Ancient Texts

← Library

Breviarium historiae romanae

First Thousand Years of Greek · First Thousand Years of Greek · 217 sections

  1. 1.1.1

    Τῆς Ῥωμαϊκῆς βασιλείας ἐν προοιμίοις οὐδὲν ἐγένετο μεῖόν τε καὶ ταπεινότερον: τῇ δὲ κατὰ μικρὸν αὐξήσει καὶ ταῖς ἀεὶ προσθήκαις κατὰ τὴν οἰκουμένην ἅπασαν οὐδὲν οὔτε μεῖζον οὔτε δυνατώτερον ἡ μνήμη τῶν ἀνθρώπων φέρει: ταύτης τὴν πρώτην κρηπῖδα κατεβάλετο Ῥωμύλος: ὃς ἐκ Ῥέας Σιλβίας, οὕτω καλουμένης Ἑστιακῆς παρθένου, τῷ Ἄρει συνελθούσης, ὡς ὁ πολὺς κατεῖχε λόγος, ἐκ διδύμου γονῆς σὺν ἀδελφῷ Ῥέμῳ προῆλθεν εἰς φῶς: οὗτος ὀκτωκαίδεκα γεγονὼς ἔτη βίον τε ἔχων τοῖς ποιμέσι συλλῃστεύειν ἐλάχιστόν τι πολίχνιον ἐπὶ τοῦ ὅρους τοῦ Παλλαντίου κατεστήσατο πρώτῃ τοῦ Μαΐου μηνὸς ἔτει τρίτῳ τῆς ἕκτης ʽ??ʼλυμπιάδος: τῆς δὲ Ἰλίου καταστροφῆς κατὰ τοὺς τὸ πλεῖστόν τε καὶ ἐλάχιστον παραδεδωκότας ἔτει τετάρτῳ καὶ ἐννενηκοστῷ καὶ τριακοσιοστῷ.

  2. 1.2.1

    Οἰκίσας δὲ τὴν πόλιν καὶ καλέσας αὐτὴν ἐξ ἑαυτοῦ Ῥώμην, πρῶτον μὲν πολὺ πλῆθος ἐκ τῶν περιοίκων εἰσεδέξατο, ἔπειτα δὲ τοὺς προβεβηκότας εἰς ἡλικίαν ἐκλεξάμενος τούτους ἐπέστησε τοῖς λοιποῖς ἡγεμόνας τῶν πρακτέων, σενάτωρας αὐτοὺς καλέσας κατὰ τὴν Ἰταλῶν φωνήν: ἐπειδὴ σένης ἐκεῖνοι καλοῦσι τοὺς γέροντας: σύγκλητον δὲ Ἕλληνες ἐκάλεσαν τὸ συνέδριον, ἐκ τοῦ πρότερον μὲν τοὺς βασιλεύοντας μετὰ δὲ ταῦτα τοὺς ὑπάτους συγκαλεῖν τε αὐτοὺς ἐπὶ τὰς βουλὰς καὶ τῶν ψήφων ποιεῖσθαι κυρίους. ἀλλ̓ ἐπειδὴ τὸ πλῆθος αὐξηθὲν ἤδη συνοίκων ἐστέρητο γυναικῶν καὶ φόβος ʽ??ʼν ἐπιλιπεῖν τοὺς ἄνδρας, τέχνῃ δέδωκε διαδοχὴν τῷ γένει. παρακαλέσας γὰρ ὡς ἐπί τινα θέαν τὰ γειτινιῶντα τῶν ἐθνῶν ἁρπαγὴν γενέσθαι παρεσκεύασε τῶν παρθένων, ἃς οἱ προκληθέντες ἐπὶ τὴν τέρψιν ἐπηγάγοντο. καὶ τὰς μὲν ἔσχον γαμητὰς ἁρπάσαντες: πόλεμον δὲ τὸ ἔργον ἐκίνησεν, οὗ συστάντος ἡττῶνται Καινιναῖοι καὶ Ἀντεμνάται, Κρουστουμῖνοι, Σαβῖνοι, Φιδηνάται, Βέειοι. συνοικίαι δὲ ἦσαν αὗται, καὶ κατ̓ οἰκείαν ἀρχὴν ἑκάστη: καὶ μετὰ ταῦτα ἐπολίσθησαν: καὶ ταύταις ἔτι καὶ νῦν ἡ Ῥώμη ταῖς πόλεσι περιστεφανοῦται. τούτων οὕτω πραχθέντων, χειμὼν ἐξαίφνης ἐπελθὼν ἀφανῆ τὸν Ῥωμύλον ἐποίησεν. ἐξ ἐκείνου δὲ εἰς τόδε πεπίστευται πρὸς θεοὺς ἀνειλῆφθαι. καθιερώθη οὗν παρὰ τῶν ἀρχομένων ἔτη βασιλεύσας αὐτῶν ἑπτὰ καὶ τριάκοντα. καὶ τέως μὲν τὴν πόλιν διεῖπον καὶ τὴν βασιλείαν ἐπετρόπευον οἱ καλούμενοι σενάτωρες, ἐπὶ ἐνιαυτὸν ὅλον ἐξ ἀμοιβῆς δἰ ἡμερῶν πέντε τῆς ἐπιτροπείας ἀπ̓ ἄλλων εἰς ἄλλους μεθισταμένης.

  3. 1.3.1

    Μετὰ δὲ τὸν ἐνιαυτὸν Νουμᾶς Πομπίλιος ἀνεκλήθη βασιλεύς. οὗτος πολέμου μὲν ἀπέχετο παντός, τῇ Ῥώμῃ δὲ οὐχ ἧττον ἢ Ῥωμύλος ἐγένετο χρήσιμος. νόμους τε γὰρ αὐτοῖς ἔθηκεν ἔθη τε παρέδωκεν, ἀφ̓ ὧν λῃσταί τινες πρότερον ὑπειλημμένοι καὶ μιξοβάρβαροι ἀμεινόνων ἀνδρῶν δόξαν ἐκτήσαντο. ἱερὰ δὲ αὐτοῖς ἐτέλεσε ναούς τε κατεσκεύασεν. οὕτω δὲ διαθεὶς τὴν πόλιν, τεσσαρακοστῷ καὶ τρίτῳ τῆς βασιλείας ἔτει νοσήσας ἐτελεύτησεν.

  4. 1.4.1

    Τρίτος διαδέχεται τὴν βασιλείαν Τοῦλλος Ὁστίλλιος. ὑπὸ τούτῳ πάλιν ἡ περὶ τοὺς πολέμους ἐπανῆλθε σπουδή. νικῶνται γοῦν Ἀλβανοὶ μάχῃ, τῆς Ῥώμης δυοκαίδεκα διεστῶτες σημείοις ʽμίλια καλοῦσιν αὐτὰ Ῥωμαῖοι: τὰ χίλια γὰρ βήματα οὕτως ὀνομάζουσι, τοσούτοις βήμασι συμμετρούμενοι τὸ σημεῖον̓, εἶτ̓ ἐφεξῆς ἡττῶνται Βἕ??ʼιοι καὶ οἱ ἀπὸ Φιδήνης, οἱ μὲν ἓξ χωριζόμενοι σημείοις; οἱ δὲ ὀκτωκαίδεκα. μετὰ ταύτας δὲ τὰς νίκας καὶ τὴν πόλιν ηὔξησε τὸν Κέλλοιν αὐτῇ προσθεὶς λόφον. ἐπὶ τούτοις τοῖς ἔργοις τριάκοντα καὶ δύο τὴν ἀρχὴν κατασχὼν ἐνιαυτοὺς κεραυνοῦ πεσόντος συγκατεφλέχθη τῇ βασιλικῇ στέγῃ.

  5. 1.5.1

    Τέταρτος παρῆλθεν ἐπὶ τὴν ἀρχὴν Ἄγκος Μάρκιος, ἔκγονος ἀπὸ θυγατρὸς τοῦ Νουμᾶ Πομπιλίου. οὗτος ἤρατο πόλεμον πρὸς Λατίνους καὶ τῇ πόλει συνῆψε τὴν Ἀβάντινον λόφον Ἰανίκουλόν τε: πολίχνην ἐδείματο ἐπὶ θαλάσσης πρὸς ταῖς τοῦ θύμβριδος ἐκβολαῖς, αἳ τῆς Ῥώμης ἓξ καὶ δέκα διεστήκασι σημείοις. τετάρτῳ τε καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει νόσῳ διεφθάρη.

  6. 1.6.1

    Διεδέξατο δὲ τὴν βασιλείαν Ταρκύνιος ὁ Πρίσκος ὀνομαζόμενος: οὗτος τὸ μὲν τῆς συγκλήτου συνέδριον διπλάσιον ἐποίησε τῷ τῶν σωμάτων ἀριθμῷ καὶ τῇ πόλει δὲ τὸν ἱππόδρομον ᾠκοδόμησε: θεάτρων τε ἐνεστήσατο τέρψιν Ῥωμάνην καλέσας τὴν θέαν: ἥτις ἐξ ἐκείνου καὶ εἰς τόδε τελεῖται τὴν αὐτὴν ἔχουσα προσηγορίαν. ἔτι δὲ Σαβίνους εἷλε μάχῃ, καὶ πολλῆς αὐτοὺς ἀφελόμενος γῆς προσεκύρωσε τῇ Ῥώμῃ. πρῶτος δὲ θριαμβεύων εἰς τὴν Ῥώμην εἰσῆλθε. τείχη τε ἐδείματο καὶ τὰς ὑδρορόας ἤγουν ἀμάρας: καὶ τῆς τοῦ Καπιτωλίου κατασκευῆς ἤρξατο. ὀκτώ τε ἐπὶ τοῖς τριάκοντα βασιλεύσας ἐνιαυτοὺς ὑπὸ τῶν Ἄγκου παίδων ἀνῃρέθη, παῤ οὗ τὴν βασιλείαν αὐτὸς ἀνεδέξατο.

  7. 1.7.1

    Ἕκτος ὑποδέχεται τὴν ἀρχὴν Σερούιος Τούλλιος, ἐξ ἐπισήμου γεγονὼς μητρός: ἣ καὶ αἰχμαλωσίας καὶ δουλείας περιέπεσε τύχῃ. οὗτος ὑπηγάγετο Σαβίνους καὶ τρισὶ λόφοις ηὔξησε τὴν πόλιν, τῷ Κυριναλίῳ καὶ τῷ Βιμιναλίῳ καὶ τῷ Ἐσκυλίνῳ: τάφρους τε ὤρυξε πρὸ τοῦ τείχους κύκλῳ: καὶ ταῖς ἀπογραφαῖς τῶν σωμάτων ἔδωκεν ἀρχὴν οὔπω παῤ οὐδενὶ τῶν ἐθνῶν ἐγνωσμέναις. ἀπογραφέντες οὗν οἱ τὴν Ῥώμην οἰκοῦντες ὑπ’ αὐτῷ συνήχθησαν εἰς ἀριθμὸν ὀγδοήκοντα τριῶν χιλιάδων, μετὰ τῶν ἐν τοῖς ἀγροῖς οἰκούντων. τελευτὴν μέντοι τοῦ βίου ἐδέξατο παρὰ τοῦ γαμβροῦ Ταρκυνίου Σουπέρβου: δηλοῖ δὲ τοῦτο ἐπώνυμον ὑπερήφανον: παῖς δὲ ἦν οὗτος Ταρκυνίου τοῦ Πρίσκου, παῤ οὗ τὴν βασιλείαν ὁ σφαγεὶς οὗτος ἐδέξατο.

  8. 1.8.1

    Ἐπιλαμβάνεται δὴ τῆς βασιλείας οὗτος ὁ Σούπερβος Ταρκύνιος, ἕβδομός τε ὣν τῶν βασιλέων καὶ ὕστατος: καὶ νικᾷ μὲν Βολούσκους, ἔθνος ὂν ἐπὶ τὴν Καμπανίαν, οὐ πόρρω τῆς Ῥώμης: αἱρεῖ δὲ ἐπὶ τούτοις Γαβίαν καὶ Σύεσσαν τὴν Πομητίαν πόλεις: ἔθετό τε μετὰ Τούσκων σπονδάς: ναόν τε ᾠκοδόμησε ἐν τῷ καλουμένῳ Καπιτωλίῳ. μετὰ ταῦτα πολιορκῶν τὴν Ἄρδεαν, πολίχνην δέκα καὶ ὀκτὼ σημείοις πόρρω τῆς Ῥώμης, τὴν ἀρχὴν ἀπέλαβεν. ὁ γὰρ ὁμώνυμος αὐτοῦ παῖς ἐπιφανῆ γυναῖκα Λουκρητίαν, ἧς πολὺς ἦν ἐπὶ σωφροσύνῃ λόγος, Ταρκυνίῳ Κολλατίνῳ συνοικοῦσαν ἐβιάσατο. τοῦτο ἐξήγγειλεν ἡ Λουκρητία τῷ τε ἀνδρὶ καὶ τῷ πατρί: καὶ μηνύσασα τὸ πάθος ἐν ὀφθαλμοῖς αὐτῶν ἑαυτὴν διεχρήσατο. ἐνταῦθα δὲ Βροῦτος, γένει προσήκων τῷ Ταρκυνίῳ, τὸν δῆμον ἀθροίσας ἀφαιρεῖται τῆς βασιλείας τὸν Ταρκύνιον, πλείω ποιησάμενος τοῦ κοινοῦ λόγον ἢ τοῦ γένους. τούτῳ δὲ καὶ τοῦ δήμου τῷ δόγματι ἡ στρατιὰ συνηκολούθησε, μεθ̓ ἧς ἐπολιόρκει τὴν Ἄρδεαν: τετάρτῳ τε καὶ εἰκοστῷ ἔτει βασιλείας μετὰ τῆς γαμετῆς καὶ τῶν παίδων φυγὴν ἑαυτοῦ κατεψηφίσατο. οὕτως ὑπὸ βασιλεῦσιν ἑπτὰ τοῖς ὅλοις ἔτεσι διακοσίοις τεσσαράκοντα καὶ τρισὶ τὰ τῆς Ῥώμης διῳκήθη πράγματα. μικρὰ δὲ ἧν ἔτι τὰ τῆς δυνάμεως αὐτῆς, τῶν ὁρίων αὐτῆς οὐδαμόθεν ὑπὲρ πεντεκαίδεκα σημείων ἐκτεινομένων.

  9. 1.9.1

    Ἐντεῦθεν τὸ μετὰ τῶν βασιλέων ἐπαύσατο, μετηνέχθη δὲ εἰς τὴν τῶν ὑπάτων ἀρχήν. δύο δὲ ἦσαν οὗτοι καὶ ἐτήσιοι: ὥστε κἂν ἕτερον φαῦλον συμβαίη εἷναι, καταφεύγειν ἐπὶ τὸν ἕτερον, τῷ δὲ χρόνῳ περατουμένην μετριωτέραν εἶναι τὴν δυναστείαν. ἀνάγκη γὰρ ἦν ἀρίστους εἶναι δημαγωγοὺς εἰδότας ὡς κατὰ τὸν χρόνον ἔσονται τῶν ἀρχομένων. γίνονται τοίνυν ὕπατοι τῷ πρώτῳ ἔτει μετὰ τοὺς βασιλεῖς Λούκιος Ἰούνιος Βροῦτος ὁ τῆς Ταρκυνίου μάλιστα καθαιρέσεως αἰτιώτατος καὶ Ταρκύνιος Κολλατῖνος ὁ τῆς Λουκρητίας ἀνήρ, ἧς ὑβρισθείσης ἐπράχθη τὰ περὶ Ταρκύνιον: ἀλλ̓ ὁ Κολλατῖνος εὐθὺς τῆς ἐξουσίας ἀφῃρέθη: ʽἔδοξε γὰρ μηδένα ἐπὶ τῆς Ῥώμης εἶναι Ταρκύνιον ὀνομαζόμενον̓ καὶ τῆς οὐσίας προσαφαιρεθεὶς ἀπεώσθη τῆς πόλεως. ἀντικατέστη δὲ αὐτῷ Λούκιος Οὐαλέριος Πουβλικόλας.

  10. 1.10.1

    Τούτων οὖν τὴν ὕπατον ἐχόντων ἀρχὴν ὁ τῆς βασιλείας ἀφαιρεθεὶς Ταρκύνιος ἐπηγάγετο τῇ Ῥώμῃ πόλεμον. καὶ συναγείρας ἔθνη πολλὰ δἰ ὅπλων ἔσπευδεν ἐπανελθεῖν εἰς τὴν βασιλείαν. ὡς δὲ τὸ πρῶτον συνέμιξαν, ὁ μὲν βροῦτος καὶ ὁ Ταρκυνίου παῖς ἀλλήλους ἀνεῖλον: οἱ δὲ λοιποὶ Ῥωμαῖοι ταύτῃ τῇ μάχῃ νικήσαντες ἀνεχώρησαν ἐπ’ οἴκου. αἱ τοίνυν γυναῖκες ὡς τῆς σεμνότητος καὶ σωφροσύνης ὑπέρμαχόν τε καὶ προστάτην ἐνιαυσιαίῳ πένθει καθάπερ πατέρα κοινὸν ἐτίμησαν. Πουβλικόλας δὲ Σπούριον Λουκρήτιον Τρικιπιτῖνον κοινωνὸν ἑαυτῷ καὶ συνύπατον ἐχειροτόνησε, τὸν πατέρα τῆς Λουκρητίας. τούτου δὲ ὑπεξελθόντος νόσῳ τὸν βίον αὖθις Ὁράτιον Πούλβίλλον συνῆψεν ἑαυτῷ πρὸς τὴν ὕπατον ἀρχήν. ὁ γὰρ δὴ λειπόμενος ἀεὶ κύριος ἦν τῆς τοῦ κοινωνοῦ χειροτονίας. οὕτω δὴ συνέβη τὸν πρῶτον τῶν ὑπάτων ἐνιαυτὸν πέντε σχεῖν ὑπάτους Ταρκυνίου μὲν Κολλατίνου διὰ τὴν προσηγορίαν ἀπωσθέντος, Βρούτου δὲ πεσόντος ἐν τῇ μάχῃ, Λουκρητίου δὲ τὴν ἐκ τῆς ἀρρωστίας τελευτὴν ὑπομείναντος.

  11. 1.11.1

    Τῷ δευτέρῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Ταρκύνιος αὖθις ἐκίνησεν ὅπλα κατὰ τῆς Ῥώμης ὑπὲρ τῆς βασιλείας πρὸς συμμαχίαν ἐπικαλεσάμενος τὸν Πορσήναν: οὗτος δὲ ἦν Τούσκων βασιλεύς: καὶ μικροῦ μὲν τῆς Ῥώμης κατεκράτησεν: ἡττηθεὶς δὲ ὅμως ἀπῆλθε: καὶ τρίτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ ὡς εἶδεν αὐτῷ τὰ περὶ τῆς βασιλείας οὐ χωροῦντα κατὰ νοῦν, ἤδη γὰρ καὶ Πορσήνας σπονδὰς ἐπεποίητο πρὸς Ῥωμαίους, ἐν Τουσκόλῳ πολιχνίῳ τῆς Ῥώμης οὐ πόρρω καῒαπλαγεὶς τὸν Μούκιον ἐπιβάλλοντα τῇ φλογὶ τὴν δεξιὰς εἰκόνα τε γενόμενον ἀνδρείας τε καὶ καρτερίας τῶν Ῥωμαίων, μεταστὰς σὺν τῇ γαμετῇ καὶ τοῖς φιλτάτοις τεσσαρεσκαίδεκα διετέλεσεν ἐνιαυτοὺς ἐκεῖ τε κατεγήρασε. τετάρτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Σαβῖνοι Ῥωμαίοις ἐπήγαγον πόλεμον. ἡττηθέντων δὲ αὐτῶν πανστρατὶ οἱ Ῥωμαῖοι τὴν νίκην ἐθριάμβευσαν. ἔτει πέμπτῳ Οὐαλέριος, ὁ Βρούτου συνύπατος, τετάρτην ἤδη πεπληρωκὼς ὑπατείαν τὸ κοινὸν ὑπέμεινε τέλος ἐν τοσαύτῃ πενίᾳ καὶ ἀπορίᾳ τῶν ἀναγκαίων, ὥστε ἐκ συνεισφορᾶς τοῦ δήμου τὴν ταφὴν αὐτοῦ γενέσθαι. καὶ τοῦτον δὲ αἱ γυναῖκες ὥσπερ τὸν Βροῦτον κατὰ τὸν ἴσον χρόνον ἐπένθησαν.

