De plantatione
- 101.1
ἢ οὐκ ἂν εἴποιμεν φυτὸν ἥμερον ψυχῆς παρακαταθήκης ἀπόδοσιν; ἀλλὰ τοῦτό γε τὸ φυτὸν καθάρσεως δεῖται καὶ περιττοτέρας ἐπιμελείας. τίς οὖν ἡ κάθαρσις ἥδε; παρὰ νήφοντος λαβὼν παρακαταθήκην μήτε μεθύοντι μήτ’ ἀσώτῳ μήτε μεμηνότι ἀποδῷς—ὁ γὰρ λαβὼν ὄνησιν ἐκ τοῦ κομίσασθαι οὐχ ἕξει καιρὸν ὠφεληθῆναι—, μηδὲ χρεώσταις ἢ δούλοις ἀποδῷς δανειστῶν καὶ δεσποτῶν ἐφεδρευόντων—προδοσία γὰρ τοῦτ’ ἐστίν, οὐκ ἀπόδοσις—, μηδὲ τὴν ἐν ὀλίγοις πίστιν φύλαττε ἐπὶ θήρᾳ τῆς ἐν πλείοσι πίστεως·
- 102.1
δελέατά γε οἱ μὲν ἁλιευόμενοι μικρὰ καθιέντες ἐπὶ τῷ τοὺς μείζους ἀγκιστρεύεσθαι τῶν ἰχθύων οὐ σφόδρα ἂν ὑπαίτιοι τῆς κατ’ ἀγορὰν εὐετηρίας προνοεῖσθαι φάσκοντες καὶ ὡς ἂν ἄφθονον τοῖς ἀνθρώποις τὴν καθ’ ἑκάστην ἡμέραν ποιήσωνται δίαιταν·
- 103.1
δέλεαρ δὴ μηδεὶς ὀλιγοχρημάτου παρακαταθήκης ἀπόδοσιν ἐπ’ ἄγρᾳ μείζονος προφερέτω, χερσὶ μὲν τὰ ἑνὸς καὶ ὀλίγα προτείνων, διανοίᾳ δὲ τὰ πάντων καὶ ἀμύθητα νοσφιζόμενος. ἐὰν οὖν ὡς δένδρου τῆς παρακαταθήκης περιέλῃς τὰ ἀκάθαρτα, τὰς ἀπὸ τῶν ἐφεδρευόντων βλάβας, τὰς ἀκαιρίας, τὰς ἐνέδρας, τὰ ὁμοιότροπα πάντα, ἡμερώσεις τὸ μέλλον ἀγριαίνεσθαι.
- 104.1
κἀν τῷ φιλίας μέντοι φυτῷ ταῦτα δὴ τὰ παραβλαστάνοντα τεμεῖν καὶ ἀποκόψαι φυλακῆς ἕνεκα τοῦ βελτίονος ἀναγκαῖον. τὰ δὲ παραβλαστάνοντα ταῦτ’ ἐστίν· ἑταιρῶν πρὸς ἐραστὰς γοητεῖαι, πρὸς τοὺς κολακευομένους οἰκοσίτων ἀπάται.
- 105.1
τὰς γὰρ μισθαρνούσας ἐπὶ τῇ ὥρᾳ τοῦ σώματος ἰδεῖν ἔστι περιεχομένας τῶν ἐραστῶν ὡς δὴ σφόδρα φιλούσας—φιλοῦσι δὲ οὐκ ἐκείνους, ἀλλ’ ἑαυτὰς καὶ τοῖς καθ’ ἑκάστην ἡμέραν λήμμασιν ἐπικεχήνασι—, τούς τε κόλακας ἄλεκτον μὲν ἔστιν ὅτε μῖσος πρὸς τοὺς θεραπευομένους φυλάττοντας, ὀψοφαγίαν δὲ καὶ λαιμαργίαν ἀγαπῶντας, ὑφ’ ὧν ἀναπείθονται τοὺς χορηγοὺς τῶν ἀμέτρων ἐπιθυμιῶν περιέπειν.
- 106.1
τὸ δὲ τῆς ἀκιβδηλεύτου φιλίας δένδρον ἀποσεισάμενον καὶ μεθέμενον ταῦτα καρπὸν τοῖς χρησομένοις ὠφελιμώτατον οἴσει, τὸ ἀδέκαστον. εὔνοια γάρ ἐστι βούλησις τοῦ τῷ πλησίον εἶναι τὰ ἀγαθὰ αὐτοῦ χάριν ἐκείνου. αἱ δέ γε χαμαιτύπαι καὶ οἱ κόλακες αὑτῶν ἕνεκα σπουδάζουσιν, αἱ μὲν τοῖς ἐρασταῖς, οἱ δὲ τοῖς κολακευομένοις τὰ ἀγαθὰ προσάγειν. τὰς οὖν εἰρωνείας καὶ γοητείας καθάπερ ἐπιφυομένας κῆρας τῷ φιλίας φυτῷ
- 107.1
περικοπτέον. ἱερουργίαι γε μὴν καὶ ἡ περὶ τὰς θυσίας ἁγιστεία βλάστημα κάλλιστον, ἀλλὰ παραναπέφυκεν αὐτῷ κακόν, δεισιδειμονία, ἣν πρὶν χλοῆσαι λυσιτελὲς ἐκτεμεῖν. ἔνιοι γὰρ ᾠήθησαν τὸ βουθυτεῖν εὐσέβειαν εἶναι, καὶ ἐξ ὧν ἂν κλέψωσιν ἢ ἀρνήσωνται ἢ χρεωκοπήσωσιν ἢ ἁρπάσωσιν ἢ λεηλατήσωσι μοίρας ἀπονέμουσι τοῖς βωμοῖς, οἱ δυσκάθαρτοι, τὸ μὴ δοῦναι δίκην ἐφ’ οἷς ἐξήμαρτον ὤνιον εἶναι νομίζοντες.
- 108.1
ἀλλὰ γάρ, εἴποιμ’ ἂν αὐτοῖς, ἀδέκαστόν ἐστιν, ὦ οὗτοι, τὸ θεοῦ δικαστήριον, ὡς τοὺς μὲν γνώμῃ κεχρημένους ὑπαιτίῳ, κἂν καθ’ ἅπασαν ἡμέραν ἑκατὸν βόας ἀνάγωσιν, ἀποστρέφεσθαι, τοὺς δ’ ἀνυπαιτίους, κἂν μηδὲν θύωσι τὸ παράπαν, ἀποδέχεσθαι. βωμοῖς γὰρ ἀπύροις, περὶ οὓς ἀρεταὶ χορεύουσι, γέγηθεν ὁ θεός, ἀλλ’ οὐ πυρὶ πολλῷ φλέγουσιν, ὅπερ αἱ τῶν ἀνιέρων ἄθυτοι θυσίαι συνανέφλεξαν ὑπομιμνῄσκουσαι τὰς ἑκάστων ἀγνοίας τε καὶ διαμαρτίας· καὶ γὰρ εἶπέ που Μωυσῆς θυσίαν „ἀναμιμνῄσκουσαν ἁμαρτίαν“ (Num. 5, 15).
- 109.1
πάντ’ οὖν τὰ τοιαῦτα μεγάλης γιγνόμενα ζημίας αἴτια χρὴ περιαιρεῖν καὶ ἀποκόπτειν ἑπομένους τῷ χρησμῷ, ἐν ᾧ διείρηται περιαιρεῖν τὴν
- 110.1
ἀκαθαρσίαν ξύλου τοῦ φυτευθέντος ἐδωδίμου. ἀλλ’ ἡμεῖς μὲν οὐδὲ διδασκόμενοι πρὸς εὐμάθειαν ἐπιδίδομεν· ἔνιοι δὲ αὐτοδιδάκτῳ τῇ φύσει χρησάμενοι τἀγαθὸν ἐξέδυσαν τῶν ἐνειλημμένων βλαβῶν, καθάπερ ὁ ἀσκητὴς ἐπίκλην Ἰακώβ· οὗτος γὰρ „ῥάβδους ἐλέπισε λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν“ (Gen. 30,37), ἵνα τῆς ἐν μέσοις ποικιλίας σκοταίοις καὶ ζοφεροῖς πανταχοῦ ἀναιρεθείσης τὸ μὴ τέχνῃ ποικιλλόμενον, φύσει δὲ γεννώμενον ἀδελφὸν αὐτῆς λευκὸν εἶδος ἀναδειχθῇ.
