Ancient Textssearch the texts themselves, not just their titles

← Library

De plantatione

First Thousand Years of Greek · First Thousand Years of Greek · 177 sections

  1. 1.1

    Ἐν μὲν τῷ προτέρῳ βιβλίῳ τὰ περὶ γεωργικῆς τέχνης γενικῆς, ὅσα καιρὸς ἦν, εἴπομεν, ἐν δὲ τούτῳ περὶ τῆς κατ’ εἶδος ἀμπελουργικῆς, ὡς ἂν οἷόν τε ᾖ, ἀποδώσομεν. τὸν γὰρ δίκαιον οὐ γεωργὸν μόνον, ἀλλὰ καὶ ἰδίως ἀμπελουργὸν εἰσάγει φάσκων· „ἤρξατο Νῶε ἄνθρωπος εἶναι γεωργὸς γῆς καὶ ἐφύτευσεν ἀμπελῶνα“ (Gen. 9, 20).

  2. 2.1

    προσήκει δὲ τὸν μέλλοντα περὶ τῶν κατὰ μέρος φυτουργιῶν τε καὶ γεωργιῶν διεξιέναι κατανοῆσαι πρῶτον τὰ τελειότατα τοῦ παντὸς φυτὰ καὶ τὸν μέγαν φυτουργὸν καὶ ἐπιστάτην αὐτῶν. ὁ μὲν τοίνυν τῶν φυτουργῶν μέγιστος καὶ τὴν τέχνην τελειότατος ὁ τῶν ὅλων ἡγεμών ἐστι, φυτὸν δὲ αὖ περιέχον ἐν ἑαυτῷ τὰ ἐν μέρει φυτὰ ἅμα παμμυρία καθάπερ κληματίδας ἐκ μιᾶς ἀναβλαστάνοντα ῥίζης ὅδε ὁ κόσμος.

  3. 3.1

    ἐπειδὴ γὰρ τὴν οὐσίαν ἄτακτον καὶ συγκεχυμένην οὖσαν ἐξ αὑτῆς εἰς τάξιν ἐξ ἀταξίας καὶ ἐκ συγχύσεως εἰς διάκρισιν ἄγων ὁ κοσμοπλάστης μορφοῦν ἤρξατο, γῆν μὲν καὶ ὕδωρ ἐπὶ τὸ μέσον ἐρρίζου, τὰ δὲ ἀέρος καὶ πυρὸς δένδρα πρὸς τὴν μετάρσιον ἀνεῖλκεν ἀπὸ τοῦ μέσου χώραν, τὸν δὲ αἰθέριον ἐν κύκλῳ τόπον ὠχυροῦτο τῶν ἐντὸς ὅρον τε καὶ φυλακτήριον αὐτὸν τιθείς, ἀφ’ οὗ καὶ οὐρανὸς ὠνομάσθαι δοκεῖ· καὶ ὀχεῖσθαι μὲν γῆν ὕδατι ξηρὰν οὖσαν, ἣν δέος ἦν ὕδατι διαλύεσθαι, πυρὶ δὲ ἀέρα θερμῷ φύσει τὸν ἐξ ἑαυτοῦ ψυχρότατον, θαῦμα ἔκτοπον, ὁ θαυματοποιὸς εἰργάζετο.

  4. 4.1

    πῶς γὰρ οὐ τεράστιον ὑπὸ μὲν τοῦ λυομένου συνέχεσθα τὸ λύον, πρὸς γῆς ὕδωρ, ἐπὶ δὲ τῷ ψυχροτάτῳ τὸ θερμότατον ἄσβεστον ἱδρῦσθαι, πῦρ ἐπὶ ἀέρι; καὶ ταῦτα μὲν τὰ τέλεια τοῦ παντὸς ἦν μοσχεύματα, τὸ δὲ παμμέγεθες καὶ παμφορώτατον ἔρνος ὁ κόσμος οὗτος, οὗ παραφυάδες οἱ εἰρημένοι βλαστοί.

  5. 5.1

    Ὅπου ποτ’ οὖν ἄρα τὰς ῥίζας καθῆκε καὶ τίς ἐστιν αὐτῷ βάσις, ἐφ’ ἧς ὥσπερ ἀνδριὰς ἐρήρεισται, σκεπτέον. σῶμα μὲν οὖν οὐδὲν ἀπολειφθὲν εἰκὸς ἔξω πλανᾶσθαι πᾶσαν τὴν δι’ ὅλων ὕλην ἐργασαμένου καὶ διακοσμήσαντος θεοῦ·

  6. 6.1

    τελειότατον γὰρ ἥρμοττε τὸ μέγιστον τῶν ἔργων τῷ μεγίστῳ δημιουργῷ διαπλάσασθαι, τελειότατον δὲ οὐκ ἂν ἦν, εἰ μὴ τελείοις συνεπληροῦτο μέρεσιν· ὥστε ἐκ γῆς ἁπάσης καὶ παντὸς ὕδατος καὶ ἀέρος καὶ πυρός, μηδενὸς ἔξω μηδὲ τοῦ βραχυτάτου καταλειφθέντος, συνέστη ὅδε ὁ κόσμος.

  7. 7.1

    ἀνάγκη τοίνυν ἐκτὸς ἢ κενὸν ἢ μηδὲν εἶναι. εἰ μὲν δὴ κενόν, πῶς τὸ πλῆρες καὶ ναστὸν καὶ τῶν ὄντων βαρύτατον οὐ βρίθει ταλαντεῦον στερεοῦ μηδενὸς ἐπερείδοντος; ἐξ οὗ φάσματι ἂν ἐοικέναι δόξαι, ζητούσης ἀεὶ τῆς διανοίας βάσιν σωματικήν, ἣν πᾶν ἔχειν εἰκός, ἐάν τι κινούμενον τυγχάνῃ, τὸν δὲ δὴ κόσμον καὶ διαφερόντως, ὅτι τὸ μέγιστον σωμάτων ἐστὶ καὶ πλῆθος ἄλλων σωμάτων ὡς οἰκεῖα ἐγκεκόλπισται μέρη. τὰς δυσωπίας οὖν εἴ τις ἀποδιδράσκειν βούλοιτο τὰς ἐν τοῖς διαπορηθεῖσι,

  8. 8.1

    λεγέτω μετὰ παρρησίας, ὅτι οὐδὲν τῶν ἐν ὕλαις κραταιὸν οὕτως, ὡς τὸν κόσμον ἀχθοφορεῖν ἰσχῦσαι, λόγος δὲ ὁ ἀίδιος θεοῦ τοῦ αἰωνίου τὸ ὀχυρώτατον καὶ βεβαιότατον ἔρεισμα τῶν ὅλων ἐστίν.

  9. 9.1

    οὗτος ἀπὸ τῶν μέσων ἐπὶ τὰ πέρατα καὶ ἀπὸ τῶν ἄκρων ἐπὶ τὰ μέσα ταθεὶς δολιχεύει τὸν τῆς φύσεως δρόμον ἀήττητον συνάγων τὰ μέρη πάντα καὶ σφίγγων· δεσμὸν γὰρ αὐτὸν ἄρρηκτον τοῦ παντὸς ὁ γεννήσας ἐποίει πατήρ.

  10. 10.1

    εἰκότως οὖν οὐδὲ γῆ πᾶσα διαλυθήσεται πρὸς παντὸς ὕδατος, ὅπερ αὐτῆς οἱ κόλποι κεχωρήκασιν, οὐδ’ ὑπὸ ἀέρος σβεσθήσεται πῦρ, οὐδ’ ἔμπαλιν ὑπὸ πυρὸς ἀὴρ ἀναφλεχθήσεται, τοῦ θείου λόγου μεθόριον τάττοντος αὑτὸν καθάπερ φωνήεντα στοιχείων ἀφώνων, ἵνα τὸ ὅλον ὥσπερ ἐπὶ τῆς ἐγγραμμάτου φωνῆς συνηχήσῃ, τὰς τῶν ἐναντίων ἀπειλὰς πειθοῖ τῇ συναγωγῷ μεσιτεύοντός τε καὶ διαιτῶντος.

  11. 11.1

    Οὕτως μὲν δὴ τὸ παμφορώτατον φυτὸν ἐρριζοῦτο καὶ ῥιζωθὲν ἐκρατεῖτο· τῶν δὲ ἐν μέρει καὶ βραχυτέρων φυτῶν τὰ μὲν μεταβατικῶς κινητά, τὰ δὲ ἄνευ μεταβάσεως ὡς ἂν ἑστῶτα κατὰ τὸν αὐτὸν τόπον ἐδημιουργεῖτο.

  12. 12.1

    τὰ μὲν οὖν μεταβατικῇ κινήσει χρώμενα, ἃ δή φαμεν ἡμεῖς ζῷα εἶναι, ταῖς τοῦ παντὸς ὁλοσχερεστέραις προσεγένετο μοίραις, γῇ μὲν τὰ χερσαῖα, πλωτὰ δὲ ὕδατι, τὰ δὲ πτηνὰ ἀέρι καὶ τὰ πυρίγονα πυρί, ὧν τὴν γένεσιν ἀριδηλοτέραν κατὰ Μακεδονίαν λόγος ἔχει προφαίνεσθαι, καὶ οἱ ἀστέρες οὐρανῷ—ζῷα γὰρ καὶ τούτους νοερὰ δι’ ὅλων φασὶν οἱ φιλοσοφήσαντες —, ὧν οἱ μὲν πλάνητες ἐξ ἑαυτῶν, οἱ δ’ ἀπλανεῖς τῇ τοῦ παντὸς συμπεριαγόμενοι φορᾷ τόπους ἐναλλάττειν δοκοῦσι.