  12. 1.12.1

    Ἐνάτῳ μετὰ τοὺς βασιλέας ἔτει ὁ τοῦ βασιλεύσαντος Ταρκυνίου Σουπέρβου γαμβρὸς τιμωρῆσαι τῷ κηδεστῇ βουληθεὶς παμμεγέθη στρατιὰν συνέλεξε. τότε τοίνυν προσεπενοήθη τε καὶ ᾑρέθη κατὰ τὴν Ῥώμην ἀρχή: δικτατούραν αὐτὴν ἐκάλουν ἐπιχωρίως: σημαίνει δὲ ἀναγόρευσιν ἡ φωνή φωνή ἤ διὰ τὸ λέγειν μετὰ τὸν δῆμον, οὐ ψηφηφορεῖν δὲ ὡς ἐπὶ τῶν ὑπάτων, τῷ ῥήματι δὲ ἀκολουθεῖν τὴν ἐξουσίαν. αὕτη δὲ δυνατωτέρα μὲν τῆς μεγίστης ὑπατείας ἦν, ἓξ μησὶ δὲ παρετείνετο μόνον. τοσοῦτον γὰρ ἔδοξεν αὐτὴν συστεῖλαι κατὰ τὸν χρόνον, ὅσον ὑπερέβαινε τῷ μεγέθει. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον καὶ ἄρχων ἱππέων ἀνεδείχθη: ἀκολουθεῖ δὲ καὶ αὐτὸς τῷ δικτάτωρι καθάπερ τις ἀξιόχρεως ὑπουργός. συνελόντι δὲ εἰπεῖν, οὐδεμία τῶν ἐπὶ τῆς Ῥώμης ἀρχῶν ὡς ἡ δικτατούρα τῇ νῦν βασιλείᾳ προσεῴκει. μετὰ ταύτης γοῦν, μᾶλλον δὲ ὑπὸ ταύτῃ τῇ προσηγορίᾳ καὶ Αὔγουστος Ὀκταβιανὸς ʽπερὶ οὖ μικρὸν ὕστερον ἐροῦμεν̓ καὶ πρὸ ἐκείνου Γάϊος Καῖσαρ, κατὰ μικρὸν τὴν μὲν πολιτείαν καταλύοντες ἁρπάζοντες δὲ τὴν βασιλείαν διέλαθον. πρῶτος οὖν ἐγένετο δικτάτωρ Λάρκιος: μάγιστρος δὲ τῶν ἱππέων πρῶτος Σπούριος Κάσιος.

  13. 1.13.1

    Ἕκτῳ δὲ καὶ δεκάτῳ μετὰ τοὺς βασιλέας ἐνιαυτῷ στάσις ἐπέπεσε τῷ δήμῳ τῶν Ῥωμαίων ἀγανακτοῦντι, καὶ δεινὰ πάσχειν ὑπὸ τε τῆς συγκλήτου καὶ τῶν ὑπάτων αἰτιωμένῳ καὶ οὐ πρότερον ἐπέσχεν οὗτος ὁ θόρυβος, πρὶν καὶ αὐτὸς αὑτῷ κατέστησεν ἄρχοντας οἰκείους καὶ οἱονεί τινας ἐκδίκους τοῦ πλήθους, οὓς δημάρχους ἐκάλεσε, τριβούνους πλήβις κατὰ τὴν αὐτῶν φωνήν. ἐπίστευσε δὲ ὁ δῆμος διὰ τούτων ἀσφάλειαν αὐτῷ πρὸς τὴν τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐξουσίαν ὑπάρξειν.

  14. 1.14.1

    Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Βουλοῦσκοι τὸν πόλεμον ἀνενεώσαντο καὶ συμμίξαντες ἡττήθησαν καὶ τὴν μεγίστην ἑαυτῶν πόλιν Κουριόλους ἀπώλεσαν τῶν νικησάντων γενομένην.

  15. 1.15.1

    Ὀκτωκαιδεκάτῳ δὲ μετὰ τοὺς βασιλέας ἔτει Κύντος Μάρκιος ὁ τοῦ πολέμου τοῦ κατὰ Βουλούσκων στρατηγός, ὁ καὶ τὴν πόλιν αὐτῶν ἑλὼν τοὺς Κουριόλους, ἀπολιπὼν τὴν Ῥώμην προσεχώρησε τοῖς Βουλούσκοις, ὑπό τινος ὀργῆς τοῦτο παθών καὶ πολὺ συνήγαγε συμμαχικὸν καὶ πολλάκις ἐνίκησε πολέμῳ τοὺς οἰκείους. καὶ πλησίον αὐτῆς ἐγένετο τῆς πόλεως ἀπὸ πέντε σημείων ὡς αὐτίκα πολιορκήσων: πρεσβευσαμένων δὲ τῶν Ῥωμαίων οὐ πρότερον ἔφη τῆς ὀργῆς λήξειν ἤ τὴν αὐτοῦ μητέρα Βετουρίαν καὶ τὴν γαμετὴν Βουλομνίαν πρὸς αὐτὸν ἐλθεῖν. γίνεται δὴ τοῦτο: καὶ τοῖς ὀδυρμοῖς τῶν γυναικῶν ἐπικλασθεὶς ἀπεκίνησε τὸν στρατόν. καὶ δεύτερος οὗτος μετὰ τὸν βασιλέα Ταρκύνιον ὅπλα κατὰ τῆς πατρίδος ἐκίνησεν.

  16. 1.16.1

    Φαβίου δὲ καὶ Βεργινίου τὴν ὑπατείαν ἐχόντων τριακόσιοι τῆς Ῥώμης ἄνδρες ἐπιφανεῖς ἐκ τῆς Φαβίου καταγόμενοι συγγενείας αὐτοὶ καθ̓ἑαυτοὺς κατὰ τῶν Βεειέντων ἐξεστράτευσαν, ὑποσχόμενοι καὶ τῷ δήμῳ καὶ τῇ συγκλήτῳ τὸν πάντα καθορθώσειν πόλεμον. οὗτοι δὲ πάντες, ἀξιόχρεως ἕκαστος μεγάλης ἡγεμὼν εἶναι στρατιᾶς, πανωλεθρίᾳ διεφθάρησαν. ἐκ τοσούτου δὲ τοῦ Φαβίου γένους εἷς ὑπελείφθη μόνος, ὃς οὐχ οἷός τε ἐγένετο διὰ τὴν νεότητα παραγενέσθαι τῇ μάχῃ. μετὰ ταῦτα γίνεται τῶν σωμάτων πάλιν ἀπογραφὴ κατὰ τὴν πόλιν, καὶ συνηριθμήθη πλῆθος ἀνδρῶν ἑκατὸν δέκα καὶ ἑπτὰ χιλιάδες καὶ τριακόσιοι καὶ δέκα καὶ ἐννέα.

  17. 1.17.1

    Τῷ δὲ ἑξῆς ἐνιαυτῷ κατὰ τὸ Ἄλγιδον ὄρος δωδεκάτῳ τῆς πόλεως σημείῳ ἐνεδρευθεὶς ὁ Ῥωμαϊκὸς στρατὸς συνεκλείσθη. χειροτονεῖται τοίνυν δικτάτωρ Λούκιος Κύντιος Κικιννάτος: ἐν γὰρ ταῖς μεγίσταις ἀνάγκαις ἐπὶ ταύτην ἐφέροντο τὴν ἀρχήν. ἀγρὸν δὲ ἔχων ὁ Κικιννάτος καὶ τοῦτον αὐτῷ σώματι γεωργῶν ἐφεστηκώς τε ἀρότρῳ παρέλαβε τὴν ἐξουσίαν: καὶ τὸν ἱδρῶτα τὸν ἀπὸ τῆς γηπονίας μεταβαλὼν ἐνέδυ τὸ σχῆμα, τραβέαν τόγαν αὐτὴν ὀνομάζουσιν, ἐκ τῆς ὁπλίσεως τῆς Ῥωμύλου μετενεχθεῖσαν εἰς φάρος. καὶ τοὺς πολεμίους ἀπολέσας ἠλευθέρωσε τὴν στρατιάν.

  18. 1.18.1

    Τριακοσιοστῷ δὲ καὶ ἑνὶ μετὰ τὸν τῆς Ῥώμης συνοικισμὸν ἐνιαυτῷ τὸ τῶν ὑπάτων των μετεβάλετο εἰς ἑτέραν ἀρχὴν. ἀντὶ γὰρ τῶν ὑπάτων δέκα κατέστησαν, οἷς πᾶσα τῆς πόλεως ἐπετράπη διοίκησις. ἐκαλοῦντο δὲ οὗτοι δεκανδρικοί. ὀρθῶς δὲ διαγενόμενοι κατὰ τό πρῶτον ἔτος εἶτα μετεβλήθησαν. Ἄππιος γὰρ Κλαύδιος, εἷς ἐκ τῶν δέκα, Βεργινίου τινὸς θυγατέρα παρθένον, ὃς ἐν τῷ πολέμῳ κατὰ τὸ Ἄλγιδον ὄρος πρὸς Λατίνους ἐτύγχανεν ἀνδρειότατα μεμαχημένος, ἠβουλήθη διαφθεῖραι πρὸς βίαν: ἀλλ̓ ὁ πατὴρ αὐτὴν πρὸ τῆς ὕβρεως ἀνεῖλε. τοῦτο συνεκίνησε τὸν στρατόν, καὶ τοὺς δέκα τιμωρίᾳ παραδόντες καὶ αὐτὴν αὐτοῖς συνανεῖλον τὴν ἀρχήν.

  19. 1.19.1

    Τῷ δὲ ἐξῆς ἐνιαυτῷ Φιδηνάται πρὸς τὴν Ῥώμην ἤραντο πόλεμον, συμμάχοις κεχρημένοι Βεείοις καὶ τῷ τούτων βασιλεῖ Τουλουμνίῳ. Βέειοι δὲ καὶ Φιδηνάται, καθάπερ ἐν τοῖς πρόσθεν εἴρηται, τῆς Ῥώμης ἐκ γειτόνων οἰκοῦσι, Φιδηνάται μὲν ἓξ κεχωρισμένοι σημείοις: Βέειοι δὲ ὀκτωκαίδεκα. συνεπῆλθον δὲ καὶ Βολούσκοι. τότε τοίνυν Μάμερκος Αἰμίλιος δικτάτωρ χειροτονηθεὶς καὶ λαβὼν ἄρχοντα τῶν ἱππέων Λούκιον Κυΐντιον Κικιννάτον τόν τε πόλεμον ἔλυσε καὶ τὸν βασιλέα Τολούμνιον ἀνεῖλε: Φιδῆναί τε ἡ πόλις ἑάλω καὶ κατεσκάφη.

  20. 1.20.1

    Εἴκοσι δὲ ὕστερον ταύτης τῆς μάχης ἐνιαυτοῖς Βέειοι πάλιν ἐκίνησαν τὸν πόλεμον καὶ χειροτονεῖται κατ̓ αὐτῶν δικτάτωρ Φούριος Κάμιλλος, ὃς πρότερον μὲν αὐτοὺς κατεπολέμησε. μετὰ ταῦτα δὲ τὴν πόλιν περικαθίσας καὶ αὐτὴν εἷλεν, ἀρχαιοτάτην τε τῆς Ἰταλίας καὶ τοῖς πᾶσιν ἀφθονωτάτην. μετὰ ταύτην αἱρεῖ Φαλίσκους, πόλιν οὐχ ἥττω τῆς προτέρας. ἀλλ̓ἐπανέστη φθόνος ἐκ ταύτης αὐτῷ τῆς εὐημερίας, αἰτίαν τ̓ ἔσχεν, ὡς οὐ προσηκόντως διέλοι τῇ στρατιᾷ τὰ τοῦ πολέμου λάφυρα; κατεκρίθη τε καὶ ἀπεώσθη τῆς Ῥώμης. κατὰ δὲ τοῦτον τὸν χρόνον Γάλλοι Σένωνες ὥρμησαν ἐπὶ τὴν Ῥώμην καὶ γενομένης μάχης ἑνδεκάτῳ τῆς πόλεως σημείῳ παρὰ τὸν Ἄλλιον ποταμὸν ἐπεσῆλθον φεύγουσι τοῖς Ῥωμαίοις, οὐδενὸς ἀντάραντος, μέχρι τῆς πόλεως αὐτῆς: καταφεύγοντες δὲ. εἰς τὸ Καπετώλιον ἐκεῖ συνέσωζον ἑαυτούς. λιμοῦ δὲ λοιπὸν συνέχοντος αὐτούς, ἐφίσταται κάμνουσιν ὁ Φούριος Κάμιλλος ἐκτὸς τῆς πόλεως ἐκ τῆς εἰρημένης κρίσεως διάγων. καὶ νικᾷ μὲν αὐτοὺς τῇ πρώτῃ συμπλοκῇ. ὡς δὲ οὐκ ἐξεχώρουν τοῦ ἄστεος, ὠνήσαντο Ῥωμαῖοι τὴν ἀναχώρησιν αὐτῶν χρυσίῳ. τοῦτο οὐκ ἤνεγκε μετρίως ὁ Κάμιλλος: παραχρῆμα δὲ ἐπεξελθὼν τῇ τῶν Γάλλων στρατιᾷ αὐτήν τε διέφθειρε καὶ τὸ δοθὲν ἀνέλαβε χρυσίον καὶ τὰ σημεῖα τὰ στρατιωτικά, ἅπερ ἦσαν ἐν τῇ προτέρᾳ μάχῃ παρὰ τῶν Ῥωμαίων ἀφῃρημένοι ʽσίγνα καλοῦσιν αὐτὰ Ῥωμαῖοἰ, πάντα ἀναλαβὼν τρίτον ἐν τῇ πατρίδι θρίαμβον ἐθριάμβευσεν ἐπεκλήθη τε δεύτερος Ῥωμύλος ὡς οἰκιστὴς καὶ αὐτὸς τῆς Ῥώμης γεγενημένος.

  21. 2.1.1

    Ἔτει τριακοσιοστῷ καὶ ἑξηκοστῷ πέμπτῳ μετὰ τὸν τῆς Ῥώμης συνοικισμόν, πρώτῳ δὲ μετὰ τὴν ὑπὸ Γάλλοις γενομένην ἅλωσιν, ἐνηλλάγησαν αἰ δυναστεῖαι. ἀντὶ γὰρ τῶν ὑπάτων ἄρχοντες ἐγένοντο στρατιωτικοὶ τὴν τῶν ὑπάτων ἔχοντες δύναμιν. Ἐντεῦθεν καὶ τὰ τῆς Ῥώμης ηὐξήθη πράγματα. Κάμιλλος γὰρ Βολούσκων πόλιν ἑβδομήκοντα τοῖς πᾶσιν ἐνιαυτοῖς οὐκ ἀποσχομένην τοῦ κατὰ τῆς Ῥώμης πολέμου αὐτήν τε εἷλε καὶ πόλιν ἑτέραν Ἐτρούσκων καὶ Σουτρίνων ἄλλην. πάσας τε αὐτὰς ὑφ̓ ἑαυτὸν ποιησάμενος καὶ τοὺς πολεμίους διαχρησάμενος τρεῖς ἐπὶ τοῖς τρισὶν ἔθνεσιν ἐπετέλεσε θριάμβους.

  22. 2.2.1

    Καὶ Τίτος δὲ Κύντιος Κικιννάτος Πραινεστίνους, οἳ μέχρι τῶν προπυλαίων αὐτῶν πολεμοῦντες ἐχώρησαν, ἄχρις Ἀλλίου ποταμοῦ διώξας νίκην τε ᾔρατο κατ̓ αὐτῶν καὶ πόλεις αὐτῶν ἑπτὰ τῇ Ῥώμῃ προσένειμε: καὶ αὐτοὺς δὲ τοὺς Πραινεστίνους παραδόντας ἑαυτοὺς ἐκτήσατο. πᾶν δὲ τοῦτο τὸ ἔργον εἴκοσιν ἐπετέλεσεν ταῖς πάσαις ἡμέραις καὶ ἐπὶ τούτοις ἐθριάμβευσεν.

  23. 2.3.1

    Ἀλλ̓οὐκ ἐπὶ πολὺ διεγένετο τῶν στρατιωτικῶν ἀρχόντων ἡ δυναστεία: μικρῷ γὰρ ὕστερον κατελύθη καὶ σχεδὸν ἔξω πάσης ἀρχῆς ἡ Ῥώμη διετέλεσεν. εἶτα τῶν στρατιωτικῶν ἀρχόντων τινὲς καὶ μετὰ τὴν κατάλυσιν τῆς ἀρχῆς ἐβιάζοντο δύνασθαι καὶ τὸ κῦρος ἔχειν: ἀλλ̓ οὐχ ὑπὲρ τρεῖς ἐνιαυτοὺς τοῦτο ἐδυνήθησαν: ἐπανῆλθε γὰρ πρὸς τοὺς ὑπάτους ἡ ἐξουσία.

  24. 2.4.1

    Λουκίου τοίνυν Γενουκίου καὶ Κύντου Σερβιλίου γενομένων ὑπάτων τελευτᾷ Κάμιλλος τιμαί τε αὐτῷ δεύτεραι μετὰ τὸν Ῥωμύλον ἐψηφίσθησαν.

  25. 2.5.1

    Γάλλων δὲ πόλεμον ἐπὶ τὴν Ἰταλίαν κινησάντων στρατοπεδευσαμένων δὲ ἀντιπέρα τοῦ Ἀνιήνου ποταμοῦ Τίτος Κύντιος δικτάτωρ ἀναδειχθεὶς ἐξῆλθεν ἐπὶ τοὺς πολεμίους. ἀλλ̓ ἔλυσε τὴν μάχην οὐχ ἡ συμπλοκὴ τῶν στρατευμάτων, ἀλλ̓ ἀνὴρ νεανίας Μανίλιος: ὑφ̓ ἑνὸς γὰρ τῶν Γάλλων εἰς μονομαχίαν προκληθεὶς ἐκεῖνόν τε καθεῖλεν καὶ τῷ πολέμῳ τέλος ἔδωκε: τὸν στρεπτόν τε, ᾦ κεκόσμητο τὸν τράχηλον ὁ Γάλλος, ἑαυτῷ περιθεὶς ἐκ τούτου Τορκουάτος αὐτός τε προσηγορεύθη καὶ οἱ ἐξ αὐτοῦ πάντες μηνύοντες τῇ προσηγορίᾳ τὸν ἀπὸ τοῦ λαφύρου κόσμον. τόρκυς γὰρ ἐπιχωρίως ὁ στρεπτὸς καλεῖται. τότε μὲν οὖν φυγῇ παρέδοσαν ἑαυτούς. μετὰ δὲ ταῦτα καὶ κατεπολεμήθησαν ὑπὸ τοῦ δικτάτωρος Σουλπικίου. καὶ Τοῦσκοι δὲ ὑπὸ Γαΐου Μαρκίου συνεκόπησαν. εἰς ὀκτὼ δὲ χιλιάδας αἰχμαλώτων τῷ θριάμβῳ ποιήσας πλῆθος ὁ νικήσας ἐθριάμβευσε.

  26. 2.6.1

    Μετὰ τοῦτο γίνεται τῶν Ῥωμαίων ἀπογραφή. καὶ τῶν Λατίνων τῶν ὑπὸ Ῥωμαίοις ἤδη γεγενημένων σώματα παρέχειν εἰς στρατιὰν οὐ βουλομένων, ἐξ αὐτῶν τῶν πολιτῶν συνελέγη τὸ στράτευμα. καὶ δέκα ἐξ αὐτῶν συντάξεις ἐγένοντο, λεγεῶνες κατὰ τὴν αὐτῶν καλούμεναι φωνὴν ἐκ τῆς γενομένης τῶν νέων ἐπιλογῆς: λέγερε γὰρ παῤ αὐτοῖς τὸ ἐπιλέξασθαι λέγεται. αἱ δέκα δὲ αὗται λεγεῶνες ἐξήκοντα χιλιάδας ἀνδρῶν εἶχον, ὡς ἑκάστην εἰς ἑξακισχιλίους τελεῖν: καὶ οὕτως ὁ τοσοῦτος συνήχθη στρατὸς οὔπω τῶν Ῥωμαϊκῶν πραγμάτων εἰς τὸ πᾶν ἐπιδεδωκότων: τοσαύτη τῶν στρατιωτικῶν ἦν ἐπιθυμία καὶ τῶν πολιτῶν ἀνδρεία. τοῦτο δὴ τὸ στράτευμα τῶν πολιτῶν ἐξᾴραν ἐπὶ τοὺς Γάλλους ἐχώρησεν, ἡγουμένου τῆς στρατιᾶς Φουρίου. ἀλλά τις ἐκ τοῦ Γάλλων στρατεύματος, πρὶν ἤ συμμίξαι τὰ πλήθη, ἐκ προκλήσεως τὸν ἄριστον τῶν Ῥωμαίων εἰς μονομαχίαν ἐκάλει. τότε τοίνυν ἐθελοντὴς ἐξανέστη Μάρκος Οὐαλέριος ἐν τοῖς ἄρχουσι τῶν στρατιωτῶν τεταγμένος καὶ σκευασάμενος ἐπῆλθεν. ὁρμῶντι δὲ αὐτῷ κατὰ τοῦ πολεμίου κόραξ ἐπιπτὰς κατὰ τὸν δεξιὸν ἔστη βραχίονα. καὶ μετὰ τοῦτο οἱ μὲν ἄνδρες συνέμιξαν: ὁ δὲ κόραξ τοῖς τε ὄνυξι καὶ τοῖς πτεροῖς ἔπαιε τοῦ Γάλλου τὰ ὄμματα κωλύων εὐθὺ τῷ πολεμοῦντι προσβλέπειν: καὶ οὕτω πίπτει μὲν ὁ Γάλλος, τῷ Οὐαλερίῳ δὲ ὁ τῆς νίκης τρόπος δέδωκε τὴν προσηγορίαν: Κορβῖνος γὰρ ὠνομάσθη ἀπὸ τοῦ κόρακος οὕτω κατὰ τὴν τῶν Ἰταλῶν ὀνομαζομένου φωνήν: καὶ οὐδὲ μέχρι τούτων τὰ τῆς εὐημερίας ἔστη: ἀλλὰ τρίτον καὶ εἰκοστὸν γεγονὼς ἔτος ἐπὶ τὴν ὑπατείαν ἐκλήθη.