- 111.1
παρὸ καὶ ἐν τῷ περὶ τῆς λέπρας τεθέντι νόμῳ διείρηται τὸν μηκέτι διηνθισμένον ποικιλίᾳ χρωμάτων ὅλον δὲ λευκωθέντα δι’ ὅλων ἀπὸ κεφαλῆς ἄκρας ἕως ποδῶν ἐσχάτων καθαρὸν εἶναι (Lev. 13,12.13), ἵνα κατὰ τὴν ἀπὸ τοῦ σώματος μετάβασιν τὸ ποικίλον καὶ πανοῦργον καὶ ἀντιρρέπον καὶ ἐπαμφοτερίζον τῆς διανοίας μεθέμενοι πάθος τὸ ἀποίκιλον καὶ ἀνενδοίαστον ἀληθείας ἁπλοῦν χρῶμα δεξώμεθα.
- 112.1
τὸ μὲν οὖν τὸ ξύλον φάσκειν περικαθαίρεσθαι λόγον ἔχει βεβαιούμενον ἀληθείᾳ, τὸ δὲ τὸν καρπὸν οὐ πάνυ τῷ ἐναργεῖ πεπίστωται· σῦκα γὰρ ἢ σταφυλὴν ἢ συνόλως καρπὸν οὐδεὶς γεωργῶν περικαθαίρει.
- 113.1
καὶ μήν φησί γε· „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται“, ὡς εἰωθότος δήπου περικαθαίρεσθαι ἀεί. λεκτέον οὖν, ὅτι καὶ τοῦθ’ ἕν ἐστι τῶν ἐν ὑπονοίαις ἀποδιδομένων, τοῦ ῥητοῦ μὴ σφόδρα συνᾴδοντος. ἡ δὲ λέξις ἐστὶν ἀμφίβολος· δηλοῖ γὰρ ἓν μέν τι τοιοῦτον „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται“, εἶτα ἰδίᾳ τὸ „ἀπερικάθαρτος οὐ βρωθήσεται“, ἕτερον δὲ „ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος“, ἔπειθ’ οὕτως „οὐ βρωθήσεται.“
- 114.1
κατὰ μὲν οὖν τὸ πρότερον σημαινόμενον ταῦτα ἄν τις ἐκδέξαιτο· τῶν τριῶν ἐτῶν ἀντὶ τοῦ τριμεροῦς χρόνου παραλαμβανομένων, ὃς εἰς τὸν παρεληλυθότα καὶ ἐνεστῶτα καὶ μέλλοντα τέμνεσθαι πέφυκεν, ὁ τῆς παιδείας καρπὸς ἔσται καὶ ὑποστήσεται καὶ μενεῖ σῷος κατὰ πάντα τὰ χρόνου τμήματα, ἴσον τῷ δι’ αἰῶνος φθορὰν μὴ δεχόμενος· ἄφθαρτος γὰρ ἡ τοῦ ἀγαθοῦ φύσις. „ἀπερικάθαρτος δὲ καρπὸς οὐ βρωθήσεται“, παρόσον οἱ μὲν κεκαθαρμένοι καὶ ὑγιαίνοντες ἀστεῖοι λόγοι ψυχὴν τρέφουσι καὶ νοῦν αὔξουσιν, οὐ τρόφιμοι δέ εἰσιν οἱ ἐναντίοι νόσον καὶ φθορὰν ἐπιπέμποντες αὐτῇ.
- 115.1
κατὰ δὲ τὸ ἕτερον σημαινόμενον ὥσπερ ἀναπόδεικτος λέγεται διχῶς, ὅ τε δυσκόλως ἀργαλεότητος ἕνεκα ἐπιδεικνύμενος καὶ ὁ ἐνθένδε γνώριμος ἐξ αὑτοῦ, τὸ σαφὲς οὐκ ἐκ τῆς ἑτέρου μαρτυρίας, ἀλλ’ ἐκ τῆς ἐμφαινομένης ἐναργείας αὐτῷ πιστούμενος, ᾧ πρὸς τοὺς συλλογιστικοὺς εἴωθεν ἡ διαλεκτικὴ λόγους χρῆσθαι, οὕτως ἀπερικάθαρτος καρπὸς ὅ τε δεόμενος καθάρσεως καὶ μὴ κεκαθαρμένος, καὶ ὁ τηλαυγέστατος.
- 116.1
τοιοῦτός ἐστιν ὁ παιδείας καρπὸς τρία ἔτη, τουτέστι τὸν τριμερῆ χρόνον, τὸν σύμπαντα αἰῶνα, καθαρώτατος καὶ διαυγέστατος, ὑπ’ οὐδενὸς βλαβεροῦ συσκιαζόμενος, λουτρῶν καὶ περιρραντηρίων ἢ συνόλως ἑτέρου τινὸς τῶν εἰς κάθαρσιν τεινόντων οὐδαμῇ οὐδαμῶς
- 117.1
χρεῖος ὤν. „τῷ δὲ ἔτει“ φησί „τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ“. τὸν τέσσαρα ἀριθμὸν πολλαχοῦ μὲν τῆς νομοθεσίας, μάλιστα δὲ ἐν τῷ καταλόγῳ τῆς τοῦ παντὸς γενέσεως, ἀποσεμνύνειν ἔοικεν ὁ προφητικὸς λόγος·
- 118.1
τὸ γὰρ αἰσθητὸν καὶ τίμιον φῶς, τὸ καὶ ἑαυτοῦ καὶ τῶν ἄλλων σαφέστατον γνώρισμα, καὶ τοὺς τοκέας αὐτοῦ ἥλιον καὶ σελήνην καὶ τὸν ἱερώτατον χορὸν τῶν ἀστέρων, οἳ νύκτα τε καὶ ἡμέραν, ἔτι τε μῆνας καὶ ἐνιαυτοὺς ἀνατολαῖς καὶ δύσεσιν ἐπεράτωσαν ἀριθμοῦ τε φύσιν ἀνέδειξαν, οἷς τὸ μέγιστον ψυχῆς ἀγαθὸν ἀνάκειται, ἡμέρᾳ τετάρτῃ φησὶ δημιουργηθῆναι (Gen. 1, 14).
- 119.1
διαφερόντως δὲ καὶ νῦν αὐτὸν ἐκτετίμηκεν, οὐκ ἐν ἑτέρῳ χρόνῳ τὸν τῶν δένδρων καρπὸν ἀναθεὶς τῷ θεῷ ἢ ἐνιαυτῷ τῆς φυτείας τετάρτῳ.
- 120.1
λόγον γὰρ καὶ φυσικώτατον καὶ ἠθικώτατον ἔχει· τάς τε γοῦν τοῦ παντὸς ῥίζας, ἐξ ὧν ὁ κόσμος, τέτταρας εἶναι συμβέβηκε, γῆν, ὕδωρ, ἀέρα, πῦρ, καὶ τὰς ἐτησίους ὥρας ἰσαρίθμους, χειμῶνα καὶ θέρος καὶ τὰς μεθορίους, ἔαρ τε καὶ μετόπωρον.
