Breviarium historiae romanae
- 5.3.1
Τῷ δὲ ἑξακοσιοστῷ καὶ πεντηκοστῷ καὶ ἐννάτῳ τῆς πόλεως ἔτει τὴν μὲν ὕπατον εἶχον ἀρχὴν Σέξτος Ἰούλιος Καίσαρ καὶ Λούκιος Μάρκιος Φίλιππος, σχεδὸν δὲ ἅπας ἡσύχαζε πόλεμος. ἀλλ̓ ἐξαίφνης Πικένται Μάρσοι τε καὶ Πελίγνοι ἀστασιάστως τὸν παρελθόντα ἅπαντα χρόνον ὑπακούσαντες Ῥωμαίοις ἀπεθρασύναντο καὶ τὸ ἴσον αὐτοῖς ὑπάρχειν ἠβούλοντο πρὸς τὸν δῆμον. ἐγένετο τοίνυν βαρὺς οὗτος πόλεμος, ὡς καὶ τὸν ὕπατον ἐν αὐτῷ πεσεῖν ἄριστον ἄνδρα Πούβλιον Ῥουτίλιον, Καιπίωνα τῶν ἐπιφανῶν νεανίσκον, καὶ Πόρκιον Κάτωνα καὶ αὐτὸν ὕπατον. ἡγοῦντο δὲ τοῦ στρατοῦ τῶν πολεμίων, Πικέντων καὶ Μάρσων, Τίτος Βήττιος, Ἱέριος Ἀσίνιος, Τίτος Ἑρρέννιος, Αὖλος Κλουέντιος. οὗτος ὁ θόρυβος ἐποίησε Μάριον ἕκτην δέξασθαι τὴν ὕπατον ἀρχήν: τὸ δὲ ἔργον ἐπράχθη παρὰ Πομπηΐου τε καὶ Σύλλου, τῇ μάχῃ καὶ αὐτῶν ἐπιστατούντων. Σύλλας γοῦν Κλουέντιον τὸν μαχιμώτατον τῶν ἐναντίων στρατηγὸν μετὰ πάσης τῆς δυνάμεως εἷλε. τέσσαρσίν τε ἐνιαυτοῖς ἀεὶ καὶ συμπλεκόμενος καὶ νικῶν ἐν τῷ παντὶ χρόνῳ φαίνεται μόνον ἕνα τῶν οἰκείων ἀποβαλὼν στρατιώτην. πέμπτῳ μὲν οὖν ἔτει τέλος ἔσχεν οὗτος ὁ πόλεμος τοῦ Σύλλου κατορθώσαντος αὐτὸν ἐν ὑπατικῇ λοιπὸν ἐξουσίᾳ: τὰ γὰρ πρότερα πραίτωρ ἐτύγχανεν εἰργασμένος.
- 5.4.1
Τῷ δὲ ἑξακοσιοστῷ καὶ ἑβδομηκοστῷ καὶ δευτέρῳ τῆς πόλεως ἔτει πρῶτος ἐμφύλιος ἀνεφύη πόλεμος, καὶ κατὰ τὸν αὐτὸν τοῦτον ἐνιαυτὸν ὁ πρὸς Μιθριδάτην μέγιστος, εἴπερ τις ἕτερος. ὁ μὲν οὖν ἐμφύλιος αἰτίαν ἔσχε τήνδε: Μάριος ἐπὶ τὴν ἕκτην ὑπατείαν κληθεὶς συνύπατον ἔσχε τὸν Σύλλαν, ᾧ τὰ πρὸς Μιθριδάτην ἀπεκληρώθη. καὶ Σύλλου δὲ περὶ τὴν Καμπανίαν διατρίβοντος ʽἐβούλετο γὰρ ὁδοῦ πάρεργον ποιήσασθαι τὴν τῶν Ἰταλικῶν ἐπανόρθωσιν πραγμάτων καὶ τὰ λείψανα τῆς παλαιᾶς ἀνελεῖν στάσεωσ̓ ὁ Μάριος πείθει τὸν δῆμον ἐπ’ αὐτὸν μεταθεῖναι τὴν Μιθριδατικὴν μάχην. καὶ συνήργησεν αὐτῷ πολὺς ὢν ἤδη λοιπὸν ὁ περὶ Μιθριδάτου λόγος ὡς ἤδη τήν τε Ἀσίαν καὶ τὴν Ἀχαΐαν κατειληφότος. τοῦτο πρὸς ὀργὴν ἐκίνησε τὸν Σύλλαν. καὶ μετὰ τοῦ στρατεύματος εἰς τὴν Ῥώμην ἐπανῆκε: καὶ εἰς χεῖρας ἀφικνεῖται Μαρίῳ τε καὶ Σουλπικίῳ. πρῶτός τε μεθ̓ ὅπλων οὗτος ἐπὶ τῆς πόλεως ὤφθη. Μάριος μὲν οὖν τοῦ Σουλπικίου πεσόντος διεσώθη φυγών. Σύλλας δὲ χειροτονήσας τοὺς τοῦ μέλλοντος ἔτους ὑπάτους, Γναῖον τε Ὀκτάβιον καὶ Λούκιον Κορνήλιον. Κίνναν, ὥρμησε πρὸς τὴν Ἀσίαν.
- 5.5.1
Μεταξὺ γὰρ ὁ Μιθριδάτης τοῦ τε Πόντου κρατῶν καὶ τῆς μικρᾶς καλουμένης Ἀρμενίας καὶ πάσης τῆς Ποντικῆς θαλάσσης τῆς κύκλῳ τοῦ Βοσπόρου Νικομήδην ἐπειρᾶτο φίλον ὄντα καὶ σύμμαχον Ῥωμαίων τῆς Βιθυνίας ἐκβάλλειν τῷ τε δήμῳ προηγόρευσε τῷ Ῥωμαίων ὑβρισμένος ἀμύνεσθαι τὸν Νικομήδην, οὐκ αὐτοῖς ἀντιταττόμενος. ὁ μὲν οὖν δῆμος ἀπεκρίνατο πόλεμον αὐτὸν ἐφ̓ ἑαυτῷ κινήσειν Ῥωμαϊκόν, εἰ μὴ Νικομήδους ἀποσταίῃ. βαρέως δὲ ἐνεγκὼν ὁ Μιθριδάτης ἔπεισε Καππαδόκας καὶ τὸν Ἀριοβαρζάνην ὑπόσπονδον ὄντα Ῥωμαίοις ἐξέβαλε τῶν βασιλείων. εἶτα μετέστησε τὴν στρατιὰν εἰς Βιθυνίαν τε καὶ Παφλαγονίαν: καὶ τοὺς ἐκεῖ βασιλεύοντας ἐξήλασε Ῥωμαίων ὄντας ὑπηκόους τε καὶ φίλους, Πυλαιμένην τε καὶ Νικομήδην. ἐκεῖθεν ἐπὶ τὴν Ἔφεσον ἔσχε τὸν δρόμον: καὶ προγράμματι τοὺς καταλαμβανομένους ἐπὶ τῆς Ἀσίας Ῥωμαίους ἀναιρεθῆναι προσέταξε.
- 5.6.1
Προσετέθη δὲ αὐτῷ καὶ ἡ τῶν Ἀθηνῶν πόλις Ἀρίστωνος αὐτὴν τοῦ Ἀθηναίου προπιόντος. ἐπραγματεύετο γὰρ ἤδη τῆς Ἀχαΐας τὴν κτῆσιν Ἀρχέλαον ἐκπέμψας σὺν ἑκατὸν καὶ εἴκοσι χιλιάσι πεζῶν τε καὶ ἱππέων καὶ ὃς ἅπασαν αὐτῷ προσηγάγετο τὴν Ἑλλάδα. Σύλλας τοίνυν τῷ Πειραιεῖ προσκαθεσθεὶς τὰς μὲν Ἀθήνας εἷλεν, ἐπεξελθὼν δὲ Ἀρχελάῳ καὶ συμμίξας μετὰ τοσαύτης ἐκράτησε περιουσίας, ὥστε δέκα μὲν Ἀρχελάῳ διασωθῆναι χιλιάδας ἐκ τῶν ἑκατὸν εἴκοσι, τοῦ δὲ Ῥωμαϊκοῦ στρατεύματος τρεῖς καὶ δέκα μόνους ἄνδρας πεσεῖν. ἀλλ̓ ὁ Μιθριδάτης τὴν Ἀρχελάου δυσπραγίαν γνοὺς ἀπέστειλεν ἑβδομήκοντα χιλιάδας αὐτῷ τοὺς ἀρίστους ἐκ τῆς Ἀσίας ἐκλεξάμενος. γίγνεται δὴ δευτέρα συμπλοκή: καὶ οὐ μετὰ τῆς ἴσης ἑκάτεροι διεκράθησαν τύχης ἡττᾶται γὰρ Ἀρχέλαος: καὶ πίπτουσιν αὐτοῦ δεκαπέντε χιλιάδες, καὶ πρὸς Διογένης ὁ Ἀρχελάου παῖς: αὐτὸς δὲ ἐν τοῖς πλησίον ἕλεσιν τρεῖς διαλαθὼν ἡμέρας ἐσώθη. ταῦτα τὸν Μιθριδάτην ἠνάγκασε περὶ σπονδῶν ποιήσασθαι πρὸς τὸν Σύλλαν λόγους ἑτέρους ἤδη κατορθοῦντα πολέμους.
- 5.7.1
Σκορδίσκους γὰρ καὶ Δαλμάτας καὶ Δαρδάνους τοὺς μὲν χερσὶ τοὺς δὲ φόβῳ συνῆψε Ῥωμαίοις: ἔνθα δὴ καὶ οἱ τοῦ Μιθριδάτου παραγενόμενοι πρέσβεις τὰ παρὰ τοῦ βασιλέως ἀπήγγειλαν. ὁ δὲ οὐ πρότερον ἔφη περὶ σπονδῶν ἀκούσεσθαι, πρὶν ἂν ἀπολιπὼν ἅπασαν ἣν ἐφόδῳ κατέσχε γῆν ἐπὶ τὴν προτέραν αὐτοῦ βασιλείαν ἐπανέλθοι: ἐπεὶ δὲ καὶ εἰς λόγους ἧλθεν ὁ Μιθριδάτης αὐτῷ, τῶν ἐμφυλίων αὐτὸν καλοῦντων θορύβων ἔδωκε τὰς σπονδάς. ἠβούλετο γὰρ τὰ πολιτικὰ καθιστὰς μηδένα κατόπιν αὐτοῦ πολέμιον ἔχειν. εὐθὺς οὗν ἐπὶ τὴν πόλιν ἔδραμεν, ἤδη τοῦ Μαρίου καὶ Κίννου, ὃν ὕπατον ὁ Σύλλας ἐχειροτόνησε, συμπνευσάντων ἀλλήλοις καὶ πολλὰ κατὰ τὴν Ῥώμην ἐργασαμένων: πολλοὺς γὰρ τῶν συγκλητικῶν διεχρήσαντο καὶ πολλῶν τὰς οὐσίας ἐδήμευσαν: τὴν οἰκίαν τε τοῦ Σύλλου καθελόντες καὶ ἀνατρέψαντες τὴν γαμετὴν καὶ τοὺς παῖδας εἰς φυγὴν ἔτρεψαν: ἀμέλει τῆς συγκλήτου τὸ λειπόμενον ἐπὶ τὸν Σύλλαν ὥρμησεν, ὥστε βοηθῆσαι τοσούτῳ κακῷ. παραγενόμενος οὖν εἰς τὴν Ἰταλίαν ὁ Σύλλας Νορβανὸν καὶ Σκηπίωνα τοὺς ὑπάτους, οἳ κατὰ τὴν Μαρίου ταραχὴν ἐκεχειροτόνηντο, μάχῃ ἐνίκησε: πρῶτον μὲν Νορβανὸν περὶ τὴν Καπύην, οὗ χιλιάδας μὲν ἔφθειρεν ἓξ εἷλε δὲ τοσαύτας ἑτέρας, δεύτερον δὲ τὸν Σκηπίωνα, ὃς καὶ παρέδωκεν ἑαυτὸν σὺν τῷ στρατεύματι.
- 5.8.1
Γενομένων δὲ ἑτέρων κατὰ τὴν Ῥώμην ὑπάτων, Μαρίου τε τοῦ Μαρίου παιδὸς καὶ Παπιρίου Κάρβωνος, τὸν Μάριον καταπολεμήσας καὶ πεντεκαίδεκα χιλιάδας αὐτοῦ διαχρησάμενος κατέλαβε τὴν πόλιν ἐπακολουθῆσαί τινας φεύγοντι τῷ Μαρίῳ κελεύσας ἐκ τοῦ στρατεύματος, οὓς δείσας ἐκεῖνος ἐπήγαγεν ἑαυτῷ τελευτήν. ἐν δὲ ταύταις πάσαις ταῖς μάχαις, τῇ μὲν πρὸς τοὺς προτέρους ὑπάτους τέσσαρας καὶ εἴκοσι μόνους ἐκ τῆς αὐτοῦ στρατιᾶς ἀπώλεσεν ὁ Σύλλας, τῇ δὲ πρὸς τοὺς ἑτέρους τεσσαράκοντα. μετὰ ταῦτα γίγνεται καὶ ἑτέρα μάχη τῷ Σύλλᾳ πρὸς Λαμπώνιον καὶ Καρινάτην στρατηγοὺς τοῦ Μαρίου κατ̓ αὐτῆς τῆς Ῥώμης τὰ προπύλαια, ὅθιπερ ἡ Κολλίνη καλουμένη πύλη: ἀντετάττοντο δὲ αὐτῷ χιλιάδες ἑβδομήκοντα, τούτων δώδεκα μὲν εὐθὺς προσεχώρησαν τῷ Σύλλᾳ: οἱ λοιποὶ δὲ οἱ μὲν κατ̓ αὐτὴν παράταξιν, οἱ δὲ φεύγοντες, οἱ δὲ πρὸς τὰς παρεμβολὰς καταφεύγοντες ἀνῃρέθησαν: καὶ κόρος οὐκ εἶχε τοὺς φονεύοντας. ἐνταῦθα. δὴ καὶ ὁ Κάρβων ὁ τῶν ὑπάτων ἕτερος φεύγει πρὸς τὴν Σικελίαν κἀκεῖ δέχεται τὴν τελευτὴν ὑπὸ τοῦ Πομπηΐου: τοῦτον γὰρ ὁ Σύλλας νέον ἔτι καὶ πρῶτον ἔτος ἄγοντα πρὸς τοῖς εἴκοσι πολλάκις ἀριστεύσαντα τεθεαμένος ἐπέστησε τῷ κατὰ Σικελίαν στρατῷ.
- 5.9.1
Καὶ πάσης ἐκράτησε τῆς νήσου μετὰ τὴν Κάρβωνος σφαγήν. δεύτερος οὗν ἐπεκαλεῖτο Σύλλας. ἀπὸ δὲ τῆς Σικελίας ἐπὶ τὴν Ἀφρικὴν διαπλεύσας συμπλέκεται Δομητίῳ ʽΜαρίου καὶ οὗτος ἦν στρατηγόσ̓ καὶ αὐτόν τε ἀναιρεῖ καὶ τὸν Ἰέρδαν Μαυρῶν βασιλεύοντα, συμμαχοῦντα τῷ Δομητίῳ. ὡς οὖν καὶ τῶν ἐμφυλίων κεκρατηκὼς ὁ Σύλλας τὸν κατὰ Μιθριδάτου θρίαμβον ἀπεπλήρωσε. καὶ Πομπήϊος δὲ πρῶτος τοῦτο λαχὼν ἐν νεότητι τὸ γέρας εἰκοστῷ καὶ τετάρτῳ τῆς ἡλικίας ἔτει κατὰ τῶν Ἄφρων ἐθριάμβευσεν. οὕτως ἐτελεύτησαν ὅ τε Ἰταλικὸς πόλεμος καὶ ὁ ἐμφύλιος πόλεμος ἐπὶ δεκάτῳ ἐκταθέντες ἐνιαυτῷ, ὀλεθριώτατοι γενόμενοι τῇ Ῥώμῃ. κατ̓ αὐτοὺς γὰρ ἀπέβαλον ἑκατὸν καὶ πεντήκοντα χιλιάδας ἀνδρῶν ὁπλιτῶν, εἴκοσι δὲ καὶ τέσσαρας ὑπατικοὺς ἄνδρας ἑπτά τε πραιτωρίους, αἰδιλικίους ἑξήκοντα, συγκλητικοὺς δὲ ἀμφὶ τοὺς διακοσίους. ἡ δὲ τῶν αἰδιλικίων ἀρχή τις ἦν, ἧς πρώτης οἱ παριόντες ἐπὶ τὰ πράγματα τῆς πόλεως ἐτύγχανον.
- 6.1.1
Μάρκου Αἰμιλίου Λεπίδου καὶ Κύντου Κατούλου γενομένων ὑπάτων καὶ τῆς πολιτείας ὑπὸ τοῦ Σύλλου πεφυλαγμένης καινοὶ πόλεμοι πανταχόθεν ἐξανέστησαν ἐν μὲν ταῖς Ἱσπανίαις Σερτωρίου νεωτερίσαντος ʽὃς τῆς Μαρίου συμμορίας ἦν̓ καὶ τοὺς Ἱσπανοὺς εἰς ὅπλα κινήσαντος, δείσαντος μὴ ταὐτὰ πάθῃ τοῖς λοιποῖς τοῖς Μαρίῳ κεκοινωνηκόσιν, ἐν Παμφυλίᾳ δὲ καὶ Μακεδονίᾳ καὶ Δαλματίᾳ τῶν ἐνοίκων τῆς γῆς κατὰ τοῦ δήμου στασιασάντων. πέμπονται τοίνυν ἐπὶ μὲν τὸν Σερτώριον Κύντος Καικίλιος Μέτελλος ὁ Μετέλλου παῖς τοῦ Ἰουγούρθαν νικήσαντος καὶ Λούκιος Δομήτιος. ἀλλ̓ ὁ μὲν Δομήτιος συμμίξας ἀνῃρέθη, Μέτελλος δὲ ἀμφήριστον ἔσχε τὴν μάχην: ἐπεὶ δὲ οὐκ ἐδόκει μόνος ἀρκεῖν, πέμπεται Πομπήϊος: καὶ διαφόρους ἔσχεν ἡ μάχη τύχας νῦν μὲν κρατοῦντος νῦν δὲ ἡττωμένου Σερτωρίου. διελθόντων δὲ ἐνιαυτῶν ὀκτωκαίδεκα Σερτώριος ὑπὸ τῶν οἰκείων ἀνῃρέθη καὶ Ἱσπανοὶ ἐντεῦθεν ἠρεμοῦντες διέμειναν.
- 6.2.1
Τὸν ἐν Μακεδονίᾳ δὲ πόλεμον Ἄππιος Κλαύδιος κατώρθωσε πολλοῖς ἔθνεσι μαχεσάμενος τοῖς τὴν Ῥοδόπην οἰκοῦσιν. νικήσαντα δὲ αὐτὸν ἀπήγαγε τοῦ βίου νόσος. ὑποκαταστὰς δὲ αὐτῷ Γάϊος Σκριβώνιος Κουρίων Δαρδάνους τε ἐνίκησε καὶ πρὸς τὰς ὄχθας ἐχώρησε τοῦ ποταμοῦ τοῦ Ἴστρου. οὕτω τε ἐπανελθὼν ἐθριάμβευσεν.
- 6.3.1
Εἰς δὲ τὴν Παμφυλίαν Πούβλιος Σερβίλλιος ἀφικόμενος Κιλικίαν τε ὑπηγάγετο καὶ Λυκίας τὸ πλεῖστον. Φασήλιδα γὰρ καὶ Ὄλυμπον καὶ Κώρυκον προσένειμε Ῥωμαίοις: Ἰσαύροις τε ἐπελθὼν ἠνάγκασε τὴν Ῥωμαίων δέξασθαι δεσποτείαν: πρῶτός τε Ῥωμαίων τὸν Ταῦρον διῆλθε: καὶ ὁδεύσας τὴν ὑπώρειαν ἐπεκλήθη διὰ τὴν νίκην Ἰσαυρικὸς ὡς δυσμαχώτατον ἔθνος νενινηκώς.
- 6.4.1
Τὰ δὲ ἐν Ἰλλυριοῖς Γάϊος Κοσκώνιος ἀνθυπατικὴν ἐξουσίαν ἔχων κατεστήσατο Σάλωνας μὲν μητρόπολιν τῆς Δαλματίας κτησάμενος, τῷ πολέμῳ δὲ ἐπιθεὶς ἔτει δευτέρῳ τέλος.
- 6.5.1
Ἐν αὐτῷ δὲ τούτῳ τῷ χρόνῳ Μάρκος Αἰμίλιος Λέπιδος ὁ τοῦ Κατούλου συνύπατος τὴν ἐμφύλιον ἐπεχείρησεν ἀνακινῆσαι στάσιν: ἀλλὰ τοῦ προσιόντος θέρους καθῃρέθη. καὶ τὰ γενόμενα παρὰ τοῖς Ἰλλυριοῖς καὶ κατὰ τὴν πόλιν τάχους τε ἕνεκα καὶ τῶν ἔργων αὐτῶν ἠξιώθη θριάμβων.
