Catena In Epistulam Ad Colossenses
- 6.5
Ἤδη λοιπὸν σπαράττει καὶ ὠδίνει ἐμβαλεῖν εἰς τὸ δόγμα· οὐδὲ καταγορῶν, οὐδὲ ἀπαλάττων αὐτοὺς τῆς κατηγορίας. ἀγῶνα ἔχω, φησὶν, ἵνα συμβιβασθῶσιν· τουτέστιν, ἵνα στῶσι βέβαιοι ἐν τῇ πίστει· ἀλλ’ οὐ τίθησιν οὕτως· ἀλλ’ ὑποτέμνεται τὰ τῆς κατηγορίας. τοῦτό ἐστιν ἵνα ἐντεθῶσι μετὰ ἀγάπης, οὐ μετὰ ἀνάγκης· οὐ γὰρ ἁπλῶς τὴν συναγωγὴν βούλομαι γενέσθαι· ἀλλ’ “ ἵνα αἱ καρδίαι αὐτῶν παρακληθῶσι, συμβιβασθέντων ἐν ἀγάπῃ, “ εἰς πάντα πλοῦτον τῆς πληροφορίας τῆς συνέσεως·” τουτέστιν ἵνα ὑπὲρ μηδενὸς ἀμφιβάλωσιν· ἵνα ὑπὲρ πάντων πεπληροφοφημένοι ὦσιν. πληροφορίαν δὲ εἶπον, τὴν διὰ πίστεως· ἔστιν γὰρ πληροφορία, ἡ διὰ λογισμῶν· ἀλλ’ οὐδενὸς λόγου ἐκείνη ἀξία· ἀλλ’ ἵνα πληροφορηθῆτε μετὰ συνέσεως, οὐχ ἁπλῶς μετὰ ἀγάπης· “ εἰς ἐπίγνωσιν τοῦ μυστηρίου τοῦ Θεοῦ Πατρὸς καὶ τοῦ “ Χριστοῦ·” ὥστε τοῦ Θεοῦ τοῦτό ἐστιν μυστήριον, τὸ διὰ τοῦ Χριστοῦ προσάγεσθαι· “ ἐν ᾧ εἰσι πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι·” εἰ δὲ ἐν αὐτῷ εἰσὶν, ἄρα σοφῶς καὶ νῦν ἦλθεν· ἀπόκρυφοι εἰσι καὶ ἀπὸ Ἀγγέλων, οὐκ ἀφ’ ὑμῶν μόνον· ὥστε παρ’ αὐτοῦ δεῖ πάντα αἰτεῖν· αὐτὸς δίδωσι σοφίαν καὶ γνῶσιν· τῷ μὲν οὖν “ θησαυροὶ” εἰπεῖν, τὸ πολὺ δείκνυσι· τῷ δὲ “πάντες,” τὸ μηδὲν ἀγνοεῖν τῷ δὲ “ἀπόκρυφοι” τὸ μόνον εἰδέναι.
- 6.6
(Θεόδωροσ.) ι Ἄλλος δὲ φησίν· ἀποκρύφους πάντας τοὺς τῆς σοφίας καὶ τῆς γνώσεως εἰναι ἐν τῷ Χριστῷ λέγει· ὡς ἃν τῶν μετὰ πολλῆς κατορθωθέντων συνέσεως διὰ τοῦ Χριστοῦ ὑπὲρ τῆς ἡμετέρας εὐεργεσίας, νῦν μὲν ὄντων ἀδήλων, φανησομένων δὲ τότε ὁπότ’ ἃν φαίνεται καὶ αὐτός.
- 6.7
Τοῦτο δὲ λέγω, ἵνα μήτις ὑμᾶς παραλογίζηται ἐν πιθανολογίᾳ.
- 6.8
Χρυσοστόμου. Ὁρμᾶς ὅτι διὰ τοῦτό φησιν, εἶπον ταῦτα, ἵνα μὴ παρὰ ἀνθρώπων ζητῆτε· “ παραλογίζηται,” φησὶν, “ ἐν πιθα- “ νολογίᾳ.”
- 6.9
Εἰ γὰρ καὶ τῆ σαρκὶ ἄπειμι, ἀλλὰ τῷ πνεύματι σὺν ὑμῖν εἰμί.
- 6.10
Τὸ ἀκόλουθον τοῦτο ἦν εἰπεῖν· εἰ γὰρ καὶ τῇ σαρκὶ ἄπειμι, ἀλλ’ ὅμως οἶδα ι τοὺς ἀπατεῶνας· νῦν δὲ εἰς ἐγκώμιον κατέληξεν.
- 6.11
Χαίρων καὶ βλέπων ὑμῶν τὴν τάξιν, καὶ τὸ στερέωμα τῆς εἰς Χριστὸν πίστεως ὑμῶν.
- 6.12
Τάξιν τὴν εὐταξίαν φησὶν, τὸ δὲ ἑξῆς ἐγκωμίων μᾶλλον ἐστίν· “ στερέωμα” εἶπεν, καθάπερ πρὸς στρατιώτας εὐτάκτως ἑστῶτας καὶ βεβαίως, τὸν στερρὸν οὐκ ἀπάτη οὐ πειρασμὸς διασαλεύει· οὐ μόνον, φησὶν, οὐ πεπτώκατε, ἀλλ’ οὐδὲ τὴν τάξιν ὑμῶν συνέχεεν τις· ἡ γὰρ τάξις οὕτω φυλάττεται ἀπὸ τοῦ στερεώματος· τοῦτο δὲ τῆς ἀγάπης ἔργον ἐστίν· τοῖς γὰρ καθ’ ἑαυτοὺς ὄντας, ὅτ’ ἃν ἀκριβῶς συγκολλήσῃ καὶ συνάφῃ, στερροὺς ἐργάζεται· καὶ ἡ πίστις πάλιν τὸ αὐτὸ ποιεῖ, ὅτ᾿ ἂν μὴ ἀφῇ λογισμοὺς ἐπεισελθεῖν· ὥσπερ γὰρ οἱ λογισμοὶ διαιροῦσι καὶ σαλεύουσιν, οὕτως ἡ πίστις στερεοῖ καὶ παγῆναι ποιεῖ· ἐπειδὴ μείζονα ἢ κατὰ ἀνθρώπινον λογισμὸν εὐεργέτησεν ἡμᾶς ὁ Θεὸς, εἰκότως τὴν πίστιν ἐπεισήγαγεν· Ὡς οὖν παρελάβετε τὸν Χριστὸν Ἰησοῦν τὸν Κύριον, ἐν αὐτῷ περιπατεῖτε.
- 6.13
Πάλιν αὐτοὺς τῇ οἰκείᾳ προκαταλαμβάνει μαρτυρίᾳ λέγων· “ ὡς οὖν παρελάβετε.” οὐδὲν ξένον φησὶν ἐπεισάγομεν· μηδὲ ὑμεῖς ἐν αὐτῷ περιπατεῖτε· αὐτὸς γάρ ἐστιν ἡ ὁδὸς, ἡ προσάγουσα πρὸς τὸν Πατέρα· μὴ ἐν τοῖς Ἀγγέλοις· οὐ φέρει ἐκείνη ἡ ὁδὸς ἐκεῖ. “ ἐρριζώμενοι·” τουτέστιν πεπηγότες· μὴ ποτὲ μὲν ταύτην, ποτὲ δὲ ἐκείνην· καὶ ἐποικοδομούμενοι τῇ διανοίᾳ· φθάνοτες εἰς αὐτὸν καὶ βεβαιούμενοι ἐν αὐτῷ φησί· τουτέστιν κατέχοντες αὐτὸν ὡς ἐπὶ θεμέλιον· δείκνυσιν αὐτοὺς καταπεσόντας. τὸ γὰρ οἰκοδομούμενα τοῦτό ἐστιν· οἰκοδομὴ γὰρ ὄντως ἐστὶν ἡ πίστις· καὶ δεῖ καὶ τοῦ θεμελίου ἰσχυροῦ, καὶ τῆς οἰκοδομίας ἀσφαλοῦς· “ καθὼς ἐδιδάχθητε.” πάλιν τὸ “ καθώς·” περισσεύ- “ οντες,” φησὶν, “ ἐν εὐχαριστίᾳ.” οὐ λέγω ἁπλῶς εὐχαριστεῖν· ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας, πλέον ἣ ἐμάθετε.
- 6.14
βλέπετε μήτις ὑμᾶς ἔστω ὁ συλαγωγῶν.