- 121.1
πρεσβύτατός τε αὖ τετραγώνων ὁ ἀριθμὸς ὢν ἐν ὀρθαῖς γωνίαις, ὡς τὸ κατὰ γεωμετρίαν δηλοῖ σχῆμα, ἐξετάζεται· αἱ δ’ εἰσὶν ὀρθότητος λόγου σαφῆ δείγματα, πηγὴ δὲ ἀέναος ἀρετῶν ὁ ὀρθὸς λόγος.
- 122.1
ἀνάγκη μέντοι τὰς τοῦ τετραγώνου πλευρὰς ἴσας εἶναι· δικαιοσύνην δὲ ἰσότης τὴν ἔξαρχον καὶ ἡγεμονίδα τῶν ἀρετῶν ἔτεκεν· ὥστε ἰσότητος καὶ δικαιοσύνης καὶ πάσης ἀρετῆς χωρὶς τῶν ἄλλων ἐπιδείκνυται τὸν ἀριθμὸν εἶναι σύμβολον.
- 123.1
καλεῖται δ’ ἡ τετρὰς καὶ „πᾶς“, ὅτι τοὺς ἄχρι δεκάδος καὶ αὐτὴν δεκάδα περιέχει δυνάμει. ὅτι μὲν οὖν τοὺς πρὸ αὐτῆς, παντί τῳ δῆλον· ὅτι δὲ καὶ τοὺς μετ’ αὐτήν, ἐξ ἐπιλογισμοῦ ῥᾴδιον ἰδεῖν [ἐν ἀριθμῷ μὲν ἕξ]·
- 124.1
ἕν, δύο, τρία, τέτταρα συντιθέντες ὃ ἠποροῦμεν εὑρήσομεν. ἐκ μὲν γὰρ ἑνὸς καὶ τεττάρων πεντὰς ἔσται, ἐκ δὲ δυεῖν καὶ τεττάρων ἑξάς, ἑβδομὰς δὲ ἐκ τριῶν καὶ τεττάρων· καὶ κατὰ τὴν διπλῆν σύνθεσιν ἐξ ἑνὸς καὶ τριῶν καὶ τεττάρων ὀγδοάς, καὶ πάλιν ἐκ δυεῖν καὶ τριῶν καὶ τεττάρων ὁ ἐννέα ἀριθμός, δεκὰς δὲ ἐκ πάντων· ἓν γὰρ καὶ δύο καὶ τρία καὶ τέτταρα δέκα γεννᾷ.
- 125.1
διὰ τοῦτο καὶ Μωυσῆς εἶπεν, ὅτι „ἔτει τῷ τετάρτῳ ἔσται πᾶς ὁ καρπὸς αὐτοῦ ἅγιος“· ἄρτιον γὰρ καὶ ὁλόκληρον καὶ πλήρη, ὡς καὶ σύμπαντα, ὡς τύπῳ φάναι, λόγον ἔχει, διὰ τὸ δεκάδα, ἣν τετρὰς ἐγέννησε, πρῶτον καμπτῆρα τῶν ἀπὸ μονάδος συντιθεμένων ἀριθμῶν ἑστάναι· δεκὰς δὲ καὶ τετρὰς „πᾶς“ ἐν ἀριθμοῖς εἶναι λέγεται, ἀλλὰ δεκὰς μὲν ἀποτελέσματι, τετρὰς δὲ δυνάμει.
- 126.1
τόν τε παιδείας καρπὸν οὐ μόνον ἅγιον, ἀλλὰ καὶ αἰνετὸν εἶναί φησι προσηκόντως· ἑκάστη μέν γε τῶν ἀρετῶν ἐστι χρῆμα ἅγιον, εὐχαριστία δὲ ὑπερβαλλόντως· θεῷ δὲ οὐκ ἔνεστι γνησίως εὐχαριστῆσαι δι’ ὧν νομίζουσιν οἱ πολλοὶ κατασκευῶν ἀναθημάτων θυσιῶν—οὐδὲ γὰρ σύμπας ὁ κόσμος ἱερὸν ἀξιόχρεων ἂν γένοιτο πρὸς τὴν τούτου τιμήν —, ἀλλὰ δι’ ἐπαίνων καὶ ὕμνων, οὐχ οὓς ἡ γεγωνὸς ᾄσεται φωνή, ἀλλὰ οὓς ὁ ἀειδὴς καὶ καθαρώτατος νοῦς ἐπηχήσει καὶ ἀναμέλψει.
- 127.1
παλαιὸς γοῦν ᾄδεται λόγος ὑπὸ μὲν σοφῶν εὑρεθείς, μνήμῃ δέ, οἷα φιλεῖ, κατὰ διαδοχὰς παραδοθεὶς τοῖς μετέπειτα, οὐδὲ τὰς ἀεὶ παιδείας λίχνους ἡμετέρας παρῆλθεν ἀκοάς. ἔστι δὲ τοιόσδε· ἡνίκα, φασί, τὸν σύμπαντα κόσμον ὁ ποιητὴς ἐτελεσφόρησεν, ἑνὸς τῶν ὑποφητῶν ἐπύθετο, εἴ τι ποθεῖ μὴ γενόμενον τῶν ὅσα κατὰ γῆς καὶ καθ’ ὕδατος ἢ ὅσα κατὰ τὴν μετάρσιον ἀέρος ἢ τὴν ἐσχάτην τοῦ παντὸς φύσιν οὐρανοῦ γέγονεν.
- 128.1
ὁ δὲ ἀπεκρίνατο τέλεια μὲν καὶ πλήρη πάντα διὰ πάντων εἶναι, ἓν δὲ μόνον ζητεῖν, τὸν ἐπαινέτην αὐτῶν λόγον, ὃς τὰς ἐν πᾶσι καὶ τοῖς βραχυτάτοις καὶ ἀφανεστάτοις δοκοῦσιν ὑπερβολὰς οὐκ ἐπαινέσει μᾶλλον ἢ ἐξαγγελεῖ· τὰς γὰρ διηγήσεις τῶν τοῦ θεοῦ ἔργων αὐταρκέστατον ἐκείνων ἔπαινον εἶναι, προσθήκης οὐδεμιᾶς ἔξωθεν εἰς κόσμον δεομένων, ἀλλὰ τὸ ἀψευδὲς τῆς ἀληθείας τελειότατον ἐχόντων ἐγκώμιον.
- 129.1
ἀκούσαντα δὲ τὸν πατέρα τοῦ παντὸς τὸ λεχθὲν ἐπαινέσαι, καὶ οὐκ εἰς μακρὰν τὸ πάμμουσον καὶ ὑμνῳδὸν ἀναφανῆναι γένος ἐκ μιᾶς δὴ τῶν περὶ αὐτὸν δυνάμεων παρθένου Μνήμης, ἣν Μνημοσύνην παρατρέποντες οἱ πολλοὶ τοὔνομα καλοῦσιν.
- 130.1
ὁ μὲν οὖν τῶν παλαιῶν μῦθος ὧδε ἔχει. ἑπόμενοι δὲ ἡμεῖς αὐτῷ λέγομεν, ὅτι οἰκειότατόν ἐστιν ἔργον θεῷ μὲν εὐεργετεῖν, γενέσει δὲ εὐχαριστεῖν μηδὲν ἔξω τούτου πλέον τῶν εἰς ἀμοιβὴν ἀντιπαρασχεῖν δυναμένῃ· ὃ γὰρ ἂν θελήσῃ τῶν ἄλλων ἀντιχαρίσασθαι, τοῦθ’ εὑρήσεται τοῦ πάντα πεποιηκότος ἀλλ’ οὐ τῆς κομιζούσης φύσεως κτῆμα ἴδιον.
