Ancient Texts

← Library

De Abrahamo

First Thousand Years of Greek · First Thousand Years of Greek · 276 sections

  1. 1.1

    Τῶν ἱερῶν νόμων ἐν πέντε βίβλοις ἀναγραφέντων ἡ πρώτη καλεῖται καὶ ἐπιγράφεται Γένεσις ἀπὸ τῆς τοῦ κόσμου γενέσεως, ἣν ἐν ἀρχῇ περιέχει, λαβοῦσα τὴν πρόσρησιν, καίτοι μυρίων ἄλλων ἐμφερομένων πραγμάτων, ὅσα κατ’ εἰρήνην ἢ πόλεμον ἢ φορὰς καὶ ἀφορίας ἢ λιμὸν καὶ εὐθηνίαν ἢ τὰς μεγίστας τῶν ἐπὶ γῆς φθορὰς διὰ πυρὸς καὶ ὕδατος ἢ τοὐναντίον γενέσεις καὶ εὐτροφίας ζῴων καὶ φυτῶν κατὰ τὴν ἀέρος καὶ τῶν ἐτησίων ὡρῶν εὐκρασίαν καὶ ἀνδρῶν τῶν μὲν ἀρετῇ

  2. 2.1

    τῶν δὲ κακίᾳ συμβιωσάντων· ἀλλ’ ἐπεὶ τούτων τὰ μέν ἐστι τοῦ κόσμου μέρη, τὰ δὲ παθήματα, τελειότατον δὲ καὶ πληρέστατον ὁ κόσμος, αὐτῷ τὴν ὅλην βίβλον ἀνέθηκεν. ὃν μὲν οὖν τρόπον ἡ κοσμοποιία διατέτακται, διὰ τῆς προτέρας συντάξεως, ὡς οἷόν τε ἦν, ἠκριβώσαμεν.

  3. 3.1

    ἐπεὶ δὲ τοὺς νόμους κατὰ τὸ ἑξῆς καὶ ἀκόλουθον ἀναγκαῖον διερευνᾶσθαι, τῶν ἐπὶ μέρους καὶ ὡς ἂν εἰκόνων ὑπέρθεσιν ποιησάμενοι τοὺς καθολικωτέρους καὶ ὡς ἂν ἀρχετύπους προτέρους διερευνήσωμεν.

  4. 4.1

    οὗτοι δέ εἰσιν ἀνδρῶν οἱ ἀνεπιλήπτως καὶ καλῶς βιώσαντες, ὧν τὰς ἀρετὰς ἐν ταῖς ἱερωτάταις ἐστηλιτεῦσθαι γραφαῖς συμβέβηκεν, οὐ πρὸς τὸν ἐκείνων ἔπαινον αὐτὸ μόνον, ἀλλὰ καὶ ὑπὲρ τοῦ τοὺς ἐντυγχάνοντας προτρέψασθαι καὶ ἐπὶ τὸν ὅμοιον ζῆλον ἀγαγεῖν. οἱ γὰρ ἔμψυχοι καὶ λογικοὶ νόμοι ἄνδρες ἐκεῖνοι γεγόνασιν, οὓς δυοῖν χάριν ἐσέμνυνεν· ἑνὸς μὲν βουλόμενος ἐπιδεῖξαι, ὅτι τὰ τεθειμένα διατάγματα τῆς φύσεως οὐκ ἀπᾴδει,

  5. 5.1

    δευτέρου δὲ ὅτι οὐ πολὺς πόνος τοῖς ἐθέλουσι κατὰ τοὺς κειμένους νόμους ζῆν, ὁπότε καὶ ἀγράφῳ τῇ νομοθεσίᾳ, πρίν τι τὴν ἀρχὴν ἀναγραφῆναι τῶν ἐν μέρει, ῥᾳδίως καὶ εὐπετῶς ἐχρήσαντο οἱ πρῶτοι· ὡς δεόντως ἄν τινα φάναι, τοὺς τεθέντας νόμους μηδὲν ἄλλ’ ἢ ὑπομνήματα εἶναι βίου τῶν παλαιῶν, ἀρχαιολογοῦντας ἔργα καὶ λόγους, οἷς ἐχρήσαντο.

  6. 6.1

    ἐκεῖνοι γὰρ οὔτε γνώριμοι καὶ φοιτηταὶ γενόμενοί τινων οὔτε παρὰ διδασκάλοις ἃ χρὴ πράττειν καὶ λέγειν ἀναδιδαχθέντες, αὐτήκοοι δὲ καὶ αὐτομαθεῖς, ἀκολουθίαν φύσεως ἀσπασάμενοι, τὴν φύσιν αὐτήν, ὅπερ ἐστὶ πρὸς ἀλήθειαν, πρεσβύτατον θεσμὸν εἶναι ὑπολαβόντες ἅπαντα τὸν βίον ηὐνομήθησαν, ὑπαίτιον μὲν οὐδὲν γνώμαις ἑκουσίοις ἐργασάμενοι, περὶ δὲ τῶν ἐκ τύχης ποτνιώμενοι τὸν θεὸν καὶ λιταῖς καὶ ἱκεσίαις ἐξευμενιζόμενοι πρὸς ὁλοκλήρου μετουσίαν ζωῆς δι’ ἀμφοτέρων κατορθουμένης τῶν τε ἐκ προνοίας καὶ τῶν ἄνευ ἑκουσίου γνώμης.

  7. 7.1

    Ἐπειδὴ τοίνυν ἀρχὴ μετουσίας ἀγαθῶν ἐστιν ἐλπὶς καὶ ταύτην οἷα λεωφόρον ὁδὸν ἡ φιλάρετος ἀνατέμνει καὶ ἀνοίγει ψυχὴ σπουδάζουσα τυχεῖν τοῦ πρὸς ἀλήθειαν καλοῦ, τὸν πρῶτον ἐλπίδος ἐραστὴν προσεῖπεν „ἄνθρωπον“ τὸ κοινὸν τοῦ γένους ὄνομα κατ’ ἐξαίρετον χάριν δωρησάμενος αὐτῷ.

  8. 8.1

    Χαλδαῖοι γὰρ τὸν ἄνθρωπον Ἐνὼς καλοῦσιν, ὡς μόνου πρὸς ἀλήθειαν ὄντος ἀνθρώπου τοῦ τὰ ἀγαθὰ προσδοκῶντος καὶ ἐλπίσι χρησταῖς ἐφιδρυμένου· ἐξ οὗ δῆλον, ὅτι τὸν δύσελπιν οὐκ ἄνθρωπον ἀλλ’ ἀνθρωποειδὲς ἡγεῖται θηρίον τὸ οἰκειότατον ἀνθρωπίνης ψυχῆς, ἐλπίδα, ἀφῃρημένον.

  9. 9.1

    ὅθεν καὶ παγκάλως ὑμνῆσαι βουλόμενος τὸν εὔελπιν προειπών, ὅτι οὗτος ἤλπισεν ἐπὶ τὸν τῶν ὅλων πατέρα καὶ ποιητήν (cf. Gen. 4, 26), ἐπιλέγει· „αὕτη ἡ βίβλος γενέσεως ἀνθρώπων“ (Gen. 5, 1), καίτοι πατέρων καὶ πάππων ἤδη γεγονότων· ἀλλὰ τοὺς μὲν ἀρχηγέτας τοῦ μικτοῦ γένους ὑπέλαβεν εἶναι, τουτονὶ δὲ τοῦ καθαρωτάτου καὶ διηθημένου, ὅπερ ὄντως ἐστὶ λογικόν.

  10. 10.1

    καθάπερ γὰρ ποιητὴς Ὅμηρος, μυρίων ποιητῶν ὄντων, κατ’ ἐξοχὴν λέγεται, καὶ τὸ μέλαν ᾧ γράφομεν, καίτοι παντὸς ὃ μὴ λευκόν ἐστι μέλανος ὄντος, καὶ ἄρχων Ἀθήνῃσιν ὁ ἐπώνυμος καὶ τῶν ἐννέα ἀρχόντων ἄριστος, ἀφ’ οὗ οἱ χρόνοι καταριθμοῦνται, τὸν αὐτὸν τρόπον καὶ τὸν ἐλπίδι χρώμενον „ἄνθρωπον“ κατ’ ἐξοχὴν ὠνόμασε τὰ πλήθη τῶν ἄλλων ἀφησυχάσας ὡς οὐκ ἀξίων τῆς αὐτῆς προσρήσεως ἐπιλαχεῖν.

  11. 11.1

    εὖ μέντοι καὶ τὴν βίβλον γενέσεως τοῦ πρὸς ἀλήθειαν ἀνθρώπου προσεῖπεν, οὐκ ἀπὸ σκοποῦ, διότι γραφῆς καὶ μνήμης ἄξιος ὁ εὔελπις, οὐ τῆς ἐν χαρτιδίοις ὑπὸ σητῶν διαφθαρησομένοις, ἀλλὰ τῆς ἐν ἀθανάτῳ τῇ φύσει, παρ’ ᾗ τὰς σπουδαίας πράξεις ἀναγράπτους εἶναι συμβέβηκεν.

  12. 12.1

    εἰ μέντοι καταριθμήσειέ τις ἀπὸ τοῦ πρώτου καὶ γηγενοῦς, τὸν ὑπὸ μὲν Χαλδαίων Ἐνὼς Ἑλλάδι δὲ διαλέκτῳ προσαγορευόμενον „ἄνθρωπον“ εὑρήσει τέταρτον.

  13. 13.1

    ἐν ἀριθμοῖς δὲ ἡ τετρὰς τετίμηται παρά τε τοῖς ἄλλοις φιλοσόφοις, ὅσοι τὰς ἀσωμάτους οὐσίας καὶ νοητὰς ἠσπάσαντο, καὶ μάλιστα παρὰ Μωυσεῖ τῷ πανσόφῳ, ὃς σεμνύνων τὸν τέταρτον ἀριθμόν φησιν, ὅτι "ἅγιός ἐστι καὶ αἰνετός“ (Lev. 19, 24)· δι’ ἃς δ’ αἰτίας ἐλέχθη, διὰ τῆς προτέρας συντάξεως εἴρηται.