- 6.15
Ὅρα πῶς ἔδειξε κλέπτην καὶ ἀλλότριον ὄντα καὶ ἠρέμα ἐπεισίοντα· ὥσπερ ἄν τις χῶμα κάτωθεν διορύττων μὴ παρέχῃ αἴσθησιν, τὸ δὲ ὑπονοστεῖ· οὕτω καὶ ὑμεῖς βλέπετε. τοῦτο γὰρ ἔργον ἐκείνων, τὸ μηδὲ παρέχειν αἴσθησιν. “ βλέπετε μή τις ὑμᾶς· καὶ τὴν ὁδὸν δείκνυσι. διὰ τῆσδε τῆς ὁδοῦ, “ διὰ τῆς φιλοσοφίας, φησίν· εἶτα ἐπειδὴ δοκεῖ σεμνὸν εἶναι τὸ ὄνομα τὸ τῆς Φιλοσοφίας, προσέθηκεν “ καὶ κενῆς ἀπάτης· κατὰ τὴν παράδοσιν τῶν “ ἀνθρώπων κατὰ τὰ στοιχεῖα τοῦ κόσμου καὶ οὐ κατὰ Χριστόν. τέως τοῦ ἐλέγχου ἅπτεται· τῆς τῶν ἡμερῶν παρατηρήσεως· στοιχεῖα κόσμου, ἥλιον καὶ σελένην λέγων. καθάπερ καὶ ἐν τῇ πρὸς Γαλάτας ἔλεγεν, “ πῶς πάλιν ἐπιστράφετε ἐπὶ τὰ ἀσθενῆ καὶ “ πτωχὰ στοικχεῖα;” καὶ οὐκ εἰπεν ἡμερῶν παρατηρήσεις, ἀλλὰ δι’ ὅλου τοῦ κόσμου τοῦ παρόντος· ἵνα τὸ εὐτελὲς δείξῃ· εἰ γὰρ ὁ κόσμος ὁ παρὼν οὐδὲν, πολλῷ μᾶλλον καὶ τὰ στοιχεῖα. καὶ οὐ κατὰ Χριστὸν φησίν· μάλιστα μὲν γὰρ εἰ καὶ οὕτως ἦν ἐξ ἡμισείας, ὥστε δύνασθαι καὶ τούτῳ κἀκείνῳ δουλεύειν, οὐδὲ οὕτως ἔδει. νῦν δὲ οὐκ ἀφίησιν ὑμᾶς εἶναι κατὰ Χριστόν· πρότερον διασαλεύσας τὰς Ἑλληνικὰς παρατηρήσεις, τότε καὶ τὰς Ἰουδαϊκὰς ἀναιρεῖ· καὶ Ἕλληνες καὶ Ἰουδαῖοι, παρετήρουν· ἀλλ’ οἱ μὲν ἀπὸ φιλοσοφίας, οἱ δὲ ἀπὸ νόμου. πρότερον τοίνυν πρόσεισι τούτοις, ἔνθα μείζων ἡ κατηγορία. πῶς ;
- 6.16
Οὐ κατὰ Χριστόν· ὅτι ἐν αὐτῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· καὶ ἐστὲ ἐν αὐτῷ πεπληρωμένοι· ὅς ἐστιν ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ ἐξουσίας.
- 6.17
Τουτέστιν εἴτι ἔστι, Θεὸς ἐν αὐτῶ κατοικεῖ· ἀλλ’ ἵνα μὴ νομίσῃς αὐτὸν συγκεκλεῖσθαι ὡς ἐν σώματι, φησὶν “ πᾶν τὸ “ πλήρωμα τῆς θεότητος σωματικῶς. καὶ ἐστὲ ἐν αὐτῷ πεπλη- “ ρωμένοι.
- 6.18
(Σευηριανόσ.) ι Ἄλλος φησὶν, ὅτι τὴν ἐκκλησίαν λέγει ὑπὸ τῆς θεότητος αὐτοῦ· καθὼς ἀλλαχοῦ φησίν· “ τοῦ “ τὰ πάντα ἐν πᾶσι πληρουμένου.” τὸ δὲ “ σωματικῶς” ἐνταῦθα ὡς ἐν κεφαλῇ σῶμα· πῶς οὖν οὐκ ἐπήγαγεν, ἥτις ἐστὶν ἡ Εκκλησία;
- 6.19
(Κυρίλλου.) ι a Ἢ περὶ τοῦ Πατρὸς τινὲς φασίν· καὶ λέγει τῆς θεότητος τὸ πλήρωμα ἐν αὐτῷ οἰκεῖ b· πρῶτον μὲν ὅτι τὸ οἰκεῖν οὐ κυρίως λέγεται ἐπὶ Θεοῦ. δεύτερον ὅτι τὸ πλήρωμα οὐ τὸ δεχόμενόν ἐστιν· “ τοῦ γὰρ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς.” καὶ πάλιν ὁ Ἀπόστολος “ ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ” τὸ ὅλον λέγεται πλήρωμα, ἔπειτα τὸ “ σωματικῶς” τί ἐβούλετο; ὡς ἐν κεφαλῇ. τι δὲ πάλιν τὸ αὐτὸ λέγει· “ καὶ ἐστὲ ἐν “ αὐτῷ πεπληρωμένοι;” τί οὖν ἐστιν ; ὅτι οὐδὲν ἔλαττον ἔχετε αὐτοῦ· ὥσπερ ἐν ἐκείνῳ ᾤκησεν, οὕτω καὶ ἐν ὑμῖν. βιάζεται γὰρ ὁ Παῦλος ἐγγὺς ἡμᾶς ποιεῖν τοῦ Χριστοῦ· ὡς ὅταν λέγῃ “ συνή- “ γειρε καὶ συνεκάθισεν ἡμᾶς·” καὶ “ εἰ ὑπομένομεν, καὶ συμ- “ βασιλεύσομεν·” καὶ “ πῶς οὐχὶ καὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν “ χαρίσηται;” καὶ συγκληρονόμους καλῶν· εἰτα περὶ τοῦ ἀξιώματος· “ καὶ αὐτός ἐστι,” φησὶν, “ ἡ κεφαλὴ πάσης ἀρχῆς καὶ “ ἐξουσίας·” ὁ πάντων ἀνώτερος· ἡ αἰτία οὐχὶ ὁμοούσιος πάσης ἀρχῆς καὶ ἐξουσίας ; εἶτα τὰ τῆς εὐεργεσίας θαυμαστῶς ἐπή- γαγεν·
- 7.1
Ὅτι ἡ πρὸς Θεὸν συνάφεια καὶ τὰ τοῦ νόμου περιέχει πνευματικῶς, εἰς τὸ συζῆν Χριστῷ.
- 7.2
Ἐν ᾧ καὶ περιετμήθητε περιτομὴ ἀχειροποιήτῳ, ἐν τῇ ἀπεκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν τῆς σαρκός· ἐν τῇ περιτομῇ τοῦ Χριστοῦ.
- 7.3
Ὅρα πῶς ἐγγὺς γίνεται τοῦ πράγματος ; ἐν τῇ ἀπεκδύσει φησίν· οὐκ εἶπεν ἐκδύσει τοῦ σώματος τῶν ἁμαρτιῶν, τὸν παλαιὸν
- 7.4
Βίον φησίν· συνεχῶς ταῦτα στρέφει καὶ διαφόρως· οὐκέτι ἐν μαχαίρᾳ φησὶν, ἡ περιτομὴ, ἀλλ’ ἐν αὐτῷ τῷ Χριστῷ· οὐ γὰρ χεὶρ ἐπάγει, καθάπερ ἐκεῖ τὴν περιτομὴν ταύτην, ἀλλὰ τὸ Πνεῦμα· οὐ μέρος, ἀλλ’ ὅλον ἄνθρωπον περιτέμνει· οὐ σάρκα, ἀλλ’ ἁμαρτήματα. που καὶ πότε;
- 7.5
Συνταφέντες αὐτῷ ἐν τῷ βαπτισμῷ, ἐν ᾧ καὶ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ, τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν.
- 7.6
Ἀλλ᾿ οὐ τάφος μόνον ἐστίν ὅρα γὰρ τι φησίν “ἐν ᾧ καὶ “ συνηγέρθητε διὰ τῆς πίστεως τῆς ἐνεργείας τοῦ Θεοῦ τοῦ ἐγεί- “ ραντος αὐτὸν ἐκ νεκρῶν·” καλῶς εἶπεν πίστεως· πίστεως γὰρ τὸ ὅλον ἐστίν· ἐπιστεύσατε ὅτι δύναται ὁ Θεὸς ἐγεῖραι, καὶ οὕτως ἠγέρθητε· εἶτα καὶ τὸ ἀξιόπιστον, “ τοῦ ἐγείραντος αὐτὸν,’ φησὶν, “ ἐκ τῶν νεκρῶν·” ἤδη δείκνυσι τὴν ἀνάστασιν.
- 7.7
Καὶ ἡμᾶς νεκροὺς ὄντας τοῖς παραπτώμασι καὶ τῇ ἀκροβυστίᾳ τῆς σαρκὸς ἡμῶν συνζοωποίησεν σὺν ἀυτῶ.
