Ancient Texts

← Library

De Abrahamo

First Thousand Years of Greek · First Thousand Years of Greek · 276 sections

  1. 101.1

    κατὰ μὲν γὰρ τὸν τῶν σωμάτων σπείρει μὲν τὸ ἄρρεν, γονὴν δ’ ὑποδέχεται τὸ θῆλυ, κατὰ δὲ τὴν ἐν ψυχαῖς σύνοδον ἔμπαλιν ἡ μὲν ἀρετὴ τάξιν γυναικὸς ἔχειν δοκοῦσα σπείρειν πέφυκε βουλὰς ἀγαθὰς καὶ λόγους σπουδαίους καὶ βιωφελεστάτων εἰσηγήσεις δογμάτων, ὁ δὲ λογισμὸς εἰς τὴν ἀνδρὸς χώραν τάττεσθαι νομισθεὶς τὰς ἱεροπρεπεῖς καὶ θείας ὑποδέχεται σποράς· ἢ μήποτε τὸ λεχθὲν ἔψευσται δι’ ἀπάτην ὀνομάτων, ἐπειδήπερ ὁ μὲν νοῦς ἄρρενος ἡ δ’ ἀρετὴ θήλεος μετέχει χαρακτῆρος ἐν φωναῖς.

  2. 102.1

    εἰ δέ τις τὰς ἐπισκιαζούσας κλήσεις ἀπαμφιάσας γυμνὰ τὰ πράγματα βουληθείη καθαρῶς ἰδεῖν, εἴσεται διότι ἄρρεν μέν ἐστιν ἡ ἀρετὴ φύσει, παρόσον κινεῖ καὶ διατίθησι καὶ καλὰς ἐννοίας καλῶν πράξεων καὶ λόγων ὑπηχεῖ, θῆλυ δὲ ὁ λογισμὸς κινούμενος καὶ παιδευόμενος καὶ ὠφελούμενος καὶ συνόλως ἐν τῷ πάσχειν ἐξεταζόμενος, καὶ τὸ πάθος

  3. 103.1

    αὐτῷ τοῦτο μόνον ἐστὶ σωτήριον. ἅπαντες μὲν οὖν καὶ οἱ φαυλότατοι τῷ λόγῳ τιμῶσι καὶ θαυμάζουσιν ἀρετὴν ὅσα τῷ δοκεῖν, χρῶνται δ’ αὐτῆς τοῖς παραγγέλμασιν οἱ ἀστεῖοι μόνοι. διὸ καὶ ὁ τῆς Αἰγύπτου βασιλεύς, ὅπερ ἐστὶ συμβολικῶς νοῦς φιλοσώματος, καθυποκρινόμενος ὡς ἐν θεάτρῳ προσποίητον ἐπιμορφάζει κοινωνίαν, πρὸς ἐγκράτειαν ὁ ἀκρατὴς καὶ πρὸς σωφροσύνην ὁ ἀκόλαστος καὶ πρὸς δικαιοσύνην ὁ ἄδικος, καὶ καλεῖ τὴν ἀρετὴν ὡς ἑαυτὸν τῆς παρὰ τοῖς πολλοῖς εὐφημίας γλιχόμενος.

  4. 104.1

    ὅπερ κατιδὼν ὁ ἔφορος — μόνῳ γὰρ ἔξεστι θεῷ ψυχὴν ἰδεῖν — ἐμίσησε καὶ προὐβάλετο καὶ βασάνοις ἤλεγξεν ἀργαλεωτάταις ἦθος κατεψευσμένον. αἱ δὲ βάσανοι διὰ τίνων ὀργάνων; ἢ πάντως διὰ τῶν τῆς ἀρετῆς μερῶν, ἅπερ ἐπεισιόντα χαλεπῶς αἰκίζεται καὶ τιτρώσκει; βάσανος μὲν γάρ ἐστιν ἀπληστίας ὀλιγοδεΐα, βάσανος δὲ λαγνείας ἐγκράτεια· στρεβλοῦται δὲ καὶ ὁ φιλόδοξος ἀτυφίας εὐημερούσης καὶ ὁ ἄδικος δικαιοσύνης ἐπαινουμένης.

  5. 105.1

    μίαν γὰρ ἀμήχανον ψυχὴν κατοικεῖν δύο τὰς ἐχθρὰς φύσεις, κακίαν καὶ ἀρετήν· οὗ χάριν, ἐπειδὰν συνενεχθῶσιν, ἀσύμβατοι καὶ ἀκατάλλακτοι στάσεις καὶ πόλεμοι συγκροτοῦνται, καίτοι τῆς ἀρετῆς εἰρηνικωτάτην φύσιν ἐχούσης, ᾗ φασιν ἐπιμελὲς εἶναι, ὅταν εἰς χειρῶν ἅμιλλαν ἰέναι μέλλῃ, τῆς ἰδίας δυνάμεως ἀποπειρᾶσθαι πρότερον, ἵν’, εἰ μὲν ἰσχύοι καταγωνίσασθαι, συνιστῆται, εἰ δ’ ἀσθενεστέρᾳ χρῷτο τῇ δυνάμει, μηδὲ συγκαταβῆναι τὴν ἀρχὴν εἰς τὸν ἀγῶνα θαρρήσῃ·

  6. 106.1

    κακίαν μὲν γὰρ ἡττᾶσθαι οὐκ αἰσχρόν, ᾗ συγγενὲς ἀδοξία, ἀρετὴν δὲ ὄνειδος, ᾗ πάντων οἰκειότατον εὔκλεια, δι’ ἣν πέφυκε νικᾶν ἢ διατηρεῖν αὑτὴν ἀήττητον.

  7. 107.1

    Τὸ μὲν οὖν Αἰγυπτίων ἄξενον καὶ ἀκόλαστον εἴρηται. τοῦ δὲ τοιαῦτα πεπονθότος ἄξιον θαυμάσαι τὴν φιλανθρωπίαν, ὃς μεσημβρίας θεασάμενος τρεῖς ὡς ἄνδρας ὁδοιποροῦντας — οἱ δὲ θειοτέρας ὄντες φύσεως ἐλελήθεσαν — προσδραμὼν ἱκέτευε λιπαρῶς μὴ παρελθεῖν αὑτοῦ τὴν σκηνήν, ἀλλ’ ὡς πρέπον εἰσεληλυθότας ξενίων μετασχεῖν· οἱ δ’ οὐκ ἐκ τῶν λεγομένων μᾶλλον ἢ τῆς διανοίας εἰδότες ἀληθεύοντα μηδὲν ἐνδοιάσαντες ἐπινεύουσι.

  8. 108.1

    πληρωθεὶς δὲ τὴν ψυχὴν χαρᾶς πάντ’ ἐσπούδαζεν εἰς τὸ ἀνυπέρθετον τῆς ὑποδοχῆς καὶ τῇ μὲν γυναικί φησι „σπεῦσον καὶ τρία μέτρα ποίησον ἐγκρυφιῶν,“ αὐτὸς δὲ εἰς τὰ βουκόλια συντείνας, ἁπαλὸν καὶ εὔσαρκον ἀγαγὼν μόσχον, οἰκέτῃ παραδίδωσιν.

  9. 109.1

    ὁ δὲ καταθύσας σκευάζει τάχιστα· βραδὺς γὰρ οὐδεὶς πρὸς φιλανθρωπίαν ἐν οἴκῳ σοφοῦ, ἀλλὰ καὶ γυναῖκες καὶ ἄνδρες καὶ δοῦλοι καὶ ἐλεύθεροι προθυμότατοι πρὸς τὰς τῶν ξενιζομένων ὑπηρεσίας.

  10. 110.1

    ἑστιαθέντες δ’ οὐ τοῖς εὐτρεπισθεῖσι μᾶλλον ἢ τῇ τοῦ ξενοδόχου γνώμῃ καὶ πολλῇ τινι καὶ ἀπεράντῳ φιλοτιμίᾳ παρέχουσιν ἆθλον ἐλπίδος μεῖζον αὐτῷ, υἱοῦ γνησίου γένεσιν εἰς νέωτα βεβαιωθησομένην ὑποσχόμενοι δι’ ἑνὸς τοῦ τῶν τριῶν ἀρίστου — λέγειν γὰρ ἐν ταὐτῷ πάντας ἀθρόους ἦν ἀφιλόσοφον, ἑνὶ δὲ λέγοντι τοὺς ἄλλους συνεπινεύειν ἐμπρεπές—.

  11. 111.1

    ἀλλὰ γὰρ οὐδ’ ὑπισχνουμένοις ἕνεκα τοῦ περὶ τὸ πρᾶγμα ἀπίστου βεβαίως προσεῖχον· ἤδη γὰρ ὑπερήλικες γεγονότες διὰ μακρὸν γῆρας ἀπεγνώκεσαν παιδὸς σποράν.

  12. 112.1

    ἀκούσασαν οὖν τὴν γυναῖκα ἐν ἀρχῇ φησι γελάσαι καὶ μετὰ ταῦτα, εἰπόντων "μὴ ἀδυνατεῖ παρὰ τῷ θεῷ πᾶν ῥῆμα;“ καταιδεσθεῖσαν ἠρνῆσθαι τὸν γέλωτα· πάντα γὰρ ᾔδει θεῷ δυνατὰ σχεδὸν ἐξ ἔτι σπαργάνων τουτὶ τὸ δόγμα προμαθοῦσα.

