν ἐκ τῶν αὐτῶν φύντα γονέων, ἀλλὰ καὶ ὃς ἂν ἀστὸς καὶ ὁμόφυλος ᾖ, τόκους ἐπὶ χρήμασιν οὐ δικαιῶν ἐκλέγειν ὡς ἀπὸ θρεμμάτων ἔγγονα.
- 83.1
καὶ προτρέπει μὴ διὰ τοῦτ’ ἀναδύεσθαι καὶ συμβάλλειν ὀκνηρότερον, ἀλλ’ ἀνειμέναις χερσὶ καὶ γνώμαις μάλιστα μὲν χαρίζεσθαι τοῖς δεομένοις, λογιζομένους ὅτι καὶ ἡ χάρις τρόπον τινὰ δάνειόν ἐστιν, ἀποδοθησόμενον ἐν καιρῷ βελτίονι ἄνευ ἀνάγκης ἑκουσίῳ διαθέσει τοῦ λαβόντος, εἰ δὲ μὴ βούλοιντο δωρεῖσθαι, κιχράναι γοῦν ἑτοιμότατα καὶ προθυμότατα, μηδὲν ἔξω τῶν ἀρχαίων ἀποληψομένους.
- 84.1
οὕτως γὰρ οὔθ’ οἱ πένητες ἔμελλον ἀπορώτεροι γίνεσθαι, πλείονα ὧν ἔλαβον εἰσφέρειν ἀναγκαζόμενοι, οὔθ’ οἱ συμβάλλοντες ἀδικεῖσθαι, ἃ προήκαντο μόνα κομιζόμενοι· καίτοι γε οὐ μόνα· σὺν γὰρ τοῖς ἀρχαίοις ἀντὶ τόκων οὓς λαβεῖν οὐκ ἠξίωσαν ἐπεισφέρονται τὰ κάλλιστα καὶ τιμιώτατα τῶν ἐν ἀνθρώποις, ἡμερότητα, κοινωνίαν, χρηστότητα, μεγαλόνοιαν, εὐφημίαν, εὔκλειαν· οἷς τίς κτῆσις ἐφάμιλλος;
- 85.1
ἀπορώτατος μὲν οὖν καὶ ὁ μέγας βασιλεὺς ἀναφανεῖται κατὰ σύγκρισιν μιᾶς ἀρετῆς· τοῦ μὲν γὰρ ὁ πλοῦτος ἄψυχος ἐν ταμείοις καὶ μυχοῖς γῆς κατορωρυγμένος, ἀρετῆς δ’ ἐν ψυχῆς τῷ ἡγεμονικῷ· μεταποιεῖται δὲ αὐτοῦ καὶ τὸ καθαρώτατον τῆς οὐσίας, οὐρανός, καὶ ὁ γεννητὴς τῶν συμπάντων θεός. ἔτι τοίνυν τὴν ὀβολοστατῶν καὶ τοκογλύφων εὔπορον ἀπορίαν ἐν λόγῳ θετέον τῶν πολυχρύσων δοκούντων εἶναι βασιλέων οὐδ’ ὄναρ ἑωρακότων τὸν βλέποντα πλοῦτον;
- 86.1
εἰσὶ δ’ οἳ τοσαύτῃ κέχρηνται μοχθηρίας ὑπερβολῇ, ὥστε οὐκ ἔχοντες ἀργύριον τροφὰς δανείζουσιν ὡς πλείους ὧν ἔδοσαν αὖθις κομιζόμενοι. ταχύ γ’ ἂν οὗτοι μεταιτοῦσιν ἔρανον παράσχοιεν λιμὸν ἐν εὐθηνίᾳ καὶ εὐετηρίᾳ κατασκευάζοντες καὶ τὴν ἀθλίων ἀνθρώπων γαστρὸς ἔνδειαν προσοδευόμενοι καὶ μόνον οὐκ ἐπὶ τρυτάνης ἱστάντες σιτία καὶ ποτά, μὴ καθέλκῃ ῥοπή.
- 87.1
τοῖς οὖν μεθέξουσι τῆς καθ’ αὑτὸν ἱερᾶς πολιτείας ἀναγκαίως παραγγέλλει τὰς ἰδέας τῶν τοιούτων πόρων ἐκτρέπεσθαι· δουλοπρεποῦς γὰρ καὶ σφόδρα ἀνελευθέρου ψυχῆς τὰ ἐπιτηδεύματα μεταβεβληκυίας εἰς ἀγριότητα καὶ θηρίων φύσιν.
