Ancient Textssearch the texts themselves, not just their titles

← All works

Hymn 4 To Hermes

Perseus Greek · Perseus Greek · 586 sections

  1. 200

    ἀνέρα ταῖσδʼ ἐπὶ βουσὶ διαπρήσσοντα κέλευθον.

  2. 201

    τὸν δʼ ὁ γέρων μύθοισιν ἀμειβόμενος προσέειπεν·

  3. 202

    ὦ φίλος, ἀργαλέον μέν, ὅσʼ ὀφθαλμοῖσιν ἴδοιτο,

  4. 203

    πάντα λέγειν· πολλοὶ γὰρ ὁδὸν πρήσσουσιν ὁδῖται,

  5. 204

    τῶν οἳ μὲν κακὰ πολλὰ μεμαότες, οἳ δὲ μάλʼ ἐσθλὰ

  6. 205

    φοιτῶσιν· χαλεπὸν δὲ δαήμεναί ἐστιν ἕκαστον·

  7. 206

    αὐτὰρ ἐγὼ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα

  8. 207

    ἔσκαπτον περὶ γουνὸν ἀλωῆς οἰνοπέδοιο·

  9. 208

    παῖδα δʼ ἔδοξα, φέριστε, σαφὲς δʼ οὐκ οἶδα, νοῆσαι,

  10. 209

    ὅς τις ὁ παῖς, ἅμα βουσὶν ἐυκραίρῃσιν ὀπήδει

  11. 210

    νήπιος, εἶχε δὲ ῥάβδον· ἐπιστροφάδην δʼ ἐβάδιζεν.

  12. 211

    ἐξοπίσω δʼ ἀνέεργε, κάρη δʼ ἔχεν ἀντίον αὐτῷ.

  13. 212

    φῆ ῥʼ ὁ γέρων· ὃ δὲ θᾶσσον ὁδὸν κίε μῦθον ἀκούσας·

  14. 213

    οἰωνὸν δʼ ἐνόει τανυσίπτερον, αὐτίκα δʼ ἔγνω

  15. 214

    φηλητὴν γεγαῶτα Διὸς παῖδα Κρονίωνος.

  16. 215

    ἐσσυμένως δʼ ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων

  17. 216

    ἐς Πύλον ἠγαθέην διζήμενος εἰλίποδας βοῦς,

  18. 217

    πορφυρέῃ νεφέλῃ κεκαλυμμένος εὐρέας ὤμους·

  19. 218

    ἴχνιά τʼ εἰσενόησεν Ἑκηβόλος εἶπέ τε μῦθον·

  20. 219

    ὦ πόποι, ἦ μέγα θαῦμα τόδʼ ὀφθαλμοῖσιν ὁρῶμαι·

  21. 220

    ἴχνια μὲν τάδε γʼ ἐστὶ βοῶν ὀρθοκραιράων,

  22. 221

    ἀλλὰ πάλιν τέτραπται ἐς ἀσφοδελὸν λειμῶνα·

  23. 222

    βήματα δʼ οὔτʼ ἀνδρὸς τάδε γίγνεται οὔτε γυναικὸς

  24. 223

    οὔτε λύκων πολιῶν οὔτʼ ἄρκτων οὔτε λεόντων·

  25. 224

    οὔτε τι Κενταύρου λασιαύχενος ἔλπομαι εἶναι,

  26. 225

    ὅς τις τοῖα πέλωρα βιβᾷ ποσὶ καρπαλίμοισιν·

  27. 226

    αἰνὰ μὲν ἔνθεν ὁδοῖο, τὰ δʼ αἰνότερʼ ἔνθεν ὁδοῖο.

  28. 227

    ὣς εἰπὼν ἤιξεν ἄναξ Διὸς υἱὸς Ἀπόλλων·

  29. 228

    Κυλλήνης δʼ ἀφίκανεν ὄρος καταείμενον ὕλῃ,

  30. 229

    πέτρης ἐς κευθμῶνα βαθύσκιον, ἔνθα τε νύμφη

  31. 230

    ἀμβροσίη ἐλόχευσε Διὸς παῖδα Κρονίωνος.

  32. 231

    ὀδμὴ δʼ ἱμερόεσσα διʼ οὔρεος ἠγαθέοιο

  33. 232

    κίδνατο, πολλὰ δὲ μῆλα ταναύποδα βόσκετο ποίην.