- 7.8
Ὑπὸ γὰρ τὴν δίκην ἐκεῖσθε ἀποθανεῖν δεῖ καὶ ἀπεθάνετε θάνατον χρήσιμον. ὅρα πῶς πάλιν δείκνυσι τίνων ἦσαν ἄξιοι, δι’ ὼν ἐπήγαγεν,
- 7.9
Χαρισάμενοι ἡμῖν πάντα τὰ παραπτώματα ἡμῶν· ἐξαλείψας τὸ καθ’ ἡμῶν χειρόγραφον, ὃ ἦν ὑπεναντίον ἥμιν.
- 7.10
Θεόδωροσ. Ἀκροβυστίαν ἐνταῦθα, οὐ τὴν τοῦ σώματος λέγει· ἀλλ’ ὥσπερ περιτομὴν τὴν ἀφαίρεσιν ἐκάλεσεν τῆς θνητότητος, οὕτως ἀκροβυστίαν τὸ περικεῖσθαι ἔτι τὴν θνητότητα· τοῦτο οὖν λέγει, ὅτι νενεκρωμένους ἡμᾶς τοῖς ἁμαρτήμασι διὰ τὴν περικειμένην θνητότητα, συνανέστησεν τῷ Χριστῷ· ἐν αὐτῷ τὴν κοινὴν ἀνάστασιν κατεργασάμενος· ἀφ’ ἧς πᾶν εἶδος ἁμαρτίας ὑμῶν ἀφανισθήσεται.
- 7.11
Σευηριανόσ. Τὸ ι καθ’ ἡμῶν δὲ χειρόγραφον πῶς ἐξήλειψεν ὅτε ἐδόθη ὁ νόμος ὁ καταρώμενος τοὺς παραβαίνοντας, πᾶς ὁ λαὸς Ισραὴλ ἐπεβόησεν δεχόμενος καὶ συντιθέμενος· ὥσπερ οὖν χειρή- γράφον ἡ συγκατάθεσις γέγονεν, τοῦτο οὖν τὸ χειρόγραφον ἔλαβεν τοῖς δόγμασι· ποίοις ; τοῖς ἀπαλλάττουσι μὲν τῆς κατὰ νόμον πολιτείας, παρέχουσι δὲ τὴν ἐν χάριτι πολιτείαν.
- 7.12
Καὶ αὐτὸ ἦρεν ἐκ τοῦ μέσου, προσηλώσας αὐτῷ τῷ σταυρῷ, ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας αὐτοὺς ἐν αὐτῷ.
- 7.13
Χρυσοστόμου. Χαρισάμενος ἡμῖν πάντα τὰ παραπτώματα, ἃ τὴν νεκρότητα ἐποίει· καὶ τί ἄρα ἀφῆκεν μεῖναι ; οὐχὶ, ἀλλὰ καὶ ἐξήλειψεν ὥστε μὴ φαίνεσθαι· ποῖον χειρόγραφον ἣ ὃ ἔλεγεν πρὸς τὸν Μωσέα; “ ὅτι πάντα ὅσα εἶπεν ὁ Θεὸς ποιήσομεν καὶ “ ἀκουσόμεθα·” ἣ εἰ μὴ τοῦτο, ὅτι ὀφείλομεν τῷ Θεῷ ὑπακοήν· ἣ εἰ μὴ τοῦτο, ὅτι φησὶν, ὁ διάβολος, χειρόγραφον ἐποίησεν πρὸς τὸν Ἀδὰμ ὁ Θεὸς, “ ᾗ ἃν ἡμέρᾳ φάγῃς ἀπὸ τοῦ ξύλου, ἀποθανῇ.” κατεῖχεν οὖν τὸ χειρόγραφον ὁ διάβολος· οὐκ ἔδωκεν ἡμῖν αὐτὸ, ἀλλ’ αὐτὸς αὐτὸ ἔσχισεν· ὅπερ τοῦ μετὰ χαρᾶς ἀφιέντος ἐστίν· “ ἀπεκδυσάμενος,” φησὶν, “ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας·” ἐνταῦθα τὰς διαβολικὰς λέγει δυνάμεις· ἐπεὶ οὖν αὐτὰς ἡ ἀνθρωπίνη φύσις ἐνδέδυτο· ἣ ἐπειδὴ ὥσπερ λαβὴν εἶχον, ἄνθρωπος γενόμενος ἀπεδύσατο τὴν λαβήν.
- 7.14
Τί ἐστιν “ ἐδειγμάτισεν ” καλῶς εἶπεν· οὐδέποτε οὕτως ὁ διάβολος ἠσχημόνησεν· προσδοκῶν γὰρ αὐτὸν ἔχειν, καὶ οὓς εἶχεν ἀπώλεσεν· ἐκεῖ τοῦ σώματος προσηλουμένου, καὶ οἱ νεκροὶ ἀνίσταντο· ἐκεῖ τὴν πληγὴν ἔλαβεν ὁ θάνατος, ὑπὸ σώματος νεκροῦ καιρίαν λαβών· καὶ καθάπερ ἀθλητὴς νομίζων τὸν ἀντίπαλον βεβληκέναι, καιρίαν κατέχεται λαβήν· οὕτω δὴ καὶ αὐτὸς δείκνυσιν ὅτι τὸ μετὰ παρρησίας ἀποθανεῖν ἀσχημοσύνη ἐστι τοῦ διαβόλου· ἐπειδὴ γὰρ τῆς μὲν ἀναστάσεως ὁ μετὰ ταῦτα πᾶς καιρὸς τεκμήριον ἦν· τοῦ δὲ θανάτου εἰ μὴ ἐκεῖνος ἐγένετο, οὐκ ἃν ἐγένετο ἕτερος· διὰ τοῦτο ἀπέθανεν μὲν δημοσίᾳ πάντων ὁρώντων. οὐκ ἀνέστη δὲ δημοσίᾳ· εἰδὼς τὸν μετὰ ταῦτα χρόνον μαρτυρήσοντα τῇ ἀληθείᾳ· τὸ γὰρ τοῦ κόσμου ὁρῶντος, ἄνω ἐν τῷ ξύλῳ τὸν ὄφιν σφαγιασθῆναι, τοῦτο θαυμαστόν.
- 7.15
Καὶ τί γὰρ οὐκ ἐποίησεν ὁ διάβολος ὥστε λαθόντα αὐτὸν ἀποθανεῖν; ἄκουε τοῦ Πιλάτου λέγοντος, “ ἄρατε αὐτὸν ὑμεῖς καὶ “ σταυρώσατε· ἐγὼ γὰρ οὐδεμίαν εὑρίσκω ἐν αὐτῷ αἰτίαν,” καὶ μυρία ἀνθισταμένου. καὶ πάλιν οἱ Ἰουδαῖοι ἔλεγον αὐτῷ· “ εἰ “ υἱὸς εἰ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ·” λοιπὸν οὖν ἐπειδὴ καιρίαν ἔλαβεν, κατέβη· διὰ τοῦτο καὶ ταφῇ παρεδόθη· ἐπεὶ δυνατὸν ἦν εὐθέως ἀναστῆναι· ἀλλ’ ἵνα πιστευθῇ τὸ πρᾶγμα· καὶ ὁ στρατιώτης οὐ κατέαξεν αὐτοῦ τὰ σκέλη καθάπερ τῶν ἄλλων, ἵνα φανερωθῇ ὅτι τέθνηκεν· καὶ φανεροὶ εἰσὶν οἱ τὸ σῶμα θάψαντες· διὰ τοῦτο καὶ αὐτοὶ σφραγίζονται οἱ Ἰουδαῖοι μετὰ τῶν στρατιωτῶν. ἐπειδὴ γὰρ οἱ Ἄγγελοι οὐδὲν τοιοῦτο πεπόνθασιν, διὰ τούτου ὑπὲρ τούτου πάντα ποιεῖ· δεικνὺς ὅτι μέγα κατώρθωσεν ὁ θάνατος. ὥσπερ μονομάχιον γέγονεν· ἔπληξε τὸν Χριστὸν ὁ θάνατος· ἀλλ’ ὁ Χριστὸς πληγεὶς, ὕστερον αὐτὸν ἀνεῖλεν· νεκρῷ σώματι κατελύετο, ὁ δοκῶν θάνατος εἶναι.
- 7.16
(Σευηριανόσ.) ι Ἄλλος δὲ φησίν· ἐπειδὴ ὑπὲρ ἡμῶν τὴν παρακοὴν λύων, καὶ τὴν θ ἀναιρῶν, προσηνέχθη, καὶ τὰς ἁμαρτίας ἡμῶν ἐβάστασεν· ταύτας δὲ ἀπολλὺς, καθεῖλε τὴν δύναμιν τὴν διαβολικήν· ἀντὶ τοῦ εἰπεῖν ἐκδύσας τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐδειγμάτισεν ἀπεκδυσάμενος. καὶ διὰ ταύτης τῆς ἐκδύσεως, θριαμβεύσας καὶ παραδειγματίσας τὰς ἀντικειμένας δυνάμεις· ἐν ἑαυτῷ οὖν ἐκείνας ἀπεξεδύσατο· καὶ ἐκείνας ἐθριάμβευσεν, δι’ ὧν ἔπαθεν καὶ κατώρθωσεν.