  13. 13.1

    τὰ δὲ ἀφαντάστῳ φύσει διοικούμενα, ἅπερ ἰδίως λέγεται φυτά, μεταβατικῆς κινήσεως ἀμέτοχα. διττὰ δὲ ἔν τε γῇ καὶ ἀέρι γένη ὁ ποιῶν ἐποίει.

  14. 14.1

    ἀέρι μὲν τὰ πτηνὰ καὶ αἰσθητὰ καὶ δυνάμεις ἄλλας αἰσθήσει οὐδαμῇ οὐδαμῶς καταλαμβανομένας—ψυχῶν ὁ θίασος οὗτος ἀσωμάτων ἐστὶ διακεκοσμημένων οὐ ταῖς αὐταῖς ἐν τάξεσι· τὰς μὲν γὰρ εἰσκρίνεσθαι λόγος ἔχει σώμασι θνητοῖς καὶ κατά τινας ὡρισμένας περιόδους ἀπαλλάττεσθαι πάλιν, τὰς δὲ θειοτέρας κατασκευῆς λαχούσας ἅπαντος ἀλογεῖν τοῦ γῆς χωρίου, ἀνωτάτω δ’ εἶναι πρὸς αὐτῷ τῷ αἰθέρι τὰς καθαρωτάτας, ἃς οἱ μὲν παρ’ Ἕλλησι φιλοσοφήσαντες ἥρωας καλοῦσι, Μωυσῆς δὲ ὀνόματι εὐθυβόλῳ χρώμενος ἀγγέλους προσαγορεύει, πρεσβευομένας καὶ διαγγελλούσας τά τε παρὰ τοῦ ἡγεμόνος τοῖς ὑπηκόοις ἀγαθὰ καὶ τῷ βασιλεῖ ὧν εἰσιν οἱ ὑπήκοοι χρεῖοι —, γῇ δὲ ζῷά τε χερσαῖα καὶ φυτά, δύο πάλιν, προσένειμε, τὴν αὐτὴν μητέρα τε βουληθεὶς εἶναι καὶ τροφόν·

  15. 15.1

    καθάπερ γὰρ γυναικὶ καὶ παντὶ τῷ θήλει πηγαὶ πρὸς τῷ μέλλειν ἀποκυΐσκειν ἀναχέονται γάλακτος, ἵνα τοῖς γεννωμένοις ἄρδωσι τὰς ἀναγκαίας καὶ ἁρμοττούσας τροφάς, τὸν αὐτὸν τρόπον καὶ τῇ χερσαίων ζῴων μητρὶ γῇ πάσας φυτῶν προσένειμεν ἰδέας, ἵνα συγγενέσι καὶ μὴ ὀθνείοις τροφαῖς τὰ γεννώμενα χρήσηται.

  16. 16.1

    καὶ μὴν τὰ μὲν φυτὰ κατωκάρα ἀπειργάζετο τὰς κεφαλὰς αὐτῶν ἐν τοῖς βαθυγειοτάτοις γῆς μέρεσι πήξας, ζῴων δὲ τῶν ἀλόγων τὰς κεφαλὰς ἀνελκύσας ἀπὸ γῆς ἐπὶ προμήκους αὐχένος ἄκρας ἡρμόζετο τῷ αὐχένι ὥσπερ ἐπίβασιν τοὺς ἐμπροσθίους πόδας θείς.

  17. 17.1

    ἐξαιρέτου δὲ τῆς κατασκευῆς ἔλαχεν ἄνθρωπος· τῶν μὲν γὰρ ἄλλων τὰς ὄψεις περιήγαγε κάτω κάμψας, διὸ νένευκε πρὸς χέρσον, ἀνθρώπου δὲ ἔμπαλιν ἀνώρθωσεν, ἵνα τὸν οὐρανὸν καταθεᾶται, φυτὸν οὐκ ἐπίγειον ἀλλ’ οὐράνιον, ὡς ὁ παλαιὸς λόγος, ὑπάρχων.

  18. 18.1

    ἀλλ’ οἱ μὲν ἄλλοι τῆς αἰθερίου φύσεως τὸν ἡμέτερον νοῦν μοῖραν εἰπόντες εἶναι συγγένειαν ἀνθρώπῳ πρὸς αἰθέρα συνῆψαν. ὁ δὲ μέγας Μωυσῆς οὐδενὶ τῶν γεγονότων τῆς λογικῆς ψυχῆς τὸ εἶδος ὡμοίωσεν, ἀλλ’ εἶπεν αὐτὴν τοῦ θείου καὶ ἀοράτου πνεύματος ἐκείνου δόκιμον εἶναι νόμισμα σημειωθὲν καὶ τυπωθὲν σφραγῖδι θεοῦ, ἧς ὁ χαρακτήρ ἐστιν ὁ ἀίδιος λόγος· „ἐνέπνευσε“

  19. 19.1

    γάρ φησιν „ὁ θεὸς εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς“ (Gen. 2,7), ὥστε ἀνάγκη πρὸς τὸν ἐκπέμποντα τὸν δεχόμενον ἀπεικονίσθαι· διὸ καὶ λέγεται κατ’ εἰκόνα θεοῦ τὸν ἄνθρωπον γεγενῆσθαι (Gen. 1,27), οὐ μὴν κατ’ εἰκόνα τινὸς τῶν γεγονότων.

  20. 20.1

    ἀκόλουθον οὖν ἦν τῆς ἀνθρώπου ψυχῆς κατὰ τὸν ἀρχέτυπον τοῦ αἰτίου λόγον ἀπεικονισθείσης καὶ τὸ σῶμα ἀνεγερθὲν πρὸς τὴν καθαρωτάτην τοῦ παντὸς μοῖραν, οὐρανόν, τὰς ὄψεις ἀνατεῖναι, ἵνα τῷ φανερῷ τὸ ἀφανὲς ἐκδήλως καταλαμβάνηται.

  21. 21.1

    ἐπειδὴ τοίνυν τὴν πρὸς τὸ ὂν διανοίας ὁλκὴν ἀμήχανον ἦν ἰδεῖν ὅτι μὴ τοὺς ἀχθέντας πρὸς αὐτοῦ μόνους — ὃ γὰρ πέπονθεν ἕκαστος, αὐτὸς ἐξαιρέτως οἶδεν —, εἴδωλον ἐναργὲς ἀειδοῦς ὄμματος τὰ τοῦ σώματος ποιεῖ δυνάμενα πρὸς αἰθέρα ἀπονεύειν.

  22. 22.1

    ὁπότε γὰρ οἱ ἐκ φθαρτῆς παγέντες ὕλης ὀφθαλμοὶ τοσοῦτον ἐπέβησαν, ὡς ἀπὸ τοῦ τῆς γῆς χωρίου πρὸς τὸν μακρὰν οὕτως ἀφεστῶτα ἀνατρέχειν οὐρανὸν καὶ ψαύειν τῶν περάτων αὐτοῦ, πόσον τινὰ χρὴ νομίσαι τὸν πάντῃ δρόμον τῶν ψυχῆς ὀμμάτων; ἅπερ ὑπὸ πολλοῦ τοῦ τὸ ὂν κατιδεῖν τηλαυγῶς ἱμέρου πτερωθέντα οὐ μόνον πρὸς τὸν ἔσχατον αἰθέρα τείνεται, παραμειψάμενα δὲ

  23. 23.1

    καὶ παντὸς τοῦ κόσμου τοὺς ὅρους ἐπείγεται πρὸς τὸν ἀγένητον. διὰ τοῦτο ἐν τοῖς χρησμοῖς οἱ σοφίας καὶ ἐπιστήμης ἄπληστοι διατελοῦντες ἀνακεκλῆσθαι λέγονται· πρὸς γὰρ τὸ θεῖον ἄνω καλεῖσθαι θέμις τοὺς ὑπ’ αὐτοῦ καταπνευσθέντας.

  24. 24.1

    δεινὸν γάρ, εἰ τυφῶσι μὲν καὶ ἁρπυίαις αὐτόπρεμνα δένδρα πρὸς ἀέρα ἀνασπᾶται καὶ μυριάγωγα σκάφη βρίθοντα φόρτῳ καθάπερ τινὰ τῶν κουφοτάτων ἐκ μέσων τῶν πελαγῶν ἀναρπάζεται καὶ λίμναι καὶ ποταμοὶ μετάρσιοι φέρονται, τοὺς γῆς κόλπους ἐκλιπόντος τοῦ ῥεύματος, ὅπερ ἀνιμήσαντο αἱ τῶν ἀνέμων κραταιόταται καὶ πολυπλοκώταται δῖναι, τῇ δὲ τοῦ θείου πνεύματος καὶ πάντα δυνατοῦ καὶ τὰ κάτω νικῶντος φύσει κοῦφον ὁ νοῦς ὢν οὐκ ἐπελαφρίζεται καὶ πρὸς μήκιστον ὕψος ἐξαίρεται, καὶ μάλιστα ὁ τοῦ φιλοσοφήσαντος ἀνόθως.