- 6.6.1
Καὶ Ῥώμη δὲ ἕκτον καὶ ἑβδομηκοστὸν ἐπὶ τοῖς ἑξακοσίοις ἔτος ἦν. κατὰ δὴ τοῦτον τὸν καιρὸν ἐκτὸς μὲν Λούκιος Λούκουλλος καὶ Μάρκος Αὺρήλιος Κόττας ἦσαν ὕπατοι. Νικομήδης δὴ ὁ Βιθυνῶν τελευτῶν παρέπεμψε τὴν βασιλείαν Ῥωμαίοις. Μιθριδάτης δὲ μικρὰ τῶν σπονδῶν φροντίσας κατὰ τῆς Βιθυνίας καὶ Ἀσίας ἔφοδον ἐμελέτησεν. ἀμφοτέρων δὲ τῶν ὑπάτων ἐπ’ αὐτὸν ὁρμηθέντων νῦν μὲν ἐκράτει, νῦν δὲ ἧττον εἶχε Ῥωμαίων: καὶ Κόττας μὲν πρὸ Καλχηδόνος τῆς ἐπὶ τῷ Βοσπόρῳ συμμίξας ἡττᾶται καὶ καταφεύγει πρὸς τὸ ἄστυ. Μιθριδάτης δὲ τὴν πολιορκίαν τρίβειν αὐτῷ τοὺς χρόνους οἰηθεὶς ἔδραμεν ἐπὶ τὴν Κύζικον ὡς ὁρμητηρίῳ χρησάμενος αὐτῇ κατὰ πάσης τῆς Ἀσίας: οὐ μὴν οἷον ἤλπισεν ἔσχε τέλος. Λούκουλλος γὰρ αὐτῷ προσκαθεσθεὶς καὶ πολιορκοῦντα πολιορκήσας λιμῷ τε πιέσας αὐτόν τε καὶ τὸ στρατόπεδον συνελαύνει τὸν Μιθριδάτην εἰς τὸ Βυζάντιον, ἐφ̓ οὗ νῦν ἐστιν ἡ Κωνσταντινούπολις. καὶ μετὰ ταῦτα τοῖς στρατηγοῖς αὐτοῦ μαχεσάμενος τὸ πολὺ διέφθειρε τοῦ στρατοῦ, ὡς ἑκατὸν ἀνδρῶν χιλιάδας πεσεῖν ὑφ̓ ἑνὶ χειμῶνι καὶ θέρει.
- 6.7.1
Τῷ δὲ ἑξακοσιοστῷ καὶ ἑβδομηκοστῷ καὶ ὀγδόῳ τῆς πόλεως ἔτει τὰ Μακεδονικὰ μὲν ἐπετράπη Λικιννίῳ Λουκούλλῳ ʽἀνεψιὸς δὲ ἦν Λουκούλλου τοῦ πρὸς Μιθριδάτην πολεμοῦντοσ̓. ἐκινήθη δὲ κατὰ τὴν Ἰταλίαν πόλεμος καινός: τέσσαρες γὰρ καὶ ἑβδομήκοντα τῶν ἐπὶ μονομαχίᾳ συνειλεγμένων ἡγεμόνας τοῦ τολμήματος ποιησάμενοι Σπάρτακον καὶ Κρίζον καὶ Οἰνόμαον, ὀρύξαντες τὸ μονομαχικὸν θέατρον ἀπέφυγον: καὶ πλανώμενοι κατὰ μικρόν τε ηὐξήθησαν ὥστε εἰς ἑξήκοντα μυριάδας προελθεῖν: πολλούς τε Ῥωμαίων στρατηγοὺς καὶ δύο τῶν ὑπάτων ἀνελόντες οὐχ ἥττω καὶ φόβον καὶ κίνδυνον ἐπήγαγον Ῥωμαίοις ἤπερ Ἀννίβας: καὶ μόλις ὑπὸ Λικιννίου Κράσσου χειροτονηθέντος ὑπάτου πολλαῖς περιβαλόντες τὴν Ῥώμην συμφοραῖς ἔτει τρίτῳ τῆς ἀρχῆς τοῦ πολέμου παντελῶς ἀπεσβέσθησαν.
- 6.8.1
Ἑξακοσιοστῷ δὲ καὶ ὀγδοηκοστῷ καὶ πρώτῳ τῆς πόλεως ἔτει Κορνηλίου Λεντούλου καὶ Γναίου Αὐφιδίου Ὀρέστου τὴν ἀρχὴν δεξαμένων οἱ δύο πόλεμοι τὴν Ῥώμην ἐνώχλουν μόνοι, ὅ τε πρὸς Μιθριδάτην καὶ ὁ πρὸς Μακεδόνας, οἷς ἐπεστάτουν Λούκιός τε Λούκουλλος καὶ Μάρκος Λούκουλλος: ἀλλ̓ ὁ μὲν Λούκιος μετὰ τὴν ἐν Κυζίκῳ μάχην, ἣν ἄρτι διηγησάμην, νικᾷ τε τοὺς ἡγεμόνας τοῦ Μιθριδάτου ναυμαχίᾳ: καὶ κατακολουθῶν ὄπισθεν Παφλαγονίαν τε καὶ Βιθυνίαν ἀνεκτήσατο καὶ πρὸς τὸν Πόντον, ὃς ἦν τῆς Μιθριδάτου βασιλείας, τὸν δρόμον ἴθυνε: καὶ τὰς ἐπισήμους τοῦ Πόντου πόλεις Σινώπην τε καὶ Ἀμισσὸν εἷλεν. εἶτ̓ ἐπισυνάψας τὴν μάχην περὶ Κάβειρα τὴν πόλιν μετὰ πολλοῦ πλήθους ἐκ πάσης αὐτοῦ τῆς βασιλείας ἀντιπαραταξαμένου τοῦ Μιθριδάτου: οὗτος πεντακισχιλίοις μόνοις ὁπλίταις χρώμενος τριάκοντα διεχρήσατο χιλιάδας: καὶ τρέψας τὸν Μιθριδάτην εἰς φυγὴν τῶν τε παρεμβολῶν ἐγένετο κύριος ἀφείλετό τε καὶ τῆς μικρᾶς Ἀρμενίας αὐτόν. τὸν μὲν οὖν φυγόντα Τιγράνης ὁ τῆς Ἀρμενίας ὑπεδέξατο βασιλεὺς ἐπισημότατος τῶν πώποτε τὴν χώραν κατασχόντων καὶ Πέρσας ἀεὶ νενικηκὼς καὶ τὴν Μεσοποταμίαν καὶ τὴν Συρίαν καὶ τὰ πλεῖστα τῆς Φοινίκης ὑφ̓ ἑαυτὸν ἔχων.
- 6.9.1
Λούκουλλος δ̓ ἐπεξελθὼν καὶ τῆς Τιγράνου βασιλείας κατεφρόνησε καὶ τὴν μεγίστην αἱρεῖ πόλιν
- 6.11.1
ὅθεν δὴ καὶ Κρητικὸς ὁ Μέτελλος προσηγορεύθη καὶ τὴν νίκην ἐθριάμβευσε. τότε καὶ Λιβύων ὁ βασιλεὺς Ἀπίων Ῥωμαίοις παρέπεμψε τὴν ἀρχὴν ἀποθνήσκων ἐκ διαθήκης. κύριοι δὲ Λιβύης ἐγένοντο Ῥωμαῖοι καὶ μεγίστας προσελάβοντο πόλεις Βερενίκην Πτολεμαΐδα καὶ Κυρήνην.
- 6.12.1
Οὕτω τῶν πραγμάτων κατὰ γῆν ἐχόντων ἐκ θαλάττης ἐκινήθη πόλεμος λῃστῶν αὐτὴν πανταχόθεν ὡς μήτε τοῖς ἐμπόροις μήτ̓ ἄλλοις αὐτὴν εἶναι πλεῖν. τοῦτον ὁ Πομπήϊος ψηφίσματι τῆς πόλεως ἐπιτραπέντα ἐν μικρῷ χρόνῳ καὶ μετὰ λαμπρᾶς ἔπαυσε τῆς τύχης. καὶ μετέστη πρὸς Μιθριδάτην τε καὶ Τιγράνην: καὶ τὸν Μιθριδάτην μὲν ἐν Ἀρμενίᾳ τῇ δευτέρᾳ νυκτομαχίᾳ νικήσας τάς τε παρεμβολὰς εἷλεν καὶ τεσσαράκοντα χιλιάδας διέφθειρε τοῦ τῶν πολεμίων στρατοῦ εἴκοσι τῶν ἑαυτοῦ μαχητῶν ἀποβαλὼν καὶ ἑκατοντάρχους δύο. αὐτόν τε Μιθριδάτην μετὰ τῆς γαμετῆς συνελάσας εἰς φυγὴν ἐπὶ τὸν Τιγράνην ἐχώρησεν. ἀλλ̓ ὁ μὲν Μιθριδάτης ὑπὸ τῆς συμφορᾶς χαλεπῶς τοῖς οἰκείοις κεχρημένος ἐπαναστάντος αὐτῷ τοῦ παιδὸς Φαρνάκου καί τινων ἐκ τοῦ στρατοῦ φαρμάκῳ τὴν τελευτὴν ηὕρατο: καὶ τοῦτο ἔσχε πέρας τοῦ βίου περὶ τὸν Βόσπορον ἀνὴρ ἔργῳ τε καὶ βουλαῖς ἄριστος καὶ τήν τε βασιλείαν ἑξήκοντα κατασχὼν ἔτεσι, τῆς δὲ ἡλικίας προβὰς εἰς ἑβδομήκοντα καὶ δύο. ὁ δὲ Ῥωμαίων πρὸς αὐτὸν πόλεμος τεσσαράκοντα ἔτη ἐγένετο.
- 6.13.1
Τιγράνης δὲ παρέδωκεν ἑαυτὸν Πομπηΐω δεκάτῳ καὶ ἕκτῳ σημείῳ τοῦ στρατοπέδου ἀπέχοντος τοῦ Πομπηΐου τοῦ Ἀρταξάτου φρουρίου: καὶ τὸ διάδημα τὸ βασιλικὸν αὐτῷ προσεκόμισε καὶ προσέπεσε πρὸς τὰ γόνατα. ἀλλ̓ ἐκ μεγαλοφροσύνης ὁ Πομπήϊος τόν τε στέφανον αὖθις ἐπέθηκεν αὐτοῦ τῇ %5κεφαλῇ καὶ πάσης μετέδωκε τιμῆς μέρος τῆς βασιλείας ἀφελόμενος καὶ χρήμασι σωφρονίσας: Συρίαν μὲν γὰρ καὶ Φοινίκην %5καὶ Σωφανήνην περιέκοψεν αὐτοῦ τῆς ἀρχῆς. ἑξακισχίλια δὲ τάλαντα ἀργυρίου καταβαλεῖν ἠνάγκασε τιμωρίαν τοῦ κατὰ Ῥωμαίων ἐγχειρήματος.
- 6.14.1
Ἐκεῖθεν ὁ Πομπήϊος ἔδραμεν ἐπὶ τοὺς Ἀλβανούς: καὶ τὸν βασιλεύοντα τοῦ ἔθνους Ὀρόδην μάχῃ νικήσας, ἔπειτα γράμμασιν ἱκετηρίοις ἐπικλασθεὶς καὶ τάξας φόρους ἐσπείσατο πρὸς αὐτόν. καὶ μεταστὰς ἐπὶ τὸν Ἰβήρων βασιλέα τὸν Ἀρτάκην ἐκράτησε τοῖς ὅπλοις καὶ αὐτοῦ κατέστη κύριος ἐκδόντος ἑαυτὸν τῷ νενικηκότι. τότε τὴν δευτέραν Ἀρμενίαν Δηϊοτέρῳ τῷ βασιλεῖ τῆς Γαλατίας ἔδωκε δῶρον ὁ Πομπήϊος συμμάχῳ κατὰ τοῦ Μιθριδάτου γεγενημένῳ καὶ Πυλαιμένῃ δὲ καὶ Ἀττάλῳ τὴν Παφλαγονίαν ἀπέδωκε τῆς αὺτῆς αἰτίας χάριν: Ἀρίσταρχον δὲ ἔταξε βασιλεύειν Κόλχων. καὶ μετὰ ταῦτα προσπεσὼν Πετραίοις τε καὶ Ἀραβίοις καὶ νικήσας μάχῃ πρὸς τὴν Συρίαν ἐπανῆκε καὶ παρέσχε τοῖς Σελεύκειαν τὴν Ἀντιοχείας γείτονα κατοικοῦσιν αὐτονομίαν, ὅτι δὴ τῷ καιρῷ τοῦ πολέμου τὸν Τιγράνην οὐχ ὑπεδέξαντο. ἀπέδωκε δὲ καὶ Ἀντιοχεῦσι τοὺς ὁμήρους: καί τινα καὶ γῆν τοῖς ἐνοίκοις τῆς Δάφνης προσεκύρωσεν, ὡς ἄν ἀφθονωτέρῳ χρῷντο τῷ χωρίῳ, τῶν τε πηγῶν καὶ τοῦ ἄλσους αὐτὸ θαυμάσας. ἐντεῦθεν δὲ ἐπὶ τὴν Ἰουδαίαν ὁρμηθεὶς τρίτῳ τῆς ἐφόδου μηνὶ τὴν βασιλικὴν αὐτῶν πόλιν εἷλε τὰ Ἱεροσόλυμα τῶν Ἰουδαίων αὐτῶν δώδεκα χιλιάδας ἐν τῇ μάχῃ διαφθείρας. τοῦτο δὲ καὶ τοὺς λοιποὺς αὐτῷ προσχωρῆσαι παρεσκεύασε.
- 6.15.1
Κατὰ τοῦτον τὸν χρόνον Μάρκος Τούλλιος Κικέρων ὁ ῥήτωρ καὶ Γάϊος Ἀντώνιος ὕπατοι χειροτονηθέντες ἑξακοσιοστῷ καὶ ὀγδοηκοστῷ καὶ ἐννάτῳ τῆς πόλεως ἔτει τὸν ἐμφύλιον ἔσχον πόλεμον, ὃν Σέργιος Κατιλίνας ἐξ ἐπιφανεστάτου κατιὼν γένους ἐπήγειρε φαυλότητι τρόπων χρώμενος καὶ δυσσεβῆ λαβὼν ἐπιθυμίαν τὸν τῆς πατρίδος ἀφανισμόν. τούτῳ πρὸς ταύτην τὴν ἀθέμιτον πρᾶξιν συνωμόσαντό τινες ὁμοίως μὲν ἐκείνῳ τὸ ἦθος διεφθαρμένοι, λαμπροὶ δὲ ἄλλως. τὸν μὲν οὖν Κατιλίναν ὁ Κικέρων ἐξέβαλε τῆς πόλεως, τοὺς δὲ ὁ κοινωνοὺς τοῦ τολμήματος δεσμωτηρίῳ κατακλείσας διέφθειρεν. Ἀντώνιος δὲ ὁ συνύπατος ἐπεξελθὼν ἤδη στρατοπεδευομένῳ τῷ Κατιλίνᾳ, μάχῃ ἐκράτησεν αὐτοῦ καὶ ἀνεῖλεν.
- 6.16.1
Ἑξακοσιοστῷ δὲ καὶ ἐννενηκοστῷ τῆς πόλεως ἔτει τὴν μὲν ἀρχὴν εἶχον Ἰούλιος Σιλβανὸς καὶ Λούκιος Μουρήνας. θρίαμβοι δὲ ἐψηφίσθησαν Μετέλλῳ μὲν ὑπὲρ τοῦ Κρητικοῦ πολέμου: Πομπηΐῳ δὲ τῶν πειρατῶν τε ἕνεκα καὶ Μιθριδάτου. ἐγένετο δὲ οὗτος ἐπιφανέστατος τῶν πώποτε θρίαμβος πρὸ τοῦ ἅρματος ἀγομένων τῶν τοῦ Μιθριδάτου παίδων καὶ τοῦ Τιγράνου παιδὸς καὶ Ἀριστοβούλου τοῦ βασιλέως τῆς Ἰουδαίας, χρυσοῦ τε καὶ ἀργύρου ὅσον μέγιστον εἰπεῖν προπομπεύοντος: ἅπας τότε ἡσύχαζε πόλεμος.
- 6.17.1
Τρίτῳ δὲ πρὸς τοῖς εἰρημένοις Ἰούλιος Καίσαρ ὁ μετὰ ταῦτα τὴν πολιτείαν μεταστήσας μετὰ Λουκίου Βιβούλου παρελθὼν εἰς τὴν ὑπατείαν Γάλλοις τε καὶ Ἰλλυριοῖς ἐκ ψηφίσματος ἐπεπέμφθη μετὰ δέκα ταγμάτων, ἅπερ αὐτοὶ καλοῦσι λεγεῶνας: καὶ νικᾷ τοὺς Ἑλβητίους τότε πρῶτον ἡττηθέντας: Σησκουανοὶ δὲ οὗτοι νῦν προσαγορεύονται. συνάπτων δὲ μάχαις μάχας καὶ νίκαις νίκας ἄχρις αὐτοῦ προῆλθε τοῦ Ὠκεανοῦ καὶ τῶν νήσων τῶν Βρεττανῶν. ἔτεσι δὲ ἐννέα Γάλλους ἅπαντας ὑπηκόους ἐποίησε Ῥωμαίοις, οἵ τινες ὑπὸ τῶν Ἀλπέων καὶ τῶν ποταμῶν τοῦ τε Ῥοδανοῦ καὶ τοῦ Ῥήνου τῆς Ὠκεανίτιδος θαλάττης περικλείονται. συμμίξας δὲ καὶ τοῖς Βρεττανοῖς τότε πρώτην Ῥωμαϊκὴν ὁρῶσί τε καὶ ἀκούουσι στρατιὰν εἷλέ τε καὶ μεθ̓ ὁμηρίας ὑποσπόνδους ἐποίησεν. ἐπέθηκε δὲ καὶ Γάλλοις φόρον: καὶ μεταβὰς ἐπὶ τοὺς ὑπὲρ Ῥῆνον Γερμανοὺς ἐκράτησε καὶ αὐτῶν. ἐν τοσαύταις τε ἐθνῶν καὶ πολέμων νίκαις τρεῖς μόνον ἐσφάλη συμπλοκάς, μίαν μὲν παρὼν ἐν Ἀρβέρνοις, δύο δὲ ἀπών, ὅτε καὶ τοὺς ληγάτους αὐτῷ συνέβη δἰ ἐνέδρας ἀποθανεῖν.
- 6.18.1
Τέσσαρσι δὲ ὕστερον ἐνιαυτοῖς ʽτῆς πόλεως δὲ ἦν τοῦτο ἕβδομον καὶ ἑπτακοσιοστὸν̓ Μάρκος Λικίννιος Κράσσος ὁ τῷ Πομπηΐῳ συνύπατος γεγενημένος δεύτερον ἐπὶ τὴν ἀρχὴν κληθεὶς ἐμαχέσατο πρὸς Πάρθους: καὶ περὶ Κάρραν τὴν πόλιν καὶ μετὰ φαυλοτέρων συμμίξας τῶν συμβόλων παρὰ Σουρήνου ʽστρατηγὸς δὲ ἦν οὗτος Ὀρόδου τοῦ βασιλέωσ̓ ἡττᾶται: καὶ μικρὸν ὕστερον ἐπὶ τῆς παρατάξεως πίπτει μετὰ τοῦ παιδὸς πάντα ἀρίστου καὶ μαχιμωτάτου. τῆς δὲ στρατιᾶς τὸ λειπόμενον Γάϊος Κάσιος, ταμίας ὢν αὐτοῦ τῶν χρημάτων, διέσωσε. τοσαύτη δὲ ἦν ἀρετὴ τοῦ Γαΐου, ὥστε ἐν τεταραγμένοις ἤδη τοῖς πράγμασιν ἐπανιὼν πολλαῖς τε ἐνίκησε τοὺς Πάρθους μάχαις ὑπὲρ τὸν Εὐφράτην ποταμὸν καὶ νενικηκότος ἔσχε δόξαν.
- 6.19.1
Ἐντεῦθεν ὁ ἐπάρατος καὶ πολλῶν ἄξιος ὀδυρμῶν ὁ ἐμφύλιος συνέστη πόλεμος, ὃς πρὸς τῷ μεγέθει τῶν συμφορῶν, αἷς περιέβαλε Ῥωμαίους, καὶ τὴν πολιτείαν αὐτοῖς ἐνήλλαξεν. ἔχει δὲ ᾧδε. Καίσαρ ἐπανιὼν ἀπὸ λαμπρῶν οὕτως ἔργων τῶν πρόσθεν εἰρημένων ἐπήγγειλεν δεύτερον αὐτῷ ψηφισθῆναι τὴν ἀρχὴν σφόδρα πεπεισμένος, ὡς οὐδεὶς ἐναντιώσεται. Μαρκέλλου δὲ τοῦ ὑπάτου καὶ Βιβούλου καὶ Πομπηΐου καὶ Κάτωνος ἀντειπόντων προσετάχθη τὸ στράτευμα καταλιπὼν ἐπανήκειν. ὡς οὗν ὑβρισμένος συνεπηγάγετο τὸν στρατὸν ὡς ἐποίσων τῇ πατρίδι πόλεμον. οὗτος ὁ φόβος τούς τε ὑπάτους καὶ τὸν Πομπήϊον καὶ τὴν σύγκλητον ἅπασαν ἐξήγαγε τῆς Ῥώμης καὶ παρεσκεύασε καταφυγεῖν ἐπὶ τὴν Ἑλλάδα καὶ τὰς Ἠπείρους καὶ τὴν Μακεδονίαν, ἀφηγουμένου δὲ τοῦ Πομπηΐου τῆς γνώμης ὁ κατὰ τοῦ Καίσαρος ἐψηφίσθη πόλεμος.