- 7.17
Ἄλλοσ δὲ οὕτω φησὶν, αἱ ἀντικείμεναι δυνάμεις οὐκ ἃν ποτὲ ἔσχον τινὰ ἰσχὺν, μὴ ἐπιδεχομένων ἡμῶν ἁμαρτάνειν· τῷ οὖν ἀποθέσθαι, φησὶν, τὴν θνητότητα, ἣν ὑπὲρ τῆς κοινῆς ἀφεῖλεν εὐεργεσίας, ἀπεδύσατο κἀκείνων τὴν αὐθεντείαν, ᾗπερ ἐκέχρηντο καθ’ ἡμῶν· μεγίστην καὶ ἀναμφίβολον τὴν κατ’ αὐτῶν ἐργασάμενος νίκην· ὡς αἰσχυνθῆναι κἀκείνους, μάτην τοσοῦτον ἐπιδειξαμένους καθ’ ἡμῶν τὸν πόνον· ἀφ’ οὗ μηδὲν αὐτοῖς ἐγένετο ὄφειλος, ἐν κρείττονι τῇ καταστάσει γεγονότων ἡμῶν· ὡς μηδὲ ἁμαρτάνειν ἡμᾶς ἐπιδέχεσθαι ἔτι.
- 8.1
Ὅτι οὐ τοῦ σαρκικοῦ νόμου τύποι, σαρκικοῖς χρήσιμοι, οὐ πνευματικοῖς τοῖς ἐν δυνάμει Χριστοῦ ζῶσιν.
- 8.2
Μὴ οὖν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς ἢ νεομηνίας ἢ σαββάτων.
- 8.3
Χρυσοστόμου. Πρῶτον αἰνιγματωδῶς εἰπὼν “ βλέπετε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων,” ι πάλιν ἀνωτέρω· “ τοῦτο δὲ λέγω, ἵνα μή τις ὑμᾶς παραλογίζηται “ ἐν πιθανολογίᾳ·” καὶ προκαταλαβὼν τὴν ψυχὴν καὶ μεμεριμνημένην ἐργασάμενος, εἶτα παρενθεὶς τὰς εὐεργεσίας, καὶ μειζόνως τοῦτο ποιήσας, τότε ἐπάγει τὸν ἔλεγχον καὶ φησὶν, “ μὴ οὖν τις “ ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει.” ὅρα πῶς αὐτὰ καθαιρεῖ· εἰ τοιούτων τετυχήκατέ, φησιν, τί τοῖς μικροῖς ὑπευθύνους ἑαυτοὺς ἐποιεῖτε; καὶ ἐξευτελίζει λέγων· “ ἢ ἐν μέρει ἑορτής·” οὐ γὰρ δὴ πάντα κατεῖχον τὰ πρότερα. διὸ οὐκ εἶπεν ἐν σκηνοπηγίαις καὶ ἀζύμοις καὶ πεντηκοστῇ, ἀλλ’ “ ἐν μέρει ἑροτῆς·” δεικνὺς ὅτι τὸ πλέον λέλυται· εἰ γὰρ καὶ ἐσαββάτιζον, ἀλλ’ οὐκ ἀκριβῶς· καὶ οὐκ εἶπεν μὴ τοίνυν φυλάττετε, ἀλλὰ μή τις ὑμᾶς κρινέτω· ἔδειἐπήνεγκεν αὐτοὺς παραβαίνοντας καὶ λύοντας· ἐφ’ ἑτέρους δὲ τὸ ἔγκλημα μὴ ἀνέχεσθε τῶν κρινόντων, φησὶν, ἅ ἐστι σκία τῶν μελλόντων· τὸ δὲ σῶμα Χριστοῦ ὅτε ἐγένετο ταῦτα, φησὶ, σκία ἦν τῶν μελλόντων· ἡ δὲ σκία προτρέχει τοῦ σώματος· ἐπειδὴ τοίνυν ἡ σκία τὰ νόμιμα, τί τὸ σῶμα οὐ σκία τοῦ Χριστοῦ; ἐλθόντος οὖν τοῦ σώματος, περιττὴ ἡ σκία. τινὲς οὑν οὕτως τι ζητοῦσιν· οἱ δὲ τὸ σῶμα τοῦ Χριστοῦ.
- 8.4
Μηδεὶς ὑμᾶς καταβραβευέτω.
- 8.5
Τουτέστιν ἐπηρεαζέτω· ἢ βραβευθῆναι ἐστιν ὅταν παρ’ ἑτέρῳ μὲν ἡ νίκη. παρ’ ἑτέρῳ δὲ τὸ βραβεῖον· ὅταν ἐπηρεάζῃ σὺ νικήσας, ἄνωθεν ἕστηκας τοῦ διαβόλου καὶ τῆς ἁμαρτίας. τί πάλιν ὑπάγει σεαυτὸν τῇ ἁμαρτίᾳ ; διὰ τοῦτο ἔλεγεν· “ ὀφειλέτης “ ἐστὶν ὅλον τὸν νόμον πληρῶσαι·” καὶ πάλιν “ εὑρέθη Χριστὸς “ ἁμαρτίας διάκονος.
- 8.6
Θέλων ἐν ταπεινοφροσύνῃ καὶ θρησκείᾳ τῶν ἀγγέλων, ἃ μὴ ἑώρακεν ἐμβατεύων, εἰκῆ φυσιούμενος ὑπὸ του νόος τῆς σαρκὸς αὐτοῦ.
- 8.7
Ἢ πῶς ἐν ταπεινοφροσύνῃ, ἣ πῶς φυσιούμενος, δείκνυσι κενοδοξίας τὸ πᾶν. τί δὲ ὅλως ἐστὶ τὸ λεγόμενον; εἰσι τινες οἱ λέγοντες, οὐ δεῖ, φησὶν, διὰ Χριστοῦ προσάγεσθαι, ἀλλὰ διὰ τῶν Ἀγγέλων· ἐκεῖνο μεῖζον ἐστὶν ἣ καθ’ ἡμᾶς. διὰ τοῦτο ἄνω καὶ κάτω στρέφει τὰ ὑπὸ τοῦ Χριστοῦ πραχθέντα, διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ. διὰ τοῦτο λέγει ὅτι ὑπὲρ ἡμῶν ἔπαθεν, ὅτι ἠγάπησεν ἡμᾶς. καὶ αὐτὸ δὲ τοῦτο, ἐπειρῶντο πάλιν· καὶ οὐκ εἶπεν προσαγωγὴν ἀλλὰ θρησκείαν· “ ἃ μὴ ἑώρακεν ἐμβατεύων·” οὐ γὰρ ἔιδεν Ἀγγέλους, καὶ οὕτω διάκειται ὡς ἰδών· διὰ τοῦτό φησιν “ φυσιούμενος ὑπὸ τοῦ νοὸς τῆς σαρκὸς αὐτοῦ εἰκῆ·” οὐδὲ ἐπί τινι ἀληθεῖ πράγματι· ἐπὶ τῷ δόγματι πεφύσηται, καὶ προβάλλεται ταπεινοφροσύνης σχῆμα· ὑπὸ σαρκικῆς διανοίας, οὐ πνευματικῆς· ἀνθρώπινος ὁ λογισμός.
- 8.8
(Σευηριανόσ.) ι Ἄλλος φησίν· ἐπειδὴ ἔλεγον, ὅτι ὁ Θεὸς ἐστὶν, ἀκατάληπτος ἐστὶν, ἀόρατος ἐστὶν, καὶ οὐ φθάνομεν ἐκεῖ· διὰ τοῦτο ἐπειδὴ οὐ χωροῦμεν τὸ μέγα, διὰ τῶν Ἀγγέλων προσαγόμεθα· καὶ ταύτην ταπεινοφροσύνην φησίν.
- 8.9
Θεόδωροσ. Ἢ ἐπειδὴ δι’ Ἀγγέλων ὁ νόμος ἐλέγετο δεδόσθαι, ὡς ἂν διακονησαμένων αὐτοῦ πρὸς τὴν δόσιν, καθὼς καὶ ὁ μακάριος Παῦλος φησίν· “ εἰ γὰρ ὁ δι’ Ἀγγέλων λαληθεὶς λόγος ἐγένετο “ βέβαιος·” οἱ τὸν νόμον φυλάττειν αὐτοὺς ἀναπείθοντες προσαβάλλοντο τοὺς Ἀγγέλους· ὡς ἂν καὶ ἐκείνων ἀγανακτούντων, εἰ μὴ ὁ νόμος φυλάττοιτο· εἶτα καὶ μετριότητά τινα δῆθεν ἐπεδείκνυντο, ὡς ἃν δὲ τῆς τοῦ νόμου φυλακῆς οὐκ ἐξιστάμενοι τῷ μηδὲ τοὺς Ἀγγέλους περιορᾶν τοῦ νόμου τὴν καταφρόνησιν. μὴ τοίνυν φησὶ τοῖς τὴν μετριότητα ταύτην ἐπιδεικνυμένοις καὶ βουλομένοις τοὺς Ἀγγέλους προβαλέσθαι προσέχητε· ὑπὸ γὰρ τύφου διανοίας λέγουσιν, ἃ μὴ ἴσασιν.