  34. 233

    ἔνθα τότε σπεύδων κατεβήσατο λάινον οὐδὸν

  35. 234

    ἄντρον ἐς ἠερόεν ἑκατηβόλος αὐτὸς Ἀπόλλων.

  36. 235

    Τὸν δʼ ὡς οὖν ἐνόησε Διὸς καὶ Μαιάδος υἱὸς

  37. 236

    χωόμενον περὶ βουσὶν ἑκηβόλον Ἀπόλλωνα,

  38. 237

    σπάργανʼ ἔσω κατέδυνε θυήεντʼ· ἠύτε πολλὴν

  39. 238

    πρέμνων ἀνθρακιὴν ὕλης σποδὸς ἀμφικαλύπτει,

  40. 239

    ὣς Ἑρμῆς Ἑκάεργον ἰδὼν ἀνέειλεν ἑαυτόν.

  41. 240

    ἐν δʼ ὀλίγῳ συνέλασσε κάρη χεῖράς τε πόδας τε,

  42. 241

    φή ῥα νεόλλουτος, προκαλεύμενος ἥδυμον ὕπνον,

  43. 242

    ἐγρήσσων ἐτεόν γε· χέλυν δʼ ὑπὸ μασχάλῃ εἶχε.

  44. 243

    γνῶ δʼ οὐδʼ ἠγνοίησε Διὸς καὶ Λητοῦς υἱὸς

  45. 244

    νύμφην τʼ οὐρείην περικαλλέα καὶ φίλον υἱόν,

  46. 245

    παῖδʼ ὀλίγον, δολίῃς εἰλυμένον ἐντροπίῃσι.

  47. 246

    παπτήνας δʼ ἀνὰ πάντα μυχὸν μεγάλοιο δόμοιο

  48. 247

    τρεῖς ἀδύτους ἀνέῳγε λαβὼν κληῖδα φαεινὴν

  49. 248

    νέκταρος ἐμπλείους ἠδʼ ἀμβροσίης ἐρατεινῆς·

  50. 249

    πολλὸς δὲ χρυσός τε καὶ ἄργυρος ἔνδον ἔκειτο,

  51. 250

    πολλὰ δὲ φοινικόεντα καὶ ἄργυφα εἵματα νύμφης,

  52. 251

    οἷα θεῶν μακάρων ἱεροὶ δόμοι ἐντὸς ἔχουσιν·

  53. 252

    ἔνθʼ ἐπεὶ ἐξερέεινε μυχοὺς μεγάλοιο δόμοιο

  54. 253

    Λητοΐδης, μύθοισι προσηύδα κύδιμον Ἑρμῆν·

  55. 254

    ὦ παῖ, ὃς ἐν λίκνῳ κατάκειαι, μήνυέ μοι βοῦς

  56. 255

    θᾶσσον· ἐπεὶ τάχα νῶι διοισόμεθʼ οὐ κατὰ κόσμον.

  57. 256

    ῥίψω γάρ σε λαβὼν ἐς Τάρταρον ἠερόεντα,

  58. 257

    ἐς ζόφον αἰνόμορον καὶ ἀμήχανον· οὐδέ σε μήτηρ

  59. 258

    ἐς φάος οὐδὲ πατὴρ ἀναλύσεται, ἀλλʼ ὑπὸ γαίῃ

  60. 259

    ἐρρήσεις ὀλίγοισι μετʼ ἀνδράσιν ἡγεμονεύων.

  61. 260

    Τὸν δʼ Ἑρμῆς μύθοισιν ἀμείβετο κερδαλέοισι·

  62. 261

    Λητοΐδη, τίνα τοῦτον ἀπηνέα μῦθον ἔειπας;

  63. 262

    καὶ βοῦς ἀγραύλους διζήμενος ἐνθάδʼ ἱκάνεις;

  64. 263

    οὐκ ἴδον, οὐ πυθόμην, οὐκ ἄλλου μῦθον ἄκουσα·

  65. 264

    οὐκ ἂν μηνύσαιμʼ, οὐκ ἂν μήνυτρον ἀροίμην·

  66. 265

    οὐδὲ βοῶν ἐλατῆρι, κραταιῷ φωτί, ἔοικα.

  67. 266

    οὐκ ἐμὸν ἔργον τοῦτο, πάρος δέ μοι ἄλλα μέμηλεν·

  68. 267

    ὕπνος ἐμοί γε μέμηλε καὶ ἡμετέρης γάλα μητρὸς

  69. 268

    σπάργανά τʼ ἀμφʼ ὤμοισιν ἔχειν καὶ θερμὰ λοετρά.