- 88.1
Ἕν τι τῶν εἰς φιλανθρωπίαν τεινόντων παράγγελμα κἀκεῖνο διατάττεται, μισθὸν πένητος αὐθημερὸν ἀποδιδόναι, οὐ μόνον ὅτι τὴν χρείαν ἐφ’ ἣν παρελήφθη παρασχόντα δίκαιον ἦν τὸν ἐπὶ τῇ ὑπηρεσίᾳ μισθὸν ἀνυπερθέτως ἀπολαβεῖν, ἀλλ’ ὅτι καί, ὡς εἶπόν τινες, ἐφημερόβιος ὢν ὁ χειροτέχνης ἢ ἀχθοφόρος, ὅλῳ τῷ σώματι κακοπαθῶν ὑποζυγίου τρόπον, ἐπὶ τῷ μισθῷ τέθειται τὴν ἐλπίδα· ὃν εἰ μὲν εὐθὺς κομίσαιτο, γήθει καὶ ῥώννυται πρὸς τὴν ἐπιοῦσαν προθυμίᾳ διπλασίονι ἐργασόμενος, εἰ δὲ μὴ κομίσαιτο, πρὸς τῷ σφόδρα ἄχθεσθαι καὶ τοὺς τόνους ὑπὸ λύπης ἐκλυθεὶς ἀναπέπτωκεν, ὡς ἀδυνατεῖν πρὸς τὰ ἐν ἔθει τῶν ἔργων ἀπαντᾶν.
- 89.1
Ἔτι φησί· δανειστὴς μὴ ἐπεισίτω χρεωστῶν οἰκίαις ἐνέχυρόν τι καὶ ῥύσιον ἐπὶ τῷ δανείῳ μετὰ βίας ληψόμενος, ἀλλ’ ἐν προθύροις ἔξω παρεστὼς ἀναμενέτω κελεύων ἡσυχῇ προφέρειν. οἱ δέ, ἂν ἔχωσι, μὴ ἀναδυέσθωσαν, εἴ γε ἁρμόττει τὸν μὲν μὴ τῷ δύνασθαι καταχρῆσθαι πρὸς τὸ αὐθαδέστερον ἐφ’ ὕβρει τῶν δανεισαμένων, τοὺς δὲ πρὸς ὑπόμνησιν τῆς τῶν ἀλλοτρίων ἀποδόσεως ἄξια παρέχειν ἐνέχυρα.
- 90.1
Τίς γε μὴν οὐκ ἂν ἀγάσαιτο τοῦ περὶ τοὺς θεριστὰς ἢ τρυγητὰς διατάγματος; κελεύει γὰρ ἐν μὲν τῷ ἀμήτῳ μήτε τὰ ἀποπίπτοντα τῶν δραγμάτων ἀναιρεῖσθαι μήτε πάντα τὸν σπόρον κείρειν, ἀλλ’ ὑπολείπεσθαί τι τοῦ κλήρου μέρος ἄτμητον, ἅμα μὲν τοὺς εὐπόρους μεγαλόφρονας καὶ κοινωνικοὺς κατασκευάζων ἐκ τοῦ τι προϊέναι τῶν ἰδίων καὶ μὴ πᾶσι προσκεχηνέναι καὶ πάντα συμφορεῖν καὶ συγκομίζειν οἴκαδε θησαυροφυλακήσοντας, ἅμα δὲ τοὺς πένητας εὐθυμοτέρους ἀπεργαζόμενος· ἐπειδὴ γὰρ κτημάτων ἰδίων ἀποροῦσιν, ἐφίησιν αὐτοῖς εἰς τὰ τῶν ὁμοφύλων εἰσιέναι κἀκ τῶν ὑπολειφθέντων ὡς οἰκείων ἀμᾶν.