  13. 113.1

    τότε μοι δοκεῖ πρῶτον οὐκέθ’ ὁμοίαν τῶν ὁρωμένων λαβεῖν φαντασίαν, ἀλλὰ σεμνοτέραν ἢ προφητῶν ἢ ἀγγέλων μεταβαλόντων ἀπὸ πνευματικῆς

  14. 114.1

    καὶ ψυχοειδοῦς οὐσίας εἰς ἀνθρωπόμορφον ἰδέαν. τὸ μὲν οὖν φιλόξενον τοῦ ἀνδρὸς εἴρηται, πάρεργον ὂν ἀρετῆς μείζονος· ἡ δ’ ἀρετὴ θεοσέβεια, περὶ ἧς καὶ πρότερον εἴπομεν, ἧς δεῖγμα σαφέστατον τὰ νῦν λεχθέντα ἐστὶν ὡς ἐπὶ ξένων ἀνδρῶν.

  15. 115.1

    εἰ δ’ εὐδαίμονα καὶ μακάριον οἶκον ὑπέλαβον εἶναί τινες, ἐν ᾧ συνέβη καταχθῆναι καὶ ἐνδιατρῖψαι σοφούς, οὐκ ἂν ἀξιώσαντας ἀλλ’ οὐδ’ ὅσον διακῦψαι μόνον, εἴ τι πάθος ἐνεώρων ταῖς ψυχαῖς τῶν ἔνδον ὄντων ἀνίατον, ἐγὼ δὲ οὐκ οἶδα, τίνα ὑπερβολὴν εὐδαιμονίας καὶ μακαριότητος εἶναι φῶ περὶ τὴν οἰκίαν, ἐν ᾗ καταχθῆναι καὶ ξενίων λαχεῖν ὑπέμειναν ἄγγελοι πρὸς ἀνθρώπους, ἱεραὶ καὶ θεῖαι φύσεις, ὑποδιάκονοι καὶ ὕπαρχοι τοῦ πρώτου θεοῦ, δι’ ὧν οἷα πρεσβευτῶν ὅσα ἂν θελήσῃ τῷ γένει ἡμῶν προθεσπίσαι διαγγέλλει.

  16. 116.1

    πῶς γὰρ ἂν τὴν ἀρχὴν εἰσελθεῖν ὑπέμειναν, εἰ μὴ καθάπερ νεὼς εὖ συντεταγμένον πλήρωμα τοὺς ἔνδον ἅπαντας ᾔδεσαν ἑνὶ πειθαρχοῦντας κελεύσματι τῷ τοῦ προεστηκότος ὡσανεὶ κυβερνήτου; πῶς δ’ ἂν ἑστιωμένων καὶ ξενιζομένων παρέσχον ὑπόληψιν, εἰ μὴ τὸν ἑστιάτορα συγγενῆ καὶ ὁμόδουλον ἡγοῦντο τῷ αὐτῶν προσπεφευγότα δεσπότῃ; νομιστέον μέντοι καὶ κατὰ τὴν εἴσοδον αὐτῶν ἔτι μᾶλλον ἐπιδοῦναι πάντα τὰ μέρη τῆς οἰκίας πρὸς τὸ βέλτιον αὔρᾳ τινὶ τελειοτάτης ἀρετῆς ἐπιπνευσθέντα.

  17. 117.1

    τὸ δὲ συμπόσιον οἷον εἰκὸς γενέσθαι, τὴν ἐν εὐωχίαις ἀφέλειαν ἐπιδεικνυμένων πρὸς τὸν ἑστιάτορα τῶν ἑστιωμένων καὶ γυμνοῖς ἤθεσι προσαγορευόντων καὶ ὁμιλίας τὰς ἁρμοττούσας τῷ καιρῷ ποιουμένων.

  18. 118.1

    τεράστιον δὲ καὶ τὸ μὴ πίνοντας πινόντων καὶ τὸ μὴ ἐσθίοντας ἐσθιόντων παρέχειν φαντασίαν. ἀλλὰ ταυτί γε ὡς ἀκόλουθα· τὸ δὲ πρῶτον ἐκεῖνο τερατωδέστατον, ἀσωμάτους ὄντας [τοῦδε σώματος] εἰς ἰδέαν ἀνθρώπων μεμορφῶσθαι χάριτι τῇ πρὸς τὸν ἀστεῖον· τίνος γὰρ ἕνεκα ταῦτα ἐθαυματουργεῖτο ἢ τοῦ παρασχεῖν αἴσθησιν τῷ σοφῷ διὰ τρανοτέρας ὄψεως, ὅτι οὐ λέληθε τὸν πατέρα τοιοῦτος ὤν;

  19. 119.1

    Τὰ μὲν οὖν τῆς ῥητῆς ἀποδόσεως ὡδὶ λελέχθω· τῆς δὲ δι’ ὑπονοιῶν ἀρκτέον. σύμβολα τὰ ἐν φωναῖς τῶν διανοίᾳ μόνῃ καταλαμβανομένων ἐστίν· ἐπειδὰν οὖν ἡ ψυχὴ καθάπερ ἐν μεσημβρίᾳ θεῷ περιλαμφθῇ καὶ ὅλη δι’ ὅλων νοητοῦ φωτὸς ἀναπλησθεῖσα ταῖς ἐν κύκλῳ κεχυμέναις αὐγαῖς ἄσκιος γένηται, τριττὴν φαντασίαν ἑνὸς ὑποκειμένου καταλαμβάνει, τοῦ μὲν ὡς ὄντος, τῶν δ’ ἄλλων δυοῖν ὡς ἂν ἀπαυγαζομένων ἀπὸ τούτου σκιῶν· ὁποῖόν τι συμβαίνει καὶ τοῖς ἐν αἰσθητῷ φωτὶ διατρίβουσιν· ἢ γὰρ ἑστώτων ἢ κινουμένων διτταὶ σκιαὶ πολλάκις συνεμπίπτουσι.

  20. 120.1

    μὴ μέντοι νομισάτω τις ἐπὶ θεοῦ τὰς σκιὰς κυριολογεῖσθαι· κατάχρησις ὀνόματός ἐστι μόνον πρὸς ἐναργεστέραν ἔμφασιν τοῦ δηλουμένου πράγματος, ἐπεὶ τό γε ἀληθὲς οὐχ ὧδε ἔχει·

  21. 121.1

    ἀλλ’ ἔστιν, ὡς ἄν τις ἐγγύτατα τῆς ἀληθείας ἱστάμενος εἴποι, πατὴρ μὲν τῶν ὅλων ὁ μέσος, ὃς ἐν ταῖς | ἱεραῖς γραφαῖς κυρίῳ ὀνόματι καλεῖται ὁ ὤν, αἱ δὲ παρ’ ἑκάτερα αἱ πρεσβύταται καὶ ἐγγυτάτω τοῦ ὄντος δυνάμεις, ἡ μὲν ποιητική, ἡ δ’ αὖ βασιλική· προσαγορεύεται δὲ ἡ μὲν ποιητικὴ θεός, ταύτῃ γὰρ ἔθηκέ τε καὶ διεκόσμησε τὸ πᾶν, ἡ δὲ βασιλικὴ κύριος, θέμις γὰρ ἄρχειν καὶ κρατεῖν τὸ πεποιηκὸς τοῦ γενομένου.

  22. 122.1

    δορυφορούμενος οὖν ὁ μέσος ὑφ’ ἑκατέρας τῶν δυνάμεων παρέχει τῇ ὁρατικῇ διανοίᾳ τοτὲ μὲν ἑνὸς τοτὲ δὲ τριῶν φαντασίαν, ἑνὸς μὲν ὅταν ἄκρως τύχῃ καθαρθεῖσα καὶ μὴ μόνον τὰ πλήθη τῶν ἀριθμῶν ἀλλὰ καὶ τὴν γείτονα μονάδος δυάδα ὑπερβᾶσα πρὸς τὴν ἀμιγῆ καὶ ἀσύμπλοκον καὶ καθ’ αὑτὴν οὐδενὸς ἐπιδεᾶ τὸ παράπαν ἰδέαν ἐπείγηται, τριῶν δὲ ὅταν μήπω τὰς μεγάλας τελεσθεῖσα τελετὰς ἔτι ἐν ταῖς βραχυτέραις ὀργιάζηται καὶ μὴ δύνηται τὸ ὂν ἄνευ ἑτέρου τινὸς ἐξ αὐτοῦ μόνου καταλαβεῖν, ἀλλὰ διὰ τῶν δρωμένων, ἢ κτίζον ἢ ἄρχον.