  25. 25.1

    οὗτος γὰρ κάτω μὲν οὐ βρίθει πρὸς τὰ σώματος καὶ γῆς φίλα ταλαντεύων, ὧν διάζευξιν καὶ ἀλλοτρίωσιν ἀεὶ διεπόνησεν, ἄνω δὲ φέρεται τῶν μεταρσίων καὶ ἱεροπρεπεστάτων καὶ εὐδαιμόνων φύσεων ἀκορέστως ἐρασθείς.

  26. 26.1

    τοιγαροῦν Μωυσῆς ὁ ταμίας καὶ φύλαξ τῶν τοῦ ὄντος ὀργίων ἀνακεκλήσεται· λέγεται γὰρ ἐν Λευιτικῇ βίβλῳ „ἀνεκάλεσε Μωυσῆν“ (Lev. 1, 1). ἀνακεκλήσεται δὲ καὶ ὁ τῶν δευτερείων ἀξιωθεὶς Βεσελεήλ· καὶ γὰρ τοῦτον ἀνακαλεῖ ὁ θεὸς πρὸς τὴν τῶν ἱερῶν κατασκευήν τε καὶ ἐπιμέλειαν ἔργων (Exod. 31,2 sqq.).

  27. 27.1

    ἀλλ’ ὁ μὲν τὰ δευτερεῖα τῆς ἀνακλήσεως, Μωυσῆς δὲ ὁ πάνσοφος οἴσεται τὰ πρωτεῖα· ἐκεῖνος μὲν γὰρ τὰς σκιὰς πλάττει καθάπερ οἱ ζωγραφοῦντες οἷς οὐ θέμις οὐδὲν ἔμψυχον δημιουργῆσαι — Βεσελεὴλ γὰρ ἐν σκιαῖς ποιῶν ἑρμηνεύεται —, Μωυσῆς δὲ οὐ σκιὰς ἀλλὰ τὰς ἀρχετύπους φύσεις αὐτὰς τῶν πραγμάτων ἔλαχεν ἀνατυποῦν. ἄλλως τε καὶ τὸ αἴτιον οἷς μὲν τηλαυγέστερον καὶ ἀριδηλότερον ὡς ἂν ἐν ἡλίῳ καθαρῷ, οἷς δὲ ἀμυδρότερον ὡς ἂν ἐν σκιᾷ τὰ οἰκεῖα εἴωθεν ἐπιδείκνυσθαι.

  28. 28.1

    Διεξεληλυθότες οὖν περὶ τῶν ὁλοσχερεστέρων ἐν κόσμῳ φυτῶν ἴδωμεν ὃν τρόπον καὶ τὰ ἐν τῷ ἀνθρώπῳ, τῷ βραχεῖ κόσμῳ, δένδρα ὁ πάνσοφος ἐδημιούργει θεός. αὐτίκα τοίνυν ὥσπερ βαθύγειον χωρίον σῶμα τὸ ἡμέτερον λαβὼν δεξαμενὰς αὐτῷ τὰς αἰσθήσεις ἀπειργάζετο·

  29. 29.1

    κἄπειθ’ οἷα φυτὸν ἥμερον καὶ ὠφελιμώτατον ἑκάστην αὐτῶν ἐνετίθει, ἀκοὴν μὲν εἰς οὖς, ὄψιν δ’ εἰς ὄμματα καὶ εἰς μυκτῆρας ὄσφρησιν καὶ τὰς ἄλλας εἰς τὰ οἰκεῖα καὶ συγγενῆ χωρία. μαρτυρεῖ δέ μου τῷ λόγῳ ὁ θεσπέσιος ἀνὴρ ἐν ὕμνοις λέγων ὧδε· „ὁ φυτεύων οὖς οὐκ ἀκούει; ὁ πλάσσων ὀφθαλμοὺς οὐκ ἐπιβλέψει“ (Psalm. 93,9) ;

  30. 30.1

    καὶ τὰς διηκούσας μέντοι μέχρι σκελῶν τε καὶ χειρῶν καὶ τῶν ἄλλων τοῦ σώματος μερῶν, ὅσα ἐντός τε καὶ ἐκτός, δυνάμεις ἁπάσας εὐγενῆ μοσχεύματα εἶναι συμβέβηκε.

  31. 31.1

    τὰ δὲ ἀμείνω καὶ τελειότερα τῷ μεσαιτάτῳ καὶ καρποφορεῖν δυναμένῳ διαφερόντως ἡγεμονικῷ προσερρίζου· ταῦτα δέ εἰσι νόησις, κατάληψις, εὐστοχία, μελέται, μνῆμαι, ἕξεις, διαθέσεις, τεχνῶν ἰδέαι πολύτροποι, βεβαιότης ἐπιστημῶν, τῶν ἀρετῆς ἁπάσης θεωρημάτων ἄληστος ἀνάληψις. τούτων οὐδὲν οὐδεὶς θνητὸς ἱκανὸς φυτουργῆσαι, πάντων δὲ ἀθρόων εἷς ὁ ἀγένητος τεχνίτης, οὐ πεποιηκὼς μόνον, ἀλλὰ καὶ ποιῶν ἀεὶ καθ’ ἕκαστον τῶν γεννωμένων τὰ φυτὰ ταῦτα.

  32. 32.1

    Τοῖς εἰρημένοις ἐστὶν ἀκόλουθος καὶ ἡ τοῦ παραδείσου φυτουργία· λέγεται γάρ· „ἐφύτευσεν ὁ θεὸς παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς, καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν“ (Gen. 2,8). τὸ μὲν οὖν ἀμπέλους καὶ ἐλαιῶν ἢ μηλεῶν ἢ ῥοιῶν ἢ τῶν παραπλησίων δένδρα οἴεσθαι * * * πολλὴ καὶ δυσθεράπευτος εὐήθεια.

  33. 33.1

    τίνος γὰρ ἕνεκα, εἴποι τις ἄν; ἵνα ἐνδιαιτήσεις εὐαγώγους ἔχῃ; ὁ γὰρ κόσμος ἅπας αὐταρκέστατον ἐνδιαίτημα ἂν νομισθείη θεῷ τῷ πανηγεμόνι; ἢ οὐχὶ μυρίων καὶ ἄλλων δόξαι ἂν ὑστερίζειν, ὡς πρὸς ὑποδοχὴν τοῦ μεγάλου βασιλέως ἀξιόχρεων ὑποληφθῆναι; χωρὶς τοῦ μηδὲ εὐαγὲς εἶναι οἴεσθαι τὸ αἴτιον ἐν τῷ αἰτιατῷ περιέχεσθαι [τῷ] μηδὲ τὰ δένδρα τοὺς ἐτησίους δήπου φέρειν καρπούς.

  34. 34.1

    πρὸς τὴν τίνος οὖν ἀπόλαυσίν τε καὶ χρῆσιν καρποφορήσει ὁ παράδεισος; ἀνθρώπου μὲν οὐδενός· οὐδεὶς γὰρ εἰσάγεται τὸ παράπαν τὸν παράδεισον οἰκῶν, ἐπεὶ καὶ τὸν πρῶτον διαπλασθέντα ἐκ γῆς μεταναστῆναί φησιν ἐνθένδε, ὄνομα Ἀδάμ.

  35. 35.1

    καὶ μὴν ὅ γε θεὸς ὥσπερ τῶν ἄλλων καὶ τροφῆς ἀνεπιδεής ἐστιν· ἀνάγκη γὰρ τὸν τροφῇ χρώμενον δεῖσθαι μὲν τὸ πρῶτον, ἔπειτα δὲ ὄργανα εὐτρεπίσθαι, δι’ ὧν καὶ τὴν εἰσιοῦσαν παραδέξεται καὶ τὴν ἐκμασηθεῖσαν θύραζε ἀποπέμψει. ταῦτα δὲ μακαριότητος καὶ εὐδαιμονίας τῆς περὶ τὸ αἴτιον ἀπᾴδει, τῶν ἀνθρωπόμορφον, ἔτι δὲ καὶ ἀνθρωποπαθὲς αὐτὸ εἰσαγόντων ἐπ’ εὐσεβείας καὶ ὁσιότητος καθαιρέσει,

  36. 36.1

    μεγάλων ἀρετῶν, ἐκθεσμότατα ὄντα εὑρήματα. ἰτέον οὖν ἐπ’ ἀλληγορίαν τὴν ὁρατικοῖς φίλην ἀνδράσι· καὶ γὰρ οἱ χρησμοὶ τὰς εἰς αὐτὴν ἡμῖν ἀφορμὰς ἐναργέστατα προτείνουσι· λέγουσι γὰρ ἐν τῷ παραδείσῳ φυτὰ εἶναι μηδὲν ἐοικότα τοῖς παρ’ ἡμῖν, ἀλλὰ ζωῆς, ἀθανασίας, εἰδήσεως, καταλήψεως, συνέσεως, καλοῦ καὶ πονηροῦ φαντασίας.