- 6.20.1
Ἀλλ̓ ὁ Καίσαρ ἔρημον τὴν πόλιν εὑρὼν δικτάτωρά τε ἑαυτὸν ἐχειροτόνησε καὶ πρὸς τὰς Ἱσπανίας ἐχώρησε καὶ νικᾷ μάχῃ τὸ στράτευμα τοῦ Πομπηΐου. στρατηγοὶ δὲ ἦσαν αὐτῷ ἄνδρες ἄριστοι Λούκιος Ἀφράνιος καὶ Μάρκος Πετρήϊος καὶ Μάρκος Βάρρων. εἶτ̓ ἐκεῖθεν ἐπὶ τὴν Ἑλλάδα διαβὰς συνέμιξε Πομπηΐῳ: καὶ νικηθεὶς φυγῇ τε ἑαυτὸν ἐπιτρέψας, ἐπειδὴ τὴν νύκτα τὴν ἐπιοῦσαν οὐκ ἐπεξῆλθεν ὁ Πομπήϊος, ἔφη μήτε Πομπήϊον εἰδέναι νικᾶν αὐτόν τε τότε ἂν ἁλῶναι μόνον. συλλέξας τοίνυν ἑαυτὸν καὶ τὰς δυνάμεις συμπλέκεται τῷ Πομπηΐῳ πάλιν ἐν Παλαιοφαρσάλῳ τῆς Θεσσαλίας: καὶ γίγνεται μάχη πλήθει τε μεγίστη καὶ ταῖς προθυμίαις τῶν παραταττομένων. ὁ μὲν γὰρ Πομπήϊος τεσσαράκοντα πεζῶν χιλιάδας ἐπεξῆγεν ἱππέας τε ἑκατὸν πρὸς τοῖς χιλίοις. καὶ συμμαχικὸν ἦν ἐκ τῶν ἑῴων παραγεγενημένον ὡς πλεῖστον: τῶν πολεμούντων τε αὐτῶν τὸ πλέον ἦν ἐκ τῆς ἐπιφανοῦς συμμορίας συγκλητικῶν τε καὶ πραιτωρίων καὶ ὑπατικῶν καὶ τῶν ἐν ἐπαρχίαις πολέμους τε νενικηκότων καὶ τούτοις τὰ πολλὰ τῇ Ῥώμῃ κτησαμένων. Καίσαρ δὲ τρισμυρίοις μὲν πεζοῖς ἐμάχετο, χιλίοις δὲ ἱππεῦσι.
- 6.21.1
Καὶ εἴ τις συναριθμήσειε τὰς Ῥωμαϊκὰς στρατιάς, οὐδεπώποτε εὑρήσειε τοσοῦτον πλῆθος ἐκ τῆς Ῥώμης ἐν ὅπλοις γεγενημένον οὐδέ γε ὑπὸ στρατηγοῖς τοιούτοις. ὡς ὤφειλέν γε ἡ χεὶρ αὕτη μετὰ τούτων τῶν ἡγεμόνων καθ̓ ἑτέρων χωρεῖν: ῥᾷστα γὰρ ἂν τῆς γῆς ἁπάσης ἐβασίλευσαν. γίνεται δὴ καρτερὰ μάχη καὶ μετὰ πολὺν τὸν κόπον ἡττᾶται Πομπήϊος καὶ τῶν μὲν παρεμβολῶν ὁ Καίσαρ καθίσταται κύριος. καταφεύγει δὲ αὐτὸς ἐπὶ τὸν Αἰγύπτου βασιλέα Πτολεμαῖον, ᾧ μικρὸν πρόσθεν ὑπὸ τῆς συγκλήτου ἐδέδοτο κηδεμὼν νεωτέρῳ ὄντι καὶ ὑποσπόνδῳ Ῥωμαίοις, ᾔτει τε παῤ αὐτοῦ συμμαχίαν. ἀλλ̓ ἐκεῖνος περὶ πλείονος ποιησάμενος τὴν τοῦ Καίσαρος εὐημερίαν τῆς πρὸς Πομπήϊον σχέσεως ἀναιρεῖ τε αὐτὸν καὶ τὴν κεφαλὴν αὐτοῦ μετὰ τοῦ δακτυλίου πέμπει τῷ Καίσαρι. τούτων ἡ θέα δάκρυσιν ἐτιμήθη παρὰ τοῦ Καίσαρος ἀναμιμνησκομένου μὲν τὴν τοῦ ἀνδρὸς ἀρετήν, ἀλγοῦντος δὲ καὶ διὰ τὴν ἀπὸ τοῦ γάμου συγγένειαν: γαμβρὸς γὰρ ἦν αὐτῷ γεγενημένος.
- 6.22.1
Καταλαμβάνει τοίνυν τὴν Ἀλεξάνδρειαν ὁ Καίσαρ. ῥάπτοντος δὲ καὶ ἐπ’ αὐτῷ τοῦ Πτολεμαίου τινὰς ἐπιβουλάς τε καὶ ἐνέδρας ἐκινήθη πρὸς πόλεμον Καίσαρ: καὶ ἡττηθεὶς ὁ Πτολεμαῖος καὶ φυγὼν ἐν ταῖς ὄχθαις τοῦ Νείλου τὸν βίον ἐτελεύτησεν, ὥστε αὐτοῦ τὸν νεκρὸν τῷ θώρακι κεκαλυμμένον ἔτι προσκομισθῆναι τῷ Καίσαρι. τότε τοίνυν εἰς τὴν Ἀλεξάνδρειαν εἰσελθὼν καὶ τῶν πραγμάτων κύριος γενόμενος τῇ τοῦ τετελευτηκότος ἀδελφῇ Κλεοπάτρᾳ τὴν βασιλείαν δέδωκεν ἐξ αἰτίας αἰσχρᾶς αὐτῇ συνήθης γεγενημένος. ἐπανιὼν δὲ ἐκεῖθεν Φαρνάκην τὸν Μιθριδάτου παῖδα σύμμαχον ἐν τῇ κατὰ Θετταλίαν μάχῃ γεγενημένον τῷ Πομπηΐῳ μάχῃ τε ἐνίκησεν, ἤδη ταῖς Ῥωμαϊκαῖς ἐπιόντα πόλεσι ταῖς ὑπὸ τῷ Πομπηΐῳ γεγενημέναις, καὶ τέλος εἰς αὐτοφονίαν συνήλασεν.
- 6.23.1
Ἐπὶ τούτοις ἐπανῆκεν εἰς τὴν Ῥώμην καὶ τρίτην ἐπήγγειλεν ὑπατείαν, μᾶλλον δὲ αὐτὸς ἑαυτὸν ἐχειροτόνησε καὶ σὺν αὐτῷ Μάρκον Αἰμίλιον Λέπιδον, ὃς ἦν αὐτῷ ἄρχων τῶν ἱππέων γεγενημένος, ὅτε αὐτὸς ἑαυτὸν δικτάτωρα κατέστησε μετὰ τὴν εἰς Ἑλλάδα τῆς συγκλήτου φυγήν. ταῦτα πράξας ἐπὶ τῆς πόλεως τὴν Ἀφρικὴν καταλαμβάνει. ἔνθα δὴ πολλοὶ τῶν ἐπιφανῶν ἀνδρῶν τῆς συγκλήτου τῆς Ῥωμαϊκῆς Ἰόβαν τὸν Μαύρων βασιλέα σύμμαχον λαβόντες κατ̓ αὐτοῦ παρετάττοντο. ἐπὶ τούτοις ἦσαν Πούβλιος Κορνήλιος Σκηπίων, ἀπόγονος τοῦ κληθέντος Ἀφρικανοῦ, κηδεστὴς δὲ Πομπηΐου, καὶ Μάρκος Πετρήϊος καὶ Κύντος Βάρρων καὶ Μάρκος Πόρκιος Κάτων καὶ Λούκιος Κορνήλιος Φαύστος, Σύλλου παῖς. γενομένης οὗν μάχης ἀμφηρίστου πολλάκις ὕστερον ὁ Καίσαρ ἐκράτησεν: καὶ ὁ Σκηπίων μὲν καὶ ὁ Πετρήϊος %5καὶ Ἰόβας ἑαυτοὺς %5ἀνεῖλον, Φαῦστος δὲ κηδεστὴς ὢν ἐπὶ θυγατρὶ τοῦ Πομπηΐου ταῖς τοῦ Καίσαρος ἀνῃρέθη χερσίν.
- 6.24.1
Ἐνιαυτῷ δὲ ὕστερον πάλιν εἰς τὴν Ῥώμην ὁ Καίσαρ ἐπανελθὼν τέταρτον ἑαυτῷ πραγματεύεται τὴν ἀρχήν: καὶ πρὸς τὰς Ἱσπανίας ὁρμηθεὶς μεγίστην εὗρε παρασκευὴν πολέμου: Πομπήϊοι γάρ, οἱ Πομπηΐου παῖδες ὅ τε Γναίος καὶ Σέξτος, πολλῇ στρατιᾷ συμμίξαντες παρὰ μικρὸν μὲν ἦλθον νίκης, ὥστε φευγόντων τῶν τοῦ Καίσαρος ὁπλιτῶν αὐτὸν βουλεύσασθαι περὶ τῆς ἑαυτοῦ σφαγῆς: οὐ γὰρ ἔφερε μετὰ τοσαύτας νίκας ὑπὸ νέοις γενέσθαι καὶ τῆς ἐκείνων χειρὸς ἕκτον καὶ πεντηκοστὸν ἔτος γεγενημένος. μεταγνοὺς δὲ καὶ ἑαυτὸν ἀναλαβὼν κρατεῖ τῶν Πομπηϊαδῶν μάχῃ καὶ τὸν μὲν πρεσβύτερον ἀνεῖλε, τὸν δὲ ἄλλον εἰς φυγὴν ἔτρεψεν.
- 6.25.1
Οὐδενὸς οὖν τῆς ἐμφυλίου ταραχῆς λειψάνου περιόντος πρὸς τὴν Ῥώμην ἧκε μεγαλοφρονῶν ὡς εἰκὸς καὶ πολλὰ παρὰ τὴν ἐκ τοῦ παντὸς χρόνου τῆς πόλεως ἐλευθερίαν διεπράττετο: τὰς μὲν τιμὰς παρὰ τὸ τῷ κοινῷ δοκοῦν διδούς, ὦν ὁ δῆμος ἦν ποτε κύριος, τῇ συγκλήτῳ τε οὐχ ὑπανιστάμενος τυράννου τε σαφῶς ἔργα ποιῶν ἐκίνησεν οὖν ἐφ̓ ἑαυτὸν συνωμοσίαν: καὶ συστάντες ἄνδρες ἐκ τῆς συγκλήτου τε καὶ τῶν ἱππέων ἑξήκοντα ἐβουλεύσαντο αὐτῷ φόνον. ἦσαν δὲ ἡγεμόνες τῆς τῶν ἀνδρῶν ἐκείνων συμμορίας οἵ τε δύο Βροῦτοι, τὴν διαδοχὴν ἕλκοντες ἀπὸ τοῦ πρώτου τὴν ὑπατείαν ἔχοντος Βρούτου μετὰ τοὺς ἑπτὰ βασιλέας, καὶ Κάσιος καὶ Σερβίλιος Κάσκας: σύγκλητος μὲν οὖν τηνικαῦτα ἦν: ἧκε δὲ ἐπὶ τὸ βουλευτήριον ὁ Καίσαρ: ἐπελθόντων δὲ ἐκείνων σφάττεται: τρισὶ δὲ καὶ εἴκοσι πληγαῖς τελευτᾷ τὸν βίον.
- 7.1.1
Ἔννατον οὗν καὶ ἑπτακοσιοστὸν ἔτος ἠνύετο τῇ πόλει μετὰ τὴν Καίσαρος σφαγήν. ἐμφύλιος δὲ ἐκινεῖτο πόλεμος τῆς μὲν συγκλήτου τὸ ἔργον ἐπαινούσης, Ἀντωνίου δέ, ὃς ἦν συνύπατος τῷ Καίσαρι, τοὺς σφαγέας μετιόντος. ταραττομένης δὲ ὡς εἰκὸς τῆς πόλεως πολλοῖς ἐγχειρῶν ἀτόποις Ἀντώνιος ἐχθρὸς Ῥωμαίων καὶ πολέμιος ἀπεφάνθη δόγματι κοινῷ. στρατεύουσι τοίνυν ἐπ’ αὐτὸν οἵ τε ὕπατοι Πάνσας καὶ Ἵρτιος: προσετέθη τε αὐτοῖς Ὀκταβιανὸς νέος ἔτι γεγονὼς ἐνιαυτοῖς ὀκτωκαίδεκα, ἀδελφιδοῦς τοῦ Καίσαρος καὶ τῆς οὐσίας ἐκ διαθήκης διάδοχος ὃν καὶ ὁμώνυμον ἑαυτῷ τὸ ἑξῆς γενέσθαι ἐν τῇ διαθήκῃ παρεκάλεσεν: ἐπεκλήθη τε ὕστερον Αὔγουστος καὶ ἐμονάρχησε πρῶτος.
- 7.2.1
Ἀντώνιος μὲν οὗν ἡττηθεὶς ὑπό τε τῶν ὑπάτων καὶ Ὀκταβιανοῦ καταφεύγει πρὸς Λέπιδον. ἐτύγχανε δὲ ὁ Λέπιδος δικτάτωρι μὲν ὑπουργήσας Καίσαρι κατὰ τὴν ἱππικὴν ἀρχήν, δυνάμεως δὲ ἐξάρχων τότε πολλῆς. τελευτησάντων δὲ μετὰ τὴν νίκην τῶν ὑπάτων ἅπας ὑπὸ τὸν Ὀκτάβιον ὁ στρατὸς ἦν. τότε δὲ Λέπιδος Ἀντωνίῳ πραγματεύεται καταλλαγὰς οἰκείως τε ἔχειν αὐτῷ τὸν Ὀκταβιανὸν ἔπεισεν: εἶτα ἐξαίφνης ἐπὶ τὴν Ῥώμην ἔφθασεν Ὀκταβιανὸς τὴν στρατιὰν πᾶσαν ἄγων ὡς τῷ Καίσαρι τιμωρήσων: καὶ λαμβάνει μὲν τὴν ὕπατον ἀρχὴν εἰκοσαετὴς φόβῳ τοῦ δήμου διδόντος: τῆς συγκλήτου τε πολλοὺς δημεύσας ὅπλοις ἐκράτει τῶν πραγμάτων. συμπραττόντων δὲ αὐτῷ Ἀντωνίου καὶ Λεπίδου τὸν Κικέρωνά τε ἀναιροῦσι καὶ ἑτέρους πολλοὺς τῶν ἐπιφανῶν ἀνδρῶν, οὓς ᾤοντο προστήσεσθαι τῆς πολιτείας.
- 7.3.1
Ἐν τούτοις τῆς Ῥώμης οὔσης Βροῦτος καὶ Κάσιος οἱ τὸν Καίσαρα ἀνῃρηκότες κινοῦσι πόλεμον πολὺν περὶ τὴν Μακεδονίαν ἀθροίσαντες στρατὸν καὶ συμμίξαντες ἐν Ἀμφιπόλει τῆς Μακεδονίας Ὀκταβιανῷ καὶ Ἀντωνίῳ ʽΛέπιδον γὰρ ἔδοξε πρὸς παραφυλακὴν τῆς Ἰταλίας μένειν̓ νικῶσιν, οὐκ ἔξω πληγῆς. Κάσιος γὰρ ἔπεσεν ἐν τῇ μάχῃ. μετὰ ταῦτα δὲ ἀναιρεθέντος καὶ Βρούτου
- 7.4.1
Μετὰ τοῦτον Πομπήϊος ὁ Πομπηΐου παῖς περὶ τὴν Σικελίαν συνεκρότησε πόλεμον τό τε ὑπολειφθὲν τῆς μετὰ Βρούτου στρατιᾶς ἀγείρας καὶ ἑτέραν ἀξιόμαχον δύναμιν. ἐλθὼν δὲ εἰς χεῖρας Αὐγούστῳ τε καὶ Ἀντωνίῳ μετὰ πολὺν φόβον ἐπὶ σπονδαῖς ἀνεχώρησεν.
- 7.5.1
Ἐπὶ δὲ τοὺς αὐτοὺς χρόνους Ἀγρίππας ἐν Ἀκυτανίᾳ πολλὰ κατώρθωσε καὶ μεγάλα: καὶ Βεντίδιος Βάσσος ἐν Συρίᾳ Πέρσας τε τρισὶν ἐνίκησε μάχαις καὶ τὸν τοῦ βασιλέως υἱὸν Ὀρόδου κατήνεγκεν: Ὀρόδης δὲ ἦν ὁ τὸν Κράσσον ἀνελών, περὶ οὗ πρόσθεν εἴρηται: οὗτός τε πρῶτος ἐθριάμβευσε κατὰ Περσῶν δικαίᾳ ψήφῳ τὸ γέρας λαβών.
- 7.6.1
Οὐ μὴν ἔμεινεν ἐπὶ τῶν σπονδῶν ὁ Πομπήϊος: ἀλλὰ κατὰ θάλασσαν ἐπελθὼν ἡττήθη τῇ ναυμαχίᾳ καὶ ἀνῃρέθη. Ἀντώνιος δὲ τὴν ἀδελφὴν Αὐγούστου γαμετὴν αὐτῷ γεγενημένην κατὰ τὰς Καίσαρος διαλλαγὰς ἀποπέμψας εἰσηγάγετο τὴν Κλεοπάτραν βασιλεύουσαν Αἰγύπτου: καὶ χωρήσας ἐπὶ Πέρσας ἐν ἀρχῇ μὲν αὐτῶν ἐκράτει μάχῃ, λιμοῦ δὲ καταλαβόντος τὸ στράτευμα καὶ ἐπ’ αὐτῷ καὶ λοιμοῦ ἀνεχώρησεν ἐπεξιόντων Περσῶν ὡσανεὶ ἡττημένῳ.
- 7.7.1
ἐπανελθόντα δὲ αὐτὸν ἐκ Περσῶν ὦσεν εἰς ἐμφύλιον ἡ Κλεοπάτρα μάχην ἐπιθυμίᾳ τοῦ βασιλεῦσαι τῆς Ῥώμης. καὶ συμπλακεὶς Αὐγούστῳ κατὰ θάλατταν πρὸς τῷ Ἀκτίῳ τῆς Ἠπείρου χωρίῳ ἧττόν τε ἔσχε καὶ καταφεύγει πρὸς τὴν Αἴγυπτον. ἀπογνοὺς δὲ τῶν πραγμάτων, ἐπειδὴ καὶ τὴν στρατιὰν εἶδεν ἅπασαν Αὐγούστῳ προσνεμηθεῖσαν, ἑαυτὸν διεχρήσατο: καὶ ἡ Κλεοπάτρα θάνατον ἐβούλευσε καθ̓ ἑαυτῆς ἀσπίδας προσαγαγοῦσα καὶ ταύτην ἐδέξατο τοῦ βίου τελευτήν. οὕτω δὴ καὶ τῶν Αἰγυπτιακῶν ἐγένετο πραγμάτων Αὔγουστος κύριος ἐπέστησέ τε ἄρχοντα τῇ χώρᾳ Γάϊον Κορνήλιον Γάλλον: ὑπὸ τοῦτον δὲ πρῶτον ἄρχοντα Ῥωμαίων οἱ Αἰγύπτιοι ἐτέλεσαν.
- 7.8.1
Παύσας δὴ πάντα πανταχοῦ πόλεμον Αὔγουστος εἰς τὴν Ῥώμην ἐπανῆκε δωδεκάτῳ μὲν ἐκ τῆς ὑπατείας ἔτει, δευτέρῳ δὲ καὶ τριακοστῷ τῆς ἡλικίας. διέμεινέ τε μόνος Ῥωμαίων ἔχων ἀρχὴν ἔτη τέσσαρα καὶ τεσσαράκοντα: τὸν γὰρ ἔμπροσθεν χρόνον ἐκοινώνουν αὐτῷ τῆς δυναστείας Ἀντώνιος καὶ Λέπιδος. τελευτᾷ δὲ ἓξ καὶ ἑβδομήκοντα γενόμενος ἐνιαυτοὺς κοινὴν καὶ αὐτόματον τελευτὴν ἐν Ἀτέλλῃ πόλει. τῆς Καμπανίας: καὶ θάπτουσιν αὐτὸν κατὰ τὴν Ῥώμην ἐν τῷ καλουμένῳ Μαρτίῳ κάμπῳ, ἄνδρα δικαίως τε κατ̓ ἀξίαν ἐκ τοῦ πλείστου μέρους ὑποληφθέντα θέον: οὔτε γὰρ ἐν πολέμοις ἀνδρειότερον ἡ τύχη δείξει, οὔτε ἐν ἡσυχίᾳ μετριώτερον ἄν τις εὕροι γεγενημένον, ἐν τέσσαρσι καὶ τεσσαράκοντα, οἷς μόνος οὗτος ἔσχε τὴν ἀρχὴν χρόνοις. δημαγωγός τε γὰρ πάντων ἄριστος ἦν καὶ μεγαλόδωρος εἰς ἅπαντας καὶ πιστότατος τοῖς φίλοις: τὰς τιμάς τε ἀφθονώτατα παρεῖχεν ὡς ἐξισοῦν ἐθέλειν ἑαυτῷ τοὺς τούτων ἀξίους.