  70. 269

    μή τις τοῦτο πύθοιτο, πόθεν τόδε νεῖκος ἐτύχθη·

  71. 270

    καί κεν δὴ μέγα θαῦμα μετʼ ἀθανάτοισι γένοιτο,

  72. 271

    παῖδα νέον γεγαῶτα διὲκ προθύροιο περῆσαι

  73. 272

    βουσὶν ἐπʼ ἀγραύλοισι· τὸ δʼ ἀπρεπέως ἀγορεύεις.

  74. 273

    χθὲς γενόμην, ἁπαλοὶ δὲ πόδες, τρηχεῖα δʼ ὕπο χθών.

  75. 274

    εἰ δʼ ἐθέλεις, πατρὸς κεφαλὴν μέγαν ὅρκον ὀμοῦμαι·

  76. 275

    μὴ μὲν ἐγὼ μήτʼ αὐτὸς ὑπίσχομαι αἴτιος εἶναι,

  77. 276

    μήτε τινʼ ἄλλον ὄπωπα βοῶν κλοπὸν ὑμετεράων,

  78. 277

    αἵ τινες αἱ βόες εἰσί· τὸ δὲ κλέος οἶον ἀκούω.

  79. 278

    ὣς ἄρʼ ἔφη καὶ πυκνὸν ἀπὸ βλεφάρων ἀμαρύσσων

  80. 279

    ὀφρῦς ῥιπτάζεσκεν ὁρώμενος ἔνθα καὶ ἔνθα,

  81. 280

    μάκρʼ ἀποσυρίζων, ἅλιον τὸν μῦθον ἀκούων.

  82. 281

    τὸν δʼ ἁπαλὸν γελάσας προσέφη ἑκάεργος Ἀπόλλων·

  83. 282

    ὦ πέπον, ἠπεροπευτά, δολοφραδές, ἦ σε μάλʼ οἴω

  84. 283

    πολλάκις ἀντιτοροῦντα δόμους εὖ ναιετάοντας

  85. 284

    ἔννυχον οὐχ ἕνα μοῦνον ἐπʼ οὔδεϊ φῶτα καθίσσαι,

  86. 285

    σκευάζοντα κατʼ οἶκον ἄτερ ψόφου, οἷʼ ἀγορεύεις·

  87. 286

    πολλοὺς δʼ ἀγραύλους ἀκαχήσεις μηλοβοτῆρας

  88. 287

    οὔρεος ἐν βήσσῃς, ὁπότʼ ἄν κρειῶν ἐρατίζων

  89. 288

    ἀντᾷς βουκολίοισι καὶ εἰροπόκοις ὀίεσσιν.

  90. 289

    ἀλλʼ ἄγε, μὴ πύματόν τε καὶ ὕστατον ὕπνον ἰαύσῃς,

  91. 290

    ἐκ λίκνου κατάβαινε, μελαίνης νυκτὸς ἑταῖρε.

  92. 291

    τοῦτο γὰρ οὖν καὶ ἔπειτα μετʼ ἀθανάτοις γέρας ἕξεις.

  93. 292

    ἀρχὸς φηλητέων κεκλήσεαι ἤματα πάντα.

  94. 293

    ὣς ἄρʼ ἔφη καὶ παῖδα λαβὼν φέρε Φοῖβος Ἀπόλλων.

  95. 294

    σὺν δʼ ἄρα φρασσάμενος τότε δὴ κρατὺς Ἀργειφόντης

  96. 295

    οἰωνὸν προέηκεν ἀειρόμενος μετὰ χερσί,

  97. 296

    τλήμονα γαστρὸς ἔριθον, ἀτάσθαλον ἀγγελιώτην.

  98. 297

    ἐσσυμένως δὲ μετʼ αὐτὸν ἐπέπταρε· τοῖο δʼ Ἀπόλλων

  99. 298

    ἔκλυεν, ἐκ χειρῶν δὲ χαμαὶ βάλε κύδιμον Ἑρμῆν.

  100. 299

    ἕζετο δὲ προπάροιθε καὶ ἐσσύμενός περ ὁδοῖο

← Previous · Next → — showing 201300 of 586

Perseus Greek. CTS URN tlg0013.tlg004.perseus-grc2. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: CC BY-SA 4.0. Source.