  14. 14.1

    ἅγιος δὲ καὶ ἐπαινετὸς ὁ εὔελπις, ὡς τοὐναντίον ἄναγνος καὶ ψεκτὸς ὁ δύσελπις, φόβῳ πρὸς ἅπαντα συμβούλῳ κακῷ χρώμενος· οὐδὲν γὰρ οὕτως ἐχθρὸν ἄλλο ἄλλῳ φασίν, ὡς ἐλπίδα φόβῳ καὶ φόβον ἐλπίδι· καὶ μήποτ’ εἰκότως· προσδοκία μὲν γὰρ ἑκάτερον, ἀλλ’ ἡ μὲν ἀγαθῶν, ἡ δ’ ἔμπαλιν κακῶν, ἀκατάλλακτοι δ’ αἱ φύσεις

  15. 15.1

    τούτων καὶ ἀσύμβατοι. τοσαῦτα μὲν ἀπόχρη περὶ ἐλπίδος εἰπεῖν, ἣν ἐπὶ θύραις οἷα πυλωρὸν ἡ φύσις ἱδρύσατο βασιλίδων τῶν ἔνδον ἀρετῶν, αἷς οὐκ ἔστιν ἐντυχεῖν μὴ ταύτην προθεραπεύσαντας.

  16. 16.1

    πολλὰ μὲν οὖν οἱ νομοθέται, πολλὰ δὲ οἱ πανταχοῦ νόμοι πραγματεύονται περὶ τοῦ τὰς ψυχὰς τῶν ἐλευθέρων ἐλπίδων χρηστῶν ἀναπλῆσαι· ὁ δ’ ἄνευ παραινέσεως δίχα τοῦ κελευσθῆναι γενόμενος εὔελπις ἀγράφῳ μὲν νόμῳ δὲ πάλιν αὐτομαθεῖ τὴν ἀρετὴν ταύτην πεπαίδευται, ὃν ἡ φύσις ἔθηκε.

  17. 17.1

    Δευτέραν δ’ ἔλαχε τάξιν μετὰ τὴν ἐλπίδα ἡ ἐπὶ τοῖς ἁμαρτανομένοις μετάνοια καὶ βελτίωσις· ὅθεν ἑξῆς ἀναγράφει τὸν ἀπὸ χείρονος βίου πρὸς τὸν ἀμείνω μεταβαλόντα, ὃς καλεῖται παρὰ μὲν Ἑβραίοις Ἐνώχ, ὡς δ’ ἂν Ἕλληνες εἴποιεν „κεχαρισμένος“, ἐφ’ οὗ καὶ ταυτὶ λέλεκται, ὡς ἄρα „εὐηρέστησεν Ἐνὼχ τῷ θεῷ καὶ οὐχ ηὑρίσκετο, ὅτι μετέθηκεν αὐτὸν ὁ θεός“ (Gen. 5, 24).

  18. 18.1

    ἡ γὰρ μετάθεσις τροπὴν ἐμφαίνει καὶ μεταβολήν· πρὸς δὲ τὸ βέλτιον ἡ μεταβολή, διότι προμηθείᾳ γίνεται θεοῦ· πᾶν γὰρ τὸ σὺν θεῷ καλὸν καὶ συμφέρον πάντως, ἐπεὶ καὶ τὸ ἄνευ θείας ἐπιφροσύνης ἀλυσιτελές.

  19. 19.1

    εὖ δ’ εἴρηται τὸ „οὐχ ηὑρίσκετο“ ἐπὶ τοῦ μετατεθειμένου, τῷ τὸν ἀρχαῖον καὶ ἐπίληπτον ἀπαληλίφθαι βίον καὶ ἠφανίσθαι καὶ μηκέθ’ εὑρίσκεσθαι, καθάπερ εἰ μηδὲ τὴν ἀρχὴν ἐγένετο, ἢ τῷ τὸν μετατιθέμενον καὶ ἐν τῇ βελτίονι ταχθέντα τάξει δυσεύρετον εἶναι φύσει· πολύχουν μὲν γὰρ ἡ κακία, διὸ καὶ πολλοῖς γνώριμον, σπάνιον δ’ ἡ ἀρετή, ὡς μηδ’ ὑπ’ ὀλίγων καταλαμβάνεσθαι.

  20. 20.1

    καὶ ἄλλως ὁ μὲν φαῦλος ἀγορὰν καὶ θέατρα καὶ δικαστήρια βουλευτήριά τε καὶ ἐκκλησίας καὶ πάντα σύλλογον καὶ θίασον ἀνθρώπων ἅτε φιλοπραγμοσύνῃ συζῶν μετατρέχει, τὴν μὲν γλῶτταν ἀνιεὶς πρὸς ἄμετρον καὶ ἀπέραντον καὶ ἄκριτον διήγησιν, συγχέων ἅπαντα καὶ φύρων, ἀληθέσι ψευδῆ καὶ ῥητοῖς ἄρρητα καὶ ἴδια κοινοῖς καὶ ἱεροῖς βέβηλα καὶ σπουδαίοις γελοῖα ἀναμιγνύς, διὰ τὸ μὴ πεπαιδεῦσθαι τὸ ἐν καιρῷ κάλλιστον, ἡσυχίαν, τὰ δὲ ὦτα ἐπουρίσας ἕνεκα πολυπράγμονος περιεργίας·

  21. 21.1

    τὰ γὰρ ἑτέρων εἴτε ἀγαθὰ εἴτ’ αὖ κακὰ γλίχεται μανθάνειν, ὡς αὐτίκα τοῖς μὲν φθονεῖν, ἐφ’ οἷς δὲ ἥδεσθαι· βάσκανον γὰρ καὶ μισόκαλον καὶ φιλοπόνηρον ὁ φαῦλος φύσει.

  22. 22.1

    ὁ δ’ ἀστεῖος ἔμπαλιν ἀπράγμονος ζηλωτὴς βίου γεγονὼς ὑποχωρεῖ καὶ μόνωσιν ἀγαπᾷ, λανθάνειν τοὺς πολλοὺς ἀξιῶν, οὐ διὰ μισανθρωπίαν — φιλάνθρωπος γάρ, εἰ καί τις ἄλλος —, ἀλλὰ διὰ τὸ προβεβλῆσθαι κακίαν, ἣν ὁ πολὺς ὄχλος ἀσπάζεται, χαίρων μὲν ἐφ’ οἷς στένειν ἄξιον, λυπούμενος δὲ ἐφ’ οἷς γεγηθέναι καλόν.

  23. 23.1

    ὧν ἕνεκα συγκλεισάμενος οἴκοι τὰ πολλὰ καταμένει μόλις τὰς κλισιάδας ὑπερβαίνων ἢ διὰ τοὺς ἐπιφοιτῶντας συνεχέστερον ἔξω πόλεως προελθὼν ἐν μοναγρίᾳ ποιεῖται τὰς διατριβὰς ἥδιον συμβιωταῖς χρώμενος τοῖς ἅπαντος τοῦ γένους ἀνθρώπων ἀρίστοις, ὧν τὰ μὲν σώματα διέλυσεν ὁ χρόνος, τὰς δ’ ἀρετὰς αἱ ἀπολειφθεῖσαι γραφαὶ ζωπυροῦσι διά τε ποιημάτων καὶ τῶν καταλογάδην συγγραμμάτων, οἷς ἡ ψυχὴ πέφυκε βελτιοῦσθαι.

  24. 24.1

    διὰ τοῦτο εἶπεν ὅτι ὁ μετατεθεὶς „οὐχ εὑρίσκετο“ δυσεύρετος καὶ δυσθήρατος ὤν. μεθορμίζεται οὖν εἰς παιδείαν ἐξ ἀμαθίας καὶ ἐξ ἀφροσύνης εἰς φρόνησιν ἔκ τε δειλίας εἰς ἀνδρείαν καὶ ἐξ ἀσεβείας εἰς εὐσέβειαν, καὶ πάλιν ἐκ μὲν φιληδονίας εἰς ἐγκράτειαν, ἐκ δὲ φιλοδοξίας εἰς ἀτυφίαν· ὧν τίς ἢ πλοῦτος ἐπάξιος ἢ βασιλείας καὶ δυναστείας κτῆσις ὠφελιμωτέρα;

  25. 25.1

    εἰ γὰρ χρὴ τἀληθὲς εἰπεῖν, ὁ μὴ τυφλὸς ἀλλ’ ὀξὺ βλέπων πλοῦτος ἡ τῶν ἀρετῶν ἐστι περιουσία, ἣν εὐθὺς γνήσιον καὶ εὔνομον παρὰ τὰς νόθους καὶ ψευδωνύμους ἀρχὰς ὑποληπτέον ἡγεμονίαν ἐνδίκως ἅπαντα πρυτανεύουσαν.

  26. 26.1

    οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι τὰ δευτερεῖα φέρεται μετάνοια τελειότητος, ὥσπερ καὶ ἀνόσου σώματος ἡ πρὸς ὑγείαν ἐξ ἀσθενείας μεταβολή. τὸ μὲν οὖν διηνεκὲς καὶ τέλειον ἐν ἀρεταῖς ἐγγυτάτω θείας ἵσταται δυνάμεως, ἡ δ’ ἀπό τινος χρόνου βελτίωσις ἴδιον ἀγαθὸν εὐφυοῦς ψυχῆς ἐστι μὴ τοῖς παιδικοῖς ἐπιμενούσης ἀλλ’ ἁδροτέροις καὶ ἀνδρὸς ὄντως φρονήμασιν ἐπιζητούσης εὔδιον κατάστασιν [ψυχῆς] καὶ τῇ φαντασίᾳ τῶν καλῶν ἐπιτρεχούσης.