- 7.9.1
Ἤνθησε γοῦν τὰ τῆς Ῥώμης πράγματα μάλιστα κατ̓ αὐτὸν ὑπὸ τῶν ἐμφυλίων καθαρθέντα πολέμων. καὶ προσετέθη τοῖς ὑπακούουσιν Αἴγυπτός τε καὶ Κανταβρία, Δαλματία τε ἐπὶ τούτοις: ἡττηθέντες γὰρ πρότερον πολλάκις, δουλεύσαντες δὲ ἐπ’ αὐτοῦ μόνον: Ἰλλυριοί τε καὶ Παίονες καὶ Ἀκυτανοὶ καὶ Ῥητίαι καὶ Βενδέλικος καὶ Σάλασσος πρὸς τοῖς ὄρεσι τοῖς Ἀλπείοις ἡ Ποντική τε παραλία καὶ ταύτης αἱ μέγισται πόλεις, Βόσπορός τε καὶ Παντικάπαιον: καὶ μὴν Δάκες τε καὶ Γερμανοὶ μάχαις νικηθέντες πολλαῖς ἀπῳκίσθησαν ὑπὲρ τὸν Ἄλβιν ποταμόν, ὃς ἐν μέσῳ ῥεῖ βαρβάροις ὡς πορρωτάτω τοῦ Ῥήνου. κατώρθωσε δὲ τοῦτον μὲν τὸν πόλεμον διὰ τοῦ προγόνου Δρούσου, τὸν δὲ πρὸς Παίονας διὰ Τιβερίου ʽπρόγονος δὲ αὐτῷ καὶ οὗτος ἦν̓, ὅθεν αὐτῷ τεσσαράκοντα χιλιάδες ἀνδρῶν αἰχμαλώτων ἤχθησαν, ἀπῴκισέ τε αὐτοὺς περὶ τὰς ὄχθας τοῦ Ῥήνου. καὶ τῆς Ἀρμενίας δὲ τοὺς Πέρσας ἀφελόμενος ὁμήρους ἔλαβε παῤ αὐτῶν τότε πρῶτον ἀνασχομένων παρασχεῖν, ὅτε δὴ καὶ τὰ Ῥωμαϊκὰ σημεῖα τοῖς Ῥωμαίοις ἀπεδόθη, ἅπερ ἦσαν ἀποβαλόντες οἱ σὺν Κράσσῳ μεμαχημένοι.
- 7.10.1
πρὸς αὐτὸν καὶ Ἰνδοὶ πρεσβείαν ἔστειλαν, οὔπω πρότερον τὴν Ῥωμαϊκὴν βασιλείαν οὐδὲ ἀκοῇ δεδεγμένοι. αὐτὸς καὶ Γαλατίαν βασιλευομένην πρότερον μὲν εἰς σχῆμα ἤγαγεν ἐπαρχίας, ἡγεμόνα δὲ ἐπέστησε Μάρκον Λόλλιον. τοιοῦτος δὲ ἦν αὐτοῦ καὶ τοῖς βαρβάροις ἔρως ὥστε πολλοὺς καὶ τῶν βασιλευόντων ἐπωνύμους αὐτῷ κατασκευάσαι πόλεις, ὅθεν ἔτι καὶ νῦν εἴσιν αἱ Καισάρειαι. πολλοὶ δὲ καὶ τῶν βασιλέων αὐτῶν ἐπιθυμίᾳ τῆς Αὐγούστου θέας εἰς τὴν Ῥώμην ἀφικόμενοι τὴν Ῥωμαϊκὴν μετῆλθον στόλην, οὕτω τε αὐτῷ κατηκολούθουν ἐπὶ τῆς πόλεως ἢ ἐφ̓ ἅρματος ἢ ἐφ̓ ἵππου φερομένῳ: καὶ πρῶτος ἁπάντων ἔλαβε τὴν τοῦ θεοῦ προσηγορίαν παραπέμψας Καίσαρι Τιβερίῳ τὴν ἀρχήν, ὃς πρόγονός τε ἦν αὐτοῦ καὶ ἐπὶ θυγατρὶ κηδεστὴς καὶ πρὸς υἱοθεσίαν εἰσπεποιημένος.
- 7.11.1
Ἀλλ̓ ὁ Τιβέριος ῥαθυμίᾳ τε ἐχρήσατο πολλῇ καὶ ὠμότητι καὶ πλεονεξίᾳ: ἡδοναῖς τε ἐξέδωκεν ἑαυτὸν πολέμου μὲν οὐδεγὸς μετασχών, εἰ δέ που συσταίη, καὶ τοὺς καλουμένους ληγάτους ἐκπέμπων. πίστεώς τε ὀλίγος ἦν αὐτῷ λόγος. πολλοὺς γοῦν τῶν κατὰ ἔθνη βασιλευόντων ἐξ ἀπάτης εἰς ἑαυτὸν καλῶν κατεῖχεν ἄκοντας, ὡς Ἀρχέλαον τὸν Καππαδόκων βασιλέα, ὃν καὶ τῆς ἀρχῆς ἐκβαλὼν ἐπαρχίαν τε ἐποίησε τὸ ἔθνος καὶ τὴν μεγίστην πόλιν ὀνόματι προσηγόρευσεν οἰκείῳ Καισάρειαν, Μαζάκην πρότερον καλουμένην. οὗτος μὲν οὖν τρίτῳ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει τὸν βίον ἐτελεύτησεν ἐπὶ τῆς Καμπανίας ἑβδομήκοντα καὶ ὀκτὼ γεγενημένος ἔτη. μεγίστην τε ἔτεκεν ἅπασιν εὐφροσύνην ἡ τελευτή.
- 7.12.1
Καὶ δέχεται τὴν βασιλείαν Γάϊος Καίσαρ, ᾧπερ ἦν ἐπώνυμον Καλιγούλας, Δρούσου τε ἀδελφιδοῦς καὶ αὐτοῦ Τιβερίου, παμμίαρος καὶ πάσης πέρα συμφορᾶς, ὃς ἐκ τῆς αὐτοῦ κακίας πλείστην ἤνεγκε τοῖς Τιβερίου πταίσμασιν ἀπολογίαν. οὗτος πόλεμον ἐπαγαγὼν τοῖς Γερμανοῖς ἀνεχώρησε μὲν ἐκ τῆς μάχης αἰσχρῶς. βιασάμενος δὲ τὰς ἀδελφὰς καὶ συνελθὼν ἑκατέραις θυγατέρα ἐκ μιᾶς αὐτῶν ἐποιήσατο καὶ τῆς ἑαυτοῦ ἐκγόνης αὖθις ἐγένετο φθορεύς. φιλάργυρος δὲ ὢν καὶ πλεονεξίᾳ κατὰ πάντων χρώμενος, οὐδεμιᾶς δὲ ἀπεχόμενος ἡδονῆς καὶ τοῖς αἰσχροῖς ὠμότητα συνάπτων ἐν τῷ παλατίῳ κατεσφάγη ἐννάτῳ μὲν καὶ εἰκοστῷ τῆς ἡλικίας ἔτει τρίτῳ δὲ τῆς βασιλείας πρὸς δέκα μησὶ καὶ ἡμέραις ὀκτώ.
- 7.13.1
Μετὰ τοῦτον βασιλεύει Κλαύδιος: ὃς ἦν μὲν θεῖος τοῦ Καλιγούλου, Δρούσου δὲ παῖς, οὗ μνημεῖόν ἐστιν ἐν Μογοντιακῷ. οὗτος βασιλικώτερον ἑαυτὸν ἤγαγε μετριότητι μὲν πρὸς τοὺς πλείστους καὶ ἡμερότητι χρώμενος, ὠμότητι δὲ πρὸς ὀλίγους σφόδρα. καὶ πρῶτος μετὰ τὸν πρόγονον αὐτοῦ Γάϊον Καίσαρα Βρεττανοῖς ἐπήνεγκε πόλεμον. νικήσας τε αὐτοὺς καὶ φόροις ὑπαγαγὼν διὰ Γναίου Σεντίου καὶ Αὔλου Πλαυτίου τῶν στρατηγῶν ἐθριάμβευσεν: ὑπερβὰς δὲ Βρεττανοὺς τὰς Ὠκεανίτιδας νήσους, αἳ καλοῦνται νῦν Ὀρχάδες, συνῆψε Ῥωμαίοις. ὅλως δὲ πολιτείᾳ μᾶλλον ἦν πρέπων. ἀμέλει τὸν Πλαύτιον πολλὴν ἀνδρείαν ἐπιδεδειγμένον ἐν τοῖς ὅπλοις θριάμβῳ τιμήσας αὐτὸς αὐτοῦ προεπόμπευε καὶ ἐπὶ τὸ Καπετώλιον συνηκολούθησεν ἐν δεξιᾷ τὸν Πλαύτιον ἔχων. ἔζησεν ἔτη τέσσαρα καὶ ἑξήκοντα βασιλεύσας τέσσαρας ἐνιαυτοὺς καὶ δέκα, καθιερώθη τε μετὰ τελευτὴν καὶ προσηγορεύθη θεός.
- 7.14.1
Καὶ παρῆλθεν εἰς τὴν βασιλείαν ὁ Νέρων ἐξ ἀδελφῆς μὲν τοῦ Καλιγούλου γεγονώς, παριὼν δὲ πάσῃ πονηρίᾳ τὸν θεῖον Γάϊον: τήν τε γὰρ ἀρχὴν κατῄσχυνε καὶ πολλὰ τῶν Ῥωμαϊκῶν ἐμείωσε δικαίων. οὕτω δὲ ἐδούλευεν ἡδοναῖς ὡς μηδεμιᾶς ὑπὲρ αὐτῶν φείδεσθαι δαπάνης: ἐνελούετο μὲν γὰρ μύροις θερμοῖς μὲν ἀντὶ θερμῶν ὑδάτων, ψυχροῖς δὲ ἀντὶ τῶν ψυχρῶν δίκτυά τε κατασκευάσας ἐκ χρυσοῦ τε καὶ ἀλουργίδος τούτοις εἰς θήραν ἰχθύων ἐχρῆτο. τελευτῶν δὲ εἰς τοσαύτην ἤλασεν ἀσέλγειαν ὥστε ἐν θεάτροις πρὸς ὀρχηστὰς καὶ κιθαριστὰς καὶ φωνάσκους ἀγωνίσασθαι σχήματι καὶ στολῇ τῶν ταῦτα περιδεικνυμένων. ἰσόρροπα δὲ ἦν αὐτῷ καὶ τὰ τῆς ὠμότητος ὥστε μηδὲ τοῦ τῶν φιλτάτων αἵματος ἀποσχέσθαι: πολλούς τε τῶν συγκλητικῶν ἀποσφάξας ὕστερον τὸν ἀδελφὸν καὶ τὴν μητέρα καὶ τὴν ἀδελφὴν καὶ τὴν γαμετὴν διεχρήσατο. καὶ τὸ μέγιστον τοῦ διεφθάρθαι τὴν ψυχὴν αὐτῷ σημεῖον ἐκεῖνό ἐστιν: ἐπιθυμήσας γὰρ ὀφθαλμοῖς δέξασθαι τὸν ἐν ταῖς συγγραφαῖς τῆς Τροίας ἐμπρησμὸν ἐκέλευσε τοῖς λαμπροῖς τῆς Ῥώμης οἰκοδομήμασιν ἐπιβληθῆναι πῦρ καὶ τέρψεως εἶδος ἐποιεῖτο τοσαύτην συμφοράν. τούτου βασιλεύοντος αἱ μέγισται τῶν Βρεττανικῶν ἀφῃρέθησαν πόλεων καὶ Πέρσαις Ἀρμενία προσεχώρησε: καὶ ὅλως ἐν αἰσχύνῃ τὰ Ῥωμαίων ἐγένετο. κατεστήσατό γε μὴν ἐπαρχίας τόν τε Πολεμωνιακὸν καλούμενον Πόντον καὶ τὰς Κοττίας Ἄλπεις, τὴν μὲν συγχωροῦντος τότε Πολέμωνος βασιλεύοντος Πόντου, τὴν δὲ Κόττου τελευτήσαντος, ἐπειδήπερ ὁ κωλύων οὐκ ἦν.
- 7.15.1
Ἐκ τούτων ἐπάρατος μὲν ἦν ἐν πάσῃ τῇ βασιλευομένῃ γῇ, ψηφίσματι δὲ τῆς συγκλήτου καὶ πολέμιος ἀπεφάνθη καὶ καταλειφθεὶς ὑπὸ τῶν δορυφόρων τε καὶ ἡγουμένων ἐκαλεῖτο πρὸς τιμωρίαν: δόγμα δὲ ἦν ὥστε γυμνὸν αὐτὸν παντὸς ἐσθήματος περιαχθῆναι ζυγοῦ κατὰ τῶν τενόντων κειμένου καὶ καταξανθέντα τὸ σῶμα ῥάβδοις κατακρημνισθῆναι. τούτων οὕτω λελεγμένων αἰσθόμενος κατέφυγεν ἐπὶ τὸ προάστειον μεταξὺ Σαλαρίας καὶ Νωμεντάνης τετάρτῳ τῆς Ῥώμης σημείῳ καὶ τελευτὴν ἐπήγαγεν ἑαυτῷ. αὐτοῦ δὲ ἦν ἔργον τὸ λουτρόν, ὃ νῦν Ἀλεξανδρειανὰς προσαγορεύουσι, Νερωνιανὰς τὸ πρὶν καλούμενον: ἔδοξε γὰρ μηδαμοῦ τὴν προσηγορίαν αὐτοῦ φέρεσθαι. τριακοστοῦ δὲ καὶ ἑνὸς ἔτους τῆς ἡλικίας ἀπώλετο τέσσαρα ἐπὶ τοῖς δέκα βασιλεύσας: εἰς αὐτόν τε ἔστη τῆς τοῦ Καίσαρος συγγενείας ἡ διαδοχή.
- 7.16.1
Μετὰ τοῦτον βασιλεύει Σέρβιος Γάλβας ἐκ τῶν πορρωτάτω προγόνων ἐπιφανὴς καὶ τῆς συγκλήτου τῆς Ῥωμαϊκῆς ἐπισημότατος, ἔτη γεγονὼς τρία καὶ ἑβδομήκοντα. ἤγαγον δὲ αὐτὸν ἐπὶ τὴν ἀρχὴν οἱ Ἱσπανοί τε καὶ Γάλλοι: καὶ μετὰ τὴν ἐκείνων ἀνάρρησιν ὁ πᾶς κατηκολούθησε στρατὸς θαῦμα ἔχων αὐτοῦ τῆς ἀρετῆς ἁπάσης, ἣν ἰδιωτεύοντι συνῄδει περὶ τὰ πολιτικὰ πράγματα καὶ τὰς περὶ τοὺς πολέμους μάχας, ἐν αἷς ἐξέλαμψεν νῦν μὲν ὑπατικὴν νῦν δὲ ἀνθύπατον ἐξουσίαν ἔχων, ἄλλοτε δὲ στρατηγῶν μόνον δίχα τινὸς ἀρχῆς. ἐλάχιστον δὲ ἐβασίλευσε χρόνον, ἐν μὲν τοῖς προοιμίοις εὐδοκιμήσας, ἐξ ὠμότητος δὲ μετὰ ταῦτα χείρονα δόξαν λαβών. τελευτᾷ ἐξ ἐπιβουλῆς Ὄθωνος ἑβδόμῳ τῆς βασιλείας μηνὶ ἀγχόνῃ διαφθαρεὶς ἐπὶ τῆς Ῥώμης ἐτάφη τε ἐν τοῖς ἑαυτοῦ κήποις τοῖς περὶ τὴν ὁδὸν τὴν καλουμένην Αὐρηλίαν.
- 7.17.1
Βασιλεύει δὲ μετ̓ αὐτὸν ὁ τούτου φονεὺς ἐξ ἐπισήμων κατιὼν πατέρων, ἐπιφανεστέρου δὲ τοῦ μητρώου, ἀνὴρ ἀγαθός τε καὶ πρᾷος καὶ φίλος μὲν ἐς τὰ μάλιστα Νέρωνι, οὐδὲν δὲ ὑπὸ τῆς πρὸς ἐκεῖνον συνηθείας βλαβείς. ἐν μέντοι τῇ βασιλείᾳ γενναῖον οὐδὲν ἐπεδείξατο δἰ αἰτίαν τήνδε: Βιτέλλιος, ἡνίκα οὗτος ἐβασίλευσεν, ὑπὸ τῆς ἐν Γερμανοῖς στρατιᾶς ἀνερρήθη: καὶ γίγνεται πόλεμος Ὄθωνί τε καὶ ἐκείνῳ καὶ τοῖς μεθ̓ ἑκατέρου στρατεύμασι. μετὰ πλείονος δὲ πλήθους οὗτος παραταττόμενος ἧττον ἔσχεν ἐν τῇ πρώτῃ συμπλοκῇ: δεινόν τε ποιησάμενος, ὅτι δὴ τῆς ἐλάττονος στρατιᾶς ἔλαττον σχοίη, πρὸς θάνατον ὥρμησε, κωλυόντων δὲ αὐτὸν τῶν στρατιωτῶν σὺν τοῖς ἡγεμόσιν αὐτῶν καὶ πειθόντων ὡς ἀπαγορεύειν ἤδη τοῦ τέλους ἀπερίσκεπτον ἂν εἴη, τὴν ἑαυτοῦ γνώμην ἐκύρωσε, μὴ τοσούτου ποιεῖσθαι τὰ καθ̓ ἑαυτὸν ὥστε ἀξιόχρεων νομίζειν αὐτὰ πρὸς ἐμφύλιον εἶναι πόλεμον. ἐπήγαγεν ἑαυτῷ τελευτὴν ὀγδόῳ καὶ τριακοστῷ τῆς ἡλικίας ἔτει, τῆς δὲ βασιλείας πέντε καὶ ἐννενήκοντα ταῖς πάσαις ἡμέραις.
- 7.18.1
Βιτέλλιος οὗν ἦν ἐπὶ τῆς βασιλείας ἐκ πατέρων γεγενημένος γένει μὲν οὐκ ἐπισήμων, τὰς τιμὰς δὲ ἐξ ἀρετῆς κτησαμένων: ὁ γοῦν πατὴρ αὐτοῦ τρίτον ἐπὶ τὴν ὑπατείαν κληθεὶς οὐ κατῄσχυνε τοὺς ἑλομένους εἰς δέον ταῖς ἐξουσίαις χρησάμενος. ἀλλ̓ ἐγένετο κατὰ τὴν βασιλείαν ἀτοπώτατος καὶ τῇ γαστρὶ πάντα μετρῶν ὥστε νύκτας ἡμέραις συνάπτειν ἐν συμποσίοις. φασὶ γοῦν αὐτῷ τὸν ἀδελφὸν παρασκευάσαι τράπεζαν, προθεῖναι δὲ αὐτῷ δισχιλίους μὲν ἰχθῦς, ἑπτακισχίλια δὲ πτηνὰ καὶ τὴν ἄλλην ἅπασαν δαπάνην ἐφάμιλλον. μιμεῖσθαι δὲ ἐπεμελεῖτο τὸν Νέρωνα καὶ πρὸς τὸν ἐκείνου ζῆλον ἅπαντα πράττειν ἐποιεῖτο τὸν τάφον τε αὐτῷ λαμπρότερον ἐποίησε γενέσθαι: κατορώρυκτο γὰρ ἀσήμως, ὡς ἐν τοῖς ἔμπροσθεν δεδήλωται. ταῦτα οὔτε ὁ δῆμος ἤνεγκεν οὔτε ὁ στρατὸς ὁ τεταγμένος ὑπὸ Οὐεσπασιανῷ στρατηγὸς δὲ ἦν οὗτος τὴν πρὸς Ἰουδαίους διακονούμενος μάχην̓, ἀλλὰ προσάγουσι μὲν αὐτὸν εἰς τὸ δημόσιον, ἐπειδὴ καὶ τὸν ἀδελφὸν Οὐεσπασιανοῦ Σαβῖνον συνεμπρήσας ἐτύγχανε τῷ Καπετωλίῳ: κρεμάσαντες δὲ ἀπὸ τῆς κόμης καὶ τῷ λαιμῷ ξίφος ὑποθέντες εἷλκον διὰ τῆς πόλεως τό τε στέρνον γυμνώσαντες ὥστε τοὺς ἐντυγχάνοντας κατ̓ ἐξουσίαν πλήττειν καὶ τοῦτον αἰκισάμενοι τὸν τρόπον τὸ τελευταῖον ἀπέπνιξαν καὶ τὸ σῶμα ἔρριψαν εἰς τὰ ῥεύματα τοῦ Θύμβριδος ὡς οὐκ ἄξιον ὂν ἐπικαλυφθῆναι τῇ γῇ. καὶ ὁ μὲν οὕτως ἐτελεύτησεν ἑβδόμῳ καὶ πεντηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας ἐν ὀγδόῳ μηνὶ μιᾶς προσδεούσης ἡμέρας.