  37. 37.1

    ταῦτα δὲ χέρσου μὲν οὐκ ἂν εἴη, λογικῆς δὲ ψυχῆς ἀναγκαίως φυτά, ἧς ἡ μὲν πρὸς ἀρετὴν ὁδὸς αὕτη ζωὴν καὶ ἀθανασίαν ἔχουσα τὸ τέλος, ἡ δὲ πρὸς κακίαν φυγήν τε τούτων καὶ θάνατον. τὸν οὖν φιλόδωρον θεὸν ὑποληπτέον ἐν τῇ ψυχῇ καθάπερ παράδεισον ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων ἐμφυτεύειν πρὸς τελείαν εὐδαιμονίαν αὐτὴν ἄγοντα.

  38. 38.1

    διὰ τοῦτο καὶ τόπον οἰκειότατον προσένειμε τῷ παραδείσῳ καλούμενον Ἐδέμ — ἑρμηνεύεται δὲ τρυφή —, σύμβολον ψυχῆς τῆς ἄρτια βλεπούσης, ἀρεταῖς ἐγχορευούσης καὶ ὑπὸ πλήθους καὶ μεγέθους χαρᾶς ἀνασκιρτώσης, ἀπόλαυσμα ἓν ἀντὶ μυρίων τῶν παρὰ ἀνθρώποις ἡδίστων προτεθειμένης τὴν τοῦ μόνου θεραπείαν σοφοῦ.

  39. 39.1

    τούτου τοῦ γανώματος ἀκράτου τις σπάσας, ὁ τοῦ Μωυσέως δὴ θιασώτης, ὃς οὐχὶ τῶν ἠμελημένων ἦν, ἐν ὑμνῳδίαις ἀνεφθέγξατο πρὸς τὸν ἴδιον νοῦν φάσκων „κατατρύφησον τοῦ κυρίου“ (Psalm. 36,4), παρακεκινημένος πρὸς τὸν οὐράνιον καὶ θεῖον ἔρωτα τῇ φωνῇ, τὰς μὲν ἐν τοῖς λεγομένοις καὶ φαινομένοις ἀνθρωπίνοις ἀγαθοῖς χλιδὰς καὶ θρύψεις ἀλήκτους δυσχεράνας, ὅλον δὲ τὸν νοῦν ὑπὸ θείας κατοχῆς συναρπασθεὶς οἴστρῳ καὶ ἐνευφραινόμενος μόνῳ θεῷ.

  40. 40.1

    καὶ τὸ πρὸς ἀνατολαῖς μέντοι τὸν παράδεισον εἶναι (Gen. 2, 8) δεῖγμα τοῦ λεχθέντος ἐστί· σκοταῖον μὲν γὰρ καὶ δυόμενον καὶ νυκτιφόρον ἀφροσύνη, λαμπρότατον δὲ καὶ περιαυγέστατον καὶ ἀνατέλλον ὡς ἀληθῶς φρόνησις. καὶ καθάπερ ἀνίσχων ἥλιος ὅλον τὸν οὐρανοῦ κύκλον φέγγους ἀναπληροῖ, τὸν αὐτὸν τρόπον αἱ ἀρετῆς ἀκτῖνες ἀναλάμψασαι τὸ διανοίας χωρίον ὅλον μεστὸν αὐγῆς καθαρᾶς ἀπεργάζονται.

  41. 41.1

    τὰ μὲν οὖν ἀνθρώπου κτήματα φρουροὺς ἔχει καὶ φύλακας ἀγριωτάτους θῆρας εἰς τὴν τῶν ἐπιόντων καὶ κατατρεχόντων ἄμυναν, τὰ δὲ τοῦ θεοῦ κτήματα λογικὰς φύσεις· „ἔθετο“ γάρ φησιν „ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν“, ὃ ἐπὶ λογικῶν μόνων τῶν ἀρετῶν ἐστιν.

  42. 42.1

    αἱ οὖν ἀσκήσεις τε καὶ χρήσεις ἐξαίρετον γέρας παρὰ τὰς τῶν ἄλλων ψυχὰς τουτὶ παρὰ τοῦ θεοῦ ἔλαβον· διὸ καὶ ἐμφαντικώτατα εἴρηται, ὅτι τὸν ἐν ἡμῖν πρὸς ἀλήθειαν ἄνθρωπον, τουτέστι τὸν νοῦν, ἔθηκεν ἐν ἱερωτάτοις καλοκἀγαθίας βλαστήμασι καὶ φυτοῖς, ἐπεὶ [δὲ] τῶν διανοίας ἀμετόχων ἱκανὸν οὐδὲν ἀρετὰς γεωργῆσαι, ὧν τὸ

  43. 43.1

    παράπαν λαμβάνειν οὐ πέφυκε κατάληψιν. οὐκ ἔστι δ’ οὖν ἀπορητέον, τί δήποτε εἰς μὲν τὴν κιβωτόν, ἣν ἐν τῷ μεγίστῳ κατακλυσμῷ κατασκευασθῆναι συνέβη, πᾶσαι τῶν θηρίων αἱ ἱδέαι εἰσάγονται, εἰς δὲ τὸν παράδεισον οὐδεμία· ἡ μὲν γὰρ κιβωτὸς σύμβολον ἦν σώματος, ὅπερ ἐξ ἀνάγκης κεχώρηκε τὰς παθῶν καὶ κακιῶν ἀτιθάσους κἀξηγριωμένας κῆρας, ὁ δὲ παράδεισος ἀρετῶν· ἀρεταὶ δὲ οὐδὲν ἀνήμερον ἢ συνόλως ἄλογον παραδέχονται.

  44. 44.1

    παρατετηρημένως δὲ οὐ τὸν κατὰ τὴν εἰκόνα τυπωθέντα ἄνθρωπον, ἀλλὰ τὸν πεπλασμένον εἰσαχθῆναί φησιν εἰς τὸν παράδεισον· ὁ μὲν γὰρ τῷ κατὰ τὴν εἰκόνα θεοῦ χαραχθεὶς πνεύματι οὐδὲν διαφέρει τοῦ τὴν ἀθάνατον ζωὴν καρποφοροῦντος, ὡς ἔμοιγε φαίνεται, δένδρου—ἄμφω γὰρ ἄφθαρτα καὶ μοίρας τῆς μεσαιτάτης καὶ ἡγεμονικωτάτης ἠξίωται· λέγεται γὰρ ὅτι τὸ ξύλον τῆς ζωῆς ἐστιν ἐν μέσῳ τοῦ παραδείσου (Gen. 2, 9) —, ὁ δὲ τοῦ πολυμιγοῦς καὶ γεωδεστέρου σώματος, ἀπλάστου καὶ ἁπλῆς φύσεως ἀμέτοχος, ἧς ὁ ἀσκητὴς ἐπίσταται τὸν οἶκον καὶ τὰς αὐλὰς [τοῦ κυρίου] οἰκεῖν μόνος — Ἰακὼβ γὰρ „ἄπλαστος οἰκῶν οἰκίαν“ εἰσάγεται (Gen. 25,27) —, πολυτρόπῳ δὲ καὶ ἐκ παντοίων συνῃρημένῃ καὶ πεπλασμένῃ διαθέσει χρώμενος.

  45. 45.1

    τιθέναι οὖν ἐν τῷ παραδείσῳ, τῷ παντὶ κόσμῳ, ῥιζωθέντα εἰκὸς ἦν τὸν μέσον νοῦν, ὁλκοῖς πρὸς τἀναντία κεχρημένον δυνάμεσιν ἐπὶ τὴν διάκρισίν τε αὐτῶν ἀνακληθέντα, ἵνα πρὸς αἵρεσιν καὶ φυγὴν ὁρμήσας, εἰ μὲν τὰ ἀμείνω δεξιώσαιτο, ἀθανασίας καὶ εὐκλείας ἀπόναιτο, εἰ δ’ αὖ τὰ χείρω, ψεκτὸν θάνατον εὕρηται.

  46. 46.1

    τοιαῦτα μὲν δὴ δένδρα ὁ μόνος σοφὸς ἐν ψυχαῖς λογικαῖς ἐρρίζου. Μωυσῆς δὲ οἰκτιζόμενος τοὺς μετανάστας ἐκ τοῦ τῶν ἀρετῶν παραδείσου γεγονότας καὶ τὸ αὐτεξούσιον τοῦ θεοῦ κράτος αὐτοῦ καὶ τὰς ἵλεως καὶ ἡμέρους δυνάμεις εὔχεται, ὅθεν ὁ γήινος νοῦς Ἀδὰμ πεφυγάδευται, κεῖθι τοὺς ὁρατικοὺς ἐμφυτευθῆναι· λέγει γάρ·

  47. 47.1

    „εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου, εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω, κύριε, ἁγίασμα, κύριε, ὃ ἡτοίμασαν αἱ χεῖρές σου· κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι“ (Exod. 15,17. 18).

  48. 48.1

    οὐκοῦν σαφέστατα εἰ καί τις ἄλλος ἔμαθεν, ὅτι τὰ σπέρματα καὶ τὰς ῥίζας ἁπάντων καθεὶς ὁ θεὸς αἴτιός ἐστι τοῦ τὸ μέγιστον ἀναβλαστῆσαι φυτόν, τόνδε τὸν κόσμον, ὃν καὶ νῦν ἔοικεν αἰνίττεσθαι δι’ αὐτοῦ τοῦ λεχθέντος ᾄσματος „ὄρος“ αὐτὸν „κληρονομίας“ εἰπών· ἐπειδὴ τοῦ πεποιηκότος οἰκειότατον τὸ γενόμενον κτῆμα καὶ κλῆρος.