  27. 27.1

    Ὅθεν εἰκότως τῷ μετανενοηκότι τάττει κατὰ τὸ ἑξῆς τὸν θεοφιλῆ καὶ φιλάρετον, ὃς Ἑβραίων μὲν τῇ γλώττῃ καλεῖται Νῶε, τῇ δὲ Ἑλλήνων „ἀνάπαυσις“ ἢ „δίκαιος“, οἰκειόταται προσρήσεις σοφῷ· ἐμφανῶς μὲν ὁ δίκαιος, ἄμεινον γὰρ οὐδὲν δικαιοσύνης, τῆς ἐν ἀρεταῖς ἡγεμονίδος, ἣ καθάπερ ἐν χορῷ καλλιστεύουσα πρεσβεύει· ἡ δ’ ἀνάπαυσις, ἐπεὶ καὶ τοὐναντίον τὴν παρὰ φύσιν κίνησιν ταραχῶν καὶ θορύβων στάσεών τε καὶ πολέμων αἰτίαν εἶναι συμβέβηκεν, ἣν μετίασιν οἱ φαῦλοι, ἠρεμαῖον δὲ καὶ ἡσυχάζοντα καὶ σταθερὸν ἔτι δὲ καὶ εἰρηνικὸν βίον οἱ καλοκἀγαθίαν τετιμηκότες.

  28. 28.1

    ἑπόμενος δ’ αὐτὸς αὑτῷ καὶ τὴν ἑβδόμην, ἣν Ἑβραῖοι σάββατα καλοῦσιν, ἀνάπαυσιν ὀνομάζει, οὐχ, ὡς οἴονταί τινες, ὅτι δι’ ἓξ ἡμερῶν τῶν συνήθων ἔργων ἀπείχετο τὸ πλῆθος, ἀλλ’ ὅτι τῷ ὄντι ὁ ἕβδομος ἀριθμὸς ἔν τε τῷ κόσμῳ καὶ ἐν ἡμῖν αὐτοῖς ἀεὶ ἀστασίαστος καὶ ἀπόλεμος καὶ ἀφιλόνεικος καὶ εἰρηνικώτατος ἁπάντων ἀριθμῶν ἐστι.

  29. 29.1

    μάρτυρες δὲ τοῦ λεχθέντος αἱ ἐν ἡμῖν δυνάμεις· αἱ μὲν γὰρ ἓξ τὸν ἄπαυστον καὶ συνεχῆ πόλεμον ἐν γῇ καὶ θαλάττῃ συγκροτοῦσιν, αἵ τε πέντε αἰσθήσεις καὶ ὁ προφορικὸς λόγος, αἱ μὲν πόθῳ τῶν αἰσθητῶν, ὧν ἐὰν μὴ τυγχάνωσιν, ἀνιῶνται, ὁ δ’ ἀχαλίνῳ στόματι μυρία τῶν ἡσυχαστέων ἐκλαλῶν·

  30. 30.1

    ἡ δ’ ἑβδόμη δύναμις ἡ περὶ τὸν ἡγεμόνα νοῦν, ὃς ὅταν ἐπικυδέστερος γένηται τῶν ἓξ καὶ δυνατωτέρᾳ ῥώμῃ κατακρατήσας ἀναχωρήσῃ, μόνωσιν ἀσπασάμενος καὶ ταῖς ἑαυτοῦ πρὸς ἑαυτὸν χαίρων ὁμιλίαις ὡς ἀπροσδεὴς ὢν ἑτέρου καὶ αὐταρκέστατος ἑαυτῷ, τηνικαῦτα φροντίδων καὶ πραγματειῶν ἀπαλλαγεὶς τῶν

  31. 31.1

    ἐν τῷ θνητῷ γένει βίον εὔδιον καὶ γαληνὸν ἀσπάζεται. οὕτως δ’ ἀποσεμνύνει τὸν φιλάρετον, ὥστε καὶ γενεαλογῶν αὐτὸν οὐ, καθάπερ ἔθος ἐπὶ τῶν ἄλλων, πάππων ἢ προπάππων ἢ προγόνων ποιεῖται κατάλογον, ὅσοι πρὸς ἀνδρῶν ἢ πρὸς γυναικῶν εἰσιν, ἀλλά τινων ἀρετῶν, μόνον οὐχὶ βοῶν ἄντικρυς, ὅτι οἰκία καὶ συγγένεια καὶ πατρὶς οὐδεμία ἐστὶν ἑτέρα σοφῷ ὅτι μὴ ἀρεταὶ καὶ αἱ κατ’ ἀρετὰς πράξεις· „αὗται“ γάρ φησιν „αἱ γενέσεις Νῶε· Νῶε ἄνθρωπος δίκαιος, τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ, τῷ θεῷ εὐηρέστησεν“ (Gen. 6, 9).

  32. 32.1

    οὐ δεῖ δὲ ἀγνοεῖν, ὅτι νῦν „ἄνθρωπον“ οὐ κοινῷ τύπῳ τὸ λογικὸν θνητὸν ζῷον καλεῖ, τὸν μέντοι κατ’ ἐξοχήν, ὃς ἐπαληθεύει τοὔνομα τὰ ἀτίθασα καὶ λελυττηκότα πάθη καὶ τὰς θηριωδεστάτας κακίας τῆς ψυχῆς ἀπεληλακώς. σημεῖον δέ·

  33. 33.1

    μετὰ τὸν „ἄνθρωπον“ ἐπιλέγει τὸν „δίκαιον“ εἰπὼν „ἄνθρωπος δίκαιος“, ὡς ἀδίκου μὲν οὐδενὸς ὄντος ἀνθρώπου (κυριώτερον δ’ εἰπεῖν ἀνθρωπομόρφου θηρίου), μόνου δὲ ὃς ἂν ζηλωτὴς ᾖ δικαιοσύνης.

  34. 34.1

    φησὶ δ’ αὐτὸν καὶ „τέλειον“ γεγονέναι διὰ τούτου παριστάς, ὡς οὐ μίαν ἀρετὴν ἀλλὰ πάσας ἐκτήσατο καὶ κτησάμενος ἑκάστῃ κατὰ τὸ ἐπιβάλλον χρώμενος διετέλεσεν.

  35. 35.1

    ἐπιστεφανῶν δ’ αὐτὸν ὡς ἀγωνιστὴν ἐκνενικηκότα κηρύγματι λαμπροτάτῳ προσεπικοσμεῖ φάσκων, ὅτι „τῷ θεῷ εὐηρέστησεν“· οὗ τί γένοιτ’ ἂν ἐν τῇ φύσει κρεῖττον; τίς καλοκἀγαθίας ἐναργέστερος ἔλεγχος; εἰ γὰρ οἱ δυσαρεστήσαντες τῷ θεῷ κακοδαίμονες, οἷς εὐαρεστῆσαι συνέβη πάντως εὐδαίμονες.

  36. 36.1

    οὐκ ἀπὸ σκοποῦ μέντοι ταῖς τοσαύταις ἀρεταῖς ὑμνήσας τὸν ἄνθρωπον ἐπεῖπεν, ὅτι „τέλειος ἦν ἐν τῇ γενεᾷ αὐτοῦ“ (Gen. 6,9), δηλῶν ὅτι οὐ καθάπαξ ἀλλὰ κατὰ σύγκρισιν τῶν κατ’ ἐκεῖνον τὸν χρόνον γεγονότων ἀγαθὸς ἦν.

  37. 37.1

    ἤδη γὰρ οὐκ εἰς μακρὰν ἐπιμνησθήσεται σοφῶν ἑτέρων, οἳ τὴν ἀρετὴν ἀνανταγώνιστον ἔσχον, οὐ πονηροῖς ἀντεξετασθέντες οὐδ’ ὅτι βελτίους ἐγένοντο τῶν κατ’ αὐτοὺς ἀποδοχῆς καὶ προνομίας ἀξιωθέντες, ἀλλ’ ὅτι φύσιν εὔμοιρον κτησάμενοι διετήρησαν αὐτὴν ἀδιάστροφον, οὐ φυγόντες μοχθηρὰ ἐπιτηδεύματα, ἀλλ’ οὐδὲ τὴν ἀρχὴν αὐτοῖς περιπεσόντες, προηγουμένως δὲ καλῶν ἔργων καὶ λόγων ἀσκηταὶ γενόμενοι τὸν βίον ἐπεκόσμουν.

  38. 38.1

    θαυμασιώτατοι μὲν οὖν ἄνδρες ἐκεῖνοι γεγόνασιν, οἳ ταῖς ὁρμαῖς ἐλευθέραις καὶ εὐγενέσιν ἐχρήσαντο, μὴ κατὰ μίμησιν ἢ ἐναντίωσιν ἑτέρων, ἀλλ’ αὐτὸ τὸ καλὸν καὶ τὸ δίκαιον ἀποδεξάμενοι, θαυμάσιος δὲ καὶ ὁ τῆς καθ’ αὑτὸν γενεᾶς διενηνοχὼς καὶ μηδενὶ συνενεχθεὶς ὧν ἐζήλωσαν οἱ πολλοί· δευτερείων μὲν οὗτος ἐφίξεται, τὰ δὲ πρῶτα τῶν ἄθλων ἐκείνοις ἀναδώσει ἡ φύσις.

  39. 39.1

    τὰ μέντοι δευτερεῖα καὶ αὐτὰ μεγάλα· τί δ’ οὐχὶ μέγα καὶ περιμάχητον ὧν ὀρέγει καὶ δωρεῖται θεός; σαφεστάτη δὲ πίστις αἱ τῶν χαρίτων ὑπερβολαί, ὧν οὗτος ἔτυχεν.