- 91.1
ἐν δὲ καιρῷ τῆς ὀπώρας πάλιν δρεπομένοις κληρούχοις προστάττει μήτε ῥῶγας ἀποπιπτούσας συλλέγειν μήτε ἐπανατρυγᾶν ἀμπελῶνας. τὰ δ’ αὐτὰ καὶ τοῖς ἐλαιαλογοῦσι διατάττεται, καθάπερ φιλοστοργότατος καὶ δικαιότατος πατὴρ οὐχὶ ταῖς αὐταῖς εὐπραγίαις κεχρημένων παίδων, ἀλλὰ τῶν μὲν ἐν περιουσίᾳ ζώντων, τῶν δ’ εἰς ἀπορίαν ἐσχάτην περιηκόντων, οὓς ἐλεῶν καὶ οἰκτείρων ἐπὶ τὰ κτήματα τῶν ἀδελφῶν καλεῖ μεθέξοντας ὡς ἰδίων τῶν ἀλλοτρίων, οὐκ ἀναισχύντως ἀλλ’ εἰς ἐπανόρθωσιν ἐνδείας, καὶ οὐ μόνον καρποῦ μετουσίας ἀλλὰ καὶ κτημάτων ὅσα τῷ δοκεῖν.
- 92.1
εἰσὶ δ’ οἳ οὕτως ῥυπῶσι τὰς διανοίας προστετηκότες ἀργυρισμῷ καὶ δυσθανατῶντες περὶ πᾶσαν ἰδέαν κέρδους, τὸ πόθεν ἂν γένοιτο μὴ σκεπτόμενοι, ὥστε ἐπανατρυγῶσι μὲν τοὺς ἀμπελῶνας καὶ ἐλαιῶνας, τὴν δὲ κριθοφόρον καὶ σιτοφόρον γῆν ἀναθερίζουσι, τὴν δουλοπρεπῆ καὶ ἀνελεύθερον μικροψυχίαν αὑτῶν ἐλέγχοντες καὶ ἅμα ἀσεβοῦντες.
- 93.1
ὀλίγα μὲν γὰρ αὐτοὶ τῶν εἰς γεωργίαν παρέσχον, τὰ δὲ πλεῖστα καὶ ἀναγκαιότατα τῶν εἰς καρποφορίαν καὶ εὐγονίαν ἡ φύσις, καιρίους ὑετούς, ἀέρος εὐκρασίας, τὰς τιθηνοὺς τῶν φυομένων συνεχεῖς καὶ μαλακὰς δρόσους, ζωτικωτάτας αὔρας, ὡρῶν τῶν ἐτησίων ἀζημίους γενέσεις, ὡς μήτε θέρος περιφλέγοι μήτε κρυμὸς περιψύχοι μήτ’ ἔαρος καὶ μετοπώρου τροπαὶ βλάπτοιεν τὰ γεννώμενα.
- 94.1
καὶ ταῦτ’ εἰδότες καὶ ὁρῶντες ἀεὶ τὴν φύσιν τελεσιουργοῦσαν καὶ πλουσίαις χάρισι δωρουμένην ὅμως τὰς ἐκείνης εὐεργεσίας σφετερίζεσθαι τολμῶσι καὶ ὡς αὐτοὶ πάντων αἴτιοι μεταδιδόασιν οὐδενὸς οὐδενί, μισανθρωπίαν ὁμοῦ καὶ ἀσέβειαν ἀσκοῦντες. οὕς, ἐπειδὴ γνώμαις ἑκουσίοις ἀρετὴν οὐ διεπόνησαν, ἄκοντας νουθετεῖ καὶ σωφρονίζει νόμοις ἱεροῖς, οἷς ὁ μὲν σπουδαῖος ἐθελοντής, ὁ δὲ μοχθηρὸς ἄκων πειθαρχεῖ.
- 95.1
Κελεύουσιν οἱ νόμοι δεκάτας μὲν ἀπό τε σίτου καὶ οἴνου καὶ ἐλαίου καὶ θρεμμάτων ἡμέρων καὶ ἐρίων ἀπάρχεσθαι τοῖς ἱερωμένοις, ἀπὸ δὲ τῆς κατ’ ἀγροὺς ὀπώρας καὶ τῶν ἄλλων ἀκροδρύων κατὰ τὸ ἀνάλογον τῆς κτήσεως ἐν ταλάροις πλήρεσι κομίζειν σὺν ᾠδαῖς εἰς τὸν θεὸν πεποιημέναις, ἃς ἀναγράπτους στηλιτεύουσιν αἱ ἱερώταται βίβλοι, καὶ προσέτι βοῶν καὶ προβάτων καὶ αἰγῶν τὰ πρωτότοκα μὴ ὥσπερ ἴδια κατατάττειν ἐν ταῖς ἀγέλαις, ἀλλὰ καὶ ταῦτα νομίζειν ἀπαρχάς, ὅπως ἐξεθιζόμενοι τῇ μὲν τιμᾶν τὸ θεῖον τῇ δὲ μὴ πάντα κερδαίνειν εὐσεβείᾳ καὶ φιλανθρωπίᾳ ταῖς ἀρετῶν ἡγεμονίσιν ἐπικοσμῶνται.