  23. 123.1

    δεύτερος μὲν οὖν, ὥς φασι, πλοῦς οὗτος, μετέχει δ’ οὐδὲν ἧττον δόξης θεοφιλοῦς· ὁ δὲ πρότερος τρόπος οὐ μετέχει, ἀλλ’ αὐτός ἐστι θεοφιλὴς δόξα, μᾶλλον δὲ καὶ δόξης πρεσβυτέρα καὶ παντὸς τιμιωτέρα τοῦ δοκεῖν ἀλήθεια. γνωριμώτερον δὲ τὸ

  24. 124.1

    δηλούμενον παραστατέον. τρεῖς εἰσιν ἠθῶν ἀνθρωπίνων τάξεις, ὧν ἑκάστη διακεκλήρωται μίαν τῶν εἰρημένων φαντασιῶν, ἡ μὲν ἀρίστη τὴν μέσην τοῦ ὄντως ὄντος, ἡ δὲ μετ’ ἐκείνην τὴν ἐπὶ δεξιά, τὴν εὐεργέτιν, ᾗ θεὸς ὄνομα, ἡ δὲ τρίτη τὴν ἐπὶ θάτερα, τὴν ἀρχικήν, ἣ καλεῖται κύριος.

  25. 125.1

    τὰ μὲν οὖν ἄριστα τῶν ἠθῶν τὸν καθ’ αὑτὸν ἄνευ τινὸς ὄντα θεραπεύει πρὸς μηδενὸς ἑτέρου μεθελκόμενα, τῷ τετάσθαι μοναδικῶς πρὸς τὴν ἑνὸς τιμήν· τῶν δ’ ἄλλων τὰ μὲν διὰ τῆς εὐεργέτιδος συνίσταται καὶ γνωρίζεται δυνάμεως τῷ πατρί, τὰ δὲ διὰ τῆς βασιλικῆς.

  26. 126.1

    ὃ δὲ λέγω, τοιοῦτόν ἐστιν. ἄνθρωποι μὲν ἐπειδὰν αἴσθωνται κατὰ πρόφασιν ἑταιρείας προσιόντας αὐτοῖς τινας ἐπὶ θήρᾳ πλεονεξιῶν, ὑποβλέπονταί τε καὶ ἀποστρέφονται τὴν προσποίητον κολακείαν καὶ τιθασείαν αὐτῶν δεδιότες ὡς σφόδρα ἐπιζήμιον·

  27. 127.1

    ὁ δὲ θεὸς ἅτε βλάβην οὐκ ἐπιδεχόμενος ἅπαντας τοὺς καθ’ ἡντινοῦν ἰδέαν προαιρουμένους τιμᾶν αὐτὸν ἄσμενος προσκαλεῖται, μηδένα σκορακίζειν ἀξιῶν τὸ παράπαν, ἀλλὰ μόνον οὐκ ἄντικρυς τοῖς ἀκοὰς ἔχουσιν ἐν τῇ ψυχῇ θεσπίζει τάδε·

  28. 128.1

    „τὰ μὲν πρῶτα τῶν ἄθλων κείσεται τοῖς ἐμὲ θεραπεύουσι δι’ ἐμὲ αὐτόν, τὰ δὲ δεύτερα τοῖς δι’ ἑαυτούς, ἢ τυχεῖν ἀγαθῶν ἐλπίζουσιν ἢ τιμωριῶν ἀπαλλαγὴν εὑρήσεσθαι προσδοκῶσι· καὶ γὰρ εἰ ἔμμισθος ἡ τῶνδε θεραπεία καὶ μὴ ἀδέκαστος, ἀλλ’ οὐδὲν ἧττον ἐντὸς εἱλεῖται θείων περιβόλων καὶ οὐκ ἔξω πλάζεται.

  29. 129.1

    τὰ δὲ ἆθλα τοῖς μὲν ἐμὲ τιμῶσι δι’ ἐμὲ κείσεται φίλια, τοῖς δὲ διὰ τὰς χρείας φίλια μὲν οὔ, τὸ δὲ μὴ ἀλλοτρίοις νομίζεσθαι· δέχομαι γὰρ καὶ τὸν τῆς εὐεργέτιδός μου δυνάμεως βουλόμενον μεταλαχεῖν εἰς μετουσίαν ἀγαθῶν καὶ τὸν φόβῳ τὴν ἡγεμονικὴν καὶ δεσποτικὴν ἱλασκόμενον ἐξουσίαν εἰς ἀποτροπὴν κολάσεως· οὐ γὰρ ἀγνοῶ, διότι πρὸς τῷ χείρους μὴ γίγνεσθαι καὶ βελτίους ἔσονται τῷ συνεχεῖ τῆς θεραπείας εἱλικρινῆ καὶ καθαρὰν εὐσέβειαν ἀσκήσαντες.

  30. 130.1

    εἰ γὰρ καὶ μάλιστα οἱ τρόποι διαφέρουσιν, ἀφ’ ὧν ποιοῦνται τὰς πρὸς τὴν ἀρέσκειαν ὁρμάς, οὐκ αἰτιατέον, ὅτι σκοπὸς εἷς καὶ τέλος ἕν ἐστιν αὐτοῖς, τὸ θεραπεύειν ἐμέ.“

  31. 131.1

    ὅτι δ’ ἡ τριττὴ φαντασία δυνάμει ἑνός ἐστιν ὑποκειμένου, φανερὸν οὐ μόνον ἐκ τῆς ἐν ἀλληγορίᾳ θεωρίας, ἀλλὰ καὶ τῆς ῥητῆς γραφῆς τάδε περιεχούσης· ἡνίκα μὲν γὰρ ὁ σοφὸς ἱκετεύει τοὺς ἐοικότας ὁδοιπόροις τρεῖς ξενισθῆναι παρ’ αὑτῷ, διαλέγεται τούτοις οὐχ ὡς τρισίν, ἀλλ’ ὡς ἑνί, καί φησι· „κύριε, εἰ ἄρα εὗρον χάριν παρὰ σοί, μὴ παρέλθῃς τὸν παῖδά σου“ (Gen. 18, 3)· τὸ γὰρ „κύριε“ καὶ τὸ „παρὰ σοὶ“ καὶ τὸ „μὴ παρέλθῃς“ καὶ ὅσα τοιαῦτα πρὸς ἕνα πέφυκεν ἀλλ’ οὐ πρὸς πλείους λέγεσθαι·

  32. 132.1

    ἡνίκα δὲ ξενιζόμενοι φιλοφρονοῦνται τὸν ξενοδόχον, πάλιν εἷς ὑπισχνεῖται ὡς μόνος αὐτὸς παρὼν γνησίου παιδὸς σπορὰν διὰ τῶνδε· "ἐπανιὼν ἥξω πρὸς σὲ κατὰ τὸν καιρὸν τοῦτον εἰς νέωτα, καὶ ἕξει υἱὸν Σάρρα ἡ γυνή σου“ (Gen. 18, 10).

  33. 133.1

    Φανερώτατα μέντοι καὶ διαπονητότατα μηνύει διὰ τῶν ἑξῆς τὸ δηλούμενον. ἡ Σοδομιτῶν χώρα, μοῖρα τῆς Χανανίτιδος γῆς, ἣν ὕστερον ὠνόμασαν Συρίαν Παλαιστίνην, ἀδικημάτων μυρίων ὅσων γεμισθεῖσα καὶ μάλιστα τῶν ἐκ γαστριμαργίας καὶ λαγνείας ὅσα τε μεγέθη καὶ πλήθη τῶν ἄλλων ἡδονῶν ἐπιτειχίσασα ἤδη παρὰ τῷ δικαστῇ τῶν ὅλων κατέγνωστο.

  34. 134.1

    αἴτιον δὲ τῆς περὶ τὸ ἀκολασταίνειν ἀμετρίας ἐγένετο τοῖς οἰκήτορσιν ἡ τῶν χορηγιῶν ἐπάλληλος ἀφθονία· βαθύγειος γὰρ καὶ εὔυδρος οὖσα ἡ χώρα παντοίων ἀνὰ πᾶν ἔτος εὐφορίᾳ καρπῶν ἐχρῆτο· „μεγίστη δ’ ἀρχὴ κακῶν“ ὡς εἶπέ τις οὐκ ἀπὸ σκοποῦ „τὰ λίαν ἀγαθά.“

  35. 135.1

    ὧν ἀδυνατοῦντες φέρειν τὸν κόρον ὥσπερ τὰ θρέμματα σκιρτῶντες ἀπαυχενίζουσι τὸν τῆς φύσεως νόμον, ἄκρατον πολὺν καὶ ὀψοφαγίας καὶ ὀχείας ἐκθέσμους μεταδιώκοντες· οὐ γὰρ μόνον θηλυμανοῦντες ἀλλοτρίους γάμους διέφθειρον, ἀλλὰ καὶ ἄνδρες ὄντες ἄρρεσιν ἐπιβαίνοντες, τὴν κοινὴν πρὸς τοὺς πάσχοντας οἱ δρῶντες φύσιν οὐκ αἰδούμενοι, παιδοσποροῦντες ἠλέγχοντο μὲν ἀτελῆ γονὴν σπείροντες, ὁ δ’ ἔλεγχος πρὸς οὐδὲν ἦν ὄφελος, ὑπὸ βιαιοτέρας νικωμένων ἐπιθυμίας.