  27. 2.7.1

    Λατῖνοι δὲ οἱ τὴν στρατολογίαν ἀρνησάμενοι καθάπερ ἔκ τινος μελέτης ἐπὶ μεῖζον ἐχώρησαν: ἔφασκον γὰρ τὸν ἕτερον τῶν ὑπάτων ἐκ σφῶν αὐτῶν χρῆναι χειροτονεῖσθαι. τῶν Ῥωμαίων δὲ οὐ συνθεμένων ἀνήφθη πόλεμος μέγιστος, εἵπερ τις ἄλλος. καὶ τοῦτον μὲν ἡττήθησαν οἱ Λατῖνοι καὶ θρίαμβον ἔσχεν ἡ νίκη: τοῖς ὑπάτοις δὲ ὡς ὑπὲρ ἔργου μεγάλου κατά τι χωρίον, ὅ Ῥῶστρα καλοῦσιν, ἀνδριάντας ἀνέστησαν. τοῦτο δὲ τὸ χωρίον τὰς πρὸς τὸν δῆμον ἐδέχετο τῶν ὑπάτων τε καὶ τῶν λοιπῶν ἀρχόντων δημηγορίας. ἐκεῖθεν γὰρ ἐν ταῖς καταλαμβανούσαις χρείαις διελέγοντο τῷ δήμῳ. κατὰ δὲ τὸν αὐτὸν ἐνιαυτὸν Ἀλεξάνδρεια παρὰ τοῦ Μακεδόνος Ἀλεξάνδρου συνῳκίσθη καὶ ταύτην ἐδέξατο τὴν προσηγορίαν ἡ τῆς Αἰγύπτου πάσης μήτηρ.

  28. 2.8.1

    Ἐντεῦθεν δὴ καὶ τὰ τῆς δυνάμεως ηὐξήθη Ῥωμαίοις καὶ πρὸς ἄκρον ἀφίκοντο δυναστείας. ἀμέλει πορρωτάτω λοιπὸν αὐτοῖς οἱ πόλεμοι συνεκροτοῦντο. ἐπὶ Σαμνίτας γοῦν τριακοσίοις ἀπῳκισμένους σημείοις τὴν στρατιὰν ἐκίνησαν, ἧς ἀφηγεῖτο Παπίριος Κούρσωρ τὴν τῆς δικτατωρίας ἔχων ἐξουσίαν. χρείας δὲ αὐτὸν ἐπὶ τὴν Ῥώμην καλούσης τὸν ἄρχοντα τῆς ἵππου Φάβιον Μάξιμον ʽἠκολούθει δὲ αὕτη, καθάπερ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, ἡ δυναστεία τῷ δικτάτωρἰ κατέλιπεν ἐπιτροπεύειν τοῦ στρατοῦ προαγορεύσας μὴ συμμίξαι μήτε εἰς χεῖρας ἐλθεῖν, πρὶν ἄν ἐκ τῆς Ῥώμης ἐπανήκῃ. λαβόμενος δὲ ὁ Φάβιος καιροῦ καὶ μικρὰ φροντίσας τῶν τοῦ δικτάτωρος ἐντολῶν ἐμαχήσατο μὲν μετὰ λαμπρᾶς τῆς τύχης καὶ τοὺς Σαμνίτας ἀπώλεσε πανστρατιᾷ. ἐπὶ τούτοις ψῆφον ἐπήγαγεν ὁ δικτάτωρ αὐτῷ θανάτου: διεσώθη δὲ τῇ τε τοῦ στρατεύματος περὶ αὐτὸν σχέσει καὶ τῇ τοῦ δήμου σπουδῇ: τοσαύτη τε ἐκινήθη κατὰ τοῦ Παπιρίου στάσις, ὡς παρὰ μικρὸν ἐλθεῖν αὐτὸν θανάτου.

  29. 2.9.1

    Μετὰ ταῦτα οἱ Σαμνῖται τοὺς Ῥωμαίους ὑπατευόντων Τίτου Βετουρίου καὶ Σπουρίου Ποστουμίου μετὰ πολλῆς κατεπολέμησαν τῆς αἰσχύνης: καὶ κύριοι καταστάντες αὐτῶν ἔθεντο σπονδὰς τοῖς ἡττημένοις ἀπρεπεῖς: ἀλλ̓ ἡ σύγκλητος καὶ ὁ δῆμος τὰς μὲν σπονδὰς παρεσάλευσαν ὡς ἐν δυσπραγίᾳ γεγενημένας, ἀνέλαβον δὲ τὴν μάχην. καὶ οἱ πρότερον νενικηκότες ἡττήθησαν Παπιρίου τοῦ ὑπάτου τῇ μάχῃ στρατηγοῦντος. πεσόντων δὲ τῶν πλειόνων ἑπτὰ χιλιάδες ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς νενικηκόσιν ἐγένοντο: καὶ πρῶτος οὗτος κατὰ Σαμνιτῶν ἐδόθη τῷ Παπιρίῳ θρίαμβος. κατὰ δὲ τὸν αὐτὸν τοῦτον χρόνον Ἄππιος Κλαύδιος κήνσωρ αἱρεῖται. ἀρχὴ δὲ ἦν αὕτη τῶν μεγίστων καὶ ἦν ἔργον αὐτῇ τοὺς τῶν πολιτῶν διερευνᾶσθαί τε καὶ κρίνειν βίους: τιμωρίας τε κατὰ πάσης ἠδύνατο δυναστείας καὶ οὐδεὶς ἦν ἔξω τῆς τοῦ κήνσωρος ἐξουσίας. κύριοι δὲ ἦσαν οἱ κήνσωρες καὶ ἔργοις καινοῖς κατακοσμεῖν τὴν πόλιν. ὁ Κλαύδιος γοῦν πηγὴν ὠχέτευσεν εἰς τὴν Ῥώμην, ἥτις αὐτῷ μέχρι νῦν ἐπονομάζεται Κλαυδία: ὁδόν τε ἐστόρεσεν, ἥτις ἐπεκλήθη καὶ αὐτὴ τῷ πεποιηκότι Ἀππία προσαγορευθεῖσα. οὕτως ἡ μὲν τὸ ἐπώνυμον ἔσχε τοῦ πεποιηκότος, ἡ δὲ αὐτὸ τοὔνομα. τούτων ὧδε πεπραγμένων Σαμνῖται τὴν μάχην ἀνενεώσαντο Κύντου Φαβίου Μαξίμου τὴν ὑπατείαν ἔχοντος. παῖς δὲ ἦν οὗτος τοῦ μικροῦ πρόσθεν εἰρημένου Φαβίου Μαξίμου. οὗτος ἡττᾶται τὴν μάχην καὶ τρισχιλίους %5ἀποβάλλει τῶν μαχιμωτάτων. λήγατος δὲ αὐτῷ χειροτονηθεὶς ὁ πατὴρ Φάβιος ἐνίκησέ τε τοὺς Σαμνίτας καὶ πολλὰς αὐτῶν πόλεις εἷλεν. ἔπειτα διαδέχονται τὴν ὕπατον ἀρχὴν Πούβλιος Κορνήλιος Ῥουφῖνος καὶ Μάρκος Κούριος Δεντάτος καὶ συνάψαντες πρὸς τοὺς Σαμνίτας πόλεμον πολλαῖς τε μάχαις λαμπροὶ ὑπερέσχον καὶ παντάπασιν αὐτοὺς ἐκπολιορκήσαντες δἰ ἐτῶν ἐννέα καὶ τεσσαράκοντα τέλος ἔδοσαν τῷ πολέμῳ. ὡς ἔπος δὲ εἰπεῖν, οὐδὲν τῶν ἐντὸς τῆς Ἰταλίας ἐθνῶν οὕτω τὰς Ῥωμαϊκὰς δυνάμεις κατειργάσατο.

  30. 2.10.1

    Πολλοῖς δὲ ὕστερον ἐνιαυτοῖς πλῆθος Γάλλων ἀξιομάχητον Τούσκοις τε καὶ Σαμνίταις κατὰ τῆς Ῥώμης ἐκοινώνησαν: καὶ τὸν δρόμον ἐπ’ αὐτὴν ποιούμενοι παρὰ Γνέου Κορνηλίου Δολοβέλλου τοῦ ὑπάτου πανωλεθρίᾳ διεφθάρησαν.

  31. 2.11.1

    Ὑπὸ τούτους τοὺς χρόνους Ταραντίνοις ἐν ὑστάτῳ τῆς Ἰταλίας πάσης κειμένοις ἐπήχθη παρὰ Ῥωμαίων πόλεμος. αἰτία δὲ ἦν τοῦ πολέμου παροινία καὶ ἀσέλγεια παρὰ τοῦ δήμου τοῦ Ταραντίνου κατὰ τῶν πρεσβευτῶν ἐκ τῆς Ῥώμης τετολμημένη. ἀκμαζόντων δὲ τῶν κατὰ τὴν μάχην Πύρρον ἐπεκαλέσαντο σύμμαχον Ταραντῖνοι, γένος μὲν τῶν ἀπ̓ Ἀχιλλέως, βασιλεύοντα δὲ τῶν Ἠπείρων. καταλαμβάνει τοίνυν τὴν Ἰταλίαν ὁ Πύρρος: καὶ τοῦτον πρῶτον πόλεμον ἐπολέμησαν Ῥωμαῖοι πρὸς στρατιὰν ἐξ ὑπερορίων ἥκουσαν. ἐπὶ τούτῳ ὕπατος ἐχειροτονήθη Πούβλιος Οὐαλέριος Λευῖνος. οὗτος Πύρρου κατασκόπους ἑλὼν προσέταξεν ἅπαν αὐτοῖς ἐπιδειχθῆναι τὸ στρατόπεδον, εἶτα ἀφεθῆναι καὶ τῷ Πύρρῳ γενέσθαι μηνυτὰς ὦν ἐθεάσαντο. μετὰ ταῦτα γίνεται μάχη καὶ τραπέντος τοῦ Πύρρου μεταβολὴν ἔσχεν διὰ τοὺς ἐλέφαντας ἡ τοῦ πολέμου τύχη. ἀγνῶτες γὰρ ὄντες τούτων οἱ Ῥωμαῖοι τῶν θηρίων καὶ τῶν ἵππων πρὸς τὴν ἀθρόαν ὄψιν ἐκπλαγέντων φοβηθέντες ἔσχον ἔλαττον. κακῶς δὴ τῶν Ῥωμαϊκῶν ἐκ τούτου διακειμένων ἡ νὺξ ἔδωκε τῇ συμπλοκῇ τέλος: ᾗ χρησάμενος ὁ Λευῖνος ὑπεχώρησεν. κατὰ δὴ ταύτην τὴν μάχην χιλίους ὀκτακοσίους ὁ Πύρρος αἰχμαλώτους εἷλεν καὶ τῶν μεγίστων αὐτοὺς ἠξίωσε τιμῶν: τοὺς δὲ πεσόντας ἐξ αὐτῶν τῶν Ῥωμαίων ταφῇ παραδέδωκεν. ἰδὼν δὲ αὐτοὺς καὶ ἐν νεκροῖς τοῖς σώμασιν φοβεροὺς πάντων τε τὰς πληγὰς ἐμπροσθίους, τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἀνασχὼν ἔφη πάσης ἂν κρατῆσαι τῆς γῆς, εἰ τοιούτοις αὐτῷ χρῆσθαι στρατιώταις ἐξεγένετο.

  32. 2.12.1

    Μετὰ ταῦτα συνάπτουσιν ἑαυτοὺς τῷ Πύρρῳ Σαμνῖται καὶ Λουκανοὶ καὶ Βρούττιοι καὶ γίνεται δρόμος ἁπάντων ἐπὶ τὴν Ῥώμην: πᾶν τε τὸ προστυχὸν ἤ πυρὸς ἦν ἔργον ἢ σιδήρου καὶ τὴν μὲν Καμπανίαν ἐξεπολιόρκησαν: ἧκον δὲ ἐπὶ τὴν Πραίνεστον τῆς πόλεως ὀκτωκαιδεκάτῳ σημείῳ ἀφεστῶσαν. φοβηθεὶς δὲ ὁ Πύρρος τὸν ὕπατον καὶ τὴν σὺν αὐτῷ στρατιὰν ὄπισθεν αὐτῷ κατακολουθήσασαν εἰς τὴν Καμπανίαν ὑπεχώρησεν: καὶ παραγίνονται πρὸς αὐτὸν πρέσβεις Ῥωμαίων ἐξωνήσασθαι βουλόμενοι τοὺς αἰχμαλώτους. τούτους διὰ πάσης αἰδοῦς καὶ τιμῆς ἐποιήσατο εἶχέ τε ὡς ἔνι μάλιστα φιλοφρόνως, τὰ λύτρα τε ἀπωσάμενος προῖκα τοὺς αἰχμαλώτους ἀπέπεμψεν. ἕνα δὲ ἐκ τῶν πρέσβεων Φαβρίκιον οὕτως ἠγάσθη καὶ ἐθαύμασεν, ὥστε, ἐπειδὴ πενίᾳ συζῇν αὐτὸν ἔγνω, τοὺς θησαυροὺς ἐπιδείξας τὸ τέταρτον αὐτῷ προὔθηκεν αὐτῶν τε καὶ τῆς ἀρχῆς, εἰ τὴν πρὸς αὐτὸν ἕλοιτο συνουσίαν καὶ κατὰ τῶν πολιτῶν αὐτῷ προστεθείη. καταφρονηθείσης δὲ τῆς ὑποσχέσεως ηὐξήθη τῷ Πύρρῳ τὸ περὶ τὴν Ῥώμην τε καὶ τοὺς ἐξ αὐτῆς θαῦμα καὶ πρέσβεις ὁ νενικηκὼς πέμπει παρὰ τῶν ἡττημένων σπονδὰς ἐπαγγέλλειν ἴσας ἑκατέροις: τῆς δὲ πρεσβείας ἐξῆρχεν ἀνὴρ ἐπιφανὴς Κινέας. τῶν σπονδῶν δὲ μέρος ἦν καὶ τόδε: τῆς Ἰταλίας ὅσον ἤδη ἐδέδεκτο τὸν Πύρρον ἤ πολιορκηθὲν ἤ ἑκούσιον, τῆς αὐτοῦ δεσποτείας εἶναι.

  33. 2.13.1

    Ταύτην οὐκ ἐδέξαντο τὴν συνθήκην οἱ Ῥωμαῖοι, ἀπεκρίναντο δὲ τοῖς πρέσβεσι σπονδὰς οὐδαμῶς ἔσεσθαι Πύρρῳ τε καὶ αὐτοῖς, εἰ μὴ πάσης τῆς Ἰταλίας ἐκχωρήσειε: μέγα τε μηδὲν ἡγεῖσθαι σφᾶς παρεσχηκέναι Πύρρον τὸ κατὰ τοὺς αἰχμαλώτους: τούτου δὲ εἶναι σημεῖον τὸ τοὺς ἀφεθέντας ἀτίμους εἶναι παῤ αὐτοῖς ὡς ἀναξίους τῆς Ῥωμαϊκῆς πολιτείας, δἰ ἄλλο μὲν οὐδέν, ὅτι δὲ πολεμοῦντες ληφθεῖεν. λύσιν τε αὐτοῖς οὐκ ἔσεσθαι τοῦ κακοῦ, πρὶν ἂν τῶν διεγνωσμένων ἀνδρῶν ἐκ τοῦ στρατεύματος τῶν πολεμίων λάφυρα κομίσοιεν. οὕτω μὲν οὖν ἐπανῆλθεν ἄπρακτος ἡ πρεσβεία. πυνθανομένῳ δὲ τῷ Πύρρῳ παρὰ τῶν πρέσβεων, οἵαν εὕροιεν τὴν πόλιν, φασὶ τὸν Κινέαν εἰπεῖν πατρίδα βασιλέων ἑωρακέναι: τοῦτο δηλοῦντα, ὡς οἱ τῆς πόλεως ἔνοικοι πάντες τοιοῦτοι τυγχάνουσιν, οἷος αὐτὸς ὁ Πύρρος κατὰ τὴν Ἤπειρον καὶ τὴν Ἑλλάδα πᾶσαν ὑπείληπται. ἐντεῦθεν ἐκστρατεύουσι πάλιν ἐπὶ τὸν Πύρρον ὑφ̓ ἡγεμόσιν ὑπάτοις Πουβλίῳ Σουλπικίῳ καὶ Δεκίῳ. καὶ γενομένης μάχης τιτρώσκεται Πύρρος καὶ τῶν ἐλεφάντων ἀναιρεῖται τὸ πλεῖστον πίπτουσί τε τῶν μετὰ Πύρρου χιλιάδες εἴκοσι, Ῥωμαίων δὲ πεντακισχίλιοι μόνοι. φεύγει τοίνυν ὁ Πύρρος ἐπὶ τὴν Τάραντα.

  34. 2.14.1

    Καὶ διελθόντος ἐνιαυτοῦ μετὰ ταύτην τὴν μάχην Φαβρίκιος αὖθις ἐπιπέμπεται τῷ Πύρρῳ μετὰ στρατιᾶς, ᾧ τὸ τέταρτον τῆς βασιλείας ἦν ὑπεσχημένος. στρατοπεδευσάμενοι δὲ ἐκ τοῦ πλησίον αὐτός τε καὶ ὁ Πύρρος ἀνέμενον τὴν μάχην: μιᾷ δὲ τῶν νυκτῶν ἰατρός τις τῷ Πύρρῳ συνὼν προσφεύγει τῷ Φαβρικίῳ ὑπισχνούμενος φαρμάκῳ τὸν Πύρρον ἀναιρήσειν, εἴ τις αὐτῷ τοῦ ἔργου τούτου καρπὸς γένοιτο. τοῦτον ὁ Φαβρίκιος δέσμιον ἐκπέμπει τῷ Πύρρῳ σημάνας ὡς οὔκ ἐστι Ῥωμαίων δόλῳ τοὺς ἐχθροὺς ἀλλ̓ ὅπλοις ἀναιρεῖν. τότε τὸν Φαβρίκιον ὑπεραγασθεὶς ὁ Πύρρος, οὗτός ἐστιν, ἔφη, Φαβρίκιος ὃν οὔκ ἐστιν ἀφελκυσθῆναι τοῦ πρέποντος ὥσπερ οὐδὲ τὸν ἥλιον τῆς αὐτοῦ φορᾶς. καὶ ταῦτα εἰπὼν ἐπὶ τὴν Σικελίαν ἀπεχώρησεν. Φαβρίκιος δὲ Λουκανούς τε καὶ Σαμνίτας ἑλὼν ὑπὲρ τῆς νίκης ἐθριάμβευσε. δέχονται δὲ τὴν ὑπατείαν Μάρκος Κούριος Δεντάτος καὶ Κορνήλιος Λέντουλος: εὐθὺς δὲ ἐπὶ τὸν Πύρρον ἐκστρατεύουσιν. ὁ τοίνυν Κούριος συνῆψε πρὸς αὐτὸν μάχην καὶ τὸ μὲν στράτευμα σχεδὸν ἅπαν ἀπώλεσε τοῦ Πύρρου, αὐτὸν δὲ ἡ Τάρας ὑπεδέξατο φεύγοντα καὶ γίνεται τῆς παρεμβολῆς τῶν πολεμίων ὁ Κούριος ἐγκρατής. ὁ δὲ τῶν πεσόντων πολεμίων ἀριθμὸς εἵκοσι τρεῖς ἦσαν χιλιάδες. οὗτος ὁ πόλεμος ἔδωκε τῷ Κουρίῳ θρίαμβον. ἐπισημότατός τε οὗτος ἐγένετο τῶν πώποτε, τεσσάρων ἐλεφάντων τότε πρῶτον ἐν τῇ Ῥώμῃ φανέντων. τούτων οὕτω πραχθέντων καὶ τὴν Τάραντα ἀπολιπὼν ὁ Πύρρος ἐπὶ τὸ Ἄργος ἐχώρησεν: ἔνθα τὸ τέλος τοῦ βίου ἐδέξατο πεσὼν ἐν πολέμῳ.