  49. 49.1

    εὔχεται οὖν ἡμᾶς ἐν τούτῳ φυτευθῆναι, οὐχ ἵνα ἄλογοι καὶ ἀφηνιασταὶ γενώμεθα τὰς φύσεις, ἀλλ’ ἵνα ἑπόμενοι τῇ τοῦ τελειοτάτου διοικήσει τὴν κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν αὐτοῦ διέξοδον ἀπομιμούμενοι σώφρονι καὶ ἀπταίστῳ βίῳ χρώμεθα· τὸ γὰρ ἀκολουθίᾳ φύσεως ἰσχῦσαι ζῆν εὐδαιμονίας τέλος εἶπον οἱ πρῶτοι.

  50. 50.1

    καὶ μὴν τά γε αὖθις λεγόμενα συνᾴδει τῷ προτεθέντι, τὸ τὸν κόσμον εὐτρεπῆ καὶ ἕτοιμον αἰσθητὸν οἶκον εἶναι θεοῦ, τὸ κατειργάσθαι καὶ μὴ ἀγένητον εἶναι, ὡς ᾠήθησάν τινες, τὸ „ἁγίασμα“, οἷον ἁγίων ἀπαύγασμα, μίμημα ἀρχετύπου, ἐπεὶ τὰ αἰσθήσει καλὰ τῶν νοήσει καλῶν εἰκόνες, τὸ ἡτοιμάσθαι ὑπὸ χειρῶν θεοῦ, τῶν κοσμοποιῶν αὐτοῦ δυνάμεων.

  51. 51.1

    ἀλλ’ ὅπως μηδεὶς ὑπολάβοι τὸν ποιητὴν χρεῖον εἶναί τινος τῶν γεγονότων, τὸ ἀναγκαιότατον ἐπιφωνήσει· „βασιλεύων τὸν αἰῶνα καὶ ἐπ’ αἰῶνα καὶ ἔτι“· βασιλέα δὲ οὐδενὸς δεῖσθαι, τὰ δὲ ὑπήκοα βασιλέως θέμις πάντα.

  52. 52.1

    τινὲς δὲ ἔφασαν κλῆρον εἶναι καὶ λέγεσθαι θεοῦ τὸ ἀγαθόν, οὗ τὴν χρῆσιν καὶ ἀπόλαυσιν εὔχεσθαι νυνὶ Μωυσῆν προσγενέσθαι· εἰσαγαγών, γάρ φησιν, ἡμᾶς οἷα παῖδας ἄρτι μανθάνειν ἀρχομένους διὰ τῶν σοφίας δογμάτων καὶ θεωρημάτων καὶ μὴ ἀστοιχειώτους ἐάσας ἐν ὑψηλῷ καὶ οὐρανίῳ λόγῳ καταφύτευσον.

  53. 53.1

    κλῆρος γὰρ οὗτος ἑτοιμότατος καὶ προχειρότατος οἶκος, ἐπιτηδειότατον ἐνδιαίτημα, ὃ „κατειργάσω ἅγιον“· ἀγαθῶν γὰρ καὶ ἁγίων, ὦ δέσποτα, ποιητὴς ὢν τυγχάνεις, ὡς ἔμπαλιν κακῶν καὶ βεβήλων γένεσις ἡ φθαρτή. βασίλευε δὴ τὸν ἄπειρον αἰῶνα ψυχῆς τῆς ἱκέτιδος μηδὲ ἀκαρὲς ἐῶν αὐτὴν ἀνηγεμόνευτον· ἡ γὰρ ἀδιάστατος παρὰ σοὶ δουλεία τῆς μεγίστης ἀρχῆς,

  54. 54.1

    οὐκ ἐλευθερίας μόνον ἀμείνων. πολλοῖς δὲ ἂν τάχα που ζήτησιν παράσχοι, τίνα ἔχει λόγον τὸ „εἰς ὄρος κληρονομίας σου“· κληροδοτεῖν μὲν θεὸν ἀναγκαῖον, κληρονομεῖν δὲ ἴσως οὐκ εὔλογον πάντων αὐτοῦ κτημάτων ὄντων.

  55. 55.1

    ἀλλὰ μήποτε τοῦτο λέγεται ἐπὶ τῶν κατὰ τὸν ἐξαίρετον οἰκειώσεως λόγον δεσποζομένων πρὸς αὐτοῦ, καθάπερ οἱ βασιλεῖς ἁπάντων μὲν ἄρχουσι τῶν ὑπηκόων, διαφερόντως δὲ τῶν οἰκετῶν, οἷς πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν καὶ τὴν ἄλλην δίαιταν ὑπηρέταις εἰώθασι χρῆσθαι.

  56. 56.1

    οἱ δὲ αὐτοὶ καὶ τῶν κατὰ τὴν χώραν ἁπάντων ὄντες κτημάτων δεσπόται καὶ ὅσων ἐπικρατεῖν οἱ ἰδιῶται δοκοῦσι, μόνα ταῦτα ἔχειν νομίζονται, ἅπερ ἐπιτρόποις καὶ ἐπιμεληταῖς ἐγχειρίσαιεν, ἀφ’ ὧν καὶ τὰς ἐτησίους προσόδους ἐκλέγουσιν· εἰς ἃ πολλάκις ἀνέσεως καὶ εὐθυμίας ἕνεκα προσέρχονται τὸ βαρύτατον τῶν ἐν πολιτείᾳ καὶ βασιλείᾳ φροντίδων ἄχθος ἀποτιθέμενοι· καὶ καλεῖται μέντοι ταῦτα τὰ κτήματα αὐτοῖς βασιλικά.

  57. 57.1

    καὶ μὴν ἄργυρός τε καὶ χρυσὸς καὶ ὅσα ἄλλα κειμήλια παρὰ τοῖς ἀρχομένοις θησαυροφυλακεῖται τῶν ἡγουμένων μᾶλλον ἢ τῶν ἐχόντων ἐστίν, ἀλλ’ ὅμως ἴδιοι τῶν βασιλέων θησαυροὶ λέγονται, ἐν οἷς οἱ ταχθέντες τῶν φόρων ἐκλογισταὶ τὰς ἀπὸ τῆς χώρας προσόδους κατατίθενται.

  58. 58.1

    μηδὲν οὖν θαυμάσῃς, εἰ καὶ τοῦ πανηγεμόνος θεοῦ τὸ ἐφ’ ἅπασι κράτος εἰληχότος ἐξαίρετος κλῆρος εἶναι λέγεται ψυχῶν σοφῶν ὁ θίασος, ὁ ὀξυωπέστατα ὁρῶν, ἀμέμπτῳ καὶ ἀκραιφνεῖ κεχρημένος τῷ διανοίας ὄμματι, μύσαντι μὲν οὐδέποτε, ἀεὶ δὲ ἀναπεπταμένῳ καὶ εὐθυτενῶς βλέποντι.

  59. 59.1

    οὐ διὰ τοῦτο μέντοι καὶ ἐν ᾠδῇ τῇ μείζονι λέγεται· „ἐπερώτησον τὸν πατέρα σου καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσί σοι· ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ·

  60. 60.1

    καὶ ἐγένετο μερὶς κυρίου λαὸς αὐτοῦ Ἰσραήλ“ (Deut. 32, 7 — 9) ; ἰδοὺ γὰρ πάλιν μερίδα καὶ κλῆρον εἴρηκε θεοῦ τὸν ὁρατικὸν αὐτοῦ καὶ γνήσιον θεραπευτὴν τρόπον, τοὺς δὲ γῆς παῖδας, οὓς Ἀδὰμ ὠνόμασεν υἱούς, ἐσπάρθαι καὶ ἀνασκεδασθῆναι καὶ ἐπισυναχθῆναι, στῖφος δὲ γενέσθαι ἡγεμόνι χρήσασθαι ὀρθῷ λόγῳ μὴ δυναμένους. τῷ γὰρ ὄντι ἁρμονίας μὲν καὶ ἑνώσεως αἴτιον ἀρετή, διαλύσεως δὲ καὶ διαρτήσεως ἡ ἐναντία διάθεσις.

  61. 61.1

    δεῖγμα μέντοι τῶν εἰρημένων ἐστὶ τὸ γινόμενον ἀνὰ πᾶν ἔτος ἡμέρᾳ τῇ λεγομένῃ τοῦ ἱλασμοῦ· τότε γὰρ διείρηται „δύο τράγους διακληροῦν, τὸν μὲν τῷ κυρίῳ, τὸν δὲ τῷ ἀποπομπαίῳ“ (Lev. 16,8), διττὸν λόγον, ὃν μὲν θεῷ, ὃν δὲ γενέσει· ὁ ἀποσεμνύνων μὲν οὖν τὸ αἴτιον [τιμὴν] αὐτῷ προσκληρώσεται, ὁ δὲ γένεσιν φυγαδευθήσεται, τῶν μὲν ἱερωτάτων ἐλαυνόμενος χωρίων, εἰς δὲ ἄβατα καὶ

  62. 62.1

    βέβηλα καὶ βάραθρα ἐμπίπτων. τοσαύτῃ μέντοι τῇ τοῦ θεοφιλοῦς περιουσίᾳ χρῆται Μωυσῆς, ὥστε αὐτῷ τούτῳ μάλιστα πεπιστευκὼς θερμοτέροις καὶ μείζοσιν ἢ κατὰ τὰς ἑτέρων ἡμῶν ἀκοὰς λόγοις τε καὶ δόγμασιν εἴωθε χρῆσθαι· οὐ γὰρ μόνον ἀξιοῖ κληρονομεῖν θεόν, ἀλλὰ καὶ αὐτόν, τὸ παραδοξότατον, κλῆρον ἑτέρων εἶναι.