- 131.1
μαθόντες οὖν, ὡς ἓν ἔργον ἡμῖν ἐπιβάλλει μόνον ἐν τοῖς πρὸς τιμὴν θεοῦ, τὸ εὐχάριστον, τοῦτο ἀεὶ καὶ πανταχοῦ μελετῶμεν διὰ φωνῆς καὶ διὰ γραμμάτων ἀστείων καὶ μηδέποτε ἐπιλείπωμεν μήτε λόγους ἐγκωμιαστικοὺς μήτε ποιήματα συντιθέντες, ἵνα καὶ ἐμμελῶς καὶ χωρὶς μέλους καὶ καθ’ ἑκατέραν φωνῆς ἰδέαν, ᾗ τὸ λέγειν καὶ τὸ ᾄδειν ἀποκεκλήρωται, ὅ τε κοσμοποιὸς καὶ ὁ κόσμος γεραίρηται, „ὁ μέν“, ὡς ἔφη τις, „ἄριστος τῶν αἰτίων, ὁ δὲ τελειότατος τῶν γεγονότων“.
- 132.1
ἐπειδὰν οὖν ἔτει καὶ ἀριθμῷ τετάρτῳ πᾶς ὁ ψυχῆς ἀφιερωθῇ καρπός, τῷ πέμπτῳ τὴν ἀπόλαυσιν καὶ χρῆσιν ἡμεῖς αὐτοὶ σχήσομεν. φησὶ γάρ· „ἐν τῷ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν“, ἐπειδὴ τὸ γεγονὸς τοῦ πεποιηκότος ὕστερον ἐν ἅπασιν ἐξετάζεσθαι νόμος φύσεως ἀνεπίληπτος, ὥστε κἄν, εἰ τῶν δευτερείων ἀντιλαμβανοίμεθα, καὶ θαυμαστὸν ἡγεῖσθαι.
- 133.1
καὶ διὰ τοῦτο μέντοι τὸν καρπὸν τοῦ πέμπτου ἡμῖν ἀνατίθησιν, ὅτι αἰσθήσεως πεντὰς ἀριθμὸς οἰκεῖος καί, εἰ δεῖ τἀληθὲς εἰπεῖν, τὸ τρέφον τὸν νοῦν ἡμῶν ἐστιν αἴσθησις, ἢ δι’ ὀφθαλμῶν τὰς χρωμάτων καὶ σχημάτων ποιότητας εὐτρεπίζουσα ἢ δι’ ὤτων παντοδαπὰς τὰς τῶν φωνῶν ἰδιότητας ἢ διὰ μυκτήρων ὀσμὰς ἢ χυλοὺς διὰ στόματος ἢ μαλακότητας εὐενδότους καὶ σκληρότητας ἀντιτύπους ἢ λειότητας καὶ τραχύτητας, ψυχρότητάς τε αὖ καὶ θερμότητας διὰ τῆς ἀνὰ πᾶν τὸ σῶμα σκιδναμένης
- 134.1
δυνάμεως ἣν ἔθος ὀνομάζειν ἁφήν. τῶν δὲ εἰρημένων παράδειγμα σαφέστατον οἱ Λείας υἱοί, τῆς ἀρετῆς, οὐχ ἅπαντες, ἀλλὰ τέταρτός τε καὶ πέμπτος. ἐπὶ μὲν γὰρ τοῦ τετάρτου φησὶ Μωυσῆς, ὅτι „ἔστη τοῦ τίκτειν“ (Gen. 29, 35), καλεῖται δὲ Ἰούδας, ὃς ἑρμηνεύεται κυρίῳ ἐξομολόγησις. τὸν δὲ πέμπτον Ἰσσάχαρ προσαγορεύει, μισθὸς δὲ μεταληφθεὶς καλεῖται. καὶ τεκοῦσα τὸν τρόπον τοῦτον ἡ ψυχὴ ὃ ἔπαθεν εὐθὺς ἐξελάλησεν· „ἐκάλεσε“ γάρ φησι „τὸ ὄνομα αὐτοῦ Ἰσσάχαρ, ὅ ἐστι μισθός“ (Gen. 30, 18).
- 135.1
οὐκοῦν Ἰούδας ὁ εὐλογῶν τὸν θεὸν νοῦς καὶ τὰς εἰς αὐτὸν εὐχαρίστους ὑμνῳδίας ἀπαύστως μελετῶν αὐτὸς ὁ πρὸς ἀλήθειαν „ἅγιος καὶ αἰνετὸς καρπὸς“ ἦν, οὐχ ὑπὸ γῆς δένδρων, ἀλλ’ ὑπὸ φύσεως λογικῆς καὶ σπουδαίας ἐνεχθείς. παρὸ καὶ ἡ τεκοῦσα αὐτὸν φύσις „στῆναι“ λέγεται „τοῦ τίκτειν“, ἐπεὶ καὶ πῇ τράπηται οὐκ εἶχεν ἔτι, πρὸς τὸν τελειότητος ὅρον ἐλθοῦσα· τῶν γὰρ ἀποκυηθέντων κατορθωμάτων ἁπάντων ἄριστον καὶ τελειότατον γέννημα ὁ εἰς τὸν πατέρα τοῦ παντὸς ὕμνος.
- 136.1
ὁ δὲ πέμπτος υἱὸς τῆς κατὰ τὸν πέμπτον ἐνιαυτὸν τῶν φυτευθέντων ἀδιαφορεῖ χρήσεως· ὅ τε γὰρ γεωπόνος μισθὸν τρόπον τινὰ λαμβάνει παρὰ τῶν δένδρων ἔτει πέμπτῳ καὶ τὸ τῆς ψυχῆς γέννημα Ἰσσάχαρ [ὃς] μισθὸς ἐκαλεῖτο, καὶ σφόδρα εἰκότως, μετὰ τὸν εὐχάριστον Ἰούδαν ἀποκυηθείς· τῷ γὰρ εὐχαρίστῳ μισθὸς αὐτὸ τὸ εὐχαριστεῖν αὐταρκέστατος.
- 137.1
οἱ μὲν οὖν τῶν δένδρων καρποὶ γεννήματα λέγονται τῶν ἐχόντων, ὁ δὲ παιδείας καὶ φρονήσεως οὐκέτι ἀνθρώπου, μόνου δέ, ὥς φησι Μωυσῆς, τοῦ πανηγεμόνος· εἰπὼν γὰρ „τὰ γεννήματα αὐτοῦ“ ἐπιφέρει· „ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν“, ἐναργέστατα παριστὰς ὅτι οὗ τὸ γέννημα καὶ ὁ τῆς ψυχῆς καρπός, εἷς ἐστιν ὁ θεός.
- 138.1
τούτῳ καὶ παρά τινι τῶν προφητῶν χρησθὲν συνᾴδει τόδε· „ἐξ ἐμοῦ ὁ καρπός σου εὕρηται. τίς σοφὸς καὶ συνήσει ταῦτα; συνετὸς καὶ γνώσεται αὐτά“ (Hos. 14,9.10) ; οὐ γὰρ παντὸς ἀλλὰ μόνου σοφοῦ τὸ γνῶναι, τίνος ὁ διανοίας καρπός ἐστι.
- 139.1
Περὶ μὲν οὖν γεωργίας τῆς πρεσβυτάτης καὶ ἱερωτάτης, ᾗ τὸ αἴτιον πρὸς τὸν κόσμον, τὸ παμφορώτατον φυτῶν, χρῆται, καὶ περὶ τῆς ἑπομένης, ἣν ὁ ἀστεῖος ἐπιτηδεύει, καὶ περὶ τῆς φερομένης τετράδος τῶν ἄθλων, καὶ ἃ κατὰ προστάξεις καὶ ὑφηγήσεις νόμων συνεκροτεῖτο,
- 140.1
ὡς οἷόν τε ἦν εἴπομεν. τὴν δὲ τοῦ δικαίου Νῶε ἀμπελουργικήν, εἶδος γεωργικῆς οὖσαν, ἐπισκεψώμεθα. λέγεται γὰρ ὅτι „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργὸς γῆς· καὶ ἐφύτευσεν ἀμπελῶνα, καὶ ἔπιε τοῦ οἴνου, καὶ ἐμεθύσθη“ (Gen. 9, 20. 21).