- 8.10
Καὶ οὐ κρατῶν τὴν κεφαλὴν, ἐξ οὗ πᾶν τὸ σῶμα.
- 8.11
Πᾶν τὸ σῶμα ἐκεῖθεν ἔχει τὸ εἶναι καὶ τὸ καλῶς εἶναι· τί τὴν κεφαλὴν ἀφεὶς ἔχῃ τῶν μελῶν; ἃν ἐκεῖθεν ἐκπέσῃς, ἀπόλωλας, ὅστις ἃν ἦ, οὐ τὸ ζῆν, ἀλλὰ καὶ τὸ συντίθεσθαι ἐκεῖθεν αὐτῷ. πᾶσα ἡ ἐκκλησία ἕως ἃν ἔχῃ τὴν κεφαλὴν αὔξει. ἐπεὶ οὐκέτι ἀπονοίας καὶ κενοδοξίας τὸ πάθος, ἀνθρωπίνης ἐννοίας τὸ εὕρεμα· ἰδοῦ τὸ ἐξ οὑ ἐπὶ τοῦ Τίοῦ.
- 8.12
Διὰ τῶν ἁφῶν καὶ συνδέσμων ἐπιχορηγούμενον καὶ συμβιβαζόμενον, αὔξει τὴν αὔξησιν τοῦ Θεοῦ.
- 8.13
Τὴν κατὰ Θεὸν φησὶ, τὴν τῆς ἀρίστης πολιτείας.
- 8.14
(Σευηριανόσ.) ι Ἄλλος οὕτως ἐξηγήσατο· ἐντεῦθεν ἔδειξεν σκοπὸν ὃν λέγομεν ὅτι διὰ τὸ τινὰς παραινεῖν δι’ Ἀγγέλων προσάγεσθαι, διὰ τοῦτο ἐκινήθη. δεῖ, φησὶν, τῆς κεφαλῆς ἔχεσθαι· κεφαλὴ γάρ ἐστι τοῦ παντὸς ὁ Θεὸς Λόγος· τὶ οὑν ἀφεὶς τὴν κεφαλὴν, κρατεῖς τὸ σῶμα; κἂν γὰρ ἁρμονίας ἔχῃ λόγον συναπτούσης δύο μέλη, ἣ πλείονα τῶν Ἀγγέλων ἡ δύναμις· ἀλλ’ οὖν ἀπὸ τῆς κεφαλῆς ἔρχεται εἰς πάντας ἡ ὠφέλεια, εἰς Ἀγγέλους ὡς Ἀγγέλους, εἰς Ἀρχαγγέλους ὡς Ἀρχαγγέλους· εἰς τὰ ὁρατὰ ὡς ὁρατά. θές μοι τὸν οὐρανὸν ἀντὶ κεφαλῆς εἶναι τῷ κόσμῳ, ἀντὶ ὀφθαλμῶν ἥλιον καὶ σελήνην· καὶ οὕτως ἕκαστον μέρος τοῦ κόσμου ἐν μελῶν τάξει συντιθεὶς, εὑρήσεις ἓν σῶμα τοῦ παντός· καὶ καθάπερ ψυχὴ ἐν σώματι καὶ σῶμα ψυχῆς, οὕτως τὰς ἀοράτους δυνάμεις ἐν τοῖς ὁρατοῖς· πάντων δὲ τούτων κυριωτέρα ἡ κεφαλή· ἀφ’ ἧς ἡ ὠφέλεια εἰς ὅλον ἔρχεται τὸ σῶμα· ἐπιχορηγουμένη δηλονότι ἀπὸ τῆς κεφαλῆς.
- 8.15
Εἰ οὖν ἀπεθάνετε σὺν Χριστῷ ἀπὸ τῶν στοιχείων τοῦ κόσμου, τί ὡς ζῶντες ἐν κόσμῳ δογματίζεσθε;
- 8.16
Χρυσοστόμου. Οὐκ ἔχει ἀκολουθίαν· ἔδει γὰρ εἰπεῖν πῶς ζῶντες ὑπείκετε τοῖς στοιχείοις ; ἀλλὰ τοῦτο ἀφεὶς τί φησιν· μὴ ἅψῃ μηδὲ, γεύσῃ, μηδὲ θίγῃς, ἅ ἐστι πάντα εἰς φθορὰν τῇ ἀποχρήσει κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.
- 8.17
Σευηριανόσ. Οὐκ ἐστὲ ἐν τῷ κόσμῳ, φησὶν, πῶς τοῖς στοιχείοις ὑπόκεισθε; πῶς ταῖς τοῦ κόσμου παρατηρήσεσιν; καὶ ὅρα πῶς αὐτοὺς κωμῳδεῖ· μὴ θίγῃς· μηδὲ ἅψῃ· μὴ γεύσῃ· ὡς δειλοὺς καὶ μεγάλων τινῶν ἀπεχομένους· ἅ ἐστι φησὶ, πάντα εἰς φθορὰν τῇ ἀποχρήσει· καθεῖλεν τῶν πολλῶν τὴν φυσίωσιν, καὶ ἐπήγαγεν· “ κατὰ τὰ ἐντάλματα καὶ διδασκαλίας τῶν ἀνθρώπων.” τί λέγεις; διδασκαλίας ἀνθρώπων καὶ τὸν νόμον λέγεις λοιπόν; διδασκαλία ἔστιν ἀνθρώπων μετὰ τὸν καιρόν· ἣ ὅτι παρεποίουν· ἣ τὰ τῶν Ἑλλήνων αἰνίττεται· ὅλον τὸ δόγμα ἀνθρώπινόν ἐστι, φησίν.
- 8.18
Ἅτινά ἐστι λόγον μὲν ἔχοντα σοφίας, ἐν ἐθελοθρησκείᾳ καὶ ταπεινοφροσύνῃ καὶ ἀφειδίᾳ σώματος, οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν τῆς σαρκός.
- 8.19
Λόγον φησὶν, οὐκ ἀλήθειαν οὐδὲ δύναμιν· ὥστε κἂν λόγον ἔχῃ σοφίας, ἀποστρεφώμεθα. δοκεῖ γὰρ εὐλαβής τις εἶναι καὶ μέτριος καὶ τοῦ σώματος κατοφρονεῖν, “ οὐκ ἐν τιμῇ τινι πρὸς πλησμονὴν “ τῆς σαρκός·” ὁ Θεὸς γὰρ τιμὴν ἔδωκεν, αὐτοὶ δὲ οὐκ ἐν τιμῇ κέχρηνται· ἀτιμάζουσι τὴν σάρκα φησὶν, ἀποστεροῦντες αὐτὴν, καὶ τὴν ἐξουσίαν ἀφαιρούμενον ὁ δὲ Θεὸς τὴν σάρκα ἐτίμησεν.
- 8.20
(Θεόδωροσ.) ι Ἄλλος φησὶν, ἀσαφὲς μέν ἐστι, βούλεται εἰπεῖν, ὅτι τὸ ταῦτα παραδιδόναι, δοκεῖ μὲν τινὰς τῶν διδασκόντων ἔνδειξιν ἔχειν γνώσεως, καὶ δῆθεν καὶ μετριοφροσύνης· βουλομένους ἐπιμελεῖσθαι τοὺς περὶ ταῦτα ἔχοντας ἐπιδείκνυσιν, ὡς ἃν καὶ τοῦ σώματος ἀφειδοῦντας, καὶ οὐ τίμιον νομίζοντας τὸ διὰ πάντων πληροῦν τὴν σάρκα· ἀλλὰ γὰρ μᾶλλον αἱρουμένους ἀπὲχεσθαι τῶν πολλῶν διὰ τὴν τοῦ νόμου παράδοσιν.
- 8.21
Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξίᾳ τοῦ Θεοῦ καθήμενος.
- 8.22
Ἆντι τοῦ ταπεινὸν πρὸς ὑμᾶς κρινομένη ἡ περὶ τὰ τοιαῦτα σπουδή· τοὺς ἤδη τῷ Χριστῷ κατὰ τὴν ἐπαγγελίαν συναναστάντας, οὐ προσήκει μικρὰ τούτων ἁπάντων φροντίζοντας τὰ ἄνω φαντάζεσθαι, καὶ τὴν ἐν οὐρανοῖς ἀπομιμεῖσθαι δίαιταν;
- 8.23
Ἀπεθάνετε γὰρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.