- 7.19.1
Διαδέχεται δὲ τὴν βασιλείαν Οὐεσπασιανὸς ἐπὶ τῆς Παλαιστίνης ἀναρρηθείς, γένει μὲν οὐ λαμπρός, ἀρετὴν δὲ οἷος τοῖς σφόδρα ἀρίστοις συμφέρεσθαι: καὶ δόξαν ἀεὶ δήποτε μεγίστην ἐπὶ μεγίστοις ἔργοις κεκαρπωμένος, ἡνίκα Κλαυδίῳ τῷ βασιλεύσαντι στρατηγῶν, ὡς μικρῷ πρόσθεν εἴρηται, δύο καὶ τριάκοντα μάχαις τήν τε Γερμανῶν καὶ Βρεττανῶν ἅπασαν γῆν συνῆψε Ῥωμαίοις πόλεις τε αὐτῶν εἷλεν εἴκοσι περιφανεστάτας καὶ τὴν μεγίστην τῶν Βρεττανικῶν νήσων τὴν Βέκτην. οὕτω δὲ ἐβασίλευσεν ὥστε μηδὲ ἔξωθεν γενέσθαι μετριότητος μήτε ὑπεροφθῆναι παρὰ τῶν ὑπηκόων: χρημάτων δὲ ἐπεμελεῖτο μέν, ἄδικον δὲ ἔφευγε κτῆσιν: τὸν πλοῦτόν γε μὴν ὃν συνέλεγε τοῖς ἀμφ̓ αὐτὸν ἐδωρεῖτο καὶ τοῖς μάλιστα τῶν: τιμῶν ἀξιωτάτοις. οὐδεὶς γοῦν τῶν προτέρων τοσαύτην ἐπεδείξατο μεγαλοψυχίαν: τοσαύτη δὲ ἦν ἡ φιλανθρωπία καὶ ἡ πραότης ὥστε τοὺς ἐπιβουλεύειν αὐτοῦ τῇ βασιλείᾳ δόξαντας μὴ βαρέως ἀμύνασθαι, ἀλλ̓ ἄχρι τοῦ τῆς πόλεως ἐκβάλλειν στῆσαι τὰς τιμωρίας. τῇ τε ἀρχῇ προσέθηκεν Ἰουδαίους τε καὶ τὰ Ἱεροσόλυμα τότε πρῶτον αὐτοὺς ὑπαγαγὼν τῇ δουλείᾳ. Ἀχαΐαν τε καὶ Λυκίαν καὶ Ῥόδον καὶ τὸ Βυζάντιον καὶ Σάμον αὐτονόμους οὔσας ἠνάγκασε τοῖς Ῥωμαϊκοῖς πολιτεύεσθαι θεσμοῖς: Θρᾷκάς τε ἐπὶ καὶ Κίλικας καὶ Κομμαγηνοὺς οἰκείας ἔχοντας βασιλείας εἰς ἐπαρχιῶν σχῆμα μετέστησε.
- 7.20.1
Πάντων δὲ μέγιστον ἐκέκτητο τὸ μήτε ἀπεχθείας μνημονεύειν πρός τε τοὺς κατηγοροῦντας ῥήτοράς τε καὶ φιλοσόφους μὴ βαρέως ἔχειν: τῶν γε μὴν στρατιωτικῶν πταισμάτων τιμωρὸς ἦν ἀκριβὴς πικροτέραις αὐτοὺς ἀεὶ σωφρονίζων ἐπιστροφαῖς: καὶ τοιοῦτος ἦν ἐπὶ τῆς βασιλείας. θριαμβεύει δὲ ἐν Ῥώμῃ κατὰ Ἰουδαίων μετὰ τοῦ παιδός. πάντας τοίνυν ἀνῃρημένος τούς τε ἀπὸ τοῦ δήμου καὶ τοὺς ἐν ταῖς ἡγεμονίαις καὶ τὸ ὑπήκοον ἅπαν ἐπίσης τε ὑπὸ πάντων θαυμαζόμενος ἐτελεύτησε τῆς γαστρὸς αὐτοῦ καταρραγείσης ἐν ἀγρῷ περὶ τὰ ὅρια Σαβίνων: οἰκείως τε καὶ θεός τε προσηγορεύθη καὶ ὑπὸ Ῥωμαίων ἐτάφη λαμπρῶς σφόδρα αὐτοῦ τὴν τελευτὴν ὀδυρομένων. τούς γε μὴν παῖδας γενεθλιαλογήσας ἑκατέρους αὐτοῦ ἐπέπειστο διαδόχους ἔσεσθαι τῆς ἀρχῆς, ὥστε πολλῶν ἐπιβουλευσάντων πολλάκις μηδὲν ἐπιστραφῆναι, φῆσαι δὲ ἐν κοινῇ ποτε συνόδῳ ἢ μηδένα μετ̓ αὐτὸν βασιλεύσειν ἢ τοὺς ἐξ αὐτοῦ γεγενημένους. ἐτελεύτησε δὲ ἐννάτῳ καὶ ἑξηκοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας δὲ ἐννάτῳ καὶ ἡμέραις ἑπτά.
- 7.21.1
Μετὰ τοῦτον τοίνυν διεδέξατο τὴν βασιλείαν Τίτος ὁ παῖς ὁμώνυμος μετὰ τὴν τοῦ πατρὸς τελευτὴν γενόμενος τῷ πατρί, ταῖς ἀρεταῖς ἁπάσαις πᾶσαν εὐφημίαν νικῶν. τὸ πλῆθος γοῦν αὐτὸν Κοινὸν Ἔρωτα προσηγόρευεν. ἦν δὲ οὐχ ἧττον τὴν γλῶτταν ἠσκημένος εἰς λόγους ἢ τὴν χεῖρα πρὸς μάχας, ἐν οὐδενὶ δὲ τοῦ εἰκότος τὸ μέτρον ὑπερέβαινεν. ἠγώνιστο δὲ καὶ τοὺς ἐν δικαστηρίοις ἀγῶνας καὶ δημιουργὸς μέτρων ἄριστος ἦν, ὡς καὶ τραγῳδίαν Ἑλλάδι φωνῇ συνθεῖναι: ἡνίκα δὲ τῷ πατρὶ κατὰ τῶν Ἰουδαίων συνεστρατεύετο, δύο καὶ δέκα τῶν προμάχων ἰσαρίθμοις βέλεσι κατηγωνίσατο. καὶ γενόμενος ἐπὶ τῆς βασιλείας οὕτως ἦν κοινὸς καὶ μέτριος, ὡς μηδένα μὲν ἀπαιτῆσαι τιμωρίαν, τοὺς δὲ ἐπ’ αὐτῷ συστάντας ἐκ συνωμοσίας ἀφεῖναί τε καὶ καταριθμῆσαι τοῖς φίλοις. τὸ μεγαλόψυχον δὲ αὐτοῦ καὶ φιλόδωρον τοσοῦτον ἦν, ὥστε αὐτῷ τινας εὐκολίαν ἐγκαλεῖν, τὸν δὲ ἀπολυόμενον τὴν κατηγορίαν εἰπεῖν μηδένα χρῆναι στυγνοτέραν ἔχειν ἀπὸ βασιλέως τὴν ἀναχώρησιν. δειπνοῦντα δέ ποτε καὶ λογισάμενον, ὡς οὐδὲν οὐδεὶς ἐκείνην%5 εὖ πάθοι τὴν ἡμέραν, σχετλιάσαι καὶ καθάπερ αὐτῷ τῆς ἡμέρας ἀπολωλυίας εἰπεῖν: οὐκ ἐβασίλευσα τὴν παροῦσαν ἡμέραν, οὐδεὶς γὰρ ἐξ ἐμοῦ εὗ πέπονθε σήμερον. κατασκευάσας δὲ Ῥωμαίοις τὸ καλούμενον ἀμφιθέατρον ἀπήρξατο τῆς ἐν αὐτῷ θέας πεντακισχίλια μὲν ἐγκατασφάξας τῷ τόπῳ θηρία, πολλὴν δὲ καὶ ἄλλην ἐπιδειξάμενος πολυτέλειαν.
- 7.22.1
Ἐτελεύτησε δὲ ὑπ’ ἀρρωστίᾳ ἐν ᾧπερ καὶ ὁ πατὴρ ἀγρῷ δύο τοῦ πατρὸς ὕστερον ἔτεσι καὶ μησὶν ὀκτὼ καὶ ἡμέραις εἴκοσι βασιλεύσας, προβὰς εἰς ἡλικίαν ἔτους ἑνὸς πρὸς τοῖς τεσσαράκοντα: καὶ ἤγειρε τῷ δήμῳ πένθος μέγα, ὥστε κοινὸν αὐτὸ καὶ δημόσιον δογματισθῆναι, καὶ οὐ μᾶλλον ἧν πάντων ἤ ἴδιον ἑκάστου τὸ πάθος: οὐδεὶς γὰρ ἦν, ὃς οὐ τῆς οἰκίας ἐποιεῖτο αὐτοῦ τὴν συμφοράν. ἀρχομένης γοῦν ἑσπέρας αὐτοῦ μεταστάντος σύνοδος ἐγένετο τοῦ λαμπροῦ πλήθους ἐν τῷ βουλευτηρίῳ χάριτας ὁμολογούντων καὶ τεθνηκότι τῷ Τίτῳ: μόνος τε οὗτος ἐκ πάντων πλείους ἐδέξατο θεραπείας ἐκ λόγων ἤ ζῶντες ἕτεροι.
- 7.23.1
Συνηριθμήθη δὲ τοῖς θεοῖς τὴν βασιλείαν ἐπὶ τὸν νεώτερον ἀδελφὸν παραπέμψας Δομετιανόν. ὃν Νερωνα ἤ Καλιγούλαν ἤ Τιβέριον εἰπὼν οὐκ ἄν τις ἁμάρτοι, τοσοῦτον ἔσχε πρὸς αὐτοὺς τὸν ζῆλον οὔτε τοῦ πατρὸς οὔτε τοῦ ἀδελφοῦ μιμησάμενος οὐδέν. ἀλλ̓ ἐν προοιμίοις μὲν τῆς βασιλείας μετριότητός τινος ἐπεμελήθη, κατὰ μέρος δὲ αὔξων τὴν πονηρίαν εἰς πᾶν προῆλθεν ἡδονῶν τε καὶ θυμοῦ καὶ ὠμότητος καὶ ταῦτα ἐνίκα τῇ πλεονεξίᾳ: μίσος οὖν ὡς εἰκὸς ἠκολούθει μέγιστον ὥστε τῶν πατρῴων τε καὶ ἀδελφικῶν ἀγαθῶν τὴν μνήμην ἐκβαλεῖν. οὕτω γοῦν πολλοὺς μὲν ἀνῄρει τῆς συγκλήτου: θεὸν δὲ αὐτὸν ἠνάγκαζε προσαγορεύειν οὐκ ἀνεχόμενος ἀνδριάσι πλὴν χρυσοῖς καὶ ἀργυροῖς τιμᾶσθαι καὶ τούτοις ἐν Καπετωλίῳ. ἐπλήρωσε δὲ καὶ ἐμφυλίου τὰς χεῖρας αἵματος τοὺς ἀνεψιοὺς ἀνελὼν καὶ τὰ τῆς ὑπεροψίας ἤρετο. καὶ τὰς ἐκστρατείας ἐκ μεγίστων ἐποιήσατο συμφορῶν, ἐπὶ Σαρμάτας τε ἅμα καὶ Σκύθας, Δάκας τε ἅμα καὶ Κάτθας: τάγμα τε ἓν ἀπώλεσε μετὰ τῶν στρατηγῶν καὶ Σαβῖνος ὑπατικὸς καὶ Κορνήλιος Φοῦσκος ὕπαρχος ἔπεσον σὺν πολλῇ στρατιᾷ. ἐθριάμβευσε δὲ κατ̓ αὐτῶν ἀναιδῶς. καὶ τὸ Καπετώλιον καὶ τὴν παροδικὴν ἀγορὰν καὶ τὸ Ἴσιον καὶ τὸ Σαράπιον καὶ τὸ Στάδιον ᾠκοδόμησέ τε καὶ κατεκόσμησε. μίσους τε ἐπὶ πλεῖστον προϊόντος συνομόσαντες τῶν περὶ αὐτόν τινες ἐν ταῖς βασιλικαῖς αὐλαῖς αὐτὸν διεχρήσαντο πέμπτῳ καὶ τεσσαρακοστῷ τῆς ἡλικίας ἔτει, τῆς βασιλείας δὲ δεκάτῳ καὶ πέμπτῳ. τὰ νενομισμένα δὲ ἀπεπλήρωσε τῶν ἐν λόγῳ μὲν οὐδείς: μόνον δὲ οἱ ταῖς κοιναῖς ἐπιτεταγμένοι ταφαῖς ἀφανῶς αὐτὸν καὶ ὡς σῶμα ἀπερριμμένον κατώρυξαν.
- 8.1.1
Τῆς μὲν οὖν πόλεως ἦν ὀκτακοσιοστὸν καὶ πεντηκοστὸν ἔτος, τὴν ὑπάτων δὲ εἶχον ἀρχὴν Βετέριός τε καὶ Οὐάλης. τότε τοίνυν ἀνέθηλε τὰ τῆς Ῥώμης πράγματα θαυμαστῶν ἐπιτυχόντα βασιλέων. Δομετιανοῦ γὰρ ἀπελθόντος ἐξ ἀνθρώπων τοῦ πονηρίᾳ πάντας ὑπερβαλλομένου διεδέξατο τὴν ἀρχὴν ἀνὴρ ἰδιώτης, ἄριστος δὲ καὶ τῶν πολεμικῶν ἐπιστήμων Νέρβας, εἰ καὶ ἧττον περιφανῶν πατέρων, πρεσβύτης ἤδη, παρελθὼν εἰς αὐτὴν σπουδῇ Πετρωνίου Σεκούνδου καὶ Παρθενίου: τούτων ὁ μὲν ὕπαρχος ἦν, ὁ δὲ ἕτερος εἷς τῶν Δομετιανοῦ φονέων. οὗτος ἁπάσης ἀρετῆς οἱονεί τινας εἰκόνας διὰ τῶν ἔργων ἀναφήνας προανηρπάσθη τοῦ τέλους: εἰσποιησάμενος γὰρ παῖδα Τραϊανὸν ἐτελεύτησεν ἐπὶ τῆς Ῥώμης ἐνιαυτὸν καὶ μῆνας τέσσαρας βασιλεύσας ὀκτώ τε πρὸς ἡμέρας, ἐνὶ καὶ ἑβδομηκοστῷ τῆς ἡλικίας ἔτει. καὶ τῇ τῶν θεῶν ἐπεκλήθη προσηγορίᾳ.
- 8.2.1
Φέρουσι τοίνυν τὴν βασιλείαν ἐπὶ τὸν πεποιημένον αὐτῷ Τραϊανόν, Ἰταλικοῦ μὲν γένους, τεχθέντα δὲ ἐν Σπανίαις. πρόγονοι δὲ αὐτῷ λαμπρὰν μὲν οὐ κατῆγον τὴν διαδοχήν, τιμὰς δὲ ὧν διετύγχανον ἐξ ἀρετῆς ἐσχηκότες: ὁ γοῦν πατὴρ αὐτῷ τῶν ὑπατικῶν ἦν. οὗτος στρατηγὸς μὲν ἐγένετο τοῦ πρὸς Γάλλους πολέμου στάντος ἐν Ἀγριππίνῃ. βασιλεύων δὲ ὁ Τραϊανὸς οὕτω προέστη τῶν πραγμάτων ὡς εἰκότως ἃν πάντων προτιμηθῆναι τῶν βασιλευσάντων. δημαγωγὸς γὰρ ἦν ἄριστος κἂν ταῖς μάχαις ἀνδρειότατος. τὴν Ῥωμαϊκὴν γοῦν ἀρχὴν τῶν ἔμπροσθεν μόλις κατασχεῖν δυνηθέντων ηὔξησεν ἐπὶ πλεῖστον καὶ τὰ ὅρια τῆς βασιλείας ὅσον ἐπὶ μήκιστον ἐξέτεινε. πόλεις γοῦν ὑπὲρ τὸν Ῥῆνον ἐν μέσοις ἐδείματο τοῖς Γερμανοῖς. Δάκας τε τὸν ἡγούμενον αὐτῶν καθελὼν Δεκίβαλλον ὑπηγάγετο: ἐπαρχίαν τε ὑπὲρ τὸν Ἴστρον κατεστήσατο καὶ τὴν γὴν ἐκείνην ἅπασαν, ἣν νῦν θαΐφαλοι καὶ Βικτόαλοι καὶ Τερβίται προσοικοῦσι, συνῆψε τῇ βασιλείᾳ χιλίοις διαμετρουμένην κύκλῳ σημείοις.
- 8.3.1
Τὴν Ἀρμενίαν τε ἀνεκτήσατο παρὰ Πάρθων Ἀλμάτας τε ὑφ̓ ἑαυτῷ κατέστησε τὸν Φατόσιριν ἀνελών, ὃς ἐτυράννει τοῦ ἔθνους Ἀλβανοῖς τε αὐτὸς ἔδωκε βασιλέα: Ἰβήρων τε καὶ Σαυροματῶν καὶ τῶν ἐν Βοσπόρῳ, ἔτι δὲ Ἀραβίων καὶ Ὀσδροηνῶν τοὺς βασιλεύοντας ὑποσπόνδους ἐποιήσατο. καὶ μὴν καὶ Καρδουηνῶν καὶ Μαρκομήδων καὶ τὴν Ἀνθεμουσίαν, χωρίον Περσῶν εὐρύ τε καὶ εὔγαιον, Σελεύκειάν τε καὶ Κτησιφῶντα καὶ Βαβυλῶνα προσεκτήσατο. Μεσσηνίους τε μάχῃ νικήσας κτῆμά τε καὶ τούτους αὐτῷ ποιησάμενος ἄχρις αὐτῶν ἐχώρησεν Ἰνδῶν καὶ τῆς Ἐρυθρᾶς καλουμένης θαλάσσης. ὅθεν ἀρξάμενος τρεῖς ἐπαρχίας κατῴκισεν Ἀρμενίαν τε καὶ Ἀσσυρίαν καὶ τὴν μέσην τῶν ποταμῶν, ἧς μέρος ἦν καὶ ἡ τῶν Ναριηνῶν χώρα. πρῶτος καὶ τὴν Ἀραβίαν ἐπαρχίαν ἐποίησε. στόλον δὲ ἐγκατέστησε κατὰ τὴν ἐρυθρὰν θάλασσαν ὥστε αὐτῷ καὶ διὰ θαλάττης ἐξεῖναι πολιορκεῖν Ἰνδούς.
- 8.4.1
Τοιαῦτα δὲ ὄντα τὰ κατὰ τοὺς πολέμους ὑπεχώρει τοῖς περὶ τὰ πολιτικὰ θαύμασιν: οὔτε γὰρ πλέον οὔτε ἔλαττον εἶχεν ἕτερος ἑτέρου: οὕτω δὲ ἐπεμελεῖτο τῶν πρὸς τοὺς φίλους καθηκόντων, ὥστε συνήθως παῤ αὐτοὺς φοιτᾶν ἢ νόσῳ κατακεκλιμένους ἢ καὶ προσηγορίας μόνης χάριν. ἔστι δὲ ὅτε καὶ ἑορτάζουσιν ἰδίας τινὰς πανηγύρεις ἐποίει καὶ συνειστιᾶτο ἀμοιβαίοις τε καὶ αὐτὸς εὐωχίαις αὐτοὺς ἐγέραιρεν: ἐχρῆτο δὲ καὶ τοῖς ὀχήμασιν ἐκείνων τὸν βασιλικὸν ἀπολιπὼν δίφρον. οὐδενί τε τῶν ἐν Ῥώμῃ λαμπρῶν ἐπήγαγε βλάβην οὐδὲ ηὔξησε τοὺς θησαυροὺς ἐξ ἀδίκου προσθήκης. φιλοδωρότατός τε ἦν δημοσίᾳ τε καὶ ἰδίᾳ καὶ περὶ τὸ διδόναι τὰς ἀρχὰς ἀφθονώτατος. πλέον δὲ ἦν τὸ περὶ αὐτὰ ταῦτα τοῖς φίλοις: οἰκοδομημάτων δὲ αὐτῷ πανταχοῦ τῆς οἰκουμένης πολὺς ἦν ὁ λόγος. καὶ τὰς πόλεις ἀτελείας ἠξίου. κεφάλαιόν τε τῆς ἡμερότητός τε αὐτοῦ καὶ φιλανθρωπίας, παρὰ πάντα τὸν τῆς βασιλείας χρόνον εἷς βουλευτὴς ὑπέμεινε θάνατον τῆς συγκλήτου τὴν ψῆφον ἐπαγαγούσης ἀγνοοῦντος τοῦ βασιλέως. τούτων ἕνεκα κατὰ τὴν οἰκουμένην ἅπασαν ἰσόθεος ὑπείληπτο καὶ ταῖς τῶν κρειττόνων ἐτιμᾶτο τιμαῖς.
- 8.5.1
Καὶ γὰρ δὴ κἀκεῖνο περὶ αὐτοῦ φασιν, ὅτι δή τινων αὐτοῦ τὴν πολλὴν κοινότητα καταμεμφομένων ἀπεκρίνατο χρῆναι τὸν βασιλέα τοιοῦτον εἶναι πρὸς τοὺς ἰδιώτας, οἷον ἰδιώτης ἄν τις εὔξαιτο τὸν βασιλέα περὶ αὑτὸν εἷναι. τοσαύτης δὴ συγκεκροτημένης αὐτῷ τῆς εὐκλείας ἔν τε πολέμοις καὶ ἡσυχίαις, ἐκ τῆς Περσικῆς ἐπανιὼν πρὸς Σελευκείᾳ τῇ τῶν Ἰσαύρων ὑπενεχθείσης ἀθρόως τῆς γαστρὸς διεφθάρη, τῆς μὲν ἡλικίας τρίτον καὶ ἑξηκοστὸν ἄγων ἔτος καὶ μῆνας ἐννέα καὶ ἡμέρας πέντε, τῆς δὲ βασιλείας ἐνιαυτοὺς ἐννεακαίδεκα καὶ μῆνας ἕξ καὶ ἡμέρας μόνῳ τε αὐτῷ τάφος ἐγένετο κατὰ μέσην τὴν Ῥώμην ἐπὶ τῆς ἀγορᾶς, ἣν αὐτός τε ἐδείματο καὶ κατωνόμασεν ἑαυτῷ. κίων δὲ μηνύει τὴν ταφὴν εἰς ὕφος τεσσαράκοντα καὶ τεσσάρων ποδῶν ἐγηγερμένος. τοιαύτη δὲ τούτου τοῦ βασιλέως ἡ μνήμη καὶ μετὰ ταῦτα διέμεινεν, ὥστε ὁπόταν ἡ σύγκλητος εἰς τὸ βουλευτήριον ἐπ’ εὐφημίαις τῶν βασιλευόντων συνίῃ τοιαύτην τινὰ γίγνεσθαι φωνὴν Εὐτυχέστερος Αὐγούστου, τοῦ Τραϊανοῦ βελτίων. καὶ τὴν εἰκόνα ταύτην ποιοῦνται κόσμον οἱ κολακεύοντες ἢ κατὰ ἀλήθειαν ἐπαινοῦντες.