- 141.1
οὐκοῦν τὸ μέθης φυτὸν ἐξεργάζεται τεχνικῶς καὶ ἐπιστημόνως ὁ δίκαιος τῶν ἀφρόνων ἄτεχνον καὶ πλημμελῆ ποιουμένων αὐτοῦ τὴν ἐπιστασίαν, ὥστε ἀναγκαῖον τὰ προσήκοντα περὶ μέθης εἰπεῖν· εὐθὺς γὰρ εἰσόμεθα καὶ τὴν δύναμιν τοῦ παρέχοντος αὐτῇ τὰς ἀφορμὰς φυτοῦ. τὰ μὲν οὖν εἰρημένα τῷ νομοθέτῃ περὶ μέθης εἰσόμεθα ἐπ’ ἀκριβείας αὖθις, νυνὶ δὲ ἐξερευνήσωμεν ὅσα καὶ τοῖς ἄλλοις ἔδοξεν.
- 142.1
ἐσπουδάσθη δὲ παρὰ πολλοῖς τῶν φιλοσόφων ἡ σκέψις οὐ μετρίως. προτείνεται δὲ οὕτως, εἰ μεθυσθήσεται ὁ σοφός. ἔστι τοίνυν τὸ μεθύειν διττόν, ἓν μὲν ἴσον τι τῷ οἰνοῦσθαι, ἕτερον δὲ ἴσον τῷ ληρεῖν ἐν οἴνῳ.
- 143.1
τῶν δὲ ἐπιχειρησάντων τῇ προτάσει οἱ μὲν ἔφασαν μήτε ἀκράτῳ πλείονι χρήσεσθαι τὸν σοφὸν μήτε ληρήσειν· τὸ μὲν γὰρ ἁμάρτημα, τὸ δὲ ἁμαρτήματος εἶναι ποιητικόν, ἑκάτερον δὲ ἀλλότριον κατορθοῦντος·
- 144.1
οἱ δὲ τὸ μὲν οἰνοῦσθαι καὶ σπουδαίῳ προσῆκον ἀπεφήναντο, τὸ δὲ ληρεῖν ἀνοίκειον· τὴν γὰρ ἐν αὐτῷ φρόνησιν ἱκανὴν εἶναι τοῖς βλάπτειν ἐπιχειροῦσιν ἀντιστατῆσαι καὶ τὸν ἐπὶ τὴν ψυχὴν νεωτερισμὸν αὐτῶν καθελεῖν· δύναμιν δὲ περιβεβλῆσθαι φρόνησιν παθῶν σβεστήριον εἴτε ὑπὸ φλεγμαίνοντος ἔρωτος οἴστρων ἀνερριπισμένων εἴτε ὑπὸ πολλοῦ καὶ ζέοντος ἐξημμένων οἴνου, δι’ ἣν ὑπεράνω στήσεται· ἐπεὶ καὶ τῶν κατὰ ποταμοῦ βαθέος ἢ θαλάττης δυομένων οἱ μὲν ἄπειροι τοῦ ναυτίλλεσθαι διαφθείρονται, οἱ δὲ τοῦ πράγματος ἐπιστήμονες τάχιστα διασῴζονται· καὶ μὴν ὥσπερ χειμάρρους ὁ πολὺς ἄκρατος ἐπικλύζων τὴν ψυχὴν τοτὲ μὲν βρίθουσαν εἰς ἀμαθίας ἔσχατον βυθὸν κατέρριψε, τοτὲ δὲ ὑπὸ τῆς σωτηρίου παιδείας ἐπικουφιζομένην καὶ ἐπελαφριζομένην οὐδὲν ἴσχυσε βλάψαι.
- 145.1
οἱ δὲ τὸ μέγεθος τῆς περὶ τὸ πάθος ὑπερβολῆς οὐ κατανοήσαντες, οἶμαι, τοῦ σοφοῦ μετεωροπολοῦντα αὐτὸν ὥσπερ οἱ τὰ πτηνὰ θηρῶντες ἐπὶ γῆν ἀπ’ οὐρανοῦ κατεβίβασαν, ἵν’ εἰς τὰς ὁμοίας κῆρας ἀγάγωσιν, οὐδ’ ὁρῶντες ἀρετῆς εἰς ὕψος ἔφασαν, ὅτι χρησάμενος οἴνω πλείονι τοῦ μετρίου πάντως ἀκράτωρ αὐτὸς ἑαυτοῦ γενόμενος διαμαρτήσεται καὶ οὐ χεῖρας μόνον ὑπ’ ἀσθενείας οἷα τῶν ἀθλητῶν οἱ νενικημένοι καθείς, ἀλλὰ καὶ αὐχένα καὶ κεφαλὴν παραβαλὼν καὶ ὀκλάσας καὶ ὅλον τὸ
- 146.1
σῶμα κατασυρεὶς ἀναπεσεῖται. τοῦτο μέντοι προμαθὼν οὐκ ἄν ποτε ἀξιώσειεν ἑκὼν εἰς πολυοινίας ἀγῶνα ἐλθεῖν, εἰ μὴ μεγάλα εἴη τὰ διαφέροντα, σωτηρία πατρίδος ἢ τιμὴ γονέων ἢ τέκνων καὶ τῶν οἰκειοτάτων σωμάτων ἀσφάλεια ἢ συνόλως ἰδίων τε καὶ κοινῶν ἐπανόρθωσις πραγμάτων.
- 147.1
οὐδὲ γὰρ θανάσιμον φάρμακον προσενέγκαιτο ἄν, εἰ μὴ πάνυ βιάζοιντο οἱ καιροὶ καθάπερ ἐκ πατρίδος μετανίστασθαι τοῦ βίου· φάρμακον δέ, εἰ καὶ οὐ θανάτου, μανίας γοῦν ἄκρατον εἶναι αἴτιον συμβέβηκε. διὰ τί δ’ οὐχὶ καὶ μανίαν λεκτέον θάνατον, ᾧ τὸ κράτιστον ἀποθνῄσκει τῶν ἐν ἡμῖν, ὁ νοῦς; ἀλλά μοι δοκεῖ τις ἂν εἰκότως τὸν διακρίνοντα καὶ διαλύοντα ψυχήν τε καὶ σῶμα ὡς κουφότερον ἀντὶ βαρυτέρου τοῦ κατὰ τὴν ἔκστασιν, εἴ τις ἦν αἵρεσις, ἀνενδοιάστως ἑλέσθαι.
- 148.1
διὰ τοῦτο μέντοι καὶ τὸν εὑρετὴν τῆς περὶ τὸν οἶνον ἐργασίας μαινόλην ἐκάλεσαν οἱ πρῶτοι καὶ τὰς ἐξ αὐτοῦ κατασχέτους γενομένας βάκχας μαινάδας, ἐπεὶ μανίας καὶ παραφροσύνης αἴτιος τοῖς ἀπλήστως ἐμφορουμένοις ὁ οἶνος.
- 149.1
τὰ μὲν οὖν ὡσανεὶ προοίμια τῆς σκέψεως τοιαῦτά ἐστι, τὸν δὲ περὶ αὐτῆς λόγον ἤδη περαίνωμεν διπλοῦν ὡς εἰκὸς ὄντα, τὸν μὲν ὅτι ὁ σοφὸς μεθυσθήσεται κατασκευάζοντα, τὸν δὲ τοὐναντίον ὅτι οὐ μεθυσθήσεται βεβαιούμενον.