  36. 136.1

    εἶτ’ ἐκ τοῦ κατ’ ὀλίγον ἐθίζοντες τὰ γυναικῶν ὑπομένειν τοὺς ἄνδρας γεννηθέντας θήλειαν κατεσκεύασαν αὐτοῖς νόσον, κακὸν δύσμαχον, οὐ μόνον τὰ σώματα μαλακότητι καὶ θρύψει γυναικοῦντες, ἀλλὰ καὶ τὰς ψυχὰς ἀγεννεστέρας ἀπεργαζόμενοι, καὶ τό γε ἐπ’ αὐτοὺς ἧκον μέρος τὸ σύμπαν ἀνθρώπων γένος διέφθειρον· εἰ γοῦν Ἕλληνες ὁμοῦ καὶ βάρβαροι συμφωνήσαντες ἐζήλωσαν τὰς τοιαύτας ὁμιλίας, ἠρήμωντο ἂν ἑξῆς αἱ πόλεις ὥσπερ λοιμώδει νόσῳ κενωθεῖσαι.

  37. 137.1

    λαβὼν δὲ ὁ θεὸς οἶκτον ἅτε σωτὴρ καὶ φιλάνθρωπος τὰς μὲν κατὰ φύσιν ἀνδρῶν καὶ γυναικῶν συνόδους γινομένας ἕνεκα παίδων σπορᾶς ηὔξησεν ὡς ἔνι μάλιστα, τὰς δ’ ἐκφύλους καὶ ἐκθέσμους διαμισήσας ἔσβεσε καὶ τοὺς ὀργῶντας ἐπὶ ταύτας προβαλόμενος οὐχὶ τὰς ἐν ἔθει καινουργήσας δ’ ἐκτόπους καὶ παρηλλαγμένας τιμωρίας ἐτιμωρήσατο. κελεύει γὰρ ἐξαίφνης τὸν ἀέρα νεφωθέντα πολὺν ὄμβρον οὐχ

  38. 138.1

    ὕδατος ἀλλὰ πυρὸς ὕειν· ἀθρόας δὲ νιφούσης ἀδιαστάτῳ καὶ ἀπαύστῳ ῥύμῃ φλογός, ἐκαίοντο μὲν ἀγροὶ καὶ λειμῶνες καὶ λάσια ἄλση καὶ ἕλη δασύτατα καὶ δρυμοὶ βαθεῖς, ἐκαίετο δ’ ἡ πεδιὰς καὶ ὁ τοῦ σίτου καὶ τῶν ἄλλων σπαρτῶν ἅπας καρπός, ἐκαίετο δὲ καὶ τῆς ὀρεινῆς ἡ δενδροφόρος, στελεχῶν ῥίζαις αὐταῖς ἐμπιπραμένων·

  39. 139.1

    ἐπαύλεις δὲ καὶ οἰκίαι καὶ τείχη καὶ ὅσα ἐν οἰκοδομαῖς ἰδιωτικὰ καὶ δημόσια πάντα συγκατεπίμπραντο καὶ ἡμέρᾳ μιᾷ αἱ μὲν εὐανδροῦσαι πόλεις τάφος τῶν οἰκητόρων ἐγεγένηντο, αἱ δ’ ἐκ λίθων καὶ ξύλων κατασκευαὶ τέφρα καὶ λεπτὴ κόνις.

  40. 140.1

    ἐπεὶ δὲ τὰ ἐν φανερῷ καὶ ὑπὲρ γῆς ἅπαντα κατανάλωσεν ἡ φλόξ, ἤδη καὶ τὴν γῆν αὐτὴν ἔκαιε κατωτάτω διαδῦσα καὶ τὴν ἐνυπάρχουσαν ζωτικὴν δύναμιν ἔφθειρεν εἰς ἀγονίαν παντελῆ, ὑπὲρ τοῦ μηδ’ αὖθίς ποτε καρπὸν ἐνεγκεῖν ἢ χλοηφορῆσαι τὸ παράπαν δυνηθῆναι· καὶ μέχρι νῦν καίεται, τὸ γὰρ κεραύνιον πῦρ ἥκιστα σβεννύμενον ἢ νέμεται ἢ ἐντύφεται.

  41. 141.1

    πίστις δὲ σαφεστάτη τὰ ὁρώμενα· τοῦ γὰρ συμβεβηκότος πάθους μνημεῖόν ἐστιν ὅ τε ἀναδιδόμενος ἀεὶ καπνὸς καὶ ὃ μεταλλεύουσι θεῖον· τῆς δὲ περὶ τὴν χώραν παλαιᾶς εὐδαιμονίας ἐναργέστατον ὑπολείπεται δεῖγμα πόλις μία τῶν ὁμόρων καὶ ἡ ἐν κύκλῳ γῆ, πολυάνθρωπος μὲν ἡ πόλις, εὔχορτος δὲ καὶ εὔσταχυς καὶ συνόλως καρποφόρος ἡ γῆ, πρὸς ἔλεγχον δίκης γνώμῃ θείᾳ δικασθείσης.

  42. 142.1

    ἀλλὰ γὰρ οὐχ ἕνεκα τοῦ δηλῶσαί με τὰς μεγαλουργηθείσας συμφορὰς καινὰς ταῦτα διεξῆλθον, ἀλλ’ ἐκεῖνο βουλόμενος παραστῆσαι, ὅτι τῶν τριῶν ὡς ἀνδρῶν ἐπιφανέντων τῷ σοφῷ δύο μόνους εἰς τὴν ἀφανισθεῖσαν χώραν τὰ λόγιά φησιν ἐλθεῖν ἐπ’ ὀλέθρῳ τῶν οἰκητόρων, τοῦ τρίτου μὴ δικαιώσαντος ἥκειν·

  43. 143.1

    ὃς κατά γε τὴν ἐμὴν ἔννοιαν ἦν ὁ πρὸς ἀλήθειαν ὤν, ἁρμόττον ὑπολαβὼν εἶναι τὰ μὲν ἀγαθὰ παρὼν δι’ αὑτοῦ χαρίζεσθαι, μόναις δ’ ἐπιτρέπειν ταῖς δυνάμεσι καθ’ ὑπηρεσίαν τὰ ἐναντία χειρουργεῖν, ἵνα μόνων ἀγαθῶν αἴτιος, κακοῦ δὲ μηδενὸς προηγουμένως νομίζηται.

  44. 144.1

    τοῦτό μοι δοκοῦσι καὶ τῶν βασιλέων οἱ μιμούμενοι τὴν θείαν φύσιν πράττειν, τὰς μὲν χάριτας δι’ ἑαυτῶν προτείνοντες, τὰς δὲ τιμωρίας δι’ ἑτέρων βεβαιοῦντες.

  45. 145.1

    ἀλλ’ ἐπειδὴ τῶν δυεῖν δυνάμεων ἡ μὲν εὐεργέτις ἐστίν, ἡ δὲ κολαστήριος, ἑκατέρα κατὰ τὸ εἰκὸς ἐπιφαίνεται τῇ Σοδομιτῶν γῇ, διότι τῶν ἀρίστων ἐν αὐτῇ πέντε πόλεων τέτταρες μὲν ἔμελλον ἐμπίπρασθαι, μία δὲ ἀπαθὴς παντὸς κακοῦ σῷος ὑπολείπεσθαι· ἐχρῆν γὰρ διὰ μὲν τῆς κολαστηρίου γίνεσθαι τὴν φθοράν, σῴζεσθαι δὲ διὰ τῆς εὐεργέτιδος.

  46. 146.1

    ἀλλ’ ἐπειδὴ καὶ τὸ σῳζόμενον μέρος οὐχ ὁλοκλήρους καὶ παντελεῖς εἶχεν ἀρετάς, δυνάμει μὲν τοῦ ὄντος εὐεργετεῖτο, προηγουμένως δὲ τῆς ἐκείνου φαντασίας ἀνάξιον ἐνομίσθη τυχεῖν.

  47. 147.1

    Ἡ μὲν οὖν ἐν φανερῷ καὶ πρὸς τοὺς πολλοὺς ἀπόδοσις ἥδ’ ἐστίν· ἡ δ’ ἐν ἀποκρύφῳ καὶ πρὸς ὀλίγους, ὅσοι τρόπους ψυχῆς ἐρευνῶσιν ἀλλ’ οὐ σωμάτων μορφάς, αὐτίκα λεχθήσεται. συμβολικῶς ἡ πεντάπολις αἱ ἐν ἡμῖν πέντε αἰσθήσεις εἰσί, τὰ τῶν ἡδονῶν ὄργανα, δι’ ὧν ἅπασαι μικραί τε αὖ καὶ μεγάλαι τελεσιουργοῦνται.

  48. 148.1

    ἢ γὰρ ὁρῶντες χρωμάτων καὶ σχημάτων ποικιλίας ἔν τε ἀψύχοις καὶ ψυχὴν ἔχουσιν ἡδόμεθα ἢ φωνῶν ἐμμελεστάτων ἀκούοντες ἢ κατὰ γεῦσιν ἐν τοῖς περὶ ἐδωδὴν καὶ πόσιν ἢ κατ’ ὄσφρησιν ἐν εὐωδίαις ἀτμῶν ἢ ἐν μαλακοῖς καὶ θερμοῖς ἔτι δὲ λείοις κατὰ τὴν ἁφήν.