  35. 2.15.1

    Ἐντεῦθεν Γάϊος Φάβιος Λικίννιος καὶ Γάϊος Κλαύδιος Κανίνας ὕπατοι χειροτονοῦνται τετρακοσιοστῷ καὶ ἑξηκοστῷ καὶ πρώτῳ τῆς Ῥώμης ἔτει. κατὰ τοῦτον τὸν ἐνιαυτὸν πρέσβεις ἀπὸ τῆς Ἀλεξανδρείας πεμφθέντες πρὸς τοῦ βασιλέως Πτολεμαίου κατέλαβον τὴν Ῥώμην αἰτούμενοι παῤ αὐτῶν εἰρήνην τε καὶ φιλίαν.

  36. 2.16.1

    Ἐκδεξαμένων δὲ τὴν ὑπατείαν Κύντου Κυλληνίου καὶ Γαΐου Φαβίου Πίκτωρος Πικένται πόλεμον ἐκίνησαν. χρόνου δὲ διελθόντος οὐ πολλοῦ παρὰ τῶν ἑξῆς ὑπάτων Πουβλίου Σεμπρωνίου καὶ Ἀππίου Κλαυδίου κατεπολεμήθησαν, ὥστε καἰ θριάμβῳ γενέσθαι χώραν. τότε δὴ καὶ πόλεις παρὰ Ῥωμαίοις ᾠκοδομήθησαν Ἀρίμινός τε ἐν Γάλλοις καὶ Βενεβεντὸς ἐν Σαμνίῳ.

  37. 2.17.1

    Μάρκου δὲ Ἀτιλίου Ῥηγούλου καὶ Λουκίου Ἰουνίου Λίβωνος ἐλθόντων ἐπὶ τὴν ἀρχήν, κατὰ Σαλεντίνων ἐδογματίσθη πόλεμος: ἡττήθησαν δὲ καὶ τῆς πόλεως ἐξέπεσαν τῆς ἑαυτῶν καὶ μετὰ τούτων Βρουνδισηνοί. καθ̓ ὧν ἁπάντων οἱ νικήσαντες ἐθριάμβευσαν.

  38. 2.18.1

    Τετρακοσιοστῷ δὲ καὶ ἑβδομηκοστῷ τῆς πόλεως ἐπὶ πολὺ λοιπὸν ἦν καὶ παρὰ πᾶσι λαμπρὸν τὸ τῆς Ῥώμης ὄνομα: οὔπω δὲ τῆς Ἰταλίας ἐκτὸς αὐτοῖς συνεκεκρότητο πόλεμος. τότε τοίνυν βουληθέντες τὸ τῶν πολιτῶν γνῶναι πλῆθος ἀπογραφὴν ἐποιήσαντο καὶ συνηριθμήθησαν ἀνδρῶν ἐννέα καὶ εἴκοσι μυριάδες καὶ δισχίλιοι διακόσιοι τριάκοντα τέσσαρες: καίτοι παρὰ πάντα τὸν ἔμπροσθεν χρόνον οὐδεμιᾶς γενομένης ἀνακωχῆς πολέμου. ἐν ταύτῃ τῇ δυνάμει τῆς πόλεως πρὸς Ἄφρους αὐτοῖς ὁ πρότερος κινεῖται πόλεμος, Ἀππίου Κλαυδίου καὶ Κύντου Φαβίου τὴν ὕπατον ἐχόντων ἀρχήν. γίνεται τοίνυν ἐν τῇ Σικελίᾳ συμπλοκή: καὶ νικήσας ὁ Κλαύδιος Ἄφρους τε καὶ τὸν βασιλέα Σικελίας Ἱέρωνα καθ̓ ἑκατέρων ἐθριάμβευσε.

  39. 2.19.1

    Τῷ δὲ ἐξῆς ἐνιαυτῷ Οὐαλέριος Μάρκος καὶ Ὠτακίλιος Κράσος ὕπατοι μεγάλα κατὰ τὴν Σικελίαν εἰργάσαντο. Ταυρομένιον γὰρ καὶ Κατάνην καὶ πεντήκοντα πρὸς ταύταις ἑτέρας πόλεις τῇ Ῥωμαϊκῇ συνῆψαν ἀρχῇ. τρίτῳ δὲ ἔτει τοῦ πρὸς Ἄφρους πολέμου παρασκευῆς ἐπὶ τὸν βασιλέα γενομένης Ἱέρωνα φθάνει τὴν μάχην Ἱέρων καὶ μετὰ τῆς συγκλήτου τῆς ἐκ Συρακουσίων αἰτεῖ παρὰ τῶν Ῥωμαίων εἰρήνην ἐπὶ διακοσίοις ἀργυρίου ταλάντοις καὶ λαμβάνει. τρέπεται τοίνυν ἡ παρασκευὴ ἐπὶ τοὺς Ἄφρους καὶ ἡττῶνται: καὶ θριαμβεύει κατ̓ αὐτῶν ὁ νενικηκώς.

  40. 2.20.1

    Ἔτει δὲ πέμπτῳ τοῦ προτέρου πρὸς Ἄφρους πολέμου, Γαΐου Δουελλίου καὶ Γνέου Κορνηλίου Ἀσιανοῦ κατεστηκότων ὑπάτων ἐναυμάχησαν Ῥωμαῖοι τοῦτο πρῶτον ἐν θαλάττῃ πολεμοῦντες: ναυσί τε ἐχρῶντο μακραῖς, ἃς αὐτοὶ μὲν ἐκάλουν ῥωστράτας ἀπὸ τοῦ τὰς πρώρας αὐτῶν ὀρνέων τινῶν μιμεῖσθαι ῥάμφη: λιβύρνα δὲ ἡ συνήθεια προσαγορεύει. κατὰ ταύτην δὲ τὴν ναυμαχίαν ἐξ ἀπάτης ὑπὸ τοῖς πολεμίοις ἐγένετο Κορνήλιος: κρατῶν γὰρ τοῖς ὅπλοις δόλῳ τῶν Ἄφρων ὡσανεὶ σπονδὰς αἰτούντων τῆς αὐτῶν ἐπιβὰς τριήρους συνελήφθη τε καὶ δεθεὶς ἀπήχθη. Δουέλλιος δὲ ἐπεξελθὼν τῇ μάχῃ νικᾷ τὸν στρατηγὸν τῶν πολεμίων μίαν τε καὶ τριάκοντα ναῦς αἱρεῖ, δέκα καὶ τέσσαρας ἑτέρας καταποντίσας: ἑπτὰ δὲ χιλιάδας αἰχμαλώτων ὑφ̓ ἑαυτὸν κατεστήσατο, τρεῖς δὲ διέφθειρε χιλιάδας σιδήρῳ τε καὶ τοῖς ὕδασιν νίκην τε κατεπράξαντο Ῥωμαῖοι, ἧς ἄλλην οὐχ ἡγήσαντο λαμπροτέραν οὐδ̓ αὖ χαριεστέραν, ἐπειδήπερ ὡμολογημένου τοῦ κατὰ γῆν κράτους κρείττους καὶ κατὰ θάλατταν ὤφθησαν, ἐν ᾗ πλεονεκτεῖν Ἄφροι τὸ πρὶν ἐνομίζοντο. Γαΐου δὲ Ἀκυλίου Φλώρου καὶ Λουκίου Σκηπίωνος διαδεξαμένων τὴν ὑπατείαν Κορσίκη καὶ Σαρδὼ πάντα τρόπον πολιορκηθεῖσαι πολύ τε ἀποβαλοῦσαι πλῆθος ἀνδρῶν αἰχμαλώτων ὑπὸ τοῖς ὑπάτοις γενομένων ἀφορμὴ θριάμβου τοῖς νενικηκόσιν ἐγένοντο.

  41. 2.21.1

    Λουκίου δὲ Μανιλίου Βούλσωνος καὶ Μάρκου Ἀτιλίου Ῥηγούλου τὴν ἀρχὴν ὑποδεξαμένων ἐκ τῆς Ἰταλίας τε καὶ Σικελίας ἐπὶ τὴν Ἀφρικὴν ὁ πόλεμος μετηνέχθη: καὶ γίνεται ναυμαχία καρτερὰ πρὸς Ἀμιλκάρην τὸν τῶν πολεμίων στρατηγόν. καθ̓ ἣν τέσσαρας καὶ ἑξήκοντα ναῦς οἱ Ῥωμαῖοι καταποντίσαντες τὸν μὲν στρατηγὸν ἔτρεψαν εἰς φυγήν, ἀπέβαλον δὲ καὶ αὐτοὶ δύο καὶ εἴκοσι ναῦς. ἀποβάντες δὲ εἰς τὴν πολεμίαν γῆν εὐθὺς μὲν Κλιπέαν εἷλον ἐπιφανῆ τῶν Ἄφρων πόλιν: δρόμος δὲ ἦν αὐτοῖς ἐπὶ τὴν Καρχηδόνα: πᾶν δὲ ὃ διῆλθον ἐκπολιορκήσαντες ἐχωρίσθησαν: καὶ Μανίλιος μὲν εἰς τὴν Ῥώμην ἐπανῆκε μετὰ λαμπρᾶς νίκης ἑπτὰ καὶ εἴκοσι χιλιάδας αἰχμαλώτων ἄγων. Ῥήγουλος δὲ προσμείνας ἔτι τοῖς πράγμασιν ἐπανέλαβεν ἐπ’ αὐτῆς τῆς Ἀφρικῆς τὴν μάχην τρισὶ τῶν πολεμίων στρατηγοῖς ἀντιπαραταξάμενος. περιγενόμενος δὲ τοῦ πολέμου ὀκτώ τε καὶ δέκα χιλιάδας ἀνελὼν καὶ πέντε ζώντων ἑλὼν ἐλέφαντάς τε ὀκτὼ καὶ δέκα ληϊσάμενος ἑβδομήκοντα καὶ τέσσαρας πόλεις ὑποσπόνδους τῇ Ῥώμῃ συνῆψε τάξας αὐταῖς οὓς ἐβουλήθη φόρους. ἐνταῦθα λοιπὸν οἱ Ἄφροι κεκμηκότων αὐτοῖς τῶν πραγμάτων εἰρήνην αἰτοῦσιν: οὐ δεξαμένου δὲ τὴν ἱκετείαν Ῥηγούλου συνθήκας δὲ ἀπαιτοῦντος τῶν σπονδῶν ἀπηνεῖς τε καὶ τραχείας, Λακεδαιμονίους ἐπεκαλέσαντο πρὸς συμμαχίαν. καὶ πέμπεται αὐτοῖς στράτευμα Λακωνικὸν ὑφ̓ ἡγεμόνι Ξανθίππῳ: συγκροτηθέντος οὖν πολέμου μεταπίπτει τῷ Ῥηγούλῳ τὰ τῆς τύχης: ἡττᾶται γὰρ ἧτταν οὕτω μεγάλην, ὥστε πάσης μὲν τῆς στρατιᾶς δισχιλίους διαφυγεῖν μόνους, αὐτὸν δὲ μετὰ πεντακοσίων ὑπὸ τοῖς πολεμίοις γενόμενον δεθῆναι, τρεῖς δὲ χιλιάδας ἀνδρῶν μαχιμωτάτων πεσεῖν.

  42. 2.22.1

    Ἀλλ̓ οἱ μετὰ τούτους ὕπατοι Μάρκος Αἰμίλιος Παῦλος καὶ Σέρβιος Φούλβιος τὴν μὲν κατὰ τὸν πόλεμον δυσπραγίαν ἐπηνώρθωσαν, οὐδὲ αὐτοὶ δὲ συμφορᾶς ἔξω κατέστησαν: τριακοσίαις γὰρ ναυσὶ συμμίξαντες τοῖς Ἄφροις ὑπερέσχον, ὥστε τέσσαρας μὲν καὶ ἑκατὸν νῆας καταποντίσαι, τριάκοντα δὲ μετὰ τῶν ἐν αὐταῖς μαχομένων ἑλεῖν, ἀνδρῶν δὲ δεκαπέντε χιλιάδας τὰς μὲν διαφθεῖραι τὰς δὲ αἰχμαλώτους ἀπάγειν, τὸ δὲ στράτευμα τὸ οἰκεῖον πᾶσι χρήμασι τοῖς ἐκ τῆς λείας πλουσιώτατον ἀποφῆναι. οὐδὲν δ̓ ἂν ἐκώλυσε δουλεῦσαι τότε τοὺς Ἄφρους, εἰ μὴ λιμὸς ἐπελθὼν προαπήγαγε τὴν στρατιὰν τοῦ τέλους. ἐν οὕτω λαμπροῖς τοῖς κατὰ τὴν μάχην καὶ μετὰ τοσούτων λαφύρων ἐπανιόντα τὸν στόλον σχεδὸν ἅπαντα θαλάσσιος κλύδων κατειργάσατο καὶ τοσοῦτον ἐγένετο ναυάγιον, ὥστε ἐκ τετρακοσίων καὶ ἑξήκοντα καὶ τεσσάρων νηῶν ὀγδοήκοντα μόνας ἀθλίως διασωθῆναι. οὐδείς τε χρόνος τοσοῦτον χειμῶνα μνήμῃ παραδέδωκεν ἀνθρώπων οὐδὲ τοσοῦτον σύμπτωμα θαλάσσιον. οὐ μὴν τοῦτο παρέλυσε τὸ φρόνημα τὸ Ῥωμαϊκὸν οὐδὲ ἀφεῖλέ τι τῆς ἀκμῆς: παραχρῆμά τε διακοσίας ἐπισκευασάμενοι ναῦς πρὸς ἑτέρας παρεσκευάσαντο ναυμαχίας.

  43. 2.23.1

    Οἱ οὖν ἑξῆς ὕπατοι Γναῖος Σερβίλιος Κηπίων καὶ Γάϊος Σεμπρώνιος Βλαῖσος ἑξήκοντα καὶ διακοσίαις ναυσὶν ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν καὶ τινὰς μὲν τῶν πόλεων ἑ??ʼλον, λαφύρων δὲ ἐμπλήσαντες τὰς ναῦς ἀπῄεσαν. ἀλλὰ καὶ τούτοις χειμὼν διέφθειρεν τὴν εὐπραγίαν ναυαγίῳ περὶ τὸ πλεῖστον τοῦ στόλου χρησαμένοις. αὗται τοίνυν αἱ συμφοραὶ ἀλλήλαις ἐφάμιλλοί τε καὶ συνημμέναι τὴν περὶ τὸ ναυμαχεῖν προθυμίαν ἐξέβαλον τῶν Ῥωμαίων: δόγμα τε ἡ σύγκλητος ἐποιήσατο μηκέτι ταῖς κατὰ θάλατταν χρῆσθαι μάχαις μηδὲ ναῦς ἔχειν πλὴν ἑξήκοντα, φυλακῆς ἕνεκα τῶν Ἰταλῶν ὁρίων πρὸς τὰς ἔξωθεν ἐκ θαλάττης ἐφόδους.

  44. 2.24.1

    Λουκίου δὲ Καικιλίου Μετέλλου καὶ Γαΐου Φουρίου Πλακίδου πρὸς τὴν ὑπατείαν κληθέντων, γίνεται μάχη περὶ τὴν Σικελίαν πρὸς Ἄφρους, ἑνὸς τῶν ὑπάτων Μετέλλου στρατηγοῦντος: ἐν ταύτῃ νικᾶται τῶν Ἄφρων ὁ στρατηγὸς τριάκοντα μὲν καὶ ἑκατὸν ἐλέφαντας ὁπλίτας ἄγων, στρατιὰν δὲ πασῶν τῶν ἔμπροσθεν μεγίστην: καὶ πίπτουσι μὲν εἴκοσι χιλιάδες ἀνδρῶν, ἐλέφαντες δὲ ἐζωγρήθησαν παῤ αὐτὸν μὲν τὸν πόλεμον ἓξ καὶ εἴκοσι, τοὺς λοιποὺς δὲ οἱ συμμαχοῦντες αὐτῷ Νουμίδαι πλανωμένους συνέλαβόν τε καὶ παρεστήσαντο τῷ ὑπάτῳ. μετὰ θαυμαστῆς οὗν πομπείας εἰς τὴν Ῥώμην εἰσῆλθε, τῶν ἐλεφάντων μεγέθει τε καὶ πλήθει τὰς ὁδοὺς πληροῦντων. οὗτος ὁ πόλεμος ἠνάγκασε τοὺς Ἄφρους καταφυγεῖν ἐπὶ τὸν Ῥηγοῦλον, ὃν ἐν δεσμοῖς εἶχον, παρεκάλουν τε αὐτὸν συμπρεσβεῦσαι τοῖς ὑπ’ αὐτῶν πρὸς Ῥωμαίους ἐκπεμπομένοις, ὥστε αὐτοῖς γενέσθαι σπονδὰς καὶ τοὺς ἑκατέρων αἰχμαλώτους ἀντιδοθῆναι τοῖς οἰκείοις. τὸ μὲν οὗν πρῶτον ἀντιβολοῦντας αὐτοὺς ὁ Ῥηγοῦλος καίτοι δέσμιος ὢν ἀπεωθεῖτο,

  45. 2.25.1

    νικηθεὶς δὲ τῇ προσεδρείᾳ παραγίνεται μὲν εἰς τὴν Ῥώμην. δοθέντος δὲ αὐτῷ λόγου οὐδὲν ἠνέσχετο κατὰ Ῥωμαῖον καὶ ὑπατικὸν ἄνδρα πρᾶξαι φάσκων, ἀφ̓ ἧς ἡμέρας ὑπὸ τοῖς πολεμίοις ἐγένετο, τῆς Ῥωμαϊκῆς ἐκπεπτωκέναι πολιτείας: οὔτε οὖν τὴν γαμετὴν ἐδέξατο περιπλοκὰς ζητήσασαν: καὶ σύμβουλος γίνεται Ρωμαίοις μὴ προσέσθαι τοὺς Ἄφρους ἐπαγγέλλοντας εἰρήνην. περικεκόφθαι γὰρ αὐτοῖς τὰς δυνάμεις καὶ μήτε αὐτὸν μήτε τοὺς συνειλημμένους αὐτῷ ἀξιοχρέους ὑπειλῆφθαι χρῆναι πρὸς τοσούτων αἰχμαλώτων τῶν ἐξ Ἀφρικῆς κατεχομένων ἀντίδοσιν. ταῦτα συμβουλεύσας ἐκράτησε, πάντων τῶν αὑτοῦ τὰ τοῦ δήμου προθείς. οὗ δὴ καὶ τοῦτο γενναιότατον τῶν ἔργων. τῶν γὰρ πρεσβευτῶν ἀπράκτων ἀποπεμφθέντων συναπῆλθε καὶ ὁ Ῥηγοῦλος καὶ βουλομένων αὐτὸν τῶν πολιτῶν κατέχειν οὐκ εἶξεν, ὡς οὐ δυνάμενος πρέπον ἀξίωμα πολίτῃ Ῥωμαίῳ ἔχειν μετὰ τὴν παρὰ τοῖς Ἄφροις δουλείαν. τοσοῦτον ἦν τὸ φρόνημα τῶν Ῥωμαίων: ἐπεὶ τὸ τῶν ὅρκων, οὓς ἐδεδώκει τοῖς Ἄφροις, ἧ μὴν ἐπανήξειν εἰ μὴ καταπράξαι τὰς σπονδάς, οὐδὲν ἐκώλυε μένειν. ὁ γὰρ ἀρχιερεύς, ὁ καλούμενος παῤ αὐτοῖς πόντιφεξ, οὐκ εἶναι τὸ πρᾶγμα ἐπιορκίαν ἐκ τῶν ἱερῶν ἐψηφίσατο νόμων. ἐπανελθὼν οὗν πρὸς τὴν Ἀφρικὴν πολυτρόποις ἐξεδόθη κολάσεσιν, ἃς ἄλλοι ἄλλως ἐκδεδώκασιν. καὶ παῤ αὐταῖς τὸν βίον ἐτελεύτησεν.