  40. 40.1

    ἐπεὶ γὰρ ἀδικημάτων φορὰν ἤνεγκεν ὁ χρόνος ἐκεῖνος καὶ πᾶσα χώρα καὶ ἔθνος καὶ πόλις καὶ οἰκία καὶ ἕκαστος ἰδίᾳ πονηρῶν ἐπιτηδευμάτων ἀνεπέπληστο, πάντων ἑκουσίως καὶ ἐκ προνοίας ὡς ἐν ἀγῶνι περὶ τῶν ἐν τῷ διαμαρτάνειν πρωτείων ἁμιλλωμένων — μετὰ σπουδῆς γὰρ ἁπάσης ἐφιλονείκουν, ἑκάστου τὸν πλησίον μεγέθει κακίας ὑπερβαλεῖν ἐπειγομένου καὶ μηδὲν παραλείποντος τῶν

  41. 41.1

    πρὸς ἐπίληπτον καὶ ἐπάρατον βίον—· ἐφ’ οἷς ὁ θεὸς εἰκότως δυσχεράνας, εἰ τὸ ζῷον τὸ ἄριστον εἶναι δοκοῦν καὶ συγγενείας ἀξιωθὲν τῆς πρὸς αὐτὸν ἕνεκα τῆς ἐν τῷ λόγῳ κοινωνίας, δέον ἀρετὴν ἐπιτηδεύειν, ἐζήλωσε κακίαν καὶ τὰ εἴδη πάντα κακίας, δίκην ὁρίζει τὴν προσήκουσαν, ἀφανίσαι τοὺς τότε ὄντας κατακλυσμῷ διανοηθείς, οὐ μόνον τοὺς ἐν τῇ πεδιάδι καὶ τοῖς χθαμαλωτέροις ἀλλὰ καὶ τοὺς ἐν τοῖς ὑψηλοτάτοις ὄρεσι κατοικοῦντας.

  42. 42.1

    ἡ μὲν γὰρ μεγάλη θάλαττα μετέωρος ὡς οὐδέπω πρότερον ἀρθεῖσα διὰ τῶν στομάτων ἀθρόᾳ ῥύμῃ τοῖς καθ’ ἡμᾶς εἰσερρύη πελάγεσι, τὰ δὲ πλημμύραντα νήσους καὶ ἠπείρους ἐπέκλυσε, πηγῶν δ’ ἀενάων καὶ ποταμῶν αὐθιγενῶν τε καὶ χειμάρρων ἐπάλληλοι φοραὶ συνῆπτον ἀλλήλαις ἀναχεόμεναι καὶ πρὸς ὕψος ἐπαιρόμεναι ἐπέβαινον.

  43. 43.1

    οὐ μὴν οὐδὲ ὁ ἀὴρ ἠρέμει· πάντα γὰρ τὸν οὐρανὸν βαθὺ καὶ συνεχὲς νέφος ἐπεῖχε καὶ πνεύματα ἦν ἐξαίσια πάταγοί τε βροντῶν καὶ ἐπιλάμψεις ἀστραπῶν καὶ κεραυνῶν φοραί, καταρρηγνυμένων ὄμβρων ἀπαύστων, ὡς νομίσαι τὰ μέρη τοῦ παντὸς εἰς μίαν φύσιν τὴν ὕδατος ἀναστοιχειούμενα σπεύδειν, ἕως τοῦ μὲν ἄνωθεν καταράττοντος τοῦ δὲ κάτωθεν ἐπανιόντος μετάρσια ἤρθη τὰ ῥεῖθρα, οἷς οὐ μόνον ἡ πεδιὰς καὶ ὅση χθαμαλὴ κατακλυσθεῖσα ἠφανίσθη, ἀλλὰ καὶ τῶν ὑψηλοτάτων ὀρῶν αἱ κορυφαί.

  44. 44.1

    πάντα γὰρ τὰ μέρη τῆς γῆς ἔδυ καθ’ ὕδατος, ὡς πᾶσαν καθηρπάσθαι καὶ τὸν κόσμον ἀκρωτηριασθέντα μεγάλῳ τμήματι τὸν παντελῆ καὶ ὁλόκληρον, ὃ μήτε εἰπεῖν μήτε νοῆσαι θέμις, λελωβῆσθαι δοκεῖν. ἀλλὰ γὰρ καὶ ὁ ἀήρ, ἔξω μέρους βραχέος τοῦ κατὰ σελήνην, ἅπας ἀνήλωτο νικηθεὶς ὑπὸ τῆς τοῦ ὕδατος φορᾶς καὶ βίας, ὅπερ ἀνὰ κράτος τὴν ἐκείνου χώραν ἐπέσχε.

  45. 45.1

    τότε δὴ τότε εὐθὺς ἐφθείρετο ὅσα σπαρτὰ καὶ δένδρα—φθείρει γὰρ ὡς ἔνδεια καὶ πλῆθος ἄμετρον—, ἔθνῃσκον δ’ αἱ μυρίαι τῶν ζῴων ἀγέλαι ἡμέρων ὁμοῦ καὶ ἀγρίων· ἦν γὰρ εἰκός, τοῦ κρατίστου γένους ἀνθρώπων ἀφανιζομένου, μηδὲν ὑπολειφθῆναι τῶν χειρόνων, ἐπεὶ καὶ πρὸς τὰς ἐκείνου χρείας ἐγένετο δοῦλα τρόπον τινὰ δεσποτικαῖς προστάξεσιν ὑπηρετήσοντα.

  46. 46.1

    τοσούτων δὴ καὶ τηλικούτων ἐπιρραξάντων κακῶν, ἅπερ ἐκεῖνος ὁ καιρὸς ὤμβρησε — πάντα γὰρ τὰ τοῦ κόσμου μέρη, δίχα τῶν κατὰ τὸν οὐρανόν, ἐκινήθη παρὰ φύσιν, ὡς ἂν βαρεῖαν καὶ θανατώδη νόσον νοσήσαντα —, μόνος δὲ εἷς οἶκος ὁ τοῦ λεχθέντος ἀνδρὸς δικαίου καὶ θεοφιλοῦς διασῴζεται δύο λαβόντος τὰς ἀνωτάτω δωρεάς, μίαν μέν, ἣν εἶπον, τὸ μὴ πᾶσι τούτοις συναπολέσθαι, ἑτέραν δὲ τὸ πάλιν ἀρχηγέτην αὐτὸν ὑπάρξαι νέας ἀνθρώπων σπορᾶς· ἠξίωσε γὰρ αὐτὸν ὁ θεὸς καὶ τέλος τοῦ γένους ἡμῶν καὶ ἀρχὴν γενέσθαι, τέλος μὲν τῶν πρὸ τοῦ κατακλυσμοῦ, τῶν δὲ μετὰ τὸν κατακλυσμὸν ἀρχήν.

  47. 47.1

    Τοιοῦτος μὲν ὁ τῶν καθ’ αὑτὸν ἄριστος, τοιαῦτα δὲ καὶ τὰ τεθειμένα ἆθλα αὐτῷ, ὁποῖα δεδήλωκεν ὁ ἱερὸς λόγος. τῶν δ’ εἰρημένων τριῶν εἴτε ἀνδρῶν εἴτε ψυχῆς τρόπων ἐναρμόνιος ἡ τάξις· ὁ μὲν γὰρ τέλειος ὁλόκληρος ἐξ ἀρχῆς, ὁ δὲ μετατεθειμένος ἡμίεργος, τοῦ βίου τὸν μὲν πρότερον χρόνον ἀναθεὶς κακίᾳ, τὸν δ’ ὕστερον ἀρετῇ, πρὸς ἣν μετανέστη καὶ μετῳκίσατο, ὁ δὲ ἐλπίζων, ὡς αὐτὸ δηλοῖ τοὔνομα, ἐλλιπής, ἐφιέμενος μὲν ἀεὶ τοῦ καλοῦ, μήπω δ’ ἐφικέσθαι τούτου δεδυνημένος, ἀλλ’ ἐοικὼς τοῖς πλέουσιν, οἳ σπεύδοντες εἰς λιμένας καταίρειν θαλαττεύουσιν ἐνορμίσασθαι μὴ δυνάμενοι.

  48. 48.1

    Ἡ μὲν οὖν προτέρα τριὰς τῶν ἀρετὴν ἐπιποθησάντων δεδήλωται. μείζων δέ ἐστιν ἡ ἑτέρα, περὶ ἧς νυνὶ λεκτέον. ἐκείνη μὲν γὰρ τοῖς ἐν ἡλικίᾳ παιδικῇ μαθήμασιν ἔοικεν, αὕτη δὲ τοῖς ἀνδρῶν ἀθλητικῶν γυμνάσμασιν ἐπὶ τοὺς ἱεροὺς ὄντως ἀλειφομένων ἀγῶνας, οἳ σωμασκίας καταφρονοῦντες τὴν ἐν τῇ ψυχῇ κατασκευάζουσιν εὐεξίαν ἐφιέμενοι τῆς κατὰ τῶν ἀντιπάλων παθῶν νίκης.

  49. 49.1

    οἷς μὲν οὖν διενήνοχεν ἕκαστος ἐφ’ ἓν καὶ τὸ αὐτὸ τέλος ἐπειγόμενος, αὖθις ἀκριβέστερον ἐροῦμεν· ἃ δὲ χρὴ περὶ τῶν τριῶν συλλήβδην προειπεῖν, ἀναγκαῖον μὴ παρασιωπῆσαι.

  50. 50.1

    τούτους τοίνυν συμβέβηκε μιᾶς οἰκίας καὶ ἑνὸς γένους εἶναι—ὁ γὰρ τελευταῖος υἱὸς μέν ἐστι τοῦ μέσου, υἱωνὸς δὲ τοῦ πρώτου — καὶ πάντας φιλοθέους ὁμοῦ καὶ θεοφιλεῖς, ἀγαπήσαντας τὸν ἀληθῆ θεὸν καὶ ἀνταγαπηθέντας πρὸς αὐτοῦ, ὃς ἠξίωσε, καθάπερ δηλοῦσιν οἱ χρησμοί, διὰ τὰς ὑπερβολὰς τῶν ἀρετῶν αἷς συνεβίουν κοινωνῆσαι τῆς προσρήσεως αὐτοῦ.