  49. 149.1

    ζωωδέσταται μὲν οὖν καὶ ἀνδραποδωδέσταται τῶν πέντε τρεῖς εἰσιν αἰσθήσεις, γεῦσις, ὄσφρησις, ἁφή, περὶ ἃς τῶν θρεμμάτων καὶ τῶν θηρίων τὰ γαστριμαργότατα καὶ συνουσιαστικώτατα μάλιστα ἐπτόηται· δι’ ὅλης γὰρ ἡμέρας καὶ νυκτὸς ἢ τροφῶν ἀπλήστως ἐμφορεῖται ἢ πρὸς τὰς ὀχείας ὁρμᾷ.

  50. 150.1

    δύο δ’ εἰσὶν ἐμφιλόσοφοι καὶ ἡγεμονίδες, ἀκοὴ καὶ ὅρασις· βραδύτερα δέ πως καὶ θηλύτερα ὦτα ὀφθαλμῶν ἐπὶ τὰ ὁρατὰ φθανόντων ὑπὸ εὐτολμίας καὶ οὐκ ἀναμενόντων, ἄχρις ἂν ἐκεῖνα κινήσῃ, προϋπαντιαζόντων δὲ καὶ ἀντικινῆσαι γλιχομένων. ἀκοὴ μὲν οὖν, διότι βραδεῖα καὶ θηλυτέρα, δευτερεύουσαν τάξιν τετάχθω, προνομία δ’ ἔστω τις ἐξαίρετος ὁράσει· ταύτην γὰρ ὁ θεὸς βασιλίδα τῶν ἄλλων ἀπέφηνεν ἐπάνω θεὶς ἁπασῶν καὶ ὥσπερ ἐπ’ ἀκροπόλεως ἱδρυσάμενος οἰκειοτάτην ἀπειργάσατο ψυχῇ. τεκμηριώσαιτο δ’ ἄν τις ἐκ τοῦ συμμεταβάλλειν ταῖς ἐκείνης τροπαῖς·

  51. 151.1

    λύπης μὲν γὰρ ἐγγινομένης, ὀφθαλμοὶ συννοίας γέμουσι καὶ κατηφείας, χαρᾶς δ’ ἔμπαλιν, ὑπομειδιῶσι καὶ γεγήθασι, φόβου δὲ κρατήσαντος, ταραχώδους γέμουσιν ἀταξίας, κινήσεις καὶ παλμοὺς καὶ περιστροφὰς ἀτάκτους ἐνδεχόμενοι·

  52. 152.1

    εἰ δ’ ὀργὴ κατάσχοι, τραχυτέρα πως καὶ ὕφαιμος ἡ ὄψις, καὶ ἐν μὲν τῷ λογίζεσθαι καὶ φροντίζειν τινὸς ἠρεμεῖ καὶ ἐκνένευκε, μόνον οὐ συνεκτείνουσα τῇ διανοίᾳ ἑαυτήν, ἐν δὲ ταῖς ἀναψύξεσι καὶ ἀνέσεσι συνανίεται καὶ χαλᾶται·

  53. 153.1

    καὶ προσιόντι μὲν φίλῳ προευαγγελίζεται τὸ τῆς εὐνοίας πάθος εὐδίῳ καὶ γαληνῷ βλέμματι, εἰ δ’ ἐχθρὸς τύχοι, τὸ δυσάρεστον τῆς ψυχῆς πάθος προμηνύει· καὶ θρασύτητι μὲν προπηδῶσι καὶ προεκτρέχουσιν ὀφθαλμοί, αἰδοῖ δὲ πρᾴως ἠρεμοῦσι· [καὶ] ὡς συνελόντι φράσαι. ψυχῆς εἰκόνα δεδημιουργῆσθαι τὴν ὅρασιν ἀκρότητι τέχνης εὖ μεμιμημένης ἐναργὲς ἐμφαίνουσαν εἴδωλον οἷα διὰ κατόπτρου τὴν φύσιν ὁρατὴν ἐξ αὑτῆς οὐκ ἐχούσης.

  54. 154.1

    ἀλλὰ γὰρ οὐ ταύτῃ μόνον τὰς ἄλλας αἰσθήσεις ὑπερβάλλει τὸ κάλλος ὀφθαλμῶν, ἀλλὰ καὶ διότι τῶν ἄλλων ἐν ταῖς ἐγρηγόρσεσι — τὴν γὰρ καθ’ ὕπνον ἀπραξίαν οὐ παραληπτέον — ἐπιλείπουσιν αἱ χρήσεις· ὁπότε γὰρ μὴ κινήσειέ τι τῶν ἐκτός, ἡσυχάζουσιν, αἱ δὲ τῶν ὀφθαλμῶν ἀναπεπταμένων ἐνέργειαι συνεχεῖς καὶ ἀδιάστατοι μηδέποτε πληρουμένων εἰσὶ καὶ ταύτῃ παριστάντων, ἣν ἔχουσι πρὸς ψυχὴν συγγένειαν.

  55. 155.1

    ἀλλ’ ἐκείνη μὲν ἀεικίνητος οὖσα μεθ’ ἡμέραν καὶ νύκτωρ διανίσταται, τοῖς δ’ ἅτε σαρκὸς πλεῖστον μετέχουσιν αὐτάρκης ἐδόθη δωρεά, μέρος ἥμισυ τοῦ παντὸς χρόνου καὶ βίου διατελεῖν ἐνεργοῦντας τὰς ἁρμοττούσας

  56. 156.1

    ἐνεργείας. ὃ δ’ ἐστὶν ἀναγκαιότατον τῆς ἀπὸ τῶν ὀμμάτων ὠφελείας, ἤδη λεκτέον. μόνῃ γὰρ ὁράσει τῶν αἰσθήσεων ὁ θεὸς ἀνέτειλε φῶς, ὃ καὶ τῶν ὄντων ἐστὶ κάλλιστον καὶ πρῶτον ἐν ἱεραῖς βίβλοις ὠνομάσθη καλόν (Gen. 1,4).

  57. 157.1

    διττὴ δὲ φωτὸς φύσις· τὸ μὲν γὰρ ἀπὸ τοῦ χρειώδους πυρός, φθαρτοῦ φθαρτόν, ἐκλάμπει σβέσιν ἐνδεχόμενον, τὸ δὲ ἄσβεστον καὶ ἀδιάφθορόν ἐστιν, ἄνωθεν ἀπὸ τοῦ οὐρανοῦ πρὸς ἡμᾶς φερόμενον, ὥσπερ ἀπ’ ἀενάων πηγῶν ἑκάστου τῶν ἀστέρων αὐγὰς ἐκχέοντος· ἑκατέρῳ δ’ ἡ ὄψις ἐνομιλεῖ καὶ δι’ ἀμφοτέρων προσβάλλει τοῖς ὁρατοῖς εἰς ἀκριβεστάτην ἀντίληψιν.

  58. 158.1

    ἔτι τοίνυν ἐπιχειρῶμεν ὀφθαλμοὺς λόγοις ἐγκωμιάζειν, τοῦ θεοῦ τοὺς ἀληθεῖς ἐπαίνους αὐτῶν στηλιτεύσαντος ἐν οὐρανῷ, τοὺς ἀστέρας; ἡλίου γὰρ αὐγαὶ καὶ σελήνης καὶ τῶν ἄλλων πλανήτων καὶ ἀπλανῶν τοῦ χάριν γεγόνασιν ὅτι μὴ τῆς ὀφθαλμῶν ἐνεργείας εἰς τὴν τοῦ ὁρᾶν ὑπηρεσίαν;

  59. 159.1

    διὸ καὶ προσχρώμενοι τῇ πασῶν ἀρίστῃ δωρεᾷ φωτὶ καταθεῶνται τὰ ἐν κόσμῳ, γῆν, φυτά, ζῷα, καρπούς, πελαγῶν ἀναχύσεις, ποταμοὺς αὐθιγενεῖς τε καὶ χειμάρρους πηγῶν τε διαφοράς, ὧν αἱ μὲν ψυχρὸν αἱ δὲ θερμὸν νᾶμα προχέουσι, πάντων τῶν κατὰ τὸν ἀέρα συνισταμένων τὰς φύσεις — ἀμύθητοι δέ εἰσιν ἰδέαι καὶ ἀπερίληπτοι λόγῳ —, καὶ ἐπὶ πᾶσι τὸν οὐρανόν, ὃς ἀληθείᾳ κόσμος ἐν κόσμῳ δεδημιούργηται, καὶ τὰ κατ’ οὐρανὸν κάλλη καὶ θεῖα ἀγάλματα. τίς οὖν τῶν ἄλλων αἰσθήσεων

  60. 160.1

    ἐπαυχήσει διαβῆναί ποτε τοσοῦτον; ἀλλ’ ἐάσαντες τὰς ἐπὶ ταῖς φάτναις τὸ σύμφυτον ἡμῖν θρέμμα πιαινούσας, τὴν ἐπιθυμίαν, ἐξετάσωμεν τὴν λόγου μεταποιουμένην ἀκοήν· ἧς ὁ σύντονος καὶ τελειότατος δρόμος ἵσταται κατὰ ἀέρα τὸν περίγειον, ὅταν βία πνευμάτων καὶ κτύποι βροντῶν συρμὸν πολὺν καὶ χαλεπὸν πάταγον ἐξηχῶσιν.