- 8.24
Τεθνήκατέ, φησιν, ἤδη τῷ βίῳ τούτῳ· τοῦτο γὰρ ἡ φύσις δέξεται. ἀλλὰ γὰρ καὶ ἠγέρθητε· καὶ γὰρ καὶ τοῦτο ἐπὶ τοῦ Χριστοῦ· καὶ ἀμφιβάλλειν ἔσεσθαι καὶ ἐπὶ ἡμῶν οὐδαμῶς οἷόντε· ἀλλὰ ἄδηλον τέως τοῦτο· ἐπεὶ μηδὲ αὐτὸν ὁρῶμεν τὸν Χριστόν· ἐν οὖν τῇ τοῦ Θεοῦ δυνάμει τοῦ κατεργαζομένου τοῦτο σὺν αὐτῷ τῷ Χριστῷ, τῇ τούτων ἀπαρχῇ, τέως ἐστὶν ἀφανὲς τὸ ἐσόμενον.
- 8.25
Χρυσοστόμου. Βαβαῖ ποῦ τὸν λόγον ἀνήγαγεν τὸν ἡμέτερόν; πῶς φρονήματος αὐτοὺς ἐπλήρωσεν μεγάλου; οὐκ ἤρκει τὰ ἄνω εἰπεῖν, οὐδὲ οὑ ὁ Χριστός ἐστιν, ἀλλὰ τί; “ ἐν δεξιᾳ του Θεοῦ “ καθήμενος·” ἐκεῖθεν λοιπὸν ὁρᾶν τῆν’ γῆν παρεσκεύασεν· τὰ ἄνω φρονεῖτε, φησὶν, μὴ τὰ ἐπὶ τῆς γῆς. “ ἀπεθάνετε γάρ· καὶ ἡ ζωὴ “ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.
- 9.1
Παραίνεσις καθάρσεως, ἁγιασμοῦ, φιλονθρωπίας, φιλοθεότητος, φιλομαθείας, ψαλμῳδίας, εὐφήμου εἰς Θεὸν διαγωγῆς, εὐχαριστίας.
- 9.2
Ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξη. Οὐκ ἔστιν αὕτη, φησὶν ἡ ζωὴ, ἡμετέρα· ζωὴ ἕτερα ἐστίν· ἤδη βιάζεται μεταστῆσαι αὐτοὺς, καὶ φιλονεικεῖ δεῖξαι καθημένους ἄνω καὶ νεκροὺς ὄντας· ἐξ ἐκατέρων κατασκευάζων μὴ ζητεῖν τὰ ἐνταῦθα. εἴτε γὰρ νεκροί ἐστε, εἴτε ἄνω ἐστὲ, οὐκ ὀφείλετε ζητεῖν τὰ ἐνταῦθα. μὴ φαίνεται ὁ Χριστὸς, οὐδὲ ἡ ζωὴ ὑμῶν ἐν τῷ Θεῷ· ἄνω ἐστίν· τί οὐν; πότε ζησόμεθα; ὅταν ὁ Χριστὸς φανερωθῆ ἡ ζωὴ ὑμῶν· τότε τὴν δόξαν ζητεῖτε, τότε τὴν ζωὴν, τότε τὴν τρυφήν. ταῦτα προπαρασκευαστικὰ τοῦ τῆς τρυφῆς ἀπαγαγεῖν καὶ τῆς ἀνέσεως· τοιοῦτον ἔθος αὐτῷ, ἀλλὰ κατασκευάζοντι εἰς ἄλλα μεταπηδᾶν· οἷον ὥσπερ περὶ τῶν προλαμβανόντων εἰς τὰ δεῖπνα διαλεγόμενος, ἐνέπεσεν ἀθρόον εἰς τὴν τῶν μυστηρίων παρατήρησιν· μέγαν γὰρ ἔλεγχον ἔχει ὅτ’ ἃν ἀνυπόπτως γίνηται· “ κέκρθπται,” φησὶν, ἀφ’ ὑμῶν· τότε καὶ ὑμεῖς ἐν αὐτῷ φανερωθήσεσθε. ὅπερ γὰρ εἶπον, ἀεὶ φιλονεικεῖ δεῖξαι τὰ αὐτὰ ἔχοντας ἅπερ καὶ ὁ Χριστός· καὶ διὰ πασῶν αὐτοῦ τῶν Ἐπιστολῶν οὗτος ὁ λόγος ἐν πᾶσι κοινωνοῦντας αὐτοῦ δεῖξαι· εἰ τοίνυν τότε φανερούμεθα, μὴ ἀσχάλλωμεν, ἐπεὶ καὶ ὁ μαργαρίτης κέκρυπται, ἕως ἀν’ ᾖ ἐν τῳ ὀστρέῳ.
- 9.3
Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς.
- 9.4
Τί λέγεις; σὺ εἶπες ὅτι συνετάφημεν, ὅτι περιετμήθημεν· ὅτι ἀπεκδυσάμεθα τὸ σῶμα τῆς σαρκὸς, πῶς οὖν πάλιν λέγεις “ νεκρώσατε· ὡς ὄντων αὐτῶν ἐν ἡμῖν οὕτω διαλέγῃ, οὐκ ἐστὶν ἐναντιολογία· ἀλλ’ ὥσπερ εἴτις ἐρρυπωμένον ἀνδρίαντα ἀποσμήξας, μᾶλλον δὲ ἀναχαλκεύσας, καὶ λαμπρὸν δεῖξας ἄνωθεν, λέγοι μὲν ὅτι κατεπόθη ὁ ἰὸς καὶ ἀπώλετο· παραινεῖ δὲ πάλιν σπουδάζειν ἀποτίθεσθαι τὸν ἰὸν, οὐκ ἐναντιολόγει· οὐ γὰρ ὃν ἀπέσμηξεν ἰὸν, ἀλλὰ τὸν ἐπιγινόμενον μετὰ ταῦτα παραινεῖ ἀποθέσθαι· οὕτως οὐ τὴν προτέραν νέκρωσιν λέγει, οὐδὲ τὰς πονηρὰς ἐκείνας, ἀλλὰ τὰς ἐπιγινομένας ὕστερον. διὰ τοῦτο δὲ μέλη καλεῖ· καθάπερ ἀριστέα τινὰ εἰσάγων καὶ εἰς μείζονα ἄγων ἔμφασιν· καὶ καλῶς εἶπεν “ τὰ ἐπὶ τῆς γῆς·” ἐνταῦθα γὰρ μένει, καὶ ἐνταῦθα πολλῷ μἅλλον τῶν μελῶν· ὥστε οὐχ οὕτως τὸ σῶμα ἐστὶν ἀπὸ γῆς, ὡς ἡ ἁμαρτία γηΐνη. εἰπὲ δή μοι· ἐπειδὴ εἶπεν “ νεκρώσατε ὑμῶν τὰ “ μέλη τὰ ἐπὶ τῆς γῆς,” καὶ ἡ γῆ διαβέβληται; ἣ τὰ ἐπὶ γῆς αὐτὰ καλεῖ ἁμαρτήματα, πορνείαν, ἀνακαθαρσίαν, φησίν. παρῆκεν τὰ πράγματα ἃ οὐδὲ εἰπεῖν καλόν· καὶ διὰ τῆς ἀκαθαρσίας ἅπαντα ἐνέφηνεν· πάθος, φησὶν, ἐπιθυμίαν κακήν· ἰδοὺ γενικῶς τὸ πᾶν εἰπεν· πάντα γὰρ ἐπιθυμία κακή.
- 9.5
Καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρία, διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
- 9.6
Οὐκ εἶπεν ἐφ’ ὑμᾶς ἀλλ’ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας.
- 9.7
Ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὐτοῖς.
- 9.8
Ἐντρεπτικῶς “ ὅτε ἐζῆτε, φησὶν, ἐν αὐτοῖς καὶ μετὰ ἐγκωμίου· ὡς νῦν οὐ ζώντων, τότε ἐζῆν.
- 9.9
Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα.
- 9.10
Καὶ καθολικῶς ἀεὶ λέγει καὶ ἰδικῶς. ταῦτα δέ ἐστι διαθέσεως.
- 9.11
Ὁργὴν, ι θυμὸν, κακίαν, βλασφημίαν, ἐκ τοῦ στόματος ὑμῶν. καὶ μὴ ψεύδεσθε εἰς ἀλλήλους,
- 9.12
ἐκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, καὶ ἐνδυσάμενοι τὸν νεὸν, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν.