  51. 51.1

    τὸ γὰρ ἴδιον ὄνομα τοῖς ἐκείνων ἐναρμοσάμενος ἥνωσε, τὴν ἐκ τῶν τριῶν σύνθετον κλῆσιν ἐπιφημίσας ἑαυτῷ· "τοῦτο γάρ μου“ φησίν „ὄνομά ἐστιν αἰώνιον, θεὸς Ἀβραὰμ καὶ θεὸς Ἰσαὰκ καὶ θεὸς Ἰακώβ“ (cf. Exod. 3,15)—ἀντὶ τοῦ καθάπαξ τὸ πρός τι· καὶ μήποτ’ εἰκότως· ὀνόματος γὰρ ὁ θεὸς οὐ δεῖται, μὴ δεόμενος δ’ ὅμως ἐχαρίζετο τῷ γένει τῶν ἀνθρώπων κλῆσιν οἰκείαν, ἵν’ ἔχοντες καταφυγὴν πρὸς ἱκεσίας καὶ λιτὰς μὴ ἀμοιρῶσιν ἐλπίδος χρηστῆς.

  52. 52.1

    ταῦτα μὲν οὖν ἐπ’ ἀνδρῶν ὁσίων εἰρῆσθαι δοκεῖ, μηνύματα δ’ ἐστὶ φύσεως ἀδηλοτέρας καὶ πολὺ βελτίονος τῆς ἐν αἰσθητοῖς. τρόπους γὰρ ψυχῆς ἔοικεν ὁ ἱερὸς διερευνᾶσθαι λόγος, ἀστείους ἅπαντας, τὸν μὲν ἐκ διδασκαλίας, τὸν δ’ ἐκ φύσεως, τὸν δ’ ἐξ ἀσκήσεως ἐφιέμενον τοῦ καλοῦ. ὁ μὲν γὰρ πρῶτος, ἐπίκλησιν Ἀβραάμ, σύμβολον διδασκαλικῆς ἀρετῆς ἐστιν, ὁ δὲ μέσος, Ἰσαάκ, φυσικῆς, ὁ δὲ τρίτος, Ἰακώβ, ἀσκητικῆς.

  53. 53.1

    ἀλλὰ γὰρ οὐκ ἀγνοητέον, ὅτι μετεποιεῖτο τῶν τριῶν ἕκαστος δυνάμεων, ὠνομάσθη δὲ ἀπὸ τῆς πλεοναζούσης κατ’ ἐπικράτειαν· οὔτε γὰρ διδασκαλίαν ἄνευ φύσεως ἢ ἀσκήσεως τελειωθῆναι δυνατὸν οὔτε φύσις ἐπὶ πέρας ἐστὶν ἐλθεῖν ἱκανὴ δίχα τοῦ μαθεῖν καὶ ἀσκῆσαι οὔτε ἄσκησις, εἰ μὴ προθεμελιωθείη φύσει τε καὶ διδασκαλίᾳ.

  54. 54.1

    προσηκόντως οὖν καὶ τὴν τῶν τριῶν λόγῳ μὲν ἀνδρῶν ἔργῳ δ’ ὡς εἶπον ἀρετῶν οἰκειότητα συνῆψε, φύσεως, μαθήσεως, ἀσκήσεως, ἃς ἑτέρῳ ὀνόματι Χάριτας ἰσαρίθμους ἄνθρωποι καλοῦσιν, ἢ τῷ κεχαρίσθαι τὸν θεὸν τῷ ἡμετέρῳ γένει τὰς τρεῖς δυνάμεις πρὸς τελειότητα τοῦ βίου ἢ παρόσον αὗται δεδώρηνται ψυχῇ λογικῇ ἑαυτάς, δώρημα τέλειον καὶ κάλλιστον, ἵνα καὶ τὸ αἰώνιον ὄνομα τὸ δηλούμενον ἐν τοῖς χρησμοῖς ἐπὶ τριῶν μὴ ἐπ’ ἀνθρώπων μᾶλλον ἢ τῶν εἰρημένων δυνάμεων λέγηται.

  55. 55.1

    ἀνθρώπων μὲν γὰρ φθαρτὴ φύσις, ἄφθαρτος δ’ ἡ τῶν ἀρετῶν· εὐλογώτερον δὲ ἐπιφημίζεσθαι τὸ ἀίδιον ἀφθάρτοις πρὸ θνητῶν, ἐπεὶ συγγενὲς μὲν ἀιδιότητος ἀφθαρσία, ἐχθρὸν δὲ θάνατος.

  56. 56.1

    χρὴ μέντοι μηδ’ ἐκεῖνο ἀγνοεῖν, ὅτι τὸν μὲν πρῶτον ἄνθρωπον τὸν γηγενῆ πατέρα τῶν ἄχρι τοῦ κατακλυσμοῦ φύντων εἰσήγαγε, τὸν δὲ μόνον ἐκ τῆς τοσαύτης φθορᾶς ὑπολειφθέντα πανοίκιον ἕνεκα δικαιοσύνης καὶ τῆς ἄλλης καλοκἀγαθίας τοῦ νεάσοντος αὖθις καινοῦ γένους ἀνθρώπων, τὴν δὲ περίσεμνον τριάδα καὶ περιμάχητον ἑνὸς εἴδους ἐπιλεγομένου „βασίλειον καὶ ἱεράτευμα καὶ ἔθνος ἅγιον“ (Exod. 19, 6) οἱ χρησμοὶ καλοῦσι. μηνύει δὲ τοὔνομα τὴν δύναμιν αὐτοῦ·

  57. 57.1

    προσονομάζεται γὰρ Ἑβραίων γλώττῃ τὸ ἔθνος Ἰσραήλ, ὅπερ ἑρμηνευθέν ἐστιν „ὁρῶν θεόν.“ ὅρασις δ’ ἡ μὲν δι’ ὀφθαλμῶν ἐν ἁπάσαις καλλιστεύει ταῖς αἰσθήσεσιν, ἐπεὶ καὶ διὰ μόνης καταλαμβάνεται τὰ κάλλιστα τῶν ὄντων, ἥλιος καὶ σελήνη καὶ ὁ σύμπας οὐρανός τε καὶ κόσμος, ἡ δὲ διὰ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ προφέρει τὰς ἄλλας ὅσαι περὶ αὐτὸ δυνάμεις· αὕτη δέ ἐστι φρόνησις ὄψις οὖσα διανοίας.

  58. 58.1

    ὅτῳ δὲ μὴ μόνον ἐξεγένετο τἄλλα ὅσα ἐν τῇ φύσει δι’ ἐπιστήμης καταλαμβάνειν, ἀλλὰ καὶ τὸν πατέρα καὶ ποιητὴν τῶν συμπάντων ὁρᾶν, ἐπ’ ἄκρον εὐδαιμονίας ἴστω προεληλυθώς· οὐδὲν γὰρ ἀνωτέρω θεοῦ, πρὸς ὃν εἴ τις τὸ τῆς ψυχῆς ὄμμα τείνας ἔφθακε, μονὴν εὐχέσθω καὶ στάσιν.

  59. 59.1

    αἱ μὲν γὰρ ἀνάντεις ὁδοὶ καματηραὶ καὶ βραδεῖαι, ἡ δὲ κατὰ πρανοῦς φορά, συρμὸν ἔχουσα τὸ πλέον ἢ κάθοδον, ταχεῖα καὶ ῥᾴστη. πολλὰ δὲ τὰ κάτω βιαζόμενα, ὧν οὐδὲν ὄφελος, ὅταν ἐκ τῶν αὑτοῦ δυνάμεων ἀνακρεμάσας τὴν ψυχὴν ὁ θεὸς ὁλκῇ δυνατωτέρᾳ πρὸς ἑαυτὸν ἐπισπάσηται.

  60. 60.1

    Ταῦτα μὲν οὖν κοινῇ περὶ τῶν τριῶν ἀναγκαίως προειρήσθω. λεκτέον δ’ ἑξῆς, ἐν οἷς ἕκαστος ἰδίᾳ προήνεγκεν, ἀπὸ τοῦ πρώτου τὴν ἀρχὴν λαβόντας. ἐκεῖνος τοίνυν εὐσεβείας, ἀρετῆς τῆς ἀνωτάτω καὶ μεγίστης, ζηλωτὴς γενόμενος ἐσπούδασεν ἕπεσθαι θεῷ καὶ καταπειθὴς εἶναι τοῖς προσταττομένοις ὑπ’ αὐτοῦ, προστάξεις ὑπολαμβάνων οὐ τὰς διὰ φωνῆς καὶ γραμμάτων μηνυομένας αὐτὸ μόνον, ἀλλὰ καὶ τὰς διὰ τῆς φύσεως τρανοτέροις σημείοις δηλουμένας, ἃς ἡ ἀληθεστάτη τῶν αἰσθήσεων πρὸ ἀκοῆς τῆς ἀπίστου καὶ ἀβεβαίου καταλαμβάνει.

  61. 61.1

    θεώμενος γάρ τις τὴν ἐν τῇ φύσει τάξιν καὶ τὴν παντὸς λόγου κρείττονα πολιτείαν, ᾗ χρῆται ὁ κόσμος, ἀναδιδάσκεται, φθεγγομένου μηδενός, εὔνομον καὶ εἰρηνικὸν βίον ἐπιτηδεύειν εἰς τὴν τῶν καλῶν ἐξομοίωσιν ἀποβλέποντα. ἐναργέσταται δὲ τῆς εὐσεβείας ἀποδείξεις εἰσίν, ἃς περιέχουσιν αἱ ἱεραὶ γραφαί· πρώτην δὲ λεκτέον, ἣ καὶ πρώτη τέτακται.