  61. 161.1

    ὀφθαλμοὶ δὲ ἀπὸ γῆς ἐν ἀκαρεῖ φθάνουσιν εἰς οὐρανὸν καὶ τὰ πέρατα τοῦ παντός, ἐπ’ ἀνατολὰς ὁμοῦ καὶ δύσεις ἄρκτον τε καὶ μεσημβρίαν, καὶ ἀφικνούμενοι πρὸς τὸ θεωρεῖν ἕλκουσιν ἐπὶ τὰ φανέντα τὴν διάνοιαν.

  62. 162.1

    ἡ δὲ τὸ παραπλήσιον ἐνδεξαμένη πάθος οὐκ ἠρεμεῖ, ἀλλ’ ἅτε ἀκοίμητος καὶ ἀεικίνητος οὖσα, παρὰ τῆς ὄψεως τοῦ δύνασθαι τὰ νοητὰ θεωρεῖν τὰς ἀφορμὰς λαβοῦσα, εἰς σκέψιν ἦλθε, πότερον τὰ φανέντα ταῦτ’ ἐστὶν ἀγένητα ἢ γενέσεως ἔλαβεν ἀρχὴν καὶ πότερον ἄπειρα ἢ πεπερασμένα καὶ πότερον εἷς ἢ πλείονές εἰσι κόσμοι καὶ πότερον τὰ τέτταρα στοιχεῖα τῶν ἁπάντων ἐστὶν ἢ φύσιν ἐξαίρετον οὐρανὸς καὶ τὰ ἐν αὐτῷ κεκλήρωται θειοτέρας καὶ οὐχὶ τοῖς ἄλλοις τῆς αὐτῆς οὐσίας ἐπιλαχόντα·

  63. 163.1

    εἰ δὲ δὴ καὶ γέγονεν ὁ κόσμος, ὑπὸ τίνος γέγονε καὶ τίς ὁ δημιουργὸς κατ’ οὐσίαν ἢ ποιότητα καὶ τί διανοηθεὶς ἐποίει καὶ τί νῦν πράττει καὶ τίς αὐτῷ διαγωγὴ καὶ βίος καὶ ὅσα ἄλλα περιττὸς νοῦς φρονήσει συμβιῶν εἴωθε διερευνᾶσθαι.

  64. 164.1

    ταῦτα δὲ καὶ τὰ τοιαῦτα ἀνάκειται τῷ φιλοσοφεῖν· ἐξ οὗ δῆλόν ἐστιν, ὅτι σοφία καὶ φιλοσοφία τὴν ἀρχὴν ἀπ’ οὐδενὸς εἴληφεν ἑτέρου τῶν ἐν ἡμῖν ἢ τῆς ἡγεμονίδος τῶν αἰσθήσεων ὁράσεως, ἣν καὶ μόνην ἐκ τῆς σωματικῆς χώρας διέσωσεν ὁ θεὸς τὰς τέσσαρας φθείρας, ὅτι αἱ μὲν σαρκὶ καὶ τοῖς σαρκὸς πάθεσιν ἐδούλευσαν, ἡ δὲ ἴσχυσεν ἀνατεῖναι τὸν αὐχένα καὶ βλέψαι καὶ τέρψεις ἑτέρας ἀνευρεῖν πολὺ βελτίους τῶν σωματικῶν ἡδονῶν ἐκ τῆς περὶ τὸν κόσμον θεωρίας καὶ τῶν ἐν αὐτῷ.

  65. 165.1

    μίαν οὖν ὥσπερ ἐκ πενταπόλεως τῶν πέντε αἰσθήσεων τὴν ὅρασιν ἐξαιρέτου γέρως τυχεῖν ἁρμόττον ἦν καὶ φθειρομένων τῶν ἄλλων διαμένειν, ὅτι οὐ περὶ τὰ θνητὰ εἱλεῖται μόνον ὡς ἐκεῖναι, μετανίστασθαι δὲ πρὸς τὰς ἀφθάρτους φύσεις ἀξιοῖ χαίρουσα τῇ θέᾳ τούτων.

  66. 166.1

    διὸ καὶ παγκάλως „μικράν“ τε καὶ „οὐ μικρὰν“ (cf. Gen. 19, 20) τὴν πόλιν ταύτην οἱ χρησμοὶ διασυνιστᾶσιν αἰνιττόμενοι τὴν ὅρασιν· μικρὰ μὲν γὰρ λέγεται εἶναι, διότι βραχὺ μέρος τῶν ἐν ἡμῖν ἐστι, μεγάλη δέ, διότι μεγάλων ἐφίεται τὸν σύμπαντα οὐρανὸν καὶ κόσμον γλιχομένη καταθεάσασθαι.

  67. 167.1

    Περὶ μὲν οὖν τῆς ἐπιφανείσης ὄψεως καὶ τῶν ἀοιδίμων καὶ παγκάλων ξενίων, ἐν οἷς δοκῶν ἑστιᾶν ὁ ξενοδόχος εἱστιᾶτο, καθ’ ὅσον ἐφικτὸν ἦν, ἀκριβοῦσιν ἡμῖν τὰ περὶ τὸν τόπον δεδήλωται. μεγίστην δὲ πρᾶξιν ἀξίαν ἀκοῆς οὐχ ἡσυχαστέον· ὀλίγου γὰρ δέω φάναι πάσας ὅσαι θεοφιλεῖς ὑπερβάλλει. λεκτέον δὲ τὰ καίρια περὶ αὐτῆς.

  68. 168.1

    υἱὸς ἐκ τῆς γαμετῆς γίνεται τῷ σοφῷ γνήσιος, ἀγαπητὸς καὶ μόνος, τό τε σῶμα κάλλιστος καὶ τὴν ψυχὴν ἄριστος· ἤδη γὰρ τελειοτέρας τῆς ἡλικίας ἐξέφαινεν ἀρετάς, ὡς τὸν πατέρα μὴ πάθει μόνον εὐνοίας φυσικῆς ἀλλὰ καὶ γνώμῃ καθάπερ ἠθῶν δικαστὴν ἰσχυρᾷ τινι κεχρῆσθαι φιλοστοργίᾳ.

  69. 169.1

    διακειμένῳ δ’ οὕτως ἐξαπιναίως θεσπίζεται λόγιον οὔποτ’ ἐλπισθέν, σφαγιάσαι τὸν υἱὸν ἐπί τινος ὑψηλοτάτου κολωνοῦ πορρωτάτω πόλεως ἀποστάντα τριῶν ὁδὸν ἡμερῶν.

  70. 170.1

    ὁ δὲ καίτοι ἀλέκτῳ πόθῳ τοῦ παιδὸς ἐκκρεμάμενος οὔτε τὴν χρόαν μετέβαλεν οὔτε τὴν ψυχὴν ἐγνάμφθη, γνώμῃ δ’ ἀνενδότῳ καὶ ἀρρεπεῖ διέμεινεν ἀκλινής, οἷος καὶ πρόσθεν ἦν· ἔρωτι δὲ θείῳ δεδαμασμένος ἀνὰ κράτος ἐνίκα πάντα ὅσα συγγενείας ὀνόματα καὶ φίλτρα καὶ μηδενὶ τῶν ἔνδον ἐξειπὼν τὸ λόγιον, ἐκ πολυανθρώπου θεραπείας οἰκετῶν δύο μόνους τοὺς πρεσβυτάτους καὶ μάλιστα φιλοδεσπότους παραλαβών, ὡς ἕνεκά τινος ἱερουργίας τῶν ἐν ἔθει τέταρτος ἐξῄει σὺν τῷ παιδί.

  71. 171.1

    τὸν δὲ προσταχθέντα χῶρον ὥσπερ ἀπὸ σκοπιᾶς ἰδὼν ἐκ μακροῦ τοῖς μὲν θεράπουσι κελεύει καταμένειν, τῷ δὲ παιδὶ πῦρ καὶ ξύλα δίδωσι κομίζειν, αὐτὸ δικαιώσας τὸ ἱερεῖον τὰ πρὸς τὴν θυσίαν ἐπηχθίσθαι, κουφότατον βάρος· οὐδὲν γὰρ εὐσεβείας ἀπονώτερον.

  72. 172.1

    βαδίζοντες δ’ ἰσοταχῶς οὐ τοῖς σώμασι μᾶλλον ἢ ταῖς διανοίαις ὁδὸν τὴν ἐπίτομον, ἧς ὁσιότης τὸ τέλος, ἐπὶ τὸν προσταχθέντα τόπον ἀφικνοῦνται.

  73. 173.1

    κἄπειθ’ ὁ μὲν πατὴρ συνεκόμιζε λίθους, ἵνα δείμαιτο βωμόν, ὁ δὲ υἱὸς τὰ μὲν ἄλλα ὁρῶν ὅσα πρὸς ἱερουργίαν εὐτρεπῆ, ζῷον δὲ μηδέν, ἀπιδὼν εἰς τὸν πατέρα „ἰδοὺ τὸ πῦρ“ ἔφη „καὶ τὰ ξύλα, πάτερ, ποῦ τὸ ἱερεῖον“;

  74. 174.1

    ἕτερος μὲν οὖν ἃ δρᾶν ἔμελλεν εἰδὼς καὶ τῇ ψυχῇ συσκιάζων ὑπὸ τοῦ λεχθέντος κἂν συνεχύθη καὶ δακρύων πληρωθεὶς ἔμφασιν τοῦ γενησομένου παρέσχεν ἐκ τῆς περιπαθήσεως ἡσυχάζων.