  63. 63.1

    φυλὴν γὰρ ὅλην πρόσφυγα καὶ ἱκέτιν αὐτοῦ λῆξιν μὲν τῆς χώρας, καθάπερ τὰς ἄλλας ἕνδεκα, οὐκ ἠξίωσε νείμασθαι, γέρας δὲ ἐξαίρετον λαβεῖν ἱερωσύνην, οὐκ ἐπίγειον, ἀλλ’ ὀλύμπιον κτῆμα· „οὐ γὰρ ἔσται“ φησί „τῇ φυλῇ Λευὶ μερὶς οὐδὲ κλῆρος ἐν υἱοῖς Ἰσραήλ, ὅτι κύριος αὐτὸς κλῆρος αὐτῶν“ (Deut. 10, 9). καὶ ἐκ προσώπου μέντοι τοῦ θεοῦ διὰ τῶν χρησμῶν ᾄδεται τὸν τρόπον τοῦτον· „ἐγὼ μερίς σου καὶ κληροδοσία“ (Num. 18, 20)·

  64. 64.1

    τῷ γὰρ ὄντι ὁ τελείως ἐκκεκαθαρμένος νοῦς καὶ πάντα τὰ γενέσεως ἀπογινώσκων ἓν μόνον οἶδε καὶ γνωρίζει τὸ ἀγένητον, ᾧ προσελήλυθεν, ὑφ’ οὗ καὶ προσείληπται. τίνι γὰρ ἔξεστιν εἰπεῖν „αὐτός μοι μόνος ἐστὶν ὁ θεός“ ἢ τῷ μηδὲν τῶν μετ’ αὐτὸν ἀσπαζομένῳ; οὗτος δ’ ἐστὶν ὁ Λευίτης τρόπος· ἑρμηνεύεται γὰρ „αὐτός μοι“ διὰ τὸ ἄλλα ἄλλοις τετιμῆσθαι, μόνῳ δὲ αὐτῷ τὸ ἀνωτάτω καὶ πάντων ἄριστον

  65. 65.1

    αἴτιον. ἤδη τινὰ τῶν παλαιῶν φασι καθάπερ ἐκπρεπεστάτης γυναικὸς τῷ σοφίας ἐπιμανέντα κάλλει πολυτελεστάτης πομπῆς θεασάμενον παρασκευὴν ἄφθονον, ἀπιδόντα πρός τινας τῶν συνήθων εἰπεῖν „ἴδετε, ὦ ἑταῖροι, ὅσων χρείαν οὐκ ἔχω“, καίτοι γε ἔξω τῶν ἀναγκαίων οὐδὲν ἁπλῶς περιβεβλημένον, ὡς μηδὲ ὑποφυσηθέντα πλούτου μεγέθει, ὃ μυρίοις συνέβη, δόξαι τῷ λόγῳ καταλαζονεύεσθαι τοῦ θεοῦ.

  66. 66.1

    ὃ νομοθέτης ἐκδιδάσκει φρονεῖν δεῖν τοὺς μηδὲν χρῆμα τῶν ἐν γενέσει γνωρίζοντας, ἀπογινώσκοντας δὲ ὅσα γενητὰ διὰ τὴν πρὸς τὸν ἀγένητον οἰκειότητα, ὃν μόνον πλοῦτον καὶ εὐδαιμονίας ὅρον τελεωτάτης ἐνόμισαν.

  67. 67.1

    μηκέτι νῦν οἱ τὰς βασιλείας καὶ ἡγεμονίας ἀναψάμενοι μεγαλαυχείτωσαν, οἱ μὲν ὅτι μίαν πόλιν ἢ χώραν ἢ ἔθνος ἓν ὑπηγάγοντο, οἱ δὲ ὅτι πάντα μὲν γῆς κλίματα μέχρι τῶν περάτων αὐτῆς, πάντα δὲ Ἑλληνικὰ καὶ βαρβαρικὰ ἔθνη, πάντας δὲ ποταμοὺς καὶ τὰ ἄπειρα πλήθει καὶ μεγέθει πελάγη προσεκτήσαντο.

  68. 68.1

    καὶ γὰρ εἰ μετὰ τούτων τῆς μεταρσίου φύσεως, ὃ μηδὲ εἰπεῖν εὐαγές, ἣν μόνην ἐκ πάντων ἀδούλωτον καὶ ἐλεύθερον ὁ ποιητὴς εἰργάσατο, ἐπεκράτησαν, ἰδιῶται νομισθεῖεν ἂν κατὰ σύγκρισιν μεγάλων βασιλέων, οἳ τὸν θεὸν κλῆρον ἔλαχον· ὅσῳ γὰρ ὁ κτησάμενος τὸ κτῆμα τοῦ κτήματος ἀμείνων καὶ τὸ πεποιηκὸς τοῦ γεγονότος, τοσούτῳ βασιλικώτεροι ἐκεῖνοι.

  69. 69.1

    τοὺς μὲν οὖν πάντα τοῦ σπουδαίου φάσκοντας εἶναι παραδοξολογεῖν ᾠήθησάν τινες ἀφορῶντες εἰς τὴν ἐκτὸς ἔνδειάν τε καὶ περιουσίαν καὶ μηδένα τῶν ἀχρημάτων ἢ ἀκτημόνων πλούσιον νομίζοντες. Μωυσῆς δὲ οὕτως περίβλεπτον καὶ περιμάχητον ἡγεῖται σοφίαν, ὥστε οὐ μόνον τὸν σύμπαντα κόσμον ἀξιόχρεω κλῆρον αὐτῆς ἀλλὰ καὶ τὸν τῶν ὅλων ἡγεμόνα νομίζειν.

  70. 70.1

    τὰ δὲ δόγματα οὐκ ἐπαμφοτεριζόντων ταῦτ’ ἐστίν, ἀλλὰ βεβαίᾳ πίστει κατεσχημένων· ἐπεὶ καὶ νῦν εἰσί τινες τῶν ἐπιμορφαζόντων εὐσέβειαν, οἳ τὸ πρόχειρον τοῦ λόγου παρασυκοφαντοῦσι φάσκοντες οὔθ’ ὅσιον οὔτ’ ἀσφαλὲς εἶναι λέγειν ἀνθρώπου θεὸν κλῆρον.

  71. 71.1

    οὐ γὰρ ἀπὸ γνησίου τοῦ πάθους, ἀλλ’ ὑποβολιμαίου καὶ νόθου, πρὸς τὴν θεωρίαν τῶν πραγμάτων, εἴποιμ’ ἂν αὐτοῖς, ἥκετε· ἐν ἴσῳ γὰρ ᾠήθητε τὰ ἀμπέλων ἢ ἐλαιῶν ἢ τῶν ὁμοιοτρόπων κτήματα τῶν ἐχόντων καὶ σοφῶν τὸν θεὸν κλῆρον λέγεσθαι, καὶ οὐκ ἐνενοήσατε ὅτι καὶ ζωγράφοις ζωγραφία καὶ συνόλως τέχνη τῷ τεχνίτῃ λέγεται κλῆρος, οὐχ ὡς γήινον κτῆμα, ἀλλ’ ὡς ὀλύμπιον ἀγώνισμα.

  72. 72.1

    δεσπόζεται γὰρ τῶν τοιούτων οὐδέν, ἀλλ’ ὠφελεῖ τοὺς ἔχοντας· ὥστε καὶ τὸ ὂν κλῆρον μὴ ὡς κτῆμα τούτοις ἐμφερὲς ἀκούετε τοῖς λεχθεῖσιν, ὦ συκοφάνται, ἀλλ’ ὡς ὠφελιμώτατον καὶ μεγίστων τοῖς θεραπεύειν ἀξιοῦσιν ἀγαθῶν αἴτιον.

  73. 73.1

    Εἰρηκότες οὖν περὶ τοῦ πρώτου φυτουργοῦ καὶ φυτοῦ τὰ ἁρμόζοντα μέτιμεν ἑξῆς ἐπὶ τὰς τῶν μαθημάτων ἅμα καὶ μιμημάτων ἐπιμελείας. εὐθέως τοίνυν ὁ σοφὸς Ἀβραὰμ λέγεται „φυτεῦσαι ἄρουραν ἐπὶ τῷ φρέατι τοῦ ὅρκου καὶ ἐπικαλέσαι τὸ ὄνομα κυρίου θεὸς αἰώνιος“ (Gen. 21, 33)· καὶ οὐ δεδήλωται τῶν φυτῶν ἡ ἰδιότης, ἀλλ’ αὐτὸ μόνον τοῦ χωρίου τὸ μέγεθος.