- 150.1
τοῦ δὲ προτέρου τὰς πίστεις ἁρμόττον λέγειν πρότερον, ποιησαμένους ἐνθένδε τὴν ἀρχήν· τῶν πραγμάτων τὰ μὲν ὁμώνυμα, τὰ δὲ συνώνυμα εἶναι συμβέβηκεν. ὁμωνυμία δὲ καὶ συνωνυμία τἀναντία ὁμολογεῖται, ὅτι ὁμωνυμία μὲν κατὰ πολλῶν ὑποκειμένων ἓν ὄνομα,
- 151.1
συνωνυμία δὲ καθ’ ἑνὸς ὑποκειμένου πολλά. ἡ κυνὸς φωνὴ πάντως ὁμώνυμος ἐμφερομένων πλειόνων ἀνομοίων, ἃ δι’ αὐτῆς σημαίνεται· τό τε γὰρ χερσαῖον ὑλακτικὸν ζῷον κύων καὶ θὴρ ὁ θαλάττιος καὶ ὁ οὐράνιος ἀστήρ, ὃν ὀπωρινὸν οἱ ποιηταὶ καλοῦσιν, ὅτι τῆς ὀπώρας ἄρτι ἡβώσης ἐπιτέλλει τοῦ τελεσφορηθῆναί τε χάριν αὐτὴν καὶ πεπανθῆναι, καὶ προσέτι ὁ ἀπὸ τῆς κυνικῆς αἱρέσεως ὁρμηθεὶς φιλόσοφος, Ἀρίστιππος καὶ Διογένης καὶ ἄλλων οἳ τὰ αὐτὰ ἐπιτηδεύειν ἠξίωσαν ἀπερίληπτος ἀριθμὸς ἀνθρώπων.
- 152.1
ἄλλαι δ’ εἰσὶ προσρήσεις διάφοροι κατὰ σημαινομένου ἑνὸς ὡς ἰός, ὀϊστός, βέλος—τὸ γὰρ διὰ τῆς τόξου νευρᾶς ἐπὶ τὸν σκοπὸν ἀφιέμενον πάντα ταῦτα λέγεται—· καὶ πάλιν εἰρεσία, κώπη, πλάτη, τὸ πρὸς πλοῦν ἰσοδυναμοῦν ἱστίοις· ὁπότε γὰρ μὴ δύναιτο χρῆσθαι ναῦς κατὰ νηνεμίας ἢ ἀντιπνοίας ἱστίοις, πρόσκωποι καθίσαντες οἷς ἐπιμελὲς καὶ οἷα ταρσοὺς ἑκατέρωθεν ἀποτείναντες ὑπόπτερον αὐτὴν φέρεσθαι βιάζονται, ἡ δὲ ἐξαιρομένη πρὸς ὕψος, ἐπιτρέχουσα τοῖς κύμασι μᾶλλον ἢ ἐντέμνουσα ταῦτα, τροχάζουσα ταχυναυτεῖ καὶ ναυλοχωτάτοις ὑποδρόμοις ἐνορμίζεται.
- 153.1
καὶ μὴν πάλιν σκίπων, βακτηρία, ῥάβδος ἑνὸς ὑποκειμένου διάφοροι κλήσεις, ᾧ τύπτειν καὶ ἀκραδάντως σκηρίπτεσθαι καὶ ἐπερείδεσθαι καὶ ἄλλα πλείω ποιεῖν ἔνεστι. ταῦτα δ’ οὐ μακρολογοῦντες ὅλως εἴπομεν, ἀλλ’ ὑπὲρ τοῦ
- 154.1
σαφέστερον γνῶναι τὸ ζητούμενον. τὸν ἄκρατον ὥσπερ οἶνον, οὕτως καὶ μέθυ οἱ παλαιοὶ ἐκάλουν· πολλαχοῦ γοῦν τῆς ποιήσεώς ἐστι τουτὶ τοὔνομα ἐμφερόμενον, ὥστ’ εἰ τὰ συνωνυμοῦντα καθ’ ἑνὸς ὑποκειμένου λέγεται, οἶνος καὶ μέθυ, καὶ τὰ ἀπὸ τούτων οὐδὲν ὅτι μὴ φωναῖς διοίσει μόνον, τό τε οἰνοῦσθαι καὶ τὸ μεθύειν [ἕν]·
- 155.1
ἑκάτερον δὲ πλείονος οἴνου χρῆσιν ἐμφαίνει, ἣν πολλῶν ἕνεκα αἰτιῶν οὐκ ἂν ἀποστρέφοιτο ὁ σπουδαῖος. εἰ δὲ οἰνωθήσεται, καὶ μεθυσθήσεται, χεῖρον οὐδὲν ἐκ τῆς μέθης διατεθείς, ἀλλὰ ταὐτὸν ὅπερ καὶ [ὁ] ἐκ ψιλῆς τῆς οἰνώσεως παθών.
- 156.1
Μία μὲν ἀπόδειξις περὶ τοῦ τὸν σοφὸν μεθυσθῆναι λέλεκται, δευτέρα δ’ ἐστὶ τοιαύτη· σχεδὸν οἱ νῦν ἄνθρωποι τοῖς προτέροις ἔξω μέρους βραχέος οὐδὲν ὁμοιότροπον ζηλοῦν ἀξιοῦσιν, ἀλλὰ καὶ ἐν λόγοις καὶ ἐν ἔργοις τὸ μὴ συνῳδὸν καὶ διαφωνοῦν ἐπιδείκνυνται·
- 157.1
τοὺς μὲν γὰρ λόγους ὑγιαίνοντας καὶ ἐρρωμένους εἰς πάθος ἀνήκεστον καὶ φθορὰν περιήγαγον ἀντὶ σφριγώσης καὶ ἀθλητικῆς ὄντως εὐεξίας οὐδὲν ὅτι μὴ νοσοῦν κατασκευάσαντες καὶ τὸν πλήρη καὶ ναστόν, ὡς ἔφη τις, ὑπ’ εὐτονίας ὄγκον εἰς παρὰ φύσιν οἰδούσης καχεξίας ἀγαγόντες καὶ κενῷ φυσήματι μόνον ἐπαίροντες, ὃ δι’ ἔνδειαν τῆς συνεχούσης δυνάμεως, ὅταν μάλιστα περιταθῇ, ῥήγνυται.
- 158.1
τὰς δὲ πράξεις ἐπαινέσεως καὶ σπουδῆς ἀξίας καὶ αὐτάς, ὡς ἔπος εἰπεῖν, ἄρρενας ἐξεθήλυναν αἰσχρὰς ἀντὶ καλῶν ἐργαζόμενοι, ὡς ὀλίγους εἶναι παντάπασιν ἑκατέροις, ἔργοις τε καὶ λόγοις, ἀρχαιοτρόπου ζηλώσεως ἐρῶντας.
- 159.1
τοιγαροῦν ἐπ’ ἐκείνων ποιηταὶ καὶ λογογράφοι καὶ ὅσοι περὶ τὰ ἄλλα μουσικῆς ἐσπούδαζον ἤνθουν, οὐ τὰς ἀκοὰς διὰ τῆς ἐν ῥυθμοῖς φωνῆς ἀφηδύνοντές τε καὶ θρύπτοντες, ἀλλὰ εἴ τι τῆς διανοίας κατεαγὸς καὶ κεκλασμένον ἐγείροντες καὶ ὅσον ἐμμελὲς αὐτῆς ἁρμοζόμενοι φύσεως καὶ ἀρετῆς ὀργάνοις· ἐφ’ ἡμῶν δὲ ὀψαρτυταὶ καὶ σιτοπόνοι καὶ ὅσοι τῆς ἐν βαφικῇ καὶ μυρεψικῇ τεχνῖται περιεργίας, ἀεί τι καινὸν χρῶμα ἢ σχῆμα ἢ ἀτμὸν ἢ χυλὸν ἐπιτειχίζοντες ταῖς αἰσθήσεσιν, ὅπως τὸν ἡγεμόνα πορθήσωσι νοῦν.