- 8.6.1
Παρὰ τούτου τῆν βασιλείαν Ἀδριανὸς ἐδέξατο Τραϊανοῦ μὲν οὔτε βουληθέντος οὔτε ἐντειλαμένου, τῆς δὲ ἐκείνου γαμετῆς Πλωτίνης καταπραξαμένης: οὐδὲ γὰρ ἀνεψιδοῦν ὄντα αὐτὸν εἰσεποιήσατο Τραϊανός. προγόνων δὲ ἦν καὶ οὗτος Ἰταλῶν, ἐν Ἱσπανίαις τεχθείς τε καὶ τραφείς. εὐθὺς μὲν οὖν εἷλεν αὐτὸν τῆς Τραϊανοῦ δόξης φθόνος: καὶ τῶν ἐπαρχιῶν, ἃς κατεστήσατο, πάμπαν τὴν φυλάττουσαν αὐτὰς στρατιὰν ἀνακαλεσάμενος συνέστειλέ τε τοὺς τῆς βασιλείας ὅρους ἐντὸς Εὐφράτου ποταμοῦ. βουλευόμενον δὲ αὐτὸν ὅμοια καὶ περὶ τῶν Δακῶν οἱ φίλοι διεκώλυσαν: τοὺς γὰρ ἀποίκους τοὺς ἐκ τῶν πολιτῶν Ῥωμαίων ὑπὸ Τραϊανοῦ μεταστάντας οἰκήσεως ἕνεκα καὶ γεωργίας ἀνόσιον εἶναι γίγνεσθαι βαρβάρους. τοῦ γὰρ οἰκείου πλήθους ἀπεσεσύλητο τῷ χρονίῳ πολέμῳ κατανηλωμένου.
- 8.7.1
Εἰρήνης γε. μὴν καὶ ἡσυχίας πολλὴν ἐποιήσατο πρόνοιαν πλὴν μιᾶς μικρᾶς τε καὶ ἀσήμου μάχης, ἣν δἰ ἑνὸς τῶν ἀρχόντων συνεκρότησε. περιῆλθε δὲ τὴν βασιλευομένην ἅπασαν: καὶ τοῖς οἰκοδομήμασι πολλὴν εἰσήνεγκε σπουδήν. γλώττῃ τε τῇ Ἰταλῶν καὶ Ἑλλήνων ἐπίσης ἐξέλαμψε. καὶ ἡμερότητος μὲν παντελῶς ἀπέσχε, τῶν χρημάτων δὲ καὶ τῶν θησαυρῶν ἐπεμελήθη καὶ τῆς στρατιωτικῆς τάξεώς τε καὶ ἁρμονίας. ἐτελεύτησέ τε περὶ τὴν Καμπανίαν ὑπὲρ τὰ ἑξήκοντα γεγονὼς ἔτη ἕνα καὶ εἴκοσι βασιλεύσας ἐνιαυτοὺς καὶ μῆνας δέκα καὶ ἡμέρας ἐννέα. πάντων δὲ ἀντιλεγόντων χρῆναι τὰς θείας αὐτῷ νομισθῆναι τιμὰς ὁ διαδεξάμενος τὴν βασιλείαν Μάρκος Ἀντωνῖνος ἐξῄτησε χάριν καὶ τὰς τῶν ἀνθισταμένων βιασάμενος γνώμας ἔτυχεν.
- 8.8.1
Ἐβασίλευσε τοίνυν αὐτὸς οὗτος Ἀντωνῖνος Φούλβιος, ὃς καὶ Βοϊώνιος ἐπεκλήθη καὶ Πίος, ἐκ γένους τε κατιὼν λαμπροῦ, τόγε εἰς τοὺς ἐγγὺς προγόνους, παλαιότητα γὰρ οὐκ εἶχε διεγνωσμένην. δικαίως τ̓ ἂν ἐξισωθεὶς τῷ Νουμᾷ Πομπιλίῳ, ὥσπερ οὖν καὶ Τραϊανὸς Ῥωμύλῳ. οὗτος σεμνὸς μὲν ἦν καὶ ἰδιωτεύων, οὐ διέφθειρε δὲ αὑτὸν οὐδὲ ἐπὶ τῆς ἀρχῆς, τραχύτητος πάμπαν ἀπέχων, ἥμερος δὲ πρὸς ἅπαντας καὶ ἁπλοῦς, ἐπιστήμῃ δὲ τῶν πολεμικῶν κεκοσμημένος, ἄδικον δὲ οὐκ ἐπάγων πόλεμον: φυλάττειν γὰρ ἦν αὐτῷ τὰ κτηθέντα σκοπός, οὐχ ἕτερα προστιθέναι. καὶ τοὺς μὲν ἀγαθοὺς ἄνδρας ἦγεν ἐπὶ τὰς ἀρχὰς καὶ πάσης τιμῆς ἠξίου, τῶν πονηρῶν δὲ ἕκαστος αὐτῶν ἀφίστατο μηδεμίαν περιβαλλόμενος συμφοράν. τοῖς ἐνσπόνδοις δὲ τῶν κατὰ ἔθνη βασιλέων φοβερός τε ἦν ἅμα καὶ ἐπέραστος ὥστε πολλοὺς τῶν βαρβάρων ἀποθεμένους τὰ ὅπλα περὶ τῶν διαφορῶν ὑπ’ αὐτῷ κρίνεσθαι στέργειν τε ἅπερ ἂν γνοίη. πλοῦτον δὲ ἔχων πρὸ τῆς βασιλείας οὐκ ὀλίγον μετὰ τὴν βασιλείαν διένειμεν ἅπαντα τῷ στρατῷ καὶ τοῖς φίλοις, ὥστε τὰ δημόσια χρήματα τῆς δαπάνης οἴκοθεν γιγνομένης πολυπλασιασθῆναι. Εὐσεβὴς δὲ ἐπικληθεὶς διὰ τὴν φιλανθρωπίαν τελευτᾷ τὸν βίον ἐν ἀγρῷ ʽΛωρίον ἦν ὄνομα αὐτῷ, τῆς Ῥώμης πόρρω δύο καὶ δέκα σημείων̓ ἑβδομηκονταετὴς γενόμενος, βασιλεύσας δὲ τρία καὶ εἴκοσιν ἔτη. καθιερώθη καὶ οὗτος δόγματι κοινῷ.
- 8.9.1
Μετὰ τοῦτον ἐβασίλευσε Μάρκος Ἀντωνῖνος Οὔηρος, ἐξ ἐπιφανῶν καὶ οὗτος πατέρων: τὸ γὰρ δὴ γένος αὐτῷ πρὸς τὸν Νουμᾶν Πομπίλιον ἀνεφέρετο τὸ πατρῷον, μητρὸς δὲ ἦν ἐκ βασιλικοῦ σπέρματος κατιούσης: Σολεντῖνος γὰρ ἦν βασιλεύς τις, ὁ ταύτης προπάτωρ. καὶ συνεβασίλευσεν αὐτῷ Λουκίος Ἀντωνῖνος Οὔηρος. καὶ τότε δὴ πρῶτον ὑπὸ δύο τὰ Ῥωμαϊκὰ βασιλεῦσιν ἤγετο τῶν πρόσθεν καθ̓ ἕνα βεβασιλευκότων.
- 8.10.1
Συνήγαγε δὲ αὐτοὺς καὶ συγγένεια ἄλλη τε καὶ ἡ ἀπὸ τοῦ γάμου. ὁ γὰρ Ἄννιος Ἀντωνῖνος Οὔηρος τοῦ Μάρκου Ἀντωνίνου κηδεστὴς ἦν ἐπὶ θυγατρί. ἐκείνος δὲ ἐπ’ ἀνεψιᾷ κηδεύσας ἐτύγχανεν Ἀντωνίνῳ τῷ Πίῳ. οὗτοι δὴ βασιλεύοντες ἐπήγαγον Πάρθοις πόλεμον τότε πρῶτον ἀντιπαραταξαμένοις μετὰ τὴν Τραϊανοῦ νίκην. καὶ στρατεύει μὲν ἐπ’ αὐτοὺς Λούκιος Ἄννιος Ἀντωνῖνος: τὰς διατριβὰς δὲ περὶ Ἀντιοχείαν καὶ τὴν Ἀρμενίαν ποιούμενος διὰ τῶν στρατηγῶν ἅπαντα κατώρθου: καὶ Σελεύκειαν τὴν Ἀσσυρίων πόλιν ἐπιφανεστάτην ἑλὼν μετὰ τῶν ἐγκαθημένων αὐτῇ στρατιωτῶν τετρακισμυρίων ἐθριάμβευσεν ἐπὶ τῇ νίκῃ κοινωνὸν ἔχων τοῦ θριάμβου τὸν κοινωνὸν τῆς βασιλείας καὶ τοῦ γένους τὸν κηδεστήν. ἐτελεύτησε δὲ ἐν Βενετίᾳ φερόμενος ἐπ’ ὀχήματος ἅμα τῷ συμβασιλεύοντι ʽπορεία δὲ ἦν αὐτοῖς ἀπὸ Κονκορδίας εἰς Ἄλτινον̓ νόσον ὑπομείνας τὴν ἀποπληξίαν. συνηριθμήθη τε τοῖς θεοῖς ὑποληφθεὶς ἀνὴρ κοινός τε καὶ ἀγαθὸς εἶναι: καίτοιγε οὐκ ἦν, ἀλλ̓ ἐπέκρυπτεν αὐτὸν ἡ τοῦ βασιλέως ἀρετή.
- 8.11.1
Μόνος τοίνυν ἔμεινεν ἐπὶ τῆς ἀρχῆς ἅτερος Ἀντωνῖνος Μάρκος, οὖ θαῦμα μόνον ἄξιον ἔχειν, οὐκ ἐπαίνους ἀπαριθμεῖν. ἐκ πρώτης γὰρ ἡλικίας ἥμερός τε ἐγένετο καὶ γαληνὸς ἰδεῖν ὥστε μηδὲ παιδὸς ὄντος ἡδονὴν ἢ λύπην κατακρατῆσαι μηδ̓ ἐξ ἑτέρου τούτων αὐτοῦ τὸ πρόσωπον ἀλλοιότερον φανῆναι. φιλοσοφίας τε ἦν ἐραστὴς ὑπὸ τοῖς Στωϊκοῖς πεπαιδευμένος ὥστε μὴ μόνον τὸ ἦθος οὕτως ἠσκῆσθαι τοῖς παραγγέλμασιν, ἀλλὰ καὶ τὴν γλῶτταν ἐν τῇ λογικῇ τῶν ἄλλων πλέον ἔχειν. οὕτω τε ἦν εὐκλεὴς ἔτι νέος ὡς Ἀδριανὸν σκοπούμενον, ὅστις αὐτῷ διαδέξεται τὴν βασιλείαν, ἐπειδὴ προτιμᾶν ἠναγκάζετο τὸν Πίον παῖδα αὐτῷ πεποιημένον, συνάψαι τοῦτον ἐκείνῳ διὰ τοῦ γάμου τῆς θυγατρός, ὅπως ἂν ἐπ’ αὐτὸν ἔκ τινος ἀκολουθίας ἡ βασιλεία κατενεχθῇ.
- 8.12.1
Διδασκάλῳ δὲ ἐχρῆτο τῆς φιλοσοφίας μὲν Ἀπολλωνίῳ τῷ Χαλκηδονίῳ, ῥητορείας δὲ Ἑλληνικῆς μὲν Χαιρωνεῖ τῷ Πλουτάρχου συγγενεῖ, τῆς Ἰταλῶν δὲ Φρόντωνι τῷ τότε ἀρίστῳ ῥητόρων. ἐγένετο δὲ πάντων μάλιστα τῶν βασιλευσάντων τῆς ἰσότητος ἐραστὴς πρὸς οὐδεμίαν ὑπεροψίαν ἀρθείς: καὶ μεγαλόδωρος δὲ ἦν καὶ τὰ τῶν ὑπηκόων ἐκ φιλαγαθίας διῳκεῖτο. πολέμους δὲ τὸν μὲν κατὰ Γερμανῶν διὰ τῶν στρατηγῶν ἐνίκησε, τὸν δὲ κατὰ Μαρκομάννων αὐτὸς παρών τε καὶ αὐτουργῶν, ὃς οὕτως ἰσχυρὸς ἐγένετο καὶ μέγας ὥστε τοῖς Ἄφροις αὐτὸν παραβάλλεσθαι. μετὰ τὰρ πολὺ πτῶμα τῶν ἐναντίων τὸ κατὰ τὴν μάχην ἐγένετο μεῖζον ἕτερον ἐπελθόντος λοιμοῦ τοῦ τε ἀέρος ἐπὶ τοσοῦτον φθαρέντος ὥστε μετὰ τὴν νίκην ἅπασαν σχεδὸν τὴν στρατιὰν διαφθαρῆναι.
- 8.13.1
Καμνόντων τοίνυν αὐτῷ τῶν πραγμάτων ὅμως προσεκαθέσθη τε καὶ τέλος ἐπέθηκε τῷ πολέμῳ συνηττηθέντων Μαρκομάννοις Κουάδων τε καὶ Οὐανδάλων καὶ Σαρμάτων καὶ Σουήβων καὶ πάντων τῶν αὐτόθι βαρβάρων: πανστρατιᾷ τε γὰρ αὐτοὺς ἀνεῖλε καὶ τοὺς Παίονας ἠλευθέρωσε δουλείας. ἐθριάμβευσέ τε ἐπὶ τῆς Ῥώμης μετὰ Κομόδου τοῦ παιδὸς Καίσαρα χειροτονήσας αὐτὸν Κόμοδόν τε Ἀντωνῖνον προσειπών. φασὶ δὲ τῆς δαπάνης αὐτὸν ἐπιλειπούσης, ἐπειδὴ φόρους ἐπάγειν ἑτέρους ἠρυθρία, τὴν βασιλικὴν ἐσθῆτα πᾶσαν καὶ τὰ σκεύη τὰ ἐξ ἀργύρου τε καὶ κρυστάλλου τὴν βασιλικήν τε ἅπασαν σκευὴν ὤνιον προθεῖναι καὶ τὸ συναχθὲν χρυσίον καταναλῶσαι τῷ πολέμῳ: περιγενομένων δὲ τῶν πραγμάτων τοῖς μὲν ἀποδοῦναι βουληθεῖσι τὰ τιμήματα ἀπαριθμῆσαι, τοὺς δὲ κατασχεῖν ἑλομένους μὴ βιάσασθαι ἐπιτρέψαι τε τοῖς ἐπιφανεστέροις κατὰ τὸ σχῆμα τὸ βασιλικὸν εὐωχεῖσθαι καὶ τοὺς ὑπηκόους οἰκέτας ὁμοίᾳ περιβάλλειν στολῇ μηδὲν τῷ βασιλεῖ πλέον ἀπονέμοντα.
- 8.14.1
Ἐπεὶ οὕτως ἦν ἀφθονώτατος, μεγαλοψυχίαν ἐπεδείξατο τοσαύτην, ὥστε νικητηρίους ἄγων ἑορτὰς ἐν ταῖς πρὸς τὰ θηρία τῶν ἀνδρῶν μάχαις ἑκατὸν ἅμα λέοντας ὑπὸ τοῖς θεαταῖς ἀνεῖλεν. ἐν τοσαύτῃ τῶν κοινῶν εὐδαιμονίᾳ καὶ τοῦ κρατοῦντος ἀρετῇ τέλος ἐπῆλθε τῷ βασιλεῖ δεκάτῳ καὶ ὀγδόῳ τῆς ἀρχῆς ἔτει, τῆς δὲ ἡλικίας ἑνὶ καὶ ἑξηκοστῷ: γνώμῃ τε ἁπάντων μιᾷ συνηριθμήθη τοῖς θεοῖς.
- 8.15.1
Παραπέμψας τῷ παιδὶ τὴν βασιλείαν Λουκίῳ Ἀντωνίνῳ Κομόδῳ, μήτε κτησαμένῳ τι τῆς πατρῴας ἀρετῆς μήτε ἐπιδειξαμένῳ: πλὴν ὅτι πρὸς Γερμανοὺς καὶ οὗτος ἔσχεν εὐτυχῆ πόλεμον. ἐπεχείρησε μέντοι τὸν μῆνα τὸν κατὰ Ῥωμαίους Νοέμβριον ἐπώνυμον ἑαυτῷ ποιῆσαι Κόμοδον: οὐ μὴν ἐδυνήθη. τρυφαῖς δὲ καὶ ἀσελγείαις κατὰ μικρὸν διαφθειρόμενος εἰς τοῦτο προῆλθεν ἀτοπίας, ὥστε καὶ ἐν τῷ μονομαχικῷ σταδίῳ καὶ μετὰ ταῦτα ἐν δημοτελεῖ θέᾳ κατὰ τὸ καλούμενον ἀμφιθέατρον διαγωνίσασθαι πρὸς τοὺς αὐτόθι ἐπιδεικνυμένους. θάνατος δὲ ἐξαπίναιος ἐπελθὼν αὐτῷ δόξαν ἤνεγκε τοῖς πολλοῖς, ὡς ἀγχόνῃ τις αὐτὸν ἢ φαρμάκῳ καί τισι μαγγανείαις ὑπεξαγάγοι τοῦ βίου: δώδεκα δὲ ἐξεπλήρωσε βασιλεύων ἐνιαυτοὺς μετὰ τὸν τοῦ πατρὸς θάνατον καὶ μῆνας ὀκτώ, παρὰ πάντων ὁμοίως κοινὸς ἐχθρὸς καὶ μετὰ τὸν θάνατον ὀνομαζόμενος.
- 8.16.1
Μετὰ τοῦτον ἐβασίλευσε Περτίναξ, ἀνὴρ εἰς γῆρας ἤδη προβεβηκὼς ἑβδομήκοστόν τε ἄγων τῆς ἡλικίας ἔτος. ὕπαρχος δὲ τῆς Ῥώμης ἦν, ὅτε παρῆλθεν εἰς τὴν βασιλείαν δόγματι τῆς συγκλήτου πάσης ἀναρρηθείς. ἀλλ̓ ὀγδοηκοστῇ τῆς βασιλείας ἡμέρᾳ στρατιωτῶν αὐτὸν ὑπεξήγαγε στάσις τῶν καλουμένων πραιτωριανῶν.
- 8.17.1
Ἰουλιανὸς δὲ ἦν ταύτην ἐγείρας τὴν στάσιν, ὃς καὶ τὴν βασιλείαν ἥρπασεν, ἐπιφανὴς μὲν καὶ νόμους ἐξησκημένος: Ἰουλιανοῦ γὰρ ἔκγονος ἦν, ὃς τὸ διηνεκὲς διάταγμα τοῖς Ἀδριανοῦ χρόνοις συνέταξεν, ὃ μέχρι νῦν Ἀδριάνιον καλεῖται κατὰ τὴν τῶν Ἰταλῶν φωνὴν ἤδικτον περπέτουον. ἀλλ̓ εὐθὺς ἀνῃρέθη πρὸς τῇ γεφύρᾳ τῇ καλουμένῃ Μουλβίᾳ σφαγὴν ἐν αὐταῖς δεξάμενος ταῖς βασιλείοις αὐλαῖς.
- 8.18.1
Καὶ δέχεται τὴν βασιλείαν Σεπτίμιος Σευῆρος Ἄφρος ἐκ τῆς Τριπολιτικῆς καλουμένης ἐπαρχίας: πόλις δὲ ἦν αὐτῷ Λέπτις. μόνος δὲ οὗτος ἐξ Ἀφρικῆς ἐπὶ τὴν τῶν ὅλων παρῆλθεν ἐπιτροπήν: καὶ οὔτε πρότερον ἡ μνήμη παραδέδωκεν οὔτε μετὰ ταῦτα ἑξῆς ἐκεῖθεν βεβασιλευκότα. ἦν δὲ πρότερον μὲν τοῦ ταμιείου ῥήτωρ. τοῦ χρόνου δὲ προϊόντος ἀρχὴν ἴθυνε στρατιωτικήν καὶ προσεμμένων λιταῖς τιμαῖς εἰς τοῦτο ἦλθε δυναστείας. προσηγόρευσε δὲ ἑαυτὸν Περτίνακα τὸν ἀνῃρημένον ὑπὸ Ἰουλιανοῦ τιμῶν. μικρόψυχος μὲν ἀνὴρ καὶ χαλεπός, πολεμικὸς δὲ ἄλλως κὰν ταῖς μάχαις εὐτυχής: Πεσκέννιον γὰρ Νίγρον τυραννήσαντα κατὰ τὴν Αἴγυπτον ἐν Κυζίκῳ νικήσας ἀνεῖλεν. ἐκράτησε δὲ καὶ Πάρθων καὶ Ἀραβίων τῶν ἐνδοτάτω καὶ τῶν καλουμένων Ἀδιαβηνῶν, ὥστε τὴν μὲν Ἀραβίαν ἐπαρχίαν καταστήσασθαι κατὰ παλαιὸν ἔθος, ἀπὸ δὲ τῶν νενικημένων ἐθνῶν προσηγορίας λαβεῖν: ἐκλήθη τε Παρθικὸς καὶ Ἀράβιος καὶ Ἀδιαβηνικός. πλεῖστα δὲ καὶ τῶν τῆς βασιλείας οἰκοδομημάτων ἐπανήγαγεν εἰς νεότητα. κατὰ τοῦτον τὸν χρόνον Κλώδιος Ἀλβῖνος ὁ κοινωνήσας Ἰουλιανῷ τῆς Περτίνακος σφαγῆς ἑαυτὸν ἐν Γάλλοις ἐχειροτόνησε Καίσαρα, νικηθεὶς δὲ ἐν Λουγδώνῳ παρὰ τοῦ Σευήρου τέλος ἔσχε τοῦ βίου.