  62. 62.1

    λογίῳ πληχθεὶς περὶ τοῦ πατρίδα καὶ συγγένειαν καὶ πατρῷον οἶκον καταλιπεῖν καὶ μεταναστῆναι, καθάπερ ἀπὸ τῆς ξένης εἰς τὴν οἰκείαν ἐπανιὼν ἀλλ’ οὐκ ἀπὸ τῆς οἰκείας εἰς τὴν ξένην μέλλων ἀπαίρειν, ἐπέσπευδε συντείνων, νομίζων ἰσότιμον εἶναι τῷ τελειῶσαι τὸ ταχέως τὸ προσταχθὲν ἀνύσαι.

  63. 63.1

    καίτοι τίνα ἕτερον εἰκὸς οὕτως ἀκλινῆ καὶ ἄτρεπτον γενέσθαι, ὡς μὴ φίλτροις ὑπαχθῆναι καὶ ὑπενδοῦναι συγγενῶν καὶ πατρίδος, ὧν ὁ πόθος ἑκάστῳ τρόπον τινὰ συγγεγένηται καὶ συνηύξηται καὶ μᾶλλον ἢ οὐχ ἧττον τῶν ἡνωμένων μερῶν συμπέφυκε;

  64. 64.1

    μάρτυρες δὲ οἱ νομοθέται τὴν δευτερεύουσαν θανάτου τιμωρίαν κατὰ τῶν ἐπὶ τοῖς μεγίστοις ἑαλωκότων ὁρίσαντες φυγήν, οὐ δευτερεύουσαν, ὥς γ’ ἐμοὶ δοκεῖ, παρ’ ἀληθείᾳ δικαζούσῃ, πολὺ δὲ ἀργαλεωτέραν, εἴ γε πέρας μὲν κακοπραγιῶν ὁ θάνατος, ἀρχὴ δ’, οὐ πέρας, ἡ φυγὴ καινοτέρων συμφορῶν, ἀνθ’ ἑνὸς τοῦ χωρὶς ἀλγηδόνων μυρίους ἐπάγουσα θανάτους τοὺς σὺν αἰσθήσει.

  65. 65.1

    κατ’ ἐμπορίαν ἔνιοι πόθῳ χρηματισμοῦ πλέοντες ἢ κατὰ πρεσβείαν ἢ κατὰ θέαν τῶν ἐπὶ τῆς ἀλλοδαπῆς δι’ ἔρωτα παιδείας, ὁλκοὺς ἔχοντες δυνάμεις τῆς ἔξω μονῆς οἱ μὲν τὰς ἐπικερδείας, οἱ δὲ τὸ τὴν πόλιν ἐπὶ καιρῶν ἐν τοῖς ἀναγκαιοτάτοις καὶ μεγίστοις ὀνῆσαι, οἱ δὲ ἱστορίαν ὧν πρότερον ἠγνόουν τέρψιν ἅμα καὶ ὠφέλειαν τῇ ψυχῇ παρασκευάζουσαν — τυφλοὶ γὰρ παρ’ ὀξὺ βλέποντας ἀναποδήμητοι παρ’ ἐκδεδημηκότας —, ὅμως ἐπείγονται τὸ πατρῷον ἔδαφος ἰδεῖν καὶ προσκυνῆσαι καὶ συνήθεις ἀσπάσασθαι συγγενῶν τε καὶ φίλων ἡδίστης καὶ ποθεινοτάτης ὄψεως ἀπολαῦσαι καὶ πολλάκις τὰς πράξεις, ὧν ἕνεκα ἐξεδήμησαν, μηκυνομένας ὁρῶντες κατέλιπον ἱμέρῳ τῶν προσηκόντων ἑλχθέντες βιαιοτάτῳ.

  66. 66.1

    μετ’ ὀλίγων δὲ οὗτος ἢ καὶ μόνος ἅμα τῷ κελευσθῆναι μετανίστατο καὶ τῇ ψυχῇ πρὸ τοῦ σώματος τὴν ἀποικίαν ἐστέλλετο, τὸν ἐπὶ τοῖς θνητοῖς ἵμερον παρευημεροῦντος ἔρωτος οὐρανίου.

  67. 67.1

    οὐδενὸς οὖν φροντίσας, οὐ φυλετῶν, οὐ δημοτῶν, οὐ συμφοιτητῶν, οὐχ ἑταίρων, οὐ τῶν ἀφ’ αἵματος ὅσοι πρὸς πατρὸς ἢ μητρὸς ἦσαν, οὐ πατρίδος, οὐκ ἀρχαίων ἐθῶν, οὐ συντροφίας, οὐ συνδιαιτήσεως, ὧν ἕκαστον ἀγωγόν τε καὶ δυσαπόσπαστον ὁλκὸν ἔχον δύναμιν, ἐλευθέραις καὶ ἀφέτοις ὁρμαῖς ᾗ τάχιστα μετανίσταται, τὸ μὲν πρῶτον ἀπὸ τῆς Χαλδαίων γῆς, εὐδαίμονος χώρας καὶ κατ’ ἐκεῖνον ἀκμαζούσης τὸν χρόνον, εἰς τὴν Χαρραίων γῆν (Gen. 12, 5), ἔπειτα οὐ μακρὰν ὕστερον καὶ ἀπὸ ταύτης εἰς ἕτερον τόπον, περὶ οὗ λέξομεν ἐκεῖνο πρότερον εἰπόντες.

  68. 68.1

    Αἱ δηλωθεῖσαι ἀποικίαι τῷ μὲν ῥητῷ τῆς γραφῆς ὑπ’ ἀνδρὸς σοφοῦ γεγόνασι, κατὰ δὲ τοὺς ἐν ἀλληγορίᾳ νόμους ὑπὸ φιλαρέτου ψυχῆς τὸν ἀληθῆ ζητούσης θεόν.

  69. 69.1

    Χαλδαῖοι γὰρ ἐν τοῖς μάλιστα διαπονήσαντες ἀστρονομίαν καὶ πάντα ταῖς κινήσεσι τῶν ἀστέρων ἀναθέντες ὑπέλαβον οἰκονομεῖσθαι τὰ ἐν κόσμῳ δυνάμεσιν, ἃς περιέχουσιν ἀριθμοὶ καὶ ἀριθμῶν ἀναλογίαι, καὶ τὴν ὁρατὴν οὐσίαν ἐσέμνυνον τῆς ἀοράτου καὶ νοητῆς οὐ λαβόντες ἔννοιαν, ἀλλὰ τὴν ἐν ἐκείνοις τάξιν διερευνώμενοι κατά τε τὰς ἡλίου καὶ σελήνης καὶ τῶν ἄλλων πλανήτων καὶ ἀπλανῶν περιόδους καὶ κατὰ τὰς τῶν ἐτησίων ὡρῶν μεταβολὰς καὶ κατὰ τὴν τῶν οὐρανίων πρὸς τὰ ἐπίγεια συμπάθειαν τὸν κόσμον αὐτὸν ὑπέλαβον εἶναι θεόν, οὐκ εὐαγῶς τὸ γενόμενον ἐξομοιώσαντες τῷ πεποιηκότι.

  70. 70.1

    ταύτῃ τοι τῇ δόξῃ συντραφεὶς καὶ χαλδαΐσας μακρόν τινα χρόνον, ὥσπερ ἐκ βαθέος ὕπνου διοίξας τὸ τῆς ψυχῆς ὄμμα καὶ καθαρὰν αὐγὴν ἀντὶ σκότους βαθέος βλέπειν ἀρξάμενος ἠκολούθησε τῷ φέγγει καὶ κατεῖδεν, ὃ μὴ πρότερον ἐθεάσατο, τοῦ κόσμου τινὰ ἡνίοχον καὶ κυβερνήτην ἐφεστῶτα καὶ σωτηρίως εὐθύνοντα τὸ οἰκεῖον ἔργον, ἐπιμέλειάν τε καὶ προστασίαν καὶ τῶν ἐν αὐτῷ μερῶν ὅσα θείας ἐπάξια φροντίδος ποιούμενον.

  71. 71.1

    ὅπως οὖν βεβαιώσηται τὴν φανεῖσαν ὄψιν ἐν τῇ διανοίᾳ παγιώτερον, αὖθίς φησιν ὁ ἱερὸς λόγος αὐτῷ· „τὰ μεγάλα, ὦ οὗτος, ὑποτυπώσει βραχυτέρων πολλάκις γνωρίζεται, πρὸς ἅ τις ἀπιδὼν ηὔξησε τὴν φαντασίαν ἀπεριγράφοις μεγέθεσι. παραπεμψάμενος οὖν τούς τε κατ’ οὐρανὸν περιπολοῦντας καὶ τὴν Χαλδαϊκὴν ἐπιστήμην μετανάστηθι πρὸς ὀλίγον χρόνον ἀπὸ τῆς μεγίστης πόλεως, τοῦδε τοῦ κόσμου, πρὸς βραχυτέραν, δι’ ἧς δυνήσῃ μᾶλλον καταλαβεῖν τὸν ἔφορον τοῦ παντός.“

  72. 72.1

    διὰ τοῦτο τὴν πρώτην ἀποικίαν ἀπὸ τῆς Χαλδαίων γῆς εἰς τὴν Χαρραίων λέγεται ποιήσασθαι. Χαρρὰν δὲ Ἑλληνιστὶ „τρῶγλαι“ λέγονται, κατὰ σύμβολον αἱ τῶν ἡμετέρων αἰσθήσεων χῶραι, δι’ ὧν ὥσπερ ὀπῶν ἑκάστη διακύπτειν πέφυκε πρὸς τὴν τῶν οἰκείων ἀντίληψιν.