- 9.13
Ἄξιον ἐνταῦθα ζητῆσαι τί δήποτε μέλη καὶ ἄνθρωπον καὶ σῶμα καλεῖ; τὸν διεφθαρμένον βίον καὶ τὸν ἐνάρετον πάλιν τὸ αὐτό· καὶ εἰ ὁ ἄνθρωπος εἰσὶν ἁμαρτίαι, πῶς φησὶν “ σὺν ταῖς πράξεσιν “ αὐτοῦ;” ἅπαξ γὰρ εἶπεν παλαιὸν ἄνθρωπον, δεῖξας ὅτι οὐ τοῦτο ἐστιν ἄνθρωπος ἀλλ’ ἐκεῖνο· τῆς οὐσίας ἡ προαίρεσις κυριωτέρα· καὶ τοῦτο μᾶλλον ἄνθρωπος ἡ ἐκεῖνο· οὐ γὰρ ἡ οὐσία ἐμβάλλει εἰς γέενναν, οὐδὲ εἰς βασιλείαν εἰσάγει, ἀλλ’ αὐτοὶ οἱ ἄνθρωποι· καὶ οὐδένα οὔτε φιλοῦμεν οὔτε μισοῦμεν ᾗ ἄνθρωπος ἀλλ’ ἢ τοιόσδε ἢ τοιόσδε ἄνθρωπος. τί δὲ φησὶν, “ σὺν ταῖς παάξεσιν;” τὴν προαίρεσιν μετὰ τῶν ἔργων. παλαιὸν δὲ καλεῖ, τὸ αἰσχρὸν αὐτοῦ βουλόμενος δεῖξαι καὶ δυσειδὲς καὶ τὸ ἠσθενηκός· καὶ νέον, ἀντὶ τοῦ μὴ προσδοκήσητέ, φησιν, ὅτι καὶ οὗτος τὸ αὐτὸ πείσεται· ἀλλὰ τοὐναντίον· ὅσῳ γὰρ ἂν προίῃ, οὐ πρὸς γῆρας ἐπείγεται ἀλλὰ πρὸς νεότητα μείζονα τῆς προτέρας· ὅταν γὰρ πλείονα λάβῃ τὴν γνῶσιν; καὶ μειζόνων ἀξιοῦται καὶ μᾶλλον ἀκμάζει· οὐκ ἀπὸ τῆς νεότητος μόνον, ἀλλὰ καὶ τοῦ εἴδους πρὸς ὁ ἐστιν. ἰδοὺ κτίσις ἡ ἀρίστη πολιτεία λέγεται κατ’ εἰκόνα τοῦ Χριστοῦ· τοῦτο γάρ ἐστι “ κατ’ εἰκόνα αὐτοῦ κτίσαντος αὐτόν.” ἐπεὶ καὶ ὁ Χριστὸς οὐ πρὸς γῆρας ἐτελεύτησεν· ἀλλ’ οὕτως ἐστὶν καλὸς ὡς μηδέ ἐστιν εἰπεῖν.
- 9.14
(Σευηριανόσ.) ι Καὶ Ἄλλος φησὶν, σάρκα καλεῖ τὴν ἁμαρτίαν, ἧς καὶ τὰ μέλη καταριθμεῖ· καὶ ἀριθμήσας τὸν ἐκ τούτων τῶν μελῶν συνεστῶτα ἄνθρωπον, παρακελεύεται “ ἀπεκδύσασθαι τὸν “ παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ.” ὥστε ὁ παλαιὸς ἄνθρωπός ἐστιν τὸ φρόνημα τὸ τῆς ἁμαρτίας· μέλη δὲ αὐτοῦ αἱ πράξεις τῶν ἁμαρτημάτων. καὶ ὧσπέρ ἐστι παλαιὸς ἄνθρωπος, οὕτως ἐστὶ καὶ νέος· τούτέστειν τὸ φρόνημα τὸ πνευματικόν· καὶ μέλη αὐτοῦ, αἱ ἀγαθαὶ πράξεις· ὡς καὶ ἀριθμεῖ λέγων, “ χρη- “ στότητα, μακροθυμίαν,” καὶ τὰ ἑξῆς.
- 9.15
Ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.
- 9.16
Πάντα, φησὶν, ὑμῖν ὁ Χριστός ἐστιν, καὶ ἀξίωμα καὶ γένος· καὶ ἐν πᾶσι ὑμῖν αὐτός· ἢ ἕτερον φησὶν ὅτι πάντες εἰς Χριστὸν ἐγένεσθε, σῶμα αὐτοῦ ὄντες.
- 9.17
(Σευητιανόσ.) Ἄλλος φησίν· ὅμοιόν ἐστιν " ἵνα ᾖ ὁ Θεὸς τὰ " πάντα ἐν πᾶσι.’’ οὐκοῦν οὐρανὸς ἐν οὐρανῷ, οὐ δὲ γῆ ἐν γῇ· ἀλλ’ ὃ φησὶν τοιοῦτόν ἐστιν· ὅταν τὸ τούτου φρονῇς καὶ ποιῇς, Θεός ἐστιν ὁ ποιῶν διὰ σοῦ· καὶ αὐτός ἐστιν ἐν σοὶ, τὸ ποιεῖν σε ἃ ἐκείνω δοκεῖ.
- 9.18
Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτὰ Θεοῦ ἅγιοι καὶ ἠγαπημεηνοι.
- 9.19
Χρυσιστόμου. Τὸ εὔκολον δείκνυσι τῆς ἀρετῆς καὶ διηνεκῶς αὐτὴν ἔχειν· καὶ ὥστε ὡς μεγίστῳ κόσμῳ κεχρῆσθαι. καὶ μετὰ ἐγκωμίου ἡ παραίνεσις· τότε γὰρ μάλιστα ἰσχύει· ἐγένοντο γὰρ ἅγιοι, ἀλλ’ οὐκ ἐκλεκτοί· νυνὶ δὲ καὶ ἐκλεκτοὶ, ἅγιοι καὶ ἠγα- πημένοι. “ σπλάγχνον,’’ φησὶν, “ οἰκτιρμοῦ.” οὐκ εἶπεν ἔλεον, ἀλλ’ ἐμφαντικώτερον διὰ τῶν δύο· καὶ οὐκ εἶπεν ὅτι ὡς ἀδελφοῖς, ἀλλ’ ὡς παισὶ πατέρες· μὴ γάρ μοι εἴπῃς ὅτι ἥμαρτεν· διὰ τοῦτο εἶπεν σπλάγχνα, καὶ οὐκ εἶπεν οἰκτιρμὸν, ἵνα μὴ ἐκείνους ἐξευτεἰσῃ, ἀλλὰ σπλάγχνα οἰκτιρμοῦ.
- 9.20
Χρηστότητα, ταπεινοφροσύνην, πραότητα, μακροθυ- μίαν, ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἑάν τις πρός τινα ἔχη μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχα- ρίσατο ὑμῖν.
- 9.21
Οὕτως καὶ ὑμεῖς ἄπο γὰρ χρηστότητος, ταπεινοφροσύνη· καὶ ἀπὸ ταύτης, μακροθυμία· " ἀνεχόμενοι,” φησὶν, " ἀλήλων“ τουέστιν, παραπεμπόμενοι· καὶ ὅρα πῶς αὐτὸ οὐδὲν ἔδειξεν “ μομφὴν’’ καλέσας· καὶ εἰπὼν " καθὼς καὶ ὁ Χριστὸς ἐχαρί- “ σατο ὑμῖν·” μέγα τὸ ὑπόδειγμα ὅπερ ἀεὶ ποιεῖ, ἀπὸ τοῦ Χριστοῦ προτρέπων αὐτούς· διὰ δὲ τοῦ ὑποδείγματος ἔδειξεν ὅτι κἂν με- γάλα ἔχωμεν ἐγκαλεῖν, δεῖ χαρίζεσθαι· τὸ γὰρ " καθὼς καὶ ὁ “ Χριστὸς,’’ τοῦτο σημαίνει· καὶ οὐ τοῦτο μόνον, ἀλλ’ ὅτι καὶ φιλεῖν δεῖ ἐξ ὅλης καρδίας· καὶ ὅτι καὶ τὴν ψυχὴν δεῖ ὑπὲρ αὐτῶν θεῖναι.
- 9.22
Ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστὶ σύνδεσμος τῆς τελειότητος .
- 9.23
Ὁρᾷς ὅτι τοῦτο λέγει ; ἐπειδὴ γὰρ ἔνι χαριζόμενον μὴ φιλεῖν, καὶ ὁδὸν δείκνυσιν δι’ ἧς δυνατὸν χαρίζεσθαι· ἔστι γὰρ καὶ χρη- ’στὸν εἶναι τινα, καὶ πρᾶον καὶ ταπεινόφρονα καὶ μακρόθυμον, καὶ μὴ ποθεῖν· διὸ ἀρχόμενος εἶπεν, σπλάγχνα οἰκτιρμοῦ καὶ ἀγάπην καὶ ἔλεον· ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην φησὶν, “ “ ἐστὶ σύνδεσμος τῆς τελειότητος·’’ τουτέστιν ὅτι οὐδὲν ὄφελος. διαλύεται γὰρ πάντα ἐκεῖνα, ἐὰν μὴ μετὰ ἀγάπης ίνηται· τᾶι· πάντα ἐκεῖνα αὐτὴ συσφίγγει· καὶ ὅπερ ἂν εἴπῃς ἀγαθὸν, ταύτης ἀπούσης, οὐδέν ἐστι, ἀλλὰ διαρρεῖ, ὃν τρόπον καὶ ἐπὶ πλοίου· κἂν γὰρ μεγάλα ᾖ τὰ σκεύη, ὅταν μὴ ᾖ τὰ ὑποζώματα, οὐδὲν ὄφελος· καὶ ἐπὶ σώματος, κἂν μέγα ᾖ τὰ ὀστᾶ, οἱ σύνδεσμοι ἐὰν μὴ ὦσιν, οὐδὲν ὄφελος.