- 160.1
τίνος δὴ χάριν τούτων ἐμνήσθην; ἵν’ ἐπιδείξω, ὅτι καὶ τὸν ἄκρατον οὐχ ὁμοίως οἱ νῦν τοῖς πάλαι προσφέρονται. νῦν μὲν γὰρ ἄχρι τοῦ σῶμα καὶ ψυχὴν παρεθῆναι πίνουσιν ἀθρόως καὶ ἀπνευστί, χαίνοντες ἔτι καὶ προσεπιφέρειν τοῖς οἰνοχοουμένοις κελεύοντες, κἂν διαμέλλωσιν ἀγανακτοῦντες, ὅτι τὸν θερμὸν λεγόμενον παρ’ αὐτοῖς πότον παραψύχουσι, καὶ τὸ παράκομμα τῶν γυμνικῶν, τὸν παροίνιον ἀγῶνα, πρὸς τοὺς συνόντας ἐπιδείκνυνται, ἐν ᾧ μεγάλα καὶ καλὰ ἀλλήλους ἀντιδρῶσιν, ὦτα καὶ ῥῖνας καὶ χειρῶν ἄκρους δακτύλους καὶ ὁποῖα δ’ ἂν τύχῃ μέρη τοῦ σώματος ἀπεσθίοντες.
- 161.1
ταῦτ’ ἐστὶ τῆς ἡβώσης καὶ νεωτέρας καὶ ἄρτι ἀκμαζούσης ἆθλα, ὡς ἔοικεν, εὐφροσύνης, τῆς δὲ ἀρχαίας καὶ πρεσβυτέρας τἀναντία· πάσης γὰρ καλῆς πράξεως ἀφ’ ἱερῶν τελείων οἱ πρότεροι κατήρχοντο, νομίζοντες μάλιστα οὕτως αἴσιον ἀποβήσεσθαι τὸ τέλος αὐτοῖς, καὶ πρὶν εὔξασθαί τε καὶ θῦσαι, καὶ εἰ σφόδρα τοῦ πράττειν ἐπέσπευδον οἱ καιροί, πάντως ἀνέμενον οὐκ ἀεὶ τὸ ταχὺ τοῦ βραδέος ἡγούμενοι κρεῖττον· οὐ προμηθὲς μὲν γὰρ τάχος βλαβερόν, βραδυτὴς δὲ μετ’ εὐελπιστίας ὠφέλιμον. εἰδότες οὖν, ὅτι καὶ ἡ τοῦ οἴνου ἀπόλαυσίς τε καὶ χρῆσις δεῖται πολλῆς ἐπιμελείας,
- 162.1
οὔτε ἄδην οὔτε ἀεὶ προσεφέροντο τὸν ἄκρατον, ἀλλ’ ἔν τε κόσμῳ καὶ καιρῷ προσήκοντι. πρότερον γὰρ εὐξάμενοι καὶ θυσίας ἀναγαγόντες καὶ ἱλασάμενοι τὸ θεῖον, σώματα καὶ ψυχὰς καθηράμενοι, τὰ μὲν λουτροῖς, τὰ δὲ νόμων καὶ παιδείας ὀρθῆς ῥεύμασι, φαιδροὶ καὶ γεγηθότες πρὸς ἀνειμένην δίαιταν ἐτρέποντο, μηδὲ οἴκαδε πολλάκις ἀφικόμενοι, ἀλλ’ ἐν οἷς ἔθυσαν ἱεροῖς διατελοῦντες, ἵνα καὶ τῶν θυσιῶν μεμνημένοι καὶ τὸν τόπον αἰδούμενοι ἱεροπρεπεστάτην ὡς ἀληθῶς ἄγωσιν εὐωχίαν, μήτε λόγῳ μήτε ἔργῳ διαμαρτάνοντες.
- 163.1
ἀπὸ τούτου γέ τοί φασι τὸ μεθύειν ὠνομάσθαι, ὅτι μετὰ τὸ θύειν ἔθος ἦν τοῖς πρότερον οἰνοῦσθαι. τίσι δὴ μᾶλλον οἰκεῖος ἂν εἴη τῆς τοῦ ἀκράτου χρήσεως ὁ λεχθεὶς τρόπος ἢ σοφοῖς ἀνδράσιν, οἷς καὶ τὸ πρὸ τῆς μέθης ἔργον ἁρμόττει τὸ θύειν;
- 164.1
σχεδὸν γὰρ οὐδὲ εἷς τῶν φαύλων πρὸς ἀλήθειαν ἱερουργεῖ, κἂν ἐνδελεχεῖς μυρίους βόας ἀνὰ πᾶσαν ἡμέραν ἀνάγῃ· τὸ γὰρ ἀναγκαιότατον ἱερεῖον αὐτῷ λελώβηται, ὁ νοῦς, λώβας δὲ οὐ θέμις βωμῶν προσάψασθαι.
- 165.1
Δεύτερος μὲν δὴ λόγος οὗτος εἴρηται, δεικνὺς ὅτι οὐκ ἀλλότριον σπουδαίου τὸ μεθύειν, τρίτος δ’ ἐστὶν ἀπὸ διαφερούσης τῆς πρὸς τὴν ἐτυμολογίαν πιθανότητος ἠρτημένος· τὴν γὰρ μέθην οὐ μόνον, ἐπειδὴ μετὰ θυσίας ἐπιτελεῖται, νομίζουσί τινες εἰρῆσθαι, ἀλλ’ ὅτι καὶ μεθέσεως ψυχῆς αἰτία γίγνεται.
- 166.1
μεθίεται δὲ ὁ μὲν τῶν ἀφρόνων λογισμὸς εἰς πλειόνων χύσιν ἁμαρτημάτων, ὁ δὲ τῶν ἐμφρόνων εἰς ἀνέσεως καὶ εὐθυμίας καὶ ἱλαρότητος ἀπόλαυσιν· ἡδίων γὰρ αὐτὸς ἑαυτοῦ νήφοντος οἰνωθεὶς ὁ σοφὸς γίγνεται, ὥστε οὐδ’ ἂν ταύτῃ διαμαρτάνοιμεν φάσκοντες ὅτι μεθυσθήσεται. πρὸς δὲ τούτοις κἀκεῖνο λεκτέον,
- 167.1
ὅτι οὐ σκυθρωπὸν καὶ αὐστηρὸν τὸ τῆς σοφίας εἶδος, ὑπὸ συννοίας καὶ κατηφείας ἐσταλμένον, ἀλλ’ ἔμπαλιν ἱλαρὸν καὶ γαληνίζον, μεστὸν γηθοσύνης καὶ χαρᾶς· ὑφ’ ὧν πολλάκις προήχθη τις οὐκ ἀμούσως παῖξαί τι καὶ χαριεντίσασθαι, παιδιὰν μέντοι τῇ σεμνότητι καὶ σπουδῇ καθάπερ ἐν ἡρμοσμένῃ λύρᾳ φθόγγοις ἀντιφώνοις εἰς ἑνὸς μέλους κρᾶσιν συνηχοῦσαν.