  74. 74.1

    φασὶ δὲ οἷς ἔθος ἐρευνᾶν τὰ τοιαῦτα, πάντα θεοῦ ὅσα ἐν κτήμασιν ἠκριβῶσθαι διαφερόντως, καὶ τὸ δένδρον καὶ τὸ χωρίον καὶ τὸν τοῦ δένδρου καρπόν· τὸ μὲν οὖν δένδρον αὐτὴν εἶναι τὴν ἄρουραν, ἀλλ’ οὐχ ὁμοίαν τοῖς βλαστάνουσιν ἀπὸ γῆς, ἀλλὰ κατὰ τὴν τοῦ θεοφιλοῦς διάνοιαν ῥιζωθεῖσαν, τὸ δὲ χωρίον τὸ φρέαρ τοῦ ὅρκου, τὸν δὲ καρπὸν τὴν τοῦ κυρίου ὀνόματος μετάληψιν εἰς θεὸν αἰώνιον.

  75. 75.1

    τὸν δὲ περὶ ἑκάστου τῶν προταθέντων εἰκότα λόγον ἀναγκαῖον προσαποδοῦναι· ἡ μὲν τοίνυν ἄρουρα μήκει πηχῶν οὖσα ἑκατὸν καὶ πλάτει τῶν ἴσων κατὰ τὴν τοῦ τετραγώνου φύσιν πολυπλασιασθέντων εἰς μυρίων ἀριθμὸν ἐπιπέδων συντίθεται πηχῶν.

  76. 76.1

    ἔστι δὲ ὅρος οὗτος τῶν ἀπὸ μονάδος παραυξηθέντων ὁ μέγιστος καὶ τελειότατος, ὥστε ἀρχὴν μὲν ἀριθμῶν εἶναι μονάδα, τέλος δὲ ἐν τοῖς κατὰ τὴν πρώτην σύνθεσιν μυριάδα. παρὸ καί τινες οὐκ ἀπὸ σκοποῦ βαλβῖδι μὲν μονάδα, καμπτῆρι δὲ εἴκασαν μυριάδα, τοὺς δὲ μεθορίους πάντας ἀριθμοὺς τοῖς δρόμον ἀγωνιζομένοις· ἀρχόμενοι γὰρ ὥσπερ ἀπὸ βαλβῖδος φέρεσθαι μονάδος παρὰ μυριάδα τὸ τέλος ἵστανται.

  77. 77.1

    μετιόντες οὖν ἀπὸ τούτων τινὲς ὡσανεὶ συμβόλων ἔφασαν τὸν θεὸν ἀρχὴν καὶ πέρας εἶναι τῶν ἁπάντων, δόγμα κατασκευαστικὸν εὐσεβείας· τοῦτο τὸ δόγμα φυτευθὲν ἐν ψυχῇ κάλλιστον καὶ τροφιμώτατον καρπόν, ὁσιότητα, τίκτει.

  78. 78.1

    τόπος δ’ ἐστὶν οἰκειότατος τῷ φυτῷ τὸ φρέαρ, ὃ κέκληται ὅρκος, ἐν ᾧ κατέχει λόγος μὴ ἀνευρεθῆναι ὕδωρ· „παραγενόμενοι“ γάρ φησιν „οἱ παῖδες Ἰσαὰκ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν, καὶ εἶπον· οὐχ εὕρομεν ὕδωρ, καὶ ἐκάλεσεν αὐτὸ ὅρκος“ (Gen. 26, 32. 33). τοῦτο δὲ ἣν ἔχει δύναμιν θεασώμεθα·

  79. 79.1

    οἱ τὴν τῶν ὄντων φύσιν διερευνῶντες καὶ τὰς περὶ ἑκάστων ζητήσεις μὴ ὀλιγώρως ποιούμενοι παραπλήσια ποιοῦσι τοῖς τὰ φρέατα ὀρύττουσι· καὶ γὰρ ἐκεῖνοι τὰς ἐν ἀφανεῖ πηγὰς ἀναζητοῦσι. καὶ κοινὸς μὲν πόθος ἅπασίν ἐστι ποτὸν ἀνευρεῖν, ἀλλὰ τοῖς μὲν δι’ οὗ σῶμα, τοῖς δὲ δι’ οὗ ψυχὴ πέφυκε τρέφεσθαι.

  80. 80.1

    ὥσπερ οὖν ἔνιοι τῶν ἀνατεμνόντων τὰ φρέατα τὸ ζητούμενον ὕδωρ πολλάκις οὐχ εὗρον, οὕτως οἱ προσωτέρω χωροῦντες τῶν ἐπιστημῶν καὶ ἐπὶ πλέον ἐμβαθύνοντες αὐταῖς ἀδυνατοῦσι τοῦ τέλους ἐπιψαῦσαι. τοὺς γοῦν πολυμαθεῖς φασιν ἀμαθίαν δεινὴν ἑαυτῶν κατηγορεῖν, μόνον γὰρ ὅσον τοῦ ἀληθοῦς ὑστερίζουσιν ᾔσθοντο. καί τινα τῶν παλαιῶν λόγος ἔχει θαυμαζόμενον ἐπὶ σοφίᾳ εἰκότως φάναι θαυμάζεσθαι· μόνον γὰρ εἰδέναι ὅτι οὐδὲν οἶδεν.

  81. 81.1

    ἑλοῦ δ’ εἰ θέλεις ἣν ἂν διανοηθῇς μικρὰν ἢ μείζονα τέχνην καὶ τὸν κατὰ ταύτην γενόμενον ἄριστόν τε καὶ δοκιμώτατον, εἶτα κατανόησον εἰ τὰ ἐπαγγέλματα τῆς τέχνης ἰσάζει τοῖς ἔργοις τοῦ τεχνίτου· σκοπῶν γὰρ εὑρήσεις ταῦτα ἐκείνων οὐ βραχέσιν ἀλλὰ μεγάλοις διαστήμασιν ἀποδέοντα, σχεδὸν ἀδυνάτου καθεστῶτος πρὸς ἡντινοῦν τελειωθῆναι τέχνην πηγῆς τρόπον ἀεὶ καινουμένην καὶ θεωρημάτων παντοίων ἰδέας ἀνομβροῦσαν.

  82. 82.1

    διὰ τοῦθ’ ὅρκος ὠνομάσθη προσφυέστατα τὸ πίστεως βεβαιοτάτης σύμβολον μαρτυρίαν θεοῦ περιεχούσης. ὡς γὰρ ὁ ὀμνὺς τῶν ἀμφισβητουμένων καλεῖ θεὸν μάρτυρα, ἐπ’ οὐδενὶ οὕτως ἔστιν εὐορκῆσαι ὡς ἐπὶ τῷ μηδεμιᾶς ἐπιστήμης εὑρίσκεσθαι παρὰ τῷ τεχνίτῃ τέλος.

  83. 83.1

    ὁ δὲ αὐτὸς λόγος καὶ ἐπὶ τὰς ἄλλας ὅσαι περὶ ἡμᾶς δυνάμεις ὀλίγου δεῖν κεχώρηκεν· ὥσπερ γὰρ ἐν τῷ λεχθέντι φρέατι ὕδωρ φασὶ μὴ εὑρεθῆναι, οὕτως οὐδὲ ἐν ὀφθαλμοῖς τὸ ὁρατὸν οὐδ’ ἐν ὠσὶ τὸ ἀκούειν οὐδ’ ἐν μυκτῆρσι τὸ ὀσφραίνεσθαι οὐδὲ συνόλως ἐν αἰσθήσεως ὀργάνοις τὸ αἰσθάνεσθαι, κατὰ τὸ παραπλήσιον δὲ οὐδ’ ἐν νῷ τὸ καταλαμβάνειν.

  84. 84.1

    πῶς γὰρ ἂν παρορᾶν ἢ παρακούειν ἢ παρανοεῖν συνέβαινεν, εἴπερ ἐν τούτοις πάγιαι ἦσαν αἱ ἀντιλήψεις ἑκάστου, ἀλλὰ μὴ ἐπ’ αὐτῶν θεοῦ σπείροντος

  85. 85.1

    τὸ βέβαιον ἐπεφύκεσαν; ἱκανῶς οὖν καὶ περὶ τοῦ χωρίου διειλεγμένοι, ἐν ᾧ τὸ δένδρον ἀνθεῖ, καὶ περὶ τοῦ καρποῦ τελευταῖον ἐξεργασώμεθα. τίς οὖν ὁ καρπὸς αὐτοῦ, αὐτὸς ὑφηγήσεται· „ἐπεκάλεσε“ γὰρ „τὸ ὄνομα κυρίου θεὸς αἰώνιος“ (Gen. 21, 33).

  86. 86.1

    αἱ τοίνυν λεχθεῖσαι προσρήσεις τὰς περὶ τὸ ὂν ἐμφαίνουσι δυνάμεις· ἡ μὲν γὰρ κύριος καθ’ ἣν ἄρχει, ἡ δὲ θεὸς καθ’ ἣν εὐεργετεῖ· οὗ χάριν καὶ τῇ κατὰ τὸν ἱερώτατον Μωυσῆν κοσμοποιίᾳ πάσῃ τὸ τοῦ θεοῦ ὄνομα ἀναλαμβάνεται· ἥρμοττε γὰρ τὴν δύναμιν, καθ’ ἣν ὁ ποιῶν εἰς γένεσιν ἄγων ἐτίθετο καὶ διεκοσμεῖτο, διὰ ταύτης καὶ [κατα]κληθῆναι.