  46. 2.26.1

    Ἐντεῦθεν Πούβλιος Κλαύδιος Ποῦλχρος καὶ Γάϊος Ἰούνιος ὕπατοι χειροτονηθέντες ἐπ’ ἴσης ἐδυσημέρησαν. Κλαύδιος μὲν γὰρ οὐκ ἀφοσιωσάμενος, ᾗ ὁ νόμος, ἐνεανιεύσατο κατὰ τῶν συμβόλων ʽαὐσπίκεια καλοῦσιν αὐτὰ Ῥωμαῖοι: σημεῖα δὲ ἦν ταῦτα δαιμονίως διδόμενα τοῖς ἐπὶ πόλεμον ἐξιοῦσἰ καὶ διὰ τοῦτο χεῖρον ἔσχεν ἐν τῇ κατὰ τῶν Ἄφρων μάχῃ, ὥστε ἐκ διακοσίων εἴκοσι νηῶν, αἷς ἐναυμάχει, τριάκοντα διασωθῆναι καὶ αὐτὸν μετ̓ αὐτῶν φυγεῖν: τὰς δὲ ἄλλας τὰς μὲν καταποντισθῆναι, τὰς δὲ ὑπὸ τοῖς πολεμίοις μετὰ τῶν ἐμπλεόντων πολεμιστῶν γενέσθαι: ὁ δὲ ἕτερος ὕπατος ναυαγίῳ τὰς ναῦς ἀποβαλὼν τὸ στράτευμα σῶον ἐπανήγαγεν. ἐπ’ αὐτῇ γὰρ τῇ χέρσῳ ἐφθάρησαν αἱ νῆες, ὥστε τοὺς ἄνδρας ἄνευ πόνου τῆς γῆς ἐφικέσθαι.

  47. 2.27.1

    Μετὰ τούτους ὕπατὁ??ʼ γίνονται Γάϊος Λουτάτιος Κατοῦλος καὶ Αὖλος Ποστούμιος Ἀλβῖνος. τρίτον δὲ ἦν τοῦτο καὶ εἰκοστὸν ἔτος τοῦ πρὸς Ἄφρους πολέμου. Κατοῦλος τοίνυν τὰς πρὸς Ἄφρους ἐκλεξάμενος τριακοσίαις ναυσὶν ἐπ’ αὐτοὺς ἐχώρησεν, ἐκεῖνοι δὲ τετρακοσίαις ἀντεπαρετάξαντο. τοσούτῳ δὲ οὔτε πώποτε ἔμπροσθεν στόλῳ ἀλλήλοις οὗτοι οἱ δῆμοι συνέμιξαν. ἀλλὰ καὶ αὐτὸς ὁ Κατοῦλος ἐπέβη τῆς νεὼς ἀρρωστῶν: τέτρωτο γὰρ ἐν τῇ προτέρᾳ μάχῃ. συμμιξάντων δὲ αὐτῶν περὶ τὸ Λιλύβαιον τῆς Σικελίας τοσαύτην ἐπεδείξαντο Ῥωμαῖοι τὴν προθυμίαν, ὡς ἑξήκοντα μὲν ναῦς πολεμίας ἑλεῖν, πέντε δὲ καὶ εἴκοσι καὶ ἑκατὸν καταποντίσαι, δύο δὲ καὶ τριάκοντα χιλιάδας αἰχμαλώτων ἀνδρῶν λαβεῖν, τρισκαίδεκα δὲ διαχρήσασθαι καὶ πάντα δὲ τὸν πλοῦτον ʽἐτύγχανον γὰρ αὐτὸν ἐναποθέμενοι ταῖς ναυσὶ τῷ μεγέθει τοῦ στόλου πεποιθότες οἱ πολέμιοἰ ἑαυτῶν ποιήσασθαι. τῶν Ῥωμαίων δὲ αὐτῶν δυοκαίδεκα νῆες διεφθάρησαν. ὁ μὲν οὗν πόλεμος ὁ αὐτὸς συνέστη πρὸ ἓξ εἰδῶν Μαρτίων κατὰ τοὺς Ῥωμαίους. Ἄφροι δὲ παραχρῆμα τὴν εἰρήνην ἐπήγγειλαν: καὶ ταύτην ἔδοσαν οἱ Ῥωμαῖοι λαβόντες τοὺς αἰχμαλώτους τοὺς ὑπὸ τοῖς Ἄφροις ὄντας: ὧν δὲ αὐτοὶ κατεῖχον, προσκομιζόντων λύτρα τῶν Ἄφρων οὐκ ἐδέξαντο, ἀλλὰ καὶ αὐτοὶ προῖκα διαφῆκαν: εἰ δέ τινες ἦσαν ὑπὸ δεσπόταις ἐκ δημοσίας πράσεως γεγενημένοι, τούτων ἐψηφίσαντο τὰ τιμήματα καταβληθῆναι τοῖς ἐωνημένοις. καὶ οὐδὲ ταῦτα τοὺς Ἄφρους ἐζημίωσαν, ἀλλὰ τὸν ταμίαν τῶν δημοσίων χρημάτων ἀπαριθμῆσαι προσέταξαν.

  48. 2.28.1

    Μεταστάσης δὲ τῆς ἀρχῆς ἐπὶ Κύντον Λουτάτιον καὶ Αὖλον Μάλλιον ἐπηνέχθη Φαλίσκοις πόλεμος ʽπόλις δὲ ἦν αὕτη τῆς Ἰταλίας δυνατωτάτἠ: καὶ τούτων ἑκάτεροι κατώρθωσαν ὕπατοι ἐν ἓξ ταῖς πάσαις ἡμέραις, μυρίων μὲν καὶ πεντασχιλίων πεσόντων ἐκ τοῦ στρατεύματος τῶν πολεμίων, τοῖς δὲ λοιποῖς εἰρήνης, δοθείσης, ἐφ̓ ἡμίσει τῆς γῆς, ὃ Ῥωμαίοις ἔδοξε γενέσθαι.

  49. 3.1.1

    Οὕτω μὲν οὗν ὁ πρὸς Ἄφρους ἔληξε πόλεμος εἴκοσι καὶ τρισὶ παρεκταθεὶς ἐνιαυτοῖς. Ῥωμαῖοι δὲ ἤδη γνωριμώτατοι παρὰ πᾶσι γεγενημένοι πρέσβεις ἀπέστειλαν πρὸς τὸν Αἰγύπτου βασιλεύοντα Πτολεμαῖον, ὑπισχνούμενοι συμμαχίαν αὐτῷ κατὰ τοῦ Σύρων βασιλεύοντος Ἀντιόχου. ὁμολογήσας δὲ Πτολεμαῖος τῇ πρεσβείᾳ χάριν οὐκ ἐδεήθη τῆς συμμαχίας, ἐπειδήπερ εἶχεν ἤδη πέρας ἐκεῖνος ὁ πόλεμος. κατὰ δὲ τὸν αὐτὸν χρόνον τῆς Σικελίας βασιλεὺς Ἱέρων δυνατώτατος τῶν πώποτε εἰς τὴν Ῥώμην ἀφίκετο μεθέξων τῆς τελουμένης αὐτόθι θέας. σῖτόν τε εἴκοσι μυριάδας ἐδωρήσατο τῷ δήμῳ.

  50. 3.2.1

    Ἡνίκα δὲ Ἱέρων κατέλαβε τὴν Ῥώμην, Λούκιος Κορνήλιος Λεντοῦλος καὶ Φούλβιος Φλάκκος ὕπατοι κατὰ Λιγούρων ἤραντο πόλεμον ἐντὸς τῶν Ἰταλῶν ὁρίων καὶ νίκης γενομένης ἐθριάμβευσαν. Καρχηδόνιοι δὲ παρεγχειροῦντες ταῖς σπονδαῖς τοὺς Σάρδους, οὓς αἱ συνθῆκαι Ῥωμαίοις ὑπακούειν ἠβούλοντο, παρηρέθιζον καὶ ἔπειθον ἀντιτάττεσθαι. τοῦ δὲ πράγματος εἰς φῶς κεχωρηκότος πρεσβεία Καρχηδονίων παραγενομένη τὴν εἰρήνην ἐκύρωσεν

  51. 3.3.1

    Ὑπάτων τε ἀναδειχθέντων Τίτου Μαλλίου Τορκουάτου καὶ Γαΐου Ἀτιλίου Βούσκλου θρίαμβος μὲν γίνεται κατὰ Σάρδων μάχῃ κρατηθέντων. μετὰ δὲ τοῦτο πᾶς πανταχόθεν ἐπέπαυτο πόλεμος καρτερά τε ἦν ἡσυχία, οἵαν οὐδενὶ χρόνῳ συνέβη γενέσθαι πλὴν ἐπὶ Νουμᾶ Πομπιλίου, ὃς μετὰ Ῥωμύλον ἐβασίλευσε.

  52. 3.4.1

    Διαδεξαμένων δὲ τὴν ὑπατείαν Λουκίου Ποστουμίου Σαβίνου καὶ Γναίου Φαβίου Κεντουμάλου πόλεμος συνέστη πρὸς Ἰλλυρίους Ῥωμαίοις: καὶ πρότερον μὲν αἱ πλεῖσται τῶν πόλεων, μετὰ δὲ ταῦτα καὶ οἱ βασιλεῖς τῆς χώρας ἐκείνης τοῖς ὑπάτοις ἑαυτοὺς ἐνεχείρισαν.

  53. 3.5.1

    Μετὰ τούτους Λουκίου Αἰμιλίου διαδεξαμένου τὴν ἀρχὴν πλῆθος Γάλλων ὑπὲρ ἀριθμὸν ἐπὶ τὴν Ἰταλίαν ὥρμησε καὶ τὰς Ἄλπεις ἤδη ʽὄρος δὲ ἐστι τοῦτο Γάλλους Ἰταλῶν διορίζον̓ ὑπερεβεβήκεσαν. ἔνθα δὴ πάσης ὁμοῦ τῆς Ἰταλίας ἐγένετο σύμπνοια καὶ συνεκροτήθη συμμαχικὸν εἰς ὀκτὼ μυριάδας, ὡς ὁ τῆς ἱστορίας συγγραφεὺς ἐξηγήσατο Φάβιος καὶ αὐτὸς τοῦ πολέμου κεκοινωνηκώς. ἀλλ̓οὐ δεηθεὶς τῶν συλλεγέντων ἐπικούρων Αἰμίλιος μετὰ τῆς αὑτοῦ στρατιᾶς κατειργάσατο τοὺς πολεμίους, ὥστε τεσσαράκοντα χιλιάδας πεσεῖν καὶ τὴν νίκην διὰ τοῦτο τῇ ψήφῳ τῆς πόλεως ἐθριάμβευσεν.

  54. 3.6.1

    Ἐπὶ πλεῖστον δὲ ἡσυχάσαντες οἱ Γάλλοι πολλοῖς ὕστερον χρόνοις πάλιν ἤρξαντο πόλεμον ἐντὸς τῆς Ἰταλίας πρὸς τοὺς Ῥωμαίους: ὕπατοι δὲ ἦσαν Μάρκος Κλαύδιος Μάρκελλος καὶ Γνέος Κορνήλιος Σκηπίων: ἀλλ̓οὐκ εἰς μακρὰν κατελύθησαν. Μάρκελλος γὰρ ἵππον οὐ πολλὴν ἄγων νικᾷ τε αὐτοὺς μάχῃ καὶ τὸν βασιλέα Βουριδόμαρον αὐτοχειρὶ διεχρήσατο. ἐφεξῆς δὲ μετὰ τοῦ συνυπάτου τὸν πάντα κατορθώσας πόλεμον καὶ τὴν Μεδιόλανον ἑλὼν πολύν τε συναγείρας χρημάτων ὄγκον ἐθριάμβευσεν ἐπὶ τῶν ὤμων τὰ λάφυρα φέρων τοῦ πεσόντος βασιλέως.

  55. 3.7.1

    Μάρκου δὲ Μινουκίου Ῥούφου καὶ Πουβλίου Κορνηλίου τὴν ἀρχὴν ἐκδεξαμένων πρὸς Ἴστρους ἐγένετο πόλεμος, ἐπειδὴ τὸν Ῥωμαϊκὸν ἐλῄστευον στόλον: καὶ πάντες ὑπὸ Ῥωμαίοις ἐγένοντο. ὑπὸ δὲ τὸν αὐτὸν τοῦτον χρόνον δεύτερος ἐπῆλθε Ῥωμαίοις ἐξ Ἀφρικῆς πόλεμος Ἀννίβου Καρχηδονίοις στρατηγοῦντος, ὃς ἔτη γεγονὼς εἴκοσι τὴν Σάγουντον Ἱσπανία πόλιν Ῥωμαίοις ὑπόσπονδον οὖσαν ἐνεστήσατο πολιορκεῖν. καὶ συλλέξας στρατείαν εἰς τεσσαρεσκαίδεκα μυριάδας ἀνδρῶν εἴχετο τοῦ ἔργου. τοῦτο γνόντες οἱ Ῥωμαῖοι πρεσβείαν ἐπ’αὐτὸν στέλλουσι προαγορεύοντες αὐτῷ τῆς πολιορκίας ἀπέχεσθαι. μὴ πεισθέντος δὲ πρεσβεύονται πρὸς Καρχηδονίους, ὥστε ἀποστῆσαι τὸν Ἀννίβαν τῆς κατὰ τῶν οἰκείων ἐφόδου. οἱ δὲ τὸ καθῆκον ὑπερβάντες θρασύτερον ἀπεκρίναντο. παρασυρομένου δὲ τοῦ χρόνου μετὰ πολλὴν τὴν προσεδρείαν λιμῷ νικηθέντες οἱ Σαγούντιοι σφᾶς αὐτοὺς ἐξέδωκαν καὶ μεγίστης ἐπειράθησαν ὠμότητος ἐνεκρίθη τοίνυν παρὰ Ῥωμαίοις πρὸς Ἄφρους πόλεμος, ὅτε σαφῶς ἀπεδείχθησαν παραβεβηκότες τὰς σπονδάς.

  56. 3.8.1

    Καὶ Πούβλιος μὲν Κορνήλιος Σκηπίων μετὰ τοῦ στρατεύματος ἔδραμεν ἐπὶ τὰς Ἱσπανίας: Τιβέριος δὲ Σεμπρώνιος Γράκχος ἐπὶ τὴν Σικελίαν. ὁ τοίνυν Ἀννίβας καταλιπὼν ἐν Ἱσπανίαις τὸν ἀδελφὸν Ἀσδρούβαν ὑπερῆλθε τὸν Πυρρηναῖον καὶ τὰς καλουμένας Ἄλπεις αὐτῷ πρώτῳ γενομένας τότε βασίμους. εἵπετο δ̓αὐτῷ στρατιὰ εἰς τὴν Ἰταλίαν ἰόντι πεζῶν ὀκτὼ μυριάδες καὶ ἱππέων δέκα χιλιάδες ἐλέφαντές τε ἑπτὰ καὶ τριάκοντα. προϊὼν δὲ προσελάμβανεν, ὅσοις ἐντύχοι. Λίγουρες γοῦν καὶ Γάλλοι προσέθεντο. ταῦτα γνοὺς Σεμπρώνιος Γράκχος ἀπὸ τῆς Σικελίας μετέστησε τὴν στρατιὰν εἰς Ἀρίμινον.

  57. 3.9.1

    Καὶ πρότερον μὲν ἀπήντησε τοῖς Ἄφροις ὁ Σκηπίων: καὶ συμμίξας ἧττόν τε ἔσχε τραπέντος αὐτῷ τοῦ στρατοῦ καὶ τιτρώσκεται καὶ εἰς τὴν παρεμβολὴν καταφεύγει. Γράκχος δὲ συνεπλάκη μὲν καὶ αὐτὸς ἐπὶ τὸν Τέβριον, μετὰ δὲ τῆς ἴσης ἀνεχώρησε τῷ Σκηπίωνι τύχης: ἐκ τούτου πολλοὶ τῶν Ἰταλῶν παρέδοσαν ἑαυτοὺς τοῖς πολεμίοις: λαμπρός τε ὢν ἐκ τούτων Ἀννίβας τῶν προοιμίων συνέμιξε τῷ Φλαμινίῳ τὴν ὑπατικὴν στρατιὰν ἄγοντι: καὶ αὐτόν τε καὶ τὸ σὺν αὐτῷ στράτευμα διεχρήσατο, ἐγγὺς πέντε καὶ εἴκοσι χιλιάδας, τῶν λοιπῶν φυγῇ σωθέντων. πέμπεται λοιπὸν πρὸς αὐτὸν ὁ Φάβιος δικτάτωρ ἀναδειχθείς, ὃς ἀεὶ μὲν ἀναβαλλόμενος τὴν μάχην, ἀεὶ δὲ αὐτὴν προσδοκᾶσθαι ποιῶν ἀνέκοπτε τῆς πολλῆς ὁρμῆς τὸν στρατηγὸν τῶν Ἄφρων: καὶ ποτε ἀπροσδόκητος εἰς χεῖρας ἐλθὼν ἐκ τοῦ κρείττονος ἀνεχώρησε.

  58. 3.10.1

    Πεντακοσιοστοῦ δὲ καὶ τεσσαρακοστοῦ τῆς πόλεως ἔτους Αἰμίλιος Παῦλος καὶ Πούβλιος Τερέντιος Βάρρων ὕπατοι χειροτονηθέντες ἐδέξαντο παρὰ τοῦ Φαβίου τὴν ἐξουσίαν: ὃς χωριζόμενος τῶν πραγμάτων συνεβούλευε τοῖς ὑπάτοις τοῖς αὐτοῦ κατακολουθεῖν περὶ τὴν μάχην ἴχνεσι καὶ τὴν συμπλοκὴν ἀναβάλλεσθαι, κωλύοντας μὲν ἐπιφερομένους, συμμίξαι δὲ παραιτουμένους. τοῦτον γὰρ εἶναι μόνον τῆς νίκης τῆς κατ̓ἐκείνου τὸν τρόπον. ἀτιμάσας δὲ ταύτην Βάρρων τὴν παραίνεσιν εἱλκύσθη πρὸς συμπλοκὴν τοῦ Παύλου κωλύοντος καὶ τῶν τοῦ Φαβίου λόγων ἀναμιμνήσκοντος: συνέμιξαν τοίνυν ἐν Κάνναις χωρίῳ τῆς Ἀπουλίσ̔??ʼ: καὶ νικᾶται τῶν ὑπάτων ἑκατέρων τὸ στράτευμα. πίπτει μὲν γὰρ ἕτερος τῶν ὑπάτων, ὁ Παῦλος, ὑπατικοὶ δὲ ἄνδρες καὶ πραιτώριοι ἀμφὶ τοὺς εἴκοσι: συγκλητικοὶ δὲ σὺν τοῖς ἀπαχθεῖσιν αἰχμαλώτοις τριάκοντα: ἐπιφανεῖς δὲ ἄλλως τριακόσιοι: τοῦ δὲ λοιποῦ τῶν μαχομένων πλήθους πεζῶν μὲν τεσσαράκοντα χιλιάδες, ἱππέων δὲ τρεῖς καὶ πεντακόσιοι. τῆς δὲ ἀντιπάλου στρατιᾶς ἔπεσον μὲν καὶ αὐτοῖς οὐκ ὀλίγοι: σχεδὸν δὲ ἅπαντες ἐγένοντο τραυματίαι. οὗ δὴ καὶ θαυμάσαι τοὺς Ῥωμαίους ἐστὶ τοῦ φρονήματος. τοσαύτῃ γὰρ ἐμπεσόντες συμφορᾷ, οἵαν οὔτε ὁ παρελθὼν ἤνεγκε χρόνος οὔτε ὁ μέλλων οἴσειν ἠλπίζετο, μνήμην εἰρήνης οὐκ ἐποιήσαντο: τὸ μέντοι μέγεθος ἐδείχθη τοῦ κακοῦ τῷ καινῷ τῆς στρατολογίας: τότε γὰρ δὴ πρῶτον ἐλευθερίας ἀξιωθέντες οἰκέται εἰς στρατείαν ἐξεδόθησαν.