  73. 73.1

    ἀλλὰ τί τούτων, εἴποι τις ἄν, ὄφελος ἦν, εἰ μὴ νοῦς ἀόρατος καθάπερ θαυματοποιὸς ἔνδοθεν ὑπήχει ταῖς ἑαυτοῦ δυνάμεσιν, ἃς τοτὲ μὲν ἀνιεὶς καὶ ἐπιχαλῶν τοτὲ δὲ ἀντισπῶν καὶ ἀνθέλκων βίᾳ κίνησιν ἐμμελῆ καὶ πάλιν ἡσυχίαν ἐμπαρεῖχε τοῖς θαυμασίοις; τοῦτο ἔχων παρὰ σεαυτῷ τὸ παράδειγμα ῥᾳδίως οὗ σφόδρα ποθεῖς λαβεῖν τὴν ἐπιστήμην κατανοήσεις.

  74. 74.1

    οὐ γὰρ ἐν σοὶ μὲν νοῦς ἐστιν ἡγεμὼν ἐπιτεταγμένος, ᾧ καὶ τοῦ σώματος ἅπασα κοινωνία πειθαρχεῖ καὶ ἑκάστη τῶν αἰσθήσεων ἕπεται, ὁ δὲ κόσμος, τὸ κάλλιστον καὶ μέγιστον καὶ τελεώτατον ἔργον, οὗ πάντα τὰ ἄλλα συμβέβηκεν εἶναι μέρη, βασιλέως ἀμοιρεῖ τοῦ συνέχοντος καὶ ἐνδίκως ἐπιτροπεύοντος. εἰ δ’ ἀόρατος ὁ βασιλεύς, μὴ θαυμάσῃς· οὐδὲ γὰρ ὁ ἐν σοὶ νοῦς ὁρατός.

  75. 75.1

    ταῦτά τις ἐπιλογιζόμενος καὶ οὐ πόρρωθεν ἀλλ’ ἐγγύθεν ἀναδιδασκόμενος ἔκ τε ἑαυτοῦ καὶ τῶν περὶ αὑτὸν εἴσεται σαφῶς, ὅτι ὁ κόσμος οὐκ ἔστιν ὁ πρῶτος θεός, ἀλλ’ ἔργον τοῦ πρώτου θεοῦ καὶ τοῦ συμπάντων πατρός, ὃς ἀειδὴς ὢν πάντα φαίνει μικρῶν τε αὖ καὶ μεγάλων διαδεικνὺς τὰς φύσεις.

  76. 76.1

    σώματος γὰρ ὀφθαλμοῖς οὐκ ἠξίωσε καταλαμβάνεσθαι, τάχα μὲν ἐπειδὴ θνητὸν ἀιδίου ψαύειν οὐχ ὅσιον ἦν, τάχα δὲ καὶ δι’ ἀσθένειαν τῆς ἡμετέρας ὄψεως· οὐ γὰρ ἂν ἐχώρησε τὰς ἀπὸ τοῦ ὄντος ἐκχεομένας αὐγάς, ὁπότε οὐδὲ ταῖς ἀφ’ ἡλίου προσβλέπειν ἀκτῖσιν οἵα τέ ἐστι.

  77. 77.1

    τεκμήριον δὲ ἐναργέστατον τῆς ἀποικίας, ἣν ἀπ’ ἀστρονομίας καὶ τῆς χαλδαϊζούσης δόξης ἡ διάνοια ἐστείλατο· λέγεται γὰρ εὐθὺς ἅμα τῇ μεταναστάσει τοῦ σοφοῦ· „ὤφθη δὲ ὁ θεὸς τῷ Ἀβραάμ“ (Gen. 12, 7)· ᾧ δῆλον ὅτι πρότερον οὐκ ἦν ἐμφανής, ὅτε χαλδαΐζων τῇ τῶν ἀστέρων χορείᾳ προσεῖχεν ἔξω τοῦ κόσμου καὶ τῆς αἰσθητῆς οὐσίας εὐάρμοστον καὶ νοητὴν φύσιν οὐδεμίαν ἁπλῶς καταλαμβάνων.

  78. 78.1

    ἐπεὶ δὲ μετεχώρησε καὶ μεθωρμίσατο, κατὰ τἀναγκαῖον ἔγνω τὸν κόσμον ὑπήκοον ἀλλ’ οὐκ αὐτοκράτορα, οὐ πρυτανεύοντα ἀλλὰ πρυτανευόμενον ὑπ’ αἰτίου τοῦ πεποιηκότος,

  79. 79.1

    ὅπερ ἡ διάνοια τότε πρῶτον ἀναβλέψασα εἶδε. πολλὴ γὰρ αὐτῆς πρότερον ἀχλὺς ὑπὸ τῶν αἰσθητῶν κατεκέχυτο, ἣν ἐνθέρμοις καὶ διαπύροις δόγμασιν ἀνασκεδάσασα μόλις ἴσχυσεν ὡς ἐν αἰθρίᾳ καθαρᾷ τοῦ πάλαι κρυπτομένου καὶ ἀειδοῦς φαντασίαν λαβεῖν· ὃς ἕνεκα φιλανθρωπίας ἀφικνουμένην τὴν ψυχὴν ὡς ἑαυτὸν οὐκ ἀπεστράφη, προϋπαντήσας δὲ τὴν ἑαυτοῦ φύσιν ἔδειξε, καθ’ ὅσον οἷόν τε ἦν ἰδεῖν τὸν βλέποντα.

  80. 80.1

    διὸ λέγεται, οὐχ ὅτι ὁ σοφὸς εἶδε θεόν, ἀλλ’ ὅτι „ὁ θεὸς ὤφθη“ τῷ σοφῷ· καὶ γὰρ ἦν ἀδύνατον καταλαβεῖν τινα δι’ αὑτοῦ τὸ πρὸς ἀλήθειαν ὄν, μὴ παραφήναντος ἐκείνου ἑαυτὸν καὶ ἐπιδείξαντος.

  81. 81.1

    μαρτυρεῖ δὲ τοῖς εἰρημένοις καὶ ἡ τοῦ ὀνόματος ὑπαλλαγὴ καὶ μετάθεσις. ἐκαλεῖτο γὰρ Ἄβραμ τὸ ἀρχαῖον ὄνομα, προσερρήθη δ’ ὕστερον Ἀβραάμ, φωνῇ μὲν ἑνὸς στοιχείου τοῦ ἄλφα διπλασιασθέντος, δυνάμει δὲ μεγάλου πράγματος καὶ δόγματος ἐνδειξαμένου τὴν μεταβολήν.

  82. 82.1

    Ἄβραμ μὲν γὰρ ἑρμηνευθέν ἐστι „πατὴρ μετέωρος“, Ἀβραὰμ δὲ „πατὴρ ἐκλεκτὸς ἠχοῦς“, τὸ μὲν πρότερον ἐμφαῖνον τὸν ἀστρολογικὸν καὶ μετεωρολογικὸν ἐπικαλούμενον, οὕτως τῶν Χαλδαϊκῶν δογμάτων ἐπιμελούμενον, ὡς ἄν τις πατὴρ ἐγγόνων ἐπιμεληθείη, τὸ δ’ ὕστερον τὸν σοφόν.

  83. 83.1

    διὰ μὲν γὰρ τῆς ἠχοῦς τὸν προφορικὸν λόγον αἰνίττεται, διὰ τοῦ πατρὸς δὲ τὸν ἡγεμόνα νοῦν—πατὴρ γὰρ ὁ ἐνδιάθετος φύσει τοῦ γεγωνοῦ πρεσβύτερός γε ὢν καὶ τὰ λεκτέα ὑποσπείρων —, διὰ δὲ τοῦ ἐπιλέκτου τὸν ἀστεῖον· εἰκαῖος μὲν γὰρ καὶ πεφυρμένος ὁ φαῦλος τρόπος, ἐκλεκτὸς δὲ ὁ ἀγαθός, ἐπικριθεὶς ἐξ ἁπάντων ἀριστίνδην.

  84. 84.1

    τῷ μὲν οὖν μετεωρολογικῷ μεῖζον οὐδὲν τοῦ κόσμου τὸ παράπαν εἶναι δοκεῖ, ᾧ καὶ τὰς τῶν γινομένων αἰτίας ἀνατίθησιν· ὁ δὲ σοφὸς ἀκριβεστέροις ὄμμασιν ἰδών τι τελεώτερον νοητὸν ἄρχον τε καὶ ἡγεμονεῦον, ὑφ’ οὗ τἄλλα δεσπόζεται καὶ κυβερνᾶται, πολλὰ κατεμέμψατο τῆς προτέρας ζωῆς ἑαυτὸν ὡς τυφλὸν βίον διεξεληλυθότα, σκηριπτόμενον ἐπὶ τοῖς αἰσθητοῖς, ἀβεβαίῳ καὶ ἀνιδρύτῳ φύσει πράγματι.

  85. 85.1

    δευτέραν δ’ ἀποικίαν στέλλεται λογίῳ πάλιν πεισθεὶς ὁ ἀστεῖος οὐκέτ’ ἐκ πόλεως εἰς πόλιν, ἀλλ’ εἰς χώραν ἐρήμην (Gen. 12, 9), ἐν ᾗ πλαζόμενος διετέλει μὴ δυσαρεστῶν τῇ πλάνῃ καὶ τῷ δι’ αὐτὴν ἀνιδρύτῳ.