  87. 87.1

    καθὸ μὲν οὖν ἄρχων ἐστίν, ἄμφω δύναται, καὶ εὖ καὶ κακῶς ποιεῖν, συμμεταβαλλόμενος πρὸς τὴν τοῦ δράσαντος ἀπόδοσιν· καθὸ δὲ εὐεργέτης, θάτερον μόνον βούλεται, τὸ εὐεργετεῖν.

  88. 88.1

    μέγιστον δ’ ἂν ψυχῆς γένοιτο ἀγαθὸν μηκέτι ἐνδοιάζειν περὶ τῆς πρὸς ἑκάτερα τοῦ βασιλέως ἰσχύος, ἀλλ’ ἀνενδοιάστως τὸν μὲν ἕνεκα τοῦ κράτους τῆς ἀρχῆς αὐτοῦ φόβον ἐπικρεμάμενον καταλύειν, τὴν δὲ ἐκ τοῦ προαιρετικῶς εἶναι φιλόδωρον ἀγαθῶν κτήσεως καὶ χρήσεως ἐλπίδα βεβαιοτάτην ζωπυρεῖν.

  89. 89.1

    τὸ δὴ „θεὸς αἰώνιος“ ἴσον ἐστὶ τῷ ὁ χαριζόμενος οὐ ποτὲ μὲν ποτὲ δὲ οὔ, ἀεὶ δὲ καὶ συνεχῶς, ὁ ἀδιαστάτως εὐεργετῶν, ὁ τὴν τῶν δωρεῶν ἐπάλληλον φορὰν ἀπαύστως συνείρων, ὁ τὰς χάριτας ἐχομένας ἀλλήλων ἀνακυκλῶν δυνάμεσιν ἑνωτικαῖς καθαρμοσάμενος, ὁ μηδένα καιρὸν τοῦ ποιεῖν εὖ παραλείπων, ὁ κύριος ὤν, ὡς καὶ βλάπτειν δύνασθαι.

  90. 90.1

    τοῦτο καὶ ὁ ἀσκητὴς Ἰακὼβ ᾐτήσατο ἐπὶ τέλει τῶν ἱεροπρεπεστάτων εὐχῶν· εἶπε γάρ που· „καὶ ἔσται κύριος ἐμοὶ εἰς θεόν“ (Gen. 28,21), ἴσον τῷ οὐκέτι μοι τὸ δεσποτικὸν ἐπιδείξεται τῆς αὐτοκράτορος ἀρχῆς, ἀλλὰ τὸ εὐεργετικὸν τῆς ἵλεω περὶ πάντα καὶ σωτηρίου δυνάμεως, τὸν μὲν οἷα ἐπὶ δεσπότῃ φόβον ἀναιρῶν, τὴν δὲ ὡς ἐπ’ εὐεργέτῃ φιλίαν καὶ εὔνοιαν τῇ ψυχῇ παρέχων.

  91. 91.1

    τίς ἂν οὖν τοῦθ’ ὑπολάβοι ψυχή, ὅτι ὁ δεσπότης καὶ ἡγεμὼν τῶν ὅλων οὐδὲν τῆς ἑαυτοῦ φύσεως μεταβάλλων, μένων δὲ ἐν ὁμοίῳ, ἀγαθός ἐστι συνεχῶς καὶ φιλόδωρος ἀνελλιπῶς; ὅθεν ὄντως ἀγαθῶν ἀφθόνων καὶ ἀεννάων αἴτιος τελειότατος τοῖς εὐδαιμονοῦσι.

  92. 92.1

    βασιλεῖ δὲ πεπιστευκέναι μὴ τῷ μεγέθει τῆς ἀρχῆς ἐπαιρομένῳ πρὸς βλάβας τῶν ὑπηκόων, ἀλλὰ φιλανθρωπίᾳ τὸ ἐνδεὲς ἑκάστῳ ἐπανορθοῦσθαι προαιρουμένῳ, μέγιστόν ἐστι πρὸς εὐθυμίαν καὶ ἀσφάλειαν ἕρκος.

  93. 93.1

    Ἃ τοίνυν ὑπεσχόμεθα, ἤδη σχεδὸν ἀποδέδεικται, [τὸ] φυτὸν μὲν τὸ ἀρχήν τε καὶ τέλος λαμβάνεσθαι τῶν ἁπάντων εἶναι θεόν, χωρίον δὲ τὸ ἀκόλουθον τὸ ἐν μηδενὶ τῶν ἐν γενέσει τέλειον εὑρίσκεσθαι, ἐπ’ αὐτῷ δ’ ἔσθ’ ὅτε χάρισι τοῦ αἰτίου προφαίνεσθαι, καρπὸς δὲ τὸ τὰς τοῦ θεοῦ διαιωνίζειν χάριτας καὶ ὀμβρούσας ἀπαύστως μηδέποτε λήγειν.

  94. 94.1

    οὕτως μὲν δὴ καὶ ὁ σοφὸς ἑπόμενος τῇ τοῦ πρώτου καὶ μεγίστου φυτουργοῦ τέχνῃ τὴν γεωργικὴν ἐπιδείκνυται. βούλεται δὲ ὁ ἱερὸς λόγος καὶ τοῖς μήπω τελειωθεῖσιν ἡμῖν, ἔτι δὲ ἐν μέσοις ἀριθμοῖς τῶν λεγομένων καθηκόντων ἐξεταζομένοις, διαπονηθῆναι τὰ γεωργικά· φησὶ γάρ·

  95. 95.1

    „ὅταν εἰσέλθητε πρὸς τὴν γῆν, ἣν κύριος ὁ θεὸς ὑμῶν δίδωσιν ὑμῖν, καὶ καταφυτεύσητε πᾶν ξύλον βρώσεως, περικαθαριεῖτε τὴν ἀκαθαρσίαν αὐτοῦ· ὁ καρπὸς αὐτοῦ τρία ἔτη ἔσται ἀπερικάθαρτος, οὐ βρωθήσεται· τῷ δὲ ἔτει τῷ τετάρτῳ ἔσται πᾶς καρπὸς αὐτοῦ ἅγιος, αἰνετὸς τῷ κυρίῳ· τῷ δὲ ἔτει τῷ πέμπτῳ φάγεσθε τὸν καρπόν, πρόσθεμα ὑμῖν τὰ γεννήματα αὐτοῦ. ἐγώ εἰμι κύριος ὁ θεὸς ὑμῶν„ (Lev. 19, 23 — 25).

  96. 96.1

    οὐκοῦν τῶν ξύλων τὰ ἐδώδιμα, πρὶν εἰς τὴν ὑπὸ θεοῦ δοθεῖσαν χώραν μεταναστῆναι, φυτεύειν ἀδύνατον· „ὅταν γὰρ εἰσέλθητε πρὸς τὴν γῆν, φυτεύσετε πᾶν ξύλον βρώσιμον„ φησίν, ὥστε ἔξω διατρίβοντες οὐκ ἂν δυναίμεθα τὰ τοιαῦτα τῶν δένδρων γεωργεῖν· καὶ μήποτ’ εἰκότως·

  97. 97.1

    ἕως μὲν γὰρ εἰς τὴν σοφίας ὁδὸν οὐ προσελήλυθεν ὁ νοῦς, τετραμμένος δὲ πόρρω πλανᾶται, τῶν τῆς ἀγρίας ὕλης ἐπιμελεῖται φυτῶν, ἅπερ ἤτοι ἄγονα ὄντα ἐστείρωται ἢ γεννῶντα ἐδωδίμων ἐστὶν ἄφορα.

  98. 98.1

    ὅταν δὲ εἰς τὴν φρονήσεως ἐμβὰς ὁδὸν συνεισέρχηται τοῖς δόγμασι καὶ συντρέχῃ πᾶσιν, ἄρξεται τὴν ἥμερον καὶ καρπῶν ἡμέρων οἰστικὴν ἀντὶ τῆς ἀγρίας ἐκείνης γεωργεῖν, ἀπάθειαν ἀντὶ παθῶν καὶ ἀντὶ ἀγνοίας ἐπιστήμην καὶ ἀντὶ κακῶν ἀγαθά.

  99. 99.1

    ἐπεὶ οὖν ὁ ἄρτι εἰσαγόμενος μακρὰν τοῦ τέλους ἀφέστηκεν, εἰκότως φυτεύσαντι αὐτῷ προστέτακται περιελεῖν τὴν ἀκαθαρσίαν τοῦ φυτευθέντος. τί δὲ τοῦτ’ ἐστί, συνεπισκεψώμεθα.

  100. 100.1

    τὰ μέσα τῶν καθηκόντων ἡμέρων φυτῶν ἔχειν μοι δοκεῖ λόγον· ἑκάτερα γὰρ ὠφελιμωτάτους φέρει καρπούς, τὰ μὲν σώμασι, τὰ δὲ ψυχαῖς. πολλὰ δὲ ἐν τοῖς μέσοις συναναβλαστάνοντα καὶ ἐπιφυόμενα τῶν βλαβερῶν ἀναγκαίως ἂν τέμνοιτο τοῦ μὴ ζημιοῦσθαι τὰ ἀμείνω χάριν.

Next → — showing 1100 of 177

First Thousand Years of Greek. CTS URN tlg0018.tlg010.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.