  59. 3.11.1

    Συνέβη δὲ, ὅπερ ἐν τοῖς τοιούτοις φιλεῖ, τοὺς ὑπηκόους συμμεταστῆναι τῇ τύχῃ καὶ τὰς ὑπὸ Ῥωμαίοις ὁ??ʼσας Ἰταλικὰς πόλεις τὸν Ἀννίβαν ὑποδέξασθαι. Ἀννίβας δὲ γαυριῶν τοῖς κατωρθωμένοις ἐξουσίαν ἔδωκε τοῖς Ῥωμαίοις ἐξωνήσασθαι τοὺς αἰχμαλώτους. οἱ δὲ ἔφασαν οὐχ ἡγεῖσθαι πολίτας, οἳ μεθ̓ ὅπλων ὄντες ὑπὸ τοῖς πολεμίοις ἐγένοντο. τότε τοίνυν ποικίλως αὐτοὺς πρότερον αἰκισάμενος ἅπαντας διεχρήσατο τρεῖς τε μεδίμνους δακτυλιδίων εἰς ἀπόδειξιν τῶν ἀνῃρημένων τοῖς Καρχηδονίοις ἐξέπεμψεν, οὓς τῶν νεκρῶν ἐξεῖλε σωμάτων. ἐν τούτοις δ̓ὄντος Ἀννίβου Σκηπίωνες ἄμφω τὸν Ἀσδρούβαν ἐν ταῖς Ἱσπανίαις διατρίβοντα ʽἦν δὲ οὗτος ἀδελφὸς Ἀννίβου καταλελειμμένος μετὰ πολλῆς στρατιᾶς, ὥστε τὰς Ἱσπανίας προσνεῖμαι τοῖς Ἄφροισ̓ καλοῦσιν εἰς μάχην καὶ νικῶσι νίκην λαμπράν: αἰχμαλώτους γὰρ εἷλον μυρίους ἄνδρας, ἀνεῖλον δὲ εἴκοσι καὶ πέντε χιλιάδας. τοῦτο γνόντες οἱ Καρχηδόνιοι πέμπουσιν ἑτέραν αὐτῷ στρατιάν, δώδεκα μὲν πεζῶν χιλιάδας, τέσσαρας δὲ ἱππέων, ἐλέφαντας δὲ εἴκοσι.

  60. 3.12.1

    Τετάρτῳ δὲ ἔτει τῆς διατριβῆς Αννίβου τῆς ἐν Ἰταλίᾳ Μάρκελλος ὕπατος χειροτονηθεὶς περὶ τὴν Νώλαν ʽπόλις δὲ ἐστιν αὕτη τῆς Καμπανίασ̓ συνεκρότησε πρὸς τὸν Ἀννίβαν πόλεμον καὶ νικᾷ τῇ μάχῃ. ἡττηθεὶς δὲ ὅμως ἐκεῖνος περὶ τὰς πόλεις ἐστρέφετο, τὰς μὲν πολιορκίᾳ, τὰς δὲ φόβῳ τῆς Ῥωμαϊκῆς ἀφιστὰς δυναστείας. τῆς γοῦν Ἀπουλίας καὶ Καλαβρίας καὶ Βρούττων τὰς πλείστας ἐφ̓ἑαυτῷ κατεστήσατο: τοσαύτη τε ἦν τῶν κατ̓αὐτὸν ἡ λαμπρότης, ὥστε καὶ Φίλιππον τῶν Μακεδόνων βασιλέα πρεσβείαν ὡς αὐτὸν στείλαντα συμμαχικὸν ὑποσχέσθαι κατὰ Ῥωμαίων: ὅρον δὲ εἶχεν ἡ ὑπόσχεσις τόνδε: καθαιρεθέντων εἰς ἅπαν Ῥωμαίων σύμμαχον καὶ αὐτὸν αὐτοῖς γενέσθαι πρὸς τὸν κατὰ τῶν Ἑλλήνων πόλεμον. ἀλλὰ συνέβη τοὺς ἐκ Μακεδονίας πρέσβεις τῷ Ῥωμαϊκῷ περιπεσεῖν στρατῷ: καὶ οὕτως ἐγένετο δήλη τοῖς Ῥωμαίοις ἡ Μακεδονικὴ πρεσβεία. πέμπουσι τοίνυν Λαιβῖνον μὲν ἐπὶ Μακεδόνας, Τορκούατον δὲ ἐπὶ Σαρδόνας: ἤδη γάρ τοι καὶ αὕτη Ῥωμαίων ἀποστᾶσα προσεκεχωρήκει τοῖς Ἄφροις.

  61. 3.13.1

    Τέσσαρας τοίνυν ἐνὶ χρόνῳ πολέμους ἐν διαφόροις τόποις εἶχον οἱ Ῥωμαῖοι: ἐν Ἰταλίᾳ πρὸς Ἀννίβαν, ἐν Μακεδονίᾳ πρὸς Φίλιππον, ἐν Σάρδοις πρός τε τοὺς ἐκ τῆς χώρας ἐκείνης καὶ πρὸς Ἀσδρούβαν, ἕτερον Ἄφρων στρατηγόν. τοῦτον Μάλλιος Τορκούατος ἐζώγρησε μάχῃ, πρότερον ἀποβαλόντα τῆς στρατιᾶς τῶν μὲν πεσόντων δέκα χιλιάδας, τῶν δὲ ἀπαχθέντων αἰχμαλώτων εἰς πεντακοσίους τε καὶ χιλίους. καὶ οὕτω Σάρδονες μὲν Ῥωμαίοις ἀπεδόθησαν: ὁ δὲ τοῦ πολέμου στρατηγὸς Μάλλιος ζῶντα τὸν Ἀσδρούβαν εἰσήγαγε τοῖς Ῥωμαίοις. οὕτω τούτων κεχωρηκότων νικᾷ καὶ Λαιβῖνος τὸν Φίλιππον: καὶ οἱ Σκηπίωνες ἐν Ἱσπανοῖς τόν τε Ἀσδρούβαν καὶ Μάγωνα καὶ αὐτὸν ἀδελφὸν Ἀννίβου.

  62. 3.14.1

    Δεκάτῳ δὲ ἔτει τῆς ἐπὶ τὴν Ἰταλίαν εἰσόδου τῶν Ἄφρων Σουλπίκιος μὲν καὶ Φούλβιος ἦσαν ὕπατοι. Ἀννίβας δὲ ἐπὶ τὴν πόλιν ἰὼν ἐν τετάρτῳ τῆς πόλεως ἐστρατοπεδεύσατο σημείῳ τινὰς τῶν ἱππέων μέχρις αὐτῶν προεκπέμψας τῶν πυλῶν. τῶν δὲ ὑπάτων μετὰ τῆς στρατιᾶς, ἐπειδὴ τὸν τῆς πόλεως ἤκουσαν κίνδυνον, ἐπιστάντων φοβηθεὶς ἐπὶ τὴν Καμπανίαν ἐχώρησεν. ἐντεῦθεν τὰ ἐν Ἱσπανίαις μεταπίπτει πράγματα, καὶ Σκηπίωνες ἄμφω πίπτουσι μαχόμενοι πρὸς Ἀσδρούβαν, οἱ πολλάκις αὐτοῦ κεκρατηκότες: τῷ στρατεύματι δὲ οὐδεμία συνέβη βλάβη, ἐπεὶ καὶ οἱ στρατηγοὶ τύχῃ μᾶλλον ἡττήθησαν ἢ τῇ περὶ τὸν πόλεμον ῥᾳθυμίᾳ. ὑπὸ δὲ τούτους αὐτοὺς τοὺς χρόνους Μάρκελλος τὸ πλεῖστον ἀνεκτήσατο τῆς Σικελίας ὑπὸ τοῖς Ἄφροις ἤδη γεγενημένον καὶ τὰς Συρακούσας εἷλε πολιορκίᾳ πολύν τε πλοῦτον ἐκεῖθεν προσεκτήσατο τοῖς Ῥωμαίοις. τότε καὶ Λαιβῖνος πρὸς τὸν Φίλιππον καὶ πολλὰς τῶν Ἑλληνικῶν πόλεων καὶ πρὸς Ἄτταλόν τινα Ἀσίας βασιλέα σπεισάμενος ἐπὶ τὴν Σικελίαν ὡρμήθη. Ἄννωνα δὲ τὸν Καρχηδονίων στρατηγὸν καὶ τὴν Ἀκραγαντίνων πόλιν ἑλών, ἣν ἐφρούρει, τὸν μὲν ἅμα τοῖς ἐπισημοτάτοις τῶν αἰχμαλώτων ἐπὶ τὴν Ῥώμην ἐξέπεμψεν: τεσσαράκοντα δὲ πόλεις τῆς Σικελίας ἑκούσας ἑλών, ἓξ δὲ καὶ εἴκοσι πολιορκίᾳ, οὕτως οἴκαδε ἐπανῆλθε. καὶ τότε πάσης ἐγένοντο Ῥωμαῖοι τῆς Σικελίας δεσπόται. λαμπρὸς οὖν ἐπὶ τούτοις ἐπανῆλθεν ὁ Λαιβῖνος. τούτων ἐν Σικελίᾳ πραττομένων Ἀννίβας ἐν Ἰταλίᾳ τῷ τε ὑπάτῳ Φουλβίῳ καὶ τῷ στρατεύματι προσπεσὼν ἐξαπιναίως ὀκτὼ χιλιάδας ἀναιρεῖ καὶ τὸν ὕπατον.

  63. 3.15.1

    Ἐν δὲ ταῖς Ἱσπανίαις μετὰ τὴν τῶν Σκηπιώνων τελευτὴν οὐκ ὄντος ἡγεμόνος τῷ στρατεύματι πέμπεται Σκηπίων ἕτερος, ὁ καλούμενος Πούβλιος, παῖς Σκηπίωνος τοῦ πρότερον ἐκεῖ πεπολεμηκότος, γεγονὼς μὲν ἔτη τέσσαρα καὶ εἴκοσι,τῶν δὲ κατ̓ αὐτὸν καὶ τῶν ἐφεξῆς ἁπάντων ἄριστος. οὖτος εὐθὺς ἐκ προοιμίων αἱρεῖ Καρχηδόνα τὴν ἐν Ἱσπανίαις, ὁμώνυμον τῇ μητροπόλει τῆς Ἀφρικῆς: αἱρεῖ δὲ τὸ χρυσίον ἅπαν καὶ τὸν ἄργυρον καὶ τὴν λοιπὴν τοῦ πολέμου παρασκευὴν τῶν Ἄφρων αὐτόθι κειμένην ὡς ἐν ὀχυρῷ χωρίῳ: καὶ τοὺς ὁμήρους δὲ σύμπαντας, οὓς ἐκ τῶν ἐπισήμων γενῶν ἐτύγχανεν Ἀννίβας εἰληφώς, τούτοις τὴν τῆς γῆς ἀσφαλιζόμενος κτῆσιν. γίγνεται δὲ καὶ τοῦ Μάγωνος ἐγκρατής, ὃς ἦν ἀδελφὸς ʽὡς ἔφην̓ Ἀννίβου. Ῥωμαῖοι μὲν ὁ??ʼν τὴν λείαν ἅπασαν καὶ Μάγωνα δεξάμενοι λαμπρὰν ἦγον ἑορτήν. ὁ δὲ Σκηπίων προσαγόμενος τοὺς Ἱσπανοὺς ἅπασιν ἀπέδωκε τοὺς ὁμήρους: καὶ τοῦτο πάντας ἐποίησε τοὺς Ἱσπανοὺς ὥσπερ ἐκ μιᾶς γνώμης προσθέσθαι Σκηπίωνι τε καὶ Ῥωμαίοις. μετὰ ταῦτα συμμίξας τοῖς Ἄφροις τρέπει μὲν τὸν Ἀσδρούβαν εἰς φυγήν, πολύν δὲ καὶ ἐκ ταύτης τῆς μάχης ἀνείλετο πλοῦτον.

  64. 3.16.1

    Οὕτω τῶν Ῥωμαϊκῶν διακειμένων Φάβιος ὕπατος καταστὰς ὑπηγάγετο Τάραντα, ἐν ᾗ πάντα τὸν ἐκ τοῦ πολέμου πλοῦτον παρακαταθέμενος ἐτύγχανεν Ἀννίβας. ἀνεῖλε δὲ καὶ τὸν ὑφηγεμόνα αὐτοῦ Καρθάλωνα: καὶ πέντε καὶ εἴκοσι χιλιάδας ἀνδρῶν, οὓς εἷλεν ἐν τῇ μάχῃ ζῶντας, ἀπέδοτο καὶ τὴν λοιπὴν πᾶσαν λείαν διένειμε τῷ στρατῷ, τὰ τιμήματα τῶν πεπραμένων αἰχμαλώτων μόνον τῷ Ῥωμαϊκῷ καθοσιώσας ταμιείῳ. τούτοις τοῦ Φαβίου τοῖς ἔργοις αἱ πρὸς Ἀννίβαν μεταστᾶσαι τῆς Ἰταλίας πόλεις μετετέθησαν ἐπὶ τοὺς Ῥωμαίους, τῶν οἰκούντων αὐτὰς κἀνταῦθα τοὺς ἡττημένους ἀπολιπόντων. τῷ δὲ μετὰ ταῦτα ἐνιαυτῷ Σκηπίων ἐν Ἱσπανοῖς αὐτός τε μεγαλουργῶν καὶ τὸν ἀδελφὸν Λούκιον Σκηπίωνα συνεργὸν ἔχων ἑβδομήκοντα πόλεις ἀνέβαλεν, αἳ προσεκεχωρήκεισαν τοῖς Ἄφροις. ἀλλ̓ ἐπὶ τῆς Ἰταλίας οὐκ ἦν ὅμοια τὰ Ῥωμαίων, Μαρκέλλου περιπεσόντος ἐνέδραις, ἃς ἔστησεν Ἀννίβας καὶ τὴν τελευτὴν οὕτω δεξαμένου.

  65. 3.17.1

    Σκηπίων δὲ τρίτον ἔτος ἤδη τὰ κατὰ τοὺς Ἱσπανοὺς διοικῶν προσέθηκε μεγάλοις μείζονα. τὸν γὰρ βασιλέα τῶν Ἱσπανῶν μεγάλῃ νικήσας μάχῃ μετὰ ταῦτα πρὸς αὐτὸν ἐσπείσατο. καὶ πρῶτος οὗτος ὁμήρων οὐκ ἐδεήθη: τοσοῦτον ἐθάρρει τοῖς ἔργοις.

  66. 3.18.1

    Ταῦτα γνοὺς Ἀννίβας ἀπέγνω τῶν Ἱσπανῶν ὡς οὐδενὸς ἀνθέξοντος Σκηπίωνι: καὶ μεταπέμπεται τὸν ἀδελφὸν Ἀσδρούβαν εἰς Ἰταλίαν μετὰ πάσης στρατιᾶς. ὃς ταῖς ὁδοῖς χρώμενος ταῖς ὑπὸ Ἀννίβου προηνυσμέναις, ἐνεδρευθεὶς ὑπὸ τῶν ὑπάτων Ἀππίου τε Κλαυδίου Νέρωνος καὶ Λιβίου τοῦ Σαλινάτωρος περὶ τὴν Σέναν τοῦ Πικηνοῦ πόλιν μετὰ πολὺν τὸν ἐν τῷ πολέμῳ πόνον καὶ ἢν ἐπεδείξατο μαχόμενος ἀνδρείαν αὐτός τε πίπτει καὶ τῆς στρατιᾶς ἁπάσης οἱ νενικηκότες ἐγένοντο κύριοι, πρὸς δὲ καὶ χρυσίου καὶ ἀργύρου πολλῶν ταλάντων, ἃ καὶ Ῥωμαίους ἐξέπληξεν. ἐντεῦθεν ἤρξατο λοιπὸν Ἀννίβας μὲν οὐκ ἀγαθὰς ἔχειν περὶ τοῦ πολέμου τὰς προσδοκίας: τοῖς Ῥωμαίοις δὲ ηὐξήθη τὸ τῶν ἐλπίδων: καὶ μετακαλοῦνται πρὸς ἑαυτοὺς τὸν Σκηπίωνα. καὶ ὁ μὲν παραγίνεται λαμπρὸς ἐπὶ μεγάλοις ὡς εἰκὸς ἔργοις.

  67. 3.19.1

    Καικιλίῳ δὲ καὶ Οὐαλερίῳ τοῖς ὑπάτοις πᾶσαι Βρούττων αἱ πόλεις ὑπὸ τῶν οἰκούντων παρεδόθησαν.

  68. 3.20.1

    Ἀννίβας μὲν οὖν τέταρτον καὶ δέκατον ἦγεν ἐπὶ τῆς Ἰταλίας ἔτος. ἐν τούτῳ δὲ ὁ Σκηπίων ὕπατος χειροτονεῖται, ὁ τὰ μέγιστα ἐν Ἱσπανοῖς ἐργασάμενος: καὶ εἰς αὐτὴν τὴν Ἀφρικὴν ἐκπλεῖ πείσας Ῥωμαίους, ὡς χρὴ μεταστῆσαι τὰ δυσχερῆ τῆς μάχης εἰς τὴν πολεμίαν. θείᾳ γὰρ ἐπιπνοίᾳ, ὡς ἐπεπίστευτο, τοσαῦτα κατώρθου, καί τις ἧν λόγος ὡς ἄρα καὶ πρὸς τοὺς θεοὺς αὐτῷ γίγνοιτο συνουσία. τῆς οὖν Ἀφρικῆς ἐπιβὰς Ἄννωνι συνέμιξε τῷ στρατηγῷ. καὶ προτέρᾳ μὲν συμπλοκῇ τὴν στρατείαν αὐτοῦ διέφθειρε πανωλεθρίᾳ: δεύτερον δὲ εἰς χεῖρας ἐλθὼν ἐκβάλλει τῆς παρεμβολῆς αὐτόν: καὶ ταύτης γίνεται κύριος σὺν τοῖς φύλαξι τετρακισχιλίοις καὶ πεντακοσίοις ἀνδράσιν. οἱ δὲ πεσόντες ἦσαν ἕνδεκα χιλιάδες. αἱρεῖ δὲ καὶ Σύμφακιν τῶν Νουμιδῶν βασιλέα συμμαχοῦντα τοῖς Ἄφροις καὶ γίνεται καὶ ταύτης τῆς παρεμβολῆς κύριος καὶ τὸν μὲν Σύμφακιν εἰς τὴν Ῥώμην ἐξέπεμψε μετὰ Νουμιδῶν τῶν ἐπιφανεστάτων καὶ τῶν ἀπὸ τοῦ πολέμου λαφύρων καὶ ἀριθμὸν καὶ πολυτέλειαν παριόντων. γνωσθέντων δὲ τῶν κατὰ Ἀφρικὴν Σκηπίωνος ἔργων πᾶσα μὲν λοιπὸν Ἰταλία τὸν Ἀννίβαν ἀπέλιπεν.

  69. 3.21.1

    αὐτὸς δὲ ὑπὸ Καρχηδονίων κατεκλήθη τῆς πολιορκίας αὐτοὺς πιεζούσης: ἑπτακαιδεκάτῳ τοίνυν ἐνιαυτῷ τῆς Ἰταλίας Ἀννίβας ἀπεχώρησε. καὶ τότε πρεσβεύονται παρὰ τὸν Σκηπίωνα Καρχηδόνιοι: ὁ δὲ ἀναπέμπει πρὸς Ῥωμαίους πέντε καὶ τεσσαράκοντα ἡμέρας ἀνακωχὴν δοὺς τῷ πολέμῳ, ὡς ἄν ταύταις ἀπελθεῖν γένοιτο ῥᾴδιον. καὶ τοῦδε αὐτῷ μισθὸς ἦν τριῶν μυριάδων ἀργυρίου σταθμός: δεξαμένη τοίνυν ἡ σύγκλητος τὴν πρεσβείαν κύριον ποιεῖται τῶν σπονδῶν τὸν Σκηπίωνα. καὶ τίθεται ταῦτα ἐφ̓ ᾧτε μὴ πλείους ἢ τριάκοντα ναῦς ἔχειν Καρχηδονίους καὶ δοῦναι Ῥωμαίοις ὑπὲρ τῶν σπονδῶν πεντήκοντα μυριάδων ἀργυρίου σταθμὸν τοὺς αἰχμαλώτους δὲ ἅπαντας καὶ τοὺς προσηλύτας ἀποδοῦναι.

  70. 3.22.1

    Ταύτας τὰς σπονδὰς συνετάραξεν ἐπιστὰς Ἀννίβας, καὶ πολλὰ τρόπον πολεμίων Ἄφροι διεπράττοντο: ὥστε καὶ τοὺς πρέσβεις αὐτῶν ἐκ τῆς Ῥώμης ἐπανιόντας ὑπὸ τῆς μετὰ Σκηπίωνος στρατιᾶς συλληφθῆναι. ἀλλ̓ ὁ Σκηπίων αὐτοὺς διαφῆκε καὶ συνάπτει μάχην πρὸς τὸν Ἀννίβαν. ἡττηθεὶς δὲ Ἀννίβας ἐν ἁπάσαις ταῖς συμπλοκαῖς γίγνεται καὶ αὐτὸς ἱκέτης ὑπὲρ εἰρήνης. αἱ σπονδαὶ ἀνελήφθησαν, ἐφ̓ οἷς ἐγένοντο τὴν ἀρχήν, προστεθεισῶν, ὅτι δὴ τὴν ἀρχὴν παρεσπόνδησαν, ἀργυρίου λίτρων εἰς δέκα μυριάδας. ἀλλ̓ οὐκ ἐδέξαντο τὴν προσθήκην οἱ Καρχηδόνιοι, προσέταξαν δὲ τὸν Ἀννίβαν πολέμῳ κρίνεσθαι. ἐπῆλθε τοίνυν αὐτός τε Σκηπίων τῇ Καρχηδόνι καὶ Μασινίσσας, ἕτερος Νουμιδῶν βασιλεύς, φίλος καὶ σύμμαχος τῷ Σκηπίωνι γεγενημένος. μελλούσης δὲ κινεῖσθαι τῆς μάχης ἐβουλήθη κατασκοπῆσαι τὸ στρατόπεδον τὸ Ῥωμαϊκὸν Ἀννίβας καὶ πέμπει κατασκόπους. τούτους ἑλὼν ὁ Σκηπίων ἐπιδειχθῆναι τε αὐτοῖς προσέταξε τὸ στράτευμα καὶ τὴν ἄλλην τοῦ πολέμου παρασκευήν, δειπνήσαντας δὲ ἀφεθῆναι μηνύσοντας ἅπερ τεθέαντο.