  75. 175.1

    ὁ δ’ οὐδεμίαν ἐνδεξάμενος τροπὴν οὔτε κατὰ τὸ σῶμα οὔτε κατὰ τὴν διάνοιαν σταθερῷ μὲν τῷ βλέμματι σταθερῷ δὲ τῷ λογισμῷ φησι πρὸς τὴν πεῦσιν ἀποκρινόμενος· „ὦ τέκνον, ὁ θεὸς ὄψεται ἱερεῖον ἑαυτῷ καὶ ἐν ἐρημίᾳ πολλῇ, δι’ ἣν ἴσως ἀπογινώσκεις εὑρεθήσεσθαι· πάντα δ’ ἴσθι θεῷ δυνατὰ καὶ ὅσα ἐν ἀμηχάνῳ καὶ ἀπόρῳ κεῖται παρ’ ἀνθρώποις“.

  76. 176.1

    καὶ ταῦθ’ ἅμα λέγων ᾗ τάχιστα τὸν υἱὸν ἐξαρπάσας ἐπιτίθησι τῷ βωμῷ καὶ σπασάμενος τῇ δεξιᾷ τὸ ξίφος ἐπέφερεν ὡς ἀναιρήσων· φθάνει δ’ ὁ σωτὴρ θεὸς ἀπ’ ἀέρος φωνῇ μεσολαβήσας τὸ ἔργον, ᾗ προσέταττεν ἀνέχειν καὶ μὴ ψαῦσαι τοῦ παιδός, ὀνομαστὶ καλέσας δὶς τὸν πατέρα, ἵν’ ἐπιστρέψας καὶ ἀντισπάσας διακωλύσῃ

  77. 177.1

    τὴν σφαγὴν ἐργάσασθαι. καὶ ὁ μὲν διασῴζεται, τὸ δῶρον ἀντιχαρισαμένου τοῦ θεοῦ καὶ τὸν φέροντα ἐν οἷς εὐσεβεῖτο ἀντιτιμήσαντος· τῷ δ’ ἤδη καὶ ἡ πρᾶξις, εἰ καὶ μὴ τὸ τέλος ἐπηκολούθησεν, ὁλόκληρος καὶ παντελὴς οὐ μόνον ἐν ταῖς ἱεραῖς βίβλοις ἀλλὰ καὶ ἐν ταῖς τῶν ἀναγινωσκόντων διανοίαις ἀνάγραπτος ἐστηλίτευται.

  78. 178.1

    ἀλλὰ τοῖς φιλαπεχθήμοσι καὶ πάντα διαβάλλουσιν, οἳ ψόγον πρὸ ἐπαίνου τιμᾶν ἐθίζονται, τὸ πραχθὲν ἔργον οὐ δοκεῖ μέγα καὶ θαυμαστόν, ὡς ἡμεῖς ὑπολαμβάνομεν εἶναι.

  79. 179.1

    πολλοὺς γὰρ καὶ ἄλλους φασὶ τῶν πάνυ φιλοικείων καὶ φιλοτέκνων ἐπιδοῦναι τοὺς ἑαυτῶν παῖδας, τοὺς μὲν ὑπὲρ πατρίδων σφαγιασθησομένους, λυτήρια ἢ πολέμων ἢ αὐχμῶν ἢ ἐπομβρίας ἢ νοσημάτων λοιμικῶν γενησομένους, τοὺς δ’ ὑπὲρ νενομισμένης εὐσεβείας, εἰ καὶ μὴ πρὸς ἀλήθειαν οὔσης·

  80. 180.1

    Ἑλλήνων μέν γε τοὺς δοκιμωτάτους, οὐκ ἰδιώτας μόνον ἀλλὰ καὶ βασιλεῖς, ὀλίγα φροντίσαντας ὧν ἐγέννησαν διὰ τῆς τούτων ἀναιρέσεως δυνάμεις στρατευμάτων μεγάλας καὶ πολυανθρώπους ἐν μὲν τῇ συμμαχίᾳ τεταγμένας διασῶσαι, ἐν δὲ τῇ

  81. 181.1

    μερίδι τῶν ἐχθρῶν αὐτοβοεὶ διαφθεῖραι· βαρβαρικὰ δὲ ἔθνη μέχρι πολλοῦ παιδοκτονίαν ὡς ὅσιον ἔργον καὶ θεοφιλὲς προσέσθαι, ὧν μεμνῆσθαι τοῦ ἄγους καὶ τὸν ἱερώτατον Μωυσῆν· αἰτιώμενος γὰρ αὐτοὺς τοῦ μιάσματος φάσκει, ὅτι "τοὺς υἱοὺς αὐτῶν καὶ τὰς θυγατέρας κατακαίουσι τοῖς θεοῖς αὐτῶν“ (Deut. 12, 31)·

  82. 182.1

    Ἰνδῶν δὲ τοὺς γυμνοσοφιστὰς ἄχρι νῦν, ἐπειδὰν ἄρχηται καταλαμβάνειν ἡ μακρὰ καὶ ἀνίατος νόσος, τὸ γῆρας, πρὶν βεβαίως κρατηθῆναι, πυρὰν νήσαντας ἑαυτοὺς ἐμπιπράναι, δυναμένους ἔτι πρὸς πολυετίαν ἴσως ἀντισχεῖν· ἤδη δὲ καὶ γύναια προαποθανόντων ἀνδρῶν ὁρμῆσαι γεγηθότα πρὸς τὴν αὐτὴν πυρὰν καὶ ζῶντα τοῖς ἐκείνων σώμασιν ὑπομεῖναι συγκαταφλεχθῆναι·

  83. 183.1

    ταῦτα μὲν εἰκότως ἄν τις τῆς εὐτολμίας θαυμάσειεν ἐκ πολλοῦ τοῦ περιόντος καταφρονητικῶς ἔχοντα θανάτου καὶ ὡς ἐπ’ ἀθανασίαν αὐτὸν ἱέμενα καὶ ἀπνευστὶ θέοντα· τὸν δὲ τί προσῆκεν ἐπαινεῖν ὡς ἐγχειρητὴν κεκαινουργημένης πράξεως, ἣν καὶ ἰδιῶται καὶ βασιλεῖς καὶ ὅλα ἔθνη δρῶσιν ἐν καιροῖς;

  84. 184.1

    ἐγὼ δὲ πρὸς τὴν τούτων βασκανίαν καὶ πικρίαν ἐκεῖνα λέξω· τῶν καταθυόντων παῖδας οἱ μὲν ἔθει τοῦτο δρῶσιν, ὥσπερ ἐνίους ἔφασκον τῶν βαρβάρων, οἱ δὲ δι’ ἀβουλήτους καὶ μεγάλας ὑποθέσεις πόλεών τε καὶ χωρῶν ἑτέρως κατορθοῦσθαι μὴ δυναμένων, ὧν οἱ μὲν ἀνάγκῃ τοὺς αὑτῶν ἐπιδιδόασιν ὑπὸ δυνατωτέρων βιασθέντες, οἱ δὲ δόξης καὶ τιμῆς ἐφιέμενοι καὶ εὐκλείας μὲν τῆς ἐν τῷ παρόντι, εὐφημίας δὲ τῆς εἰς ὕστερον.

  85. 185.1

    οἱ μὲν οὖν ἔθει σφαγιάζοντες οὐδὲν ὡς ἔοικε μέγα δρῶσιν· ἐγχρονίζον γὰρ ἔθος ἐξισοῦται φύσει πολλάκις, ὡς καὶ τὰ δυσυπομόνητα καὶ δυσκαρτέρητα ῥᾳδίως ἐπελαφρίζειν, τὰς ὑπερβολὰς τῶν φοβερῶν ἐξευμαρίζον.

  86. 186.1

    τῶν δ’ ἕνεκα δέους ἐπιδιδόντων ἔπαινος οὐδείς· ὁ γὰρ ἔπαινος ἐν ἑκουσίοις κατορθώμασι γράφεται, τὰ δ’ ἀβούλητα ἑτέροις ἀνάκειται πράγμασιν, ἢ καιροῖς ἢ τύχαις ἢ ταῖς ἀπ’ ἀνθρώπων ἀνάγκαις.

  87. 187.1

    εἰ δέ τις δόξης ὀρεγόμενος υἱὸν ἢ θυγατέρα προΐεται, ψέγοιτ’ ἂν ἐνδίκως μᾶλλον ἢ ἐπαινοῖτο, θανάτῳ τῶν φιλτάτων ὠνούμενος τιμήν, ἣν καὶ κεκτημένος ὤφειλεν ὑπὲρ σωτηρίας τῶν τέκνων ἀπορρίπτειν.