- 168.1
κατὰ γοῦν τὸν ἱερώτατον Μωυσῆν τέλος ἐστὶ σοφίας παιδιὰ καὶ γέλως, ἀλλ’ οὐχ ἃ τοῖς νηπίοις ἄνευ φρονήσεως πᾶσι μελετᾶται, ἀλλ’ ἃ τοῖς ἤδη πολιοῖς οὐ χρόνῳ μόνον ἀλλὰ καὶ βουλαῖς ἀγαθαῖς γεγονόσιν. οὐχ ὁρᾷς ὅτι τὸν αὐτηκόου καὶ αὐτομαθοῦς καὶ αὐτουργοῦ τῆς ἐπιστήμης ἀρυσάμενον οὐ μετέχοντα γέλωτος, ἀλλ’ αὐτὸν γέλωτα εἶναί φησιν;
- 169.1
οὗτός ἐστιν Ἰσαάκ, ὃς ἑρμηνεύεται γέλως, ᾧ παίζειν μετὰ τῆς ὑπομονῆς, ἣν Ῥεβέκκαν Ἑβραῖοι καλοῦσιν, ἁρμόττει. τὴν δὲ | θείαν παιδιὰν τῆς ψυχῆς ἰδιώτῃ μὲν οὐ θέμις ἰδεῖν, βασιλεῖ δὲ ἔξεστιν, ᾧ πάμπολυν χρόνον παρῴκησεν, εἰ καὶ μὴ πάντ’ ἐνῴκησε τὸν αἰῶνα, σοφία. προσαγορεύεται οὗτος Ἀβιμέλεχ, ὃς διακύψας τῇ θυρίδι, τῷ διοιχθέντι καὶ φωσφόρῳ τῆς διανοίας ὄμματι, τὸν Ἰσαὰκ εἶδε παίζοντα μετὰ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ (Gen. 26,8).
- 170.1
τί γὰρ ἄλλο ἐμπρεπὲς ἔργον σοφῷ ἢ τὸ παίζειν καὶ γανοῦσθαι καὶ συνευφραίνεσθαι τῇ τῶν καλῶν ὑπομονῇ; ἐξ ὧν ὅτι καὶ μεθυσθήσεται δῆλόν ἐστι τῆς μέθης ἠθοποιούσης καὶ ἄνεσιν καὶ ὠφέλειαν ἐργαζομένης·
- 171.1
ὁ γὰρ ἄκρατος τὰ τῇ φύσει προσόντα ἐπιτείνειν καὶ σφοδρύνειν ἔοικεν εἴτε καλὰ εἴτε καὶ τὰ ἐναντία, καθάπερ καὶ πολλὰ τῶν ἄλλων· ἐπεὶ καὶ χρήματα αἴτια μὲν ἀγαθῶν ἀγαθῷ, κακῷ δέ, ὡς ἔφη τις, κακῶν· καὶ πάλιν δόξα τοῦ μὲν ἄφρονος τὴν κακίαν ἐπιφανεστέραν, τοῦ δὲ δικαίου τὴν ἀρετὴν εὐκλεεστέραν ἐπιφαίνει. οὕτως οὖν καὶ ὁ ἄκρατος ἀναχυθεὶς τὸν μὲν πάθεσι κεχρημένον ἐμπαθέστερον, τὸν δὲ εὐπαθείαις εὐμενέστερον καὶ ἵλεω μᾶλλον ἀπειργάσατο.
- 172.1
τίς γε μὴν οὐκ οἶδεν, ὅτι δυεῖν ἐναντίων ἐπειδὰν θάτερον εἶδος ἐφαρμόζῃ πλείοσι, καὶ θάτερον ἐξ ἀνάγκης συμβήσεται; οἷον λευκοῦ καὶ μέλανος ἐναντίων ὄντων, εἰ τὸ λευκὸν ἀστείοις τε καὶ φαύλοις, καὶ τὸ μέλαν ἐξ ἴσου δήπουθεν ἀμφοτέροις, οὐχὶ μόνοις προσέσται τοῖς ἑτέροις. καὶ μὴν τό γε νήφειν καὶ τὸ μεθύειν ἐναντία, μετέχουσι δὲ τοῦ νήφειν, ὡς ὁ τῶν προτέρων λόγος, ἀγαθοί τε καὶ φαῦλοι· ὥστε καὶ τὸ μεθύειν ἑκατέρῳ τῶν εἰδῶν ἐφαρμόττει. μεθυσθήσεται τοιγάρτοι καὶ ὁ ἀστεῖος μηδὲν τῆς ἀρετῆς ἀποβαλών.
- 173.1
εἰ δ’ ὥσπερ ἐν δικαστηρίῳ μὴ μόνον ταῖς ἐντέχνοις ἀποδείξεσιν, ἀλλὰ καὶ ταῖς ἀτέχνοις λεγομέναις χρηστέον, ὧν μία ἐστὶν ἡ διὰ τῶν μαρτυριῶν, πολλοὺς καὶ εὐδοκίμους μαρτυροῦντας παρεξόμεθα παῖδας ἰατρῶν καὶ φιλοσόφων, οὐ λόγοις μόνον ἀλλὰ καὶ γράμμασι τὴν μαρτυρίαν σημαινομένους.
- 174.1
μυρίας γὰρ ἀπολελοίπασι συντάξεις ἐπιγράψαντες περὶ μέθης, ἐν αἷς περὶ ψιλῆς αὐτὸ μόνον χρήσεως οἴνου σκοποῦσιν, οὐδὲν περὶ τῶν ληρεῖν εἰωθότων προσεξετάζοντες, ἀλλ’ ὅλον τὸ παροινίας παραπέμψαντες εἶδος· ὥστε καὶ παρὰ τούτοις σαφέστατα ἀνωμολογῆσθαι, ὅτι τὸ μεθύειν ἦν τὸ οἰνοῦσθαι. οἴνου δὲ σπάσαι πλείονος οὐκ ἂν εἴη χεῖρον ἐν καιρῷ σοφόν· οὐ τοίνυν διαμαρτησόμεθα λέγοντες ὅτι μεθυσθήσεται.
- 175.1
ἐπεὶ δὲ οὐδεὶς καθ’ αὑτὸν ἀγωνιζόμενος ἀναγράφεται νικῶν, εἰ δὲ ἀγωνίζεται, σκιαμαχεῖν μᾶλλον ἂν εἰκότως δόξαι, ἀνάγκη καὶ τοὺς τὸ ἐναντίον κατασκευάζοντας λόγους εἰπεῖν, ἵνα δικαιοτάτη γενηθῇ κρίσις, μηδετέρου μέρους ἐξ ἐρήμου καταδικασθέντος.
- 176.1
ἔστι δὲ πρῶτος καὶ δυνατώτατος οὗτος· εἰ τῷ μεθύοντι οὐκ ἄν τις εὐλόγως λόγον ἀπόρρητον παρακατάθοιτο, τῷ δὲ ἀστείῳ παρακατατίθεται, οὐκ ἄρα μεθύει ὁ ἀστεῖος. ἀλλ’ οὖν πρὶν ἢ τοὺς ἄλλους ἑξῆς συνείρειν, ἄμεινον καθ’ ἕκαστον τῶν προτεινομένων ἀντιλέγειν, ἵνα μὴ μακρηγοροῦντες ἐπὶ πλέον διοχλεῖν δοκῶμεν.
- 177.1
φήσει δή τις ἐναντιούμενος, ὅτι κατὰ τὸν λεχθέντα λόγον ὁ σοφὸς οὔτε μελαγχολήσει ποτὲ οὔτε κοιμηθήσεται οὔτε συνόλως ἀποθανεῖται· ᾧ δὲ μὴ συμβαίνει τι τοιοῦτον, ἄψυχόν ἐστιν ἢ θεῖον, ἄνθρωπος δὲ οὐκ ἂν εἴη τὸ παράπαν. τὴν γὰρ ἀγωγὴν τοῦ λόγου μιμησάμενος ἐφαρμόσει τὸν τρόπον τοῦτον τῷ μελαγχολῶντι ἢ κοιμωμένῳ ἢ ἀποθνῄσκοντι· οὐκ ἄν τις εὐλόγως λόγον ἀπόρρητον τῷ τοιούτῳ παρακατάθοιτο, τῷ δὲ σοφῷ εὐλόγως· οὔτ’ ἄρα μελαγχολᾷ οὔτε κοιμᾶται οὔτε ἀποθνῄσκει ὁ σοφός.
← Previous — showing 101–177 of 177
First Thousand Years of Greek. CTS URN tlg0018.tlg010.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.