  71. 3.23.1

    Ὡς δὲ ἐγγὺς ἦσαν χειρῶν, τὰ μὲν τῆς παρατάξεως ἧν ἄξια θαυμάσαι, δύο στρατηγοῖν ἀρίστοιν τὰ στρατεύματα ταττόντοιν: ὡς δὲ τὸ ἔργον ἤρξαντο, νικᾷ τε ὁ Σκηπίων καὶ μικροῦ ζῶντα τὸν Ἀννίβαν αἱρεῖ. ἀλλ̓ ὁ μὲν σὺν τέτταρσιν ἱππεῦσι διεσώθη: πλοῦτος δέ, ὅσος οὔπω πρότερον, ἐν τῇ παρεμβολῇ κατελήφθη τῶν πολεμίων, εἴκοσι μὲν μυριάδων ἀργυρίου, χρυσίου δὲ ὀκτὼ σταθμός: ἐσθήματά τε πολλὰ καὶ παντοδαπά. οὗτος ὁ πόλεμος ἐκύρωσε τὰς σπονδὰς καὶ πρὸς τὴν Ῥώμην ἐπανῆκεν ὁ Σκηπίων καὶ τὴν νίκην ἐθριάμβευσεν Ἀφρικανός τε ἐπεκλήθη τῆς ἑαυτοῦ νίκης γενόμενος ἐπώνυμος. ἐτελεύτησε δὲ ὁ πόλεμος οὗτος ἐννάτῳ καὶ δεκάτῳ ἐνιαυτῷ.

  72. 4.1.1

    Τὰ μὲν οὗν Ἄφρων ὑπὸ Ῥωμαίοις ἦν: ἠκολούθησε δὲ ὁ Μακεδονικὸς πόλεμος ὁ πρὸς τὸν βασιλέα Φίλιππον πρώτῳ καὶ πεντηκοστῷ καὶ πεντακοσιοστῷ τῆς πόλεως ἔτει.

  73. 4.2.1

    Πρὸς ὃν Τίτος Κύντιος Φλαμίνιος ἐκπεμφθεὶς νικᾷ τε αὐτὸν καὶ τίθεται σπονδάς: ὥστε καὶ τῶν πόλεων αὐτὸν ἀπέχεσθαι τῶν Ἑλληνικῶν, αἳ προσεκεχωρήκεσαν Ῥωμαίοις παρὰ τὸν τοῦ πολέμου καιρόν, καὶ τοὺς αἰχμαλώτους καὶ προσηλύτας ἀποδοῦναι καὶ μὴ πλείους ἔχειν πεντήκοντα νηῶν, τὰς δὲ λοιπὰς ἁπάσας παραδοῦναι: ὡς δὲ καὶ τοῖς ἑξῆς ἐνιαυτοῖς διδόναι φόρον ἐτήσια τετρακισχίλια τάλαντα ἀργυρίου καὶ προσέτι τὸν υἱὸν Δημήτριον ὅμηρον παραδοῦναι. μεταστήσας δὲ ἐπὶ τοὺς Λακεδαιμονίους ὁ Φλαμίνιος τὴν στρατιὰν κρατεῖ τε αὐτῶν μάχῃ καὶ τὸν στρατηγὸν αἱρεῖ συνθήκας ἃς ἐβουλήθη ποιησάμενος ὑπόσπονδον θριαμβεύων εἰς τὴν Ῥώμην εἰσῆλθε προτρεχόντων αὐτῷ τοῦ ἅρματος Δημητρίου τε τοῦ Φιλίππου παιδὸς καὶ Ἀρμένου τοῦ Νάβιδος.

  74. 4.3.1

    Οὕτω καὶ τῶν Μακεδονικῶν καὶ τῶν Λακωνικῶν ἡσυχασάντων πρὸς Ἀντίοχον τὸν βασιλεύοντα Συρίας ἀνεφύη πόλεμος. ὕπατοι δὲ ἦσαν Πούβλιος Κορνήλιος Σκηπίων καὶ Μάρκος Ἀκίλιος Γλαβρίων: συνεμάχει δὲ τῷ μὲν Ἀντιόχῳ πεφευγὼς ἐκ τῆς Καρχηδόνος Ἀννίβας ʽδέος γὰρ αὐτὸν ἐξήγαγε τῆς πατρίδος ὡς Ῥωμαίοις ἐκδοθησόμενον̓, Ῥωμαίοις δὲ ὁ Μακεδόνων βασιλεὺς Φίλιππος. γίνεται δὲ νυκτομαχία κατὰ τὴν Ἀχαῒαν ὑφ̓ ἡγεμόνι τῷ Γλαβρίωνι καὶ τῆς μὲν παρεμβολῆς τοῦ βασιλέως οἱ Ῥωμαῖοι γίγνονται κύριοι: φεύγει δὲ ἐκεῖνος ἐπὶ τὸ λοιπὸν τῆς βασιλείας. Φιλίππῳ δὲ Δημήτριος παῖς ἀπεδόθη: τῆς συμμαχίας χάριν.

  75. 4.4.1

    Τούτους διαδέχονται τοὺς ὑπάτους Λούκιος Κορνήλιος Σκηπίων ʽἀδελφὸς ὢν τοῦ κληθέντος Ἀφρικανοῦ καὶ ὁ ἀδελφὸς αὐτῷ χειροτονεῖται ληγάτοσ̓ καὶ Γάϊος Λαίλιος: καὶ φέρεται κλήρῳ τὰ τοῦ πολέμου τοῦ πρὸς Ἀντίοχον ἐπὶ τὸν Σκηπίωνα. καὶ πρότερον μὲν ναυμαχίᾳ τῆς βασιλικῆς ἐκράτησε στρατιᾶς: ἡγεμόνα δὲ εἶχεν Ἀννίβαν ὁ στόλος: ἔπειτα δὲ καὶ αὐτὸν Ἀντίοχον ἐν Μαγνησίᾳ τῇ πρὸς Σιπύλῳ τῆς Ἀσίας νικᾷ τε καὶ εἰς φυγὴν φυγὴν τρέπει: κοινωνὸς δὲ αὐτῷ ταύτης ἐγένετο τῆς μάχης Εὐμενὴς Ἀττάλου τοῦ τῆς Ἀσίας βασιλέως ἀδελφός, ὃς ἐπώνυμον ἑαυτῷ πόλιν ἐδείματο τὸ Εὐμένιον: ἐν ταύτῃ τῇ μάχῃ πέντε μυριάσι πεζομάχων καὶ τρισχιλίοις ἱππεῦσιν ἥττων ὁ βασιλικὸς ἐγένετο στρατός. αἰτεῖ γοῦν εἰρήνην Ἀντίοχος καὶ δίδωσιν ἡ σύγκλητος ἐφ̓ αἷς καὶ πρότερον προὔτεινε συνθήκαις οὐ βαρύνασα τὰς σπονδὰς ὡς ἡττημένῳ. αἱ συνθῆκαι δὲ εἶχον ᾧδε: τῆς μὲν Εὐρώπης αὐτὸν καὶ τῆς Ἀσίας ἀποχωρεῖν ἁπάσης: μένειν δὲ ἐπὶ τῶν ἐντὸς τοῦ Ταύρου πρὸς ἀνίσχοντα ἥλιον: εἰσενέγκαι δὲ μυρία τάλαντα καὶ ὁμήρους εἴκοσι παραδοῦναι: τόν τε Ἀννίβαν ἐκδοῦναι ὡς τῶν ταραχῶν ἐκείνῳ τε καὶ αὐτοῖς αἰτιώτατον. τὰ μὲν πρὸς Ἀντίοχον τάδε: Εὐμενεῖ δὲ τῆς συμμαχίας χάριν ἐδωρήθησαν αἱ πόλεις τῆς Ἀσίας, ἃς ἐξελελοίπει κατὰ τὰς σπονδὰς Ἀντίοχος. Ῥοδίοις τε καὶ αὐτοῖς συμμεμαχηκόσι πολλαὶ τῶν πόλεων ὑπακούειν ἐπετάχθησαν. ὁ δὲ Σκηπίων ἐπὶ τούτοις τοῖς ἔργοις ἐθριάμβευσε κτησάμενος καὶ αὐτὸς ἀπὸ τῶν κατορθωθέντων ὄνομα: τοῦτο δὲ ἦν Ἀσιατικός.

  76. 4.5.1

    Σπουρίου δὲ Ποστουμίου Ἀλβίνου καὶ Κύντου Μάρκου Φιλίππου τὴν ὑπατείαν εἰσδεξαμένων Φούλβιος μὲν κατὰ Αἰτωλῶν ἐθριάμβευσεν: Ἀννίβας δὲ ἀσθενέστερον τὸν Ἀντίοχον ὁρῶν καταφεύγει πρὸς Προυσίαν τὸν Βιθυνῶν βασιλέα. αἰτούντων δὲ αὐτὸν Ῥωμαίων διὰ τοῦ Φλαμινίου παραχρῆμα ἐξεδόθη: καὶ φόβῳ τῆς τιμωρίας φάρμακον σπάσας ἀποθνήσκει: καὶ θάπτουσιν αὐτὸν ἐν Λιβύσσῃ τῆς Βιθυνίας χωρίῳ, καὶ ὁ τάφος ἐς τόδε ὁρᾶται.

  77. 4.6.1

    Κατὰ τοῦτον τὸν χρόνον Φίλιππος μὲν ἐτελεύτησεν ὁ βασιλεὺς τῆς Μακεδονίας. ὁ δὲ τούτου παῖς ʽΠερσεὺς ἦν ὄνομα αὐτᾦ ἐτυράννησε κατὰ Ῥωμαίων πολλὴν συλλέξας στρατιὰν συμμαχικόν τε οὐ μικρόν: Κότυν τε γὰρ τὸν Θρᾳκῶν βασιλέα καὶ Γέντιον τὸν Ἰλλυριῶν ἐπεκέκλητο. παρασκευὴ τοίνυν ἦν ἑκατέρωθεν ἅπασα Ῥωμαίοις ἐπικουρούντων Εὐμενοῦς τε, ὃς τῆς Ἀσίς ἐκράτει, καὶ τοῦ Καππαδοκῶν βασιλέως Ἀριαράτου καὶ τῆς Συρίας Ἀντιόχου καὶ Πτολεμαίου τοῦ Αἰγύπτου καὶ Μασινίσσου τοῦ Νουμίδου. Προυσίας γὰρ, εἰ καὶ κηδεστὴς ἦν ἐπ’ ἀδελφῇ τοῦ Περσέως, ἑκατέροις γε ὅμως αὐτὸν ἴσον παρέσχεν: ἡγεῖτο δὲ τῆς Ῥωμαϊκῆς στρατιᾶς Πούβλιος Λικίννιος ὕπατος τοῦτον αὐτῷ τὸν πόλεμον ἀποκληρώσαντος τοῦ δήμου: καὶ νικᾶται τῇ μάχη. καίτοι νενικηκὼς ὁ Περσεὺς εἰρήνην ἐπαγγείλας παρὰ τῶν Ῥωμαίων διήμαρτεν: ὁ γὰρ δῆμος οὐκ ἔφη δώσειν, εἰ μὴ καὶ αὐτὸς ἑαυτὸν καὶ τοὺς αὐτοῦ πάντας ἐκδοίη τοῖς αὐτοὺς παραστησαμένοις. δεύτερος οὖν ἐπ’ αὐτὸν πέμπεται Λούκιος Αἰμίλιος Παῦλος: καὶ Γάϊος Ἄννιος ἑτέρῳ στρατεύματι ἐπὶ τὸν Ἰλλυριὸν Γέντιον. ὁ μὲν οὖν Γέντιος ἅμα τε συνέμιξε καὶ ἡττήθη καὶ τοῖς Ῥωμαίοις ἑαυτὸν παρέδωκεν ἅμα τῇ μητρὶ καὶ γαμετῇ καὶ παισὶ δύο καὶ δὴ καὶ ἀδελφῷ: καὶ τὸ ἔθνος πᾶν ἐκτήθη. ἐγένετο δὲ τὸ ἔργον ἐν ἡμέραις τριάκοντα: ἔφθασέ τε τὴν τῆς συμπλοκῆς ἡ τῆς νίκης ἀκοή.

  78. 4.7.1

    Παῦλος δὲ τρίτῃ τοῦ μηνὸς τοῦ Σεπτεμβρίου συμμίξας τῷ Περσεῖ διέφθειρε μὲν αὐτοῦ χιλιάδας εἴκοσι τοῦ πεζοῦ. ἐκεῖνον δὲ ἐδίωξε μετὰ τῆς ἵππου αὐτοῦ οὐδὲ ἑκατὸν ἀποβαλὼν τῶν μαχομένων: αἱ μὲν ὁ??ʼν πόλεις εὐθὺς προσεχώρησαν Ῥωμαίοις: ὁ Περσεὺς δὲ ὑπὸ τῶν συμπεφευγότων καταλειφθεὶς ἑαυτὸν παρέδωκε Ῥωμαίοις: καὶ ὁ Παῦλος οὐχ ὡς ἡττημένον οἶδεν, ἀλλὰ καὶ προσπίπτοντα πρὸς τὰ γόνατα ἀνώρθωσε καὶ καθέδρας ἠξίωσε τῆς αὑτοῦ καὶ τῆς ἄλλης μετέδωκε τιμῆς. ἐντεῦθεν Ἰλλύριοι τε καὶ Μακεδόνες ὑπὸ Ῥωμαίοις ἐτέλουν ὅροις τοῖσδε: εἶναι μὲν αὐτοὺς αὐτονόμους, τῇ πόλει δὲ τῇ Ῥωμαίων εἰσφέρειν ὧν τοῖς βασιλεῦσιν εἰσέφερον μέρος ἥμισυ, πείθειν γὰρ ἠβούλοντο Ῥωμαῖοι τοὺς ὑπηκόους, ὡς οὐκ ἐπιθυμοῦσι χρημάτων. τοὺς μὲν ὅρους τούτους ἐν κοινῷ τῶν πανταχόθεν πρέσβεων ἀπήγγειλεν ὁ Παῦλος: ἐκάλεσέ τε αὐτοὺς εἰς εὐωχίαν φάσκων χρῆναι καὶ νικᾶν τε ὅπλοις καὶ νενικημένους ἑστιᾶν

  79. 4.8.1

    Ἑβδομήκοντα δὲ τῶν Ἠπειρωτικῶν πόλεων ἀντιταττομένας ἔτι Ῥωμαίοις εἷλε πολιορκίᾳ καὶ τὴν ἐκ τοῦ πολέμου λείαν διένειμε τῷ στρατῷ. σὺν μεγίστῃ τε εἰς τὴν Ῥώμην ἐπανῆκε πομπῇ νεὼς ἐπιβεβηκὼς Μακεδονικῆς, ἣ τοῦ βασιλεύσαντος ἦν Περσέως παμμεγέθης, ὡς δεκαπέντε χωρεῖν ἐρέτας ἐξ ἀμφοτέρων τῶν πλευρῶν. καὶ ἀποβὰς ἐθριάμβευσεν ἐφ̓ ἅρματος χρυσοῦ τοῖς δύο παισὶ περιεστοιχισμένος προτρεχόντων τοῦ ἅρματος αὐτοῦ Περσέως πέντε καὶ τετταράκοντα γεγονότος ἐνιαυτοὺς καὶ υἱέων δύο. ἐδόθη δὲ καὶ Ἀννίῳ κατὰ τῶν Ἰλλυρίων θρίαμβος, οὗ καὶ αὐτοῦ προεπόμπευσαν Γέντιός τε καὶ ὁ ἀδελφὸς Γεντίου καὶ οἱ παῖδες. τούτων τῶν θριάμβων μετέσχον εἰς τὴν Ῥώμην ἀφικόμενοι Ἀτταλός τε καὶ Εὐμενὴς ἐκ τῆς Ἀσίας καὶ Προυσίας ἐκ τῆς Βιθουνίας. δῶρά τε προσεκόμισαν, ἃ προσιέμενοι Ῥωμαῖοι προσέταξαν ἐναποτεθῆναι τῷ Καπετωλίῳ. Προυσίας δὲ καὶ τὸν υἱέα τὸν ἑαυτοῦ Νικομήδη παρεκατέθετο τῷ δήμῳ.

  80. 4.9.1

    Τῷ δὲ ἑξῆς ἐνιαυτῷ Λούκιος Μέμμιος τοὺς Λυσιτανοὺς ἐνίκησε πολέμῳ καὶ μετὰ τοῦτον Μάρκελλος.

  81. 4.10.1

    Κἀντεῦθεν ὁ τρίτος κατὰ τῶν Ἄφρων ἐκινήθη πόλεμος ἑξακοσιοστῷ μὲν καὶ ἑνὶ τῆς πόλεως ἔτει, πεντηκοστῷ δὲ καὶ δευτέρῳ μετὰ τὴν τοῦ δευτέρου τοῦ κατὰ Ἀννίβα πολέμου λύσιν. ὕπατοι δὲ χειροτονηθέντες Λούκιος Μάλλιος Κηνσωρῖνος καὶ Μάρκος Μανίλιος ἐπὶ τὴν Ἀφρικὴν ἐξέπλευσαν καὶ τῇ Καρχηδόνι προσεκάθηντο πολιορκοῦντες: ἡγεῖτο δὲ Καρχηδονίων τοῦ πεζοῦ μὲν Ἀσδρούβας, τῶν δὲ ἱππέων Φαμέας. συνῆν δὲ τοῖς ὑπάτοις ἀρχήν τινα στρατιωτικὴν ἔχων Σκηπίων ὁ Σκηπίωνος ἔκγονος τοῦ κληθέντος Ἀφρικανοῦ: οὗ τοσοῦτον ἦν παρὰ τοῖς πολεμίοις δέος καὶ τοσοῦτον παρὰ τῆς ἀνδρείας θαῦμα ὡς βουλευομένου τε ἄριστα καὶ ἐπιτελοῦντος ἔργοις τὰ δοκοῦντα ὀξέως, ὥστε τοὺς ὑπάτους αὐτοὺς κοινωνὸν μὲν αὐτὸν καὶ βουλῆς καὶ ἐγχειρημάτων ἔχειν, αὐτῷ δὲ χρῆσθαι πρὸς τὰ πρακτέα, ἐπειδήπερ ἑώρων τοὺς πολεμίους τὴν πρὸς αὐτὸν ἐκκλίνοντας συμπλοκήν.

  82. 4.11.1

    Μασινίσσας γοῦν ὁ τῶν Νουμίδων βασιλεὺς τὴν πρὸς Ῥωμαίους φιλίαν ἔτεσιν ἑξήκοντα τετηρηκώς, ἡνίκα ἀπέθνησκεν ἐνενηκοστὸν καὶ ἕβδομον τῆς ἡλικίας πεπληρωκὼς ἔτος, Σκηπίωνα ἱκέτευσε τοῖς παισὶ τοῖς αὐτοῦ ʽτέσσαρες δὲ οὗτοι ἦσαν καὶ τετταράκοντἀ τὴν βασιλείαν διελεῖν.

  83. 4.12.1

    Αὕτη τοῦ Σκηπίωνος ἡ δόξα τὸν δῆμον ἔπεισε τὴν ὑπατείαν ἐπ’ αὐτὸν ἐπαγαγεῖν τῆς νεότητος οὔπω τοῦτο ἐπιτρεπούσης: καὶ θᾶττον ἐλπίδος αἱρεῖ τὴν Καρχηδόνα καὶ κατασκάπτει: καὶ τὸν κόσμον ἅπαντα τῆς πόλεως τὸν ἐκ πολέμων αὐτῇ συνειλεγμένον λαβὼν τοῦτον εὐθὺς ἀπέδωκε τῶν πόλεων ταῖς ἀφῃρημέναις: αὐτὸς δὲ ἐπανῆλθε: καὶ δοθέντος αὐτῷ θριάμβου προσετέθη καὶ τὸ ἐπώνυμον τοῦ πάππου: Ἀφρικανὸς γάρ τοι νέος καὶ οὗτος ἐπεκλήθη. ἀπώλετο τοίνυν ἡ Καρχηδὼν ἑπτακοσιοστῷ πέμπτῳ μετὰ τὸν συνοικισμὸν ἔτει.