  86. 86.1

    καίτοι τίς ἕτερος οὐκ ἂν ἠχθέσθη μὴ μόνον τῆς οἰκείας ἀπανιστάμενος, ἀλλὰ καὶ ἐξ ἁπάσης πόλεως ἐλαυνόμενος εἰς δυσβάτους καὶ δυσπορεύτους ἀνοδίας; τίς δ’ οὐκ ἂν μετατραπόμενος ἐπαλινδρόμησεν οἴκαδε, βραχέα μὲν φροντίσας τῶν μελλουσῶν ἐλπίδων, τὴν δὲ παροῦσαν ἀπορίαν σπεύδων ἐκφυγεῖν, εὐήθειαν ὑπολαβὼν ἀδήλων χάριν ἀγαθῶν ὁμολογούμενα αἱρεῖσθαι κακά;

  87. 87.1

    μόνος δ’ οὑτοσὶ τοὐναντίον πεπονθέναι φαίνεται, βίον ἥδιστον νομίζων τὸν ἄνευ συνδιαιτήσεως τῆς τῶν πολλῶν. καὶ πέφυκεν οὕτως ἔχειν· οἱ γὰρ ζητοῦντες καὶ ἐπιποθοῦντες θεὸν ἀνευρεῖν τὴν φίλην αὐτῷ μόνωσιν ἀγαπῶσι, κατ’ αὐτὸ τοῦτο σπεύδοντες πρῶτον ἐξομοιοῦσθαι τῇ μακαρίᾳ καὶ εὐδαίμονι φύσει.

  88. 88.1

    ἑκατέραν οὖν ἀπόδοσιν πεποιημένοι, τήν τε ῥητὴν ὡς ἐπ’ ἀνδρὸς καὶ τὴν δι’ ὑπονοιῶν ὡς ἐπὶ ψυχῆς, ἀξιέραστον καὶ τὸν ἄνδρα καὶ τὸν νοῦν ἀπεφήναμεν, τὸν μὲν πεισθέντα λογίοις ἐκ δυσαποσπάστων ἀφελκυσθέντα, τὸν δὲ νοῦν, ὅτι οὐ μέχρι παντὸς ἀπατηθεὶς ἐπὶ τῆς αἰσθητῆς οὐσίας ἔστη τὸν ὁρατὸν κόσμον ὑπολαβὼν μέγιστον καὶ πρῶτον εἶναι θεόν, ἀλλὰ ἀναδραμὼν τῷ λογισμῷ φύσιν ἑτέραν ἀμείνω τῆς ὁρατῆς νοητὴν ἐθεάσατο καὶ τὸν ἀμφοῖν ποιητὴν ὁμοῦ καὶ ἡγεμόνα.

  89. 89.1

    Ταῦτα τοῦ θεοφιλοῦς τὰ προτέλεια, οἷς ἕπονται πράξεις οὐκ εὐκαταφρόνητοι. τὸ δὲ μέγεθος αὐτῶν οὐ παντί τῳ δῆλον, ἀλλὰ μόνον τοῖς γευσαμένοις ἀρετῆς, οἳ τὰ θαυμαζόμενα παρὰ τοῖς πολλοῖς εἰώθασι χλευάζειν ἕνεκα μεγέθους τῶν περὶ ψυχὴν ἀγαθῶν.

  90. 90.1

    ἀποδεξάμενος οὖν ὁ θεὸς τὴν εἰρημένην πρᾶξιν αὐτίκα τὸν ἀστεῖον ἀμείβεται μεγάλῃ δωρεᾷ, τὸν γάμον αὐτῷ κινδυνεύσαντα πρὸς δυνατοῦ καὶ ἀκρατοῦς ἀνδρὸς ἐπιβουλευθῆναι διατηρήσας ἄψαυστόν τε καὶ σῷον.

  91. 91.1

    ἡ δ’ αἰτία τῆς ἐπιθέσεως ἀρχὴν ἔλαβε τοιάνδε. καρπῶν ἀφορίας ἐπὶ συχνὸν χρόνον γενομένης, τοτὲ μὲν διὰ πολλὴν καὶ ἄμετρον ἐπομβρίαν τοτὲ δὲ δι’ αὐχμὸν καὶ ζάλην, αἱ κατὰ Συρίαν πόλεις συνεχεῖ λιμῷ πιεσθεῖσαι κεναὶ τῶν οἰκητόρων ἦσαν, ἄλλων ἀλλαχόσε σκιδναμένων κατὰ ζήτησιν τροφῆς καὶ πορισμὸν τῶν ἀναγκαίων.

  92. 92.1

    πυθόμενος οὖν Ἀβραὰμ ἄφθονον εὐθηνίαν καὶ εὐετηρίαν ἐν Αἰγύπτῳ, τοῦ μὲν ποταμοῦ ταῖς πλημμύραις λιμνάσαντος ἐν καιρῷ τὰ πεδία, τῶν δὲ τὸν σπόρον εὔσταχυν ἐνεγκόντων καὶ ἀναθρεψαμένων εὐκρασίαις πνευμάτων, ἀπαίρει πᾶσαν τὴν οἰκίαν ἐπαγόμενος.

  93. 93.1

    ἦν δ’ αὐτῷ γυνὴ τήν τε ψυχὴν ἀρίστη καὶ τὸ σῶμα τῶν καθ’ αὑτὴν περικαλλεστάτη· ταύτην ἰδόντες τῶν Αἰγυπτίων οἱ ἐν τέλει καὶ τῆς εὐμορφίας ἀγάμενοι — λανθάνει γὰρ τοὺς ἐν ἐξοχαῖς οὐδέν — μηνύουσι τῷ βασιλεῖ.

  94. 94.1

    μεταπεμψάμενος δὲ τὴν ἄνθρωπον καὶ θεασάμενος ἐκπρεπεστάτην ὄψιν, βραχὺ φροντίσας αἰδοῦς καὶ νόμων τῶν ἐπὶ τιμῇ ξένων ὁρισθέντων, ἐνδοὺς ἀκρασίᾳ διενοεῖτο λόγῳ μὲν αὐτὴν ἀγαγέσθαι πρὸς γάμον, τὸ δ’ ἀληθὲς αἰσχύνειν.

  95. 95.1

    ἡ δ’ ἅτε ἐν ἀλλοτρίᾳ γῇ παρ’ ἀκρατεῖ τε καὶ ὠμοθύμῳ δυνάστῃ τοῦ βοηθήσοντος ἀποροῦσα — οὐδὲ γὰρ ὁ ἀνὴρ ἔσθενεν ἀρήγειν τὸν ἐπικρεμάμενον ἐκ τῶν δυνατωτέρων φόβον δεδιώς — ἐπὶ τὴν τελευταίαν ἅμ’ ἐκείνῳ καταφεύγει συμμαχίαν τὴν ἐκ θεοῦ.

  96. 96.1

    λαβὼν δὲ τῶν ξένων οἶκτον ὁ εὐμενὴς καὶ ἵλεως καὶ ὑπέρμαχος τῶν ἀδικουμένων ἀλγηδόνας δυσκαρτερήτους καὶ χαλεπὰς τιμωρίας ἐπάγει τῷ βασιλεῖ, παντοίων κακῶν ἀναπλήσας αὐτοῦ σῶμα καὶ ψυχὴν δυσιάτων, ὡς τὰς μὲν ἐφ’ ἡδονὴν ἀγούσας ὀρέξεις ἁπάσας ἐκκεκόφθαι, τὰς δ’ ἐναντίας παρεισεληλυθέναι φροντίδας περὶ ἀπαλλαγῆς ἀνηνύτων βασάνων, ὑφ’ ὧν γυμναζόμενος μεθ’ ἡμέραν καὶ νύκτωρ ἐξετραχηλίζετο.

  97. 97.1

    παραπέλαυσε δὲ τῆς τιμωρίας καὶ σύμπας ὁ οἶκος αὐτῷ, μηδενὸς ἐπὶ τῇ παρανομίᾳ δυσχεράναντος, ἀλλὰ πάντων ἕνεκα τοῦ συναινεῖν μόνον οὐ συγχειρουργησάντων τὸ ἀδίκημα.

  98. 98.1

    τοῦτον τὸν τρόπον ἡ μὲν ἁγνεία τῆς γυναικὸς διασῴζεται, τοῦ δὲ ἀνδρὸς τὴν καλοκἀγαθίαν καὶ εὐσέβειαν ὁ θεὸς ἠξίωσεν ἐπιδείξασθαι γέρας αὐτῷ μέγιστον παρασχών, ἀσινῆ καὶ ἀνύβριστον ὅσον οὔπω κινδυνεύσαντα διαφθαρῆναι τὸν γάμον, ὃς οὐκ ἔμελλεν ὀλίγων ἀριθμὸν υἱῶν ἢ θυγατέρων γεννᾶν, ἀλλ’ ὅλον ἔθνος καὶ ἐθνῶν τὸ θεοφιλέστατον, ὅ μοι δοκεῖ τὴν ὑπὲρ παντὸς ἀνθρώπων γένους ἱερωσύνην καὶ προφητείαν λαχεῖν.

  99. 99.1

    Ἤκουσα μέντοι καὶ φυσικῶν ἀνδρῶν οὐκ ἀπὸ σκοποῦ τὰ περὶ τὸν τόπον ἀλληγορούντων, οἳ τὸν μὲν ἄνδρα συμβολικῶς ἔφασκον σπουδαῖον εἶναι νοῦν ἐκ τῆς περὶ τοὔνομα ἑρμηνευθείσης δυνάμεως τεκμαιρόμενοι τρόπον ἀστεῖον ἐν ψυχῇ, τὴν δὲ τούτου γυναῖκα ἀρετήν, ἧς τοὔνομά ἐστι Χαλδαϊστὶ μὲν Σάρρα, Ἑλληνιστὶ δὲ „ἄρχουσα“, διὰ τὸ μηδὲν ἀρετῆς ἀρχικώτερον εἶναι καὶ ἡγεμονικώτερον. γάμος δέ,

  100. 100.1

    ὃν μὲν ἁρμόζεται ἡδονή, σωμάτων κοινωνίαν ἔλαχεν, ὃν δὲ σοφία, λογισμῶν καθάρσεως ἐφιεμένων καὶ τελείων ἀρετῶν. ἐναντιώτατοι δὲ ἀλλήλοις εἰσὶν οἱ λεχθέντες γάμοι.

Next → — showing 1100 of 276

First Thousand Years of Greek. CTS URN tlg0018.tlg020.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.