- 8.19.1
Σευῆρος δὲ ἦν μὲν ἐν τούτοις λαμπρός, οὐχ ἧττον δὲ ἐν τοῖς πολιτικοῖς: φιλοσοφίας τε γὰρ ἐξήσκητο πρὸς ἄκρον καὶ τῶν ῥητόρων ἁπάντων ὑπερεῖχεν. ὕστατόν τε πόλεμον πρὸς Βρεττανοὺς συγκροτήσας τάς τε πόλεις ἀνεκτήσατο καὶ τὰς ἐπαρχίας ἀσφαλιζόμενος χάρακα περιέβαλεν ἐπὶ δύο καὶ τριάκοντα πρὸς τοῖς ἑκατὸν σημείοις ἐκτείνας αὐτὸν πρὸς θάλασσαν. ἐπὶ τούτοις τοῖς ἔργοις ἐτελεύτησεν ἐν Ἐβοράκῳ πρεσβύτης βασιλεύσας ἓξ καὶ δέκα ἐνιαυτοὺς καὶ μῆνας τρεῖς καὶ τοῖς θεοῖς συνηριθμήθη δύο παῖδας διαδόχους τῆς βασιλείας καταλιπὼν Βασιανὸν καὶ Γέταν, προστάξας Βασιανὸν Ἀντωνῖνον μετακληθῆναι. καὶ ὁ μὲν προσηγορεύθη Μάρκος Αὐρήλιος Ἀντωνῖνος Βασιανὸς ἐπετρόπευσέ τε μετὰ τὸν πατέρα τῶν πραγμάτων, Γέτας δὲ ἐχθρὸς εἶναι κοινὸς κριθεὶς ὑπὲρ ὦν ἔπραττεν ἀνῃρέθη.
- 8.20.1
Ἀντωνῖνος τοίνυν προσλαβὼν καὶ τὴν τοῦ Καρακάλου προσωνυμίαν τῷ πατρὶ πρὸς ἅπαντα κατηκολούθησε τὸ πρῶτον, προϊὼν δὲ ἐχώρησέ τε εἰς ὠμότητα καὶ τὴν ἐν ταῖς ἀπειλαῖς ὑπερβολήν. τῇ Ῥώμῃ δὲ κατεσκεύασε λουτρόν, ὅπερ εἰς τόδε Ἀντωνινιανὸν καλεῖται. ἄλλο δὲ ἄξιον μνήμης οὔτε εἶπεν οὔτε ἔπραξεν οὐδέν, ἀλλ̓ ἡδοναῖς τε ἐδούλευσεν, ὥστε καὶ τὴν ἑαυτοῦ μητρυιὰν ποιήσασθαι γαμετήν. ἐν Ἐδέσσῃ δὲ τῆς Ὀσδροηνῆς στρατεύων ἐπὶ Πέρσας ἀπῆλθε τοῦ βίου βασιλεύσας μὲν ἓξ ἔτη καὶ μῆνας δύο, προελθὼν δὲ τῇ ἡλικίᾳ εἰς τρίτον καὶ τεσσαρακοστὸν ἔτος: ἐγένοντό τε αὐτῷ τὰ νενομισμένα παρὰ τοῦ στρατοῦ.
- 8.21.1
Καὶ βασιλεύει μετ̓ αὐτὸν Ὀπίλιος Μακρῖνος ἐξ ὑπάρχου πρὸς τὴν βασιλείαν κληθείς καὶ μετέσχεν ἁλουργίδος ὁ παῖς αὐτοῦ Διαδούμενος. ἔπραξε δὲ οὐδὲ οὗτος μνήμης ἄξιον οὐδὲν τῆς ἀρχῆς εἰς ἐνιαυτὸν καὶ μῆνας δύο προελθούσης. ἀνεῖλε δὲ ἀμφοτέρους στρατιωτικὴ στάσις.
- 8.22.1
Δέχεται δὲ τὴν βασιλείαν Μάρκος Αὐρήλιος Ἀντωνῖνος Ἀντωνίνου Καρακάλου παῖς ὢν, ὡς ὑπείληπτο, ἦν δὲ ἱερεὺς τοῦ ναοῦ τοῦ Ἡλιογαβάλου. οὗτος ἐπὶ χρηστῇ τοῦ δήμου προσδοκίᾳ τὴν Ῥώμην καταλαβὼν ἐναντίος ὤφθη τῆς ἐλπίδος. αἰσχρὸν γὰρ καὶ ἐπονείδιστον μετελθὼν βίον μετὰ δύο ἔτη τῆς βασιλείας καὶ μῆνας ὀκτὼ ἀνῃρέθη: καὶ ἡ μήτηρ αὐτῷ συναπώλετο Συμία Σευήρα.
- 8.23.1
Ἐντεῦθεν ἦλθεν ἐπὶ βασιλείαν Ἀλέξανδρος, Καῖσαρ μὲν ὑπὸ τῆς στρατιᾶς ἀναρρηθείς, Αὔγουστος δὲ ὑπὸ τῆς συγκλήτου κομιδῆ νέος. οὗτος εὐθὺς ἐπὶ Πέρσας ἐστράτευσε καὶ τὸν βασιλέα Αρσὴν μετὰ πολλῆς ἐνίκησε τῆς εὐκλείας. φοβερός τε ἐγένετο τῷ στρατῷ, ὥστε ἀτάραχον αὐτὸν ἐν πολλῷ διαμεῖναι χρόνῳ: ἐπειδὴ γοῦν τινα τῶν ταγμάτων ἐπήρθη πρὸς στάσεις, ἐκόλασέ τε καὶ τοὺς ἐν αὐτοῖς ἄνδρας ἅπαντας ἀπεστράτευσε. τούτῳ συνήδρευσεν ὁ νομοθέτης Οὐλπιανὸς αὐτὸς καὶ τὴν φροντίδα τοῦ τοῖς δεομένοις ἀντιγράφειν ἔχων. πολλῆς δὲ οὔσης αὐτῷ τῷ Ἀλεξάνδρῳ καὶ κατὰ τὴν Ῥώμην καὶ πανταχοῦ τῆς δόξης ἐτελεύτησε παρὰ Γάλλοις τάραχον ὑπομείνας στρατιωτικὸν τρισκαιδεκάτῳ τῆς βασιλείας ἔτει πολλὴν εὐσέβειαν ἐπιδειξάμενος περὶ τὴν ἑαυτοῦ μητέρα καὶ μηδὲ ἑνὶ κατὰ τοῦτο καταλιπὼν ὑπερβολήν.
- 9.1.1
Μεταλλάξαντος τοίνυν Ἀλεξάνδρου τὸν βίον ἐβασίλευσε Μαξιμιανός, πρῶτος οὗτος αἱρεθεὶς καὶ μόνῃ τῇ τῶν στρατιωτῶν ψήφῳ τῆς συγκλήτου μὴ συμψηφισαμένης, ὅπουγε οὐ συνηριθμεῖτο τῇ γερουσίᾳ. ἐπαγαγὼν δὲ Γερμανοῖς πόλεμον καὶ κρατήσας αὐτῶν ἐκ πολλοῦ τοῦ περιόντος καὶ προσαγορευθεὶς Ἰμπεράτωρ ʽὃ νῦν μὲν τῶν βασιλέων ἐστὶν ὄνομα, τότε δὲ ἥρμοττε τοῖς ἄριστα στρατηγοῦσιν̓ ἀνῃρέθη τῆς Ἰταλίας ἐντὸς ἐν Ἀκυληΐᾳ τῇ πόλει Πουπιήνου τὴν σφαγὴν ἐπαγαγόντος: συνανῃρέθη δὲ αὐτῷ καὶ ὁ παῖς νήπιος κομιδῆ κοινωνήσας τῷ πατρὶ τῆς βασιλείας τρισὶν ἔτεσι καὶ ἡμέραις ὀλίγαις.
- 9.2.1
Μετὰ τοῦτον τρεῖς ἅμα γίγνονται βασιλεῖς, Πουπίηνός τε ὁ τὸν φόνον ἐργασάμενος καὶ Βαλβῖνος καὶ Γορδιανός, οἱ μὲν ἐξ ἀφανοῦς καὶ ἀσήμου γένους, Γορδιανὸς δὲ ἐξ ἐπιφανῶν προγόνων: Γορδιανὸς γὰρ ἧν αὐτῷ πατὴρ οὕτω λαμπρὸς ὥστε Μαξιμιανοῦ βασιλεύοντος, ὃν ὁ Πουπίηνος διεχρήσατο, ἐπὶ τῆς Ἀφρικῆς ἀνθυπατικὴν αὐτὸν ἔχοντα στρατιὰν κληθῆναι ἐπὶ τὴν βασιλείαν. ἐπεὶ δὲ ἐπέβησαν τῆς Ῥώμης, Βαλβῖνος μὲν καὶ Πουπίηνος ἐν ταῖς αὐλαῖς ἀνῃρέθησαν ταῖς βασιλικαῖς, ἔμεινε δὲ Γορδιανὸς μόνος τὴν ἀρχὴν ἔχων. νεώτατος δὲ ὢν ἄγεται γαμετὴν Τρανκυλλίναν. ἀνεγείρας δὲ τὸ ἱερὸν τοῦ Ἰάννου διὰ πολλοῦ τοῦ μέσου ὥρμησεν ἐπὶ τὰ πρὸς ἕω. στρατεύσας δὲ ἐπὶ Πέρσας καὶ κρατήσας αὐτῶν μάχαις πολλαῖς ἐπανιὼν ἀνῃρέθη πρὸς τοῖς Ῥωμαϊκοῖς ὅροις ὑπὸ Φιλίππου: καὶ γίνεται τῶν πραγμάτων ὁ φίλιππος κύριος. κατεσκεύασε δὲ αὐτῷ μνήμῃ τῶν πεπραγμένων ἡρῷον ὁ στρατὸς εἰκοστῷ τοῦ Κιρκηνσίου σημείῳ ʽφρούριον δέ ἐστι τοῦτο Ῥωμαίων εἰσέτι καὶ νῦν οὕτω καλούμενον παρὰ τὸν Εὐφράτην ποταμόν̓, τὸ σῶμα δὲ εἰς τὴν Ῥώμην ἐκόμισε καὶ τῇ τῶν θεῶν ἐτίμησε προσηγορίᾳ.
- 9.3.1
Φίλιππος δὲ σὺν τῷ παιδὶ φιλίππῳ τῆς βασιλείας ἐπελάβετο καρπὸν τοῦτο ποιησάμενος τοῦ φόνου. καὶ τὴν στρατιὰν διαγαγὼν εἰς τὴν Ἰταλίαν ἤγαγε δημοτελῆ πανήγυριν ἐπὶ τῷ χιλιοστῷ τῆς πόλεως ἔτει κατ̓ αὐτὸν ἀρξαμένῳ παντοδαπαῖς τέρψεσι τὸ πλῆθος ἀνελόμενος. ἀλλ̓ ἀνῃρέθη σὺν τῷ παιδὶ τῶν στρατιωτῶν αὐτὸν μὲν ἐν Βερώνῃ τὸν υἱὸν δὲ ἐν Ῥώμῃ διαχρησαμένων πέντε βασιλεύσας ἐνιαυτούς: τῆς μέντοι τῶν θεῶν ἠξιώθησαν προσηγορίας.
- 9.4.1
Καὶ παρῆλθεν εἰς τὴν ἐξουσίαν Δέκιος ἐκ Παιόνων κατάγων ἀπὸ Βουδαλίας τῆς πόλεως τὸ γένος. κινηθέντος δὲ ἐμφυλίου πολέμου τούτου μὲν ἐκράτησε μάχῃ, τὸν δὲ παῖδα τὸν ἑαυτοῦ Καίσαρα παρεσκεύασεν ἀναρρηθῆναι. λουτρόν τε κατὰ τὴν Ῥώμην κατεσκεύασεν ἐπώνυμον ἑαυτῷ. καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς ἅμα τῷ παιδὶ κατέλυσε τὸν βίον ἐν μέσοις τοῖς βαρβάροις ἀναιρεθέντες καὶ τῆς τῶν θεῶν ἔτυχον ἀμφότεροι τιμῆς.
- 9.5.1
Διαδέχεται δὲ τὴν βασιλείαν Γάλλος Ὁστιλιανὸς καὶ ὁ τούτου παῖς Βουλουσιανός. τυραννήσαντος δὲ ἐν Μυσοῖς Αἰμιλιανοῦ στρατεύουσιν ἀμφότεροι. καὶ ἀναιρεθέντες ἐν Ἰντεράμνοις τῆς ἀρχῆς οὐδεμίαν οὐδενὶ κατέλιπον μνήμην. τῆς δὲ ἐπ’ αὐτῶν γενομένης συμφορᾶς πολὺ γέγονεν ὄνομα λοιμῶν καὶ νόσων ποικίλων τότε σχεδὸν ἅπαν τὸ βασιλευόμενον διαφθειράντων.
- 9.6.1
Μετὰ τούτους Αἰμιλιανὸς οὐκ ἔχων ἑαυτὸν ἀνενεγκεῖν ἐπὶ λαμπροὺς προγόνους, μᾶλλον δὲ ἐξ ἀσήμων πάντη γεγενημένος τρισὶ μησὶν ὅλοις βασιλεύσας ἐτελεύτησε.
- 9.7.1
Τότε τοίνυν Οὐαλεριανὸς μὲν περὶ τὰς Ῥητίας καὶ Νωρικὸν διατρίβων ὑπὸ τῆς στρατιᾶς ᾑρέθη στρατηγὸς καὶ μετ̓ οὐ πολὺ βασιλεύς. Γαλλιῆνος δὲ ἐπὶ τῆς Ῥώμης ὑπὸ τῆς συγκλήτου πρὸς τὴν ἀρχὴν ἐκλήθη. συνέβη δὲ τὴν τούτων βασιλείαν ὀλεθριωτάτην γενέσθαι δυστυχίᾳ τῶν ἡγεμόνων ἢ ʽτὸ ἀληθέστερον̓ ἀσθενείᾳ. Γερμανοὶ μὲν γὰρ ἐν μέσαις ταῖς Ἰταλίαις ἐστρατοπεδεύσαντο καὶ τῆς Ῥαβέννης αὐτῆς ἄχρι προῆλθον. Οὐαλεριανὸς δὲ ἐν τῇ μέσῃ τῶν ποταμῶν Πέρσαις μαχόμενος ὑπὸ Σάπωρος τοῦ Περσῶν βασιλέως ἑάλω καὶ κατεγήρασεν ἐν αἰχμαλωσίᾳ.
- 9.8.1
Γαλλιῆνος δὲ νέος ἐπὶ τὰ πράγματα παρελθὼν τὸν μὲν πρῶτον χρόνον ἀνδρείαν τε ἐπεδείξατο καὶ τὴν τύχην εἶχε συλλαμβανομένην ἐν μάχαις Γάλλων τε καὶ Ἰλλυριῶν κρατήσας Γέννυόν τε τυραννήσαντα ἀνελών, προβαινούσης δὲ αὐτῷ τῆς ἡλικίας μετέβαλε καὶ τὴν γνώμην καὶ τὸν βίον ἐκ μὲν ἡμερότητος εἰς ὠμότητα μεταστάς, ἐκ σεμνότητος δὲ εἰς ἅπασαν ἡδονῶν ἀτοπίαν: καὶ πάσας ἀφῆκε τὰς βασιλικὰς φροντίδας, ὡς Ἀλαμανοὺς ὑπερβάντας τὴν Γάλλων γῆν ἐπὶ τὴν Ἰταλίαν ἐλθεῖν Δάκας τε τοὺς ὑπὲρ τὸν Ἴστρον, οἳ κτῆμα Τραϊανοῦ τοῦ πάλαι βασιλεύσαντος ἐγεγόνεισαν, ἀλλοτριωθῆναι Ῥωμαίων Ἑλλάδα τε καὶ Μακεδονίαν καὶ Πόντον καὶ Ἀσίαν ὑπὸ τῶν περὶ τὸν Ἴστρον ἐθνῶν, Παίονας δὲ ὑπὸ Σαρματῶν καὶ Κουάδων πολιορκηθῆναι Γερμανούς τε τὰς Ἱσπανίας ἐπινεμηθῆναι καὶ Ταράκωνα πόλιν ἐπιφανῆ κατασκάψαι, Πέρσας δὲ τὴν μέσην τῶν %5ποταμῶν ἐφ̓ ἑαυτοῖς ποιησαμένους ἤδη περὶ τῆς Συρίας τὸν πόλεμον ἔχειν.
- 9.9.1
Ἀπεγνωσμένων δὲ ἤδη τῶν πραγμάτων καὶ τῆς βασιλείας ἐκ τοῦ πλείονος ἀνῃρημένης Ποστούμιος ἐν Γάλλοις ἀφανὴς τὸ ἐκ πατέρων περιθεὶς ἑαυτῷ τὴν ἁλουργίδα δέκα τῶν πραγμάτων ἐνιαυτοὺς ἐπετρόπευσε καὶ τὴν ἀπολομένην γῆν ἀνεκτήσατο πολλὴν ἀρετὴν ἐνδειξάμενος: πολλά τε κατώρθωσεν ἄν, εἰ μὴ τάραχος αὐτὸν στρατιωτικὸς ἀνεῖλεν αἰτιασαμένου τοῦ πλήθους, ὅτι δὴ Μογοντιακὸν τὴν πόλιν, ἥτις τυραννήσαντι Λουκίῳ Αἰλιανῷ συνεπολέμησε, μετὰ τὴν νίκην οὐκ ἐπέτρεψε πολιορκηθῆναι καὶ τὰ χρήματα τῆς πόλεως γενέσθαι τῶν νενικηκότων. οὕτω δὴ τούτου τελευτήσαντος Μάριος εὐτελὴς καὶ προεστηκὼς ἐργαστηρίου ἐπελάβετο τῆς ἀρχῆς καὶ μίαν κρατήσας ἡμέραν τῆς ὑστεραίας ἀνῃρέθη. καὶ διεδέξατο Βικτωρῖνος τὴν βασιλείαν ἐν τῇ Γάλλων γῇ χρῆσθαι μὲν τοῖς πράγμασιν ἐπιστάμενος, δουλεύων δὲ ἡδοναῖς καὶ τοῖς ἀλλοτρίοις γάμοις ἐπιβουλεύων. τοῦτο γοῦν αὐτὸν καὶ ἀπήνεγκεν ὡς τάχιστα τοῦ βίου δεύτερον τῆς βασιλείας ἄγοντα ἔτος δούλου τινὸς Ἀκτουαρίου τὴν τελευτὴν ἐπαγαγόντος: τοῦτο γὰρ ἦν ὄνομα τῷ πεφονευκότι.
- 9.10.1
Καὶ μετῆλθεν εἰς Τέτρικον ἡ βασιλεία τῆς Ακυτανίας ἔχοντα τὴν ἡγεμονίαν τοῦ στρατοῦ τὴν ψῆφον ἐπ’ αὐτὸν ἀγαγόντος. περιεβάλλετο μὲν οὖν ἐν Βουρδιγάλλοις τὴν ἁλουργίδα, ταραχὰς δὲ ὑπέμεινε στρατιωτικὰς πολλάς τε καὶ μεγάλας. ταύτης οὔσης ἐν Γάλλοις τῆς καταστάσεως ἐν τοῖς ἑῴοις Ὀδέναθος μετατιμηθεὶς τῆς ἀρχῆς νικᾷ τε Πέρσας μάχῃ καὶ τὴν Συρίαν ἀνακτησάμενος προσῆλθεν ἐπὶ τὴν μέσην τῶν ποταμῶν καὶ πρὸς Κτησιφῶντα χωρήσας αὐτὴν ἐπολιόρκησεν.
- 9.11.1
Καὶ οὕτως δὴ τοῦ Γαλλιήνου τὴν ἀρχὴν ἐκλιπόντος ἐν μὲν τοῖς ἑσπερίοις Ποστούμιος, ἐν δὲ τοῖς ἑῴοις Ὀδέναθος τὰ πράγματα διεφύλαξεν. ἀλλ̓ ὁ μὲν Γαλλιῆνος ἀνῃρέθη καὶ Οὐαλεριανὸς ὁ ἀδελφὸς ὁ τούτου τῆς τοιαύτης τελευτῆς ἐγένετο κοινωνὸς ἐννάτῳ τῆς βασιλείας ἔτει. Κλαύδιος δὲ διαδεξάμενος τὴν ἀρχὴν τὰ ἔθνη κατεπολέμησεν ἃ προσῴκει τὸν Ἴστρον, ὑφ̓ ὧν Ἰλλύριοί τε καὶ Μακεδόνες ἐπολιορκοῦντο: αὐτός τε σώφρων τε ἦν περὶ τὰς δημοσίας δαπάνας, μετριότητι δὲ ἐχρῆτο πρὸς ἅπαντα, τοῦ δικαίου δὲ φύλαξ ἦν ἀκριβὴς καὶ πανταχόθεν τῇ βασιλείᾳ πρέπων. ἀλλὰ νόσος αὐτὸν δευτέρῳ τῆς ἀρχῆς ἔτει μετέστησε τοῦ βίου: καὶ τῶν θείων ἠξιώθη τιμῶν. ἡ δὲ σύγκλητος πολυτρόποις τιμαῖς τὴν ἐκφορὰν ἐκόσμησε καὶ τελευταῖον ἀσπίδα τε χρυσῆν ἔθηκεν ἐν τῷ βουλευτηρίῳ καὶ αὐτὸν χρυσοῦν ἔστησεν ἐν τῷ Καπετωλίῳ.