  84. 4.13.1

    Κατὰ τούτους τοὺς χρόνους ἀνήρ τις Ψευδοφίλιππος ἀντῆρε χεῖρας Ῥωμαίοις καὶ τὸν πραίτωρα Ἰουβέντιον ἐπ’ αὐτὸν χωρήσαντα μετὰ τοῦ στρατεύματος ἐνίκησε τῇ μάχῃ καὶ πανωλεθρίᾳ διέφθειρεν. ἀλλὰ Μέτελλος δεύτερος ἐπελθὼν ἐνίκησέ τε αὐτὸν καὶ πεντακισχιλίους ἀνελὼν ἀνεκτήσατο τὴν Μακεδονίαν ὑφ̓ ἑαυτῷ τε τὸν Ψευδοφίλιππον ἐποίησε.

  85. 4.14.1

    Τότε καὶ Κορίνθῳ πόλει τῶν Ἑλλήνων ἐπιφανεστάτῃ πόλεμος ἐπηνέχθη Ῥωμαϊκός, ἐπειδὴ κατὰ τῶν ἐκ Ῥώμης πρεσβευτῶν πεπαρῳνήκεσαν: καὶ Μούμμιος ἐκπεμφθεὶς εἷλε ταύτην καὶ κατέσκαψε. τρεῖς τε ἅμα θρίαμβοι θέαμα καινὸν ἐφάνησαν ἐπὶ τῆς Ῥώμης: ἐξ Ἀφρικῆς μὲν Σκηπίωνος, οὗ τῶν ἁρμάτων Ἀσδρούβας ἡγεῖτο: Μετέλλου δὲ ἐκ Μακεδονίας, οὗ προέτρεχεν Ἀνδρίσκος ʽτοῦτο γὰρ ἦν ὄνομα τῷ Ψευδοφιλίππᾠ: κατὰ Κορινθίων δὲ Μουμμίου πολλῶν αὐτὸν κατακοσμούντων χαλκῶν τε ἀγαλμάτων καὶ σανίδων γραφαῖς ἐξησκημένων.

  86. 4.15.1

    Οὐ μὴν πάντα τὰ Μακεδόνων ἡσύχαζεν. ἀλλ̓ αὖθις ἕτερος Ψευδοπερσεὺς παῖδα λέγων ἑαυτὸν Περσέως οἰκετικὴν συλλέξας στρατιὰν ἐπεχείρει πολεμεῖν, ὥστε αὐτῷ τοὺς ὁπλίτας εἰς ἑξακισχιλίους τελεῖν πρὸς τοῖς μυρίοις. ἀλλὰ τοῦτον ἔπαυσε μάχῃ νικήσας Τρεμέλλιος.

  87. 4.16.1

    Κατὰ τὸν αὐτὸν δὲ χρόνον Μέτελλος ἐν Ἱσπανίᾳ πρὸς Κελτοὺς Ἴβηρας ἐμαχέσατο γενναίως: καὶ παραδίδωσι τήν τε ἀρχὴν καὶ τὸν πόλεμον Πομπηΐῳ. εἶτ̓ ἐφεξῆς αὐτός τε καὶ Πομπήϊος καὶ Κύντος Καιπίων ἐπὶ τὸν Πουρίανθον ἐξεπέμφθησαν. ὃς ἐν τῇ Λυσιτανίᾳ κατὰ Ῥωμαίων ἤρξατο πολέμου καὶ τοὺς Ἱσπανοὺς ἀνηρέθισε τέταρτον ἤδη καὶ δέκατον ἔτος ἡσυχάσαντας. ἦν δὲ ὁ Πουρίαθος ποιμήν, εἶτα ληστρικὸν: μετῆλθε βίον, τελευτῶν δὲ εἰς τοῦτο ἦλθε παρανοίας ὡς ἐν νῷ λαβεῖν ἐλευθερῶσαι δύνασθαι τοὺς Ἱσπανοὺς ἀπὸ τῶν Ῥωμαίων: ὁ μὲν οὖν ὑπὸ τῶν οἰκείων ἀνῃρέθη, Καιπίων δὲ τοῖς ἀνελοῦσι μισθὸν ἐπαγγέλλουσιν ἀπεκρίνατο μηδαμῶς ἀρέσκειν Ῥωμαίοις ἀναιρεῖσθαι τὸν ἡγούμενον ὑπὸ τῶν ὑπηκόων.

  88. 4.17.1

    Πομπήϊος δὲ τῇ πρὸς Νουμαντίνους ἡττηθεὶς μάχῃ σπονδὰς ἐπονειδίστους ἐποιήσατο: καὶ Ὁστίλιος δὲ Μαγκῖνος ὁ μετ̓ αὐτὸν ὕπατος ἀναλαβὼν τὴν μάχην χαλεπώτερόν τε ἡττηθεὶς ἢ Πομπήϊος ἐπὶ σπονδαῖς ἀνεχώρησεν αἰσχροτέραις, ὡς τὸν δῆμον τὸν τῶν Ῥωμαίων μήτε δέξασθαι τὰς σπονδὰς καὶ τὸν Μαγκῖνον παραδοῦναι τοῖς πολεμίοις πεισόμενον ὅ τι ἂν αὐτοῖς δοκῇ. ἐν τοσαύτῃ τοίνυν ἀτιμίᾳ διπλῇ καὶ ἥττης καὶ συνθήκης ἐκπέμπεται Σκηπίων ὁ καλούμενος Ἀφρικανὸς μετὰ τῆς ὑπατικῆς ἐξουσίας. οὗτος πρότερον μὲν ἐπεμελήθη τῆς στρατιᾶς ὑπὸ τοῖς προτέροις ἡγεμόσι διεφθαρμένης γυμνασίοις τε αὐτοὺς καταμελετῶν καὶ χωρὶς ὠμότητος καὶ τιμωρίας εἰς τὸ δέον ἐπανάγων: ὡς δὲ ἥρμοσε τοὺς ἄνδρας, ἐπῆλθε τῶν πόλεων ταῖς ἀποστάσαις: καὶ τοὺς μὲν σφᾶς αὐτοὺς παραδόντας, τοὺς δὲ πολιορκίαις ἐπηγάγετο. τελευταῖον δὲ ἐπὶ τὸ κεφάλαιον ἦλθε τοῦ πολέμου τὴν Νουμαντίαν: καὶ προσκαθεσθεὶς λιμῷ τε πιέσας τοὺς ἔνδον τήν τε πόλιν εἷλε καὶ κατέσκαπτε: καὶ τὸ ἔθνος ἅπαν ἀπέδωκε τῇ Ῥώμῃ.

  89. 4.18.1

    Ἐν τούτῳ τῷ χρόνῳ τελευτᾷ τῆς Ἀσίας ὁ βασιλεὺς Ἄτταλος ὁ Εὐμενοῦς ἀδελφὸς κληρονόμῳ χρησάμενος τῷ δήμῳ Ῥωμαίων: καὶ γίγνεται κύριος τῆς Ἀσίας ὁ δῆμος τῷ τῆς διαδοχῆς δικαίῳ.

  90. 4.19.1

    Καὶ Βροῦτος δὲ κατὰ Γάλλων καὶ Λυσιτανῶν ἐνδοξότατα ἐθριάμβευσε: καὶ Σκηπίων κατὰ Νουμαντίνων τεσσαρεσκαίδεκα ἔτεσιν ὕστερον τοῦ κατὰ Ἄφρων θριάμβου.

  91. 4.20.1

    Κατὰ τοῦτον τὸν χρόνον Ἀριστόνικος, ἐκ παλλακῆς παῖς Εὐμενοῦς ὃς ἦν ἀδελφὸς Ἀττάλου, πόλεμον ἤρατο πρὸς Ῥωμαίους ἐπὶ τῆς Ἀσίας αὐτῆς. καὶ πεμφθεὶς ἐπ’ αὐτὸν Λικίννιος Κράσσος μετὰ πολλοῦ συμμαχικοῦ. Νικομήδης τε γὰρ ὁ Βιθυνίας βασιλεὺς καὶ Μιθριδάτης ὁ Πόντου, πρὸς ὅν μικρὸν ὕστερον μέγιστος καὶ πολυχρόνιος συνέστη πόλεμος, καὶ Ἀριαράθης ὁ Καππαδοκίας καὶ Πυλαιμένης ὁ Παφλαγονίας ἐπίκουροι παρῆσαν. ἡττήθη δὲ ὁ Κράσσος καὶ ἔπεσεν ἐν τῇ παρατάξει: καὶ τὴν μὲν κεφαλὴν ἀποτεμόντες οἱ δορυφόροι προσεκόμισαν Ἀριστονίκῳ, τὸ σῶμα δὲ ἐκεῖνος προσέταξε ταφῆναι καὶ ἡ Σμύρνα τὸν τάφον ἐδέξατο. ἐκδέχεται δὴ καὶ τὴν ἀρχὴν καὶ τὸν πόλεμον ὁ ὕπατος Περπερνᾶς καὶ τὰ πεπραγμένα γνοὺς ἠπείχθη πρὸς τὴν Ἀσίαν καὶ νικήσας τὸν Ἀριστόνικον μάχῃ κατέκλεισεν ἐν Στρατονίκῃ τῇ πόλει: πολιορκίᾳ δὲ καὶ ταύτην κἀκεῖνον ἑλὼν ἐπανιὼν ἐπὶ τὴν Ῥώμην ἐτελεύτησε. Ῥωμαῖοι δὲ τὸν Ἀριστόνικον δήσαντες εἶτα ἀπέπνιξαν.

  92. 4.21.1

    Μετὰ τοῦτον ἧκε τὰ τῆς ὑπατείας ἐπὶ Λούκιον Καικίλιον Μέτελλον καὶ Τίτον Κύντιον Φλαμίνιον. κατὰ τοῦτον Ῥωμαῖοι τὸν ἐνιαυτὸν προσέταξαν οἰκοδομηθῆναι τὴν Καρχηδόνα τὴν νῦν ἔτι φαινομένην δύο καὶ εἴκοσι ὕστερον ἔτεσι μετὰ τὴν ὑπὸ Σκηπίωνος κατασκαφήν. ἔπεμψαν εἰς αὐτὴν ἐξ αὐτῶν ἀποίκους.

  93. 4.22.1

    Ἑξακοσιοστῷ δὲ καὶ εἰκοστῷ καὶ ἑβδόμῳ τῇς πόλεως ἔτει Γάϊος Κάσιος Λογγῖνος καὶ Σέξτος Δομίτιος Ἀλβίνος ὕπατοι τοῖς ὑπὲρ τὰς Ἄλπεις Γάλλοις ἐπήγαγον πόλεμον καὶ τὴν μεγίστην αὐτῶν πόλιν Ἀρβέρναν περιεκαθέσθησαν. ἡγεῖτο δὲ Γάλλων Βιτούϊτος. μαχεσάμενοι τοίνυν περὶ τὸν Ῥοδανὸν ποταμὸν πολὺν μὲν αὐτῶν στρατὸν ἀνεῖλον, τοσαύτης δὲ ἐπελάβοντο λείας ὥστε ἐκ τῶν στρεπτῶν, οὕς ἐπὶ τῶν τραχήλων εἶχον οἱ πολέμιοι, πολύν τινα χρυσίου σταθμὸν εἰσπέμψαι Ῥωμαίοις. Βιτούϊτος δὲ ὁ στρατηγὸς ἁλοὺς μέρος ἐγένετο τοῦ θριάμβου: καὶ ἐπὶ τούτοις τοῖς ἔργοις ἑκάτερος τῶν ὑπάτων ἐθριάμβευσεν.

  94. 4.23.1

    Ἐντεῦθεν Πόρκιος Κάτων καὶ Κύντος Μάρκιος Ῥὴξ δέχονται τὴν ἀρχὴν ἑξακοσιοστοῦ καὶ τριακοστοῦ τῆς πόλεως ἔτους. οὗτοι κατήγαγον ἀποικίαν εἰς Γάλλους Νάρβωνα δειμάμενοι πόλιν. καὶ μικρὸν ὕστερον οἱ μετὰ τούτους ὕπατοι Κύντος Καικίλιος Μέτελλος καὶ Κύντος Μούκιος Σκαιβολᾶς κατὰ Δαλματῶν ἐθριάμβευσαν.

  95. 4.24.1

    Εἶτα οὐ πολλοῖς ὕστερον χρόνοις ὁ ὕπατος Κάτων κατὰ Σκορδίσκων κινήσας πόλεμον ἡττήθη τε αἰσχρῶς καὶ ἀπεχώρησε.

  96. 4.25.1

    Γαΐου δὲ Καικιλίου Μετέλλου καὶ Γναίου Κάρβωνος ὑπάτων γενομένων οἱ ἀδελφοὶ Μέτελλοι κατὰ τὴν Ῥώμην ἐθριάμβευσαν, ὁ μὲν κατὰ Σαρδῶν, κατὰ Θρᾳκῶν δὲ ἕτερος. τότε φήμη κατέλαβε Ῥωμαίους Γάλλων τοὺς καλουμένους Κίμβρους ἔφοδον κατὰ τῆς Ἰταλίας ποιήσασθαι.

  97. 4.26.1

    Καὶ κατὰ τὸν αὐτὸν χρόνον ἤδη Πουβλίου Σκηπίωνος τοῦ Νασίκου καὶ Πουβλίου Καλπουρνίου Βηστίου τὴν ἀρχὴν ὑποδεξαμένων ὁ πρὸς Ἰουγούρθαν τὸν Νουμίδην ἤρξατο πόλεμος αἰτίαν ἔχων τὸν Ἰεμψάλου καὶ Ἀδαρβάλου φόνον, οἳ παῖδες ἦσαν τοῦ βασιλεύσαντος Νουμιδῶν Μικίψου φίλου καὶ συμμάχου Ῥωμαίων. ἐπὶ τοῦτον ὕπατος πέμπεται Καλπούρνιος: καὶ διαφθαρεὶς χρήμασιν αἰσχρότατα πρὸς Ἰουγούρθαν ἐσπείσατο: ταύτας οὖν ὁ δῆμος ἀκυρώσας τὰς σπονδὰς πέμπει τὸν ἐξῆς ὕπατον Σπούριον Ποστούμιον Ἀλβῖνον: ἀλλὰ καὶ οὗτος τῷ ἀδελφῷ τὸ ἔργον ἐπιτρέψας οὐκ ἀγαθὸν ἔσχε τῆς μάχης τὸ τέλος.

  98. 4.27.1

    Τρίτος ἐξαποστέλλεται Κύντος Καικίλιος Μέτελλος: καὶ τὴν στρατιὰν ἐξ ἀτόπου μελέτης τῆς ὑπὸ τοῖς προτέροις ὑπάτοις πρὸς τὸ δέον ἁρμόσας ἐπιεικῶς πάνυ πολλαῖς τὸν Ἰουγούρθαν ἐνίκησε μάχαις: καὶ τούς τε ἐλέφαντας κατέσφαξεν οὐκ ὀλίγους ζῶντας ἑλών: τῶν τε πόλεων αὐτῷ προσεχώρησαν αἱ πλείους. πρὸς αὐτῷ δὲ ὤν τῷ τέλει παύεται τῆς ἀρχῆς ὑπὸ Μαρίου. γενόμενος δὲ ἐν τοῖς πράγμασιν ὁ Μάριος Ἰουγούρθαν καὶ Βόκχον τὸν βασιλέα τῶν Μαύρων σύμμαχον τῷ Ἰουγούρθᾳ γεγενημένον ἐνίκησε μάχῃ: καὶ τοῦ μὲν Βόκχου περιέκοψε τὰς δυνάμεις. Ἰουγούρθαν δὲ ἐκδοθέντα παῤ αὐτοῦ τοῖς Ῥωμαίοις ἐξέπεμψε δἰ ἀνδρὸς ἀρίστου Σύλλου ταμίου τότε ὄντος αὐτῷ τῶν δημοσίων χρημάτων. μετὰ δὲ ταύτης τῆς νίκης καὶ ἑτέρα συνέβη. Ἰούνιος γὰρ Σιλανὸς ὁ Μετέλλου συνύπατος Κίμβρους νικήσας καὶ Μινούκιος Ῥούφος τοὺς Σκορδίσκους καὶ Τριβαλλοὺς καὶ Σερβίλλιος Καιπίων τοὺς Λυσιτανοὺς ἐπανῆκον. θρίαμβοι μὲν κατὰ Ἰουγούρθου καὶ τῷ Μετέλλῳ καὶ τῷ Μαρίῳ παρὰ τῆς πόλεως ἐψηφίσθησαν: ὦν ἐφάνη λαμπρότερον ὁ Μαρίου Ἰουγούρθαν σὺν τοῖς δύο παισὶ πρὸ τοῦ ἅρματος ἔχων: ὅν δεσμωτηρίῳ παραδόντες οἱ Ῥωμαῖοι διεχρήσαντο.

  99. 5.1.1

    Ὅτε δὲ ὁ πρὸς Ἰουγούρθαν ἐπράττετο πόλεμος, πολλαῖς ἑτέραις μάχαις ἐκράτουν Ῥωμαῖοι διὰ τῶν ὑπάτων. Μανίλιος γὰρ καὶ Καιπίων Κίμβρους καὶ Τεύτονας καὶ Τουγούρους καὶ Ἄμβρονας ʽἔθνη δέ ἐστι ταῦτα Γερμανῶν τε καὶ Γάλλων̓ κατεπολέμησαν. οὗτοι μετὰ τοσαύτης ἐπανέστησαν τῷ δήμῳ στρατιᾶς, ὅση ἤνεγκε φόβον οὐχ ἥττω τῆς Ἀννίβου τυραννίδος: περὶ αὐτῆς γοῦν ἔδεισαν Ῥωμαῖοι τῆς πόλεως. πολλάκις γοῦν συμμίξαντες καὶ πολλάκις ἡττηθέντες ἔμενον ἔτι πολέμιοι, ἀλλὰ Μάριος μετὰ τὴν κατὰ Ἰουγούρθα νίκην ἐπὶ Κίμβρους καὶ Τεύτονας ἐξεπέμφθη. καὶ παρασυρομένου τοῦ πολέμου τρίτον τε αὐτῷ καὶ τέταρτον ἐπισυνήφθη τὰ τῆς ἀρχῆς τοῦ ὑπάτου. κατὰ δὲ τὴν τετάρτην ὑπατείαν κοινωνὸς αὐτῷ ἦν τῆς ὑπατείας Κύντος Λουτάτιος Κατοῦλος. ἄμφω τοίνυν συνέμιξαν τοῖς Κίμβροις καὶ δύο νικῶσι μάχας οὕτω σφοδρῶς ὡς εἴκοσι μὲν μυριάδας ἀνδρῶν πεσεῖν, αἰχμαλώτων δὲ ὀκτὼ γενέσθαι καὶ προσέτι Τευτόβοδον τὸν στρατηγὸν τῶν πολεμίων. ὑπὲρ ταύτης οὗν τῆς νίκης καὶ πέμπτον αὐτῷ τὰ τῆς ἀρχῆς ἐψηφίσθη καὶ ταῦτα ἀπόντι.

  100. 5.2.1

    Οὐ μὴν ἡσύχασαν Κίμβροι καὶ Τεύτονες, ἀλλ̓ ἔτι τῷ πλήθει κρατοῦντες ʽοὐχ ἧττον γὰρ ἦν τοῦ διεφθαρμένου τὸ λειπόμενον̓ τὰ σφέτερα αὐτῶν ἀφέντες παρῆλθον ἐπὶ τὴν Ἰταλίαν: ὑπὸ τῶν αὐτῶν δὲ αὗθις, Μαρίου τε καὶ Κατούλου, κατεπολεμήθησαν. ἔνθα δὴ καὶ λαμπρότερον ἐγένετο τὸ ἔργον Κατούλου: καὶ πίπτουσιν ἐν τῇ τελευταίᾳ μάχῃ δέκα καὶ τέσσαρες ἀνδρῶν μυριάδες, ἕξ δὲ αἰχμαλώτων ἄγονται τριακοσίων μόνον ἐκ τοῦ Ῥωμαϊκοῦ πεσόντων στρατοῦ. στρατιωτικὰ δὲ σημεῖα ὑπὸ Ῥωμαίοις ἐγένοντο τρία καὶ τριάκοντα. ὧν ἕν μὲν καὶ τριάκοντα εἷλον οἱ ὑπὸ Κατούλῳ μαχόμενοι, δύο δέ, ὧν ἡγεῖτο Μάριος. ἑκάτεροι δὲ ὅμως ἐθριάμβευσαν.

Next → — showing 1100 of 217

First Thousand Years of Greek. CTS URN stoa0121.stoa001.opp-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.