- 96.1
Πάλιν ἐὰν ἴδῃς, φησί, τινὸς τῶν οἰκείων ἢ φίλων ἢ συνόλως ὧν οἶδας ἀνθρώπων ὑποζύγιον ἐν ἐρημίᾳ πλανώμενον, ἀπαγαγὼν ἀπόδος· κἂν ἄρα τύχῃ μακρὰν ἀφεστὼς ὁ δεσπότης, μετὰ τῶν σαυτοῦ διαφύλαξον, ἄχρις ἂν ἐπανελθὼν κομίσηται παρακαταθήκην ἣν οὐκ ἔδωκεν, ἀλλ’ ἣν αὐτὸς ἐξευρὼν ἕνεκα φυσικῆς κοινωνίας ἀποδίδως.
- 97.1
Τὰ δὲ περὶ τοῦ ἑβδόμου ἔτους νομοθετηθέντα, καθ’ ὃ δεῖ τὴν μὲν χώραν ἀνίεσθαι πᾶσαν ἀργὴν ἀφιεμένην, τοὺς δὲ πένητας ἀδεῶς τοῖς τῶν πλουσίων χωρίοις ἐπιβατεύειν δρεψομένους τὸν ἀπαυτοματισθέντα καρπόν, δώρημα φύσεως, ἆρ’ οὐ χρηστὰ καὶ φιλάνθρωπα;
- 98.1
ἑξαετίαν, φησίν, ἀπολαυέτωσαν οἱ κτήτορες ἀνθ’ ὧν ἐκτήσαντο καὶ ἐγεωπόνησαν, ἕνα δὲ ἐνιαυτὸν ἕβδομον οἱ ἀκτήμονες καὶ ἀχρήματοι, μηδενὸς τῶν κατὰ γεωργίαν ἐπιτελεσθέντος· ἄδικον γὰρ ἦν, ἑτέρους μὲν πονεῖν, ἑτέρους δὲ καρποῦσθαι· ἀλλ’ ἵνα τρόπον τινὰ τῶν χωρίων ἀδεσπότων ἐαθέντων, μὴ συνεφαψαμένης γεωργίας, ἄρτιαι καὶ πλήρεις αἱ χάριτες ἐκ θεοῦ μόνου γίνωνται προαπαντῶσαι τοῖς δεομένοις.
- 99.1
τί δ’ ὅσα περὶ τοῦ πεντηκοστοῦ ἐνιαυτοῦ διατέτακται, οὐχὶ πᾶσαν ὑπερβάλλει φιλανθρωπίαν; καὶ τίς οὐκ ἂν εἴποι τῶν μὴ χείλεσιν ἄκροις ἀπογευσαμένων τῆς νομοθεσίας, ἀλλ’ ἐπὶ πλέον ἑστιαθέντων καὶ ἐντρυφησάντων ἡδίστοις ἅμα καὶ καλλίστοις δόγμασιν;
- 100.1
ἐπιτελεῖται μὲν γὰρ ἃ καὶ τῷ ἑβδόμῳ, προσείληφε δὲ ἔτι μείζονα, ἀνάληψιν τῶν ἰδίων κτημάτων, ἃ διὰ καιροὺς ἀβουλήτους παρεχώρησαν ἑτέροις· οὔτε γὰρ παγκτησίαν ἔχειν τῶν ἀλλοτρίων ἐφίησι, τὰς εἰς πλεονεξίαν ἐπιφράττων ὁδοὺς ἕνεκα τοῦ στεῖλαι τὴν ἐπίβουλον καὶ πάντων κακῶν αἰτίαν ἐπιθυμίαν, οὔτε τοὺς κληρούχους εἰς ἅπαν ᾠήθη χρῆναι τῶν οἰκείων ἀποστερεῖσθαι, πενίᾳ διδόντας δίκας, ἣν κολάζεσθαι μὲν οὐ θέμις, ἐλεεῖσθαι δὲ ἀναγκαῖον.
Next → — showing 1–100 of 227
First Thousand Years of Greek. CTS URN tlg0018.tlg025.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.