- 9.24
Καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἢν καὶ ἐκλήθητε ἐν σώματι ἑνὶ, καὶ εὐχάρι- στοι γίνεσθε.
- 9.25
Ἐὰν μάχωνται, φησὶν, λογισμοὶ δύο, μὴ στήσῃς τὸν θυμὸν μὴ δὲ τὴν ἐπήρειαν κατέχουσαν τὸ βραβεῖον, ἀλλὰ τὴν εἰρήνην· οἷον ἔστω τις ὑβρισθεὶς ἀδίκως, ἀπὸ τῆς ὕβρεως ἐτέχθησαν δύο λογισμοί· ὁ μὲν κελεύων ἀμύνεσθαι, ὁ δὲ ἐνεγκεῖν. καὶ παλαίουσιν ἀλλήλοις. ἐὰν ἡ εἰρήνη τοῦ Θεοῦ ἑστήκοι βραβεύουσα μέση, τῷ κελεύοντι φέρειν δίδωσι τὸ βραβεῖον, καὶ καταισχύνει ἐκεῖνον· πῶς ; πείθουσα ὅτι ὁ Θεὸς εἰρήνη ἐστίν.
- 9.26
(Σευηπιανόσ.) Ἄλλος φησὶν, μὴ οἱ πλανῶντες ἀλλ’ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβεύετω ἐν ταῖς καρδίαις ὑμῶν, τουτέστι τῷ ἡνῶσθαι Χριστῷ καὶ τὰ αὐτοῦ φρονεῖν· εἶτα πάλιν προτροπή· “ εἰς ἣν ἐκλήθητε,’’ φησὶν, τουτέστιν ἐφ’ ἐκλήθητε· ἀνέμνησεν ὅσων ἀγαθῶν αἰτία ἡ εἰρήνη· διὰ ταύτην ἐκάλεσεν· ἐπὶ ταύτῃ σε ἐκάλεσεν ὥστε ἀξιοπίστως ἀναδέξασθαι τὸ βραβεῖον· διὰ τί γὰρ ἓν σῶμα ἐποίησεν ; οὐ διὰ τὴν εἰρήνην ; “ καὶ εὐχάριστοι γίνεσθε.’’ τοῦτό ἐστιν εὐχάριστον εἶναι· τὸ κεχρῆσθαι τοῖς ὁμοδούλοις, ὥσπερ αὐτῷ ὁ Θεός οὐ γὰρ δὴ ο τῳ Θεῷ χάριν ὁμολογῶν ὑπὲρ ὧν ἔπαθεν, τὸν ποιήσαντα ἀμυνεῖται.
- 10.1
Τὰ πρὸς τοὺς οἰκείους ὁμονοητικῶς.
- 10.2
Ὁ λόγος τοῦ Θεοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως.
- 10.3
Τοντέστιν ἡ διδασκαλία, τὰ δήματα, ἡ παραίνεσις, ἐν αἷς οὐδὲν τὴν παροῦσαν ζωὴν εἶναι φησὶν, οὐδὲ τὰ ταύτης ἀγαθά. " ἐνοικείτω,” φησὶν, " ἐν ὑμῖν πλουσἰως·” μὴ ἁπλῶς· ἀλλὰ μετὰ πολλῆς τῆς περιουσίας.
- 10.4
Ἐν πάση σοφίᾳ διδάσκοντες καὶ νουθετοῦντες ἑαυ- τοὺς.
- 10.5
τὴν ἀρετὴν σοφίαν φησὶν, καὶ ἡ ταπεινοφροσύνη καὶ ὅσα τοιαῦτα, σοφία ἐστίν. ὥσπερ οὐν τἀναντία ἄνοια· ὅθεν πολλαχοῦ τὴν πᾶσαν ἁμαρτίαν ἀφροσύνην καλεῖ· “ εἶπεν.” φησὶν, “ “ ἐν καρδίᾳ αὐτοῦ· οὐκ ἔστι Θεὸς,’’ καὶ πάλιν “ προσώζεσαν “ ἐσάπησαν οἱ μώλωπές μου, ἀπὸ προσώπου τῆς ἀφροσύνης
- 10.6
ψαλμοῖς καὶ ὑμνοῖς καὶ ᾠδαῖς πνευματικαῖς.
- 10.7
Οἱ ψαλμοὶ πάντα ἔχουσιν· οἱ ὕμνοι οὐδὲν ἀνθρώπινον, ἅτε θειότερον πρᾶγμα· αἱ γὰρ ἄνω δυνάμεις ὑμνοῦσιν, οὐ ψάλλουσιν· ἁμαρτωλοὶ, οὐχ ὑμνοῦσιν· “ οὐ γὰρ ὡραῖος αἴνος,’’ φησὶν, “ στόματι ἀμαρτωλοῦ.” διὰ τοῦτο μετὰ τὰς ψαλμῳδίας ὕμνοι, ἅτε ἐπὶ τελειότερόν τι πρᾶγμα.
- 10.8
Ἅιδνοτες ἐν ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ.
- 10.9
Ἢ τοῦτό φησιν, ὅτι διὰ χάριν ἡμῖν ταῦτα ἔδωκεν ὁ Θεός· ἣ ταῖς ἐν τῇ χάριτι ᾠδαῖς· ἣ νουθετοῦντες ἑαυτοὺς καὶ διδάσκοντες ἐν χάριτι, ἣ ὅτι ἐν χάριτι εἶχιν ταῦτα τὰ χαρίσματα· ἐπεξήγη- σίς ἐστιν ἀπὸ τῆς χάριτος, φησὶν, τοῦ Πνεύματος· “ ᾄδοντες ἐν “ ταῖς καρδίαις ὑμῶν τῷ Θεῷ·’’ μὴ ἁπλῶς, φησὶν, τῷ στόματι· ἀλλὰ μετὰ προσοχῆς· τοῦτο γάρ ἐστι τῷ Θεῷ ᾄδειν· ἐκεῖνο δὲ τῷ ἀέρι.
- 10.10
Καὶ πᾶν ὅτι ἃν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ Χριστοῦ.
- 10.11
Ἐὰν γὰρ οὕτως ποιῶμεν, οὐδὲν ἔσται μιαρὸν οὐδὲ ἀκάθαρτον· ἔνθα ἃν ὁ Χριστὸς καλῆται· εἰ γὰρ ὑπάτων ὀνόματα ἀσφαλῆ τὰ γραμματεῖα ποιεῖ, πολλῷ μᾶλλον τοῦ Χριστοῦ τὸ ὄνομα· ἣ τοῦτο φησίν· πάντα κατὰ Θεὸν πράττετε καὶ λέγετε, μὴ τοὺς Ἀγγέλους ἐπεισάγετε.
- 10.12
Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κ υρίῳ
- 10.13
Ἀντὶ τοῦ ὑποτάσσεσθε διὰ τὸν Θεόν.
- 10.14
Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς ἀυτὰς.
- 10.15
Ὠσπερ ἐκεῖ φόβον καὶ ἀγάπην τίθησιν, οὕτω καὶ ἐνταῦθα· ἐστὶ γὰρ καὶ ἀγαπῶντα πικραίνεσθαι· ὃ οὖν φησὶν τοῦτό ἐστι· μὴ μάχεσθε· αἱ γὰρ πρὸς τὰ φιλούμενα πρόσωπα γινόμεναι μά. χαἰ, αὐταὶ πικραί· τὸ μὲν οὖν ἀγαπᾶν τῶν ἀνδρῶν ἐστιν· τὸ δὲ εἴκειν ἐκείνων.
- 10.16
Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γάρ ἐστιν εὐάρεστον ἐν Κυρίῳ.
- 10.17
πάλιν τὸ ἐν Κυρίῳ τέθεικεν, καὶ νόμους τιθεὶς ὑπακοῆς, καὶ ἐντρέπων καὶ καταβάλλων· ὅρα πῶς οὐκ ἀπὸ τῆς φύσεως μόνης, ἀλλὰ πρὸ ταύτης ἀπὸ τῶν τῷ Θεῷ δοκούντων βούλεται ὑμᾶς ἅπαντα πράττειν ἵνα καὶ μισθὸν ἔχωμεν.
← Previous · Next → — showing 101–200 of 264
First Thousand Years of Greek. CTS URN tlg4102.tlg022.1st1K-grc1. Via the Perseus Digital Library / Open Greek and Latin TEI corpora. Licence: Available under a Creative Commons Attribution-ShareAlike 4.0 International License. Source.