  88. 188.1

    ἐρευνητέον οὖν, εἰ ὑπό τινος τῶν λεχθέντων ἡττηθεὶς ἐκεῖνος ἔμελλε σφαγιάζειν τὸν υἱόν, ἔθους ἢ τιμῆς ἢ δέους. ἔθος μὲν οὖν τὸ ἐπὶ παιδοκτονίᾳ Βαβυλὼν καὶ Μεσοποταμία καὶ τὸ Χαλδαίων ἔθνος οὐ παραδέχεται, ἐν οἷς ἐτράφη καὶ ἐπεβίωσε τὸν πλείονα χρόνον, ὡς τῇ συνεχείᾳ τῶν δρωμένων ἀμβλυτέραις ταῖς τῶν δεινῶν φαντασίαις κεκρατῆσθαι δοκεῖν.

  89. 189.1

    καὶ μὴν οὐδὲ φόβος τις ἦν ἀπ’ ἀνθρώπων — οὐδὲ γὰρ τὸ χρησθὲν αὐτῷ μόνῳ λόγιον ᾔδει τις —, οὐδέ τις συμφορὰ κοινὴ κατείληφεν, ἧς ἔδει τὴν θεραπείαν ἀναιρέσει γενέσθαι τοῦ δοκιμωτάτου παιδός.

  90. 190.1

    ἀλλὰ θηρώμενος ἔπαινον τῶν πολλῶν ἐπὶ τὴν πρᾶξιν ὥρμησε; καὶ τίς ἔπαινος ἐν ἐρημίᾳ, μηδενὸς τοῦ μέλλοντος ἐπευφημήσειν παρόντος, ἀλλὰ καὶ τῶν δυεῖν οἰκετῶν μακρὰν ἐπίτηδες ἀπολειφθέντων, ἵνα μὴ ἐγκαλλωπίζεσθαι καὶ ἐνεπιδείκνυσθαι

  91. 191.1

    δοκῇ μάρτυρας ἐπαγόμενος ὧν εὐσέβει; στόμασιν οὖν ἀχαλίνοις καὶ κακηγόροις θύρας ἐπιθέντες μετριαζέτωσαν τὸν ἐν αὑτοῖς μισόκαλον φθόνον καὶ ἀρετὰς ἀνδρῶν εὖ βεβιωκότων μὴ σινέσθωσαν, ἃς ἁρμόττον ἦν εὐφημίᾳ συνεπικοσμεῖν. ὅτι δὲ τῷ ὄντι ἐπαινετὴ καὶ ἀξιέραστος ἡ πρᾶξις, ἐκ πολλῶν εὐμαρὲς ἰδεῖν.

  92. 192.1

    πρῶτον μὲν τοίνυν τὸ πείθεσθαι θεῷ παρὰ πᾶσι τοῖς εὖ φρονοῦσι σεμνὸν καὶ περιμάχητον εἶναι νομιζόμενον ἐν τοῖς μάλιστα ἐπετήδευεν, ὡς μηδενὸς πώποτε τῶν προστεταγμένων ἀλογῆσαι, ἄνευ δυσκολίας καὶ ἀηδίας, κἂν πόνων τε καὶ ἀλγηδόνων μεστὸν ᾖ· παρὸ καὶ τὸ χρησθὲν ἐπὶ τῷ υἱῷ γενναιότατα καὶ στερρότατα ἤνεγκεν.

  93. 193.1

    ἔπειτ’ οὐκ ὄντος ἔθους ἐν τῇ χώρᾳ, καθάπερ ἴσως παρ’ ἐνίοις ἐστίν, ἀνθρωποθυτεῖν, ὃ τῇ συνεχείᾳ τὰς τῶν δεινῶν φαντασίας εἴωθεν ἐκλύειν, αὐτὸς ἔμελλε πρῶτος ἄρχεσθαι καινοτάτου καὶ παρηλλαγμένου πράγματος, ὅ μοι δοκεῖ μηδεὶς ἂν ὑπομεῖναι, καὶ εἰ σιδήρου τὴν ψυχὴν ἢ ἀδάμαντος κατεσκεύαστο· „φύσει“ γὰρ ὡς εἶπέ τις „ἔργον μάχεσθαι.“

  94. 194.1

    γνήσιόν τε υἱὸν πεποιημένος μόνον τοῦτον εὐθὺς εἶχε καὶ τὸ πάθος ἐπ’ αὐτῷ τῆς εὐνοίας γνήσιον, ὑπερβάλλον τοὺς σώφρονας ἔρωτας καὶ τὰς φιλίας, ὅσαι δι’ ὀνόματος γεγόνασι.

  95. 195.1

    προσῆν δέ τι καὶ βιαστικώτατον φίλτρον, τὸ μὴ καθ’ ἡλικίαν ἀλλ’ ἐν γήρᾳ γεγεννηκέναι τὸν παῖδα· τοῖς γὰρ ὀψιγόνοις ἐπιμεμήνασί πως οἱ τοκεῖς, ἢ τῷ μακρὸν ἐπιποθῆσαι χρόνον τὴν γένεσιν αὐτῶν ἢ τῷ μηκέθ’ ἑτέρους ἐλπίζειν ἔσεσθαι, τῆς φύσεως ἐνταῦθα ἱσταμένης ὡς ἐπὶ τελευταῖον καὶ ὕστατον ὅρον.

  96. 196.1

    ἐκ πολυπαιδίας μὲν οὖν ἕνα προέσθαι θεῷ καθάπερ ἀπαρχήν τινα τέκνων παράδοξον οὐδέν, ἔχοντα τὰς ἐπὶ τοῖς ζῶσιν ἡδονὰς οὐ μικρὰ παραμύθια καὶ μειλίγματα τῆς ἐπὶ τῷ σφαγιασθέντι λύπης· ὃν δὲ μόνον τις ἔσχεν ἀγαπητὸν διδοὺς λόγου παντὸς μεῖζον ἔργον διαπράττεται, μηδὲν οἰκειότητι χαριζόμενος, ἀλλ’ ὅλῃ τῇ ῥοπῇ πρὸς τὸ θεοφιλὲς ταλαντεύων.

  97. 197.1

    ἐκεῖνο μὲν δὴ ἐξαίρετον καὶ μόνῳ σχεδόν τι τούτῳ πεπραγμένον· οἱ μὲν γὰρ ἄλλοι, κἂν ὑπὲρ σωτηρίας πατρίδων ἢ στρατευμάτων ἐπιδιδῶσι σφαγιασθησομένους τοὺς ἑαυτῶν, ἢ οἴκοι καταμένουσιν ἢ μακρὰν ἀφίστανται τῶν βωμῶν ἤ, κἂν παρατυγχάνωσι, τὰς ὄψεις ἀποστρέφονται θεάσασθαι μὴ ὑπομένοντες, ἄλλων ἀναιρούντων·

  98. 198.1

    ὁ δ’ ὥσπερ ἱερεὺς αὐτὸς κατήρχετο τῆς ἱερουργίας, ἐφ’ υἱῷ τὰ πάντα ἀρίστῳ φιλοστοργότατος πατήρ· ἐμέλισε δ’ ἂν ἴσως καὶ νόμῳ τῶν ὁλοκαυτωμάτων (cf. Lev. 1, 6 al.) κατὰ μέλη τὸν υἱὸν ἱερουργῶν. οὕτως οὐ τὸ μέν τι μέρος ἀπέκλινε πρὸς τὸν παῖδα, τὸ δέ τι πρὸς εὐσέβειαν, ἀλλ’ ὅλην τὴν ψυχὴν δι’ ὅλων ὁσιότητι προσεκλήρωσεν ὀλίγα φροντίσας συγγενικοῦ αἵματος.

  99. 199.1

    τί δὴ τῶν εἰρημένων πρὸς ἑτέρους κοινόν; τί δ’ οὐκ ἐξαίρετον καὶ παντὸς λόγου κρεῖττον; ὡς τόν γε μὴ φύσει βάσκανον καὶ φιλοπόνηρον καταπλαγῆναι καὶ θαυμάσαι τῆς περιττῆς ἄγαν εὐσεβείας, οὐχ ἅπαντα ὅσα εἶπον ἀθρόα εἰς νοῦν βαλλόμενον, ἀλλὰ κἂν ἕν τι τῶν πάντων· ἱκανὴ γὰρ καὶ ἡ ἑνὸς φαντασία τύπῳ τινὶ βραχεῖ — βραχὺ δ’ οὐδὲν ἔργον σοφοῦ — μέγεθος ψυχῆς καὶ ὕψος ἐμφῆναι.

  100. 200.1

    Ἀλλὰ γὰρ οὐκ ἐπὶ τῆς ῥητῆς καὶ φανερᾶς ἀποδόσεως ἵσταται τὰ λεχθέντα, φύσιν δὲ τοῖς πολλοῖς ἀδηλοτέραν ἔοικε παρεμφαίνειν, ἣν οἱ τὰ νοητὰ πρὸ τῶν αἰσθητῶν ἀποδεχόμενοι καὶ ὁρᾶν δυνάμενοι γνωρίζουσιν.

← Previous · Next → — showing 101200 of 276

First Thousand Years of Greek. CTS URN tlg0018.tlg020.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.