- 9.12.1
Ἐψηφίσατό τε Κυντίλλῳ τῷ τοῦ τεθνηκότος ἀδελφῷ τὴν βασιλείαν συμψηφισαμένης καὶ τῆς στρατιᾶς ἁπάσης: καὶ τῆς τε κρίσεως οὐ διήμαρτον οἱ ἑλόμενοι: ταῖς γὰρ ἀρεταῖς ἁπάσαις οὐ μόνον εἰς ἴσον ἦλθεν, ἀλλὰ καὶ παρῆλθε τὸν ἀδελφόν: στρατηγὸς δὲ πρότερον αἱρεθεὶς μετὰ ταῦτα καὶ βασιλεὺς ἀνερρήθη. ἀλλὰ καὶ οὗτος ἑπτακαίδεκα ὕστερον τῆς βασιλείας ἡμέραις ἀνῃρέθη.
- 9.13.1
Τότε λοιπὸν Αὐρηλιανὸς ἐπὶ τὰ πράγματα παρῆλθεν ἐκ τῆς Δακίας τῆς καλουμένης Ῥιπενσίας ἕλκων τὸ γένος, δυνατώτατος μὲν καὶ ἀνδρειότατος ἐν ταῖς μάχαις, μικρόψυχος δὲ ἐν τοῖς πολιτικοῖς πράγμασιν. οὗτος τοὺς μὲν περὶ τὸν Ἴστρον βαρβάρους ἐνίκησε μάχῃ καὶ τοὺς Ῥωμαϊκοὺς ὅρους ἐξέτεινε κατὰ τὸ σχῆμα τὸ πρότερον: ἐκράτησέ τε Τετρίκου μὲν ἐν Γάλλοις αὐτοῦ προσαγαγόντος αὑτόν τε καὶ τὸ στρατόπεδον: ἐπειδὴ γὰρ οὐκ ἔφερε συνεχῶς αὐτῷ ἐπανισταμένων, μεθ̓ ἡδονῆς ἐδέξατο τὴν Αὐρηλιανοῦ δεσποτείαν. φασὶ γοῦν αὐτὸν γράμμασι λαθραίοις παρακεκληκέναι τὴν ἀρχὴν ὑποδέξασθαι καὶ τὸ ἔπος ἐνθεῖναι τοῖς γράμμασιν, ὃ πεποίηκεν ὁ Βεργίλλιος ἐκ προσώπου Παλινούρου πρὸς τὸν Αἰνείαν ἐξάρπασόν με τούτων ἀήττητε τῶν κακῶν. συνάψας δὲ καὶ πρὸς Ζηνοβίαν μάχην, ἥτις μετὰ τὴν τοῦ ἀνδρὸς Ὀδενάθου τελευτὴν ἐβασίλευε τῶν ἑῴων, αἱρεῖ μὲν αὐτὴν πλησίον Ἀντιοχείας οὐ καρτερᾶς δεηθεὶς μάχης, ἀπήγαγε δὲ εἰς τὴν Ῥώμην αὐτήν τε καὶ τὸν Τέτρικον καὶ καθ̓ ἑκατέρων ἐθριάμβευσε τῆς οἰκουμένης αὐτοκράτωρ προσαγορευθείς. ἡγοῦντο δὲ αὐτῷ τῶν ἁρμάτων Τέτρικός τε καὶ Ζηνοβία: καὶ τὸν μὲν ἐπιτροπεύειν ἔταξε τῆς Λουκανῶν ἐπαρχίας τὸ λοιπὸν τοῦ βίου, Ζηνοβία δὲ καὶ αὐτὴ μικρὸν βιώσασα μετὰ τὴν αἰχμαλωσίαν χρόνον τοὺς παῖδας κατέλιπεν ἐπὶ τῆς Ῥώμης, ὧν ἔτι καὶ νῦν εἰσιν ἀπόγονοι.
- 9.14.1
Κατὰ τούτους τοὺς χρόνους οἱ τὸ νόμισμα διοικοῦντες ἐξ ἀργύρου τε καὶ χρυσίου καὶ μὴν καὶ τὸν χαλκὸν μορφοῦντες εἰς δηνάριον ἐξανέστησαν εἰς στάσιν, ὥστε καὶ συγκροτῆσαι πόλεμον καὶ εἰς χεῖρας ἐλθεῖν: αἰτίαν δὲ ἔσχεν ὁ θόρυβος τὴν περὶ τὸ νόμισμα ῥᾳδιουργίαν. κρατήσας δὲ αὐτῶν Αὐρηλιανὸς πολλῇ μετὰ τὴν νίκην ὠμότητι κατεχρήσατο. πολλοὺς δὲ καὶ ἐκ τῶν τῆς γερουσίας ἀνεῖλε φονῶν ἀεί, ὥστε μῖσος μὲν αὐτῷ τεχθῆναι πολὺ μὴ μὴν ἄχρηστον πάντη γενέσθαι τὴν ὠμότητα, τῶν πολλῶν ἐκ τούτου πρὸς τὸ δέον ἀφικνουμένων, πλὴν ὅτι καθάπερ ἔκ τινος μελέτης οὐδὲ τῶν ἀδελφιδῶν ἐφείσατο.
- 9.15.1
Αὐτὸς καὶ τὴν πόλιν ὀχυρωτέροις περιέβαλε τείχεσι καὶ ναὸν ᾠκοδόμησεν Ἡλίῳ πλοῦτόν τε ἐναπέθετο τῷ ναῷ πολὺν ἐκ χρυσοῦ τε καὶ λίθων τιμίων. ἃς μέντοι κατεστήσατο πόλεις Τραϊανὸς ὑπὲρ τὸν Ἴστρον, οὐκ ἐβουλήθη μέρος εἶναι τῆς ἀρχῆς: οὐ γὰρ ἤλπισε δύνασθαι μένειν αὐτὰς ὑπὸ τοῖς Ῥωμαίοις τῶν προβεβλημένων ἐθνῶν Ἰλλυριῶν τε καὶ Μυσῶν ἐκπεπορθημένων. μετῴκισε γοῦν τοὺς κατοικισθέντας ἐκεῖ Ῥωμαίους εἰς μέσην τὴν Μυσῶν γῆν προσαγορεύσας τὸν συνοικισμὸν Δακίαν, ἣ μέση νῦν τῶν δύο Μυσιῶν κεῖται καὶ ἔστιν ἐν δεξιᾷ διαπλέουσι τὸν Ἴστρον ἐπὶ τὴν θάλασσαν. τοσαῦτα διαπραξάμενος οἰκέτου δόλῳ ἐτελεύτησε τὸν βίον, ὃς τὴν τοῦ δεσπότου μιμησάμενος χεῖρα γράφει πρός τινας τῶν φίλων περὶ σφαγῆς ἀνδρῶν τινων ὡς Αὐρηλιανοῦ γράψαντος, ὃ δὴ γνόντες οἷς ὁ φόνος ἀρτύεσθαι δῆθεν ἐδόκει φθάσαντες αὐτοὶ τὸν Αὐρηλιανὸν ἔδρασαν ἃ πείσεσθαι προσεδόκων. σφάττεται τοίνυν μεταξὺ τοῦ τε Βυζαντίου καὶ Ἡρακλείας κατὰ τὴν παλαιὰν λεωφόρον. ὄνομα δὲ ἐστὶν τῷ τόπῳ Καινὸν φρούριον. ἀλλ̓ ἐτιμώρησαν αὐτῷ κατὰ ταῦτά τινες: καὶ αὐτὸς συνηριθμήθη τοῖς θεοῖς.
- 9.16.1
Μετὰ τοῦτον Τάκιτος ὑπεδέξατο τὴν βασιλείαν τό τε ἧθος εἰς ἅπασαν ἀρετὴν ἐξησκημένος δυνατός τε εἴπερ τις ἄλλος ἐπιτροπεῦσαι τῶν πραγμάτων. ἀλλ̓ οὐδὲν ἔδειξε λαμπρόν: οὔτε γὰρ ἐπέτρεφεν ὁ χρόνος τῆς βασιλείας ἓξ μῆνας προελθούσης μόνον. ἀλλ̓ οὐδὲ Φλωριανὸς τοῦτον ἐκδεξάμενος ἔπραξέ τι γενναῖον εἴκοσι βασιλεύσας ἡμέρας.
- 9.17.1
Πρόβος ἐντεῦθεν ἐκτήσατο τὴν βασιλείαν πολλὴν ἀπὸ τῶν πολεμικῶν δόξαν ἔχων, ἣν καὶ μετὰ ταῦτα οὐχ ἧττον ηὔξησε: Γάλλους τε γὰρ ἠλευθέρωσε τῶν βαρβάρων πολλαῖς αὐτῶν κρατήσας μάχαις: τούς τε ἐπιβουλεῦσαι τῇ βασιλείᾳ βουληθέντας, Σατορνῖνόν τε ἐν τοῖς πρὸς ἕω, Πρόκλον τε καὶ τὸν Βόνωσον ἐν Ἀγριππίνῃ, πολέμῳ νικήσας ἀνεῖλε. Γάλλοις ἐπέτρεφεν ἀμπελουργεῖν οὔπω πρότερον τοῦτο εἰδόσι τῇ στρατιωτικῇ τεχνησάμενος χειρὶ τό τε Ἄλμον καὶ τὸ Αὔρεον ʽὄρη δὲ ἔστιν τὸ μὲν Σιρμίου τὸ δὲ ἐν Μυσοῖσ̓ κατεφύτευσεν ἀμπελῶνας καὶ παρέδωκε τοῖς προσοίκοις γεωργεῖν. πολλούς τε ἑτέρους κατορθώσας πολέμους καὶ πάντα ποιήσας ἐν εἰρήνῃ καί τι καὶ νεανιευσάμενος μικρὸν ὕστερον, ὡς οὐδὲν αὐτῷ δεήσει δυνάμεως, θαυμαζόμενος ἐπ’ ἀνδρείᾳ τε καὶ δικαιοσύνῃ καὶ τοῖς μὲν πλεονεκτήμασιν ἀφομοιούμενος Αὐρηλιανῷ, τὰς κακίας δὲ φεύγων, ἀνῃρέθη κατὰ τὸ Σίρμιον ὑπὸ στρατιωτικοῦ ταράχου τοῦτο παθών.
- 9.18.1
Δέχεται δὲ τὴν βασιλείαν Κάρος Ναρβωνήσιος ʽΓάλλων δὲ ἦν ἡ πόλισ̓ καὶ ποιεῖ κοινωνοὺς εὐθὺς αὑτῷ τῆς βασιλείας Καρῖνον καὶ Νουμεριανὸν τοὺς παῖδας. μαχόμενος δὲ πρὸς Σαρμάτας, ἐπειδή τις ἤγγειλεν αὐτῷ τοὺς Πέρσας τὰ πρὸς ἕω ταράττειν, δρόμον τε ὡς αὐτοὺς ἐποιήσατο καὶ κατεκράτησεν αὐτῶν πολλαῖς συμπλοκαῖς. Κόγχην τε καὶ Κτησιφῶντα τῶν Περσικῶν πόλεων ἐπιφανεστάτας εἷλε: καὶ στρατοπεδευσάμενος ὑπὸ τὸν Τίγρητα ποταμὸν ἀπώλετο κεραυνῷ. καὶ μετὰ τοῦτον ὁ παῖς Νουμεριανὸς συνεκστρατεύσας αὐτῷ δόλῳ θνήσκει τοῦ κηδεστοῦ ʽἌπρος δὲ ἦν ὄνομα αὐτᾦ καὶ διὰ τὸ τῶν ὀμμάτων γενόμενον πάθος οὐ δυνάμενος ἀλύπως δέξασθαι τὸν καθαρὸν ἀέρα ἐπιθεὶς ἑαυτὸν φορείῳ καὶ δέρματα πανταχόθεν περικλείσας ἤνυε τὴν ὁδόν: ὁ τοίνυν Ἄπρος ἀνελὼν αὐτὸν ἔκρυπτε τὸν θάνατον, πρὶν δὴ τῶν ἑπομένων τινὲς ἠναγκάσθησαν ὑπὸ τῆς τοῦ νεκροῦ δυσωδίας περιεργάσασθαι καὶ μηνῦσαι τῷ στρατῷ τὸ γεγενημένον: ἔκρυπτε δὲ τὴν τελευτὴν Ἄπρος αὐτὸς κρατῆσαι τῶν πραγμάτων ἐπιθυμῶν.
- 9.19.1
Ἐν τούτοις δὲ ὄντων τῶν ἐκ Περσίδος ἐπανιόντων Καρῖνος ὁ καταλειφθεὶς ὑπὸ τοῦ πατρὸς Ἰλλυρίους τε καὶ Γάλλους φυλάττειν καὶ τὴν Ἰταλίαν πάσας ὑπερβὰς ἀτοπίας τοὺς μὲν ἀνῄρει πλάττων ἐγκλήματα, τῶν δὲ τὰς εὐνὰς ὕβριζεν. ἤδη δὲ καὶ τῶν συμπεφοιτηκότων αὐτῷ τινας ὑπὲρ τῶν γενομένων ἐν τῇ νεότητι προσκρουσμάτων ὠμότατα διεχρήσατο καὶ ἀπεστυγεῖτο παρὰ πάντων ὁμοίως. ἀλλ̓ ὁ στρατὸς ἅπας Διοκλητιανὸν ἀνεῖπε βασιλέα ἀφανῆ τινα καὶ ἄσημον: οἱ μὲν γὰρ αὐτὸν δημοσίου γραμματέως παῖδά φασιν, οἱ δὲ ἀπελεύθερον Ἀνουλίνου τινὸς συγκλητικοῦ γεγονέναι.
- 9.20.1
Βασιλεύσας δὲ καὶ συγκαλέσας τὴν στρατιὰν ὠμόσατο μὴ συνειδέναι τῷ Νουμεριανοῦ φόνῳ καὶ μετὰ τοὺς ὅρκους πλησίον ἑστηκότα τὸν Ἄπρον αὐτοχειρὶ διεχρήσατο. χωρήσας δὲ καὶ ἐπὶ τὸν Καρῖνον τῷ τε στρατεύματι καὶ τοῖς λοιποῖς προεστηκότα νικᾷ τε μάχῃ καὶ μετὰ ταῦτα ὑπὸ τῶν οἰκείων προδοθέντα περὶ Μάργον τὴν πόλιν ἀνεῖλε: καὶ γίγνεται μόνος αὐτοκράτωρ. στασιάζοντος δὲ ἐν Γάλλοις τοῦ ἀγροικικοῦ καὶ Βακαύδας καλοῦντος τοὺς συγκροτηθέντας ʽὄνομα δὲ ἔστιν τοῦτο τυράννους δηλοῦν ἐπιχωρίουσ̓, ἡγεμόνας δὲ ἔχοντος τοῦ τολμήματος Ἄμανδόν τε καὶ Αἰμιλιανὸν χειροτονήσας Καίσαρα Μαξιμιανὸν τὸν Ἑρκούλιον ἐξέπεμψε: καὶ νικήσας Μαξιμιανὸς μάχῃ τὴν ἐλευθερίαν ἀπέδωκε τῇ γῇ.
- 9.21.1
Κατὰ δὲ τὸν αὐτὸν χρόνον Καραύσιος οὐδαμόθεν οὐδενὶ γνωριζόμενος πλὴν ἐκ πολεμικῶν ἔργων, ἐκπεμφθεὶς παρὰ Μαξιμιανοῦ εἰς τὴν Βονωνίαν ὥστε τὰ περὶ τὸ Βελγικὸν καὶ Ἀρμόριχον καταστῆσαι παρὰ τῶν προσοίκων ἐνοχλούμενα, βαρβάρων πολλαῖς κρατήσας μάχαις τὴν ἐκ τοῦ πολέμου λείαν οὔτε τῷ στρατῷ διένειμεν οὔτε τοῖς βασιλεῦσιν ἀνέπεμψε: καὶ δἰ ὑποψίας ἐλθὼν ὡς ἐκ προνοίας ἐπὶ νεωτερισμῷ τὸν πλοῦτον συναγείρας προσετάχθη μὲν ὑπὸ Μαξιμιανοῦ κατασφαγῆναι, γνοὺς δὲ ἁλουργίδα τε ἐνέδυ καὶ καταλαμβάνει τὰς Βρεττανικὰς πόλεις.
- 9.22.1
Πάντων οὖν πανταχόθεν θορύβου πεπληρωμένων ʽκαὶ γάρ τοι καὶ Ἀχιλλεὺς χεῖρας ἀντάρας ἐτύγχανεν ἐν Αἰγύπτῳ: καὶ Γειτιανοί, πέντε δὲ ἦσαν οὗτοι, νεωτεροποιοῦντες ἐπὶ τῆς Ἀφρικῆς δύναμιν συνεκρότουν̓ τὸν μὲν Ἑρκούλιον Μαξιμιανὸν Αὔγουστον ἀνηγόρευσε, Κωνστάντιον δὲ καὶ Μαξιμιανὸν Καίσαρας. ἦν δὲ Κωνστάντιος μὲν Κλαυδίου τοῦ βασιλεύσαντος ἀπὸ θυγατρὸς ἔκγονος, Μαξιμιανὸς δὲ ὁ καὶ Γαλλέριος ἐπικληθεὶς ἐκ Δακῶν τῶν περὶ Σαρδάκην ἔχων τὸ γένος. βουλόμενος δὲ αὐτοὺς πιστοτέρους ἑαυτῷ καταστῆσαι τῇ διὰ τοῦ γάμου κατέδησε συγγενείᾳ Κωνσταντίῳ μὲν τὴν Ἑρκουλίου τοῦ συμβασιλεύοντος αὐτῷ προγονὴν ἐκδοὺς ʽθεοδώρα ἦν ὄνομα αὐτῇ: ἀφ̓ ἧς δὴ καὶ ἓξ παῖδες ἐγένοντο αὐτῷ, Κωνσταντίνου τοῦ μετὰ ταῦτα βασιλεύσαντος ἀδελφοἴ, Γαλλερίῳ δὲ τὴν αὐτοῦ θυγατέρα Οὐαλερίαν. ἀλλὰ τὰς μὲν γαμετὰς ἑκατέρας ἀπεώσαντο. Καραύσιος δὲ ἐπειδήπερ ἀνάλωτος ἦν ἁπάσῃ μηχανῇ, σπένδεται πρὸς τοὺς βασιλέας: καὶ μετὰ τὰς σπονδὰς ἀνῃρέθη παρὰ τοῦ πάντων αὐτοῦ φιλτάτου, ὃς Ἄλληκτός τε ἐκαλεῖτο καὶ μετὰ ταῦτα ἐκράτησε τῶν Βρεττανικῶν καὶ τρεῖς διατελέσας ἐνιαυτοὺς ὑπὸ τοῖς πολεμίοις ἐγένετο στρατηγοῦντος Ἀσκληπιοδότου τοῦ τοῖς βασιλεύουσι τότε ὑπάρχοντος. οὕτως τὰ Βρεττανῶν ἕνδεκα ἔτεσι χωρισθέντα τῆς βασιλείας συνήφθη Ῥωμαίοις.
- 9.23.1
Κατὰ δὲ τούτους τοὺς χρόνους Κωνστάντιος ὁ Καῖσαρ ἐν Γάλλοις πολλὰς νικήσας μάχας ἦλθε παρὰ μικρὸν κινδύνου: κυκλωσάντων γὰρ αὐτὸν τῶν πολεμίων ἐν αὐτοῖς προπυλαίοις Λίγγωνος τῆς πόλεως κάλοις ἀνειλκύσθη πρὸς τὸ τεῖχος. ἀλλὰ κατὰ τὴν αὐτὴν ἡμέραν οὐδὲ πέντε διαγενομένων ὡρῶν ἐπεξελθὼν ἑξήκοντά τε ἀνεῖλεν χιλιάδας καὶ τοὺς Ἀλαμαννοὺς κατεδούλωσε. Μαξιμιανὸς δὲ τοὺς ἐν Ἀφρικῇ νεωτερίσαντας Γεντιανοὺς εἷλέ τε καὶ ὑποσπόνδους ἐποίησε. καὶ αὐτὸς Διοκλητιανὸς ἐν Αἰγύπτῳ τὸν Ἀχιλλέα νικήσας αὐτόν τε διεχρήσατο καὶ διὰ πάσης ὠμότητος ἐπεξῆλθε τῇ νίκῃ τοὺς μὲν κατασφάξας τῶν Αἰγυπτίων, τοῖς δὲ λοιποῖς φόρους τάξας ὡς μάλιστα βαρυτάτους. ἐκ ταύτης δὲ τῆς αἰτίας καὶ πάσης τῆς βασιλευομένης τὰς εἰσφορὰς ἐπέθηκε διαμετρησάμενος τὴν γῆν καὶ εἰς ἀπογραφὴν ἀναγαγὼν ἃ πάντα εἰς τόδε ἐκράτησεν.
← Previous · Next → — showing 101–200 of 217
First Thousand Years of Greek. CTS URN stoa0121.stoa001.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.